Περιέχει συνθέσεις φαρμάκων τῶν ἐν χρήσει ἡμῖν.
Πυοποιά. τὸ βασιλικὸν ἢ τετραφάρμακον.
Κηροῦ, στέατος ταυρείου, φρυκτῆς, πίσσης ἴσα. ἐὰν θέλῃς αὐτὸ τάχιον συμπέψαι καὶ σαρκῶσαι, συμπλέκεις λιβάνου μέρος ἓν πρὸς μέρη τοῦ βασιλικοῦ ιβ, ποτὲ δὲ καὶ ιγ.
Πυοποιὸς ἐννεαφάρμακοςἄκρως ποιοῦσα καὶ εἰς τὰς κενὰς συντρήσεις τὰς περὶ θώρακα καὶ σύριγγας μετὰ τὸ ἐκτυλωθῆναι· ποιεῖ δὲ καὶ πρὸς τὰς ἐν μήτρᾳ σκληρίας καὶ τὰ ἕλκη τὰ ἐν αὐτῇ θεραπεύει ἀνειμένη. Κηροῦ, μυελοῦ ἐλαφείου, στέατος χηνείου, ταυρείου, βουτύρου, τερμινθίνης, μέλιτος, ῥοδίνου ἐλαίου, κικίνου, πάντα ἴσα. τινὲς δʼ ἀντὶ τοῦ ῥοδίνου καὶ τοῦ κικίνου ἐνέβαλον σούσινον, ὅπερ ἐστὶν ἔλαιον κρίνινον γενόμενον ὡς τὸ ῥόδινον ἀπὸ φύλλων κρίνων. ἀνακαθαίρει, ἐπουλοῖ, σαρκοῖ.
Ἡ διὰ καδμείας ἐπουλωτική.
Καδμείας κεκαυμένης καὶ οἴνῳ κατεσκευασμένης, χαλκίτεως ὀπτῆς ἀνὰ 𐆃 α, κηροῦ 𐆃 β, κολοφωνίας 𐆃 β, ἐλαίου μυρσίνου 𐆃 α, οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. τρῖβε χαλκῖτιν, καδμείαν τῷ οἴνῳ ὥστε ὑγρᾶς κηρωτῆς ἔχειν σύστασιν, τὸ δὲ κηρὸν καὶ τὴν ῥητίνην τήξας ἐν χύτρᾳ ὀστρακίνῃ παράχει τὰ μεταλλικὰ μετὰ τοῦ οἴνου, καὶ πάντα λειώσας ἐν θυίᾳ χρῶ μαλάξας, πρὸς μὲν τὰ χρόνια ἀκράτῳ, πρὸς δὲ τὰ πρόσφατα μετὰ κηρωτῆς ῥοδίνης.
Ἀτταλικὴ λευκὴποιοῦσα πρὸς ἕλκη γερόντων καὶ ἁπαλοχρώτων καὶ τῶν ἐχόντων ὑγρὰ τὰ ἕλκη· καὶ ἀντικνήμια ἰᾶται καὶ ἀποσύρματα κάλλιστα καὶ γονάτων ἐφʼ ὧν ὁ περιόστεος γυμνός ἐστιν. Λιθαργύρου 𐅻 ρ, ψιμυθίου 𐅻 ρ, κηροῦ λευκοῦ 𐅻 ν, τερμινθίνης 𐅻 κε, λιβανωτοῦ 𐆄 γ — οἱ δὲ 𐆄 δ —, στυπτηρίας σχιστῆς 𐅻 ϛ, πεπέρεως 𐅻 γ, ἐλαιοῦ παλαιοῦ 𐆂ο β, ὕδατος 𐆂ο β. ἕψε τὰ μεταλλικὰ ἐν ἡλίῳ μέχρις ἀμολύντου, καὶ οὕτω βαλὼν κηρὸν καὶ ῥητίνην ἑνώσας ἐπίβαλλε τὸ λιβανωτὸν μὲν πρῶτον, δευτέραν δὲ στυπτηρίαν καὶ τελευταῖον τὸ πέπερι. τινὲς δʼ ἀντὶ πεπέρεως κύπερον βάλλουσιν.
Γαληνοῦ φοινικίνη.
Χοιρείου παλαιοῦ καὶ ἀνάλου στέατος 𐆃 β, λιθαργύρου 𐆄 γ, ἐλαίου παλαιοτάτου 𐆃 γ, χαλκίτεως 𐆄 δ. τὴν χαλκῖτιν κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, βαλὼν εἰς ἴγδιν μετὰ τῶν τριῶν λιτρῶν τοῦ ἐλαίου ἐπιμελῶς τρῖβε, ἕως λειοτάτη γένηται, εἶτʼ ἐπέμβαλλε τὴν λιθάργυρον λεπτοτάτῳ κοσκίνῳ καὶ αὐτὴν σεσησμένην καὶ προλελειωμένην ἐπιμελῶς εἰς ἴγδιν καὶ συλλείου ἐπὶ πλείονα χρόνον τῇ χαλκίτιδι, καὶ μάλιστα ἐν ἡλίῳ, ὅπως τὸ ἔλαιον ὑγρὸν διαμένῃ· ἐπιβάλλεται δʼ αὐτοῖς τελευταῖον τὸ στέαρ ἄγον 𐆃 β μετὰ τὸ ἐξυμενισθῆναι, καὶ συλλειώσας ἐπιμελῶς, βαλὼν εἰς κακκάβην ἕψει κινῶν σπάθῃ φοινικίνῃ ἀφῃρημένῃ τοῦ φλοιοῦ τοῦ χλωροῦ τοῦ ἔξωθεν αὐτῆς, ἵνα δυνηθῇ τῆς οἰκείας ὑγρότητος μεταδιδόναι τῷ φαρμάκῳ. ἀρκέσει δʼ εἰς τὴν ἕψησιν τῶν φοινίκων εἷς κλάδος, ὡς τῷ μὲν ἁδροτέρῳ μέρει τοῦ ξύλου χρῆσθαι εἰς τὴν τῆς σπάθης γένεσιν, τῷ δʼ ἑτέρῳ, ὅπερ ἦν τῇ σπάθῃ συνεχές, καὶ αὐτῷ ἐξεσμένῳ ὡς λευκῷ γενέσθαι χρήσασθαί τε δυνηθῆναι εἰς τὸ ἐμβληθῆναι τῷ φαρμάκῳ, εἰς λεπτὰ διῃρημένου καὶ κατακεκομμένου αὐτοῦ. ἐμβληθήσεται δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν καθʼ ὃν ἂν ἤδη τὸ φάρμακον εἰς σύστασιν ἥκῃ κηρωτῆς συμμέτρου· ἐὰν γὰρ ἀπʼ ἀρχῆς ἐμβάλῃς αὐτά, καταναλίσκεται διὰ τῆς ἑψήσεως ὁ χυλὸς αὐτῶν, ὃν βουλόμεθα διαμένειν ἐπὶ πλεῖον διὰ τὴν στύψιν αὐτοῦ. καὶ αὐτῆς δὲ τῆς σπάθης ἀποκόπτειν χρὴ τὸ ἤδη ὑπὸ τοῦ φαρμάκου ἀνεξηρασμένον, καὶ τοῦτο μὲν ῥίπτειν, τῷ δὲ καταλοίπῳ μέρει χρῆσθαι, ὅπως ἂν ἀπολάβῃ τὸ φάρμακον τῆς ὑγρότητος αὐτῆς. τοῦτο δὲ χρὴ ποιεῖν καὶ δὶς καὶ τρίς, εἰ ὁρῴης ἀναξηραινομένην τὴν σπάθην. φανερὸν δʼ ἐστὶν ὡς χρὴ τὸν κλάδον τοῦ φοίνικος πρόσφατον εἶναι καὶ αὐτῆς τῆς ἡμέρας κεκόφθαι, ὅπως ἔγχυλος εἴη. ὅταν δʼ ἑψόμενον τὸ φάρμακον ἀμόλυντον γένηται, αὐτῷ μὲν ἐμπλάστρῳ χρήσῃ κατά τε τῶν ἐναίμων τραυμάτων καὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ κόλπων, ἐλαίῳ δὲ διατήκων ἐπὶ τῶν φλεγμαινόντων πάντων χρῶ, ἐν ποδάγραις, ἀρθρίτισιν, ἐν παντὶ καιρῷ καθʼ ὃν οὐκ εἰσὶν ὀδύναι σφοδραί, ἐν βουβῶσιν, ἐν φύμασιν, ἐν κατάγμασιν, ἐν χειμέθλαις, ἐν κατακαύμασιν, ἐν ῥευματικαῖς διαθέσεσιν ἁπάσαις. ἐν τῷ λύεσθαι δʼ ἡ συμμετρία τοῦ φαρμάκου τοιάδε ἔστω· βραχὺ πλεῖον ἔστω τὸ φάρμακον τοῦ ἐλαίου, καὶ μᾶλλον τοῦ θέρους, ὡς εἶναι δέκα μὲν οὐγγίας τοῦ φαρμάκου, ἐννέα δὲ τοῦ ἐλαίου.
Χλωρὰ λιτὴ
θεραπεύουσα κοῖλον ἕλκος ἀπερίστατον τακεῖσα ῥοδίνῳ. Κηροῦ, φρυκτῆς ἀνὰ 𐆃 α, ἰοῦ 𐆄 β, ἐλαίου 𐆂ο β. ποιεῖ πρὸς τοὺς ἁπαλόχρωτας. —Τὸ δίχρωμον. Χαλκοῦ κεκαυμένου, στυπτηρίας σχιστῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐆄 α, κηροῦ, κολοφωνίας, στέατος χοιρείου ἀνὰ 𐆃 α. ὄξει τὰ ξηρὰ λείου.
Τὸ πεντάθετον.
Κηροῦ, ταυρείου, φρυκτῆς, πίσσης, τιτάνεως ἴσα. ἡ ἔκλυσις· τοῦ φαρμάκου 𐆄 δ, κηροῦ 𐆄 δ ἢ γ, ἐλαίου 𐆃 α. ἀνάκοπτε οἴνῳ ἢ ὄξει ἢ ὕδατι πρὸς τὴν χρείαν.
Τὸ διʼ ὑοσκυάμου ἤτοι ψιτάκιον.
Φρυκτῆς, κηροῦ, στέατος χοιρείου, ὑοσκυάμου χυλοῦ ἴσα.
Τὸ μυρσινάτον.
Λιθαργύρου 𐆄 ϛ, κηροῦ 𐆃 α, ἐλαίου μυρσινάτου 𐆃 β, οἴνου τὸ ἀρκοῦν. —Ἄλλο. Λιθαργύρου 𐆄 α, μολύβδου κεκαυμένου 𐆄 α, Συριακοῦ 𐆄 β, ἐλαίου μυρσινάτου 𐆃 α.
Λευκὸν πρὸς τὰ κατακαύματα.
Λιθαργύρου, ψιμυθίου, θείου ἀπύρου ἀνὰ 𐆄 ϛ, κηροῦ 𐆄 δ, ἐλαίου μυρσινάτου τὸ ἀρκοῦν.
Τὸ κοπτόν.
Ἰοῦ 𐆄 α, λεπίδος χαλκοῦ 𐆄 α, τερμινθίνης 𐆄 β, κηροῦ 𐆄 ε. ὁλμοκοπητέον τὸν κηρὸν μετὰ τῆς ῥητίνης, καὶ ἑνώσας τὸν ἰὸν ἔμπασσε, καὶ χρῶ πλατύσματι ἰσομεγέθει τῷ ἕλκει καὶ ἐπίλυε παρὰ μίαν.
Ἡ ἄφρα ἔναιμοςπρὸς τὰς μεγάλας διαθέσεις, μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ σύριγγας, κόλπους, κατάγματα ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς· ἀφλέγμαντα κολλᾷ· ποιεῖ καὶ ἐπὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν θαυμαστῶς· ἔτι ποιεῖ πρὸς ἐπιφορὰς καὶ κόλπους — κολλᾷ γὰρ μεγάλως — καὶ ἐπὶ τῶν ἀποστημάτων, ὅταν κομισάμενος τὸ ὑγρὸν ταύτην ἐπιθῇς· ἔστι δὲ καὶ ἴσχαιμος καλή, καὶ μάλιστα ἐφʼ αἷμα ἀναγόντων. ἔμπλασσε δʼ εἰς ὀθόνια δύο, ἓν μὲν ἐπὶ τὸ στῆθος καὶ τὰς πλευρὰς ἐπιτιθείς, ἕτερον δʼ ἐπὶ τὸ μετάφρενον· παραδόξως ἐπέχει τὸ αἷμα. ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα καὶ ἀνθρωπόδηκτα καὶ ὅλως ἀφλέγμαντός ἐστι καὶ ἐνίκησε τὰς τραυματικὰς πάσας. λύε χειμῶνος διʼ ἡμερῶν τριῶν. Κηροῦ, πίσσης, ἀσφάλτου, πιτυΐνης ὑγρᾶς ἀνὰ 𐆃 α, μάννης 𐆄 ϛ, ψιμυθίου 𐆄 δ, χαλκάνθου 𐆄 δ, ὀποπάνακος 𐆄 β, ἐλαίου ἡμίναν α — οἱ δʼ ἡμίλιτρον —, ὄξους 𐆂ο β. κηρόν, ἄσφαλτον ἰδίᾳ, ἔλαιον, ὄξους ὀλίγον εἰς χύτραν βάλλων τῆκε, εἶτʼ ἐπίβαλλε τὴν πίσσαν καὶ τὴν ῥητίνην· ὅταν δʼ ἡμίεφθος ᾖ, ἄρας τὴν χύτραν καὶ διαψύξας ποσῶς ἔμπασσε τὸ χάλκανθον διεθὲν ὄξει ἐκ τῶν δύο κοτυλῶν κατὰ μικρόν, μὴ ὑπερζέσῃ· ἅπαν δʼ ἐγχέας ἐλαφρῶς ὑπόκαιε κινῶν. ὅταν δʼ ἀμόλυντος ᾖ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔγχει τὸν ὀποπάνακα πρὸ μιᾶς βεβρεγμένον εἰς μέρος τοῦ ὑπολειπομένου ὄξους ὥστε διαχυθῆναι, εἶτʼ ἔμπασον τὸ ψιμύθιον καὶ τὴν μάνναν ὁμοῦ λελειωμένα ἱκανῶς, καὶ μακρὸν χλιάνας, ἕως ἑνωθῇ, φυλασσόμενος μὴ προσκαῇ ὁ ὀποπάναξ καὶ ἡ μάννα, κατάχει εἰς θυίαν καὶ ἐάσας ψυγῆναι ἀναμάλασσε.
Πόλλητος γεράνειος.
Ποιεῖ πρὸς τὰ πεπαχυσμένα ἢ κεχαλασμένα, καὶ ἐφʼ ὧν κίνδυνος πάρεσιν γενέσθαι, καὶ πρὸς τὰ ῥεύματα τὰ εἰς ἄρθρον φερόμενα, ἐφʼ ὧν καὶ οἴδησις συμβαίνει, καὶ πρὸς τὰ ὄλισθον ἔχοντα μόρια καὶ πρὸς τὰ ἠγκυλωμένα ἢ συνδεδεμένα, καὶ εἰ ὑπὸ βίας κινηθείη ἐκτοποῦντα, ὡς ἐξάκουστον γίνεσθαι ψόφον. ὠφέλιμον δʼ ἐστὶ καὶ ὅταν ἐν ἀγκῶσιν ἢ γόνασιν ἢ ἄλλῳ τινὶ μορίῳ ἀργὸν ὑγρὸν περιέχηται ἢ πνεῦμα· καὶ γάγγλια δʼ ἰᾶται καὶ πᾶσαν συστροφὴν καὶ στεατώματα καὶ ἀθηρώματα καὶ πᾶν ἀργὸν ὑγρὸν ἢ πνεῦμα συστὰν ἐν χιτῶσιν· ποιεῖ δὲ καὶ πρὸς ἀνευρύσματα, καὶ χοιράδας καὶ φύματα μαλάσσει καὶ πάντα τὰ ἐσκληρυμμένα κατατίτρησι καὶ ἐξιποῖ καὶ ῥήσσει καὶ λεπτύνει καὶ κολλᾷ καὶ τὰ παρειμένα τονοῖ. —Σκευάζεται δʼ οὕτως· ἀνδριάντος χαλκοῦ τοῦ ξέσματος τὸ ῥυπῶδες καὶ ἰῶδες, ὅπερ τοῖς ἐξαλειφομένοις συνίσταται, 𐆄 κδ, κηροῦ τὸ αὐτό, σάνδυκος τὸ ἥμισυ καὶ σανδαράκης τὸ αὐτό, τερεβινθίνης τὸ αὐτό — ἐὰν δὲ σκληρότερον ᾖ τὸ ξέσμα, τότε τὸ αὐτὸ τῷ ξέσματι τῆς τερεβινθίνης ἐμβαλεῖς —, γεράνου πάντα τὰ πτερὰ κεκαυμένα τὸν τρόπον τοῦτον· εἰς καινὴν χύτραν κεραμίαν ἐμβαλὼν τὰ πτερὰ ὅλα καὶ τὸ πῶμα πηλῷ περιπλάσας μετὰ πάσης τῆς χύτρας, ἔμβαλε τὴν χύτραν εἰς κάμινον, ἕως ὁ μὲν πηλὸς ἐκπυρωθῇ, εὑρεθῇ δὲ τὰ πτερά, ἀναπωμασθείσης τῆς χύτρας, καυθέντα καὶ ἑνωθέντα. ταῦτα λείου χνοώδη, εἶτα τὸν κηρὸν τήξας ἐπʼ ἀνθράκων ἅμα τῇ ῥητίνῃ ἔμπασσε εἰς αὐτὸν τὴν σανδαράκην καὶ τὴν σάνδυκα λεῖα καὶ ἀνακίνει, ἕως ἂν καλῶς ἀναμιχθῇ, μετὰ ταῦτα δʼ ἐμβαλὼν εἰς ὅλμον τὸ ξέσμα κόπτε εὖ μάλα, ὡς ἀναμιχθῆναι μετὰ τοῦ κηροῦ τὰ ἀναμεμιγμένα καταχεόμενα, εἶτʼ ἔμπασσε τὰ πτερὰ λεῖα εἰς τὸν ὅλμον καὶ κόπτε ἐρρωμένως, ἄχρις ἂν καλῶς ἀναμιχθῇ καὶ ἐμπλαστῶδες γένηται τὸ φάρμακον.
Ἡ διὰ δικτάμνου.
Δικτάμνου μέρη κη, χαμαιπίτυος μέρη η, χαμαίδρυος μέρη ιβ, χαμαιμήλου μέρη ιδ, τριφύλλου μέρη δ, πρασίου μέρη ιβ, σφάγνου μέρη ε, πενταφύλλου μέρη δ, ἀρτεμισίας μέρη δ, κυπέρου μέρη ζ, ἀριστολοχίας ἁδρᾶς μέρη λε, ἴρεως μέρη ζ, πολίου μέρη ιβ, κενταυρίου μέρη ιβ, γεντιανῆς μέρη ιβ, λιβανωτοῦ μέρη ϛ, γαγάτου μέρη ζ, λιθαργύρου μέρη ρν, ἐλαίου παλαιοῦ μέρη μη, κηροῦ μέρη ιβ, ῥητίνης πιτυΐνης ξηρᾶς μέρη λβ, κολοφωνίας μέρη ν, τερεβινθίνης μέρη ιδ, γῆς ἀμπελίτιδος μέρη κβ — ἢ ἀντὶ γῆς ἀμπελίτιδος πίττης ξηρᾶς μέρη ιβ —, ἀμμωνιακοῦ θυμιάματος μέρη λε, λεπίδος χαλκοῦ μέρη ιη, χαλκοῦ κεκαυμένου μέρη ιη, προπόλεως μέρη ιβ, διφρυγοῦς μέρη η, μίλτου μέρη ιβ, ψιμυθίου μέρη ιβ, ἀλόης μέρη ιϛ, χαλκίτεως μέρη ι, χαλκάνθου μέρη κδ, λιβάνου λευκοῦ μέρη ιβ, σμύρνης μέρη ζ, χαλβάνης μέρη κε, ὀποπάνακος μέρη ζ. προαναζέσαντα τὸ ἔλαιον ἐπὶ μαλθακοῦ πυρὸς ἐμβάλλειν δεῖ τὴν λιθάργυρον λειοτάτην κατὰ βραχὺ κινοῦντα, ἕως τὴν χρόαν μεταβάλῃ καὶ ἐπὶ ποσὸν συστῇ, εἶτʼ ἐπεμβάλλειν τὴν πίσσαν ἢ τὴν ἀμπελῖτιν γῆν, καὶ ὅταν ἀρχὴν λάβῃ τοῦ συστρέφεσθαι, τὸν κηρὸν ἐμβάλλειν καὶ μετʼ αὐτὸν τὴν πιτυΐνην καὶ τὴν κολοφωνίαν, εἶτα τὸ ἀμμωνιακὸν τετριμμένον, μετὰ δὲ ταῦτα τὴν λεπίδα τοῦ χαλκοῦ καὶ τὸν χαλκόν, εἶτα τὴν μίλτον καὶ τὸ διφρυγές, ἐφεξῆς δὲ τὴν χαλκῖτιν καὶ τὸ χάλκανθον καὶ τὸ ψιμύθιον, εἶτα τὸν λιβανωτὸν καὶ τὴν σμύρναν καὶ τὴν ἀλόην, ἐπὶ πᾶσι δὲ τὴν τερεβινθίνην καὶ τὴν χαλβάνην καὶ τὸν ὀποπάνακα. καὶ ταῦτα πάντα ἀναμιχθέντα καθαίρει προσηκόντως τοῦ πυρός, καὶ οὕτως ἔμπασσε τὰς βοτάνας λείας κινῶν τῇ σπάθῃ, τελευταῖον δʼ ἐμβάλλειν τὸ χαμαίμηλον. χρῶ δὲ τῷ φαρμάκῳ πρὸς τὰ νεότρωτα καὶ τὰ παλαιὰ ἕλκη καὶ πρὸς τὰ ἰοβόλα καὶ λυσσόδηκτα καὶ σκορπιόδηκτα καὶ πρὸς κονδυλώματα καὶ γάγγλια καὶ χοιράδας καὶ φακοὺς καὶ παρωτίδας καὶ φύματα καὶ σύριγγας καὶ τὰ Χειρώνεια καὶ τὰ κακοήθη ἕλκη. ἀνάγει καὶ ὀστέα καὶ σκόλοπας καὶ ἀκίδας καὶ τοὺς κόλπους προσίστησι, καθαιρεῖ, σαρκοῖ, ἐπουλοῖ καὶ τὰς φλεγμονὰς διαλύει, πρός τε τὰ ἐν θώρακι πάντα καὶ τὰς περὶ τὰ σπλάγχνα διαθέσεις καὶ σκληρίας καὶ σκίρρους καὶ τοὺς ὑδέρους καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τῶν ὀστῶν τὰ κατάγματα καὶ τῶν ἑλκῶν τὰ δυσίατα καὶ τὰ νομώδη καὶ πρὸς νεῦρα διακεκομμένα καὶ θλάσματα καὶ σηπεδόνας καὶ ἀποσκήμματα καὶ χείμεθλα καὶ ἄνθρακας καὶ ὅσα μαλάξεως δεῖται. καὶ τῶν ὀφθαλμῶν τὰ ῥεύματα ἐπιτιθέμενον τῷ μετώπῳ ἵστησιν, ἀνεθὲν δὲ ῥοδίνῳ πρός τε τὰ πυορροοῦντα ὦτα καὶ τὰ ἐν αἰδοίοις καὶ ἕδρᾳ. ὑποθυμιᾶν δʼ αὐτὸ καὶ ταῖς διὰ ψῦξιν κεκακωμέναις μήτραις καὶ ταῖς δυστοκούσαις· ἐξαγάγοις δʼ ἂν εὐμενῶς τὸ ἔμβρυον ζῶν οὐδὲν κακώσας καὶ τὰ καλούμενα δεύτερα, εἴπερ ἐπέχοιτο. βοηθεῖ δὲ καὶ ταῖς περιοδικαῖς νόσοις σπληνίον ἐπιτεθὲν τῷ μετώπῳ πρὸ τῆς λήψεως. καὶ τὰς ἐχίδνας καὶ πάντα τὰ ἰοβόλα ἐν οἴκῳ ὑποθυμιώμενον ἐξελαύνει.
Ἡ διὰ λινοσπέρμου ἐκ τῶν Πόλλητος.
