eul_wid: hvm-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Endurance and Moira by Philetas of Cos

The Fragments of Endurance and heimarmenē is a collection of forty-four elegiac fragments attributed to the Hellenistic poet Philetas of Cos. The title signals the work's central preoccupations with human perseverance and the inescapable power of heimarmenē. These brief remnants of larger, lost poems survive almost exclusively through later quotations by grammarians and authors such as Athenaeus and Hephaestion, who cited Philetas for his rare vocabulary and metrical examples. The extant pieces encompass several characteristic themes, including mythological narrative, which may involve the goddess Demeter, and vivid depictions of erotic suffering, describing love as a consuming disease. The fragments also display a learned, allusive quality, employing obscure words that reflect Philetas's own philological scholarship. The original scope and structure of the complete poems from which these fragments derive remain entirely unknown, reconstructed from these scattered ancient citations. Philetas was a pivotal figure whose refined and erudite style profoundly influenced the Alexandrian poetic tradition. His synthesis of meticulous poetic craft and scholarly allusion established him as a direct model for Callimachus and later poets, including the Roman elegist Propertius, who names him as a canonical love poet.

Δημήτηρ
Νῦν δʼ αἰεὶ πέσσω· τὸ δʼ ἀέξεται ἄλλο νεῶρες
πῆμα· κακοῦ δʼ οὔπω γίγνεται ἡσυχίη.
Ἀλλʼ ὅτʼ ἐπὶ χρόνος ἔλθῃ, ὃς ἐκ Διὸς ἄλγεα πέσσειν
ἔλλαχε, καὶ πενθέων φάρμακα μοῦνος ἔχει·
καὶ γάρ τις μελέοιο κορεσσάμενος κλαυθμοῖο
κήδεα δειλαίων εἷλεν ἀπὸ πραπίδων ...
Τω ου μοι πολέων γαίης ὕπερ ἠδὲ θαλάσσης
ἐκ Διὸς ὡραίων ἐρχομένων ἐτέων.
Οὐδʼ ἀπὸ Μοῖρα κακῶν μελέῳ φέρει, ἀλλὰ μένουσιν
ἔμπεδʼ ἀεί, καὶ τοῖς ἄλλα προσαυξάνεται.
Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱὸς
Φλιοῦς ἣν αὐτὸς δείματο, λευκόλοφος.
Ἀτραπὸν εἰς Ἀίδαο
ἤνυσα, τὴν οὔπω τις ἐναντίον ἦλθεν ὁδίτης.
Ἦ μὲν γὰρ πολέεσσι πεφύρησαι χαλεποῖσι,
θυμέ, γαληναίῃ δʼ ἐπιμίσγεαι οὐδʼ ὅσον ὅσσον,
ἀμφὶ δέ τοι νέαι αἰὲν ἀνῖαι τετρήχασιν.
Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη,
ἥ ῥʼ οὐδʼ ἀθανάτους ὑποδείδιεν οἵ τʼ ἐν Ὀλύμπῳ
ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο.
Ἀγαθὴ δʼ ἔπι ἤθεσιν αἰδώ.
Παίγνια
Οὔ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης
αἱρήσει κλήθρην, αἰρόμενος μακέλην·
ἀλλʼ ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας
μύθων παντοίων οἶμον ἐπιστάμενος.
Ἐκ θυμοῦ κλαῦσαί με τὰ μέτρια, καί τι προσηνὲς
εἰπεῖν, μεμνῆσθαί τʼ οὐκέτʼ ἐόντος ὁμῶς.
Οὐ κλαίω ξείνων σε, φιλαίτατε· πολλὰ γὰρ ἔγνως
καλά· κακῶν δʼ αὖ σοι μοῖραν ἔνειμε θεός.
Γαῖαν μὲν φανέουσι θεοί ποτε· νῦν δὲ πάρεστιν
λαιψηρῶν ἀνέμων μοῦνον ὁρᾶν τέμενος.
Θρήσασθαι πλατάνῳ γραίῃ ὕπο
Γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
ὀξείης κάκτου τύμμα φυλαξαμένη.
Λευγαλέος δὲ χιτὼν πεπινωμένος, ἀμφὶ δʼ ἀραιὴ
ἰξὺς εἴλυται ῥάμμα μελαγκράνινον.
Τά οἵ ποτε Κύπρις ἑλοῖσα
μᾶλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων.
Δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι.
Οὐδʼ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγεν.
Νήχυτον ὕδωρ
Βουγενέας φάμενος προσεβήσαο μακρὰ μελίσσας
Καί κεν Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ
Νάσσατο δʼ ἐν προχοῇσι μελαμπέτροιο Βυρίνης.
Νισύριοι μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοὶ
ἀνδράσι πὰρ Κῴοισιν, ἐλεύθερον ἆμαρ ἔχοντες,
δούλων δʼ οὔτις πάμπαν ἐσέρχεται οὐδʼ ἠβαιόν.
Θοὴ δʼ ὑπεδέξατο γαῖα.