eul_wid: ndo-aa

Ὑπόμνημα εἰς Ἱπποκράτους Περὶ Ἄρθρων
Commentary-Hippocrates-Joints

Apollonius of Citium Commentary Hippocrates Joints PDF

1 (1t) ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΠΡΩΤΟΝ〉 Θεωρῶ φιλιάτρως διακείμενόν σε, βασιλεῦ Πτολεμαῖ ε, καὶ ἡμᾶς δὲ σὺ ὁρῶν προθύμως τὰ ὑπό σου προσταχθέντα διαπρασσομένους, τῶν ὑπὸ Ἱπποκράτους τοῦ θειοτάτου συγγράψαντος περὶ ὀργάνων εἰς ἀνθρώπων βοήθειαν ἐπινενοημένων μεταλαμβάνειν καλῶς ἔχειν ἐνόμιζον τὰ περὶ ἐξαρθρήσεων αὐτῷ συγγραφέντα, δεόντως ἐπιλαβὼν καὶ τὰ περὶ ὤμου καταρτισμοῦ, ὃ κατὰ τὸ παρὸν ἐπέταξας μεταδοῦναί σοι. ἐπεὶ γὰρ ἔνιοι δι’ ἀπειρίαν τινῶν ἠχρειώθησαν, οἱ δὲ καὶ πρὸς πολλῶν χρείας εὔθετοι καθεστῶτες ἐνεποδίσθησαν τῷ ὄκνῳ ἑαυτῶν διερμηνεῦσαί σοι, τινῶν δὲ οὐδὲ παραχρῆμα κατανοησάντων ἢ συλλογισαμένων τὴν περὶ τῶν ἄρθρων ἔκπτωσίν τε καὶ παράρθρησιν καὶ παρέλιπον τὴν διὰ τῆς ὀργανικῆς ὕλης ἔντεχνον ἁρμονίαν, τῆς τε κατὰ παλαίστραν γιγνομένης ἀρθρεμβολήσεως δημωδῶς πρασσομένης, μηδὲ ἕν σε τῶν τοιούτων διαλανθανέτω. ἵνα δὲ πάνυ εὐπαρακολούθητά σοι τὰ [παρα τανερος] κατὰ μέρος γένηται, πρότερον τὰς τοῦ Ἱπποκράτους λέξεις ἐκθήσομαι ἑτοιμοτέρους τοὺς τρόπους τῶν ἐμβολέων ὑποταξάμεν〈οσ〉 οἷόν τινα ἔραν〈ον〉 ἀπ’ αὐτῶν τῶν ἔργων, 〈αἳ〉 διὰ τῆς τῶν συμπαραλαμβανομένων ἀνδρῶν ὑπηρεσίας γίνονται· ὧν τινὰς μὲν καὶ αὐτὸς κατήρτικα, τινὰς δὲ καὶ Ζωπύρῳ παρηδρευκὼς ἐν Ἀλεξανδρείᾳ τεθεώρηκα. ὅτι δὲ ὁ ῥηθεὶς ἀνὴρ ἐπί τε τῶν καταγμάτων καὶ ἐπὶ τῆς τῶν ἐξαρθρήσεων χειρουργίας κατὰ τὸ πλεῖστον Ἱπποκράτει κατακολουθῶν ἐθεράπευεν, μαρτυρήσειεν ἂν ἡμῖν Ποσειδώνιος τῷ αὐτῷ συνδιατετριφὼς ἰατρῷ. Ἐνῆρκται τοίνυν ὁ Ἱπποκράτης τοῦ Περὶ ἄρθρων βιβλίου τὸν τρόπον τοῦτον· ὤμου δὲ ἄρθρον ἕνα τρό〈πον〉 οἶδα ὀλισθάνον [ τ α ] τὸν εἰς τὴν μασχάλη ν · ἄνω δὲ οὔπω εἶδον οὐδὲ εἰς τὸ ἔξ ω . ἑξῆς δὲ ἐπὶ ποσὸν περί τινων διελθὼν οὕτως διασαφεῖ · εὐπαίδευτον δέ ἐστιν τὸ εἰδέναι πάντας τοὺς τρόπους τῶν ἐμβολέω ν , οἷς ἰητροὶ ἐμβάλλουσιν καὶ ὡς αὐτοῖς τοῖς τρόποις τούτοις κάλλιστα ἄν τις χρέοιτ ο .
2 χρῆσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπω ν , ἢν τὴν ἰσχυροτάτην ἀνάγκην ὁρᾷ ς · κράτιστος δὲ ὁ [ς ] ὕστατος γεγραψόμενο ς . πάντας δὲ τοὺς ἐφεξῆς καταρτισμοὺς τῆς εἰς τὸ κάτω τοῦ ὤμου γινομένης ἐξαρθρήσεως διασεσάφηκεν, ὧν πρῶτον τὸν δι’ αὐτῶν τῶν ἰδιωτῶν ἐπιτελούμενον οὕτως κατακεχώρικεν· εἰ μὲν οὖν πυκνὰ ἐκπίπτο ι , ἱκανοὶ ὡς ἐπὶ πολὺ αὐτοὶ ἑαυτοῖς εἰσιν ἐμβάλλει ν . τισὶν γὰρ φύσει τὸ τοῦ ὤμου ἄρθρον, καθάπερ ἐκτέθειται, συνεχῶς ἐκπίπτει[ν] χωρὶς τῶν ἔξωθεν αἰτιῶν, οἵτινες ῥᾳδίως τὴν ἀποκατάστασιν τοῦ ἄρθρου συνήθως δι’ ἑαυτῶν ἐπιτελοῦσιν. ὃν τρόπον δὲ ἐπὶ 〈πολὺ〉 τὸν καταρτισμὸν ποιοῦνται, καὶ διὰ τούτων τῶν ἑξῆς δηλοῖ· ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους εἰς τὴν μασχάλην ἀναγκάζουσιν ἄνω τὸ ἄρθρο ν · τὸν δὲ ἀγκῶνα παράγουσιν ἀεὶ παρὰ τὸ στῆθο ς . ταύτην μὲν οὖν τὴν ἐμβολὴν οὐκ ἀναγκαῖον ἐνόμιζον εἶναι διὰ ζωγραφίας ὑποδεικνύναι, ὃν τρόπον γίνοιτο ὑπὸ αὐτῶν τῶν πεπονθότων, ὑπογράφειν σοι μᾶλλον δὲ τὰς ἐχομένως διασαφουμένας, ὧν οὕτως ἐνῆρκται· τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰατρὸς ἂν ἐμβάλλο ι , εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ ἐκπεπτωκότος ὑποβάλλοι τοὺς δακτύλου ς , ἀπαναγκάζοι δὲ ἀπὸ τῶν πλευρέων ἐπιβάλλων τὴν ἑαυτοῦ χεῖρα ἐπὶ τὸ ἀκρώμιον ἀντερείσιος [ δ ὲ ] ἕνεκ α , τοῖς δὲ †τω ανω† παρὰ τὸν ἀγκῶνα τὸν βραχίονα ἐμβάλλων ἀντωθέοι πρὸς τὰς πλευράς—συμφέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα — , 〈ἢ〉 εἰ αὐτὸς μὲν ταῖς χερσὶν καὶ τῇ κεφαλῇ οὕτω ποιοί η , ἄλλος δέ τις τὸν ἀγκῶνα παράγοι [ τ ο ] παρὰ τὸ στῆθο ς . ὁ δὲ κατὰ μέρος χειρισμός, ὃν τρόπον ὑποτετάχαμεν, οὕτως ἂν ἐπιτελοῖτο· τοὺς δὲ ἑξῆς τρόπους τῶν ἐμβολέων δι’ ὑπομνημάτων, ζωγραφικῆς δὲ σκιαγραφίας τῶν κατὰ μέρος ἐξαρθρήσεων παραγωγῆς τε τῶν ἄρθρων ὀφθαλμοφανῶς τὴν θέαν αὐτῶν παρασχησόμεθά σοι. Πρῶτον μὲν οὖν ἐμβολῆς τρόπον τοιοῦτόν τινα γινόμενον ὑπογέγραφεν, ἐάν τε καὶ ἐπὶ τῶν συνήθως ἐξαρθρούντων ἐάν τε καὶ ἐπὶ τῶν πρώτως τοῦτο παθόντων ἰατροῦ χρεία τις ᾖ· δεύτερον δὲ τοῦτον κατακεχώρικεν· ἔστιν δὲ ἐμβολὴ [ς ] ὤμου καὶ ἐς τὸ ὀπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχι ν , ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾶν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενο ν , τῇ δ ’ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδει ν . ἐφ’ ἑκατέρων δὲ τῶν προκειμένων καταρτισμῶν ἐφέστακεν, ὅτι κατάτασιν οὐδ’ ἥντιν’ οὖν ἔχοντές τινων ἐξαρθρήσεων κρατοῦσιν, ἐπεί γε ἐν τοῖς Περὶ ἀγμῶν τοῦ κατὰ φύσιν ἔχεσθαι διείληφεν τὴν ἐπὶ τῶν τοιούτων γινομένην εἰς τὸ ἰθὺ τάσιν. ἐναρχόμενος δὲ τοῦ βιβλίου οὕτως διασεσάφηκεν· „τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθύτατα τὰς κατατάσιας ποιεῖσθαι· αὕτη γὰρ ἡ δικαιοτάτη φύσις.“ οὐ μὴν ἀλλά ποτε τεθεωρηκὼς ἐπὶ τῶν ῥηϊδίως δυναμένων ὦμον ἀποκαθίστασθαι τὴν ἔνθεσιν χωρὶς κατατάσεως ὃν τρόπον προδιηρίθμηται γεγενημένην οὕτως ταῖς προκειμέναις ἐμβολαῖς ἐν τῷ Περὶ ἄρθρων ἐπήνεγκεν· αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ κατὰ φύσιν ἐοῦσαι ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον ἀναγκάζουσιν ἐμπίπτει ν .
3 Σπουδὴ μὲν οὔπω κωλύσει τήν τινων περὶ τὰ ὄργανα ἀπειρίαν, μάλιστα τὴν τῶν Ἡροφιλείων ἀχειρίαν, ἐνδείξασθαι, οἵτινες τὴν ἐπὶ τῶν πραγμάτων γυμνασίαν ἀπολελυμένοι, ψιλῶς δ’ αὐτῷ τῷ λόγῳ προσέχοντες διεσφάλησαν. Βακχεῖος τοίνυν ἐπιβαλλόμενος τὰς Ἱπποκρατείους λέξεις ἐξηγήσασθαι καὶ μὴ δυνηθεὶς νοῆσαι, τί ποτέ ἐστιν τὸ ἀμφισφάλλουσαι τὸ ἄρθρο ν, „περιβάλλουσαι“ 〈ἐπεῖπε〉, ἐπείπερ εὔγνωστον ὑπῆρχεν αὐτῷ διὰ πλειόνων, ὅτι παρὰ τῷ ἰατρῷ τὸ ἀμφί περί σημαίνει. πῶς δ’ οὐκ ἄν τις εἴπειεν αὐτὸν ὑπ’ ἀπειρίας συνεσχημένον καὶ τὴν τῶν ἰατρῶν καὶ τὴν τῶν φιλομαθούντων διεστροφέναι διάνοιαν; ἀπὸ γὰρ τοῦ σφάλλειν, καθάπερ καὶ ἐν παλαιστρικῇ τὸ περισφάλλειν, 〈τὸ ἀμφισφάλλειν〉 ἐν τοῖς προκειμένοις ἐντέτακται τῷ τὸ ἄρθρον διά τινος αἰφνιδίου περὶ τὸν τόπον †οικισμου† παρορισθὲν εἰς τὸ κατὰ φύσιν ἀποχωρεῖν ἀναγκάζεσθαι. οὐ κατὰ φύσιν δ’ οἴεται εἶναι τὰς προκειμένας ἐμβολὰς διὰ τὸ μὴ μετὰ κατατάσεως αὐτὰς γίνεσθαι. ὅτι δὲ οὐ περιβάλλειν τὸ ἄρθρον, ἀλλὰ περισφάλλειν λεκτέον κατὰ τὸν ἰατρόν, καὶ διὰ τί τὸν τοιοῦτον τρόπον οἴεται παραίτιόν ποτε καταρτισμοῦ γίνεσθαι, φανερὸν ἐξ ὧν ἐν τοῖς αὐτοῖς οὕτως διασαφεῖ· τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσεως ἐμβάλλοντα ι , αἱ δὲ ἐκ κατατάσιο ς , αἱ δὲ ἐκ περισφάλσιο ς . κέχρηται δὲ τῷ παραπλησίῳ τῆς ἑρμηνείας τρόπῳ διασαφῶν †ἐνίοις† οὕτως· περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἦ ν , καὶ κατὰ μὲν τὴν κλίσιν περισφάλλεσθαι τὸ σῶμα κίνδυνος εἴ η . ἔτι δὲ καὶ περὶ μηροῦ καταρτισμοῦ μνείαν ποιούμενος οὕτως δι〈ασ〉εσάφηκεν· πολλοῖς γὰρ συγκάμψασιν τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησάμενο ν . τὰ μὲν οὖν πρὸς Βακχεῖον ἐπὶ τοσοῦτον εἰρήσθω· τὴν δὲ δευτέραν ἐμβολήν, ὃν τρόπον ὑπογέγραπται, μεθοδευτέον. Τρίτον δὲ ἐμβολῆς τρόπον ἐγχειρῶν τῶν κατὰ τὸν ὦμον ἐκπτώσεων εἰκότως ὑπογέγραφεν· οἱ δὲ τὰς ἐμβολὰς ἐρρωμένως ἐμβάλλειν εἰωθότες εὐθέως καταναγκάζουσι ν . χρὴ γὰρ τόν τε ἄνθρωπον χαμαὶ κατατεῖναι ὕπτιον τόν τε ἐμβάλλοντα χαμαὶ ἵζεσθα ι , ἐ φ ’ ὁκότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκ ῃ , ἔπειτα λαβόμενον ταῖς χερσὶ τῆς χειρὸς τῆς σιναρῆς κατατείνει ν , τῇ δὲ πτέρνῃ εἰς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθεῖ ν , τῇ μὲν δεξιῇ εἰς τὴν δεξιή ν , τῇ δὲ ἀριστερῇ εἰς τὴν ἀριστερή ν . δεῖ δὲ εἰς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρ μόσο ν · ἐπιτηδειόταται δὲ πάνυ αἱ μικκαὶ σφαῖραι αἱ σκληρα ί , οἷον 〈αἳ〉 ἐκ τῶν πολλῶν σκυτέων ῥάπτοντα ι .
4 ἔπειτεν περὶ τοῦ κατὰ τὴν μασχάλην γινομένου διὰ τὴν κατάτασιν κοιλώματος ὑποδείξας ἑξῆς φησιν· χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν ἐπὶ τὸν ὑγιέα ὦμο ν , ὡς μὴ περιέλκηται τὸ σῶμα τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένη ς · ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανό ν , ὅταν ἡ σφαῖρα ἐντεθῇ εἰς τὴν μασχάλη ν , περὶ τὴν σφαῖραν περιβεβλημένου τοῦ ἱμάντος καὶ κατέχοντο ς , λαβόμενον ἀμφοτέρων τῶν ἀρχῶν τοῦ ἱμάντος ἀντικατατείνειν τινὰ ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον τῷ ποδὶ προσβάντα τοῦ ἀκρωμίου πρὸς τὸ ὀστέο ν . ἡ δὲ σφαῖρα ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρῶν κείσθω καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονο ς . οὐδεμία δὲ ἐπὶ τούτων ἐστὶ χρεία περιεργαζόμενον ἐξηγεῖσθαι τὰ κατὰ μέρος ἐν τῷ χειρισμῷ πρασσόμενα· σαφέστερον γὰρ αὐτὸς ὁ ἰατρὸς ἐν τούτοις ἕκαστα 〈ἐφέστα〉κε, ὃν τρόπον χρὴ γινώσκειν. διὸ καὶ μηθεὶς ἡμᾶς ἀργότερον ἱσταμένους περικάμπτειν ὑπολάβοι τὴν μετὰ τὰς λέξεις διήγησιν, ἀλλὰ τὸ διλογεῖν ἐργῶδες εἶναι νομίζομεν. ὃν τρόπον μὲν οὖν δεῖ τὸν καταρτισμὸν τοῦ ἄρθρου πτέρνῃ ποιεῖσθαι, προσυποτετάχαμεν. Ἀξίως δὲ ταύτην τὴν ἐμβολὴν ὑπογέγραφεν· ἔστιν δὲ καὶ ἄλλη ἐμβολ ή , ὥσπερ κατωμίζουσιν ἐς ὀρθό ν . μείζω μέντοι χρὴ εἶναι τὸν κατωμίζοντ α , διαλαβόντα δὲ τὴν χεῖρα ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξὺν κἄπειτα ὑποστρέψα ι , ὡς περ〈ι〉ίζηται ἕδρ ῃ , οὕτως στοχασάμενο ν . ὅπως δὲ 〈ἀμφὶ〉 τὸν ὦμον τὸν ἑωυτοῦ κρεμᾷ τὸν ἄνθρωπον κατὰ τὴν μασχάλη ν , αὐτός τε ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιείτω ἢ ἐπὶ τὸν ἕτερο ν , τοῦ 〈τε〉 κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς μάλιστ α . ἐν τούτῳ δὲ τῷ σχήματι ἀνασειέτ ω , ὅταν μετεωρίσῃ τὸν ἄνθρωπο ν , ὡς ἀντιρρέπῃ τὸ ἄλλο σῶμα αὐτῷ ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένο υ . ἢν δὲ ἄγαν κοῦφος ᾖ ὁ ἄνθρωπο ς , καὶ προσεκκρεμασθήτω τις ὄπισθεν κοῦφος παῖ ς . δεῖ δὲ τὸν καταρτισμὸν οὕτως ποιεῖσθαι παλαιστρικώτερον ὄντα, καθάπερ ὑπογεγράφαμεν. Πᾶσιν δὲ τοῖς προειρημένοις ὁ Ἱπποκράτης οὕτως ἐπεφώνησεν· αὗται αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσι ν , ὅτι οὐδὲν ἀλλοίων ὀργά [ μ ε ]νων δέονται ἐπεισενεχθῆνα ι · χρήσαιτο δὲ ἄν τις καὶ ἄλλοθ ι . οὐ γὰρ μόνον ἐάν τι τοιοῦτο ἐν ταῖς κατὰ παλαίστραν γυμνασίαις συμβῇ, χρηστέον τοῖς προδιῃρημένοις ἐκ τοῦ καιροῦ καταρτισμοῖς, ἀλλὰ καὶ ἐὰν ἐν ἄλλοις τόποις ἀπολειφθεῖσ〈ιν〉 ἐπακολουθήσῃ μηδε μιᾶς ὀργανικῆς ἀνάγκης παρούσης.