Πρὸς τὰ ἐν θώρακι πάθη ἁρμόττει καὶ μαλάσσει καὶ διαφορεῖ, τὰς φλεγμονὰς τῶν νευρωδῶν σωμάτων πραΰνει· ποιεῖ δὲ καὶ πρὸς τοὺς παροξυσμοὺς τῶν ποδαγρῶν καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων διαλύει. Λινοσπέρμου μέρη β, ἀλεύρου κριθίνου μέρη γ, ῥητίνης κολοφωνίας μέρη λ, κηροῦ μέρη δ, ῥητίνης κυπαρισσίνης μέρη β, θλάσπεως μέρος α, χαμαιμήλου τὸ ἴσον καὶ τῆς κυπαρίσσου τῶν σφαιρίων τῶν χλωρῶν τῶν μεμυκότων τὸ αὐτό, ἐλαίου παλαιοῦ μέρη β. τήξας τὸν κηρὸν μετὰ τῆς ῥητίνης ἐπʼ ἀνθράκων ἐπέμβαλλε τὸ ἔλαιον καὶ ἀνακίνει τῇ σπάθῃ· μιχθέντων δὲ τούτων καλῶς, ἄρας ἀπὸ τοῦ πυρὸς ἔμπασσε τὰ σφαιρία τῆς κυπαρίσσου λεπτά, προσέχων ὡς μὴ τὸ φάρμακον ἀναζέσαν καὶ ἀνοιδῆσαν ὑπερεκβάλλῃ τῆς χύτρας, ἔπειτα τὸ ἄλευρον, εἶτα τὸ λινόσπερμον, εἶτα τὸ θλάσπι καὶ τὸ χαμαίμηλον, καὶ μετὰ ταῦτα πάλιν εἰς τὸ πῦρ ἐπιθεὶς ἀνακίνει, ἕως ἂν καλῶς μιχθῇ, ἑνωθέντων δʼ ἐπὶ τέλει τὴν ῥητίνην τὴν κυπαρισσίνην ἔμβαλλε, καὶ τακείσης ταύτης μετέρα τὸ φάρμακον καθʼ ὕδατος εἰς θυίαν, εἶτα μάλασσε καὶ χρῶ.
Πόλλητος ἡ διὰ περιστερεῶνος ἤτοι διὰ τῆς ἱερᾶς βοτάνης
ποιοῦσα πρὸς κεφαλαλγίαν παλαιὰν καὶ πρόσφατον καὶ πρὸς ἡμικραίραν ἐπιτιθεμένη κατὰ τοῦ μετώπου καὶ τῶν κροτάφων· ποιεῖ δὲ καὶ πρὸς ὀδονταλγίας καὶ ὀφθαλμῶν ῥεύματα καὶ πρὸς δυσουρίας κατὰ τοῦ ἤτρου ἐπιτιθεμένη καὶ πρὸς σκορπιοπλήκτους καὶ πρὸς φλεγμονὰς τῶν νευρωδῶν μορίων. Τῆς ἱερᾶς βοτάνης ἤτοι περιστερεῶνος μέρη θ, ῥητίνης κολοφωνίας μέρη κδ, κηροῦ μέρη δ, ἐλαίου μέρη β.
Ἐλεφαντίνη ἤτοι διὰ δορυκνίουποιοῦσα πρὸς ἄρθρα ἠγκυλωμένα καὶ τοὺς πώρους τῶν καταγμάτων· μαλάσσει γὰρ καὶ λύει τὰς ἡμαρτημένας προσφύσεις τάς τε χοιράδας τὰς δυσμεταβλήτους καὶ τὰ σκιρρώματα τὰ δύσπεπτα καὶ δυσπαθῆ· διαχυτικὸν γάρ ἐστι καὶ μαλακτικὸν καὶ διαφορητικὸν ἐνεργὸν πάνυ· εἰ καὶ τμῆμα ἐλέφαντος ἐνθείης τῷ φαρμάκῳ περιπλάσας ἕως ἡμερῶν δέκα, μαλθάξαις ἂν ὥστε κάμπτεσθαι· πλείονι δὲ χρόνῳ μείναντα λεπτότερον ἴδοις ἂν ὥσπερ ἱμάντα. —Τὸ δὲ φάρμακον σκευάσειας ἂν οὕτως· δορυκνίου προσφάτου χλωροῦ ἢ ξηρανθέντος ἐν σκιᾷ μέρη ι, μανδραγόρου τῆς ῥίζης, εἴτε χλωρᾶς εἴτε ξηρᾶς, μέρη η, πάνακος ῥίζης μέρη ϛ, ῥητίνης κολοφωνίας μέρη κ, ῥητίνης ὑγρᾶς πιτυΐνης μέρη δ, ὀποπάνακος μέρη β, τερεβινθίνης μέρη ιβ, βδελλίου μέρη η, κηροῦ μέρη ιβ, ὄξους λευκοῦ κοτύλη ἢ καὶ πλέον, ἐὰν δέχηται τὸ φάρμακον. τὸ δὲ δορύκνιον ἐὰν ᾖ χλωρόν, ὅλον ἀπὸ ῥιζῶν ἀνασπασθὲν ἐμβάλλειν εἰς ὅλμον χρὴ καὶ κόπτειν εὐτόνως παραστάζοντα κατὰ βραχὺ τοῦ ὄξους· τὰ αὐτὰ δὲ ποιήσεις προσεμβάλλων καὶ τὴν τοῦ μανδραγόρου ῥίζαν· τὴν δὲ ῥίζαν τοῦ πάνακος κόψας καὶ σήσας ἰδίᾳ ἔμβαλλε, καὶ ἐπʼ αὐτῷ τὸ βδέλλιον, εἶτα προκαταθραύσας αὐτὸ ἐν τῷ ὅλμῳ παραστάζων τοῦ ὄξους κόπτε εὐτόνως ὡς ἐμπλαστῶδες γενέσθαι, καὶ ἀναμίξας τὰς προπαρασκευασθείσας βοτάνας κόπτε· τὰς δὲ ῥητίνας καὶ τὸν κηρὸν προεψήσας ἐπὶ μαλακοῦ πυρός, ἕως ἂν ἐμπλαστῶδες καὶ ἀμόλυντον γένηται, ἔμβαλλε τὸν ὀποπάνακα προτετριμμένον καὶ διαλελυμένον ὄξει καὶ ταῦτα ἐπικατάχει τοῖς ἐν τῷ ὅλμῳ κοπεῖσιν· κόπτε δὲ φιλοπόνως, ἄχρις ἂν ἑνωθῇ πᾶν τὸ φάρμακον· μετὰ ταῦτα δʼ ἐξελὼν καὶ ταῖς χερσὶν εὐτόνως μαλάξας εἰς ἀγγεῖον κεραμεοῦν καινὸν ἢ χαλκοῦν ὄξει προϋγράνας ἔνθες τὸ φάρμακον, ἵνα ἀδιάπνευστον μένῃ καὶ μὴ χρονίσαν καὶ ξηρανθὲν ἀσθενέστερον γένηται.
Ἡ διʼ οἰνάνθης.
Τὴν οἰνάνθην βοτάνην χρὴ λαβόμενον ἀκμαίαν ἔαρος ὥρῃ ῥιζόθεν ἐξερύσαντα χυλὸν ἐξ αὐτῆς ποιεῖσθαι καὶ ξηραίνειν ἐν ἡλίῳ, μετὰ δὲ ταῦτα λαβόμενον ῥητίνης τῆς κολοφωνίας μέρη η ἐπὶ τοῖσι τεσσαράκοντα, πρὸς δὲ καὶ τῆς ὑγρῆς ῥητίνης τῆς πιτυΐνης μέρη η, κηροῦ μέρη η, ἐλαίου μέρη δ καὶ τοῦ χυλοῦ τῆς βοτάνης τετριμμένου λείου καὶ διασεσησμένου μέρη ϛ. τὰς ῥητίνας ἅμα τῷ ἐλαίῳ προεψήσας ἐπὶ πυρὸς μαλθακοῦ, ἐπὴν ᾖ ξηρότερον καὶ πέλας τοῦ θρύπτεσθαι, τότε προσλαβὼν τὸν κηρόν ... τακέντος καὶ ἀναμιχθέντος πειρηθείης μαλθακωτέρου τοῦ φαρμάκου ... τὸν χυλὸν ἐπέμβαλε κινῶν τῇ σπάθῃ. ἐπὴν δὲ συμμιγὲς καὶ ἀμόλυντον γένηται, κατακεράσας εἰς ὕδωρ ψυχρόν, ἔστʼ ἂν ἀποψυχθῇ, καὶ μαλθάξας εὐτόνως χρήσαιο πρὸς τὰ ὁκόσα καθῆραι ἢ λευκῆναι ἢ λεπτύναι ἢ διαφορῆσαι ἢ πληρῶσαι ἢ ἐπουλῶσαι χρή, καὶ πρὸς χοιράδας καὶ φύματα καὶ παρωτίδας καὶ τὰ νεότρωτα καὶ τὰ παλαιὰ ἕλκεα πληγάς τε καὶ κρούσματα καὶ τὰ ἐν τοῖς στόμασιν οἰδήματα καὶ τὰ ἐν θώρακι καὶ σπλάγχνοις, καὶ μάλιστα ἡπατικοῖς ἢ στομαχικοῖς καὶ σπληνικοῖς· ἄριστον καὶ φλεγμασίης πάσης διακωλυτικόν, εἰ καὶ μύες φλεγμαίνοιεν· πρὸς δὲ καὶ λειοποιητικόν, καὶ τοῖς ποδαγρικοῖς παροξυσμοῖς, καὶ ῥευμάτων ἀναξηραντικὸν καὶ τοῖς ἰκτέρῳ κάμνουσιν ἐπιτιθέμενον ἐπὶ τὸ στέρνον ὀνήϊστον· ἄγει γὰρ αὐτοῖς ἱδρῶτας τὴν χροιὰν χολοειδέας.
Ἡ διʼ ἀνεμώνης Ἀφροδίτη.
Τῶν ἀνθέων τῆς ἀνεμώνης κεκαθαρμένων ξηρῶν λαβὼν 𐆄 η βάλλε ὄξους .. 𐆂ο γ καὶ ἔασον βρέχεσθαι ἡμέραν καὶ νύκτα. μετὰ δὲ ταῦτα ἀναφυράσας αὐτὰ ταῖς χερσὶν ἔκθλιβε κατὰ βραχύ, ἄχρις ἂν πάντα τὸν χυλὸν ἐκθλίψῃς, εἶτα ῥητίνης κολοφωνίας λαβὼν 𐆄 μη, τῆς δʼ ὑγρᾶς πιτυΐνης 𐆄 δ, κηροῦ 𐆄 δ καὶ τοῦ χυλοῦ τῶν ἀνθέων 𐆂ο β, ἐλαίου 𐆄 δ. τὴν κολοφωνίαν ἅμα τῷ ἐλαίῳ ἑψήσας πρᾴως πυρὶ μαλακῷ, κινῶν τῇ σπάθῃ, μέχρις ἂν πειρωμένῳ σοι σκληροτέρα φαίνηται μᾶλλον ἢ δεῖ, μετὰ δὲ ταῦτα ἐπεμβάλλειν τὴν ὑγρὰν ῥητίνην καὶ πάλιν ἕψε, ἄχρις ἂν σκληροτέρα γένηται, εἶτʼ ἐπέμβαλλε τὸν κηρόν· ὅταν δὲ κινῶν ἑνώσῃς αὐτὰ καὶ ἄχρις ἀμολύντου καταστήσῃς, καθελὼν τὴν χύτραν τοῦ πυρὸς κίνει τὸ φάρμακον τῇ σπάθῃ, ἕως ἂν τοῦ ζέματος λήξῃ· μετὰ δὲ ταῦτα ἔγχει τὸν χυλὸν κατʼ ὀλίγον παντελῶς, ἵνα μὴ ἀνοιδήσῃ καὶ ὑπερπέσῃ τῆς χύτρας· οὕτω γὰρ μιγνύμενον ποικιλόχροον ἂν γένοιτο. πειρᾶσθαι δὲ τοῦ φαρμάκου χρὴ ἀποστάζοντα ἐπὶ μαρμάρου ἤ τινος λείου καὶ στεγανοῦ, ψυγὲν δὲ δοκιμάζειν εἰ ἀμόλυντόν τε εἴη καὶ μὴ προσιζάνον τῷ χρώματι μολύνοι τὴν χρόαν πορφυρᾶν ἐπιτεταμένως. οὕτω δʼ ἔχον προλειήνας εἰς θυίαν κατέρα τὸ φάρμακον· ἀποψυγὲν δʼ ἀναμάλασσε ταῖς χερσὶν οὕτως ὡς μὴ ἐκπίπτειν τοῦ φαρμάκου τὸν χυλόν, ἀλλὰ κατὰ βραχὺ ἀναλαμβάνειν τὸν ἐκθλιβόμενον ὡς παντὶ τῷ φαρμάκῳ ἀναληφθέντα ἑνωθῆναι καὶ γενέσθαι εὐανθὲς καὶ εὔτονον. χρῶ δʼ αὐτῷ πρὸς τὰ ἔναιμα καὶ θλάσματα τῆς σαρκὸς καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰ παλαιὰ καὶ ὀχθώδη καὶ συκώδη καὶ δυσκατούλωτα καὶ πρὸς τὰ τῶν ἰοβόλων δήγματα καὶ τὰ ἐπὶ τῶν ὀνύχων πτερύγια καὶ νεῦρα πεπαχυμμένα, εἰ καὶ ἐν ἄρθροις ἢ καὶ χρόνια εἴη καὶ ἐπώδυνα ἢ καὶ διὰ φλεγμονὴν δυσκίνητα μετʼ ἀλγηδόνος τυγχάνοι, πρός τε σύριγγας καὶ χοιράδας καὶ τῶν ὀστῶν τὰ ψιλώματα καὶ γάγγλια καὶ δοθιῆνας καὶ στεατώματα καὶ νομὰς καὶ κόλπους καὶ τῶν κωλικῶν τὰς ἐμπνευματώσεις καὶ τὰ ὑπὸ ψύξεως ὀδυνώμενα καὶ τὰ πυρίκαυτα καὶ πρὸς σπλάγχνα καὶ ὑποχόνδρια καὶ στόμαχον καὶ τὰ ἐν θώρακι, τά τε ἄλλα καὶ τὰ ἀποστήματα, καὶ οἷς αἱμορραγία γίνεται διὰ ῥινῶν πολλὴ καὶ δυσχερῶς στέλλεται. τούτοις δὲ δεῖ ἐπιτιθέναι πτυγμάτιον κατὰ τοῦ στομάχου, κάλλιον δὲ ποιήσεις καὶ κατὰ τοῦ μετώπου. πρὸς δὲ τὰ ῥεύματα τῶν ὀφθαλμῶν σπληνίον κατὰ τοῦ μετώπου ἐπιτιθέμενον στέλλει. ἀνιεμένη δὲ ῥοδίνῳ ἀγαθὴ πρὸς τὰ ἐν ἀρχῷ καὶ πόσθῃ καὶ τἄλλα ἐν οἷς ἀνιεμένων φαρμάκων χρεία.
Αἱμηρή.
Λίθος ἔστι πυκνός, βαρύς, λεῖος, χροιὴν ὅλος αἱμηρός, μονόχροος, ὃν Μηδικὸν καλέουσι· καυθεὶς οὕτως ὡς φλογερὸς γενέσθαι, εἶτʼ ἀποψυχθεὶς λευκὸς ἂν φαίνοιτο, τριφθεὶς δὲ καὶ λειωθεὶς εὖ μάλα χροιὴν ἀμείβεται· οὔτε γὰρ ἔτι λευκὸς ὁ τέως ἀρχῆθεν πάμπαν αἱμηρός, βραχὺ δέ τι παρηλλαγμένος ἐπὶ τὸ ῥοδοχροώτερον. τὸν λίθον τουτονὶ τρίψας καὶ διασήσας, ἔπειτα προσμίξας ὠοῦ τῆς ἀλεκτορίδος τὸ λευκόν, ἔμπαλιν καλῶς λειήνας χρίοις τῶν παιδίων τὰ ἕλκη τὰ ἀστόμωτα. καὶ μήν γε καὶ τὰ ἑρπηστικὰ ἐπιστήσειας ἂν καὶ ξηράνειας καὶ καθήραις ὁμαλά τε καὶ λεῖα θείης καὶ κατουλώσειας. τεύξειας δʼ ἂν ἐξ αὐτοῦ φάρμακον ἄριστον τῆς ῥητίνης τῆς κολοφωνίας λαβόμενος μέρη δ ἐπὶ τοῖς εἴκοσι καὶ τῆς ἄλλης τῆς ὑγρᾶς μέρη δ, κηροῦ μέρη δ, ἐλαίου μέρη γ καὶ τοῦ λίθου τοῦ αἱμηροῦ μέρη ϛ. τὴν κολοφωνίαν ἅμα τῷ ἐλαίῳ ἐπὶ πυρὸς μαλθακοῦ πρᾴως ἑψήσας, ἔπειτα ἐπενδασάμενος τὸν κηρόν, τακέντος ἐμπάσας τὸν λίθον, μετὰ δὲ ταῦτα, ἐπὰν πειρωμένῳ σκληρότερον φαίνηται μᾶλλον ἢ δεῖ, ἐπενδάσασθαι τὴν ῥητίνην τὴν ὑγρὰν ἀνακινῶν τῇ σπάθῃ, ἕως ἀμόλυντον καὶ εὐμιγὲς καταστήσῃς, ὅπως ἐν χρῷ προσίσχηται καρτερῶς ὡς οἷόν τε. δύναμιν δʼ ἔχει τὸ φάρμακον τοῦτο καθαρτικήν, ξηραντικήν, ἀνασπαστικήν, διαφορητικήν, λεπτυντικήν, διαχυτικήν, κολλητικήν, λευκαντικήν, ἐπουλωτικήν, φλεγμασίης πάσης διαλυτικὴν καὶ τῶν κατισχνωμένων κάρτα θρεπτικήν· ἀγαθὸν δὲ καὶ πρὸς πλευρῆς ἄλγος καὶ τοῖς ὑπὸ στομάχου βαρυνομένοις διʼ ἀτονίην αὐτοῦ νυκτὸς ὅλης ἱδρώσσουσιν· ἀναλγέα τε γὰρ καὶ ἧσσον ἱδρωτικὰ θείη καὶ τοῦ βάρεος ἐπελαφρίσαι καὶ τὰ περὶ τὸ ἦτρον καὶ τὸν κτένα ἐπικεχαλασμένα ἢ ἐξῳδηκότα ἰήσαιτο. τὰς δʼ ἀκροχορδόνας πλατύνει καὶ διαχεῖ καὶ διαφορεῖ καὶ πληγὰς καὶ κρούσματα ἀναλγέα τίθησι καὶ τὰ φύματα ἐκπυΐσκει τε καὶ ῥήσσει. ἀγαθὸν δὲ καὶ νεοτρώτοις καὶ παλαιοῖς ἕλκεσι καὶ χοιράσι καὶ τοῖς ὑπὸ ψύξεως ἢ ἐπιρροῆς κεκακωμένοις ἀνεθὲν ῥοδίνῳ, πρός τε ὦτα πυορροοῦντα καὶ τὰ ἐν αἰδοίοις καὶ ἕδρῃ ἕλκεα κράτιστον.
Ἡ διʼ ἰτεῶν,ἣν ὁ Μέγης εὗρεν, ἀδήκτως ξηραίνουσα καὶ ποιοῦσα πρὸς ἅπαντα τὰ ῥεύματα. Ἰτέας φύλλα λαβὼν χλωρὰ τεθηλότα, κόψας ἐν ὅλμῳ καὶ μετὰ ταῦτα ἐμβαλὼν εἰς χύτραν ὀστρακίνην καινὴν ἐπέμβαλλε οἴνου παλαιοῦ λευκοῦ τοσοῦτον ὅσον αὔταρκες βρέξαι καὶ κατασχεῖν τὰ κεκομμένα, ἑψήσας δʼ ἐπὶ πυρὸς μαλθακοῦ ἐπὶ πλείονα χρόνον, μετὰ δὲ ταῦτα πάλιν ἐμβαλὼν εἰς τὸν ὅλμον καὶ συγκόψας πάνυ, ὀθόνην ὑποτείνας πυκνήν, ἐνιεὶς εἰς αὐτὴν τὰ κεκομμένα καὶ ἀποθλίψας διαπηδῶντα τὸν χυλόν. μετὰ δὲ ταῦτα λαβὼν τῆς ῥητίνης τῆς κολοφωνίας 𐆄 κδ, κηροῦ 𐆄 δ, ἐλαίου 𐆄 β καὶ τοῦ τῆς ἰτέας χυλοῦ 𐆂ο α κατασκευασθέντος οὕτως, τὴν ῥητίνην μετὰ τοῦ ἐλαίου ἑψήσας πυρὶ μαλακῷ, ἄχρις ἂν πειρωμένῳ καὶ ἀνατρίβοντι στερεὰ φανῇ καὶ ἐγγὺς τοῦ θρύπτεσθαι, μετὰ ταῦτα ἐπεμβάλλειν τὸν κηρόν. ἐπειδὰν δὲ καλῶς ἔχειν φανῇ, λαβὼν ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἐπεμβάλλειν εἰς αὐτὴν τῆς ἰτέας τὸν χυλὸν κατʼ ὀλίγον πάνυ. ἔπειτα ἐπιθέντα εἰς τὸ πῦρ ἕψειν χρὴ πρᾴως, ὅπως μὴ ἐκφλογωθεῖσα καυθῇ. μιχθέντος δὲ τοῦ φαρμάκου τὸν τρόπον τοῦτον, εἰς ἀγγεῖον λίθινον λεῖον ἢ χαλκοῦν χρίσας ἐπίσταξον μέρος τοῦ χυλοῦ, ἔπειτα εἰς αὐτὸ καταχέας τὸ φάρμακον, ἀποξύσας καὶ ἀναμαλάξας χρῶ.
Τὸ διὰ κηρύκων διαφοροῦν ἀδήκτως.
Λιθαργύρου 𐅻 ιϛ, κηρύκων τέφρας 𐅻 ιζ, ψιμυθίου 𐅻 κ, ἐλαίου παλαιοῦ 𐆂ο α, ῥητίνης τερεβινθίνης 𐅻 ιγ, λιβάνου 𐅻 η, ὕδατος 𐆂υ δ.
Πρὸς ἀλωπεκίας.
Εὐφορβίου, θαψίας ἀνὰ 𐅻 β, θείου ἀπύρου 𐅻 δ, ἐλλεβόρου λευκοῦ ἢ μέλανος 𐅻 α. τούτοις μίγνυε κηροῦ 𐅻 ϛ ἢ ε. δαφνίνῳ ἐλαίῳ τήξας παλαιῷ χρῶ τούτῳ ὡς ἰσχυροτάτῳ φαρμάκῳ ἐπὶ τῶν κεχρονισμένων καὶ δυσθεραπεύτων. θαψίας δὲ μὴ παρούσης, τοσοῦτον σταθμὸν μίξεις ἤτοι καρδαμώμου σπέρματος ἢ εὐζώμου. κἂν δάφνινον δὲ μὴ ᾖ, ὑγρὰν πίσσαν ἔμβαλλε.
Ἀδαμαντίου πρὸς ἀλωπεκίας. —Ἡ διʼ ἰτεῶν ἔναιμος.
Σκόρδων τέφραν μετὰ μέλιτος χρῖε. —Τὴν δὲ διὰ τῶν ἰτεῶν ἔνδοξόν τε καὶ πολύχρηστον οὖσαν καὶ αὐτὴν ὁμοίως ταῖς προειρημέναις ὁ Κρίτων οὕτως γράφει· «ἡ διʼ ἰτεῶν ἁρμόζουσα πρὸς τὰ ἔναιμα καὶ ἄρθρα λελυμένα καὶ πρὸς σύριγγας ἐντιθεμένη καὶ πρὸς πλαδαρὰς σάρκας, καὶ μάλιστα τὰς ἐπὶ τοῖς ἀκρωτηρίοις· ποιεῖ καὶ πρὸς ἐρυσιπέλατα καὶ πρὸς ἄλλας πλείστας διαθέσεις δίχα κατακαυμάτων. μίσυος, χαλκίτεως, ἰοῦ, ψιμυθίου, κηκίδων ἀτρήτων, στυπτηρίας σχιστῆς καὶ στρογγύλης, μελαντηρίας ἀνὰ 𐆄 ϛ, κηροῦ, ῥητίνης πιτυΐνης, πίσσης, ἀσφάλτου, ἰτέας φύλλων ἀνὰ 𐆃 α, ἐλαίου 𐆂ο β καὶ 𐆄 δ, χαλκάνθου 𐆄 ϛ, σιδίων 𐆄 ϛ, ὄξους ξ̸ ϛ. μετὰ τοῦ ὄξους τὰς ἰτέας προαποβρέξας ἡμέρας τρεῖς, ἕως λειφθῶσι ξ̸ β, εἶτα προλελειωμένῳ ἰῷ καὶ ψιμυθίῳ καὶ μελαντηρίᾳ ἐπίβαλλε τὰ φύλλα λελειωμένα ἐπιμελῶς καὶ συλλειοτρίβει, εἶτα τὰ ξηρὰ λεῖα ἕνωσον, εἶτα τὰ τηκτὰ ἐπικατάχει καὶ ἑνώσας χρῶ.»
Πρὸς ἡλκωμένους καρκίνους πρᾳότατον.
