eul_wid: smu-aa
Ἀποσπάσματα περὶ τῆς Ἰουλιανοῦ ΣτρατείαςFragments on Julian's Campaign
Eutychianus the Historian Fragments on Julian's Campaign PDF
| 1 [25] | Malalas Chron.: Εὐτυχιανὸς δὲ ὁ χρονογράφος ὁ Καππάδο ξ , στρατιώτης ὢν καὶ βικάριος τοῦ ἰδίου ἀριθμοῦ τῶν Πριμοαρμενιακῶν, παρὼν καὶ αὐτὸς ἐν τῷ πολέμῳ, συνεγράψατο ὅτι κατελθὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς μονὰς ιεʹ ἐπὶ τὰ Περσικὰ μέρη διὰ τοῦ Εὐφράτου εἰσῆλθε καὶ ἐπικρατὴς γενόμενος καὶ νικήσας πάντας παρέλαβεν ἕως πόλεως λεγομένης Κτησιφῶντος, ἔνθα ὁ βασιλεὺς Περσῶν ἐκάθητο, ἐκείνου φυγόντος ἐπὶ τὰ μέρη τῶν Περσαρμενίων, καὶ βουλομένου μετὰ τῆς ἰδίας συγκλήτου καὶ τοῦ στρατοῦ αὐτοῦ ἄχρι τῆς Βαβυλῶνος τῇ ἑξῆς ὁρμῆσαι καὶ ταύτην παραλαβεῖν διὰ τῆς νυκτός. Καὶ ὡς καθεύδει, εἶδεν ἐν ὁράματί τινα τέλειον ἄνδρα ἐνδεδυμένον ζάβαν καὶ εἰσελθόντα πρὸς αὐτὸν εἰς τὸν παπυλεῶνα αὐτοῦ πλησίον τῆς πόλεως Κτησιφῶντος ἐν πόλει λεγομένῃ Ἀσίᾳ, καὶ κρούσαντα αὐτὸν λόγχῃ· καὶ πτοηθεὶς ἐξυπνίσθη κράξας· καὶ ἐξανέστησαν οἱ κουβικουλάριοι εὐνοῦχοι καὶ σπαθάριοι καὶ ὁ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ εἰσελθόντες πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσεσχηκὼς Ἰουλιανὸς ὁ βασιλεὺς ἑαυτὸν σφαγέντα κατὰ τῆς μασχάλης ἐπηρώτησεν αὐτούς· «Πῶς λέγεται ἡ κώμη ὅπου ἐστὶν ὁ παπυλεών μου;» καὶ εἶπον αὐτῷ ὅτι Ἀσία λέγεται. Καὶ εὐθέως ἔκραξεν· «Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν.» Καὶ ἐκχυθεὶς τὸ αἷμα παρέδωκε τὴν ψυχὴν ὥραν νυκτερινὴν πέμπτην (ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος υιαʹ.) |