5 ἤδη δὲ καὶ τὰς ἐπὶ ποσὸν τῇ διὰ τῶν ἀνδρῶν γινομένῃ βίᾳ προσδεομένας ἐξαρθρήσεως μοχλείας οὕτως διασαφεῖ· ἀτὰρ καὶ οἱ περὶ τὰ ὕπερα ἀναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσι ν . χρὴ δὲ τὸ μὲν ὕπερον κατειλίχθαι τιν ί · ἧσσον γὰρ ἂν ὀλισθάνο ι · ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονο ς . καὶ ἢ〈ν〉 μὲν βραχὺ ἔῃ τὸ ὕπερο ν , καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπί τινο ς , ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερο ν . μάλιστα δὲ ἔστω μακρότερον τὸ ὑπεροειδέ ς , ὡς ἂν ἑστεὼς ἄνθρωπος κρέμηται μικροῦ δεῖν ἀμφὶ τῷ ξύλ ῳ · καὶ ἔπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος παρὰ τὸ ὕπερον ἔστ ω , τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταναγκαζέτω τις περιβάλλων περὶ τὸν αὐχένα παρὰ τὴν κλεῖδα τὰς χεῖρα ς . αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστί ν , καὶ ἐμβάλλειν δύναντα ι , ἢν χρηστῶς σκευάσωντα ι . δεῖ γὰρ ἡμᾶς τὸ ξύλον ἀσφαλῶς ἑδράζειν, ὅπως ἂν μή τι κατὰ τὸν χειρισμὸν ἐμπόδιον ἐπενέγκῃ σαλευόμενον. †θειη γε† βιαιοτέραν ἔχει τὴν μοχλείαν οὗτος ὁ τρόπος· ὡς δ’ ἄν τις χρῷτο τῷ καταρτισμῷ περὶ τὸ ὑπεροειδὲς ξύλον, ὑπόκειται. Ἀσφαλέστερον δὲ τὸ διὰ τοῦ κλιμακίου γινόμενον διὰ τούτων ὑποτέταχεν· ἀτὰρ καὶ ἡ κατὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη καὶ ἔτι βελτίω ν , ὅτι ἀσφαλέστερον πᾶν τὸ σῶμα τὸ μὲν τείνετα ι , τὸ δὲ ἀντισηκώσει μετεωρισθέ ν . περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπήγ ῃ , περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ ἢ τ ῇ . χρὴ μέντοι καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι στρογγύλον ἄνωθεν ἐναρμόσον εἰς τὸ κοῖλον τῆς μασχάλη ς , ὅπως διαναγκάσῃς τὴν κεφαλὴν τοῦ βραχίονος εἰς τὴν φύσιν ἀπιένα ι . πυκνότερον εἴωθεν ἐπὶ τῶν ἀναγκαίαν χρείαν ἐχόντων διαστέλλεσθαι πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν χρησίμων· ὃ δὴ καὶ νῦν πεποίηκεν πάλιν ὑπομνήσας, ὅτι δέον ἐστὶν καὶ ἐπὶ τοῦ κλιμακτῆρος προσεπιδεδέσθαι τι στρογγύλον πρὸς ἐκπλήρωσιν τοῦ ἐν τῇ μασχάλῃ κοίλου τῷ διὰ τοῦ τοιούτου τρόπου μάλιστά πως εἰς τὸ ἄνω μοχλεύεσθαι τὴν τοῦ ὤμου κεφαλήν. τὸ δὲ κλιμάκιον οἱ μὲν οἴονται εἶναι πῆγμα τετράγωνον παραπλήσιον †κλιμακοειδη αντιας† καὶ ὀνίσκον ἔχον ἐν τῷ κάτω μέρει, οἱ δὲ κλίμακα τὸ κλιμάκιον εἰρῆσθαί φασιν καὶ λαμβάνοντες οἰκοδομικὴν κλίμακα περὶ ἕνα τῶν ἀναβαθμῶν ἀφ’ ὕψους ὑπερρίπτουσιν τὴν χεῖρα προϋποτιθέντες σφαίρωμα πρὸς ἐκπλήρωσιν τῆς μασχάλης, εἶτ’ ἀφιᾶσιν ἐκ μὲν τοῦ ἑτέρου μέρους τῆς κλίμακος αἰωρεῖσθαι τὸν ἄνθρωπον, τοῦ ἐδάφους ἤτοι μὴ ἁπτόμενον ἢ βραχέως γε θιγγάνοντα, ἐκ δὲ τοῦ ἑτέρου μέρους τὴν ἐξηρθρηκυῖαν χεῖρα διακατέχοντες ἐπὶ ποσὸν ἐπισπῶνται.
6 καὶ δοκεῖ γέ μοι τοιοῦτος ὁ τῆς ἐμβολῆς ὑπάρχειν τρόπος καὶ οὐ διά τινος ὀργανικῆς ἀνάγκης εἰρῆσθαι γινόμενος. ἐμέμνητο γὰρ ἂν ὁ ἰατρὸς τῆς κατασκευῆς αὐτοῦ, καὶ οὐκ ἄν ποτε τὴν ἑξῆς ἐμβολὴν κρατίστην πασῶν εἶναι διέλαβεν, εἴπερ ἐξεπεφεύγει τὴν τῶν ἐκ τοῦ καιροῦ πρὸς βοήθειαν ἐπινοουμένων μηχανημάτων εὐπορίαν. καὶ τὰ ἑπόμενα δὲ σὺν τοῖς προδιηριθμημένοις τῆς αὐτῆς ἐπινοίας ἔχεται· οὐ μὴν ἀλλ’ ἐν τοῖς ἐπὶ πᾶσιν τοῦ βιβλίου ἀνακεφαλαιούμενος πάσας τὰς ἐμβολὰς καὶ ἐπὶ τοῦ ὤμου φησίν, ὅτι καὶ περὶ κλίμακος 〈... ὡσ〉 δὲ χρηστέον ἐστὶ τῇ ὑποπιπτούσῃ μεθόδῳ, προσυπόκειται. Κράτιστον δὲ ὤμου καταρτισμὸν διὰ τῶν ἐχομένων οὕτως φησίν· κρατίστη μέντοι πασέων τῶν ἐμβολέων ἡ τοιήδ ε · ξύλον χρὴ εἶναι πλάτος μὲν ὡς πενταδάκτυλον τὸ ἐπίπαν ἢ τετραδάκτυλον ἢ καὶ λεπτότερο ν , μῆκος δὲ δίπηχυ ἢ καὶ ὀλίγῳ ἔλασσο ν . ἔστω δ ’ ἐπὶ θάτερα ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατο ν . ἄμβην δὲ ἐχέτω μικρὸν ὑπερέχουσα〈ν〉 ἐπὶ τῷ ἐσχάτῳ τοῦ περιφερέος ἐν τῷ μέρει μὴ τῷ πρὸς τὰς πλευρά ς , ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντ ι , ὡς ὑφαρμόσειεν τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενο ν . ὀθονίῳ δὲ ἢ ταινίῃ μαλακῇ ἁπλῇ κατακεκολλήσθω ἄκροθεν τὸ ξύλο ν , ὅπως προσηνέστερον ἔ ῃ . ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονο ς , τὴν ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείνοντα προσκαταδῆσαι κατά τε τὸν βραχίονα κατά τε τὸν πῆχυν κατά τε τὸν καρπὸν τῆς χειρό ς , ὡς ἀτρεμέ ῃ . μάλιστα δὲ περὶ παντὸς χρὴ ποιεῖσθα ι , ὅπως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔστα ι , ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονο ς . ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι καὶ ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα σὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρο ς , ὡς ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔ ῃ , ἐπὶ θάτερα δὲ τὸ σῶμ α , κατὰ τὴν μασχάλην δὲ ὁ στρωτή ρ · καὶ ἔπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν σὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρ α , ἐπὶ δὲ θάτερα τὸ ἄλλο σῶμ α . ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθ ω , ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶνα ι . ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ Βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι „ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσιν τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεισ“. καὶ διὰ τούτων φησὶν πάλιν· „ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δημόκριτος εἴη καλῶν τῆς ἴτυος τὴν τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην“. ἔχει[ν] δὲ παρ’ αὐτῷ καὶ οὕτως· „ἀναγέγραπται δὲ ὁμοίως· ἄμβων τῆς λοπάδος τὸ περικείμενον χεῖλος. Ἀριστοφάνη ς· ὁ πολλῶν λοπάδων τοὺς ἄμβωνας περιλείξασ“.
7 ταῦτα 〈τὰ〉 κομιζόμενα μαρτύρια παντελῶς ἐστιν εὐήθη[ς] κεχωρισμένα τῆς ἀπὸ τῶν συμβαινόντων χρείας. ἔδε〈ι〉 δὲ ἱστορηκότα τοῦτο κατακεχωρικέναι, ὅτι Κῷοι τοὺς τῶν κλιμάκων ἀναβαθμοὺς ἄμβωνας καλοῦσιν, ὥστ’ εἰρῆσθαι τὴν ἐν τῷ ξύλῳ ὑπεροχὴν τοιαύτην εἶναι, ὁμοίαν ἀναβαθμῷ εἰς τὸ βάθος ἐκκοπὴν ἔχουσαν· πᾶν γε τὸ μὴ κατ’ εὐθὺ φέρον ἐν τῷ βάθει, ἀλλὰ πρὸς τὸ κάτω [εἶναι] νενευκὸς τρῆμα καλοῦσι οἱ τούτων ἐργάται ὑπαμβές. πλὴν ταῦτα μὲν παρήσω νῦν, σαφέστερον γὰρ Ἱπποκράτη〈σ〉 διὰ τῶν προκειμένων περὶ τῆς τοῦ ξύλου κατασκευῆς καὶ χρήσεως ὑπογέγραφεν. ἡ δ’ ἐμβολὴ γένοιτ’ ἂν οὕτως. Ἔτι δὲ πρὸς τὸ προκείμενον τοιαῦτά τινα προσεπιλέγει[ν]· οὗτος ὁ τρόπος παρὰ πολὺ κράτιστος ἐμβολῆς ὤμο υ · δικαιότατα μὲν γὰρ μοχλεύει [ν] , ἢν μόνον ἐσωτέρω ᾖ [ν ] τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονο ς · δικαιόταται δὲ αἱ ἀντιρροπα ί , ἀσφαλὲς δὲ τὸ ὀστέον τοῦ βραχίονο ς . τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον ἢ ὡς ἄν τις οἴοιτ ο , πρὶν ἢ καὶ κατατετάσθαι δοκεῖ ν . ἀτὰρ καὶ τὰ παλαιὰ μόνον αὕτη τῶν ἐμβολέων οἵη τ ’ ἐμβιβάσα ι , ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλη ν , ἡ δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ ᾖ πεποιημένη ἐν τῷ χωρί ῳ , ἵνα ἐξεκλίθ η . οὐ μὴν ἀλ λ ’ ἐμβάλλειν γάρ μοι δοκεῖ καὶ οὕτως πεπαλαιωμένον βραχίον α . τί γὰρ ἂν δικαία μόχλευσις οὐ κινήσειε ν ; μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρη ν , ἀλ λ ’ ὀλισθάνειν εἰς τὸ ἔσ ω . οὐ μόνον δὲ τῇ ὑπὲρ τὸν στρωτῆρα τῆς χειρὸς ὑπερθέσει συγχρῆσθαι διείληφεν, ἀλλὰ καὶ ἐφ’ ἑ[κα]τέρων τῶν παρατυχόντων, οἷον εὐθέως ὑποτέταχεν ἐπὶ τοῦ κλιμακίου λέγων οὕτως· τὸ αὐτὸ δὲ ποιεῖ καὶ περὶ κλιμακτῆρα καταναγκάζειν τὸν τρόπον τοῦτον σκευάσαντ α . τὴν δὲ τούτου καταγραφὴν παρήσομαι διὰ τὸ καὶ ἐν τοῖς προεκκειμένοις διασαφεῖσθαι. τὰ δὲ ἑξῆς οὕτως ὑπογέγραφεν· πάνυ μὲν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσαλικὸν ἀναγκάζειν νεαρὸν ὂν τὸ ὀλίσθημ α . ἐσκευάσθαι μὲν γὰρ χρὴ τὸ ξύλον οὕτω ς , ὥσπερ εἴρητα ι , ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ καὶ ἔπειτα τὸν βραχίονα σὺν τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ καὶ ἐπὶ μὲν θάτερα τὸ σῶμα καταναγκάζει ν , ἐπὶ δὲ θάτερα τὸν βραχίονα σὺν τῷ ξύλ ῳ .
8 ἡ δὲ ἐμβολὴ γένοιτ’ ἂν οὕτως. [ἡ ἐπὶ θάτερα κατοχὴ παραλέλειπται. ἔσται οὖν περιτροπή, καὶ ἡ χεὶρ ἀφέστηκεν ἀπὸ τοῦ ἀγκῶνος.] Τὸν δ’ αὐτὸν τρόπον καὶ οὕτως γενέσθαι σεσήμαγκεν· τὸ αὐτὸ δὲ ποιεῖ καὶ ὑπὲρ δικλίδος θύρης ἀναγκάζει ν . χρῆσθαι δὲ χρὴ ἀεὶ τούτοι ς , ἃ ἂν τύχῃ παρεόντ α . ὁ μὲν αὐτὸς τρόπος ἐστὶν τῆς ἐμβολῆς ὁ διὰ τοῦ ξύλου γινόμενος τοῦ τὴν ἄμβην ἔχοντος. ἡ δέ γε πεῖρα [τὰ] 〈ἐ〉πλεόνασε τοῖς τοιούτοις ὑποδείγμασιν τοῖς πρὸς τὴν ὑπέρθεσιν τῆς χειρὸς εὐθέτοις χάριν τοῦ τοῖς παραπίπτουσιν ἐκ τοῦ καιροῦ συγχρωμένους ῥᾳδίως ἐπιτελεῖν τὸ προκείμενον. καθόλου δ’ ἐπὶ τῆς τοῦ ὤμου ἐμβολῆς προνοητέον, καθάπερ διέσταλται, καὶ ἐπὶ τῶν λοιπῶν μὲν τῶν ἐντιθεμένων εἰς τὴν μασχάλην ἐκπληρώσεως χάριν καὶ ἐπὶ τοῦ ξύλου δέ, ὡς ἐσωτάτω καὶ μεταξὺ τεθήσεται τῆς κεφαλῆς τοῦ ὤμου καὶ τῶν πλευρῶν καὶ ὅπως ἂν ἡ αὐτοῦ ὑπεροχὴ μὴ πρὸς τὰς πλευράς, ἀλλὰ πρὸς τὸν ὦμον ἐντὸς ἐπιστρέφηται· οὕτω γὰρ τοῦ ξύλου τεθέντος καὶ ἐπίβασιν ἐπὶ τὴν ἐξοχὴν αὐτοῦ τῆς τοῦ ὤμου κεφαλῆς ποιησαμένης εὐχερὴς εἰς τὸ κατὰ φύσιν ἀπο〈κατά〉στασις ἔσται. καταρτίζεται δὲ ὦμος ὑπὲρ τῆς δικλίδος θύρας τὸν τρόπον τοῦτον. Ἐπὶ πᾶσι δὲ τοῖς προδιηριθμημένοις τὰ τοιαῦτα ἐπέζευξεν· εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν εἰς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντ α . ἀναγκαῖον γάρ ἐστιν τῷ μέλλοντι κατὰ τρόπον τῶν ἄρθρων καταρτισμὸν ποιεῖσθαι τὴν περὶ ἑκάστου ὑπάρχουσαν διαφορὰν φύσει ἕξει ἡλικίῃ προσλαμβάνεσθαι, ἵνα μὴ ἐπὶ πάντων μιᾷ καὶ τῇ αὐτῇ ἀνάγκῃ χρώμενος, καὶ ἐφ’ ὧν μὴ 〈δεῖ〉, διαβι[β]άζηται, οἷον ἐπὶ νηπίων τε καὶ ἀσθενῶν καὶ τῶν φύσει καὶ ἕξει ῥᾳδίως δυναμένων καταρτισθῆναι, ἢ πάλιν ἐπί τινων διὰ νεύρων ἢ ἕξεως σκληρότητα μὴ εὐχερῶς κατακρατουμένων ἀφιστῆται τοῦ προκειμένου, προσάγῃ δὲ τὰς βιαστικωτέρας ἀνάγκας. ἑξῆς δὲ τὴν ἐν τῇ φύσει καὶ ἕξει διαφορὰν οὕτως ὑπογέγραφεν· διενέγκαι μὲν γὰρ ἄν τι καὶ κοτύλη κοτύλη ς , ἡ μὲν εὐυπέρβατος ἐοῦσ α , ἡ δὲ καὶ ἧσσο ν . πλεῖστον δὲ διαφέρει τῶν νεύρων ὁ ἔνδεσμο ς , τοῖς μὲν ἐπιδόσεις ἔχω ν , τοῖς δὲ συνδεδεμένο ς . καὶ γὰρ ἡ ὑγρότης τοῖς ἀνθρώποις γίγνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τὴν τῶν νεύρων ἀπάρτησι ν , ἢν χαλαρά τε ᾖ φύσει καὶ ἐπιτάσεις εὐφόρως φέρ ῃ . συχνοὺς γὰρ ἄν τις ἴδο ι , οἳ οὕτως ὑγροί εἰσι ν , ὥστ ε , ὁπόταν 〈ἐθέλωσιν 〉 , ἐξίσταται ἀνωδύνως καὶ καθίσταται ἀνωδύνω ς . διαφέρει μέντοι τι καὶ ἕξις σώματο ς . τοῖς μὲν γὰρ εὖ ἔχουσιν τὸ γυῖον καὶ σεσαρκωμένοις ἐκπίπτει ἧσσον ἐμπίπτει τε χαλεπώτερο ν . ὅταν αὐτοὶ σφῶν ἑαυτῶν λεπτοὶ καὶ ἄσαρκοι ἔωσι ν , τότε ἐκπίπτει μᾶλλον ἐμπίπτει τε ῥᾷ [ δ ι ]ο ν . περὶ μὲν οὖν ὤμου καταρτισμοῦ ταῦθ’ ὑπογέγραφεν· περὶ δὲ τῆς σημειώσεως οὕτως διασαφεῖ· γιγνώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τοῖσδε χρὴ τοῖς σημείοι ς · τοῦτο [ ι ς ] μέ ν , ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλ η , παραδείγματι χρῆσθαι χρὴ τῷ ὑγιεῖ 〈πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ〉 πρὸς τὸ ὑγιέ ς , μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα—ἄλλοι γὰρ ἄλλων 〈μᾶλλον〉 ἔξαρθροι πεφύκασιν — , ἀλλὰ αὐτοῦ τοῦ κάμνοντο ς , ἢν ἀνόμοιον ᾖ τὸ ὑγιὲς τῷ μὴ ὑγιε ῖ .