Λιθαργύρου, κηροῦ, στέατος χοιρείου ἀνᾶ 𐆃 α, λεκίθους ὠῶν ὀπτῶν ι, ἐλαίου 𐆂υ η. τὴν λιθάργυρον τρῖβε μεθʼ ὕδατος συμμέτρου παραχέων τι καὶ τοῦ ἐλαίου, εἶτα τὰς λεκίθους συλλέαινε, τὸ δὲ στέαρ ἐξινίσας τῆκε σὺν τῷ κηρῷ καὶ τῇ λειουμένῃ λιθαργύρῳ, συνεπιβαλὼν καὶ τὸ λοιπὸν τοῦ ἐλαίου. ἡ χρῆσις τοῦ μὲν ἀνεθέντος σὺν ῥοδίνῳ διὰ μότου ἐρεοῦ ἢ λινοῦ, ὡς ἂν ἁρμόττειν δοκῇ. ἀνωδύνου δʼ ὄντος τοῦ ἕλκους, παραπλεκέσθω σμύρνης, ἴρεως, ἀριστολοχίας ἀνὰ 𐆄 γ, ὃ καὶ τοῖς ἀνελκώτοις ἁρμόττει. —Ἀδαμαντίου πρὸς φαγεδαινικὰ ἕλκη. Χλωρὰν ἀλθαίαν ἢ ξηρὰν ἀναλαβὼν στέατι τραγείῳ χρῶ. εἰ δὲ πάνυ ὑγρὰ εἴη τὰ ἕλκη, προϋποθεὶς μότα ξηρὰ ἐπιτίθει τὸ στέαρ μετὰ τῆς ἀλθαίας. κέχρησο δὲ καὶ ταῖς ἀγωγαῖς τοῦ λε κεφαλαίου.
Πρὸς καρκίνους πάνυ πολλὴν καὶ νομώδη διάβρωσιν ἔχοντας.
Οἵοις δὲ καρκίνοις πολλὴ καὶ νομώδης ἐστὶν ἡ διάβρωσις, θαυμαστὸν ὡς δραστηρίως βοηθεῖ τόδε. Οἴνου Ἀδριανοῦ καλοῦ ξ̸ κ, ῥοὸς βυρσοδεψικῆς 𐆃 α, κυπαρίσσου σφαιρίων 𐆃 α, κηκῖδος ὀμφακίτιδος ἀτρήτου 𐆄 ϛ, κασίας σπουδαίας 𐆄 ϛ. θλασθέντα βρέχεται ἐφʼ ἡμέρας δ καὶ ἕψεται, μέχρι ζέσῃ τρίτον ἢ τέταρτον. κινεῖν δὲ χρὴ σπάθῃ κυπαρισσίνῃ, εἶτα ταῦτα μὲν ἐκθλιφθέντα ἀναιρεῖται, εἶθʼ ἕψεται, ἕως μέλιτος σύστασιν λάβῃ, καὶ τότε ἐν ὑελῷ ἀγγείῳ ἀποτίθεται. ἡ χρῆσις ἀκράτου μὲν ἐπὶ τῶν νεμομένων· εἰ δὲ παχύτερον εἴη ποτέ, ἀνυγραίνειν αὐτὸ οἴνῳ χρή, μάλιστα ἐπὶ γυναικῶν καὶ γυναικείου κόλπου. ἔστι δὲ καὶ τῶν ὀδυνῶν παρηγορητικὸν γάλακτι ἀνιέμενον τοῦτο, καὶ τὰς ἄλλας νομὰς ἰᾶται θαυμαστῶς.
Πρὸς ἐντέρων ὀλισθήσεις.
Κυπαρίσσου σφαιρίων τῶν μικρῶν καὶ ἁπαλῶν, σιδίων ῥοιᾶς ἀνὰ 𐆄 γ, μέλανος οἴνου ὅσον ἐξαρκεῖ. ἕψε ἐπιβαλὼν τὸν οἶνον μέχρι παντελοῦς διαλύσεως, εἶτα μετεράσας εἰς θυίαν καὶ τρίψας ἐπιμελῶς ἀναλάμβανε στέατι ὑείῳ παλαιῷ ὥστε ἐμπλάστρου ἔχειν πάχος, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, προαναθλίψας τὸ ἔντερον· ἔξωθεν δὲ τοῦ φαρμάκου μαλακὸν σπόγγον ἐπιτίθει. τὰς δὲ λύσεις ποιοῦ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν.
Ἀδαμαντίου πρὸς ἐντεροκηλικούς.
Κηκῖδας, ἅλικα, κνίδης ῥίζας ἴσα ἑψήσας οἴνῳ πρωτείῳ στύφοντι λείου, ἕως γένηται κηρωτῆς πάχος, καὶ κατάπλαττε κατὰ τοῦ περιτοναίου, λύων διʼ ἡμερῶν ἑπτὰ ἕως ἀποθεραπείας· ἀνάσπα δὲ καὶ προστύπου τὴν ὀλίσθησιν πρότερον. —Ἄλλο τοῦ αὐτοῦ. Σταφίδων ἐκγιγαρτισμένων 𐆃 α, κυμίνου χνοώδους 𐆄 ϛ, νίτρου 𐆄 γ. ὁμοίως χρῶ. εἰ δὲ δέοι διὰ τὰς ἀπὸ τῆς περισφίγξεως περιτάσεις χρίειν, κηρωτῇ Σικυωνίᾳ μαστίχην Χίαν ἐπίπασσε. —Ἀδαμαντίου βρογχοκηλικόν. Κηκίδων 𐆄 α, λίθου πυρίτου 𐅻 γ, πυρέθρου 𐅻 β, νίτρου 𐅻 α, τερμινθίνης 𐅻 β, σιλφίου 𐅻 α, σανδαράκης 𐅻 β, κηροῦ 𐆄 γ, πίσσης 𐆄 γ, ἀξουγγίου παλαιοῦ 𐆄 β, στυπτηρίας ὑγρᾶς 𐆄 α. τὰ ξηρὰ οἴνῳ ἀθαλάσσῳ καὶ ἑψήματι λειώσας ἐπίβαλλε τὰ τηκτά. —Πρὸς βρογχοκήλας καὶ ὑγροκήλας. Βδέλλιον πτυάλῳ ἀσίτου δεύσας ὡς ἐμπλαστώδη σύστασιν ἔχειν χρῶ. —Πρὸς ἐντεροκηλικούς. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλά· λειώσας ἔμπλασσε καὶ ἐπιδέσμει. τινὲς δʼ οἴνῳ ἑψήσαντες πρότερον τὰ αὐτὰ ποιοῦσιν. μάλιστα δὲ ποιεῖ τοῖς διʼ ὑγρότητα σώμασι χαλαροῖς. ξηραίνει γὰρ καὶ τόνον ἐντίθησιν. —Πρὸς ὑγροκήλας. Σταφίδων χωρὶς τῶν γιγάρτων 𐅻 η, ἄμεως 𐅻 κ, νίτρου ἐρυθροῦ 𐅻 ι, τερμινθίνης 𐅻 η, μέλιτος παχυτέρου 𐅻 ιϛ. ἕψε τὸ μέλι καὶ τὴν ῥητίνην, ἕως ἐμπλαστῶδες γένηται, τὰ δὲ ξηρὰ χνοώδη τῇ σταφίδι λειοτάτῃ συλλειώσας ἐπίβαλλε τὸ μέλι, ἔπειτα μαλάξας καὶ ἑνώσας χρῶ, ἀναλαβὼν τὸν ὄσχεον ταινιδίῳ. ἡσυχαζέτω δʼ ὁ πάσχων μὴ λουόμενος· τὰς δὲ λύσεις παρὰ μίαν ποιοῦ, ἔπειτα σπόγγοις ἀποπυρία, καὶ πάλιν νεαρὸν ἐπιτίθει.
Ἀδαμαντίου πρὸς μελικηρίδας καὶ τὰ ὅμοια.
Κηροῦ 𐆄 β, τερεβινθίνης 𐆄 β, λεπίδος χαλκοῦ 𐆄 β, νίτρου 𐆄 α, θείου ἀπύρου 𐆄 α, καννάβεως ἀγρίας ῥίζης ξηρᾶς 𐅻 λε — εἰ δὲ μή, ἀριστολοχίας στρογγύλης τὸ αὐτό —, κόπρου περιστερᾶς 𐅻 λε, ἐλαίου παλαιοῦ 𐆃 α. ἐναφέψει τῷ ἐλαίῳ τὰς ῥίζας.
Ὁ κόραξ πρὸς νομάς.
Λιβάνου 𐆄 β, ἰοῦ 𐆄 δ, τερμινθίνης 𐆄 η, χαλκάνθου 𐅻 ιϛ, κηροῦ 𐆄 η, κηκῖδος 𐆄 η, ταυρείου στέατος 𐆄 η, μέλιτος 𐆄 η, ἐλαίου μυρσίνου 𐆄 η, ὄξους τὸ ἀρκοῦν πρὸς ἐκλείωσιν. μετὰ τὸ βληθῆναι τὰ ἄλλα ἐπεμβάλλεται ὁ λίβανος καὶ καταχεῖται κατὰ τοῦ κακκάβου.
Πρὸς βρογχοκήλας τὸ διʼ ἁλῶν,
ἐφʼ ὧν καὶ διαφορῆσαι δεῖ. Ἁλῶν κοινῶν πεφρυγμένων 𐆃 α ἢ τέφρας πρασίων 𐆃 α, ψιμυθίου 𐆃 α, ἐλαίου παλαιοῦ 𐆃 α. ἕψε ἕως ἀμολύντου.
Πρὸς φλεγμονὰς ἕδρας.
Ὠοῦ ὀπτοῦ λέκιθος, ὀπίου ὀβολός, κρόκου ὀβολός, μέλιτος τὸ ἀρκοῦν.
Ἐντατικόν.
Σατυρίου 𐅻 β, εὐζώμου σπέρματος 𐅻 δ, πυρέθρου 𐅻 δ, κάγχρυος 𐅻 γ, αἰδοίου ἐλαφείου 𐅻 β, σκίγκου οὐρᾶς 𐅻 β, εὐφορβίου 𐅻 α, τερμινθίνης 𐆄 α, κηροῦ 𐅻 δ, ὠὰ στρουθῶν τρωγλιτῶν γ, ἀσκαλαβώτας γ, ἐλαίου δᾳδίνου ἢ ἰρίνου τὸ ἀρκοῦν. βρέχονται ζῶντες ἐν ὄξει οἱ ἀσκαλαβῶται ἕως ἡμερῶν μ, τεθέντος τοῦ ἀγγείου ἐν κοπρίᾳ καὶ χωσθέντος.
Καταγματική.
Πίσσης Βρυττίας 𐆃 α 𐆄 δ, λιθαργύρου 𐆃 α 𐆄 δ, λιβάνου 𐆄 η, τερμινθίνης 𐆄 η, στέατος ταυρείου 𐆃 α 𐆄 δ χαλβάνης 𐆄 α, ὀποπάνακος 𐆄 α, κηροῦ 𐆄 δ, ἐλαίου παλαιοῦ 𐆃 α, ὄξους 𐆄 ε. —Πρὸς ἁπαλόχρωτας καὶ δυσελκεῖς. Κηροῦ 𐆃 α, ῥοδίνου 𐆃 α, ψιμυθίου 𐆄 η, ἁλὸς ἀμμωνιακοῦ 𐆄 δ, λεπίδος Κυπρίας 𐆄 β, λιβανωτοῦ 𐆄 α, σχιστῆς 𐆄 α, ἰοῦ 𐆄 α, σιδίων 𐆄 α, ἀσβέστου 𐆄 α. —Ἄλλο ἀντὶ μὲν ἰοῦ ἔχον θείου τὸ διπλάσιον, ὁμοίως δὲ καὶ λεπίδος τὸ ἥμισυ.
Πρὸς φαγέδαιναν.
Ψιμυθίου 𐆄 β, θείου ἀπύρου 𐆄 β, λεπίδος 𐆄 α, ἰοῦ 𐆄 α, λιβάνου 𐆄 α, σιδίων 𐆄 α, ἁλὸς ἀμμωνιακοῦ 𐆄 β, στυπτηρίας σχιστῆς 𐆄 α, ἀσβέστου 𐆄 α, κηροῦ 𐆃 α, ῥοδίνου 𐆃 α. τὸν κηρὸν καὶ τὸ ῥόδινον τήξας ψῦξον, τὰ λοιπὰ λείου, τὴν δὲ κηρωτὴν ζέσας πρόσβαλλε καὶ πάλιν ἐπιμελῶς λείου. ἐν τῇ χρήσει πλάτυσμα ποιοῦ ἴσον τῇ ἑλκώσει, ἐπιτίθει δʼ ἐπάνω σπόγγον ἐξ ὕδατος ψυχροῦ καὶ ἐπίδει ἐπιτεταμένως ἀλλάσσων τῷ φαρμάκῳ. —Ἀδαμαντίου πρὸς φαγεδαίνας καὶ παλαιὰ καὶ δυσεπούλωτα. Βολβοῦ σκίλλης ἑνὸς τὸ ἁπαλώτατον εἰς ἐλαίου ξ̸ α βαλὼν ἕψε, ἕως ἀποτριτωθῇ, καὶ τῷ ἐλαίῳ χρῶ περιχρίων πτερῷ τὸ ἕλκος χωρὶς τοῦ διαμοτῶσαι. τὸ αὐτὸ καθαιρεῖ, σαρκοῖ, ἀπουλοῖ, τὸ δὲ μεῖζον, οὐδὲ μυῖα ἐπικαθέζεται τῷ ἕλκει τούτου ἐπιχρισθέντος. —Ἄλλο τοῦ αὐτοῦ πρὸς φαγεδαινικὰ ἕλκη. Σταφυλίνου φύλλα λεῖα ἐπιτίθει μετὰ μέλιτος, κάλλιον μέν, εἰ ἀγρίου, εἰ δὲ μή, ἡμέρου. —Ἄλλο πρὸς πάντα τὰ κακοήθη ἕλκη καὶ φαγεδαινικά. Ὀποῦ Κυρηναϊκοῦ, ὄνυχος ὄνου κεκαυμένου, καρκίνων ποταμίων κεκαυμένων ἀνὰ 𐆄 α, μολύβδου κεκαυμένου, σχίνου, καδμείας, λιβάνου ἀνὰ 𐅻 𐅶. τὸν μὲν οὖν ὄνυχα λείου γάλακτι ὀνείῳ, τοὺς δὲ καρκίνους ὕδατι, τὸν δὲ μόλυβδον καὶ τὴν καδμείαν λείου μετʼ ὀξυρροδίνου ἰδίᾳ, εἶτα λειωθέντα ἐπιβαλὼν τὸν ὀπὸν καὶ τὸν λίβανον μετὰ μυρσίνου ἐλαίου ὀλίγου, μίξας ὁμοῦ πάντα καὶ ποιήσας ὡς ἀνακόλλημα, καταβρέχων ὀθόνιον ἐπιτίθει καὶ ξηραινόμενον ἄλλασσε συνεχῶς μολυνόμενον μόνον τοῖς ἰχῶρσιν. —Πρὸς ἕλκη κακοήθη καὶ δυσεπούλωτα καὶ χρόνια καὶ σηπεδονώδη καὶ πλαδαρά. Λημνία σφραγὶς τὰ τοιαῦτα ἕλκη ὠφελεῖ μεγάλως προσκομιζομένη κατὰ σύστασιν πηλώδη· ἀλλʼ εἰ μὲν εἴη τὸ ἕλκος δυσῶδες καὶ πάνυ πλαδαρὸν καὶ ῥυπαρόν, ἄνιε αὐτὴν ὄξει δριμυτάτῳ, εἰ δὲ μή, διʼ οἴνου ἢ ὕδατος ἢ ὀξυκράτου ἢ ὀξυμέλιτος ἢ μελικράτου, ἢ ὅπως ἂν ὑποφαίνῃ τὸ πρόσφορον τῆς χρήσεως. —Πρὸς ἕλκη καρκινώδη καὶ κακοήθη καὶ πρὸς τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ ἕδρᾳ καὶ μαστοῖς φλεγμονάς, ἔτι δὲ ῥαγάδας, στολίδας, ἀναξέσεις ἕδρας. Ἐν μολυβδίνῃ θυίᾳ καὶ δοίδυκι μολυβδίνῳ τρίβων ποίει γλοιῶδες, τρῖβε δʼ ἢ ῥόδινον ἢ ἔλαιον ὀμφάκινον ἢ χυλὸν ἀειζῴου ἢ κοτυληδόνος ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὄμφακος σταφυλῆς καὶ περίχριε. —Ἄλλο. Κενταύριον τὸ μικρὸν πρόσφατον καταπλασσόμενον τὰ δυσεπούλωτα ἐπουλοῖ καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται. — Ἄλλο πρὸς τὰ κάθυγρα ἕλκη. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς ὑγρότητας τῶν πλαδαρῶν ἑλκῶν καὶ σηπεδονωδῶν ἀλύπως καὶ ἀσφαλῶς ἐκβόσκεται καταπλασσόμενα ἢ καθʼ ἑαυτὰ ἢ οἴνῳ ἀποζεννύμενα. κέχρησο δὲ καὶ τῇ εἰρημένῃ κατὰ τὸ κε καὶ κϛ κεφάλαιον ἀγωγῇ. —Ἄλλο πρὸς τὰ κάθυγρα ἕλκη. Κυπέρου ῥίζαι τὰ διʼ ὑγρότητα δυσεπούλωτα θαυμαστῶς ὠφελοῦσιν. κολοκύνθης ξηρᾶς κεκαυμένης ἡ τέφρα τοῖς μὴ φλεγμαίνουσι μέν, καθύγροις δὲ καὶ σηπομένοις ἁρμόζει, καὶ μάλιστα τοῖς ἐν πόσθῃ αἰδοίου. τὸ δʼ αὐτὸ ποιεῖ καὶ ἀνήθου ῥίζης ἡ τέφρα. —Πρὸς ἕλκη κακοήθη καὶ ῥευματιζόμενα καὶ σηπεδονώδη. Ἀρνόγλωσσον κατάπλασσε χλωρὸν ἢ κόψας ξηρὸν ἐπίπασσε. —Ἄλλο πρὸς τὰ αὐτά. Ἰσάτις ἥμερος δραστικῶς ἀνθίσταται τοῖς τοιούτοις ἕλκεσι σηπομένοις καὶ ἀναβιβρωσκομένοις. εἰ δʼ ἰσχυροτέρα φαίνοιτο ἡ ἰσάτις τῆς τοῦ κάμνοντος ἕξεως, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς ἢ ἄρτον ἢ κρίθινον ἢ πύρινον ἄλευρον ἢ ἄλφιτα. —Πρὸς τὰ Χειρώνεια ἕλκη. Λεπίδος χαλκοῦ 𐅻 ι, κηροῦ 𐅻 ι, στυπτηρίας σχιστῆς 𐅻 β. τὸν κηρὸν θερμάνας καὶ μαλάξας ἀνάμιξον τὰ ξηρὰ καὶ ἀνάλαβε λειότατα καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. —Πρὸς ἕλκη θηριώδη. Σίδιον καύσας λεῖον ἐπίπασσε ἢ αὐτὸ λειώσας ἐπιτίθει· ἢ στυπτηρίαν σχιστὴν κεκαυμένην λείαν ἐπίπασσε. —Ἄλλο πρὸς τὰ αὐτά. Ὑσσώπου 𐅻 δ, σταφίδων 𐅻 δ, νίτρου 𐅻 β. λεῖα ποιήσας ἐπίπαττε προϋποχρίσας μέλιτι τὸ ἕλκος. —Πρὸς ἕλκη σηπεδονώδη καὶ νεμόμενα χαλκῖτις, ἀρσενικόν, τίτανος ἢ καθʼ ἑαυτὰ ἢ ἅμα ἐπιπασσόμενα ποιεῖ. ἢ πράσιον ἑφθὸν γενόμενον ἐν οἴνῳ κατάπλασσε, ἢ ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει, ἢ ἐλαίας φύλλοις ἁπαλοῖς ἑφθοῖς ἐν οἴνῳ λειώσας ὡσαύτως χρῶ· κατάντλει δʼ ὕδατι θαλαττίῳ θερμῷ. —Πρὸς σκώληκας τοὺς ἐν ἕλκεσι τοῖς σηπεδονώδεσι γινομένους. Χυλὸν καλαμίνθης ἔγχει ἢ αὐτὴν τὴν καλαμίνθην χλωρὰν λειώσας κατάπλασσε. —Πρὸς χρονίας καὶ δυσσαρκώτους καὶ συριγγώδεις κοιλότητας ἑλκῶν ἐκ ῥευμάτων. Ὀστρείων ὀστᾶ καύσας λειώσας ἐπίπαττε. πευκεδάνου ῥίζα ἐπιπάττεται ξηρὰ γενομένη χνοώδης· αὕτη γὰρ ἐκκαθαίρει καὶ σαρκοῖ καὶ ἐπουλοῖ. —Πρὸς ἕλκη πλαδαρά. Ἔρια κεκαυμένα λεῖα ἐπιπαττόμενα τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκει τάχιστα. πλατάνου φλοιὸς καυθεὶς καὶ λεῖος ἐπιπαττόμενος τὰ διʼ ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται. —Πρὸς ἕλκη δυσεπούλωτα. Ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται τὰ καθʼ ἕδραν καὶ αἰδοῖον μάλιστα, ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. —Πρὸς ἕλκη παλαιά. Τὰ παλαιὰ ἕλκη ἰᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ ἀναλαβὼν λεπίδα χαλκοῦ χνοώδη ὡς ἔνι μάλιστα πλείστην ἢ χρυσοκόλλαν. δεῖ δʼ εἰς ὀθόνην ἐμπλάσσοντα τιθέναι καὶ μὴ ἀφαιρεῖν συνεχῶς.
Πρὸς στίγματα καὶ οὐλάς.
Κηκῖδος ὀμφακίτιδος, μελαντηρίας, ἔτι δὲ σιδίων ῥοιᾶς χυλίζοντας παραχεῖν ἀμπελοπράσων χλωρῶν χυλόν, ἕως ἂν ἁπαλωτάτης κηρωτῆς σχῇ πάχος· ἐκνιτρώσαντες δὲ καὶ ἀποσμήξαντες τὸ πρόσωπον, ἢ καὶ ὅ τι τοῦ σώματος μέρος ἐγράφομεν . .. ταυτί μοι τὰ στίγματα σεύτλου ἀφεψήματι νίτρῳ τε ὀπτῷ καὶ ὀροβίνῳ σμήγματι ἀπορρύπτεται· ἢν δὲ τῷ μέλανι τῷδε, ἐν ᾧ στίζονται, ἄνθος χαλκοῦ μίξῃ τις, ἀεὶ διαρκέσει· ἐξαλείψεις δὲ τὰ στίγματα καὶ τὰς οὐλὰς ἐκνιτρώσας τὸν τόπον. καταπλάσσων τὰ στίγματα ἐφʼ ἡμέρας πέντε ῥητίνῃ, τῇ δʼ ἑξῆς ἐκλύσας, βελόνης κατακέντησον στιγμαῖς πυκνοτάταις ὡς ἀμύξαι συμμέτρως τοὺς τόπους· ἀμύξας δὲ τὸ αἷμα τρῖψον καὶ διαλιπὼν ὅσον ἡμιώριον, εἶτα σπογγίσας ἐντίθει τὸ φάρμακον ἐφʼ ἑκάστου τῶν στιγμάτων· τῇ τριταίᾳ δὲ πάλιν αὐτὸ λύσας τῶν ἐπιδέσμων ἐλευθέρου. διὰ μὲν οὖν τὴν τοῦ φαρμάκου χρῆσιν μελανία τις ὀλιγοχρόνιος ἐπιγενήσεται, οὔτε δʼ ἕλκος οὔτε οὐλή τις, καὶ τὸ μελανθὲν ἀφανισθήσεται ἐν οὐδὲ ὅλαις ἡμέραις εἴκοσιν. τὴν δὲ τοῦ φαρμάκου σύνθεσιν οὕτω ποίει· κηροῦ, νίτρου, ἀφρονίτρου, ἀσβέστου κονίας, λιβανωτοῦ ἴσα τρίψας ἐπίχει μέλιτος ἑνὸς τῶν προειρημένων τὸ διπλάσιον, δηλαδὴ συντηκομένου τοῦδε τῷ κηρῷ.
Πρὸς ὄνυχας ψωρώδεις.
Ἰξοῦ δρυΐνου 𐆄 β, τηλίνου ἀλεύρου 𐆄 β, θαψίας χυλοῦ 𐆄 β, κανθαρίδων 𐆄 α, σανδαράκης 𐆄 β, ὄξους τὸ ἀρκοῦν.
Ἡ διʼ ἁλῶνποιοῦσα πρὸς ἀποστήματα, χοιράδας καὶ πάντα ὅσα σιδήρου χρῄζει. Ἅλατος ἀμμωνιακοῦ, μολυβδαίνης, ἐλαίου, κονίας κληματίνης στακτῆς ἀνὰ 𐆃 α, περιστερῶν κόπρου 𐆄 γ. βαλὼν εἰς θυίαν τὸ ἅλας καὶ τὴν κονίαν λείου, ἕως λυθῇ τὸ ἅλας, εἶτʼ ἐπίβαλλε μολύβδαιναν, ἔλαιον καὶ τὴν κόπρον καὶ συλλειώσας παντελῶς, ἕως γλοιοῦ γένηται πάχος, καὶ βαλὼν εἰς κάκκαβον ἕψε μαλθακῷ πυρί, ἕως ἀμόλυντον γένηται, καὶ ἀναλαβὼν χρῶ.
Πρὸς ἡλκωμένους καρκίνους πρᾳότατον.
Λιθαργύρου, κηροῦ, στέατος χοιρείου ἀνὰ 𐆃 α, λεκίθους ὠῶν ὀπτῶν ι, ἐλαίου 𐆂υ η. τὴν λιθάργυρον τρῖβε μεθʼ ὕδατος συμμέτρου παραχέων τι καὶ τοῦ ἐλαίου, εἶτα τὰς λεκίθους συλλέαινε, τὸ δὲ στέαρ ἐξυμενίσας τῆκε σὺν τῷ κηρῷ, λειουμένῃ τῇ λιθαργύρῳ προσεπιβαλὼν τὸ λοιπὸν τοῦ ἐλαίου. ἡ χρῆσις τοῦ μὲν ἀνεθέντος ῥοδίνου διὰ μότου ἐρεοῦ ἢ πεσσοῦ τοῦ διʼ ἐρίου ὡς ἂν ἁρμόττῃ. ἀνωδύνου δʼ ὄντος τοῦ ἕλκους, παραπλεκέσθω σμύρνης, ἴρεως, ἀριστολοχίας ἀνὰ 𐅻 γ, ὃ καὶ τοῖς ἀνελκώτοις ἁρμόττει. οἷς δὲ πολλὴ καὶ νομώδης ἐστὶν ἡ διάβρωσις, θαυμαστὸν ὡς δραστηρίως βοηθεῖ τόδε· Ἀδριανοῦ καλουμένου ξ̸ κ, ῥοὸς βυρσοδεψικῆς, κυπαρίσσου σφαιρίων 𐆃 α, κηκῖδος ὀμφακίτιδος ἀτρήτου 𐆄 ϛ, κασίας σποδοῦ 𐆄 ϛ. τὰ σφαιρία θλασθέντα βρέχεται ἐφʼ ἡμέρας δ καὶ ἕψεται, ἄχρι ζέσῃ τρίτον ἢ τέταρτον, κινοῦντος σπάθῃ κυπαρισσίνῃ· εἶτα ταῦτα μὲν ἐκθλιφθέντα ἀναιρεῖται, ἕψεται δέ, ἕως μέλιτος σύστασιν λάβῃ, καὶ ἐν ὑελῷ ἀγγείῳ ἀποτίθεται. ἡ χρῆσις ἀκράτου μὲν ἐπὶ τῶν νεμομένων· εἰ δὲ παχύτερον εἴη ποτέ, ἀνυγραίνειν αὐτὸ οἴνῳ χρή, μάλιστα ἐπὶ γυναικείου κόλπου. ἔστι δὲ καὶ τῶν ὀδυνῶν παρηγορητικὸν γάλακτι ἐνιέμενον τοῦτο, καὶ τὰς ἄλλας νομὰς ἰᾶται θαυμαστῶς.
Κηρωταὶ καὶ ἐμβροχαί.
Κηρωτὴ ποιοῦσα πρὸς παρωτίδας καὶ φύματα πάντα καὶ δοθιῆνας. Ἐλαίου, κηροῦ, σάπωνος, στακτῆς, νίτρου ἀνὰ 𐆃 α. τῆκε τὸν κηρὸν ἐν τῷ ἐλαίῳ· λελειώσθω δʼ ὁ σάπων μετὰ τῆς στακτῆς ἐν θυίᾳ, εἶτα τὸ νίτρον εἰς τὴν θυίαν βαλέσθω, καὶ τὰ ἐν τῇ θυίᾳ βαλὼν εἰς κακκάβην ἐπιτίθει ταύτην.
Πρὸς βουβωνοκηλικούς.
Ταυροκόλλης, σιδίων ἀνὰ 𐅻 α, λιβάνου, ὑποκιστίδος χυλοῦ ἀνὰ 𐆄 α. ἀναλάμβανε γλυκεῖ.
Κηρωτὴ ἄλλη διὰ τεσσάρων.
Κηροῦ, ταυρείου, φρυκτῆς, ἀξουγγίου ἴσα. —Ὁ Ἀζανίτης. Κηροῦ, πιτυΐνης, ὑσσώπου, χοιρείου στέατος, φρυκτῆς ἀνὰ 𐆃 α, ταυρείου 𐆄 ϛ, πίσσης 𐆄 ϛ.
Χαλαστικόν.
Κηροῦ, φρυκτῆς, πιτυΐνης, στέατος χοιρείου ἀνὰ 𐆃 α, πίσσης, ὑσσώπου, μυελοῦ ἐλαφείου ἀνὰ 𐆄 γ.
Ὑποχονδριακὴ ἀνηθίνη.
Ἐλαίου 𐆃 β, θαλάσσης 𐆃 α, ἀνήθου 𐆄 ϛ, σκίλλης 𐆄 δ, στέατος προσφάτου 𐆃 α, κηροῦ 𐆃 α.
Ἐπὶ καυσουμένων.
Ἐπὶ δὲ καυσουμένων καὶ ἐπὶ καταγμάτων ὕδατος ποτίμου ἀντὶ ἅλμης καὶ ἀγχούσης 𐆄 α.
Πρὸς ἐρυσιπέλατα ἐπίχριστον.
Ψιμυθίου 𐅻 η, θείου ἀπύρου 𐅻 β, ὀπίου 𐅻 δ, ὄξους τὸ ἀρκοῦν.
Ἐπιβροχὴ κεφαλῆς.
Ναρδίνου μύρου 𐆄 η, ἰρίνου 𐆄 η, ὀποβαλσάμου 𐆄 β, στακτῆς 𐆄 β, κεδρίας Λακωνικῆς 𐆄 β.
Ἄλλη ἐπὶ κρουσμάτων καὶ πληγῶν ὥστε ἀφλέγμαντα μεῖναι.
Ἐλαίου μέρη δ, ὄξους μέρος α, ξύλα ἀνήθου δέσμην, ὥστε κινεῖν ἑψόμενον ἐν θερμοσποδιᾷ, ἕως ἀφεψηθῇ τὸ ὄξος, εἶτʼ ἐπίβαλλε κηροῦ, ἕως γλοιῶδες γένηται.
Πρὸς καρδιακούς.
Κηρὸν τήξας μετʼ οἰνανθίνου πρόσβαλλε ῥοῦν Συριακὸν καὶ χρῖε ὅλον.
Πρὸς ποδαγρούς.
Παλαιότατον ἔλαιον ἕψε, ἕως οὗ σύστασιν λάβῃ ἐμπλαστώδη, καὶ ἐπιπάσας λειότατον νίτρον καὶ ἀναλαβὼν χρῶ ἐμπλάσας εἰς ὀθόνην.
Ἡ χεὶρ τὸ κηρωτεῖον.
Κηροῦ 𐆄 ε, ταυρείου 𐆄 δ, βουτύρου 𐆄 γ, ὑσσώπου 𐆄 β, τερμινθίνης 𐆄 α. τῆκε.
Ἐπιβροχὴ κεφαλῆς,
ᾗ ἐχρησάμεθα. Ἰρίνου 𐆄 ε, νάρδου 𐆄 δ, ὀποβαλσάμου 𐆄 β, δαφνίνου 𐆄 β, στακτῆς 𐆄 β.
Πρὸς ἑρπηστικὰ ἕλκη καὶ ἐρυσίπελας.
Ἡδυόσμου, θείου, ψιμυθίου, ἀκακίας ἴσα. γλυκεῖ ἀναλάμβανε· ἐπὶ δὲ τῆς χρείας ὄξει χρῶ. τοῦτο ἐσκεύασα πολλάκις.
Πρὸς ἀχῶρας.
Λιθαργύρου 𐅻 κ, ἀσβέστου 𐅻 κ, ὄξους 𐆂ο α. ἐκλειώσας τῷ ὄξει ἐπιμελῶς ἐπίβαλλε 𐆄 α ἐλαίου καὶ ἀναλαβὼν χρῶ.
Χρῖσμα πρὸς νευρικὰς συμπαθείας.
Ἐλαίου τηλίνου 𐆃 β, κηροῦ 𐆄 δ, τερμινθίνης 𐆄 γ, ὑσσώπου 𐆄 γ.
Μάλαγμα Μνασέου.
Ἐλαίου 𐆃 α, κηροῦ 𐆃 α, λιθαργύρου 𐆃 γ, στέατος ὑείου 𐆃 α, φρυκτῆς 𐆄 ϛ.
Τὸ Ἀμυθάωνος πρὸς τὰς τῶν ὑποχονδρίων διαθέσεις.
Λύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰ δυσκίνητα τῶν ἄρθρων. Ἀμμωνιακοῦ θυμιάματος 𐆄 λϛ, κηροῦ 𐆄 λϛ, τερμινθίνης, βδελλίου, χαλβάνης ἀνὰ 𐆄 η, λιβάνου, σμύρνης, κυπρίνου ἀνὰ 𐆄 δ. βρέχεται σμύρνα, λιβανωτός, βδέλλιον οἴνῳ, τὸ δʼ ἀμμωνιακὸν ὄξει διαλύεται, πάντα δὲ κόπτεται, τοῦ ὑπέρου χριομένου τῷ κυπρίνῳ μέχρι παντελοῦς διαλύσεως.
Τὸ διὰ σπερμάτων πρὸς τὰ ἐντὸς πάντα.
Ἀμμωνιακοῦ 𐅻 η, τήλεως, πάνακος, ἴρεως, νίτρου, στέατος ταυρείου τεθεραπευμένου ἀνὰ 𐅻 κε, μέλιτος 𐅻 η 𐅶, ὄξους 𐆂ο α, κυπρίνου ὀλίγον.
Τὸ διὰ πτισάνης.
Τήλεως, λινοσπέρμου, πτισάνης ἀνὰ 𐆂ο λ, μελιλώτου 𐆄 β, ἀναδενδρομαλάχης ἐβίσκου 𐆃 β. τούτων ἑψηθεισῶν ἐν ὕδατι ἀπὸ τοῦ χυλοῦ 𐆃 γ, ἐλαίου παλαιοῦ 𐆃 γ, πάλιν ἕψε, ἕως λειφθῇ τὸ ἔλαιον, καὶ πρόσβαλλε τῷ ἐλαίῳ ταυρείου 𐆄 ϛ, φρυκτῆς 𐆄 ϛ, κηροῦ 𐆃 δ 𐅶, χαλβάνης 𐆄 α.
Ληξιπύρετον.
Κηροῦ 𐆄 ϛ, στέατος ταυρείου νεαροῦ 𐆄 γ, ῥοδίνου 𐆄 ιβ, λινοσπέρμου χυλοῦ ὅσον ἂν ἐπιδέχηται. τὰ τηκτὰ τῆκε καὶ κατέρα καὶ κίνει τῇ χειρὶ καὶ ἐπίβαλλε κατὰ βραχὺ τοῦ χυλοῦ, τὸν δὲ χυλὸν οὕτω ποίει. τὸ λινόσπερμον πλῦνε ἐπιμελῶς καὶ λαβὼν ὕδατος ξ̸ γ εἰς μίαν λινοσπέρμου ζέσον δίς, καὶ οὕτω χρῶ. ποιεῖ πρὸς καυσουμένους ἔτι τε καὶ διψώδεις ὄντας καὶ πρὸς φλεγμονὰς ἥπατος καὶ σπληνός.
Μάλαγμα τὸ διὰ τήλεως.
Κηροῦ 𐆄 η, τερμινθίνης 𐆄 ϛ, ὑσσώπου 𐆄 δ, τηλίνου ἀλεύρου 𐆃 α 𐆄 δ, ἐνίοτε δὲ καὶ φρυκτῆς 𐆃 α.
Ἐπίθεμα στομάχου πολύχρηστον.
Κηροῦ 𐆃 α, νάρδου 𐆃 α, ἀλόης, μαστίχης, ἀψινθίου ἀνὰ 𐆄 δ, κασίας, στύρακος, σχοίνου ἄνθους ἀνὰ 𐆄 γ.
Ἡ τοῦ κουρέως πρὸς σπληνικούς, ἡπατικούς, ἰσχιαδικούς.
Πίσσης ξηρᾶς 𐆃 δ, κηροῦ, πιτυΐνης, ἀμμωνιακοῦ, δαφνίδων, στέατος ταυρείου ἀνὰ 𐆃 β, νίτρου ἐρυθροῦ 𐆃 β, ἀλεύρου τηλίνου ξ̸ α, χαμαιλέοντος μέλανος τῆς ῥίζης λειοτάτης ξ̸ α, κυμίνου λειοτάτου ξ̸ α 𐅶.
Τὸ διὰ ψιχῶν πρὸς πᾶσαν σκληρίαν.
Χυλοῦ τήλεως, λινοσπέρμου, ἀλθαίας ἀνὰ 𐆃 α, τερμινθίνης 𐆃 α, λιθαργύρου 𐆃 β, ψιχῶν 𐆃 γ, φρυκτῆς 𐆃 β, ἐλαίου 𐆃 α, ἴρεως, ἰοῦ, ἀριστολοχίας στρογγύλης ἀνὰ 𐆄 β, μελιλώτου, μάννης, ἁλὸς ἄνθους ἀνὰ 𐆄 γ.
Ἡ διὰ φοινίκων.
Τήλεως, λινοσπέρμου ἀνὰ 𐆃 α, μελιλώτου, χαμαιμήλου ἀνὰ 𐆄 γ, φοινίκων 𐆃 β, οἴνου εὐώδους ξ̸ η, ὕδατος 𐆃 α, ἄρτου καθαροῦ 𐆃 β, λιθαργύρου 𐆃 β, ψιμυθίου 𐆃 β, ἐλαίου 𐆃 ε, κηροῦ 𐆃 α, κολοφωνίας 𐆃 α, τερμινθίνης 𐆃 α. ἕψε ἕως ἀμολύντου.
Ἐπίθεμα στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων φλεγμονὰς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.
Κηροῦ 𐅻 ρ, ἀμμωνιακοῦ 𐅻 ρ, μελιλώτου 𐅻 ιβ, κρόκου 𐅻 ιβ, σμύρνης 𐅻 ιβ, ἐλαίου κυπρίνου 𐆃 α.
Ἄλλο βασιλικὸν ἐπιγραφόμενον.
Ποιεῖ πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν. Κηροῦ μναῖ γ, ἀμμωνιακοῦ μναῖ β, ῥητίνης φρυκτῆς μνᾶ α, μελιλώτου μνᾶς ἥμισυ, προπόλεως, σμύρνης, στύρακος, νάρδου Κελτικῆς, κυπέρου Ἰνδικῆς, ἴρεως Ἰλλυρικῆς, καρδαμώμου, πάνακος ἀνὰ 𐅻 κε, κρόκου 𐅻 κ, κασίας, μαστίχης Χίας, ὀποβαλσάμου, ἀμώμου ἀνὰ 𐅻 ιϛ, οἴνου Ἰταλικοῦ εὐώδους ὅσον ἐξαρκεῖ, νάρδου Ἀσιανῆς ἀρωματικῆς 𐆃 α. τὰ ξηρὰ φυράσας οἴνῳ σκεύαζε κατὰ τρόπον.
Κυφοειδὴς πρὸς ἡπατικοὺς καὶ πρὸς τὰ ἐν θώρακι πάντα.
Σταφίδων σαρκὸς 𐅻 κε — οἱ δὲ 𐅻 ρ —, κρόκου 𐅻 α — οἱ δὲ τριώβολον —, καλάμου 𐅻 β, βδελλίου 𐅻 β, κινναμώμου τριώβολον, κασίας τριώβολον, νάρδου τριώβολον, σχίνου 𐅻 β, σμύρνης 𐅻 δ, τερμινθίνης 𐅻 δ — οἱ δὲ 𐅻 ιϛ —, ἀσπαλάθου ῥινήματος ὀβολοὶ ιβ, μέλιτος 𐅻 ιϛ, οἴνου τὸ ἀρκοῦν. δύναται δὲ καὶ θυμιᾶσθαι τὸ φάρμακον.
Τὸ διὰ τῆς οἰνάνθης ἐπίθεμαπρακτικῶς ἐνεργοῦν πρὸς τὰς τοῦ στομάχου ἀνορεξίας καὶ καῦμα καὶ ἔκλυσιν. Οἰνάνθης ξηρᾶς, κηκῖδος, ἀκακίας, ῥόδων ξηρῶν, ὀμφακίου, στυπτηρίας στρογγύλης, ἀλόης ἀνὰ 𐆄 β, ἐλαίου μυρσίνου, κηροῦ, πίσσης ἀνὰ 𐆄 α, ῥοὸς Συριακῆς 𐆄 δ. οἴνῳ Ἀμιναίῳ κατάρραινε τὰ ξηρά.
Ἐκ τῶν Γαληνοῦ πρὸς φλεγμονὰς τὰς ἐν τῷ στόματι τῆς γαστρός.
Κηροῦ Ποντικοῦ ἢ Τυρρηνικοῦ ἢ τοῦ τυχόντος πλυθέντος χειμῶνος μὲν 𐅻 η, θέρους δὲ 𐅻 ζ, νάρδου μύρου 𐆄 α. τηκέσθω ὁ κηρὸς ἐν διπλώματι, κἄπειτα ξυσθεῖσαν τὴν κηρωτὴν μίγνυε ἐκλελειωμένῃ ἀκριβῶς ἀλόῃ καὶ μαστίχῃ ἀνὰ 𐅻 α. εἰ δὲ πλείονος δέοιτο στύψεως ἀτονίας οὔσης ὡς μηδὲ τῶν τροφῶν κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου 𐆃 α· μιγνύσθω δὲ πρῶτον τὸ ὀμφάκιον, εἶθʼ οὕτως τὰ ἄλλα. μίγνυε δʼ ἐνίοτε καὶ ἀψινθίου χυλὸν καί ποτε καὶ ἀμφότερα, ὥσπερ γε καὶ ὑποκιστίδος ἢ οἰνάνθης, καὶ μέντοι καὶ ῥοῦ χυλόν. παραύξειν δʼ ἀεὶ χρὴ τῆς ναρδίνης κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ.
Μάλαγμα σπληνικὸν λίαν γενναῖον.
Μυροβαλάνου ἀλεύρου 𐆄 γ, νίτρου 𐆄 δ, κηροῦ 𐅻 ϛ, τερεβινθίνης 𐅻 η, ὄξους τὸ αὔταρκες. τοῦτο ὑπεκτήκει.
Μάλαγμα τὸ διὰ δαφνίδων σπληνικοῖς, ὑδρωπικοῖς.
Διαλύει πᾶσαν σκληρίαν, ἀναπίνει τὰς ἐν βάθει ἀποστάσεις. Κηροῦ, πιτυΐνης, πίσσης Βρυττίας ξηρᾶς, νίτρου ἐρυθροῦ, δαφνίδων ξηρῶν, ἀμμωνιακοῦ θυμιάματος, στέατος μοσχείου κατειργασμένου ἀνὰ 𐆃 α. τὰ τηκτὰ τήκεται καὶ τοῖς ξηροῖς ἐπιβάλλεται καὶ ἀνακόπτεται.
Μάλαγμα τὸ Ἀπολλοφάνους.
Κηροῦ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου, ἴρεως Ἰλλυρικῆς ἀνὰ 𐅻 η, ῥητίνης τερμινθίνης, μάννης λιβάνου ἀνὰ 𐅻 μ. ἰρίνῳ κόπτεται.
Πρὸς ἰσχιαδικούς.
Πηγάνου ἀγρίου σπέρματος, σιλφίου, δαφνίδων, ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμεως ἀνὰ 𐅻 δ, πηγάνου χλωροῦ μνᾶς ὄγδοον, κηροῦ τὸ αὐτό, πίσσης τὸ αὐτό, τερμινθίνης τὸ αὐτό, ἀμμωνιακοῦ τὸ αὐτό, στέατος τὸ αὐτό, χαλβάνης 𐅻 ϛ, ὀποπάνακος 𐅻 δ, θείου ἀπύρου 𐅻 δ. τοῦτο τὸ φάρμακον ἰσχυρῶς ἐστι θερμαντικὸν καὶ ἕλκειν δύναται τοὺς ἐν βάθει λυποῦντας χυμούς.
Ἐκ τῶν Φιλουμένου τὸ Μνασέου κλειδίον.
Κηκῖδος ὀμφακίτιδος, ὑποκιστίδος, στυπτηρίας στρογγύλης, ἀκακίας, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα, σιδίων ξηρῶν, σελίνου σπέρματος ἀνὰ 𐆄 α, ἰξοῦ δρυΐνου 𐅻 δ, ἀμμωνιακοῦ 𐅻 δ, πίσσης ξηρᾶς 𐅻 β, κηροῦ 𐅻 δ, ἐλαίου μυρσίνου ἢ σχινίνου 𐆄 δ. δεῖ δὲ τὰς κηκῖδας καὶ τὰ σίδια ἕψειν οἴνου 𐆂υ θ, μέχρι λειφθῇ τὸ τρίτον μέρος, εἶτα κόψαι καὶ σῆσαι πρὸς τὰ λοιπὰ σὺν τῷ οἴνῳ, τὸ δʼ ἀμμωνιακὸν ὄξει λειαίνειν μέχρι μελιτώδους συστάσεως, τὸν ἰξὸν δὲ μετὰ βραχέος ἐλαίου μαλάσσειν, εἶτα τὴν πίσσαν ἅμα καὶ τὸν κηρὸν συντετηκότα μετὰ τοῦ ὑπολειπομένου ἐλαίου ἐπιχεῖν πᾶσι καὶ λεαίνειν, ἔπειτα κόπτειν ἐν ὅλμῳ, μέχρις ἑνωθῇ.
Ἐκ τῶν Γαληνοῦ ἐπίρριμμα ψῦχον.
Ἐκθλίψαντες ὑγρὸν ψύχοντός τινος, οἷον θρίδακος ἢ στρύχνου ἢ ὀξαλίδος, ἐμβάλλομεν μετʼ ἀνδράχνης, εἶτα κόψαντες ἐκπιέζομεν· στήσαντες δὲ τὸ ἀγγεῖον ἐν ὕδατι ψυχρῷ ἢ χιόνι μίγνυμεν ἀλφίτου λεπτοῦ ὀλίγον καὶ ἀναδεύσαντες ἐπιρριπτοῦμεν. δεῖ δʼ αὐτὸ συνεχῶς ἀμείβειν, ἄχρις ἂν ὁ κάμνων αἴσθηται ψύξεως.
Περὶ καταπλασμάτων. —Κατάπλασμα τὸ διὰ ζύμης
δυνάμενον διαχέαι τὰ συνεστῶτα καὶ ἐκτῆξαι ἱκανώτατον. ἐπίπλασμα τοῦτο ἐπιτήδειόν ἐστιν· καὶ γὰρ δοθιῆνας ὠφελεῖ καὶ ἐκπυήματα σχολαίτερον πρὸς τὴν μεταβολὴν ἰόντα καὶ σκόλοπας ἐξάγει καὶ σκίρροις ἐπαρκεῖ καὶ θλάσμασι τοῖς κατὰ πέλματα. ποιήσεις δὲ πολυειδεῖς εἰσιν αὐτοῦ· ἢ γὰρ αὐτῷ ἐλαίῳ συμμαλάττεται, ἐξαρκοῦν τοῦτο πρὸς δοθιῆνας καὶ τὰς σχολαίας ἐκπυήσεις, ἢ καὶ νίτρον που λεπτὸν συμμίγνυται αὐτῷ, ὅπου δριμυτέρου ἐπιθέματος χρῄζομεν ἐπὶ τῶν σφόδρα στερεῶν σκίρρων, ἢ ἔστιν ὅτε διαχέοντες τὴν ζύμην αὖθις συνιστῶμεν, ἕψοντες αὐτήν, ἔλαιον ὀλίγον ἢ ἴρινον μύρον προσμίξαντες. ἔστι δὲ τοῦδε καὶ ἄλλος μεταχειρισμός· ὄξει διαλύεται ἡ ζύμη ὡς εἶναι χυλοῦ τὸ πάχος — τοῦτο τοῖς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα σκίρροις ἐπιτήδειόν ἐστιν —, ἢ κόμη ἀψινθίου ἢ ἶρις ἢ ἀβρότονον ἢ θύμον ἢ γλήχων, ταῦτα πάντα μετὰ τῆς ζύμης τοῖς κατὰ τὸ σπλῆνα σκίρροις καὶ τοῖς κατὰ τὸ ἧπαρ ἐπαρκεῖ.
Περὶ τοῦ ἐξ ἄρτου.