9 εἶτεν μετά τινας ἀριθμοὺς τὰ παρακολουθοῦντα σημεῖα διὰ τούτων ἐκτέθειται· ἀτὰρ τοῦτο μὲν ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέο ς , τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τοῦ ἀκρωμίου τὸ ὀστέον ἔξοχον φαίνετα ι , ἅτε ὑποδεδωκότος τοῦ κάτω χωρίο υ . παρασύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει [ν ] τιν ά , ἀλλὰ ὕστερον περὶ αὐτοῦ γέγραπτα ι · ἄξιον γὰρ γραφῆς ἐστι ν . τοῦ δὲ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρο υ . ἢν μέντοι τις προσαναγκάζο ι , προσάγετα ι , ἐπιπόνως δὲ τοῦτ ο . ἄνω τὴν χεῖρα ἀεῖραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μᾶλλον δύναντα ι , ὥσπερ τὴν ὑγιέ α , οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίω ς . τά τε οὖν σημεῖα ταῦ τ ’ ἐστὶν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ αἱ ἐγγεγραμμένα ι . ταῦτ’ ἐστὶν ὅσα ποτὲ περὶ ὤμου καταρτισμοῦ παρ’ Ἱπποκράτει διασαφεῖ〈ται〉 δυνάμενα ῥᾳδίως καὶ ὑπὸ τῶν κατὰ τὸ πλεῖστον ἐν παλαίστρᾳ διατριβόντων κρατηθῆναι. ἀναγκαῖον οὖν καὶ σοὶ πρὸς τὰ συμβαίνοντα γιγνώσκεσθαι. ἐὰν δὲ καὶ τὸν τῶν λοιπῶν ἄρθρων καταρτισμόν, ὃν τρόπον δεῖ ποιεῖσθαι κατὰ τὸν ἰατρόν, προαιρῇ μεταλαμβάνειν καὶ τὸ ὑπ’ αὐτοῦ πρώτως ἐπινοηθὲν πρὸς ταῦτα ὄργανον εἰδῆσαι σπεύδῃς, μετὰ τῆς ἐνδεχομένης ἀκριβείας ἀναγραφὲν δοθήσεταί σοι. ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΔΕΥΤΕΡΟΝ〉 Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, βασιλεῦ Πτολεμαῖ ε, περὶ ὤμου καθ’ Ἱπποκράτην ἐμβολῆς δεδηλώκαμεν, ἐν δὲ τούτῳ περί τε ἀγκῶνος καὶ καρποῦ καὶ σφονδύλων, ὃν τρόπον ὁ προειρημένος ἰατρὸς τάς τε σημειώσεις αὐτῶν καὶ τοὺς καταρτισμοὺς ποιεῖσθαι παρακελεύεται, διασαφήσω.
10 πρότερον δὲ τὰς λέξεις αὐτοῦ καταχωριῶ, εἶτ’ εἰρομένως τὸν τῶν ἐμβολῶν τρόπον δι’ αὐτῶν τῶν ὑποδειγμάτων ὑποτάξω πρὸς τό, καθάπερ καὶ ἐν τοῖς πρότερον, καὶ ἐν τούτοις εὐπαρακολούθητά σοι γενέσθαι τήν τε περὶ ἄρθρων θεωρίαν, οὐκ ἀνωφελῆ καθεστῶσαν μὴ ἀτελείωτον φιλιατροῦντί σοι παραδοθῆναι. οὐκ ἀγνοῶ δέ, διότι τὰ διὰ χειρουργίας ἐνεργούμενα δυσκόλως διὰ λόγου καταλαμβάνεσθαι δύναται· ὅθεν, ἐάν τινα μὴ σαφῆ σοι γίνηται, μὴ ἡμᾶς, ἀλλὰ τὴν τοῦ πράγματος αἰτιῶ φύσιν. τὸ[υ] μὲν γὰρ ὑποδείγματος ἔχει τρόπον ἐπὶ τὴν χρείαν μεταγόμενον, τὸ δ’ ἀπ’ αὐτῶν τῶν συμβαινόντων ἐναργῆ τὴν κατάληψιν ἐγχειρί〈ζει〉. οὐ μὴν ἀλλὰ καὶ καθ’ ὅσον ἂν ᾖ δυνατόν, διὰ τούτων σαφῆ σοι κατασταθήσεται. Ἐχομένως τοίνυν ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ἄρθρων βιβλίῳ περί τε ἐξαρθρήσεων καὶ παραρθρήσεων ἀγκῶνος καὶ τούτων καταρτισμοῦ μνημονεύων οὐδαμῶς, κατὰ πόσους τρόπους συμβαίνουσιν, εὐσήμως τέταχεν. ἀλλά τοί γε διὰ τῶν κατὰ μέρος λόγων ποιήσω τοῦτο φανερόν, διότι παραρθρεῖ μὲν ἀγκὼν διχῶς, ἐξαρθρεῖ δὲ κατὰ τέσσαρας τρόπους. τοῦ γὰρ λεγομένου πήχεος ἐξ ὀστῶν δύο συνεστῶτος τὸ μὲν ἐντὸς αὐτῶν προσήρτηται τῷ βραχίονι νενευκὸς εἰς τὸν ἐκτὸς μᾶλλον τόπον, ὃ δὴ κερκὶς καλεῖται· τὸ δὲ ἔξω ἐπιβέβηκεν τῷ κοίλῳ τοῦ βραχίονος, λεγόμενον δὲ κορωνόν. καὶ 〈κατ’〉 ὀξὺ τοῦ ἀγκῶνος ὑφ’ ἑκατέρων τῶν ὑπεροχῶν συνέχεται, τῆς τε ἔσω τοῦ ἀγκῶνος, ἀφ’ ἧς τὸν πῆχυν μετρεῖν εἰώθαμεν, καὶ τῆς ἔξω καταληγούσης ἀπὸ τοῦ βραχίονος. τούτων οὖν τῶν ὀστῶν, ὃ δὴ κερκὶς καλεῖται, πεφυκὸς ἐντὸς παραρθρεῖ μόνον νεῦον ἢ πρὸς πλευρὰς ἢ εἰς τὸ ἐκτὸς μέρος. δηλοῖ δὲ περὶ αὐτοῦ τὸν τρόπον τοῦτον· ἀγκῶνος ἄρθρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν ἢ ἔξ ω , μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονο ς . τοὺς μὲν οὖν τούτων σχηματισμοὺς ὑπογράφειν παρήσω· οὐ γὰρ ἂν δύναιντο ἁπλῆς τῆς τάσεως αὐτῶν γινομένης καταλημφθῆναι. αἱ δὲ παραρθρήσεις ἔκδηλοι γίνονται τὰ μὲν εἰς τὸ ἐντός, τὰ δὲ εἰς τὸ ἐκτός, πολύτροπον 〈ῥοπὴν〉 ἔχοντος τοῦ ἄρθρου, διαστρεφομένου τε καὶ νεύοντος τοῦ μορίου ὁτὲ μὲν εἰς τὸ ἔξω, ὁτὲ δὲ εἰς τὸ ἔσω μέρος, ἃ δὴ οὕτως διὰ τῶν ἑξῆς καταρτίζειν παρακελεύεται· ἐς εὐθὺ κατατείνοντα [ι ] τὰ ἐξέχοντα ἀπωθεῖν ὀπίσω καὶ εἰς τὸ πλάγιο ν . ἡ γὰρ εἰς εὐθὺ τάσις ἀπο〈κατά〉στασιν τῶν ἄρθρων ποιεῖ, ὥστε ῥᾳδίως εἰς τὴν κατὰ φύσιν χώραν τὸ ἄρθρον παραγενέσθαι. ἐάν τε οὖν εἰς τὸ πρὸς τὰς πλευρὰς μέρος ἐάν τε ἔξω παραρθρήσῃ, χρηστέον τῇ κατ’ εὐθὺ τάσει καὶ τὸ μὲν ἔσω νενευκὸς βιάζεσθαι μετὰ συμμέτρου κάμψεως καὶ τῆς εἰς τὸ ὕπτιον τῆς χειρὸς ἀναστροφῆς, ἐπὶ τὸ τοῦ ἀγκῶνος πλάγιόν τε καὶ βάθος ἐπερείδοντα ἢ χειρὶ ἢ δακτύλοις, τὸ δὲ εἰς τὸν ἔξω τόπον ἐκκεκλικὸς εἴσω βιάζεσθαι τὸ τῆς χειρὸς θέναρ προσβάλλοντα ἐκ πλαγίου τῷ ὀξέϊ τοῦ[τ] ἀγκῶνος, ἅμα καὶ τὴν τῆς χειρὸς ἐπιστροφὴν ἐπὶ τὸ πρηνὲς ποιουμένους.
11 περὶ μὲν οὖν τῆς τοῦ ἀγκῶνος παραρθρήσεως οὕτως διασαφεῖ· περὶ δὲ τῆς ὁλοσχερεστέρας ἐξαρθρήσεως τὸν τρόπον τοῦτον μέμνηται· τὰ δὲ τελέως ἐκβάντα ἔνθα ἢ ἔνθ α , ἡ κατάτασις μέ ν , ἐν ᾗ ὁ βραχίων ἐπιδεῖτα ι . αὗταί εἰσιν ὁλοσχερεῖς δύο [εἰσὶν] ἐξαρθρήσεις ἀγκῶνος, ἡ μὲν ἔσω νεύουσα, ἡ δὲ εἰς τὸ ἔξω μέρος. μνημονεύει δὲ διὰ τῶν ἑξῆς ἔτι καὶ ἄλλων δύο ἐξαρθρήσεων, τῆς μὲν ἔμπροσθεν, τῆς δὲ εἰς τοὐπίσω γινομένης. οὔτε δὲ περὶ αὐτῶν οὔτε περὶ τοῦ καταρτισμοῦ κατὰ τὸν εἰρημένον μέμνηται λόγον· ὅθεν περὶ τῶν προκειμένων πρότερον ἐκθήσομαι, ὃν τρόπον τὰς ἐμβολὰς ποιεῖσθαι παρακελεύεται. μετὰ πλείονας δὲ ἀριθμοὺς οὕτως φησίν· ἀγκὼν δὲ ἢν μὲν ἔσω ἢ ἔξ ω , κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχει πρὸς βραχίον α · μασχάλην ἀναλαβόντα ταινίῃ ἀνακρεμάσα ι · ἀγκῶνα 〈αἴ〉ρειν δὲ μικρῷ ὑποθεί ς , παρὰ δὲ τὸ ἄρθρον βάρος ἐκκρεμάσαι ἢ χερσὶν καταναγκάζει ν . ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου αἱ παραγωγαὶ τοῖς θέναρσι ν , ὡς τὰ [ς ] ἐν χερσί ν . ἐπιδέσεις ἐν τούτῳ τῷ σχήματι καὶ ἀναλήψεις καὶ θέσει ς . ἐπὶ τούτῳ οὐκέτι τὴν ἐπ’ εὐθείας προκρίνει τάσιν, ἀλλὰ τὴν ἐγγώνιον πρὸς βραχίονα τοῦ ἀγκῶνος εἰς τὸ κάτω κατάτασιν, ὃν τρόπον καὶ κατεαγὼς ὁ βραχίων τείνεταί τε καὶ ἐπιδεῖται. ἡ δὲ μετὰ τὴν κατάτασιν διόρθωσις καὶ ὁ καταρτισμὸς [ἐ]γίνοιντ’ ἂν ταῖς χερσὶν εἰς τὸ ἐναντίον, ὃν τρόπον διὰ τῶν ἔμπροσθεν δεδήλωκα. πλὴν καὶ ὁ Ἱπποκράτης οὕτως περὶ αὐτῶν διασαφεῖ· τὰς δὲ καταρ〈τί〉σιας ἀπάγοντα ἐπὶ πλεῖο ν , ὡς μὴ ψαύῃ τῆς κορώνης ἡ κεφαλ ή , μετέωρον περιάγει〈ν〉 καὶ περικάμψαι καὶ †εσωηθην† βιάζεσθα ι , ἅμα δὲ ὠθεῖν τἀναντία ἑκατέραν καὶ παρωθεῖν εἰς χώρη ν . συνωφελοίη δ ’ ἂν ἐπίστρεψις ἀγκῶνος ἐν τούτοι ς , ἐν τῷ μὲν εἰς τὸ ὕπτιο ν , ἐν τῷ δὲ εἰς τὸ πρηνέ ς . ὁ δὲ τῆς ἐμβολῆς τρόπος οὕτως ἂν δι’ ὑποδείγματος γένοιτο. Περὶ δὲ τῶν ἄλλων τῶν τῆς ἐξαρθρήσεως τρόπων οὕτως μέμνηται· ἐμβολαὶ δ έ , τοῦ μὲν ὀπίσ ω , ἐκτείναντας κατατεῖνα ι · σημεῖον δ έ · οὐ γὰρ δύνανται 〈ἐκτείνει ν · τοῦ δὲ ἔμπροσθε ν , οὐ δύνανται〉 συγκάμπτει ν · τούτῳ δὲ ἐνθέντα τι συνειλιγμένον σκληρὸν περὶ τοῦτο συγκάμψαι ἐξ ἐκτάσεως ἐξαίφνη ς . διαστάσεως δὲ ὀστέων σημεῖον κατὰ τὴν φλέβα τὴν κατὰ βραχίονα σχιζομένην διαψαύοντ ι . ταῦτα δὲ ταχέως διαπωροῦτα ι . τὰ δὲ ὄπισθεν ἐξαίφνης ἐκτείναντα διορθοῦν τοῖς θέναρσι ν . τὴν μὲν οὖν εἰς τοὐπίσω τοῦ ἀγκῶνος ἐξάρθρησιν οὐκ ἀναγκαῖον διὰ τῶν ὑποδειγμάτων ὑπογράφειν—ἐκ γὰρ τῆς παρὰ φύσιν γεγενημένης κάμψεως μεταστάσεως ἔκτασιν περιέχει μόνον καὶ τῶν ὄπισθεν ταῖς χερσὶ καταρτισμόν—, τὴν δὲ εἰς τὸ ἔμπροσθεν συμβαίνουσαν καταγράψω χάριν τοῦ δυναμένην συνθεωρη〈θῆ〉ναι παραιτίαν ὠφελείας γενέσθαι.
12 διὸ καταρτίζοιτ’ ἂν οὕτως. Μετὰ τάδε ἑπομένως περὶ χειρὸς ἐξαρθρήσεως οὕτως διασαφεῖ· χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ [ν ] εἴσω ἢ ἔξ ω , εἴσω δὲ τὰ πλεῖστ α . σημεῖα δὲ εὔσημ α . ἐμβολ ή · ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων τοὺς μὲν τείνει ν , τοὺς δὲ ἀντιτείνει ν , τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθεῖν καὶ ὠθεῖν πρόσ ω , κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον ὄγκον μαλακὸν ὑπόθε ς , ἢν μὲν ἄν ω , καταστρέψας τὴν χεῖρ α , ἢν δὲ κάτ ω , ὑπτίη ν . ἴησις ὀθονί ῳ . ἐπὶ τούτων τὸ ἐναντίον σεσήμαγκεν, διότι, ὁπότερον 〈ἂν〉 τῶν ὀστέων ἐξαρθρῇ, μόνον εἰς τὸ εἴσω καὶ εἰς τὸ 〈ἔξω〉 παρολισθάνει μέρος, εἰς δὲ τὸ ἄνω 〈ἢ〉 εἰς τὸ κάτω τὸ τοιοῦτον οὐδαμῶς συμβαίνειν δύνα[ν]ται χωρὶς τῆς ἑκατέρων ἐκκλίσεως. ἐχομένως γε οὖν οὕτως ὑπογέγραφεν· ὅλη δὲ χεὶρ ὀλισθάνει ἢ εἴσω ἢ ἔξω ἢ ἔνθα ἢ ἔνθ α , μάλιστα δὲ εἴσ ω . ἔστι δ ’ ὅτε ἡ ἐπίφυσις ἐκινήθ η , ἔστι δ ’ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστ η . τούτοις ἡ κατάτασις ἰσχυρὴ ποιεῖτα ι , καὶ τὸ μὲν ἐξέχον ἀπώθε ι , τὸ δὲ ἕτερον ἀντώθε ι · δύο δὲ εἴδη ἅμα εἰς τοὐπίσω καὶ εἰς τὸ πλάγιον χερσὶν ἐπὶ τραπέζης ἢ πτέρν ῃ · παλίγκοτα τάδε καὶ ἀσχήμον α . τῷ χρόνῳ κρατύνετα ι , ἢν χρήσιμο ν . ὡς ἐπὶ πᾶν γὰρ καὶ μάλισθ’ ἡ ὁλοσχερὴς τῆς χειρὸς ἐξάρθρησις οὐ δύναται καταρτισθῆναι κατὰ τρόπον, ἀλλὰ διεστραμμένη φαίνεται. αἱ μὲν οὖν εἰς τὰ πλάγια παραρθρήσεις διὰ τῆς κατατάσεως καὶ τῆς εἰς τὰ ἐναντία τῶν ὑπερεχόντων ἐνθλίψεως καταρτίζοι〈ν〉τ’ ἄν· αἱ δὲ ἔσω ἢ ἔξω γινόμεναι, καθάπερ προϋποδέδειχεν· τῆς 〈χειρὸσ〉 ἐπὶ τραπέζης κατὰ τὸ ἐναντίον τιθεμένης ἢ τῇ χειρὶ ἢ τῇ πτέρνῃ τὰ ἐξέχοντα καταβι[β]ασθήσεται. χρηστέον δὲ τῷ τοιούτῳ τρόπῳ πρότερον. Ἐὰν δὲ τὸ θέναρ ἐπερειδόντων ἡμῶν μὴ ὑπακούῃ, βιαστέον διὰ τῆς πτέρνης, καθάπερ προείρηται, χρωμένους τούτῳ τῷ τρόπῳ. Περὶ δακτύλων Περὶ δὲ δακτύλων οὕτως ἀπεφήνατο· δακτύλου δὲ ἄρθρον 〈ὀλισθὸν〉 μὲν εὔσημο ν . ἐμβολὴ δ έ · κατατείναντα ἐς ἰθὺ τὸ μὲν ἐξέχον ἀπωθεῖ ν , τὸ δὲ ἐναντίον ἀντωθεῖ ν . ἴησις δὲ ἢ σταιτὶ ἢ ὀθονίοισ ι . μὴ ἐμπεσὸν δὲ ἐπιπωροῦται ἔξ ω .