Τὸ δʼ ἐξ ἄρτου κατάπλασμα παναρκέστατόν ἐστιν· πάσαις γὰρ σχεδὸν ἁρμόζει φλεγμοναῖς. αἱ ποιήσεις δʼ αὐτοῦ πολλαὶ πάνυ· ἢ γὰρ ψυχρῷ ὕδατι βραχεὶς καὶ συνεργασθεὶς ῥοδίνῳ ὁ ἄρτος ἐπιπλάττεται — οὕτω δʼ ἐπιτήδειός ἐστι ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς — ἢ ἀντὶ τοῦ ὕδατος διʼ ὀξυκράτου σκευάζεται — μᾶλλον γὰρ οὕτως ἐφαρμόττει ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς — ἢ θερμῷ ὕδατι βρέχεται καὶ συμμαλάττεται ἐλαίῳ, εἶτʼ ἐπιπλάττεται θερμὸς ὁ ἄρτος ἁρμόζων ταῖς σκληροτέραις καὶ οὐ ζεούσαις φλεγμοναῖς· ἢ ἀντὶ τοῦ ἐλαίου τὸ βούτυρον ἐμβαλεῖς καὶ ποιήσεις χρησιμώτερον πρὸς τὰς αὐτὰς διαθέσεις. γίνεται δὲ συνεχῶς καὶ τοῦτο· ὕδατι διαλύεται ὁ ἄρτος ὡς χυλοῦ σύστασιν σχεῖν, καὶ τούτῳ μίγνυται ἔλαιον ἢ βούτυρον, εἶθʼ ἕψεται μέχρι συστάσεως· τοῦτο ὧν ἐγὼ οἶδα πάντων ἄμεινον πρὸς φλεγμονὰς τὰς ἐπὶ τραύμασι καὶ πρὸς τὸ τάχιον ἐκπυῆσαι τὰ τούτου δεόμενα. ὅπῃ δὲ νεῦρον ἢ νευρῶδές τι διατεθλασμένον, ἐνταῦθα ἐγὼ καὶ πίττης ὑγρᾶς βραχὺ μιγνὺς οἶδα μετρίως λυσιτελὲς ἀποφήνας τὸ ἐπίπλασμα. τοῦτο δὲ καὶ ταῖς ποδαγρικαῖς φλεγμοναῖς ἐπιτήδειόν ἐστιν. —Ἄλλη σκευασία. Ταῖν χεροῖν διατρῖψαι τὰ ἔνδοθεν τοῦ ἄρτου χρὴ τοῦ χθιζοῦ· ἐπειδὰν δʼ ἀμμῶδες γένηται, καὶ μέλιτι ἐμπλάσσειν χρὴ τὸ ἄλευρον καὶ ἕψοντα εἰς τὸ μέτριον συνιστᾶν πάχος, καὶ εἰ φαίνοιτο καλῶς ἔχειν, ἔλαιον ἐπιχέοντα ἀναμιγνύναι. τοῦτο ἐπιτήδειόν ἐστι ταῖς καθʼ ὑποχόνδρια φλεγμοναῖς· ἄμεινον δʼ εἰ τῷ μέλιτι ὀλίγον ὕδωρ μεμιγμένον εἴη· τὸ γὰρ ἐν τῇ ἑψήσει διαχεῖται. καὶ τὸ ἐκ πυρῶν δὲ καὶ πάλης καὶ τὸ ἐξ ἀλεύρων πυρίνων κατάπλασμα σχεδὸν τὰ αὐτὰ δύναται ποιεῖν, τὰς αὐτὰς ἐπιδεχόμενον σκευασίας.
Περὶ τοῦ ἐκ πιτύρων.
Τὰ πίτυρα ὧδε χρὴ σκευάζειν· πολλάκις πιλεῖν αὐτὰ προσήκει ὡς λεπτότατα γενέσθαι ἢ ἐν ὅλμῳ κόπτοντα καὶ διασήσαντα τὸ αὐτὸ ποιεῖν· χρῆσθαι δʼ αὐτοῖς ἐπὶ σκίρρων πάντῃ τε ἄλλου σώματος συνισταμένων καὶ ἐφʼ ἥπατος καὶ σπληνός· παρασκευάζειν δʼ αὐτὸ διʼ ὀξυμέλιτος ἢ καὶ τοῦ ἀμμωνιακοῦ μιγνύντας καὶ θερμὸν ἐπιπλάττοντας. λῷον δʼ ἂν εἴη, εἴ τις ἐξ ἑτέρου ἕτερον ἐπιθείη, ὡς μὴ ἐκλείπειν τὴν θάλψιν ποτέ. καὶ ὁπότε δʼ οἱ ὄρχεις φλεγμαίνοιεν, ὠφελιμώτατον γίνεται τοῦτο· σκευαζέσθω δὲ χωρὶς ὄξους. ἁρμόζοι δʼ ἂν τὸ κατάπλασμα τοῦτο καὶ δοθιῆσι καὶ τοῖς ἄλλοις φύμασι τοῖς σκληροῖς. πάνυ δὲ καὶ πρὸς τὰ ἰοβόλα συμφέρει ὄξει δευόμενα τὰ πίτυρα ἐξ ἑτέρων ἕτερα ἐπιτιθέμενα.
Περὶ τοῦ ἐκ σύκων.
Πολυειδεστάτη ἐστὶ τοῦ ἐπιπλάσματος τοῦδε ἡ μεταχείρισις καὶ ἐπαρκὴς εἰς πολλά· ἤτοι γὰρ εὖ μάλα κόπτεται ὡς μηδʼ ὁτιοῦν ἀργὸν ἀφεῖσθαι μέρος, μήτε οὖν αὐτοῦ τοῦ σύκου μήτε, εἰς ὅσον ἀνυστόν, τοῦ σπέρματος, καὶ τῷ οὕτω πεποιημένῳ προσηνείας ἕνεκα μύρου ἰρίνου οὐ πολὺ μίγνυται αὐτῷ. ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκτεταμένα καὶ πρὸς σκίρρους, καὶ μάλιστα τοὺς τῶν σπληνῶν· ὠφελεῖ δὲ καὶ τοὺς τοῦ ἥπατος. προσλαβὸν δὲ νίτρον ὀλίγον ῥήττει τε κόλπους καὶ σκόλοπας ἀνάγει. εἰ δʼ ὁμοίως κοπείη τὰ σῦκα καὶ προσλάβοι γλήχωνος ἢ ὀριγάνου ἢ θύμου κόμης ἢ ἀψινθίου, εἰς τὸ λεπτότατον εἰργασμένα, ὑδρωπικοῖς ἁρμόττει καταπλασσόμενον κατά τε τῶν ὑποχονδρίων πάντων καὶ τῆς ὀσφύος καὶ τοῦ νώτου παντός. —Ἄλλη ποίησις. Ἕψεται ὅσον εὐπετῶς διαχεῖσθαι μάλα λίαν τὰ σῦκα, κἄπειτα λειοῦται ὁμοῦ τινι μέρει τοῦ ὕδατος ἐν ᾧ ἥψηται, εἶτα κρίθινον ἄλευρον ἢ πύρινον ἢ καὶ ἄρτος μίγνυται αὐτοῖς καὶ συνεργάζεται ὡς μάλιστα, καὶ ἕψεται αὖθις ἄχρι συστάσεως καταπλάσματος. ἁρμόζει δὲ φύμασι τοῖς μὴ ῥᾳδίως πεπαινομένοις καὶ παρωτίσιν, ἃς ἐκπυΐσκεσθαι χρή, καὶ δοθιῆσιν. λίπει δʼ εἴ τις ἐθέλει χρῆσθαι, βούτυρον μιγνύειν· εἰ δὲ καὶ πηγάνου φύλλα τριφθέντα λεῖα μιχθείη, τὰς ἐν τοῖς ἐντέροις ὀδύνας ὑπὸ πνεύματος γινομένας ὀνίνησιν· λίπος δὲ μιγνύσθω ἢ ἔλαιον ἔνθα κύμινον ἢ πήγανον ἐνήψηται.
Ἄκοπα. —Ἄκοπον τὸ δεκάμοιρον.
Νάρδου στάχυος, φύλλου, εὐφορβίου, πεπέρεως, κόστου, ἀδάρκης ἀνὰ 𐆄 α, μαστίχης 𐆄 α, ὀποβαλσάμου 𐆄 ϛ, νάρδου 𐆃 α, κηροῦ 𐆄 γ.
Τὸ πεντάμοιρον.
Στύρακος 𐆄 α, μαστίχης 𐆄 β, κηροῦ λευκοῦ 𐆄 γ, ὀποβαλσάμου 𐆄 δ, νάρδου 𐆄 ε.
Ἄκοπον χρῖσμα τὸ διὰ καστορίου πρὸς παραλύσεις καὶ τὰς κεχρονισμένας διαθέσεις.
Ὑσσώπου 𐆄 γ, τερμινθίνης 𐆄 γ, μυελοῦ ἐλαφείου 𐆄 δ, ἀμμωνιακοῦ, χαλβάνης, καστορίου, πεπέρεως λευκοῦ, εὐφορβίου, ἀδάρκης, νίτρου ἀφροῦ, ὀποπάνακος ἀνὰ 𐆄 β, ἐλαίου στυρακίνου 𐆄 α, ἐλαίου ἰρίνου 𐆄 θ, ἐλαίου παλαιοῦ 𐆄 δ, κηροῦ 𐆃 α. σκεύαζε.
Ἄλλο ἁπλοῦν.
Βούτυρον καὶ ῥητίνη ἢ κολοφωνία, κηρὸς λευκὸς νέος ἴσα τῷ σταθμῷ τηκόμενα.
Πρὸς τὰς κατεψυγμένας διὰ γῆρας ἕξεις.
Λουόμενος ῥύμματι πυροῦντι χρήσθω τῷδε. καλαμίνθην καὶ τὸ σάμψυχον καὶ τὸ ὕσσωπον καὶ δαφνίδας καὶ τὴν τῶν στεφανωμάτων λιβανωτίδα καὶ λίθον πυρίτην καὶ ἅλας καὶ τρύγα κεκαυμένην καὶ νίτρον καὶ κίσηριν τὸ κατὰ λόγον ἑκάστου καὶ βραχὺ νάπυος καὶ τῆς ἀγρίας σταφίδος καὶ κόκκου Κνιδίου. ἀπὸ δὲ τοῦ λουτροῦ ἀκόπῳ χρήσθω τῷδε.
Ἄκοπον μετὰ λουτρόν.
Μύρον νάρδινον καὶ ἀμαράκινον καὶ Κομμαγηνόν, ἑκάστου μνᾶς τέταρτον, σικύου ἀγρίου ῥίζης καὶ βρυωνίας, ἑκατέρου μνᾶς ἥμισυ, κάχρυ καὶ πύρεθρον καὶ εὐφόρβιον καὶ ζιγγίβερι καὶ ἀλκυόνιον ξηρὸν καὶ κόστον ἄγοντα ἀνὰ 𐅻 δ, πέπερι δὲ μακρὸν καὶ φύλλα ξηρὰ ῥοδοδάφνης ἑκατέρου 𐅻 β, μίαν δὲ θείου ἀπύρου καὶ μίαν χυλοῦ θαψίας. λείοις πᾶσιν εὖ μάλα τὰ μύρα καταχεῖται καὶ ἐπὶ πολὺ συντρίβεται. τούτῳ καὶ πάρετοί τινες γενόμενοι κατέστησαν.
Πρὸς ἄχροιαν καὶ πελιώματα.
Καλόν ἐστιν ἔλαιον ἐνεψηθείσης αὐτῷ βρυωνίας ῥίζης ἐπὶ μακρόν· τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ σῶμα. αἴρει δὲ τὰ πελιώματα βολβῶν λείων 𐅻 ϛ, πνεύμονος τράγου κεκαυμένου 𐅻 ϛ, στρουθίου 𐅻 η. τοῦτο κατάπλασσε προπυριῶν ἀφεψήματι ῥαφάνων ἢ ἀψινθίῳ.
Ἐκ τῶν Ῥούφου χρῖσμα ἐντεῖνον ἐνεργότερον.
Σμύρνης, θείου, κνήκου τοῦ ἐντὸς ἀνὰ 𐅻 α, μελανθίου 𐅻 β καὶ πυρέθρου ἄγον ὀβολοὺς β καὶ κόκκους πεπέρεως μέλανος λ, Κνιδίους δὲ κ καθαρούς. κόψας ὁμοῦ λέαινε ἅμα σκίλλῃ καταγούσῃ 𐅻 α· ἐπὴν δὲ καλῶς ἔχῃ, τήξας κηροῦ βραχὺ σὺν ἐλαίῳ κικίνῳ καὶ μέλιτι ἐπιχέων τρῖβε. πλῆθος δʼ ἔστω τοῦ μέλιτος καὶ τοῦ ἐλαίου ἑκατέρου 𐆂ο α. ἔνιοι δὲ τῷ χρίσματι τούτῳ καὶ τῆς ἕδρας παράπτονται, πρὸ δὲ τῆς μίξεως ὀθόνῃ πρὸς τὸ ἀκριβῶς ἐκμάσσεσθαι.
Ἰσχιαδικόν.
Κυπρίνου ἐλαίου, ἀξουγγίου ἐλαίου παλαιοῦ ἀνὰ 𐆃 α, κηροῦ 𐆄 ϛ, θείου ἀπύρου 𐅻 ιε, ἀδάρκης 𐅻 ι, νίτρου 𐅻 ιβ, πεπέρεως 𐅻 ιϛ, πυρέθρου 𐅻 ι, πηγάνου ἁπαλοῦ 𐅻 η, ὀριγάνου 𐅻 ιϛ, δαφνίδων 𐅻 ιβ, εὐφορβίου 𐅻 ιβ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.
Τὸ διὰ κισσοῦ
ποιοῦν πρὸς κόπους καὶ πᾶσαν νεύρων ἢ μυῶν συμπάθειαν. Τήλεως 𐆃 α, δαφνίδων κόκκοι ρ, κυπαρίσσου σφαιρία κ, βράθυος 𐆃 α, λιβανωτίδος 𐆃 α, ἐλαίου Σαβίνου ἢ παλαιοῦ 𐆃 ι, κηροῦ 𐆃 α, τερμινθίνης 𐆄 ϛ, πιτυΐνης 𐆃 α, ὀποῦ κισσοῦ 𐆄 δ, ὕδατος ξ̸ γ. τὰς βοτάνας κόψας βρέχε εἰς ὕδωρ ἡμέρας τρεῖς, εἶτʼ ἐπεμβαλὼν τὸ ἔλαιον ἕψε ἀρκούντως καὶ διυλίσας ἐπέμβαλλε τὰ τηκτά, τὸν δʼ ὀπὸν τοῦ κισσοῦ λείου μετὰ τάχους καὶ ψύξας κατάχει τὰ τηκτὰ εἰς θυίαν καὶ ἀνελόμενος χρῶ.
Ἰσχιαδικὸν σύγχρισμα δραστικόν.
Εὐφορβίου 𐆄 ε, πεπέρεως 𐆄 ϛ, ὀποπάνακος 𐆄 ϛ, ἀδάρκης 𐆄 ε, καστορίου 𐆃 α, σαμψύχου 𐆄 β, κυκλοπάνακος 𐆄 ϛ, στρουθίου 𐆄 δ, πυρέθρου 𐆄 δ, ἐλαίου κυπρίνου 𐆃 δ, ἐλαίου ἰρίνου 𐆃 γ, ἐλαίου Σικυωνίου 𐆃 γ, ἐλαίου δαφνίνου 𐆃 γ, κηροῦ 𐆃 β, ὑσσώπου ὑγροῦ, τερμινθίνης ἀνὰ 𐆃 β. —Ἰσχιαδικὸν παρὰ τοῦ Εὐτονίου ἀρχιητροῦ. Ἐλαίου παλαιοῦ ξ̸ α, σικύου ἀγρίου σφαιρία ε ἕψε ἐν τῷ ἐλαίῳ, ἕως φρυγῶσιν· κηροῦ 𐆄 ϛ, πυρέθρου 𐆄 α, θείου ἀπύρου 𐆄 ϛ, τερμινθίνης 𐆄 ϛ, εὐφορβίου 𐆄 β, σταφίδος ἀγρίας 𐆄 α, κάχρυος 𐆄 α, θαψίας 𐆄 α, δικτάμνου 𐆄 β, ἀδάρκης 𐆄 α.
Τὸ μετασυγκριτικόν.
Ὀποπάνακος, ἀμμωνιακοῦ, τερμινθίνης, καστορίου, ὑσσώπου, εὐφορβίου, χαλβάνης, ἀδάρκης ἀνὰ 𐆄 β, πεπέρεως λευκοῦ, μυελοῦ ἐλαφείου ἀνὰ 𐆄 α, δαφνίνου, στυρακίνου ἀνὰ 𐆄 δ, ἰρίνου 𐆄 ϛ, κηροῦ, ἐλαίου παλαιοῦ, ἀμαρακίνου ἀνὰ 𐆃 α. τούτων δὲ τὸν μὲν ὀποπάνακα ὄξει δεῖ λειοτριβεῖν ἐν θυίᾳ, μέχρι γλοιοῦ πάχος ἔχῃ, τὸν δὲ κηρὸν καὶ τὸ ἔλαιον τήξας πρόσβαλλε τὸ ἀμμωνιακὸν σεσησμένον, εἶτα τὰ λοιπὰ τῶν τηκτῶν, μετὰ τοῦτο δέ, ἀρθείσης ἀπὸ τοῦ πυρὸς τῆς χύτρας, προσέμπασσε τὰ ξηρὰ κατὰ τῶν ἐν τῇ θυίᾳ καὶ συνεκλεάνας ἀπόθου.
Τροχίσκοι. —Ὁ Ἀνδρώνειος τροχίσκος.
Χαλκάνθου 𐅻 β, σμύρνης 𐅻 β, λιβάνου 𐅻 δ, σχιστῆς 𐅻 δ, σιδίων 𐅻 η, ἀριστολοχίας 𐅻 η. οἴνῳ αὐστηρῷ ἀναλαμβάνων χρῶ, ὄξει διαλύων δʼ ἐπίχριε.
Ὁ Μούσα.
Στυπτηρίας σχιστῆς, ἀλόης, σμύρνης ἀνὰ 𐅻 ϛ, κρόκου 𐅻 γ, κροκομάγματος 𐅻 γ, χαλκοῦ κεκαυμένου 𐅻 ϛ, χαλκάνθου 𐅻 ϛ, ῥοιᾶς κυτίνων 𐅻 ϛ. οἰνομέλιτι ἀναλάμβανε.
Ὁ Ἄρης πρὸς ὑπώπια, λειχῆνας, σπίλους, ὑπερσαρκώματα, σύριγγας καὶ ἄλλα πολλά.
Σινωπίδος, ἰοῦ ξυστοῦ, λιβάνου ἄρρενος, στυπτηρίας σχιστῆς ἴσα, ὄξους τὸ ἀρκοῦν.
Ὁ τῆς Ἥρης πρὸς νομὰς πάσας, μάλιστα δὲ τὰς ἐν αἰδοίοις καὶ στόματι.
Κρόκου 𐅻 η, στυπτηρίας 𐅻 ρ, σμύρνης 𐅻 η. ἄνιε ὀξυμέλιτι καὶ πτύγμα βρέχων χρῶ.
Τροχίσκος ὁ διὰ χάρτου πρὸς νομάς.
Χάρτου κεκαυμένου 𐅻 λβ, τιτάνου, ἀρσενικοῦ, σανδαράκης ἀνὰ 𐆄 α. ἀρνογλώσσου χυλῷ ἀναλάμβανε.
Τροχίσκος πρὸς ἀλφούς, λεύκας, λέπρας, λειχῆνας.
Ἐλλεβόρου λευκοῦ, πεπέρεως μακροῦ, κάχρυος, ἀλκυονίου, θείου ἀπύρου, σανδαράκης, καλάμου ἀρωματικοῦ, ἀδάρκης ἴσα λεῖα σήσας ἐν ὄξει λείου καὶ ποίει τροχίσκους, ἀνατρίψας δὲ τὰ μέρη ῥάκει καὶ χρίσας ἔα ἡλιοῦσθαι ἐπὶ πολύ.
Τροχίσκος ὁ κροκώδης.
Σμύρνης 𐅻 β, καστορίου 𐅻 β, κρόκου 𐅻 γ, ὀποῦ μήκωνος, σελίνου σπέρματος, ὑσσώπου, στύρακος ἀνὰ 𐅻 α, ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 ϛ. ὕδατι ἀναλαβὼν ποίει τροχίσκους τριωβολιαίους.
Λειχηνικὸς τροχίσκος.
Χαλκίτεως, μίσυος, θείου ἀπύρου, χαλκάνθου, λιβάνου ἀνὰ 𐅻 δ, συκῆς φύλλων χλωρῶν 𐅻 ϛ. ὄξει ἀναλάμβανε.
Τροχίσκος πρὸς δυσεντερικούς, αἱμοπτοϊκούς, ῥοῦν γυναικεῖον.
Ὑποκιστίδος χυλοῦ, γῆς Σαμίας, κηκῖδος ὀμφακίτιδος, ἀκακίας κιρρᾶς ἀνὰ 𐅻 η. ἀναλάμβανε ὕδατι ὀμβρίῳ. ἡ χρῆσις· ἐπὶ μὲν δυσεντερικῶν ἐνίεται μετὰ χυλοῦ ὀρύζης ἢ φακῆς ἤ τινος τοιούτου· ἐπὶ δʼ αἱμοπτοϊκῶν ἐν κυάθῳ ψυχροῦ ὕδατος τοῦ φαρμάκου 𐅻 α. ἐπὶ δὲ ῥοῦ γυναικείου ὁμοίως ἐνίεται μετά τινος χυλοῦ ἢ προστίθεται ἐν κροκίδι ἐρίου ἀνεθεὶς χυλῷ στρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώσσου ἤ τινος τοιούτου.
Τροχίσκος ὁ Πασίωνος.
Λεπίδος χαλκοῦ 𐅻 ιβ, χαλκοῦ κεκαυμένου, ἁλὸς ἀμμωνιακοῦ, στυπτηρίας στρογγύλης, ἰοῦ ξυστοῦ, λιβάνου ἀνὰ 𐅻 η. τρῖβε χαλκόν, ἅλας, ἰόν, λεπίδα, στυπτηρίαν, ὄξος ἐπιβαλὼν ἐν ἡλίῳ· ὅταν δὲ παντελῶς λειωθῇ, ἐπίβαλλε τὸν λίβανον καὶ τρίψας ἱκανῶς, ὅτε συστραφῇ, ποίει τροχίσκους· ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε.
Ποδαγρικὸς ὁ Πρόκλου.
Ἰᾶται ποδάγραν καὶ ἰσχιάδα καὶ καθόλου πάσας ἀρθρίτιδας καὶ πόνους πάντας ἐπʼ ἐνιαυτὸν πινόμενος, καὶ πᾶσαν αἴσθησιν ἀκριβεστέραν ἀπεργάζεται, καθαίρων πρᾴως διʼ οὔρων, καὶ τὸ ὅλον σῶμα ὑγιεινότερον κατασκευάζει· ἰᾶται καὶ ἐπιληψίας, σκίρρους ἥπατος καὶ σπληνός. Χαμαίδρυος 𐆄 θ, κενταυρείου λευκοῦ ἐγκάρπου 𐆄 η, ἀριστολοχίας μακρᾶς ὀρεινῆς 𐆄 ζ, γεντιανῆς ἀτρήτου 𐆄 ϛ, ὑπερικοῦ 𐆄 ε, πετροσελίνου 𐆄 γ, φοῦ 𐆄 γ, ἀγαρικοῦ 𐆄 α, μέλιτος 𐆂ο β. κόπτε καὶ σῆθε ἰδίᾳ ἕκαστον καὶ μίξας μάλασσε τῷ μέλιτι καὶ κόψας πλάσσε τροχίσκους ἀνὰ 𐅻 α. ἡ δὲ χρῆσις καὶ πόσις εὐπέπτῳ περὶ ὥραν τρίτην μετὰ τὸ διακεχωρηκέναι τὴν γαστέρα· ἀνιέσθω δʼ ὕδατι θερμῷ κυάθοις δυσί, καὶ λαβὼν βαδιζέτω ἢ αἰωρείσθω. ἡ δʼ ἀρχὴ τῆς πόσεως μὴ ἐν θέρει γενέσθω, ἀλλʼ ἔν τινι τῶν ἄλλων ὡρῶν. διάστημα δὲ πρὸς τὸ λουτρὸν ἢ τὴν τροφὴν ὧραι τρεῖς ἔστωσαν· ἀπεπτήσαντι δὲ πάντως φυλακτέα μὲν ἡ πόσις, ἀναπληρούσθω δʼ ὁ τῶν τοῦ ἐνιαυτοῦ ἡμερῶν ἀριθμός. ἔστω δʼ ἡ δίαιτα εὔχυμος, εὔπεπτος, μὴ πλησμονὴν ἐργαζομένη. κράμβην δʼ ἐσθίειν τοῖς ἀρθριτικοῖς παραινῶ· ἔχει γάρ τι ἀντιπαθές· οἴνῳ δὲ συμμέτρῳ χρῆσθαι δεῖ καὶ συμμέτρως κεκραμένῳ μετὰ τὴν τροφήν.
Ὁ διʼ ἠλέκτρου τροχίσκος.