13 βραχυλόγω〈σ〉 σφόδρα ἐν τούτοις ἀνέστραπται διὰ τὸ τοῦ πράγματος εὐκαταμάθητον. οὐ μὴν ἀλλὰ καὶ Διοκλῆς τὸν τρόπον τοῦτον μέμνηται· „δακτύλου μὲν ἄρθρον ἄν τε ποδὸς ἄν τε χειρὸς ἐκπέσῃ, τετραχῶς ἐκπίπτει, ἢ ἐντὸς ἢ ἐκτὸς ἢ εἰς τὰ πλάγια. ὅπως δ’ ἂν ἐκπέσῃ, ῥᾴδιον γνῶναι πρὸς τὸ ὁμώνυμον καὶ τὸ ὑγιὲς θεωροῦντα. ἐμβάλλειν δὲ κατατείνοντα εὐθὺ ἀπὸ χειρῶν, περιελίξαι τε ὅπως μὴ ἐξολισθάνῃ. ἀστε〈ῖ〉ον δὲ καὶ τὰς σειράς, ἃς οἱ παῖδες πλέκουσιν, περιθέντα περὶ ἄκρον τὸν δάκτυλον κατατείνειν, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ταῖς χερσίν.“ Περὶ γνάθου Ἑπομένως δὲ ὁ Ἱπποκράτης περὶ ἐξαρθρήσεως γνάθου, τῆς δὴ σιαγόνος ὑπό τινων λεγομένης, διὰ τούτων κατακεχώρικεν· γνάθος δὲ ὀλίγοις ἤδη τελέως ἐξήρθρησε ν . ὀστέον γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ πεφυκότ ι . καὶ προβὰς ἐπιλέγει· ἐκπέσοι δ ’ ἂν ἀ π ’ οὐδενὸς ἄλλου σχήματος ἢ ἀπὸ τοῦ μέγα χανόντα μετάγειν τὴν γένυν ἐπὶ θάτερ α . εἶτεν μετ’ ὀλίγους ἀριθμοὺς τά τε σημεῖα τὰ παρακολουθοῦντα καὶ τὸν καταρτισμὸν οὕτω παρέστακεν· περὶ οὗ οὖν ὁ λόγο ς , ἐκπίπτει μὲν γνάθος ὀλιγάκις ἐν χασμήσε ι . δῆλος μὲν οὖν τοῖσδε μάλιστά ἐστι ν , ὅταν ἐκπεπτώκ ῃ . προίσχεται γὰρ ἡ κάτω γνάθος εἰς τὸ ἔμπροσθεν καὶ παρῆκται ἐναντία τοῦ ὀλισθήματο ς , καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρὸν γίνεται παρὰ τὴν ἄνω γνάθο ν , καὶ χαλεπῶς συμβάλλουσιν τὰς γνάθου ς . τούτοις ἐμβολὴ πρόδηλο ς , οἵη τι ς . χρὴ γὰρ τὸν μὲν κατέχειν τὴν κεφαλή ν , τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖς δακτύλοις κατὰ τὸ γένειο ν , χάσκοντος τοῦ ἀνθρώπο υ , ὅσον μετρίως δύνατα ι , πρῶτον μὲν διακινεῖν τὴν γνάθον χρόνον τινὰ καί τι παράγοντα τῇ χειρ ί , καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον συμπαράγειν καὶ συνδιδόναι ὡς μάλιστ α , ἔπειτα ἐξαπίνης σπάσαι εἰς τοὐπίσω καὶ ἀναλήψει γενείου τρισὶν ὁμοῦ σχήμασιν προσέχοντα τὸν νοῦ ν . δεῖ μὲν γὰρ παράγε [ ν ε ]σθαι ἐκ τῆς διαστροφῆς εἰς τὴν φύσιν ἑπόμενον τούτοις καὶ συμβάλλειν τὰς γνάθους καὶ μὴ χάσκει ν . ἐμβολὴ μὲν οὖν αὕτ η , καὶ οὐκ ἂν γένοιτο ἀ π ’ ἄλλων σχημάτω ν . καὶ οὕτως πάλιν· ἀσφα λέστερον δὲ χειρουργεῖν ἐστιν ὕπτιον κατακλίνοντα τὸν ἄνθρωπο ν , ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτο υ , ἵνα ὡς ἥκιστα ὑποκλίν ῃ .
14 προσκατέχειν χρὴ δέ τινα τὴν κεφαλὴν τοῦ ἰωμένο υ . ἢν δὲ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσι ν , ἡ μὲν ἴησις ἡ αὐτ ή . συμβάλλειν δὲ ἧσσον ἔτι οὗτοι τὸ στόμα δύναντα ι . καὶ προπετέστεραι δὲ γένυες τούτοι ς , ἀστραβεῖς δ έ . ταῦτα ἀναγκαῖον ἦν καταχωρίσαι χάριν τοῦ μηδέν σε τῶν περὶ ἄρθρων λεγομένων διαλαθεῖν. Περὶ σπονδύλων 〈...〉δει δὲ τὴν τῶν ὑποδειγμάτων οὐκ ἐπιτήδειον εἶναι διέλαβον ὑπογραφὴν ποιήσασθαι. ἃ δὲ ἐχομένως περὶ σπονδύλων τῶν ἐν τῇ ῥάχει διασαφεῖ, διὰ τούτων ὑποτάξω· ὅσοις δὲ ἐκ καταπτώσεως ῥάχις κυφοῦτα ι , ὀλίγα δὴ τούτων ἐκρατήθη ὥστε ἐξιθυνθῆνα ι . τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσεις οὐδὲν ἀποεξίθυνα ν , ὧν ἐγὼ οἶδ α . χρέονται δὲ ἰητροὶ αὐτῇ μάλιστα οὗτο ι , οἳ ἐπιθυμοῦνται ἐκχαυνοῦν τὸν πολὺν λαό ν . ἐν τοῖσι γὰρ τούτοισι ταῦτα θαυμαστά ἐστι ν , ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτόμενο ν . οὐ κατὰ πᾶν ἀδόκιμον οἴεται εἶναι τὴν τοιαύτην τῆς χειρουργίας ἐπίνοιαν, ἀλλά που καὶ δυνατὴν ἔσεσθαι δεόντως σκευασθεῖσαν πρὸς τὸν τῶν σπονδύλων καταρτισμόν. ὅμως δὲ ἐξεπίτηδες ἐκκεκλικέναι τὰ τοιαῦτά φησι λέγων οὕτως· αὐτὸς μέντοι κατῃσχύνθη〈ν〉 πάντα 〈τὰ〉 τοιουτότροπα ἰητρεύειν οὕτω διὰ τοῦτ ο , ὅτι πρὸς ἀπατεών〈ων〉 μᾶλλον οἱ τρόποι οὗτο ι . ὁπόσοις μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γίνετα ι , εἰκὸς ἧσσον ὠφελεῖν τὰς κατατάσεις ταύτας τὰς ἐπὶ κεφαλή ν . μικρὸν γὰρ τὸ βάρος καὶ τὰ ἀκρώμια καταρρέοντ α . ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆνα ι · μέζω〈ν〉 γὰρ αὔτως ἡ καταρροπὴ εἴ〈η 〉 . ὅσοις [ γὰ ρ ] δὲ κατωτέρω τὸ ὕβωμ α , τούτοις ἔοικε μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθα ι . ὑφέσταται δὲ τὴν ἐπὶ κεφαλὴν κατάσεισιν οὕτως ἂν γίνεσθαι δεόντως ὑπὸ τῶν αἱρουμένων αὐτῇ χρῆσθαι, καταχωρίζων τὸν τρόπον τοῦτον· εἰ οὖν τις θέλοι κατασείει ν , ὀρθῶς ἂν ὧδε σκευάζο ι . τὴν μὲν γὰρ κλίμακα ἢ σκυτίνοις ὑποκεφαλαίοις ἢ εἰρινοῖς καταστρῶσαι εὖ προσδεδεμένοις καὶ ὀλίγῳ πλεῖον ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν ἢ ὅσον 〈ἂν〉 τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχ ῃ · ἔπειτεν ἀντ〈ί〉α τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρ ή , καὶ ἔπειτα προ〈σ〉δῆσαι μὲν χρὴ τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα καὶ μὴ διαβαί〈ν〉οντα〈σ 〉 , ἀλλὰ συμβεβηκότα〈σ 〉 , δεσμῷ εὐόχῳ μέ ν , μαλθακῷ δ έ · προσδῆσαι δὲ κατωτέρω τῶν γονάτων καὶ ἀνωτέρ ω · προσδῆσαι δὲ καὶ τὰ ἰσχί α · κατὰ δὲ τοὺς κενεῶνας καὶ εἰς τὸ στῆθος χαλαραῖς ταινίαις προσπεριβάλλειν οὕτω ς , ὅπως μὴ κωλύσωσιν τὴν πέρασι ν .
15 τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείνοντα προσκαταλαβεῖν πρὸς τὸ αὐτοῦ σῶμα καὶ μὴ πρὸς τὴν κλίμακ α . ὅταν δὲ ταῦτα σκευάσῃ οὕτω ς , ἀνέλκειν τὴν κλίμακα πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκο υ . τὸ δὲ χωρίο ν , ἵνα κατασείσ ῃ , ἀντίτυπον ἔστ ω . τοὺς δὲ ἀντιτείνοντας εὐπαιδεύτους χρὴ εἶνα ι , ὅπως ὁμαλῶς καὶ καλῶς καὶ ἰσορρόπως καὶ ἐξαπιναίως ἀφήσωσι καὶ μήτε ἡ κλῖμαξ ἑτερορρεπῇ ἐπὶ τὴν γῆν μήτε αὐτοὶ προπετεῖς ἔσοντα ι . ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος ἔτι κάλλιον ἄν τις σκευάσοιτ ο , ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα ὅπλα εἶναι ἢ ἀπὸ ὄνο υ . ἀηδὲς μὲν καὶ μακρολογεῖν περὶ αὐτῶν τούτω ν , ὅμως δὲ ἐκ τούτων τῶν παρασκευῶν κάλλιστα ἄν τις κατασεισθεί η . ἡ διὰ τῆς ὑποδεδειγμένης [διὰ τῆς] κλίμακος ἐπὶ κεφαλὴν κατάτασις ἐκ τούτου ἂν τοῦ τρόπου γίνοιτο. Περὶ δὲ τῆς ἑτέρας κατασείσεως οὕτως ὑπογέγραφεν· εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμ α , δέοι δὲ πάντως κατασείει ν , ἐπὶ πόδας κατασείειν λυσιτελε ῖ , ὥσπερ δὴ εἰρήκαμε ν · γίνεται δὲ ἡ καταρροπὴ ἐπὶ ταῦτ α . ἑρμάσαι δὲ χρὴ κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα †αποδησαι † , δῆσαι δὲ ὀχυρῶ ς , κατὰ δὲ [ ι ν ] τὸν αὐχένα [ε ]ὡς χαλαρωτάτῃ ταινί ῃ , ὅσον τοῦ κατορθοῦσθαι ἕνεκ α · καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακ α , τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι καὶ μὴ πρὸς τὴν κλίμακ α . τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶνα ι , πλὴν ὅσον τοῦ κατορθοῦσθαι ἕνεκα ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθα ι . ὅπως δὲ μὴ κωλύσωσιν τὴν κατάτασιν οὗτοι οἱ δεσμο ί . τὰ δὲ σκέλη πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθα ι , πρὸς ἄλληλα δ έ , ὡς κατὰ τὴν ῥάχιν εἰς εὐθὺ ῥέπε ι . ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον διηρίθμηται, τὴν δὲ ἐπὶ πόδας κατάσεισιν οὕτως χρὴ ποιεῖσθαι. Ὅτι δὲ οὐκ ὁλοσχερῶς εὐαριστεῖ ταῖς τοιαύταις κατατάσεσιν, δῆλον ἔτι ἐξ ὧν οὕτως ἐπιφέρει· ταῦτα μέντοι 〈τοι〉ουτοτρόπως ποιητέο ν , [ ε χ ]εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆνα ι . αἰσχρὸν μὲν ἐν πάσῃ τέχνῃ καὶ οὐκ ἥκιστα ἐν ἰατρικῇ πολὺν ὄχλον παρασχόντα καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον [ κα ὶ ] ἔπειτα μηδὲν ὠφελῆσα ι .
16 ὅθεν ἐν τοῖς ἐφεξῆς, ὃν τρόπον δεῖ τοὺς εἰς τὸ ἐκτὸς ἐκκλίναντας σφονδύλους καταρτίζειν, οὕτως ὑπογέγραφεν· χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου τοιήνδε κατασκευάσα ι · ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ ἐντομὴ〈ν παραμήκεα ἔχον κατορύξα ι . ἔξεστιν δὲ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν〉 παραμήκεα ἐντέμνειν ἀνωτέρω τοῦ ἐδάφεο ς , ὅπως ἂν μετρίως ἔχ ῃ · ἔπειτα οἷον στύλον δρύι〈ν〉ο ν , τετράγωνο ν , πλάγιον παραβάλλειν ἀπολιπόντα ἀπὸ τοῦ τοίχου ὅσον παρελθεῖν τιν α , ἢν δέ ῃ · καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστρῶσαι χλαίνας ἢ ἄλλο τ ι , 〈ὃ〉 μαλθακὸν μὲν ἔστα ι , ὑπείξει δὲ μὴ μέγ α · τὸν δὲ ἄνθρωπον πυρ〈ι〉ῆσα ι , ἢν ἐνδέχητα ι , ἢ θερμῷ πολλῷ λοῦσαι καὶ ἔπειτα κατακλῖναι πρηνέ α , κατατείνας δὲ τὰς χεῖρας κατὰ φύσιν προσδῆσαι πρὸς τὸ σῶμ α · ἱμάντι πλατεῖ καὶ ἰσχυρ ῷ , μαλθακῷ δὲ καὶ μακρῷ ἐκ δύο διανταίω〈ν〉 συμβεβλημένῳ μέσῳ κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι ὡς ἐγγυτάτω τῶν μασχαλέω ν · ἔπειτεν τὸ περισ〈σ〉εῦον τῶν ἱμάντων δύο κατὰ τὴν μασχάλην ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλῆσθα ι . ἔπειτα αἱ ἀρχαὶ πρὸς ὑπεροειδές τι προσδεδέσθωσαν [ α ἱ ] ἁρμόσ〈σ〉ουσαι τὸ μῆκος τῷ 〈ξύ〉λῳ τῷ ὑποτεταμένῳ πρὸς [τ ]ὃ προσβάλλον τὸ ὑπεροειδὲς ἀποστηρίζων κατατείνε ι · τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ [ν ] χρὴ ἄνωθεν τῶν [ το υ ] γονάτων [ δεσμω ν ] δήσαντα καὶ ἄνωθεν τῶν πτερνῶν τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσα ι , ἄνω δὲ ἄλλῳ ἱμάντι πλατεῖ καὶ 〈.. . 〉 . μετὰ δὲ τὰ προκεί[νου]μενα οὕτως ἐπιλέγει· καὶ ἀσθενεστάτη μὲν αὕτη 〈ἡ〉 ἀνάγκ η · ἀσινὴς δὲ καὶ καθέζεσθαί τινα ἐπὶ τὸ κύφωμα αὐτοῦ ἅμα κατατεινομένου καὶ ἐπε〈ν〉σεῖσαι μετεωρισθέντ α · ὥστε τῆς αὐτῆς κατατάσιος ἢ καὶ δι’ ὀνίσκων γινομένης, ἀντὶ τοῦ ταῖς χερσὶν πιέζειν διὰ τῆς καθέδρας ἐπερείδοντας ἢ καὶ ἐνσείοντας, ἀναγκάζειν τὸ ὑπερέχον τῶν σφονδύλων εἰς τὸ κατὰ φύσιν ἀποχωρεῖν. ὃν τρόπον δὲ δεῖ ποιεῖσθαι, οὕτως ὑποτέτακται. Ἑπομένως δὲ ταῦτα κατακεχώρικεν· ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ καὶ ὀχηθῆναι τὸ σῶμα καὶ ἡσύχως ἐπισεῖσαι οὐδὲν κωλύε ι . τοιοῦτον δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἀμφὶ παλαίστρῃ εἰθισμένω ν . καὶ οὗτος δὲ ὁ τρόπος οὕτως ἂν ἐπιτελοῖτο διαλλάσσων τῇ διὰ τῶν ὀνίσκων κατατάσει· δεῖ δὲ τοὺς ὀνίσκους ἤτοι παρὰ τὴν ὑποτιθεμένην τῷ μέλλοντι κατα〈τα〉θήσεσθαι σανίδα κατορύσσειν ἢ ἐπ’ αὐτῆς ἐμπηγνύναι. Ὃν τρόπον δὲ ἐπὶ τῆς τοῦ ὤμου ἐμβολῆς τὸν ἐπὶ πᾶσι καταρτισμὸν δυνατώτατον ὄντα κατακεχώρικεν, οὕτως καὶ ἐπὶ τῶν παρόντων τὸ ὅμοιον πεποίηκεν ἑξῆς τὸν τρόπον τοῦτον διασαφῶν· δυνατωτάτη [ν ] μὲν οὖν τῶν ἀναγκέων ἐστ ί , εἰ ὁ μὲν τοῖχο ς , 〈ᾗ〉 ἐντέτμητα ι , 〈ἢ〉 τὸ ξύλον τὸ κατωρυγμένο ν , ᾗ ἐντέτμητα ι , κατωτέρω εἴη τοῦ ἀνθρώπου τῆς ῥάχιο ς , ὁπόσῳ 〈ἂ〉ν δοκέοι μετρίως ἔχει ν · σανὶς φιλυρίνη μὴ λεπτὴ εἴη 〈ἢ〉 καὶ ἄλλου τινὸς ξύλο υ .
17 ἔπει τ ’ ἐπὶ μὲν τὸ ὕβωμα ἐπιτεθείη τρύχιον πολύπτυχον ἢ μικρὸν σκύτινον ὑποκεφάλαιο ν . ὡς ἐλάχιστα μὴν ἐπικεῖσθαι συμφέρε ι , μόνον προμηθευόμενο ν , ὅπως μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν παρέχῃ [ν] . κα [ι ] τ ’ ἴξιν δὲ ὡς μάλιστα ἔστω τῇ ἐντομῇ τῇ εἰς τὸν τοῖχον τὸ κύφωμ α , ὡς ἡ σανί ς , ᾗ μάλιστα ἐξέστηκε ν , ταύτῃ μάλιστα πιέζῃ [ν ] ἐπιτεθεῖσ α . ὅταν δὲ ἐπιτεθ ῇ , τὸν μέν τινα καταναγκάζειν χρὴ τῆς σανίδος τὸ ἄκρο ν , ἤν τ ’ ἕνα δέῃ ἤν τε δύ ο , τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκο ς , ὥσπερ πρόσθεν εἴρητα ι , τοὺς μὲν τ ῇ , τοὺς δὲ τ ῇ . ἔξεστιν δὲ καὶ ὀνίσκοις κατάτασιν ποιεῖσθαι ἢ παρακατορύξαντα τὸ ξύλον ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενο ν , ἤν τε ὀρ [ ν ι ]θὰς θέλῃ μικρὸν ὑπερεχούσα ς , ἤν τε κατὰ κορυφὴν [ τ ο ] τοῦ ξύλου ἔνθεν καὶ ἔνθε ν . αὗται 〈αἱ〉 ἀνάγκαι εὐταμίευτοι καὶ εἰς τὸ ἰσχυρότερον καὶ εἰς τὸ ἧσσο ν , καὶ ἰσχὺν ἔχουσιν τοιαύτη ν , ὥστε καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτ ο , ἀλλὰ μὴ ἐπὶ ἰατρεί ῃ , εἰς τοιαύτας ἀνάγκας ἀγαγεῖ ν . καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μόνον ἔνθεν καὶ ἔνθεν οὕτως καὶ ἄλλην ἀνάγκην μηδεμίαν προστιθεὶς ὅμως κατατείνει〈ε〉ν [ε ]ἄν τι ς . ἡ δὲ προκειμένη κατάτασις καὶ ἡ τῆς σανίδος μοχλεία τοῦτον ἂν τὸν τρόπον γίνοιτο. Περὶ μὲν ἀγκῶνος καὶ καρποῦ καὶ τῶν εἰς τὸ ἔξω προ[σ]ωθουμένων σφονδύλων καταρτισμοῦ, καθ’ ὅσον ἦν δυνατόν, διὰ τῶν ὑποδειγμάτων πεποίηκά σοι φανερὸν οὐ κατ’ ἄλλον τινὰ τῶν ἰατρῶν, ἀλλὰ καθ’ Ἱπποκράτην ὑπὲρ τῶν ὑφηγησαμένων λόγων, καθάπερ καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ τὰ περὶ ὤμου καταρτισμοῦ ἐκδέδωκά σοι. τοὺς δ’ ἔτι λειπομένους τῶν ἐμβολῶν τρόπους μηροῦ τε καὶ γόνατος καὶ σφυροῦ κατ’ ἰδίαν παραπλησίως καταγράψας, ἐφ’ ὧν ὑπόδειγμα[των] δυνατόν, ἐκδώσω σοι, ὥστ’ ἐν τοῖς τρισὶν βιβλίοις τετελειωμένην ἔχειν σε τὴν καθ’ Ἱπποκράτην περὶ ἄρθρων οὐκ ἀνωφέλητον θεωρίαν. ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΤΡΙΤΟΝ〉 Ἐν μὲν τῷ πρώτῳ βιβλίῳ, βασιλεῦ Πτολεμαῖ ε, διασεσάφηκά σοι, ὃν τρόπον ἄν τις καθ’ Ἱπποκράτην ὦμον ἐξηρθρηκότα σημειώσαιτό τε 〈καὶ〉 καταρτίσειεν· ἐν δὲ τῷ πρὸ τούτου περί τε ἀγκῶνος καὶ καρποῦ καὶ σφονδύλων κυφ〈ώσ〉εως παραπλησίως διὰ τῶν ὑποδειγμάτων 〈σ〉οι ἐκτέθειται, μετ’ ὃν τρόπον [τ]αὐτῶν δε〈ῖ〉 τὸν καταρτισμὸν ποιεῖσθαι· ἐν δὲ τούτῳ τῷ βιβλίῳ περί τε μηροῦ καὶ γόνατος καὶ σφυροῦ τάς τε σημειώσεις τῶν ἐξηρθρηκότων καὶ τὰς ἐμβολὰς αὐτῶν, ἐφ’ ὧν δυνατόν, διὰ τῶν ὑποδει〈γ〉μάτων παραπλησίως τοῖς εἰρημένοις ἐκθήσομαι, ἵν’ ἐν τρισὶν βιβλίοις τελειουμένην ἔχῃς τὴν καθ’ Ἱπποκράτην περὶ τῶν ἄρθρων ἐπίγνωσιν.
18 (1t) ἐπεὶ δὲ ἤτοι πάντα ἢ πλεῖστα τῶν ἄρθρων χωρὶς ὀργανικῆς μηχανοποιΐας καταρτίζειν παρακελευσάμενος καινὸν ὀργάνου τρόπον ἐν τοῖς ἐφεξῆς ἐπινοήσας ἐκτέθειται, ἀναγκαῖον ἂν εἴη καὶ τὴν [ἐκ] τούτου κατασκευὴν δι’ ὑποδείγματος κατὰ τὸν οἰκεῖον τρόπον ἐν τούτοις ὑπογράψαι σοι πρὸς τὸ μηδέν σε τῶν πρὸς τὰ προκείμενα συντεινόντων κατὰ τὸ δυνατὸν διαλαθεῖν. προκαταχωρίζων δὲ τὰς Ἱπποκράτους λέξεις ἀκολούθως τοῖς πρότερον οὕτως τὰς διὰ τῶν ὑποδειγμάτων ἐμβολὰς ὑποτάξω. ἐχομένως τοίνυν οὕτως καταχωρίζει· ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ—ἐκπίπτει δὲ τέσσαρας τρόπους — , εἰς μὲν τὸ ἔσω πολὺ πλειστάκι ς , εἰς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκι ς , εἰς δὲ τὸ ὄπισθεν 〈καὶ τὸ ἔμπροσθεν〉 ἐκπίπτει μέ ν , ὀλιγάκις δ έ . οἷσι μὲν οὖν 〈ἂν〉 εἰς τὸ ἔσω μέρος ἐκβ ῇ , μακρότερον τὸ σκέλος φαίνεται παραβαλλόμενον πρὸς τὸ ἕτερον διὰ δισσὰς προφάσιας εἰκότω ς . ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον τὸ ἄνω φερόμενον ἐπὶ τὸν κτέν α , ἐπὶ τοῦτο [ν ] ἡ ἐπίβασις τοῦ μηροῦ τῆς κεφαλῆς γίνετα ι , καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχεῖτα ι · ἔξωθέν τε αὐτοῦ ὁ γλουτὸς κοῖλος φαίνεται ἅτε ἔσω ῥεψάσης τῆς κεφαλῆς τοῦ μηρο ῦ · τό τε αὖ [ τ ω ] γόνυ τοῦ μηροῦ ἀναγκάζεται ἔξω ῥέπειν καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτω ς . καὶ μετά τινας ἀριθμούς φησιν· ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ παρὰ τὸν περίναιον ὑπερογκέουσα ἔκδηλός ἐστι ν · τὰ μὲν σημεῖα ταῦτ α , οἷς ἂν ἔσω ἐκπεπτώκ ῃ . ἐὰν οὖν ἐκπεσὼν μὴ ἐμπέσ ῃ , ἀλλὰ καταπωρωθ ῇ , ἥ τε ὁδοιπορίη περι φοράδην τοῦ σκέλεος ὥσπερ ἐν τοῖς βουσὶ γίνεται καὶ ἡ ὄχησις πλείστη αὐτοῖς ἐπὶ τοῦ ὑγιοῦς σκέλεός ἐστιν [ η ν] .
19 ἀναγκάζοντα〈ι〉 κατὰ τὸν κενεῶνα καὶ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ σκολιοὶ εἶνα ι . καὶ κατὰ δὲ τὸ ὑγιὲς εἰς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶνα ι . καὶ πάλιν οὕτως ἔχει· ἀναγκάζονται δὲ καὶ ἐπικύπτει ν . τῇ γὰρ χειρὶ τῇ κατὰ τὸ σκέλος τὸ σιναρὸν †ἀναγκάζονται† κατὰ πλάγιον τὸν μηρό ν · οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχεῖν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελῶν εἰς τὴν γῆν πιεζόμενο ν . ἐν τούτοις οὖν τοῖς σχήμασιν ἀναγκάζονται ἐσχηματίσθα ι , οἷς ἂν ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσ ῃ . καὶ μετά τινας ἀριθμοὺς οὕτως ἕκαστα περιέργως διαπορεύεται· ἀναγκάζομαι δὲ τῆς συμμετρίας στοχαζόμενος αὐτὰ τὰ καίρια μόνον προτάσσειν· οἷς μὲν οὖν 〈ἂν〉 μήπω τετελειωμένοις εἰς αὔξησιν ἐκπεσὸν μηδὲ ἐμπέσ ῃ , γυιοῦται καὶ ὁ μηρὸς καὶ ἡ κνήμη καὶ ὁ πού ς . οὔτε γὰρ ὀστᾶ ἐς τὸ μῆκος ὁμοίως αὔξετα ι , ἀλλὰ βραχύτερα γίγνετα ι , μάλιστα δὲ τοῦ μηρο ῦ , ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτὸν γίνετα ι , ἅμα μὲν διὰ τὴν στέρησιν τοῦ ἄρθρο υ , ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστι ν , ὅτι οὐ κατὰ φύσιν κεῖτα ι . καὶ διὰ τούτων πᾶσιν ἐπιλέγει· εἰ δὲ νηπίοις ἡ συμφορὴ αὕτη γίνετα ι , οἱ πλεῖστοι καταμβλακεύουσι τὴν ὄρθωσιν τοῦ σώματο ς , ἀλλὰ εἰλέονται ἐπὶ τὸ ὑγιὲς σκέλο ς , τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλο ς . καταμβλακεύουσι δὲ ἔνιοι τὴν εἰς τὸ ὀρθὸν ὁδοιπορίη ν , καὶ οἷς ἂν τετελειωμένοις αὕτη ἡ συμφορὴ γίνητα ι . τὰ μὲν σημεῖα ταῦτα ἐκτέθειται· τὸν δὲ καταρτισμόν, ὃν τρόπον δεῖ ποιεῖσθαι, διὰ τούτων δεδήλωκεν· μηροῦ δὲ ὀλίσθημα κα τ ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλει ν , ἢν εἰς τὸ ἔσω μέρος ὠλισθήκ ῃ . ἀγαθὴ μὲν ἥδε κατὰ φύσιν καὶ δικαίη 〈ἡ〉 ἐμβολὴ καὶ δή τι ἀγωνιστικὸν ἔχουσ α , ὅστις γε καὶ τοῖς τοιούτοις ἥδεται κομψευόμενο ς . κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ μαλθακ ῷ , δυνατῷ δὲ καὶ πάχος ἔχοντ ι . τοὺς δὲ πόδας χρὴ διέχειν ἀλλήλων ὅσον τέσσαρας δακτύλους ἢ καὶ ἔλασσο ν . χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλατεῖ ἱμάντι καὶ μαλθακ ῷ , ἀνατείνοντα πρὸς τὴν μεσόδμη ν , τὸ δὲ σκέλος τὸ σιναρὸν ἐντετάσθαι ὡς δύο δακτύλους μᾶλλον τοῦ ἑτέρο υ . ἀπὸ δὲ τῆς γῆς ἀπεχέτω τὴν κεφαλὴν ὡς δύο πήχεις ἢ ὀλίγῳ πλεῖον ἢ ὀλίγον ἔλασσο ν . τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς καταλελαμμένος ἔστω μαλακῷ τιν ι . πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτ ω , ὡς ὅτι ἐλάχιστον χρόνον κρέμητα ι . ὅταν δὲ κρεμασθ ῇ , ἄνδρα χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέ α , ἐρείσαντα τὸν πῆχυν μεταξὺ τῶν μηρῶ ν , ἔπειτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ τε περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ τῆς ἐξεστηκυίη ς , ἔπειτα συνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρ [η ]μένη ν , παραστάντα ὀρθῶς παρὰ τὸ σῶμα τοῦ κρεμαμένου ἐξαπίνης ἐκκρεμασθέντ α , μετέωρον αἰωρηθῆναι ὡς ἰσορροπώτατ α .
20 αὕτη μὲν ἡ ἐμβολὴ παρέχετα ι , ὅσα χρὴ κατὰ φύσι ν . αὐτό τε γὰρ τὸ σῶμα κρεμάμενον κατάτασιν ποιεῖτα ι , ὁ δὲ κρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρεῖσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλη ς , ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύει καὶ ἀναγκάζει ἐς τὴν ἀρχαίην φύσιν ὀλισθάνει ν . ταῦτα μὲν ἐπὶ τοσοῦτον ὑπὸ τοῦ Ἱπποκράτους διασεσάφηται· δεῖ δὲ τὸν προκείμενον καταρτισμόν, καθάπερ ἔχει τὸ ὑποδεδειγμένον ὑπόδειγμα, τὸν τρόπον τοῦτον ποιεῖσθαι. Ἐπειδὴ πλειστάκις εἴρηκεν τὸν μηρὸν εἰς τὸ ἔσω μέρος ὀλισθάνειν, καταλέγων πλείονας ἐμβολὰς ἐπὶ τούτου τοῦ τρόπου προσυπογέγραφεν. ἐχομένως γὰρ τὴν διὰ τοῦ ἀσκοῦ γενομένην ἐμβολήν, καίτοι γε οὐκ εὐαρεστουμένην αὐτῷ κατὰ πᾶν, διὰ τούτων ἐκτέθειται· εὐδοκιμεῖ δὲ καὶ ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβάλλεσθα ι · καὶ ἤδη μέν τινας εἶδο ν , οἵτινες ὑπὸ φαυλότητος καὶ τὰ ἔξω κεκλιμένα καὶ τὰ [ μ ὴ ] εἰς τοὔπισθεν ἀσκῷ ἐμβάλλειν ἐπειράθησαν οὐ γινώσκοντες αὑτοῖ ς , ὅτι ἐξέβαλλον 〈μᾶλλον〉 ἢ εἰσέβαλλο ν . ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ ἔσω ὠλισθηκότα ἀσκῷ ἐμβάλλειν ἐπειρήσατ ο . ἐπίστασθαι μὲν οὖν χρὴ ὡς χρηστέον ἀσκ ῷ , εἰ δέοι χρῆσθα ι · διαγιγνώσκειν δὲ χρὴ ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρέσσ ω . οὐ λίαν δὲ ἐγκρίνων τὴν διὰ τοῦ ἀσκοῦ ἐμβολήν, ὅμως περὶ αὐτῆς οὕτως ἀποφαίνεται· χρὴ δὲ τὸν ἀσκὸν ἐνθεῖναι εἰς τοὺς μηροὺς ἀφύσητον ὄντ α , ὡς ἂν δύνηται ἀνωτάτω πρὸς τὸν περίναιον ἄνω ἀνάγοντ α , ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι μέχρι τοῦ ἡμίσεο ς , ἔπειτα δὲ ἐν δυοῖν ποδεώνοιν τοῖν λελυμένοιν αὐλῷ ἐκ χαλκίου φῦσαν εἰσαναγκάζειν ἐς τὸν ἀσκό ν · τὸν δὲ ἄνθρωπον πλάγιον κατακεῖσθα ι , τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντ α . ἡ μὲν παρασκευὴ αὕτ η . σκευάζονται δὲ τάχιον οἱ πλεῖστοι ἢ ὡς ἐγὼ εἴρηκ α . οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνῶ ν , ἀλλὰ μόνον τὰ γόνατ α , οὐδὲ κατατείνουσι ν . χρὴ δὲ καὶ προκατατείνει ν . ὅμως δὲ ἤδη τινὲς ἐνέβαλλον ῥηϊδίου πράγματος ἐπιτυχόντε ς . ὃν τρόπον δ’ ἄν τις χρήσαιτο τῇ διὰ τοῦ ἀσκοῦ ἐνθέσει, τὸ ὑποτεταγμένον ὑπόδειγμα περιέχει. Ἐχομένως δὲ ἄλλης ἐμβολῆς διὰ τούτων μνημονεύει· ἐμ〈β〉άλλεται δὲ μηροῦ ἄρθρον καὶ τόνδε τὸν τρόπο ν , ἢν εἰς τὸ ἔσω ὀλίσθῃ ἢ καὶ εἰς τὸ ἔμπροσθε ν . κλίμακα χρὴ κατορύξαντα περικαθίσαι τὸν ἄνθρωπο ν , εἶτα τὸ μὲν ὑγιὲς σκέλος ἡσύχως κατατείνοντα προσδῆσα ι , ὅπου ἂν ἁρμόσ ῃ , ἐκ δὲ τοῦ σιναροῦ κεράμιον ὕδωρ ἐγχέας ἐκκρεμάσαι ἢ σφυρίδα λίθους ἐμβαλώ ν .
21 〈τοῦτον〉 τὸν τρόπον δὲ δεῖ καὶ τὸν προκείμενον καταρτισμὸν ποιεῖσθαι. Ἐχομένως δὲ καὶ ἄλλου τρόπου διὰ τούτων μνημονεύει· ἕτερος τρόπος ἐμβολῆ ς , ἢν εἰς τὸ ἔσω ὀλίσθ ῃ · στρωτῆρα χρὴ διαδῆσαι μεταξὺ δύο στύλων ὕψος ἔχοντα σύμμετρο ν . προ [σ ]εχέτω δὲ τοῦ στρωτῆρος κατὰ τὸ ἓν μέρος ὅσον πυγαῖο ν . περιδήσας δὲ περὶ τὸ στῆθος τοῦ ἀνθρώπου ἱμάτιον ἐπικαθίσαι ἐπὶ τὸ προέχον τοῦ στρωτῆρο ς , εἶτα προσβάλλειν τὸ στῆθος πρὸς τὸν στύλον πλατέῃ ταινί〈ῃ 〉 , ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος κατεχέτω τι ς , ὡς μὴ περισφάλλητα ι , ἐκ δὲ τοῦ σιναροῦ ἐκκρεμάσαι βάρο ς , ὅσον ἁρμόζε ι . δεῖ δὲ καὶ ταύτην τὴν ἐμβολὴν οὕτως καταρτίζεσθαι. Ὃν τρόπον δὲ ἐπὶ ὤμου πλείονας ἐμβολὰς τάξας ἐπὶ πᾶσι κράτιστον καταρτισμὸν κατεχώρισεν, οὕτως καὶ ἐπὶ μηροῦ τὸ ὅμοιον πεποίηκεν. ἀπὸ γὰρ τῶν ἁπλῶν ἐπὶ τὴν ὀργανικὴν κατήντηκεν κατάτασιν καὶ μοχλείαν, ἥτις βιαιοτέρας ἀνάγκας ἔχει καὶ πρὸς τῶν ἄλλων 〈μ〉ὲν ἄρθρων καταρτισμὸν καὶ πρὸς μηροῦ δὲ ἐξηρθρηκότος ἐμβολάς. ὅθεν ἐχομένως τοῦ Ἱπποκράτους περὶ τῆς τοῦ ὀργάνου κατασκευῆς μνημονεύοντος, πρότερον τὸ ὑπόδειγμά σοι καταγραφήσεται, εἶτε〈ν〉 αἱ γινόμεναι διὰ τούτου τοῦ μηροῦ ἐμβολαί. διασαφεῖ δὲ οὕτως· εἴρηκα δὲ καὶ πρόσθεν ἤδη ὅτι ἐπάξιο ν , ὅστις ἐν πόλει 〈πολυ〉ανθρώπῳ ἰητρεύε ι , ξύλον κεκτῆσθαι τετράγωνον ὡς ἑξάπηχυ ἢ ὀλίγῳ [ἢ ] μεῖζο ν , εὖρος δὲ δίπηχ υ , πάχος δὲ ἀρκέσει σπιθαμιαῖο ν · ἔπειτεν κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν τομὴν ἔχει ν , ὡς μὴ ὑψηλοτέρη [ν ] τοῦ καιροῦ ἡ μηχανὴ ᾖ · ἔπειτα φλιὰς βαθεία ς , ἰσχυρὰς καὶ ἰσχυρῶς ἐνηρμοσμένα ς , ὀνίσκον ἔχειν ἑκατέρωθε ν . ἔπειτα ἀρκεῖ μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλο υ , οὐδὲν δὲ κωλύει καὶ διὰ παντό ς , ἐντετμῆσθαι ὥσπερ καπέτους μακρὰς ἢ πέντε ἢ ἕ ξ , διαλειπούσας ἀ π ’ ἀλλήλων ὡς τέσσαρας δακτύλου ς · αὐτὰς δὲ ἀρκεῖ εὖρος τριδακτύλους εἶναι καὶ βάθος οὕτω ς . ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν βαθυτέρην ἔτι τετράγωνον ὡς τριῶν δακτύλω ν , καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτη ν , ὅταν προσδεῖν 〈δέῃ 〉 , ξύλον ἐμπηγνύντα ἐναρμόσον τῇ καταγλυφ ῇ , τὸ δὲ ἄνω στρογγύλον ἐμπηγνύνα ι , ὡς ἄν ποτε δοκῇ συμφέρειν μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηρο ῦ .