Ποιεῖ πρὸς αἱμοπτοϊκούς, βήττοντας χρονίως, φθισικούς, ἀναφορικούς, ἐμπυϊκούς, κοιλιακούς, δυσεντερικούς, ἐμπνευματουμένους· ἔστι δὲ καὶ ὠτικὴ ἀγαθή. Ψυλλίου κεκαθαρμένου 𐅻 μ — οἱ δὲ κ —, Ἰλλυρικῆς μαστίχης, ἠλέκτρου ῥινήματος, κρόκου ἀνὰ 𐅻 λ, ὀπίου 𐅻 ιε. ψύλλιον βαλὼν εἰς ὕδωρ θερμὸν ἔα βρέχεσθαι καὶ ὅταν γλίσχρον καὶ κολλῶδες γένηται τὸ ὕδωρ, ἔκθλιβε τὸ ὑγρόν· ἐκ τούτου σκευάσας τὸ φάρμακον ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον εἰς ὕπνον ἀπερχομένοις· ἔστωσαν δὲ τοῦ ὕδατος ξ̸ γ.
Τροχίσκος ὁ διὰ τῆς ἀκακίαςπρὸς ποδαγρικοὺς καὶ ἀρθριτικοὺς καὶ φλεγμονὰς καὶ τὰ κνησμώδη πάντα κατʼ ἀρχὰς καταχριόμενος. Ἀκακίας μελαίνης καὶ ξανθῆς ἀνὰ 𐆄 δ, κόλλης τεκτονικῆς — ἄμεινον δʼ ἰχθυοκόλλης — 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματος 𐆄 β, ἀλόης 𐆄 β, γλαυκίου 𐆄 β, λιβανωτοῦ ἄρρενος, ἐλλεβόρου λευκοῦ καὶ μέλανος ἀνὰ 𐆄 α. ὄξει σκιλλητικῷ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρείας τῷ αὐτῷ ὄξει ἄνιε καὶ κατάχριε καὶ ἔα ξηραίνεσθαι καὶ ἀπόπεμπε εἰς τὸ βαλανεῖον, καὶ ὅταν ἐπανέλθῃ, τῇ αὐτῇ χρήσει χρῶ.
Τροχίσκος ἡμικρανικός.
Καρδάμου σπέρματος 𐅻 δ, πηγάνου φύλλων χλωρῶν 𐅻 δ, ὀπίου 𐅻 α. ὄξει.
Ξηρία. —Ξηρίον ἀπουλωτικόν.
Ὀστρέων κεκαυμένων 𐅻 β, μάννης 𐅻 α, καδμείας ὀβολοὺς δ. λείοις χρῶ καὶ πρὸς νομάς.
Ἄλλο ἀπουλωτικὸν
ποιοῦν καὶ πρὸς τὰ κακοήθη καὶ πρὸς νομάς. Πίτυος φλοιοῦ 𐅻 ϛ, κέρατος ἐλαφείου κεκαυμένου 𐅻 δ, ἰοῦ ξυστοῦ 𐅻 β. λείοις χρῶ.
Κεφαλικόν.
Ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ διεφθορότα καὶ τὰ κοῖλα σαρκοῖ. Ἴρεως 𐅻 δ, πάνακος 𐅻 δ, ἀριστολοχίας 𐅻 β, λιβάνου 𐅻 β, μάννης 𐅻 β. πάντα κόψας καὶ σήσας χρῶ κατʼ ἰδίαν καὶ μετὰ μέλιτος.
Ἄλλο ἐσχαρωτικὸν καὶ τύλων ἐκκοπτικὸνκαταπασσόμενον καὶ προστριβόμενον πυρῆνι μήλης· ἔστι δὲ καὶ κατασταλτικόν. Χαλκίτεως ὠμῆς 𐅻 η, καδμείας 𐅻 δ. ἀναλαμβάνεται ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται.
Σηπτὸν ἀνώδυνον.
Ἀρσενικοῦ, χαλκίτεως, σανδαράκης ἀνὰ 𐅻 δ, τιτάνου 𐅻 η.
Ἡ Ῥοδιακὴ καταστέλλουσα τὰ ὑπερσαρκοῦντα.
Κηκῖδος ὀμφακίτιδος 𐅻 θ, λεπίδος χαλκοῦ 𐅻 ε, χαλκάνθου 𐅻 γ, στυπτηρίας σχιστῆς 𐅻 δ. τὴν ἡμίσειαν κηκῖδα καῦσον καὶ σβέσον οἴνῳ.
Τὸ διὰ χάρτου.
Χάρτου κεκαυμένου 𐆄 ϛ, ἀρσενικοῦ, σανδαράκης, τιτάνου ἀνὰ 𐅻 δ. εἰ δὲ τροχίσκους ποιῆσαι βούλει, χυλῷ ἀρνογλώσσου ἢ οἴνῳ αὐστηρῷ ἀναλάμβανε.
Πρὸς νομάς.
Χαλκίτεως, μίσυος, λεπίδος, κηκῖδος ἴσα.
Καυστικὸν ἄδηκτον ἀλλοτριοῦν παραχρῆμα.
Ἀσβέστου 𐆄 α, φέκλης 𐅻 α, νίτρου 𐆄 𐅶. λεάνας ἕψε ἐν στακτῇ συκίνῃ ἢ ὄξει, ἕως δὶς ἢ τρὶς ζέσῃ· ἐχέτω δὲ πρὸ τοῦ ἕψεσθαι γλυκέος πάχος. εἰ δʼ ἐμπλαστῶδες βούλει γενέσθαι, ἰξῷ ἀναλάμβανε ἀνεθέντι ἀτμῷ ὕδατος θερμοῦ.
Ἀνθηρὰ ἐκ τῶν Φιλουμένου πρὸς τὰ ἐν τῷ στόματι ἕλκη.
Σανδαράκης, ἴρεως ἀνὰ 𐅻 δ, κυπέρου 𐅻 η, κρόκου, σμύρνης, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 β, ῥόδων ἄνθους 𐅻 α.
Κολλύρια. —Τὸ Λιβυανόν.
Στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβ, καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιβ, ψιμυθίου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιϛ, ἀμύλου 𐅻 ιϛ, σποδίου 𐅻 η, ἀστέρος Σαμίου 𐅻 η, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, τραγακάνθης 𐅻 η, σμύρνης 𐅻 η, ὀπίου πεφωσμένου 𐅻 η, κόμμεως 𐅻 α· πρὸς τὴν ἀνάληψιν ὠῶν προσφάτων κ τὸ λευκόν, ὕδωρ ὄμβριον.
Σύλλουτρον τὸ Ἀπολλιναρίου.
Ψιμυθίου 𐅻 κδ, καδμείας 𐅻 η, χαλκοῦ κεκαυμένου 𐅻 ιβ, σμύρνης 𐅻 β, ἀλόης 𐅻 β, κρόκου 𐅻 β, ἀκακίας 𐅻 δ, τραγακάνθης 𐅻 η, ἀμύλου 𐅻 ϛ, ὀπίου 𐅻 ιβ, κόμμεως 𐅻 ι, ὕδωρ ὄμβριον.
Κύκνος ξανθὸς Βάσσου
πρὸς ῥεύματα καὶ περιωδυνίας καὶ ἑλκώσεις διʼ ὠοῦ ἢ ὕδατος. Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 λβ, ψιμυθίου πεπλυμένου 𐅻 ιϛ, σποδίου 𐅻 ιϛ, ὀπίου πεφωσμένου 𐅻 η, ἀκακίας κιρρᾶς, ἀμύλου, κόμμεως, τραγακάνθης ἀνὰ 𐅻 δ, ὕδωρ ὄμβριον.
Τὸ διʼ ἐρείκης.
Ἐρείκης καρποῦ, σμύρνης, ὀπίου ἀνὰ 𐅻 β, χαλκοῦ κεκαυμένου 𐅻 α, κόμμεως 𐅻 ϛ, ἀκακίας 𐅻 ϛ, καδμείας 𐅻 ϛ, ὕδωρ ὄμβριον.
Τὸ οὐράνιονπρὸς ἕλκη, φλυκταίνας, ῥήξεις, ἐπικαύματα, προπτώσεις, σταφυλώματα, ὑποπύους, διαβρώσεις, νομάς, ἄνθρακας καὶ πρὸς πάσας τὰς μεγάλας διαθέσεις, μάλιστα δὲ τρυφεροφθάλμοις καὶ χαροποῖς. ἐν ἀρχαῖς ὑδαρεστέρως ἐγχυμάτιζε· ὅταν δὲ λεπτὸν καὶ δηκτὸν ᾖ καὶ πυρῶδες τὸ ῥεῦμα, χρῶ μετὰ γάλακτος· ὅταν δʼ ἀνακαθαρθῇ, καὶ παχὺ ῥεῦμα διαλῦσαι θέλῃς, διʼ ὕδατος. Γῆς Σαμίας ὠπτημένης 𐆄 γ, σποδίου πεπλυμένου 𐆄 α, καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐆄 β, στίμμεως πεπλυμένου 𐆄 β, λεπίδος πεπλυμένης 𐆄 δ, ὀπίου 𐅻 ϛ, κόμμεως 𐆄 δ, ὕδωρ ὄμβριον.
Κολλύριον τὸ ἀχάριστον πρὸς τὰς μεγίστας ἐπιφοράς.
Ποιεῖ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων. Καδμείας 𐅻 ιϛ, ἀκακίας 𐅻 η, χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, ὀπίου 𐅻 δ, ἐρείκης καρποῦ 𐅻 δ, σμύρνης 𐅻 δ, κόμμεως 𐅻 ϛ. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις διὰ γάλακτος γυναικείου· ἡ κρᾶσις μέση. ὅταν δʼ οὐδὲ ᾖ ἐπιφορά, ἀλλʼ ἡ διάθεσις περὶ τοὺς ὀφθαλμοὺς ᾖ, ἀπέχεσθαι δεῖ τοῦ κολλυρίου.
Τὸ διὰ λιβάνου πρὸς ῥεύματα καὶ χημώσεις.
Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κ, λιβάνου 𐅻 κ, ψιμυθίου πεπλυμένου 𐅻 μ, ὀπίου 𐅻 ϛ, κόμμεως 𐅻 ϛ. ὕδατι ὀμβρίῳ.
Κύκνος πρὸς ἕλκη παντοῖα, ἐπιφοράς, περιωδυνίας, ὑποπύους ὀφθαλμούς.
Σποδίου πεπλυμένου 𐅻 δ, γῆς Σαμίας, ἀμύλου, ἀκακίας, ὀπίου ἀνὰ 𐅻 δ, τραγακάνθης 𐅻 β. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις διʼ ὠοῦ.
Λιβυανὸν πρὸς φλύκτεις, ἐπικαύματα, ῥήξεις, κοιλώματα, πρὸς ὑποπύους ὀφθαλμούς, χημώσεις, σταφυλώματα, πρὸς περιωδυνίας καὶ διαθέσεις·
καὶ οὐλὰς ἀποσμήχει. Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιϛ, ψιμυθίου 𐅻 γ, σμύρνης 𐅻 ιβ, στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβ, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, ὕδωρ· καὶ πρὸς τῇ ἀναλήψει ὠῶν κ τὸ λευκόν. ἐν ἄλλῳ καὶ ὀπίου 𐅻 β.
Τὸ διὰ κέρατος ἐλάφου πρὸς ἕλκη, φλύκτεις·
καὶ οὐλὰς ἀποσμήχει. Κέρατος ἐλαφείου κεκαυμένου 𐅻 δ, λιβάνου 𐅻 δ, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 β, λεπίδος χαλκοῦ 𐅻 β, ὀπίου 𐅻 α, κόμμεως 𐅻 δ, ὕδωρ ὄμβριον.
Δημοσθένους τὸ Νείλου διάρροδον.
Ῥόδων ἁπαλῶν 𐅻 δ, κρόκου 𐅻 β, μήκωνος ὀβολός, νάρδου ὀβολός, κόμμεως 𐅻 α, ὕδωρ. ποιεῖ δὲ πρὸς χημώσεις καὶ προπτώσεις καὶ φλυκταίνας καὶ ἕλκη προέχοντα καὶ ῥυπαρὰ καὶ πρὸς περιωδυνίας καὶ τραχέα βλέφαρα.
Τὸ Μηδικόν.
Γλαυκίου 𐅻 δ, σαρκοκόλλης 𐅻 δ, κρόκου 𐅻 α, τραγακάνθης 𐅻 β. λεάνας ἐν ὕδατι τὰ ἄλλα, ὅταν καλῶς ἔχῃ, προβεβρεγμένην τὴν τραγάκανθαν συλλέανον καὶ ἀναπλάσας χρῶ πολλάκις ὑπαλείφων παχυτέρῳ.
Τὸ σποδιακὸν ποιοῦν πρὸς φλεγμονὰς καὶ ῥεύματα.
Λιβάνου, στίμμεως ἀνὰ 𐅻 ρ, καδμείας, ψιμυθίου ἀνὰ 𐅻 κδ, Σαμίας γῆς ἀστέρος 𐅻 γ, μήκωνος 𐅻 γ, κόμμεως 𐅻 ιε. λέαινε ἐν θαλλείας χυλῷ, ποίει δὲ τὸν χυλὸν οὕτως· τὰ ἁπαλώτατα φύλλα τῆς ἐλαίας πλυθέντα κόψας ἐν ὅλμῳ, σύμμετρον ὕδατος παραχέων, διʼ ὀθονίου καθαροῦ ἀπόθλιψον.
Νάρδινον.
Καδμείας 𐅻 ιβ, χαλκοῦ κεκαυμένου 𐅻 γ, στίμμεως 𐅻 κ, νάρδου Συριακῆς 𐅻 δ, ἀκακίας 𐅻 ι, κόμμεως 𐅻 κ, κρόκου 𐅻 β. λέαινε ὀμβρίῳ ὕδατι.
Κολλύριαμήτε ἐμπλάσσοντα μήτε παχύνοντα τὰ ὑγρά, ἀλλὰ χέοντα καὶ ἐκκρίνοντα, οἷά ἐστι τὸ ἀρωματικὸν καὶ τὸ Χιακόν· ἔστι δὲ τὸ μὲν ἀρωματικὸν τοιόνδε· Πομφόλυγος 𐅻 ε, χαλκοῦ κεκαυμένου 𐅻 β, σμύρνης 𐅻 γ, λίθου αἱματίτου 𐅻 δ, πεπέρεως λευκοῦ κόκκοι ιη, κρόκου 𐅻 β, κόμμεως 𐅻 γ. οἴνῳ Χίῳ ἢ Φαλερίνῳ χρῶ.
Τὸ δὲ Χιακόν·
Σποδίου 𐅻 γ, χαλκοῦ κεκαυμένου 𐅻 γ, κρόκου 𐅻 α, σμύρνης 𐅻 δ, μηκωνίου 𐅻 δ, πεπέρεως λευκοῦ κόκκοι ιβ, κόμμεως 𐅻 α. λέαινε οἴνῳ Χίῳ ἀθαλάσσῳ ἢ Ἀμηναίῳ.
Ξηρὸν πρὸς τοὺς ψωρώδεις κανθούς.
Χαλκίτεως 𐅻 ε, καδμείας 𐅻 ε. λεῖα ἐντίθεται εἰς ἀγγεῖον κεραμεοῦν, καὶ βάλλεται τὸ χυτρίδιον εἰς ὄξος κεκραμένον, ὥστε ἔξω μὲν βρέχεσθαι τὴν χύτραν, ἔσωθεν δʼ αὐτῆς μὴ παραρρυῆναι τὸ ὑγρόν, καὶ ἀφίεται ἡμέρας ζ, εἶτα ξηραίνεται.
Κολλύριον τὸ διακεντητόν.
Καδμείας 𐅻 δ, ἰοῦ 𐅻 α, μίσυος ὀπτοῦ τριώβολον, πεπέρεως λευκοῦ 𐅻 γ, κόμμεως 𐅻 β. ποιεῖ δὲ πρὸς ἀμβλυωπίας καὶ πρὸς ἀρχομένας ὑποχύσεις καὶ λεπτύνει· ἔστι δὲ θερμόν.
Ἡ Ἐρασιστράτου πάγχρηστος, ὑγρά, θαυμαστή,ποιοῦσα πρὸς φλεγμονὰς τῶν ὀφθαλμῶν καὶ πρὸς τὰς ἀρχομένας ὀφθαλμίας καὶ βλέφαρα τραχέα, καὶ σχεδὸν περὶ πᾶσαν ὀφθαλμίαν τῶν ἐνεργῶν· ἐχρῆτο δʼ αὐτῇ καὶ πρὸς αἰδοῖα ἡλκωμένα καὶ ὦτα πυορροοῦντα καὶ παρίσθμια καὶ σταφυλὰς καὶ ἐπὶ τοῦ σώματος ἄλλως οὐχ ὑγιαζόμενα ἕλκη καὶ μελανίας τὰς ἐπὶ τῶν ἑλκῶν καὶ τὰ ἐν τοῖς μυκτῆρσι γινόμενα πάθη καὶ τὰ ἐν τῷ στόματι. Ἔστι δὲ χαλκοῦ κεκαυμένου 𐅻 β, σμύρνης 𐅻 α, μίσυος ὀπτοῦ 𐅻 α, πεπέρεως ὀβολοὶ ιβ, κρόκου τριώβολον. οἴνῳ Χίῳ λεαίνεται, εἶτα μίγνυται γλυκέος 𐆂ο α, καὶ πάλιν λεαίνεται, ἕως μιγῇ τὸ φάρμακον, εἶτʼ εἰς χαλκοῦν ἀναληφθὲν ἀγγεῖον ἕψεται ἐπὶ μαλακοῦ πυρός, μέχρι γένηται ἰξῶδες, εἶτα μεταχεῖται εἰς χαλκῆν πυξίδα καὶ τελέως ἔχει πρὸς τὰς εἰρημένας χρείας.
Κολλύριον πρὸς τὰ καθαρὰ ἕλκη καὶ ἀκάθαρτα καὶ τὰ νεμόμενα καὶ τὰς ὑπεροχάς,
ἔτι δὲ παλαιὰς διαθέσεις καὶ τραχέα βλέφαρα καὶ συκώσεις καὶ ἐκτροπὰς καὶ ἥλους καὶ σταφυλώματα καὶ ῥεῦμα πᾶν καὶ περιωδυνίας καὶ ψωροφθαλμίας· ποιεῖ δὲ καὶ τὰς οὐλὰς λείας· ποιεῖ δὲ καὶ πρὸς τὰς ἀνθρακώσεις καὶ τὰς πυώσεις — παραδιηθείη γὰρ ἂν τὸ πύον —, καὶ καθόλου κάλλιστον πρὸς πάντα τὰ ἐν ὀφθαλμοῖς. Ἔστι δὲ σποδίου 𐅻 γ, χαλκάνθου 𐅻 β, κρόκου 𐅻 α, σμύρνης ὀβολοὶ δ, μηκωνίου ὀβολοὶ δ, πεπέρεως λευκοῦ κόκκοι ιβ, κόμμεως 𐅻 α, οἴνου Χίου αὐστηροῦ ἢ Ἀμηναίου τὸ ἱκανόν.
Ἄλλο πρὸς τὰ καθαρὰ ἕλκη καὶ ἤδη δεόμενα πληρώσεως καὶ ἀπουλώσεως, τὸ τοῦ Κλέωνος λεγόμενον,ᾧ καὶ ἡμεῖς χρώμενοι εὐαρεστοῦμεν· πάνυ γὰρ βαθύτατα ἕλκη πληροῖ τάχιστα καὶ κατουλοῖ συντόμως λεπταῖς καὶ ἀδήλοις οὐλαῖς καὶ ἀφλέγμαντα τὰ ἕλκη διατηρεῖ. Ἔστι δὲ σποδίου 𐅻 α, μολύβδου κεκαυμένου μετὰ θείου ἀπύρου καὶ πεπλυμένου 𐅻 δ, λεπίδος στομώματος πεπλυμένης 𐅻 α καὶ τριώβολον, κόμμεως 𐅻 β. ὕδατι λεάνας καὶ ἀναπλάσας χρῶ μετὰ γάλακτος ἢ ὠοῦ τοῦ λευκοῦ.
Κολλύριον τὸ Δίωνος.
Σποδίου 𐅻 δ — οἱ δὲ 𐅻 α —, φλοιοῦ λιβάνου ὀβολόν, σμύρνης ὀβολόν, λεπίδος χαλκοῦ ὀβολόν, ἀκακίας, νάρδου Ἰνδικῆς, μηκωνίου πεφωσμένου ἀνὰ ὀβολόν, κόμμεως 𐅻 δ, ὕδωρ ὄμβριον. ἔγχριε διʼ ὠοῦ.
Κολλύριον τὸ καλούμενον πεπιεσμένον,ἄριστον πρὸς οὐλὰς καὶ τὰ ὑπερσαρκώματα καὶ πρὸς τραχέων βλεφάρων ἀποκάθαρσιν καὶ πρὸς τὰς ἐκτροπὰς καὶ λιθιάσεις καὶ χαλάζια καὶ σκιρρώδεις διαθέσεις καὶ πτερύγια καὶ ἐγκανθίδας καὶ ψωροφθαλμίας καὶ ὑμένων παχύτητας καὶ ῥεύματος πολλοῦ καὶ παχέος ἀποκάθαρσιν καὶ πρὸς τὸ ὑδαρὲς καὶ πολὺ ἐπέχειν ῥεῦμα· ἀποτήκει τε γὰρ καὶ ἀποκαθαίρει ἀσφαλῶς, λεπτύνει καὶ σμήχει δάκνον ἱκανῶς, ἀσύγχυτόν τε τηρεῖ τὸν ὀφθαλμὸν ἥδιστον καὶ προσηνέστατον. Ἔστι δὲ τοιόνδε· χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ὀβολοὶ δ, κρόκου 𐅻 α, σμύρνης ὀβολοὶ γ, νάρδου Ἰνδικῆς ὀβολοὶ β, κινναμώμου ὀβολοὶ β, μήκωνος ὀβολοὶ β, πεπέρεως κόκκοι ιε, κόμμεως ὀβολοὶ γ, οἴνου Χίου τὸ ἱκανόν. εἰ δέ ποτε προσβάλλῃς σποδίου 𐅻 δ, γίνεται πρὸς πᾶν ῥεῦμα καὶ ὀφθαλμίαν ἄριστον.
Κολλύριον πρὸς ἀνθρακώσεις τὸ λεγόμενον ἀνίκητον.
Σποδίου πεπλυμένου 𐅻 δ, μηκωνίου 𐅻 α, ὑοσκυάμου χυλίσματος 𐅻 α, ἀκακίας 𐅻 α, νάρδου ὀβολοὶ β, χαλκοῦ ἐρυθροῦ ὀβολοὶ β, λιβάνου ἀτόμου αἰθάλης ὀβολοὶ δ, κόμμεως 𐅻 γ, κωνείου χυλίσματος 𐅻 α. ἔστι δὲ καὶ περίχριστον.
Πρὸς ἄνθρακας.
Μηκωνίου, ἀκακίας, ὑοσκυάμου ἢ μίσυος, μυρίκης καρποῦ ἑκάστου ἴσον. λεάνας καὶ διεὶς οἴνῳ παχεῖ ἐπίχριε τούς τε ἐπὶ τῶν ὀφθαλμῶν ἄνθρακας καὶ περὶ τὰ ἄλλα μέρη.
Κολλύριον πρὸς φθίσιν.
Ἀμμωνιακοῦ 𐅻 α, κροκομάγματος 𐅻 δ, κρόκου 𐅻 β, ἰοῦ 𐅻 α. ὕδατι ἀναλάμβανε.
Πρὸς ὑποχύσεις.
Μαράθρου χλωροῦ χυλὸν μίξας μέλιτι ἴσον ἴσῳ ἅμα ζέσον, ἕως ὅτε μέλιτος σχῇ πάχος. τοῦτο καὶ πτερύγια ἀφαιρεῖ. ἡμεῖς δὲ μάλιστα χρώμεθα τῇ ὑπογεγραμμένῃ. ἐπὶ πολλῶν γὰρ τὸ δέον ἐποίησεν. Καυκαλίδος χυλοῦ, χαμαίδρυος, κορωνόποδος ἑκάστου ἴσον. λεάνας ποίει κολλύρια. ἐνίοτε δὲ καὶ ὀθόννης χυλοῦ ἓν μέρος ἔμιξαν· ταύτην δὲ τὴν ὀθόννην τινὲς καλοῦσι χελιδόνιον μέγα, ὡς ὁ Διοσκορίδης φησίν. φυλάττεσθαι δὲ χρὴ τὸ μικρὸν χελιδόνιον, ὃ καλοῦσι καὶ πυρὸν ἄγριον· δριμὺ γάρ ἐστι καὶ ἑλκοῖ, ὡς καὶ ὁ Γαληνὸς μαρτυρεῖ. ἀδηκτότερον δʼ ἐστὶ τὸ πρότερον τὸ πρὸς ὑποχύσεις.
Ἀρχιγένους ὀξυδορκικώτατον.
Ὀνίσκου τοῦ ἰχθύος λίπος τὸ ἐν τῇ κοιλίᾳ λαβὼν ἀπόστησον 𐆄 γ, σκαμμωνίας 𐆄 𐅶. τούτοις λείοις μίσγεται κεδρίας 𐆄 α. ἐγχρίεσθαι δὲ δεῖ ἢ ἐν βαλανείῳ ἢ ἐν ἡλίῳ ἐκπύρῳ.
Δημοσθένους κολλύριον πρὸς τὰς παλαιὰς διαθέσεις.