22 τοῦτο τὸ ξύλον ἑστεὸς κωλύσει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα τοῖς πρὸς ποδῶν ἕλκουσι ν . ἐνίοτε γὰρ ἀρκέσοι ἂν αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιο ς · ἐνίοτε δὲ καὶ κατατεινομένῳ ἔνθεν καὶ ἔνθεν αὐτὸ τὸ ξύλον τοῦτο χαλαρὸν ἐγκείμενον ἐν τῇ ῥοπῇ ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ εἰς τὸ ἔξω μέρο ς . διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντέτμηντα ι , ὡ ς , κα θ ’ ὁποίην ἂν αὐτῶν ἁρμόττ ῃ , ἐμβαλλόμενος ὁ ξύλινος μοχλὸς μοχλεύει [ἡ ] παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων ἐρειδόμενος ἅμα τῇ κατατάσε ι , ἤν τε εἰς τὸ ἔξω μέρος ἐκμοχλεῦσαι καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν συμφέρῃ εἶναι ἤν τε πλάτος ἔχοντ α . ἄλλος γὰρ ἄλλῳ [ς ] τῶν ἄρθρων ἁρμόσε ι . εὔχρηστος δέ ἐστιν ἐς πάντων 〈τῶν〉 ἄρθρων ἐμβολὴν τῶν κατὰ τὰ σκέλεα αὕτη ἡ μόχλευσις σὺν τῇ κατατάσε ι . περὶ οὗ μὲν οὖν ὁ λόγος ἐστί ν , στρογγύλος ἁρμόσειεν ὁ μοχλὸς εἶνα ι . τῷ μέντοι ἔξωθεν ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶνα ι . ἀπὸ τούτων τῶν μηχανῶν καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκεῖ οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖ ν . ἡ μὲν οὖν ὑπὸ τοῦ Ἱπποκράτους γεγενημένη τῆς ὀργανικῆς σανίδος ἐπίνοια διὰ τούτων σεσήμανται. ἡ δὲ τούτου τοῦ ὀργάνου κατασκευὴ τὸν ὑποδεδειγμένον τρόπον ἔχει. Ἡ μὲν τοῦ ὀργάνου κατασκευὴ τοῦτον ἔχει τὸν τρόπον. ὁ δὲ ἐπ’ αὐτοῦ γινόμενος τοῦ μηροῦ καταρτισμὸς διὰ τῶν ἐχομένων ὑποδειχθήσεταί σοι. οὐ γὰρ μόνον οἴεται ἐπὶ τῆς εἰς τὸ ἔσω τοῦ μηροῦ ἐξαρθρήσεως τὴν ἐπὶ τῆς προκειμένης σανίδος κατάτασιν καὶ μοχλείαν ἀρκεῖν, ἀλλὰ καὶ ἐπιπησσομένων ἐξ ἑκατέρου μέρους φλιῶν ἐχουσῶν κλιμακτῆρα καὶ πλαγίου τοῦ ἀνθρώπου κατατεινομένου. προφέρεται δὲ ἐχομένως περὶ αὐτοῦ τὸν τρόπον τοῦτον· ἔχοι ἄν τις καὶ ἄλλους τρόπους τοῦ ἄρθρου τούτου ἐμβολῆ ς . εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον κατὰ πλάγιον φλιὰς δύο ὡς ποδιαία ς , ὕψος δὲ ὅπως δοκοίη συμφέρει〈ν 〉 , τὴν μὲν ἔνθε ν , τὴν δὲ ἔνθε ν , καὶ ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν ταῖς φλιαῖς ὥσπερ κλιμακτή ρ , ἔπειτα εἰ διέρ [ι ]σειε τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιῶ ν , τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχοι ἐναρμόσον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ [ τ ὸ ] πρὸς τὸ ἄρθρο ν , 〈ᾗ〉 ἐκπεπτώκε ι · ῥηΐδιον δὲ ἁρμόσε ι · τὸν κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιεῖν τοῦ μετρίου καὶ ἱμάτιον πολύπτυχο ν , ὡς ἂν ἁρμόσ ῃ , ὑποτείνειν ὑπὸ τὸ σῶμ α .
23 ἔπειτα χρὴ ξύλον ἔχον [ τ α ] πλάτος μέτριον καὶ μῆκος ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι ἱκνούμενον ἐπέκεινα ἐπὶ τῆς κεφαλῆς τοῦ μηρο ῦ , ὡς οἷόν τ ε · προσκαταδεδέσθαι δὲ πρὸς τὸ σκέλο ς , ὁποσαχῶς ἂν μετρίως ἔχ ῃ · καὶ ἔπειτα κατατεινομένου τοῦ σκέλους εἴτε ξύλῳ ὑπεροειδεῖ εἴτε τούτων τινὶ τῶν κατατασίων ὁμοῦ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα εἰς τὸ κάτω μέρος σὺν τῷ ξύλῳ τῷ προσδεδεμέν ῳ · τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίο ν . καὶ οὕτως ἡ κατάτασις ἅμα μὲν ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ 〈ὑπὲρ τῆς κοτύλη ς , ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ〉 εἰς τὴν ἀρχαίαν φύσιν [ τοῦ μηρο ῦ] . αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ καὶ κρέσσους τῆς συμφορῆ ς , ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζητα ι . ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρητα ι , πολὺ ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς πλείστοισιν ἐμπίπτε ι . Θαυμάζω δὲ ἐπὶ τοῖς τὴν πολυθρύλητον ἀνατομὴν ἐναγκαλιζομένοις Ἡροφιλείοι ς, μάλιστα δὲ ἐπὶ Ἡγήτορ ι. ἐν γὰρ τῷ Περὶ αἰτιῶν περὶ μηροῦ ἐξαρθρήσεως οὕτως ἐμέμνητο τὰ ὑποτεταγμένα διασαφῶν· „διὰ τί δὲ οὐκ ἐπιβάλλονται ζητεῖν ἄλλην τινὰ ἐμβολὴν τῆς τοῦ μηροῦ κεφαλῆς παρὰ τὰς νυνὶ καταπεπτωκυίας, καθ’ ἥν, ὅταν ἐκπέσῃ, ἐμβληθεῖσα μένει, οἱ μόνον αὐτῇ τῇ τριβῇ προσχρώμενοι, θεωροῦντες ἐκ τοῦ ἀνὰ λόγον ἐμβαλλόμενα καὶ μένοντα τήν τε κάτω σιαγόνα καὶ τὴν τοῦ βραχίονος κεφαλήν, ἔτι δὲ ἀγκῶνα καὶ γόνυ καὶ τῶν δακτύλων ἕκαστον καὶ σχεδὸν τὰ πλεῖστα τῶν εἰθισμένων ἐκπίπτειν ἄρθρων; οὐδὲν γὰρ ἔχοντες αὑτοῖς ἐπιλογίσασθαι, διὰ τί ποτε μόνον τοῦτο τῶν ἄρθρων ἐκπεσὸν καὶ πάλιν ἐμβληθὲν οὐ δύναται μένειν, τῷ δὲ πλεονάκις ἐπὶ τῶν λοιπῶν ἄρθρων γινομένῳ προσχρησάμενοι ἥξουσιν κατά τι πιθανὸν ἐπὶ τὸ νομίσαι, μή ποτε ὑπάρχῃ βελτίων ἐμβολή, καθ’ ἣν δυνήσεται μένειν τὸ ἄρθρον, ἐχόμενοι τοῦ κατὰ τὸ πλεῖστον ἐπὶ τῶν λοιπῶν συμβαίνοντος. εἰ δὲ ἐπενόησαν τὴν αἰτίαν ἐξ ἀνατομῆς, διότι συμβέβηκεν ἐκ τῆς κεφαλῆς τοῦ μηροῦ νεῦρον ἐκπεφυκέναι, ὃ ἐμφύεται εἰς μέσην τὴν κοτύλην· οὗ μένοντος μὲν ἀδύνατόν ἐστιν ἐκπεσεῖν τὸν μηρόν, διασπασθὲν δὲ οὐκ ἐνδέχεται σύμφυσιν λαβεῖν, μὴ γεγενημένης δὲ τῆς συμφύσεως ἀδυνατεῖ[ν] πάλιν κατὰ χώραν μένειν τὸ ἄρθρον, ὥστε φανερᾶς τῆς αἰτίας γενομένης ἀποστῆναι καθόλου τοῦ ἐμβάλλειν ἐκπεσόντα μηρὸν καὶ μὴ κατακολουθεῖν ἀδυνάτοις ἐπιβολαῖς.“ ἐν τούτοις ὁ Ἡγήτωρ οὐ μόνον πεπλάνηται, ἀλλὰ καὶ τοὺς φιλιατροῦντας ὅσον ἐφ’ ἑαυτῷ διέστρεφεν· ἔτι δὲ καὶ τῶν ὑπὸ Ἱπποκράτους ἐν τῷ Περὶ ἄρθρων εἰρημένων οὐδαμῶς κεκράτηκεν, ἀλλὰ καὶ ἀπὸ ἀνομολόγων τὴν ἐπιχείρησιν ἐν τοῖς προκειμένοις εὐηθέστερον συνίσταται· ἵνα δὲ μὴ πολυγραφῶμεν, κεφαλαιώδεις τὰς πρὸς αὐτὸν ὑπομνήσεις ποιησόμεθα.
24 Οἱ γὰρ αὐτῇ μόνῃ τῇ τριβῇ προσχρώμενοι, μένοντες ἐπὶ τῶν ἐμπείρως παρατετηρημένων, οὔθ’ ὁμολογήσουσιν, ὅτι καθόλου μηρὸς ἐξαρθρήσας καταρτισθεὶς πάλιν ἐκπίπτει, οὔτε πάλιν ἐμβολὴν παρήσονται, ποτὲ τοῦ προκειμένου μὴ κρατηθέντος. εἰ δὲ τοῦτο ἀληθές ἐστιν, ὅπερ καὶ βούλεται, οὐδ’ ἂν οὕτως ἐγενήθησαν οἱ τῇ παρατηρήσει συγχρώμενοι, ἀλλ’ ὃν τρόπον καὶ τὰ ἐπὶ τῶν 〈λοιπῶν〉 ἄρθρων αὐτοῖς τεθεώρηται, οὕτως καὶ τὰ ἐπὶ μηροῦ ἰδίως παρακολουθοῦντα κατειλῆφθαι πιθανόν ἐστιν, ὥστε μὴ βουλεύεσθαι 〈αὐ〉τοὺς τῇ γνώμῃ ζητοῦντας βελτίονα ἐμβολήν, μένειν δὲ ἐπὶ τοῦ θεωρηθέντος ἐμπείρως. ὅτι δὲ μηρὸς ἐξαρθρήσας καὶ ἐντεθεὶς πάλιν κατ’ ἀνάγκην ἐκπίπτει, οὔτε τὸ γινόμενον οὔθ’ ἡ τῶν ἀρχαίων ἱστορία τοῦτο περιέχει. εἰ γάρ τινι καὶ ἄλλῳ, περὶ τῶν ἄρθρων ἐπιμελὲς γέγονεν καὶ Ἱπποκράτε ι· οὕτως δὲ φιλαλήθης ὑπάρχων καὶ τὰ[ς] ἐπὶ τῶν λοιπῶν ἰδιώματα διασαφῶν οὐδὲν περὶ μηροῦ δεδήλωκεν, ὅτι οὐκ ἂν δύναιτο καθόλου κρατεῖσθαι, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐκπεπνευμάτωκέν πως ἐπὶ τῶν τοῦ μηροῦ ἐμβολῶν, ὥστε καὶ ὀργανικὴν ἐπίνοιαν ποιήσασθαι. καὶ ἔτι γε ἐπὶ τῶν μὴ κρατηθέντων καθ’ ἕκαστον ἐξαρθρήσεως τρόπον τὴν παρακολουθοῦσαν ἐν τῇ πηρώσει χωλείαν ἐκτέθειται. καὶ ἐπὶ ὤμου δὲ τὸ παραπλήσιον ἱστορῶν οὕτως φησίν· οἷς δ ’ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι —καὶ πάλιν οὕτως· οἷς δ ’ ἂν ἀνδράσιν ἤδη ἐοῦσιν ἐκπέσῃ ὦμος καὶ μὴ ἐμβληθ ῇ . εἰ δέ ποτέ φησιν μὴ κρατεῖσθαι τὴν τοῦ μηροῦ ἐξάρθρησιν, τὸ ἐναντίον γε πάλιν γίνεσθαι παρίστησιν· οὐκ ἐπὶ μὲν γὰρ τῆς πεπαλαιωμένης τοῦ ὤμου ἐξαρθρήσεως τὸ συμβαῖνον ἐπιγράφει, ἐπὶ δὲ μηροῦ τὸ γινόμενον παρέπεμψεν ἄν, καὶ ταῦτα τὴν πρόγνωσιν ἐν ἀναγκαίῳ τιθέμενος χάριν τοῦ τὴν τῶν ἰδιωτικῶν ἐκφυγεῖν μέμψιν. ἀλλὰ μὴν ἐν τῷ ἐπὶ πᾶσιν ὤμου καταρτισμῷ οὕτως ἐκτέθειται· τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει τε θᾶσσον 〈ἢ〉 ὡς ἄν τις οἴοιτ ο , ἀτὰρ καὶ τὰ παλαιὰ μόνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσα ι . καὶ ἐπιλέγει τινὰ οὕτως διὰ τῶν ἐφεξῆς· οὐ μὴν ἀλ λ ’ ἐμβάλλειν γάρ μοι δοκεῖ καὶ οὕτως πεπαλαιωμένον βραχίον α . τί γὰρ καὶ ἡ μόχλευσις οὐκ ὀνήσειε ν ; μένειν μέντοι γε οὐκ ἄν μοι δοκοίη κατὰ χώρη ν , ἀλ λ ’ ὀλισθάνειν ἐς τὸ ἔθο ς . εἰ τοίνυν μηρὸς ἐξαρθρήσας καὶ ἐντεθεὶς οὐκ ἔμενεν κατὰ χώραν, οὔτε ἂν πλείονας καὶ ποικίλας ἐμβολὰς ἐκτέθειτο πρὸς τὸ μηδὲν φιλοτεχνῶν οὔτ’ ἂν ἀπέστη τοῦ τὴν ἀλήθειαν σημᾶναι. ὅτι γὰρ ἐν τοῖς τοιούτοις μάλιστά πως φιλαλήθως ἵσταται, ὃ καὶ κατατρέχει τῶν ἀλαζονικώτερον ἱσταμένων ἐν τοῖς καταρτισμοῖς ἰατρῶν, δι’ ὧν φησιν οὕτως ἐν τοῖς αὐτοῖς ἐπὶ ῥάχεως κυφώσεως πάρεστι σκοπεῖν· τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσιες οὐχ ἕνα πω ἐξίθυνα ν , ὧν ἐγὼ οἶδ α .
25 χρῶνται δὲ οἱ ἰητροὶ αὐτῇ μάλιστα οὕτως ἐπιθυμοῦντες ἐκχαυνοῦν τὸν πολὺν λαό ν . τοῖσι γὰρ τοιούτοις θαυμαστά ἐστι ν , ἂν ἢ κρεμάμενον ἢ ῥιπτούμενον ἴδωσιν ἢ ὅσα τοιούτοις ἔοικε ν · καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖς μέλε ι , ὁποῖόν τι ἀπέβη ἀπὸ τοῦ χειρίσματο ς , εἴτε κακὸν εἴτε ἀγαθό ν . οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες σκαιοί εἰσι ν , οὕς γε ἐγὼ ἔγνω ν . καὶ ἐπὶ ποσὸν διελθὼν πάλιν λέγει· αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν διὰ τοῦτ ο , ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τρόποι οἱ τοιοῦτο ι . ὅμως δὲ μετὰ ταῦτα τὸν τρόπον ὑπογράψας, εἰ δέοι διὰ τῆς κλίμακος κατασείειν, οὐδαμῶς τῆς ἀληθείας ἀφιστάμενος οὕτως ἐκτίθεται· αἰσχρὸν μέντοι ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πολὺν ὄχλον παρασχόντα καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον ἔπειτα μηδὲν ὠφελῆσα ι . οὐ τῆς Ἱπποκράτους τοίνυν ψυχῆς ἦν ἐπὶ μὲν τῶν προκειμένων οὕτως διεστάλθαι, ἐπὶ δὲ μηροῦ τῷ παραπλησίῳ τρόπῳ συγχρώμενον ἀπράκτως μηδὲν προσπεποιῆσθαι. ἀλλὰ μὴν περὶ τῆς πρώτης ἐμβολῆς διασαφῶν οὕτως ἐνῆρ〈κ〉ται· μηροῦ δὲ ὀλίσθημα κα τ ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλει ν , ἢν εἰς τὸ ἔσω μέρος ὠλισθήκ ῃ . ἀγαθὴ μὲν κατὰ φύσιν καὶ δικαίη 〈ἡ〉 ἐμβολὴ καὶ δή τι ἀγωνιστικὸν ἔχουσ α , ὅστις γε καὶ τοῖς τοιούτοις ἥδεται κομψευόμενο ς . κρεμάσαι χρὴ τὸν ἄνθρωπον πρὸς μεσόδμη ν . ἀλλ’ εἴπερ οὗτος ὁ τῆς ἐμβολῆς τρόπος ἢ καί τινες τῶν διηριθμημένων ὑπ’ αὐτοῦ πρὸς τὸ μηδὲν ἦσαν ἐπινενοημένοι, πάντως ἂν ἐδήλωσεν, ὃν τρόπον καὶ ἐπὶ τῆς τῶν σφονδύλων διορθώσεως λέγων οὕτως· ἔγραψα ἐπίτηδες τοῦτ ο . καλὰ γὰρ ταῦτα τὰ μαθήματά ἐστι ν , ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ διὰ τί ἠπορήθ η . οὐ μὴν ἀλλ’ ἐπεὶ μάλιστά πως περιεργότερον ἐπὶ τῶν μὴ κρατηθέντων περὶ τὴν ἐξάρθρησιν μηρῶν τὰ παρακολουθοῦντα διηρίθμη[ν]ται, σκεψώμεθα, ὃ ἐπιφωνεῖ ἐπὶ τῆς εἰς τὸ ὀπίσω τοῦ μηροῦ ἐξαρθρήσεως. καθάπερ δὲ καὶ ἐπὶ τῶν λοιπῶν τρόπων, τὸ παραπλήσιον καὶ ἐπὶ τοῦ προκειμένου οὕτως προκατακεχώρικεν· ᾧ μὲν οὖν ἂν 〈τε〉 τελειωμένῳ ἤδη ἐκπεσὸν μὴ ἐμπέσ ῃ . καὶ πάλιν οὕτως· οἷς δ ’ ἂν ἐκ γενετῆς ἢ ἄλλως πως ἀναυξήτοις ἔτι οὖσιν ὀλίσθῃ τὸ ἄρθρον καὶ μὴ ἐμπέσ ῃ . εἰ δ’ ἐπὶ πασῶν τῶν τοῦ μηροῦ ἐξαρθρήσεων τὸ μὴ κρατεῖσθαι παρηκολούθει, οὐκ ἄν ποτε ἐπὶ τῶν μὴ καταρτισθέντων τὰ τῆς παρεζευγμένης χωλείας ἰδιώματα διηρίθμητο. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν κρατηθέντων δηλούμεν〈α〉 συνακτικὰ καθίσταται τοῦ καταρτίζεσθαι μηρὸν ἐξαρθρήσαντα· οὐ μὴν ἀλλ’ ἵνα μὴ ματαιοπόνος φαίνηται ἐπὶ τῶν μὴ κρατηθέντων ἐν ταῖς χώραις ἐπ’ ἀκριβὲς διεληλυθώς, οὕτως μεθ’ ὑπεξαιρέσεως ἐπιλέγει· φαίη μὲν οὖν τις ἔξω ἰατρικῆς τὰ τοιαῦτα εἶνα ι .
26 τί γὰρ [ τ ι ] δῆθεν δεῖ περὶ τῶν ἤδη ἀνηκέστων γεγονό〈των〉 ἔτι προ〈σ〉ξυνιένα ι ; πολλοῦ δὲ δεῖ οὕτως ἔχει ν · τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα συνιένα ι · οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀ π ’ ἀλλήλω ν . δεῖ μὲν γὰρ τὰ ἀκεστὰ μηχανᾶσθα ι , ὅπως μὴ ἀνήκεστα ἔστα ι , συνιέντα ὅπῃ ἂν μάλιστα κωλύσῃ ἐς τὸ [ν ] ἀνήκεστον ἐλθεῖ ν . δεῖ δὲ τὰ ἀνήκεστα συνιένα ι , ὡς μὴ μάτην λυμαίνητα ι . τὰ δὲ προβλήματα λαμπρὰ καὶ ἀγωνιστικὰ ἀπὸ τοῦ γινώσκει ν , ὅπῃ ἂν ἕκαστα καὶ ὁπότε καὶ ὅπως τελευτήσε ι , ἤν τε ἐς τὸ ἀκεστὸν τράπηται ἤν τε εἰς τὸ ἀνήκεστο ν . τούτων δὲ οὕτως ἐχόντων, εἴπερ μηρὸς ἐξαρθρήσας καὶ καταρτισθεὶς οὐκ ἔμενεν κατὰ χώραν, ῥητῶς ἂν ὁ ἰατρὸς τὸ τοῦ πράγματος ἀνίατον, χάριν τοῦ μὴ πλανᾶσθαι ἡμᾶς, σεσημάγκει. μήποτ’ οὖν οἱ τὴν ἐναντίαν δόξαν ἐσχηκότες καὶ τῆς τῶν ἄρθρων καὶ τῆς τῶν νεύρων φύσεως καὶ τοῦ σύμπαντος περὶ τούτων ἀπείρως ἔχουσιν λόγου; ὁ γὰρ ἰατρὸς ἐπὶ τῶν ῥᾳδίως ἢ πάλιν δυσκόλως ἐξαρθρούντων τε καὶ καταρτιζομένων ἄρθρων καὶ τὴν φυσικὴν καταβολὴν καὶ τὴν καθ’ ἕξιν σύστασιν καὶ τὴν τῶν νεύρων σκληρίαν ἢ ἐπίδοσιν μεθ’ ὑγρότητος ᾐτίαται, ὥστε καὶ ἐπὶ τῶν κατὰ τὸν μηρὸν ἐξαρθρήσεων, ἐάν ποτε μὴ κρατηθῇ, μὴ διὰ τὸ [μὴ] σπασθῆναι τὸ νεῦρον τοῦτο συμβαίνειν, ἀλλὰ διὰ τὴν φυσικὴν τῶν νεύρων ἔκλυσιν ἢ ἐπίδοσιν, ὡς ἐπὶ τῶν βοῶν τὰ ἄρθρα ταῦτα φύσει χαλαρὰ αὐτοὺς ἔχειν φησίν. οὐ μὴν ἀλλ’ ἵνα μὴ πολυγραφῶ, καὶ περὶ τούτων ἐν συντόμοις τὰ λεγόμενα δηλώσομεν· ἐν ἀρχῇ τοίνυν τῆς πραγματείας ἐπὶ ὤμου ἐξαρθρήσεως καταρτισμοῦ τὴν μνείαν ποιούμενος οὕτως ἐκτίθεται· ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντ α · διενέγκαι μὲν γὰρ ἄν τι καὶ κοτύλη κοτύλη ς , ἡ [ν ] μὲν εὐυπέρβατος ἐοῦσ α , ἡ δὲ καὶ ἧσσο ν . πλεῖστον δὲ διαφέρει τῶν νεύρων ὁ ἔνδεσμο ς , τοῖς μὲν ἐπιδόσει〈σ〉 ἔχω ν , οἷς δὲ συνδεδεμένο ς . καὶ γὰρ ἡ ὑγρότης τοῖς ἀνθρώποις γίγνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τὴν τῶν νεύρων ἀπάρτησι ν , ἢν χαλαρά τε ᾖ φύσει καὶ ἐπιτάσιας εὐφόρως φέρ ῃ . συχνοὺς γὰρ ἄν τις ἴδο ι , οἳ οὕτως ὑγροί εἰσι ν , ὥστ ε , ὁπόταν [ ἂ ν ] ἐθέλωσι ν , ἐξίσταται ἀνωδύνω ς . διαφέρει μέντοι τι καὶ ἕξις σώματο ς . τοῖς μὲν γὰρ εὖ ἔχουσιν τὸ γυῖον καὶ σεσαρκωμένοις ἐκπίπτει 〈τε ἧσσον ἐμπίπτει〉 τε χαλεπώτερο ν . ὅταν δὲ αὐτοὶ ἑωυτῶν λεπτοὶ καὶ ἄσαρκοι ὦσι ν , τότε ἐκπίπτει τε μᾶλλον ἐμπίπτει τε ῥᾷο ν · σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει καὶ τόδ ε · τοῖς γὰρ βουσὶν οἱ μηροὶ τότε ἐκπίπτουσιν ἐκ τῆς κοτύλη ς , ἡνίκα ἂν αὐτοὶ ἑωυτῶν λεπτότατοι ἔωσι ν . ταῦτα ὑπομένουσιν ἐπὶ πάντων τῶν ἄρθρων κοινῶς, καὶ οὐκ ἐπὶ μόνου ὤμου εἰρῆσθαι διαληπτέον. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς διὰ τῶν ἑπομένων οὕτως πεποίηκεν φανερὸν συνοικειῶν τὸν λόγον· μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παραπλησιώταται ὀλισθάνουσι ν .
27 εἶτ’ εἰρομένως οὐ περὶ τοῦ τὸ νεῦρον ἀποσπασθῆναι τὴν μνείαν ποιεῖται, ἀλλὰ περὶ τῆς τῶν ἄρθρων κεφαλῆς καὶ τῶν κοιλωμάτων τῶν δὴ κοτυλῶν λεγομένων, ὅτι παραπλήσιοί εἰσιν, ὅθεν ἐπιλέγει ταυτί· διὰ τοῦτο οὐκ ἔστιν αὐταῖς τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρο υ · εἶτ’ ἐπιφέρει· περὶ οὗ οὖν ὁ λόγος ἐστί ν , ἐκπίπτουσιν τελείω ς , ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσι ν · ὅμ [ ο ι ]ως δὲ καὶ ταῦτα ὁτὲ μὲν πλεῖον ἀποπηδᾷ ἀπὸ τῆς φύσιο ς , ὁτὲ δὲ ἔλασσο ν , μᾶλλον δέ τι μηρὸς τοῦτο βραχίονος πέπονθε ν . ἱκανῶς δὲ ἔχει〈ν〉 νομίζομεν πρὸς τὴν σύστασιν τὰς προκειμένας ἐκλογάς. οὐ μὴν ἀλλ’ ὀλίγων ἔτι λειπομένων καὶ ταῦτα προσκατατάξομεν. κοινότερον μὲν γὰρ ἐπὶ πάντων ἱστάμενος οὕτως φησίν· ὅσα γὰρ νεῦρα καὶ μύες παρὰ ἄρθρα ἐστὶν ἢ ἀπὸ ἄρθρω ν , ἀ φ ’ ὧν συνδέδετα ι , τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινεῖτα ι , ταῦτα καὶ εἰς τὰς κατατάσιας ἐπιδιδόναι δύνατα ι , ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότα〈τα〉 πλείστην ἐπίδοσιν ἔχε ι . μήποτε οὖν καὶ τὸ ἐπὶ τῶν ἐξαρθρήσεών ποτε δύσεργον ἢ καὶ ἀνίατον γινόμενον παρὰ νεύρου διασπασμὸν εἴη συμβαῖνον, ἀλλὰ παρὰ τὸ μᾶλλον ἐξαρθρεῖν· σαφῶς γε οὖν ἐν τοῖς αὐτοῖς οὕτως διασαφεῖται· ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρῆσθα ι , τὰ ἄρθρα ἐκπίπτοντα καὶ τὰ ὀλισθάνοντα δισσῶς αὐτὰ ἑ [ν ]αυτοῖς ἐκπίπτει τε καὶ ὀλισθάνε ι , ὁτὲ μὲν πολὺ πλεῖο ν , ὁτὲ δὲ πολὺ ἔλασσο ν . καὶ οἷς μὲν 〈ἂν〉 πλεῖον ἢ ἐκπέσῃ ἢ ὀλίσθ ῃ , χαλεπώτερα ἐμβιβάζειν τὸ ἐπίπαν ἐστί ν , καὶ ἢν μὴ ἐμβιβασθ ῇ , μείζους καὶ ἐπιδηλοτέρας τὰς π [λ ]ηρώσιας 〈καὶ〉 κακώσιας ἴσχει τὰ τοιαῦτ α . Τούτων δὲ οὕτως εἰρημένων ἐπανελε〈υ〉στέον ἐστὶν ἐπὶ τὸ〈ν〉 προκείμενον τῆς τοῦ μηροῦ ἐμβολῆς τρόπον, ἀφ’ οὗ καὶ τὴν παρέκβασιν ἐποιησάμεθα. ὑποδείξας γὰρ Ἱπποκράτη ς, ὅτι τοῖς πλείστοις ἐνίοτε ῥᾳδίως χωρὶς βίας μηρὸς ἐξαρθρήσας καταρτίζεται, οὕτως ἑπομένως προσδιασεσάφηκεν· εἴρηνται μὲν οὖν τρόποι κατατάσεων καὶ ἐν τοῖς ἔμπροσθεν εἰρημένοι ς · χρῆσθαι δὲ οἷς ἄν τις παρατύχ ῃ . ἵνα δὲ μὴ ἐπὶ πάντων τὸ τοῦ καταρτισμοῦ ἔργον ῥᾴδιον εἶναι διαλαμβάνηται, τὸν τρόπον τοῦτον ἑξῆς προσδιασεσάφηκεν· δεῖ γὰρ [ ἂ ν ] ἀντικατατετάσθαι ἰσχυρῶ ς , ἐπὶ μὲν θάτερα τὸ σκέλο ς , ἐπὶ δὲ θάτερα τὸ σῶμ α . ἢν γὰρ εὖ καταταθ ῇ , ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίας ἕδρη ς . καὶ μετ’ ὀλίγον φησίν· ἀλλὰ ἐλλείπουσιν γὰρ ἐν τῇ κατατάσε ι · διὰ τοῦτο ὄχλον πλείω παρέχει 〈ἡ〉 ἐμβολ ή . ὥστε μὴ καθόλου, ἀλλὰ καί ποτε διὰ τὴν ἐπὶ πλεῖον ἐξάρθρησιν καὶ ῥυέντος δέ τισιν παρὰ τὸν ἐν τῇ κατατάσει [δὲ] χειρισμὸν μὴ καταρτίζεσθαι μηρὸν ἐξαρθρήσαντα. Ἀκολούθως δὲ τῇ[ν] κατὰ τὴν δίκην προκειμένῃ λέξει προσανακεφαλαιούμενος τὰ[ς] περὶ τοῦ μηροῦ ἐξαρθρήσεως καταρτισμοῦ διὰ τούτων διασαφεῖ· ὥσπερ μὲν οὖν καὶ πρόσθεν ἤδη εἰρήκαμε ν , †παρὰ† τὸ διαφέρον ἐστὶν τῶν φύσεων τοῖς ἀνθρώποις εἰς τὸ εὐμετάβλητα καὶ δυσέμβλητα εἶναι τὰ ἄρθρ α .
28 ἐνίοις γὰρ μηρὸς ἐμπίπτει ἀ π ’ οὐδεμιῆς κατασκευῆ ς , ἀλ λ ’ ὀλίγης μὲν κατατάσιο ς , ὅσον ταῖς χερσὶν κατιθῦνα ι · πολλοῖς δὲ συγκάμψασιν τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησάμενο ν . ἀλλὰ γὰρ τὰ πλείω οὐ δ ’ ἐνακούει ἀπὸ τῆς τυχούσης παρασκευῆ ς . διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ περὶ ἑκάστου ἐν πάσῃ τέχν ῃ , χρῆσθαι δὲ οἷς ἂν δοκ ῇ . —χρὴ περὶ πλείστου ποιεῖσθαι ἐν πάσῃ τέχν ῃ , [ χρῆσθαι δ’ ] ὅπως ὑγιῆ ποιήσεις τὸν νοσέοντ α . εἰ δὲ πολλοὺς τρόπους οἷόν τε εἴη ὑγιέα ποιέει ν , τὸν ἀοχλότατον χρὴ αἱρεῖσθα ι . καὶ γὰρ ἀνδρ [α ]εθικώτατον τοῦτο καὶ τεχνικώτατον ἄν τις ὑπολάβο ι , ὅστις μὴ ἐπιθυμεῖ δημ [ι ]οειδέος κιβδηλίη ς . ὁ δὴ διὰ πάντων τούτων δεόντως καὶ φιλαλήθως περὶ μηροῦ ἐξαρθρήσεως διεσταλμένος—πῶς συμβαίνει, εἴπερ μὴ καταρτισθεὶς ἐπέμενεν, ἀλλὰ πάλιν ἐξήρθρει, κατασιωπῆσαι; ἀλλ’ οὐχὶ πᾶν τοὐναντίον ὤφειλεν τὸ συμβα〈ῖ〉νο〈ν〉 δηλῶσαι; Τὰ μὲν οὖν πρὸς Ἡγήτορα ἐν κεφαλαίοις περὶ τῆς τοῦ μηροῦ ἐξαρθρήσεως ἀναγκαίως ἔχοντα ῥωσθῆναι ταῦτ’ ἐστίν, τὴν δὲ διὰ τῆς προκειμένης ὀργανικῆς σανίδος ἐμβολὴν ἐπὶ τοῦ εἰς τὸ ἔσω μέρος ὠλισθηκότος μηροῦ τὸν ὑποτεταγμένον διὰ τοῦ ὑποδείγματος τρόπον χρὴ ποιεῖσθαι. Περὶ μὲν οὖν τοῦ μηροῦ εἰς τὰ ἔσω ἐξαρθρήσεως τὰς προκειμένας σημειώσεις τε καὶ ἐμβολὰς κατακεχώρικεν· περὶ δὲ τῶν λοιπῶν τρόπων διὰ τῶν ἐχομένων μνημονεύων πρότερον περὶ τῆς εἰς τὸ ἔξω μέρος ἐξαρθρήσεως οὕτως ὑπογέγραφεν· ὅσοις δ ’ ἂν εἰς τὸ ἔξω μηροῦ κεφαλὴ ἐκβ ῇ , βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον εἰκότω ς . οὐ γὰρ ἐπὶ τὸ ὀστέον ἡ ἀνάβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστι ν , ὥσπερ ὅτε ἔσω ἐξέπιπτε ν , ἀλλὰ [ ἂ ν ] παρὰ τὸ ὀστέον παρακεκλιμένην τὴν φύσιν ἔχον ἐν σαρκὶ ἐνστηρίζεται ὑγρῇ καὶ ὑπεικούσ ῃ · διὰ τοῦτο μὲν βραχύτερον φαίνετα ι · ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνετα ι · ἔξωθεν δὲ ὁ γλουτὸς κυρτότερο ς , ἅτε εἰς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίη ς . ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτό ς , ἅτε ὑπειξάσης τῆς σαρκὸς τῇ τοῦ μηροῦ κεφαλ ῇ . τό τε παρὰ τὸ γόνυ τοῦ μηροῦ ἔσω ῥέπον φαίνεται καὶ ἡ κνήμη καὶ ὁ πού ς . ἀτὰρ οὐδὲ συγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνατα ι . τὰ μὲν σημεῖα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηρο ῦ . οἷς μὲν οὖν ἂν ἤδη τετελειωμένοις ἐκπεσὸν τὸ ἄρθρον [ἢ ] μὴ ἐμπέσ ῃ , τούτοις μὲν βραχύτερον φαίνεται τὸ σύμπαν σκέλο ς · ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνεῖσθαι ἐπὶ τὴν γῆ ν , τῷ δὲ στήθει τοῦ ποδὸς βαίνουσιν ὀλίγον ἐπὶ τὴν γῆ ν · εἰς δὲ τὸ ἔσω ῥέπουσιν ἄκροις τοῖς δακτύλοι ς .
29 ὀχεῖν δὲ τὸ σῶμα δύνα [ν ]ται τὸ σιναρὸν σκέλος τουτὶ πολλῷ μᾶλλον ἢ οἷς ἂν εἰς τὸ ἔσω μέρος ἐκπεπτώκ ῃ . οὐ μόνον δὲ ἐπὶ τῶν τελείων, ἀλλὰ καὶ ἐπὶ τῶν ἔτι ὄντων ἐν αὐξήσει ἐπὶ πάσης μηροῦ ἐξαρθρήσεως, ὅταν μὴ κρατηθῇ, τὰ [μὴ] παρακολουθοῦντα διηρίθμηται, ἃ δὴ παρήσομεν. τοῦτο δὲ μόνον εἰς ὑπόμνησιν ἀκτέον, διότι, εἰ καθόλου μηρὸς ἐξαρθρήσας καὶ καταρτισθεὶς οὐκ ἐπέμενεν ἐν τῇ κατὰ φύσιν χώρᾳ, σαφῶς ἂν αὐτὸς ὁ Ἱπποκράτης σεσημάγκει, πάντα τε τὰ ἀποβαίνοντα ἐμπείρως περὶ τὴν ἐξάρθρησιν ταύτην ἐκτεθειμένος καὶ ἐπὶ τῶν μὴ κρατηθέντων γραφικῶς σφόδρα [ἢ] αὐτῆς τῆς ἀληθείας τὰς ἀπορίας ὑπογεγραφώς, ἃ δὴ σημαίνει, καθάπερ ὑποδεδείχαμεν, μὴ ματαιοπόνον γεγονέναι μηδὲ ἀνωφελεῖς καταρτισμοὺς ἐκτεθεῖσθαι. τοῦ προκειμένου δὲ τῆς ἐξαρθρήσεως τρόπου τὴν ἐμβολὴν οὕτως φησὶ ποιεῖσθαι· ἢν δὲ εἰς τὸ ἔξω μέρος τοῦ μηροῦ ἡ κεφαλὴ ὀλίσθ ῃ , τὰς μὲν κατατάσιας ἔνθα καὶ ἔνθα οὕτως χρὴ ποιεῖσθα ι , ὥσπερ εἴρητα ι , ἢ τοιουτοτρόπω ς · τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρ ή , ἅμα τῇ κατατάσει ἐκ τοῦ ἔξω μέρους ἐς τὸ ἔσω ἀναγκάζοντ α , κα τ ’ αὐτόν τε τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρ ω . ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις ταῖς χερσί ν , ὡς μὴ ὑπείκῃ τὸ σῶμ α , ἢ ἑτέρῳ τοιούτῳ μοχλῷ ὑποβάλλων καὶ ἐρείσας ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατεχέτ ω · †δὲ μήποτε† τοῦ μηροῦ τοῦ ὠλισθηκότος τὸ παρὰ τὸ γόνυ ἔξωθεν ἔσω ἡσύχως παραγέτ ω . ἡ δὲ κρέμασις οὐχ ἁρμόζει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσεως τοῦ ἄρθρο υ · ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλη ς . τὴν μέντοι σὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαι τ ’ ἄν τι ς , ὥστε ἁρμόσαι τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἔξωθεν προσαρτέω ν . ἀλλὰ τί καὶ δε ῖ ; ἢν γὰρ ὀρθῶς μὲν καὶ εὖ κατατείνητα ι , ὀρθῶς δὲ μοχλεύητα ι , [ε ]τί ἂν οὐκ ἐμπέσοι ἄρθρον οὕτως ἐκπεπτωκό ς ; διαφεύγοι ἄν, εἰ ὀρθῶς μὲν καὶ εὖ κατατείνοιτο, ὥστε καὶ ἐφ’ οὗ ποιεῖται τὸν λόγον μηροῦ καταρτίζεσθαι. εἰ δὲ μὴ〈ν〉 τοῦτο μὲν φήσουσιν δυνατὸν γίνεσθαι, πάλιν δὲ ἐξαρθρεῖν, παντελῶς εὐήθεις ἔσονται. ὁ γὰρ Ἱπποκράτης πικρῶς πάντα παρατετηρηκὼς καὶ τοῦτ’ ἂν ἡμῖν εἰς ἐμφάνειαν ἀγηόχει· πλὴν ὅ γε καταρτισμὸς τοῦ εἰς τὸ ἔξω ἐκπεσόντος μηροῦ οὕτως ἂν διὰ τοῦ ὑποδείγματος ἐπιτελοῖτο. Περὶ δὲ τῆς εἰς τὸ ὄπισθεν μέρος [τῆς] ἐξαρθρήσεως οὕτως ὑποδέδειχεν· οἷς δ ’ ἂν [ἢ ] εἰς τὸ ὄπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ—ὀλίγοις δὲ ἐκπίπτει — , οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε κατὰ τὴν ἰγνύη ν · ἀλ λ ’ ἢ μάλιστα τῶν ἐκπαλέων οὗτοι ἐκτανύουσιν καὶ τὸ [ν ] κατὰ τὸν βουβῶνα 〈καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρο ν .