Λυκίου 𐅻 γ, χαλκοῦ κεκαυμένου 𐅻 ιβ, καδμείας 𐅻 ιβ, μηκωνίου 𐅻 ϛ, κρόκου 𐅻 ιβ, ἀκακίας 𐅻 ιβ. λέαινε ὕδατι.
Ἀνακόλλημα ῥεύματος ἐφεκτικὸν Κλέωνος.
Γῆς Σαμίας μέρος α, σμύρνης μέρος α, μάννης μέρος α. ἀναλάμβανε ὠοῦ τῷ λευκῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει κατὰ τῶν κροτάφων καὶ τοῦ μετώπου.
Ξηρὸν καλλιβλέφαρον ποιοῦν νηπίοις μάλιστα.
Στίμμεως 𐅻 ιϛ, μολύβδου κεκαυμένου 𐅻 η, λεπίδος, κρόκου, ῥόδων ἄνθους, σμύρνης, νάρδου Ἰνδικῆς, λιβάνου ἄρρενος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 α, φοινίκων ὀστᾶ λ. πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς θυίαν ἐξεράσας καὶ τρίψας ἐπίβαλλε ὀποβαλσάμου κοχλιάρια β, ἔπειτα ἀνακόψας καὶ ξηράνας χρῶ.
Ξηρίον πρὸς ψωροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας καὶ ὑπερσαρκώματα.
Καδμείας 𐅻 ι, χαλκίτεως 𐅻 κ, πεπέρεως κόκκοι ιε, νάρδου Κελτικῆς 𐅻 α. τρῖβε καδμείαν καὶ χαλκῖτιν μετʼ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ τὸ πέπερι καὶ ποιήσας χνοῶδες χρῶ.
Ὑγρὰ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχὴν καὶ πρὸς ἐγκανθίδας.
Μίσυος ὀπτοῦ 𐅻 ϛ, χαλκάνθου 𐅻 δ, μέλιτος Ἀττικοῦ 𐆂υ ι.
Ἄλλο πρὸς τύλους καὶ πᾶσαν ἐξοχήν.
Χαλκοῦ κεκαυμένου 𐅻 β, μίσυος κεκαυμένου 𐅻 α, σμύρνης, κρόκου ὄμφακος ἀνὰ 𐅻 α, οἴνου Χίου 𐆂υ η, μέλιτος Ἀττικοῦ 𐆄 ϛ.
Πρὸς ὀξυδορκίαν καὶ ἀπογλαύκωσιν.
Πέρδικος χολῆς μέρος α, μέλιτος Ἀττικοῦ μέρη γ, κενταυρίου χυλοῦ μέρος α.
Οὐλὰς ὀφθαλμῶν ἆραι.
Λαγωοῦ χολὴν μετὰ μέλιτος λειώσας ἔγχριε.
Ἀνακολλήματα τριχῶν.
Κηροῦ, πίσσης, λιθοκόλλης ἀνὰ 𐅻 α ὁμοῦ τήξας ἀπόθου· ἐν δὲ τῇ χρήσει μηλωτίδος τὸ ἄκρον πυρώσας παράπτου τῷ φαρμάκῳ καὶ τὸ διαλυόμενον αἴρων ἀνακόλλα τὰς τρίχας.
Πρὸς κριθὰς καὶ χαλάζια.
Σαγαπηνὸν μετʼ ὄξους τρίψας χρῶ.
Πρὸς αἰγίλωπας.
Λιβάνου 𐅻 η, σμύρνης 𐅻 η, λαδάνου 𐅻 δ, κηροῦ 𐅻 η, σχιστῆς 𐅻 δ, ἀφρονίτρου 𐅻 δ, πυτίας λαγωοῦ 𐅻 δ. κόπτεται τὸ φάρμακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ.
Πρὸς περιωδυνίας ὀφθαλμῶν κατάπλασμα.
Ῥόδων ξηρῶν 𐅻 δ, ὀπίου 𐅻 α, κρόκου 𐅻 α. ἀναλάμβανε μελιλώτου ἀφεψήματι ἐν γλυκεῖ.
Πρὸς περιωδυνίας ἐπίχρισμα.
Ἀλόης, λυκίου, ῥόδων χλωρῶν, κρόκου, ὀπίου, σμύρνης ἑκάστου τὸ ἴσον. οἴνῳ φυράσας ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύων ἐπίχριε τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους.
Διάρροδον Διαγόρου τὸ μέγα καλούμενον
πρὸς περιωδυνίας, φλυκταίνας, ἐπικαύματα, σταφυλώματα, προπτώσεις, ὑποπύους ὀφθαλμούς, ῥεύματα παλαιά, ὀφθαλμίας, δυσεπαλλάκτους διαθέσεις. Ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν 𐅻 οβ, καδμείας 𐅻 κδ, κρόκου 𐅻 ϛ, ὀπίου 𐅻 γ, στίμμεως 𐅻 β, χαλκοῦ 𐅻 β, νάρδου Ἰνδικῆς 𐅻 α, σμύρνης 𐆄 γ, κόμμεως 𐅻 κδ, ὕδωρ ὄμβριον.
Κροκῶδες παιδικὸν ἐπιγραφόμενον
πρὸς ἐπιφορὰς καὶ περιωδυνίας καὶ τὰς ἐκ πληγῶν διαθέσεις. Σποδοῦ πομφόλυγος 𐅻 ιϛ, κρόκου 𐅻 ιϛ, ὀπίου 𐅻 ιϛ, τραγακάνθης 𐅻 η. ὕδατι ὀμβρίῳ καὶ πρὸς τῇ ἀναλήψει ὠῶν τεσσάρων τὸ λευκόν.
Τὸ Ἀσκληπιάδειον τὸ Πακκιανὸνπρὸς περιωδυνίας, ῥεῦμα λεπτὸν καὶ πολύ, ἐπικαύματα, φλυκταίνας, ὑμένων ἐπαναστάσεις, τραχώματα, κεχρονισμένας διαθέσεις· καὶ τοὺς ὑπὸ πολλῶν ἐγχρίσεων βλαβέντας παραχρῆμα ὠφελεῖ. Καδμείας, χαλκοῦ, κρόκου, λεπίδος χαλκοῦ ἀνὰ 𐅻 ιβ, σμύρνης, λίθου αἱματίτου, ῥόδων ξηρῶν, νάρδου Ἰνδικῆς, ὀπίου ἀνὰ 𐅻 δ, πεπέρεως λευκοῦ κόκκοι κ, κόμμεως 𐅻 ιβ, οἴνου Χίου τὸ αὔταρκες. ἡ χρῆσις διʼ ὠοῦ.
Πρὸς τὴν ἀχλὺν τῶν ὀμμάτων
ἐγχεῖν δεῖ τοῖς ὀφθαλμοῖς ἐφʼ ἑκάστης ἡμέρας ὧδε πεποιημένον ἐπὶ μῆνα καὶ ἡμέραν. Μάραθρα βάλλειν χλωρὰ εἰς ἄγγος κεραμεοῦν ἔξωθεν πίσσῃ κεχρισμένον καὶ ὕδωρ ὄμβριον, ἔπειτα ἐξελόμενον τὰ μάραθρα ἔχειν ἀποκείμενον.
Σμήγματα καὶ δρώπακες. —Σμῆγμα ὁ Ἀσκληπιός.
Ἁλῶν κοινῶν, ἁλῶν ἀμμωνιακῶν, ἁλῶν Καππαδοκικῶν πεφωγμένων, κισήρεως, ἀφρονίτρου λευκοῦ, δαφνίδων ξηρῶν ἀνὰ 𐆃 α, ἐλλεβόρου λευκοῦ, στρουθίου, σταφίδος ἀγρίας, νάπυος Ἀλεξανδρίνου, θείου ἀπύρου, πυρέθρου, φέκλης, σχίνου ἄνθους, κυπέρου ἀνὰ 𐆄 ϛ, σαμψύχου, στυπτηρίας σχιστῆς, κηκῖδος, κόμμεως, λιβανωτοῦ, ἀλκυωνίου, πεπέρεως, κάχρυος, σικύου ἀγρίου ῥίζης, χαμαιλέοντος, ἴρεως, πρασίου ξηροῦ ἀνὰ 𐆄 γ. κόψας καὶ σήσας χρῶ.
Σμῆγμα ξηραῖνον κεφαλήν.
Κιμωλίας 𐅻 β, νίτρου, βρυωνίας, σικύου ἀγρίου φλοιοῦ τῆς ῥίζης ξηροῦ, κυαμίνου ἀλεύρου, θερμίνου ἀνὰ ἡμίξεστον. λεῖα μετρήσας ἕνωσον. χρῶ δʼ ἐν λουτρῷ· σπουδαίως βοηθεῖ.
Σάπων ἀποκρουστικός.
Βαλαυστίων 𐆄 α, ἀλόης, κηκῖδος, στυπτηρίας, λιβάνου, φύλλου, σιδίων, κόστου, ῥοιῶν λέπους ἀνὰ 𐆄 α, νάρδου στάχυος 𐆄 α σαρκοκόλλης 𐆄 α, σάπωνος Γαλλικοῦ 𐆄 ϛ, θέρμων πικρῶν ἀπόζεμα ὅσον αὔταρκες. ἔνιοι δὲ προστιθέασι σμύρνης 𐆄 α, κυτίνων 𐆄 α.
Δρώπαξ Γάλλος.
Κολοφωνίας τῆς λιβανωτιζούσης 𐆃 δ, πιτυΐνης 𐆃 δ καὶ τῆς ξυλώδους καλουμένης, ἐν Ἰταλίᾳ μόνῃ γινομένης 𐆃 δ, ἀποχύματος πίσσης ξηρᾶς 𐆃 δ, κηροῦ 𐆃 δ, φρυκτῆς 𐆃 ιε, πίσσης Βρυττίας 𐆃 β, νίτρου 𐆃 α ἀσφάλτου, χαλβάνης, ἀδάρκης, πυρέθρου ἀνὰ 𐆄 ϛ, ὀποπάνακος, εὐφορβίου, ἐλλεβόρου λευκοῦ, πεπέρεως ἀνὰ 𐆄 δ, θείου ἀπύρου 𐆄 γ, καστορίου, ἀμμωνιακοῦ, σταφίδος ἀγρίας ἀνὰ 𐆄 β, ἐλαίου Σικυωνίου 𐆃 α, ὀποβαλσάμου 𐆄 ϛ.
Ἄλλο ἁπλοῦν.
Κηροῦ 𐆃 α, πίσσης ξηρᾶς 𐆃 𐅶, πίσσης Βρυττίας 𐆃 α, πιτυΐνης 𐆃 α, φρυκτῆς 𐆃 α 𐆄 γ.
Ψίλωθρον.
Ὄρυζαν, κυάμινον ἄλευρον, πτισάνην ἕψε ἐν ὕδατι καὶ τῷ χυλῷ τούτων χρησάμενος ἀντὶ ὕδατος μίσγε ἀρσενικοῦ 𐆄 α, ἀσβέστου 𐆃 α καὶ μετὰ ταῦτα μίγνυε σμύρνης 𐆄 α, μαστίχης 𐆄 α, κισήρεως ὀπτῆς 𐆄 𐅶, ὀποβαλσάμου κοχλιάρια β.
Πρὸς ῥυτίδωσιν ἐκ τῶν Ῥούφου σμῆγμα.
Συνεχῶς σμηχόμενον τὸ ῥυσὸν σῶμα τούτῳ τείνεται. Σύκοις ἅμα πίοσι βρυωνία κόπτεται καὶ ἄλευρον ὀρόβου κεκαυμένον, σηπίας ὄστρακα, μέλιτος ἐπισταζομένου βραχέος.
Σμῆγμα λαμπρυντικὸν καὶ χνοῦν ἀφαιροῦν.
Κυάμων ἀλεύρου χο β, κισήρεως καθαρᾶς χο β, σεμιδάλεως χο β, ἀφρονίτρου λευκοῦ χο β, μαράθρου ἑψηθέντος εἰς πτισάνην καὶ ἀποπλυθέντος ὕστερον ὀξυμέλιτι, εἶτα κοπέντος καὶ σησθέντος χο β, σάπωνος Γαλλικοῦ 𐆃 β. μίγνυε τὸν σάπωνα εἰς τὰ λοιπὰ ἐπιθρύβων ταῖς χερσὶ καὶ κέχρησο ἐν βαλανείῳ.
Στοματικά. —Φιλαγρίου πρὸς τὰς ἐν τῷ στόματι ἀναβρώσεις.
Σχίνου καρποῦ μηδέπω μελανθέντος 𐅻 δ, κηκῖδος 𐅻 δ, κόστου 𐅻 α, φύλλου 𐅻 α.
Ἀνθηρὰ πρὸς τὰ ἐν τῷ στόματι ἕλκη.
Σανδαράκης, ἴρεως ἀνὰ 𐅻 δ, κυπέρου 𐅻 η, κρόκου, σμύρνης, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 β, ῥόδων ἄνθους 𐅻 α.
Σμῆγμα εὐῶδες ὀδόντων,
ἵνα καὶ λευκοὶ ὦσι καὶ μὴ βιβρώσκωνται. Νίτρου, σηπίας ὀστράκου, σμύρνης ἀνὰ 𐆄 α. λείοις χρῶ.
Τὸ διὰ μόρων ὡς Γαληνός.
Μέλιτος 𐆃 α, τῶν μόρων τοῦ χυλοῦ 𐆂ο ε, κρόκου 𐆄 α 𐅶, σμύρνης 𐆄 α 𐅶, στυπτηρίας σχιστῆς τριώβολον ὀμφακίου 𐆄 α, οἴνου αὐστηροῦ 𐆂ο ε. εἰ δὲ μὴ ἔχεις ὀμφάκιον, ἀντὶ αὐτοῦ ῥοῦ χυλὸν ἔμβαλλε. προέψεσθαι δὲ χρὴ τὸν χυλὸν αὐτὸν καθʼ ἑαυτὸν μόνον, ἄχρι γλοιοῦ σχῇ πάχος, εἶθʼ οὕτως προσβάλλειν τὸ μέλι, καὶ ἐπειδὰν ἤδη μέλλῃς αἴρειν τὴν κακκάβην ἀπὸ τοῦ πυρός, ἐπιμιγνύειν τὰ λοιπὰ καὶ μετὰ τὸ θεῖναι κάτω τὴν κακκάβην κινεῖν, ἄχρι πάντα ἑνωθῇ καλῶς. ἡ μὲν οὖν τοῦ μέσου τῇ δυνάμει φαρμάκου συμμετρία τε καὶ ἕψησις ἁρμόττουσα ταῖς μετρίαις φλεγμοναῖς καὶ ταῖς τῶν μειζόνων ἀκμαῖς, εἴτε πρὸς ἀρχάς τε καὶ αὐξήσεις αὕτη ἁρμόττον φάρμακον εἴρηται· πρὸς δὲ τὰς σκληρουμένας φλεγμονάς, ὅταν ἤδη παύηται μὲν ἡ ἀκμή, καὶ μηκέτι ἐπιρρέῃ μηδέν, ἥκῃ δὲ τοῦ διαφορεῖν ὁ καιρός, ἐπιμίγνυσθαι προσήκει τῷ στοματικῷ φαρμάκῳ τῶν διαφορητικῶν ἔνια· ἀρκεῖ δὲ τῇ προειρημένῃ τοῦ μέσου συμμετρίᾳ μιχθῆναι λίτρου 𐅻 δ, θείου 𐅻 δ.
Ἡ διὰ τοῦ βησασᾶ στοματικὴ διάχριστος ἔνδοξος πρὸς συνάγχας τὰς ἀπηλπισμένας.
Ἀνήσσου σπέρματος, σελίνου σπέρματος, ἄμεως σπέρματος, σχίνου ἄνθους, στυπτηρίας σχιστῆς, ἴρεως, βησασᾶ, ὅ τινες ἁρμαλᾶ καλοῦσι, κινναμώμου, σμύρνης τρωγλίτιδος, ἀριστολοχίας μακρᾶς, κασίας, κροκομάγματος, ῥόδων ξηρῶν ἀνὰ 𐆄 α, κόστου, χελιδόνων νοσσιᾶς σποδοῦ προσφάτου ἀνὰ 𐆄 γ, κρόκου 𐆄 α, νάρδου Ἰνδικῆς, ἀμώμου ἀνὰ 𐆄 𐅶, κηκῖδας η. λείοις σὺν μέλιτι χρῶ· ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι. καρκῖνοι ποτάμιοι ἐν ὕδατος ψυχροῦ 𐆂ο α λειωθέντες καὶ διηθούμενοι συναγχικῶν ἀναγαργάρισμα κρατιστόν ἐστιν· παχέα γὰρ ἄγει συχνὰ ὥστε ἐπικουφίζειν αὐτίκα.
Πρὸς συνάγχην.
Κυνείαν κόπρον λευκὴν λαβὼν ξήρανον καὶ λεάνας σῆσον καὶ ἔχε ἕτοιμον· ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι καὶ διάχριε. ἰσχυρότερον τούτου τοῦ φαρμάκου οὐδὲν ἔγνων οὔτε ἐπὶ συναγχικῶν οὔτε ἐπὶ παρισθμίων μεγάλῃ φλεγμονῇ καὶ ἀντιάδων κινδυνευόντων πνιγῆναι. ὅταν δʼ ὀστᾶ βεβρωκότες ὦσιν οἱ κύνες, λευκή τʼ ἐστὶν ἡ κόπρος καὶ ἀρίστη.
Πρὸς κιονίδα κεχαλασμένην.
Μέλιτος 𐆃 α, στυπτηρίας ὑγρᾶς 𐆃 α, ῥόδων ἄνθους 𐆃 α, ὑποκιστίδος χυλοῦ 𐆄 ε. ἕψε στυπτηρίαν μέλιτι, εἶτα τὰ ξηρὰ ἔμβαλλε καὶ οὕτω χρῶ· ἕψε δʼ ἐπʼ ὀλίγον. καλόν ἐστιν ὄντως τοῦτο τὸ φάρμακον, καὶ δεῖ χρῆσθαι τρισὶ τρόποις αὐτῷ· εἷς μὲν γὰρ τρόπος χρήσεώς ἐστι, καὶ μάλιστα ἐν ἀρχῇ, διαλύοντος τὸ φάρμακον ἢ διʼ ὕδατος θερμοῦ ἢ διʼ ὑδρομέλιτος ἀνακογχυλίζεσθαι· καὶ γὰρ παρηγορητικόν ἐστι τοῦτο καὶ τὸ δέον ἀνύει· μεταξὺ δὲ τῆς τοιαύτης χρήσεως καὶ ἀκράτῳ φαρμάκῳ χρῆσθαι προσήκει, τοῦτο μὲν διαχρίοντας τοῖς δακτύλοις, τοῦτο δὲ διὰ κοχλιαρίου προσαπτόμενον μετὰ τοῦ ἀναπιέζειν καὶ ἅμα πρὸς τοὐκτὸς ἄγειν τὴν κιονίδα· συμφέρει γὰρ ὡς ὅτι μάλιστα πρὸς τὴν γλῶτταν αὐτὴν ἐπιρρέπειν ἀποχωροῦσαν τῆς εὐθύτητος.
Εἰ λίνα πλείονα, καὶ μάλιστα τῶν ἀπὸ τῆς θαλαττίας πορφύρας, περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτοῖς τὴν ἔχιδναν, εἶτα περιάπτοις ἕκαστον λίνον τῷ τραχήλῳ, θαυμαστῶς ὅπως ὀνίνησι παρίσθμιά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. Γαληνὸς ἐπαινεῖ τοῦτο.
Ὀδόντων προφυλακτικόν.
Κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου μέρος α, μαστίχης Χίας ἥμισυ, κυπέρου τρίτον. κόψας εὖ μάλα καὶ σήσας χρῶ.
Πρὸς σειομένους ὀδόντας.
Στυπτηρίαν στρογγύλην μεθʼ ἁλὸς διπλοῦ περίπλαττε τοῖς ὀδοῦσιν, ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακράτει.
Πρὸς χείλη κατερρωγότα.
Κηκῖδα ὀμφακῖτιν λείαν ἀναλάμβανε τερμινθίνῃ ἢ ὑσσώπῳ ἢ μέλιτι καὶ ἐπίχριε. πρὸς δὲ τὰς βαθυτέρας ἐπιρρήξεις ἐπάλειφε λίπει αἰγείῳ τεθεραπευμένῳ ἢ βοείῳ ἢ μυελῷ βοείῳ ἢ στέατι χηνείῳ.
Φιλαγρίου πρὸς τὰς ἐν τῷ στόματι ἀναβρώσεις.
Σχίνου καρποῦ μηδέπω μελανθέντος, κηκῖδος ἀνὰ 𐅻 δ, κόστου, φύλλου ἀνὰ 𐅻 α.
Ἀντίδοτοι πρὸς κωλικούς.
Λύκου κόπρον ἐπότιζέ τις κωλικούς, οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ καὶ ἐν τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον. εἶδόν τινας αὐτῶν μηκέτι ἁλόντας τῷ παθήματι, τοὺς δʼ ἁλόντας οὐδέποτε αὖθις ἰσχυρῶς παθόντας, ἀλλʼ οὐδὲ μετʼ ὀλίγον χρόνον. ἐλάμβανε δὲ τὴν λευκοτέραν κόπρον, ἥτις ὀστοφαγούντων ἀποκρίνεται· ἐθαύμασα δʼ αὐτῆς ὅτι καὶ περιαπτομένη πολλάκις ἐναργῶς ὠφέλησεν. ἐλάμβανε δʼ οὗτος τὴν κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν· οὐ χαλεπῶς δὲ γίνεται τοῦτο· φύσιν γὰρ ἔχει τὸ ζῷον καθάπερ ὁ κύων, ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκέλος οὐρεῖν καὶ ἀποπατεῖν πρός τι τῶν ἐξεχόντων τῆς γῆς. εὑρίσκεται δʼ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὀστῶν μόρια, καὶ ταῦτα κόπτων καὶ λειῶν ἐδίδου πίνειν τοῖς κωλικοῖς. ἐπὶ δὲ τῶν καθαριωτέρων ἐμίγνυε ἁλός τι καὶ πεπέρεως, ἐδίδου δʼ ἐν οἴνῳ λεπτῷ, ἔστι δʼ ὅτε καὶ ἐν ὕδατι. τὸ δʼ οὖν περιαπτόμενον τῆς κόπρου ταῖς λαγόσι περιῆπτεν ἄρτημα ἔχον, μάλιστα μὲν ἀπὸ βοὸς ἢ προβάτου λυκοβρώτου γεγονός· εἰ δὲ μή, ἐκ δέρματος ἐλαφείου, περιελιττομένου τοῦ ἱμάντος ταῖς λαγόσιν. καὶ αὐτὸ δὲ τὸ περιέξον ἐκέλευσεν εἶναι ἐκ δέρματος ἐλαφείου. —Ἡ Φίλωνος πρὸς κωλικοὺς ἀνώδυνος. Κρόκου 𐅻 ε, πυρέθρου 𐅻 δ, εὐφορβίου 𐅻 α, νάρδου στάχυος 𐅻 α, πεπέρεως λευκοῦ 𐅻 κ, ὑοσκυάμου 𐅻 κ, ὀπίου 𐅻 ι. τοῦτο τὸ φάρμακον ἔνδοξόν ἐστιν.
Ἡ τρίγωνος ἀναξηραντικὴ ἀνώδυνος.
Ὑοσκυάμου σπέρματος 𐅻 δ, σελίνου σπέρματος 𐅻 δ, ἀνήσου 𐅻 β, ὀπίου 𐅻 α. σὺν ὕδατι ἀνάπλαττε τροχίσκους τέταρτον. δίδου σὺν ψυχρῷ πρωῒ καὶ ἑσπέρᾳ ἕνα.
Πρὸς τοὺς ἐκκαιομένους καταπότιον ἐκ τῶν Διοσκορίδους.
Σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 δ. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς καὶ μίξας ἀνάπλασσε καταπότια καὶ ξήραινε ἐν σκιᾷ καὶ δίδου ἓν ὑπὸ τὴν γλῶσσαν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπίνειν.
Πρὸς τεταρταίους Γαληνοῦ.
Ὀποῦ Κυρηναϊκοῦ, πεπέρεως, σμύρνης, πηγάνου φύλλων ἀνὰ 𐅻 α. λειώσας καὶ μίξας ἀναλάμβανε καὶ χρῶ πρὸ τῆς ἐπισημασίας ἐν ὀξυμέλιτι διδοὺς ὀβολοὺς β μόνους.
Πρὸς λυσσοδήκτους.
Καρκίνων ποταμίων ἡ τέφρα θαυμασίως ἐπὶ τῶν λυσσοδήκτων ὠφελεῖ, καὶ μόνη μέν, ἀλλὰ καὶ μετὰ γεντιανῆς τε καὶ λιβανωτοῦ, ὡς εἶναι τοῦ λιβανωτοῦ μὲν μίαν μοῖραν, πέντε δὲ τῆς γεντιανῆς καὶ τῶν καρκίνων δέκα. καίεσθαι δὲ τοὺς καρκίνους οὕτως· κατὰ λοπάδα ἐξ ἐρυθροῦ χαλκοῦ ζῶντας ἐπιτιθέντας τοὺς καρκίνους καίειν δεῖ, μέχρις οὗ τεφρωθῶσιν ὡς εὐκόλως λειοῦσθαι· καίειν δὲ μετὰ Κυνὸς ἐπιτολήν, ἡνίκα ἐν Λέοντι μὲν ὁ ἥλιος, ὀκτωκαιδεκαταία δʼ ἡ σελήνη. πίνειν δὲ καθʼ ἑκάστην ἡμέραν τὸ φάρμακον τοῦτο τοὺς λυσσοδήκτους ἄχρι τῆς τεσσαρακοστῆς, ἐπιπάσσων ὕδατος κοχλιάριον εὐμέγεθες· εἰ δʼ οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μεθʼ ἡμέρας τινὰς τοῦ δηχθῆναι προνοῇ τοῦ δεδηγμένου, δύο κοχλιάρια καθʼ ἡμέραν ἐπίπασσε. χρῆσθαι δὲ κατʼ αὐτοῦ τοῦ τραύματος τῷ διὰ τῆς Βρυττίας πίττης φαρμάκῳ, μίαν μὲν λαμβάνοντι τῆς πίττης λίτραν, ἕνα δʼ ὄξους δριμυτάτου ξέστην Ἰταλικόν, ὀποπάνακος δὲ 𐆄 γ. τούτοις Αἰσχρίων ἐχρῆτο, καὶ οὐδεὶς οὐδέποτε ἀπέθανεν.
Πρὸς τοὺς ἀπὸ μυκήτων πνιγομένους.
Ἐπὶ τῶν ἀπὸ μυκήτων πνιγομένων καλῶς ποιεῖ τὸ ἀφρόνιτρον, καὶ νίτρον δὲ κεκαυμένον καὶ ἄκαυστον ὁμοίως. ἀλεκτορίδων κόπρῳ ἐπί τινων ὑπὸ μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην ἐπιπάττων λελειωμένην κυάθοις τρισὶν ἢ τέτταρσιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος, καὶ προφανῶς ὠφέλησε διὰ ταχέων· ἤμεσαν γὰρ ὀλίγον ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμόν, ἐφʼ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. καὶ καλαμίνθης δὲ χυλὸς ἢ ἀπόζεμα πινόμενον θεραπεύει.
Πρὸς ἐπιληπτικοὺς τὸ διὰ σκίλλης.
Μελιτηρὸν ἀγγεῖον οὐκέτι ἔχον μέλι παρασκευάσας ἐπίβαλλε σκίλλαν εἰς λεπτὰ διαθρύψας ταῖς χερσίν, εἶτα πωμάσας στεγανῷ πώματι καὶ περιθεὶς ἔξωθεν ὅλῳ τῷ στόματι τοῦ ἀγγείου δέρμα καὶ δήσας ἀκριβῶς ἐν χωρίῳ κατατίθημι πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπομένῳ δʼ ἀπὸ τῶν βορείων πνευμάτων ὡς μηδʼ ὅλως ὑπʼ αὐτῶν καταπνεῖσθαι. ποιῶ δὲ τοῦτο κατὰ τὴν τοῦ Κυνὸς ἐπιτολὴν ἐν τεσσαράκοντα ἡμέραις· ἀτρέμα δέ πως ἔν τισιν αὐτῶν ὑπαλλάττων τοῦ κεραμίου τὴν θέσιν, θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλόμενος, εἶτα μετὰ τὸν χρόνον τῶν τεσσαράκοντα ἡμερῶν εὑρίσκω λύσας τὸ ἀγγεῖον ἡψημένῳ παραπλήσιον τὸ σῶμα τῆς σκίλλης, ἐξερρυηκότα δὲ τὸν χυλὸν αὐτῆς, ὃν ἀνελόμενος ἡδύνω μέλιτι καλλίστῳ καὶ δίδωμι τούτου καθʼ ἑκάστην ἡμέραν κοχλιάριον μεστόν, τοῖς μὲν παιδίοις μικρόν, τοῖς δὲ τελείοις μέγα. καὶ μέντοι καὶ τὸ σωματῶδες τῆς σκίλλης κόψας, λειώσας, μετὰ μέλιτος δίδωμι κοχλιάριον ἕν, ὥσπερ εἴρηται. δευτέραν δύναμιν τοῦτο τοῦ πρόσθεν ἔχειν γίνωσκε.
Πρὸς φωνῆς ῥῶσιν τροχίσκος.
Νάπυος πεφρυγμένου καὶ σεσησμένου λεπτοτάτῳ κοσκίνῳ μέρη γ, πεπέρεως λεπτοτάτου μέρος α. μέλιτι ἀναλαμβάνεται ἀπέφθῳ, καὶ γίνονται τροχίσκοι ὀβολιαῖοι. ἕνα τροχίσκον κατεσθίειν δεῖ. δῆξιν καὶ πύρωσιν οὐκ ὀλίγην ἀνίστησιν, ἀλλὰ τὴν ἀρτηρίαν ποιεῖ λείαν εἶναι.
Ἄλλο.
Ὑπὸ τῇ γλώσσῃ κρατεῖται κυάμου μέγεθος ὥστε καταπίνειν ἐπὶ σχολῆς τὸ τηκόμενον, καὶ σφόδρα τὴν ἀρτηρίαν λεαίνει τε καὶ ἀνδρειοῖ. ποιεῖται δʼ οὕτως. γλυκυρρίζης 𐅻 ιβ, κασίας 𐅻 δ, κρόκου, σμύρνης, φύλλου, νάρδου Κελτικῆς, λιβανωτοῦ, ὑποκιστίδος χυλοῦ, λυκίου, κόμμεως ἀνὰ 𐅻 β. τὰ μὲν κόπτεται, τὰ δὲ τρίβεται, καὶ μέλιτι Ἀττικῷ πάντα καταμίγνυται, συμμιχθείσης αὐτῷ τερμινθίνης 𐅻 β.
Ἡ διʼ ὀπωρῶν πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς.
Ῥοιαὶ ὁλόκληροι κ, μῆλα κυδώνια κ, ῥόδων ξηρῶν ξ̸ α, προύμνων ἀγρίων ξ̸ β, οὔων ἐπετείων ξ̸ β, ἄπιοι Ταρεντῖναι κ, μῆλα Σκαυδιανὰ λ, ῥοῦ Συριακοῦ ξ̸ γ, γλεύκους Ἀμιναίου ἀφηψημένου εἰς τὸ τρίτον ξ̸ μη. ἕψε ὁμοῦ, ἕως σχῇ μέλιτος πάχος, καὶ ἀποτίθεσο ἐν ὀστρακίνῳ καινῷ.
Ἀντίδοτος ἡ Κοΐντου ἀνώδυνος.
Στύρακος, ἀσάρου, ὀπίου, ὑοσκυάμου σπέρματος, καστορίου ἴσα· μέλιτι ἀναλάμβανε.
Ὁ Διοσπολίτης.
Ἐνίοτε μὲν ἐξ ἁπάντων ἴσων σκευάζεται, κυμίνου τε καὶ πεπέρεως μακροῦ ἢ λευκοῦ καὶ πηγάνου καὶ νίτρου, καὶ ἔστι μᾶλλον οὕτως ὑπακτικώτερος γαστρός· ἐνίοτε δὲ τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, λίτρου δʼ ἥμισυ. ἐμβρεχέσθω δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ, κἄπειτα εὐθὺς τριβέσθω· πρότερον φρυγέσθω μετρίως. ἔστω δὲ καὶ τὰ τοῦ πηγάνου φύλλα προανεξηρασμένα συμμέτρως. τούτοις τοῖς τέτταρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δʼ οὐδέν, ἀλλὰ μόνα χωρὶς τοῦ μέλιτος ἀποτεθέντα πτισάνης ἐμβάλλεται χυλῷ, ἢ ὅτῳπερ ἂν τῶν ἐδεσμάτων δόξῃ.
Τὸ διὰ τριῶν πεπέρεων τὸ ἁπλοῦν.
Εἰς 𐅻 ν ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνήσου τε καὶ θύμου καὶ ζιγγιβέρεως ἑκάστου 𐅻 η.
Τὸ διὰ καλαμίνθης.
Καλαμίνθης καὶ γλήχους καὶ πετροσελίνου καὶ σεσέλεως ἑκάστου 𐅻 β, σελίνου σπέρματος 𐅻 δ, θύμου κορύμβων 𐅻 δ, λιβυστικοῦ 𐅻 ιϛ, πεπέρεως 𐅻 μη, μέλι τὸ κάλλιστον ἀπηφρισμένον.
Τὸ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων.
Μήλων κυδωνίων τοῦ χυλοῦ λαβόντας ξ̸ β χρὴ μῖξαι μέλιτος μὲν ὡς ὅτι καλλίστου τὸ ἴσον μέτρον, ὄξους δὲ ξ̸ α, καὶ ταῦτα ἐπʼ ἀνθράκων διακεκαυμένων προεψήσαντα μετρίως καὶ ἀπαφρίσαντα μῖξαι ζιγγιβέρεως 𐆄 γ, πεπέρεως λευκοῦ 𐆄 β καὶ πάλιν ἐπὶ τῶν κεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως.
Ἡ Ζηνοφίλου ἀντίδοτος πρὸς κύστιν ἡλκωμένην καὶ νεφροὺς καὶ λίθους θραύουσα ἡ παρὰ τοῦ θεοῦ.
Κασίας σύριγγος 𐆄 α, σαρξιφάγου 𐆄 δ, βετονίκης, κυπέρου, πετροσελίνου, κόστου ἀνὰ τριώβολον, λύγου σπέρματος, λινοσπέρμου πεφωγμένου ἀνὰ 𐆄 β, φύλλου, νάρδου στάχυος, ἀσάρου, δικτάμνου, δαφνίδων, ὠκίμου σπέρματος ἀνὰ 𐆄 α, στροβιλίων 𐆄 ϛ, ζιγγιβέρεως 𐆄 𐅶, σελίνου σπέρματος 𐆄 α, μέλιτος 𐆃 β. δίδου ἐν λουτρῷ ἢ πρὸ λουτροῦ διʼ οἰνομέλιτος ἢ χρυσαττικοῦ κυάμου τὸ μέγεθος.
Καθαρτήρια. —Γαληνοῦ ἡ πικρά.
Ἀλόης 𐅻 ρ, κινναμώμου, νάρδου στάχυος, ξυλοβαλσάμου, μαστίχης, ἀσάρου, κρόκου ἀνὰ 𐅻 ϛ. ἐγὼ δʼ ἀλόης μὲν 𐅻 Ϟ, κρόκου δὲ 𐅻 ε βαλὼν οὕτως αὐτῷ χρῶμαι. ἡ δόσις ἐστὶ 𐅻 α.
Ὑπακτικὴ γαστρὸς ἢ καθαρτική.
Ζιγγιβέρεως, σκαμμωνίας ἀνὰ 𐆄 α, ἁλῶν ἀμμωνιακῶν 𐆄 δ, ἀλόης 𐆄 δ, ὄξους, γάρου ἀνὰ 𐆂ο α.
Κοκκάρια ὑγιεινά, στομαχικά, γαστρὸς ὑπακτικὰ μάλιστα·
περιγράφει δὲ καὶ τύπους. Ἀλόης 𐆄 α, ἀψινθίου χυλοῦ 𐆄 γ, σκίλλης ἐγκαρδίου 𐆄 α. τὴν σκίλλαν ἐμβαλὼν ζύμῃ καὶ ὀπτήσας ὥστε ἑψηθῆναι, τὴν σκίλλαν ἐξελὼν καὶ ἐξινιάσας στάθμισον καὶ βαλὼν εἰς ὅλμον εὐτόνως κόψον, ἐπεμβαλὼν τὸν χυλὸν τοῦ ἀψινθίου, καὶ τὴν ἀλόην λελειωμένην προσεμπάσας ἀναλάμβανε μαλάξας ὥστε ἑνωθῆναι, καὶ ποιήσας ζύμην ἀνελοῦ καὶ ἀποθέμενος πλάσσε κοκκάρια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τοῖς ἀπὸ νόσου μακρᾶς δυσαναλήπτως ἔχουσιν.
Ἄλλο.
Σκαμμωνίας 𐆄 α, ἀλόης 𐆄 α, κολοκυνθίδος ἐντεριώνης 𐆄 𐅶, βδελλίου 𐅻 γ, μαστίχης, ἀψινθίου χυλοῦ, κράμβης χυλοῦ ἀνὰ 𐅻 β. ἀναλάμβανε ὀροβιαῖα καὶ δίδου ἢ ιϛ ἢ ιθ ἢ κα τοῖς ἔχουσιν ὑγιεινῶς, νοσοῦσι δʼ ἢ ζ ἢ θ ἢ ια ἢ ιγ ἢ ιε ἑξῆς ἡμερῶν ε ἢ ζ ἢ θ. ἐὰν δὲ θέλῃς φλεγμαγωγὰ ποιῆσαι ἢ εὐτονώτερα, πρόσβαλλε τῇ ζύμῃ εὐφορβίου 𐅻 α εἰς τὸ πᾶν.
Καθαρτικὸν καλούμενον κοπτάριον.
Σεμιδάλεως 𐅻 α, κωνείου 𐅻 δ, πεπέρεως 𐅻 β, σκαμμωνίας 𐅻 γ. ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἡ τελεία δόσις 𐅻 β. χρῶ καὶ ἐπʼ ἰκτερικῶν.
Πάστιλλος καθαίρων.
Σκαμμωνίας 𐅻 δ, εὐφορβίου 𐅻 δ, πεπέρεως 𐅻 β, φύλλου 𐅻 β, μέλιτος 𐆃 α. ἡ δόσις 𐆄 α.
Κοκκία.
Σκαμμωνίας 𐆄 α, ἀλόης 𐅻 δ, εὐφορβίου 𐅻 δ. ἀναλάμβανε ὕδατι ὀροβιαῖα καὶ δίδου ζ ἢ θ ἢ ια ἢ ιγ ἢ ιε ἢ ιζ ἢ ιθ ἢ κα.
Καθαρτικὸν κωλικὸν ὑποκαθαῖρον.
Εὐφορβίου, κυπέρου, πετροσελίνου, ἴρεως ἴσα.
Τὸ συμβιωτάριον.
Σκαμμωνίας 𐆄 β, πεπερέως, ζιγγιβέρεως, ἁλῶν, πετροσελίνου ἀνὰ 𐆄 α.
Ἐλεφαντιώντων καθαρτικόν.
Κολοκυνθίδας δύο συμμέτρους τῷ μεγέθει περίγλυψον, καὶ πῶμα ποιήσαντα, τὸ σπέρμα πᾶν ἐκκενώσαντα τὴν ἐντεριώνην ἐᾶσαι δεῖ καὶ γεμίσαι ἐλαίῳ, τῷ ἰδίῳ πώματι πωμάσαι νύκτα τε ἐᾶσαι μίαν· τῇ δʼ ἑξῆς τοῦ ἐλαίου κενωθέντος ἑψῆσαι δεῖ τὰς κολοκυνθίδας ἐν ὕδατι, ἄχρι τακερωθῶσιν, εἶτʼ αὐτὰς μὲν ῥῖψαι, τοῦ δʼ ἐλαίου τῷ ὕδατι παραχυθέντος προσεμβάλλειν μέλανος ἐλλεβόρου τριώβολον, σκαμμωνίας δὲ 𐅻 α, συνεψῆσαι δὲ τούτοις πολτάριον ἐκ σεμιδάλεως, ἔπειτα ἀπʼ αὐτοῦ τῷ πάσχοντι δοῦναι λιτῶς προδιῃτημένῳ μέγεθος καρύων Ποντικῶν κδ καὶ ποτὸν ὕδωρ.
Τὸ διὰ τοῦ ζωμοῦ τοῦ παλαιοῦ ἀλεκτρυόνος καθαρτήριον.
Ἐξελεῖν δεῖ τὰ ἐντός, ἔπειτα ἐμβαλεῖν ἅλας ὥστε ἐμπεπλῆσθαι καὶ καταρράψαντας ἑψεῖν ὕδατι πολλῷ βραχὺ μὲν ἐλαίου ἔχοντι, δαψιλὲς δʼ ἀνήθου καὶ πράσου· συντακέντων δʼ αὐτῶν, ἡδὺς καὶ εὐστόμαχος μέν, καθαρτικώτατος δʼ ὁ ζωμὸς γίνεται. διδόσθω δὲ διηθημένος τὸ ἐλάχιστον 𐆂ο β, ἵνα ἄκρως ποιεῖ πρὸς τὰς κεχρονισμένας καταφοράς.
Διάχρισμα ἕδρας πρὸς ἔκδοσιν φυσῶν.
Πήγανον μέλιτι ἑφθῷ συλλειοτριβεῖται ὥστε ἔγχυλον γενέσθαι καὶ ἐσωτάτω διαχρίεται τῆς ἕδρας. πρακτικώτατον δʼ ἐστίν, εἰ προσλάβοι κυμίνου βραχὺ καὶ νίτρου ἢ κυκλαμίνου χυλοῦ. καὶ κροκύδι δʼ ἀνάλατος παρεντίθεται· φῦσαι γὰρ ὑπεξίασιν ἱκαναὶ πάνυ καὶ κουφίζουσαι.
Ῥούφου ἱερά.
Σικυωνίας ἤτοι κολοκυνθίδος ἐντεριώνης 𐅻 κ, χαμαίδρυος 𐅻 ι, ἀγαρικοῦ 𐅻 ι, σαγαπηνοῦ 𐅻 η, ὀποπάνακος 𐅻 η, πετροσελίνου, ἀριστολοχίας στρογγύλης, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 ε, κινναμώμου ἢ τοῦ διπλοῦ κασίας σύριγγος, νάρδου στάχυος, κρόκου, σμύρνης, πολίου ἀνὰ 𐅻 δ. πάντα ταῦτα μίξας, λεπτὰ ποιήσας, μέλιτι δεύσας ἀπόθου καὶ τὸ πλεῖστον δίδου 𐅻 δ.
Καθαρτικὸν Λύκου.
Σκαμμωνία μεθʼ ἁλῶν ὅτι λευκοτάτων λειοῦται ἐφʼ ἱκανόν, ἔπειτα ἕψεται ἐν πυξίδι μολυβδίνῃ ἐν διπλώματι. τρόπος δὲ τῆς διπλῆς ἑψήσεως ὅδε· πύξις μολυβδῆ ἐστι, τὸ δʼ ἐπίθεμα αὐτῆς ἢ τρῆμα ἢ αὐλὸν ἔχειν ὀφείλει· ἐνταῦθα ἡ μετὰ τῶν ἁλῶν λελειωμένη βάλλεται σκαμμωνία, καὶ ἐγκαθίσταται τὸ ἀγγεῖον τοῦτο λοπάδι ἐρεγμοῦ πλήρει. ἕψεται δʼ ὁ ἐρεγμὸς ἔχων τὴν μολυβδῆν πυξίδα, ὀξυκράτου ἐπιχυθέντος καὶ οὐχ ὕδατος, ὅ τε ἐρεγμὸς ἕψεται, καὶ ἡ σκαμμωνία ἱκανῶς ἑψήσεως ἔχει. ἐπειδὰν δὲ τοῦτο γένηται, ἀποψῦξαι ἐν τῇ πυξίδι τὸ φάρμακον χρὴ καὶ αὖθις λειοῦν, ἢ αὐτὸ καθʼ ἑαυτὸ ἢ πεπέρεως λευκοῦ μίξαντα τοσοῦτον ὅσον ἡδῦναι τὸ φάρμακον ἱκανῶς. οὕτως εἰ μεταχειρίσαιο, ἡ σκαμμωνία οὔτε τῷ στόματι οὔτε τῷ στομάχῳ ἀηδὴς γίνεται καὶ καθαίρει οὐδὲν μεῖον.
Ἄλλο καθαρτικὸν πρὸς τοὺς ἐλεφαντιῶντας.
Λαβὼν κολοκυνθίδα καλὴν ἔμβρεχε εἰς ἔλαιον νύκτα καὶ ἡμέραν, εἶτʼ ἀποχέας τὸ ἔλαιον ἕψε ἐν κυθριδίῳ καινῷ τὴν κολοκυνθίδα μεθʼ ὕδατος, ἕως ἂν καταλειφθῇ κρασίδιον, καὶ πρόσβαλλε σεμιδάλεως ὅσον ἐξαρκεῖ ἀναλαβεῖν τὸ ὕδωρ, καὶ ὅταν ἑψηθῇ, μίγνυε ἐλλεβόρου μέλανος 𐅻 α, σκαμμωνίας 𐅻 α καὶ ἀνακινήσας καρφίῳ ἀνήθου ἀνάπλασσε, ὡς ἔστι θερμόν, Ποντικοῦ καρύου μέγεθος καὶ δίδου καταπίνειν.
Διάχρισμα καθαρτικὸν κινοῦν γαστέρα.
Στυπτηρία σὺν μέλιτι συλλεανθεῖσα ἕψεται, ἕως οὗ κιρρὰ γένηται, καὶ ἐκ τούτου διαχρίουσι τὴν ἕδραν. καλεῖται δὲ χεζανάγκη τὸ φάρμακον, ῥᾳδίως δὲ πολλὰ μέν, οὐκ ἀπόνως δὲ προβιβάζει.
Θυμιάματα. —Πολτάριον ἤτοι θυμιατόν.
Ῥόδων νεαρῶν 𐆃 β — εἰ δὲ ξηρῶν, 𐆃 α —, φύλλου, κρόκου, κασίας ἀνὰ 𐆄 𐅶, στύρακος 𐆄 α, ἀμώμου 𐆄 α, ὀνύχων 𐆄 α, σμύρνης 𐆄 β, βδελλίου 𐆄 α, καρποβαλσάμου 𐆄 α, ἀκακίας 𐆄 β, ὀποβαλσάμου 𐆄 β.
Ἄλλο.
Φύλλου 𐆄 ε, ἀμώμου ἀνὰ γρ. η, καρυοφύλλων γρ. ϛ, νάρδου στάχυος γρ. ε, στύρακος γρ. ι, ῥόδων 𐆄 𐅶, σμύρνης 𐆄 α. λείου τὴν σμύρναν οἴνῳ καὶ πάντα ἀναμαλάξας ἀνάπλασσε μετὰ βραχέος ὀποβαλσάμου.
Θυμίαμα.
Κόστου, ἀμώμου, σμύρνης, κασίας ἀνὰ 𐆄 α, στύρακος, ἀκακίας, βδελλίου, ὀνύχων, βρύων, λαδάνου ἀνὰ 𐆄 β, ῥόδων κεκαθαρμένων 𐆄 κθ.
Ῥούφου ἡ ἁπλῆ.
Κολοκυνθίδος ἐστὶ 𐅻 β, πρασίου, χαμαίδρυος, στοιχάδος ἀνὰ 𐅻 ι, γεντιανῆς, ἀγαρικοῦ ἀνὰ 𐅻 ιβ, βδελλίου, νάρδου στάχυος, κρόκου, κινναμώμου ἀνὰ 𐅻 η, κασίας, σχίνου ἄνθους, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, σκίλλης ὀπτῆς ἀνὰ 𐅻 ϛ, κενταυρίου τῆς ῥίζης 𐅻 δ. λεῖα πάντα καταμίγνυται διεθέντι τῷ βδελλίῳ ἀφεψήματι πάνακος καὶ μέλιτι καθέφθῳ.
Ξηρόμυρον τὸ Ἀραβικόν.
Φύλλου, ἀμώμου, κόστου, ζαρναβοῦ ἀνὰ 𐆄 α, καρποβαλσάμου 𐆃 α.
Θυμίαμα ὑπνοποιόν.
Στύρακος, ἀμώμου, κόστου, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου Σκυθικοῦ, μανδραγόρου ῥίζης, ὀποῦ μήκωνος ἴσα. θυμία ἐπὶ τῶν κυπαρισσίνων ξύλων.
Κῦφι τὸ σεληνιακόν.
Βδελλίου 𐆄 ζ, ἑλενίου 𐆄 ζ, σχίνου ἄνθους 𐆄 β, σφάγνου 𐆄 ε, ἀρκευθίδας μικρὰς ν, ἀσπαλάθου 𐆄 𐅶, καρδαμώμου 𐆄 ε, κασίας σύριγγος 𐆄 ε, νάρδου στάχυος 𐆄 β, κυπέρου 𐆄 θ, ἀσφοδέλου ῥίζης 𐆄 δ, κυπαρίσσου σπέρματος 𐆄 γ, βράθυος 𐆄 δ, νάρδου Κελτικῆς 𐆄 γ, κόστου 𐆄 β, σμύρνης 𐆄 ζ, ἰσχάδων λιπαρῶν 𐆃 β, σταφίδων ἐκγιγαρτισμένων 𐆃 β, στροβιλίων 𐆄 γ, τερμινθίνης 𐆃 α, ῥόδων ξηρῶν 𐆄 γ, στύρακος 𐆄 ζ, φοινίκων λιπαρῶν 𐆃 α, μέλιτος 𐆃 ε, οἴνου εὐώδους τὸ ἀρκοῦν.