30 προσσυνιέναι μὲν οὖν καὶ τόδε χρή—εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστιν καὶ τοὺς πλείστους λήθει — , ὅτι οὐ δ ’ οἱ ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκτανύειν τὸ ἄρθρο ν , ἢν μὴ συνεκτανύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα〉 ἄρθρο ν . —περὶ οὗ ὁ λόγο ς , οὔτε ἐκτανύειν δύναντα ι , ὥσπερ ἤδη εἴρητα ι , βραχύτερόν τε τὸ σκέλος φαίνετα ι . καὶ μετά τινας ἀριθμοὺς ταῦτ’ ἐπιλέγει· κάμπτειν μέντοι δύναντα ι , ὅσον μὴ ὀδύνη κωλύε ι , καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ἐπιεικῶς ὀρθὰ φαίνετα ι , οὔτε τῇ οὔτε τῇ ἐκκεκλιμέν α . κατὰ τὸν βουβῶνα δοκεῖ τι ἡ σὰρξ λαπαρωτέρη εἶναί ποτε καὶ ψαυομέν η , ἅτε τοῦ ἄρθρου ἐπὶ τὰ ἕτερα ὠλισθηκότο ς . κατὰ δὲ αὐτοῦ τὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκεῖ τι ἐξογκεῖν μᾶλλο ν . τὰ μὲν σημεῖα ταῦτ α , ᾧ ἂν εἰς τὸ ὄπισθεν ἐκπεπτώκ ῃ . πάλιν δὲ καὶ ἐπὶ ταύτης τῆς ἐξαρθρήσεως περὶ τῶν μὴ κρατηθέντων διὰ πλειόνων μέμνηται, ἃ δὴ παρέντες αὐτὸ μόνον οὕτως προτάξομεν· ὅτεῳ μὲν οὖν 〈ἂν〉 τετελειωμένῳ ἤδη ἐκπεσὸν μὴ ἐμπέσ ῃ , ὁδοιπορεῖν μὲν δύναντα ι , ὅταν χρόνος ἐγγένηται καὶ ἡ ὀδύνη παύσηται καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθα ι . ἀναγκάζεται μέντοι ἰσχυρῶς ἐγκάμπτων κατὰ τοὺς βουβῶνας ὁδοιπορέειν διὰ δισσὰς προφάσια ς . περὶ μὲν οὖν τῆς σημειώσεως καὶ τῶν ἀποβαινόντων ταῦτα ἐξηρίθμηται· περὶ δὲ τῆς ἐμβολῆς διὰ τούτων σεσήμαγκεν· [τ ]οἷσιν δὲ εἰς τὸ ὄπισθεν ὁ μηρὸς ἐκπεπτώκε ι , τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτως δεῖ ποιεῖσθα ι , ὥσπερ ἤδη εἴρητα ι · ὑποστρώσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον μαλθακώτατο ν , πρηνέα κατακλῖναι τὸν ἄνθρωπο ν · οὕτως κατατείνει ν · ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὥσπερ τὰ ὑβώματα κα τ ’ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα μᾶλλον ἐς τὸ κάτω μέρος ἢ ἐς τὸ ἄνω τῶν ἰσχίω ν . καὶ ἡ ἐντομὴ ἐν τῷ τοίχῳ τῇ σανίδι μὴ εὐθεῖα ἔστ ω , ἀλ λ ’ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρο ς . αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστιν καὶ ἅμα ἰσχυροτάτ η . δεῖ δὲ τὴν τοῦ προκειμένου ἄρθρου ἀποκατάστασιν τὸν τρόπον τοῦτον ποιεῖσθαι. Ἔτι δὲ τῆς προκειμένης ἐξαρθρήσεως καταρτισμοῦ τρόπον τοιοῦτόν τινα ὑπογέγραφεν· ἀρκέσειε δ ’ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα ἢ ταῖς χερσὶν ἐρεισάμενον ἢ ἐπιβάντα ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσε ι . ἄλλη δὲ οὐδεμία [ς ] ἐμβολὴ τῶν πρόσθεν εἰρημένων κατὰ φύσιν ἐστὶν τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματο ς . αὗται δὲ πᾶσαι δίκαιαι. οὐκ ἀναγκαῖον δὲ ἔσται πάντα τὰ ὑποδείγματα ἐπὶ τούτων τάσσειν. ἐν γὰρ τῷ πρὸ τούτου βιβλίῳ παραπλησίως ἐπὶ τῶν σφονδύλων ὑποδεδείχαμεν· ὅθεν ἐν τούτοις ἐφ’ ἑνὸς μόνου τοῦ διὰ τῶν χειρῶν γινομένου τρόπου στάντες ὑπογράφομεν.
31 τὸ γὰρ αὐτὸ ἐπιτελοῖτ’ ἂν ὁτὲ μὲν ἐφεζομένων, ὁτὲ δὲ ἐπιβαινόντων τῷ ποδὶ καὶ ἐποχουμένων τινῶν. τὸ ὑπόδειγμα τοῦτο〈ν〉 ἂν ἔχοι τὸν τρόπον. Περὶ δὲ τῆς λειπομένης μηροῦ ἐξαρθρήσεως οὕτως μέμνηται· οἷς δ ’ ἂν ἐς τὸ ἔμπροσθεν κεφαλὴ μηροῦ ἐκπέσῃ—ὀλίγα δὲ ταῦτα γίγνεται — , οὗτοι ἐκταν [ν ]ύειν μὲν τὸ σκέλος οὐ δύνανται τελείω ς , συγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὸ κατὰ τὸν βουβῶν α . [ἀ ]πονέουσιν δὲ καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται συγκάμπτει ν · μῆκός τε τοῦ σκέλους παραπλήσιον φαίνεται κατὰ μὲν τὴν πτέρνην καὶ πάν υ . ἄκρος δὲ ὁ ποὺς ἧσσον προκύπτειν θέλει εἰς τὸ ἔμπροσθε ν · ὅλον δὲ τὸ σκέλ [λ ]ος ἔχει τὴν εὐθυωρίην τὴν κατὰ φύσιν καὶ οὔτε τῇ οὔτε τῇ ῥέπε ι . ὀδυνῶνται δὲ τῷ αὐτίκα εἶναι οὕτω μάλιστα καὶ οὖρον ἴσχεται τὸ πρῶτον τούτοις μᾶλλόν τι ἢ τοῖς ἄλλοις ἐξαρθρήμασι ν · ἔγκειται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν τόνων τῶν ἐπικαίρω ν , περὶ ὧν οἶδα ς , καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέον καὶ κατατεταμένον τὸ χωρίον φαίνετα ι , κατὰ δὲ τὸ πυγαῖον στολιδωδέστερον καὶ ἀσαρκωδέστερο ν . ταῦτα σημεῖα τὰ εἰρημέν α , ᾧ ἂν οὕτως ἐκπεπτώκ ῃ . ὅσοις μὲν οὖν 〈ἂν〉 ἤδη ἠνδρωμένοις τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσ ῃ , οὗτο ι , ὅταν αὐτοῖς ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθῇ ἐν τῷ χωρίῳ στρέφεσθα ι , ἵνα ἐξέπεσε ν , οὗτοι δύνανται σχεδόν τι ὀρθοὶ ὁδοιπορεῖν ἄνευ ξύλο υ . καὶ τὰ λοιπὰ δὲ ἑξῆς τὰ παρακολουθοῦντα καὶ τὰ ἐπὶ τῶν ἔτι ἐν αὐξήσει ὄντων περιέργως διηρίθμηται, ἃ παρέντες ἐπὶ τὸν τῆς ἐμβολῆς τρόπον ἐπανάξομεν· ἐκτέθειται δ’ αὐτὸν οὕτως· ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἐξολίσθ ῃ , τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέο ς · ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ χειρῶν καὶ ὡς εὐπαιδευτότατον ἐνερείσαντα τὸ θέναρ τῆς ἑτέρης χειρὸς παρὰ τὸν βουβῶνα καὶ τῇ χειρὶ τῇ ἑτέρῃ τὴν ἑωυτοῦ χεῖρα προ〈σ〉καταλαμβάνοντα ἅμα μὲν ἐς τὸ κάτω μέρος ὠθέειν τοῦ ὀλισθήματο ς , ἅμα δ ’ ἐς τοὔμπροσθεν τοῦ γούνατος μέρο ς . οὗτος ὁ τρόπος ἐμβολῆς κατὰ φύσιν μάλιστα τούτῳ τῷ ὀλισθήματ ι . ταῦτα μὲν οὕτως ἐκτέθειται. δεῖ δὲ διὰ τοῦ ὑποκειμένου ὑποδείγματος τὸν εἰς τὸ ἔμπροσθεν ἐξαρθρήσαντα μηρὸν οὕτως ἐντιθέναι. Ἐπεὶ δὲ οὐ μόνον τὸν προκείμενον καταρτισμὸν ἐπὶ τοῦ εἰς τὸ ἔμπροσθεν ἐξαρθρήσαντος μηροῦ κατακεχώρικεν, ἀλλὰ καὶ τὸν ἐπὶ κεφαλῆς γινόμενον καταρτισμὸν συν〈επιλέγει〉, ἐπειδή τε τῷ κατὰ φύσιν 〈εἶναι〉 ἐπὶ τῷ αὐτῷ τρόπῳ τοῦτον διείληφεν, ἀναγκαῖον ἂν εἴη καὶ ταύτην τὴν ἐμβολὴν ὑποτάξαι πρὸς τὸ μηδέν σε τῶν πρὸς τὰ προκείμενα εἰρημένων διαλαθεῖν.
32 διασαφεῖ δὲ περὶ αὐτῶν διὰ τῶν ἐχομένων τούτων· ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσι ν . δεῖ μέντοι τὸν ἐκκρεμάμενον 〈ἔμπειρον〉 εἶνα ι , ὡς μὴ ἐκμοχλεύειν τῷ πήχει τὸ ἄρθρο ν , ἀλλὰ κατὰ μέσον τὸν περίνεον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιητέο ν . ὁ δὲ καταρτισμὸς ὁ διὰ τοῦ κρεμασμοῦ οὕτως 〈ἂν〉 ἐπιτελοῖτο. Περὶ μὲν οὖν μηροῦ ἐξηρθρηκότος σημειώσεών τε καὶ ἐμβολῶν καὶ 〈διὰ〉 τῶν τούτων ὑποδειγμάτων, ὃν τρόπον προεθέμεθα καθ’ Ἱπποκράτ η, δεδήλωταί σοι· περὶ δὲ γόνατος καὶ σφυροῦ τῷ[ν] τὸν καταρτισμὸν αὐτῶν ἁπλούστερον εἶναι οὐ δυνατὸν δι’ ὑποδειγμάτων ἐμφανίσαι σοι, ὅθεν τὰ ὑπὸ τοῦ Ἱπποκράτους ἐν τοῖς ἐφεξῆς περὶ αὐτῶν διασεσαφημένα μόνον ἐκθήσομαι, χάριν τοῦ τετελειωμένην ἐν τοῖς βιβλίοις ἔχειν σε τὴν καθ’ Ἱπποκράτην περὶ ἄρθρων θεωρίαν. διασαφεῖ δὲ περὶ γόνατος τοῦτον τὸν τρόπον· γόνυ δὲ ἀγκῶνος εὐηθέστερόν ἐστιν διὰ τὴν εὐσταλίαν καὶ εὐφυία ν , διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷο ν . ἐκπίπτει δὲ πλειστάκις ἔσω τε ἀτὰρ καὶ ἔξω καὶ ὄπισθε ν . ἐμβολαὶ δὲ ἐκ τοῦ συγκεκάμφθαι ἢ ἐκλακτίσαι ὀξέως ἢ συνελίξας ταινίης ὄγκο ν , ἐν τῇ ἰγνύῃ θεί ς , ἀμφὶ [ το υ ] τοῦτον ἐξαίφνης εἰς ὄκλασιν ἀφιέναι τὸ σῶμ α , μάλιστα αὐτῇ τῶν ὄπισθε ν · 〈δύναται δὲ καὶ κατατεινόμενα μετρίω ς , ὥσπερ ἀγκώ ν , ἐμπίπτειν τὰ ὄπισθε ν . τὰ δ ’ ἔνθα ἢ ἔνθα ἐκ τοῦ συγκεκάμφθαι ἢ ἐκλακτίσαι ἢ κατατάσε ι · μάλιστα δὲ αὐτῇ τὸ ὄπισθε ν · ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίη ς . ἡ διόρθωσις ἅπασι κοιν ή . ἢν δὲ μὴ ἐμπέσ ῃ , τοῖσι μὲν ὄπισθεν〉 συγκάμπτειν οὐ δύναντα ι , ἀτὰρ οὐδὲ τοῖς ἄλλοις πάν υ · μινύθει δὲ μηροῦ καὶ κνήμης τὰ ἔμπροσθε ν . ἢν δὲ ἐς τὸ ἔσ ω , βλαισότερο ι · μινύθει δὲ τὰ ἔξ ω . ἢν δὲ ἐς τὸ ἔξ ω , γαυσότερο ι , χωλοὶ δὲ ἧσσο ν . κατὰ γὰρ τὸ παχύτατον ὀστέον ὀχέε ι , μινύθει δὲ τὰ ἔσ ω . ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει κατὰ λόγον τῶν ἔμπροσθε ν . τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται ἢ ταῖς χερσὶν ἢ ἄλλοισι τοῖσ ι , διορθώσιος δὲ ἅμα ἀμφότερα ποιούση ς · κοινὸν δὲ τοῦτο πᾶσ ι . τούτων δ’ οὕτως ἐχόντων ἀναγκαῖον εἶναι νομίζομεν, ἅπερ ἐν τοῖς 〈ἐπὶ〉 πᾶσιν ἀνακεφαλαιούμενος περὶ πασῶν τῶν ἐμβολέων κατακεχώρικεν, εἰρομένως ὑποτάξαι. μᾶλλον γάρ πως καὶ διὰ τούτων παρακολουθήσεις τοῖς περὶ ἄρθρων καταρτισμῶν. ἐκτέθειται δὲ τὸν τρόπον τοῦτον· τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλοντα ι , αἱ δὲ ἐκ κατατάσιο ς , αἱ δὲ ἐκ περισφάλσιο ς . αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων ἢ τῇ ἢ τῇ σὺν τῷ τάχε ι . ὦμον δ έ , αὐτὸς ὑποθεὶς τὴν πυγμὴν ἀνώθει τὴν τοῦ βραχίονος κεφαλή ν , τὸν δὲ ἀγκῶνα παράγων πρὸς τὸν ἕτερο ν · ἀτὰρ καὶ ὀπίσω περιανάγκασι ς . ἄλλο [ν ] δ έ · τοῖς γόνασιν τὸν ἀγκῶνα ἀπώθε ι , τῇ κεφαλῇ τὸ ἀκρώμιο ν , ὑπὸ δὲ τὴν μασχάλην τοῦ βραχίονος ταῖς χερσὶν λαβώ ν , κάτω κατάγειν καὶ προσάγειν ἀντία τῇ ἑαυτοῦ κεφαλ ῇ .
33 ἄλλ η · ἔχεσθαι τὸν ἑαυτοῦ ὦμον τῇ μασχάλῃ ἁρμόζοντ α , ὥστε ἀνοχηθῆνα ι , ἅμα κρέμασθαι κατὰ τὴν μασχάλη ν , ἐκ δὲ τοῦ βραχίονος ἐκκρεμασθῆνα ι , ταῖς χερσὶν διορθοῦ ν . ἄλλ η · πτέρν ῃ , πληρώσαντα μασχάλην σφαιροειδε ῖ , ἐμβάλλοντα ὠθεῖ ν , τὴν δὲ χεῖρα ταῖς χερσὶν ἀντικατατείνει ν , τὸ δὲ σῶμά τινα κατέχει ν , ὡς μὴ περιρ〈ρ〉έπ ῃ · ταῦτα χαμαὶ κείμενο ν . ἄλλ η · περίοδος περὶ ὕπερο ν . ἄλλ η · τῷ ὑποτεινομένῳ ξύλ ῳ . νῦν τὸ „ὑποτεινόμενον“ τὴν ἄμβην λεγομένην βεβούληται δηλοῦν, ῥητῶς δὲ κατακεχωρικὼς εὖ καὶ περὶ κλιμάκων καταρτίζεται φανερὸν πεποίηκεν τὸ ἐν τοῖς πρώτοις ἰδίᾳ, ὅτι κλιμάκι〈ον〉 οὐδὲν ἕτερον ἢ κλῖμάξ ἐστιν. ταύτας μὲν οὖν τὰς ἐμβολάς, ὃν τρόπον δεῖ ποιεῖσθαι, διὰ τοῦ πρώτου βιβλίου φανερά〈σ〉 σοι καθεστάκαμεν. περὶ δὲ τῶν λοιπῶν αὐτὸ[ι]ς οὕτως διασαφεῖ· νόμος ἐμβολῆ ς , διορθώσιο ς · μοχλό ς , σφή ν , ἷπ [π ]ο ς · ὄνος μὲν ἀνάγει ν , ὁ μοχλὸς δὲ παράγει ν . τὰ δὲ ἐμβλητέα ἢ διορθωτέα διαναγκάσαι δεῖ ἐκτείναντ α , ἐν ᾧ ἕκαστα σχήματι μέλλει ὑπερ [θ ]αιωρηθήσεσθα ι · τὸ ἐκβὰν ὑπὲρ τούτο υ , ὅθεν ἐξέβ η · τοῦτο δὲ χερσὶν ἢ κρεμασμῷ ἢ ὄνοις ἢ περί τ ι . χερσὶν [ χερσὶ ν ] μὲν οὖν ὅσως κατὰ μέρη τε καὶ ἀγκῶνα ἀπόχ [ ε ι ]ρη ἀναγκάζει ν , καρπὸν μὲν ἐς εὐθὺ ἀγκῶνο ς , ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βραχίονα ἔχοντα περί τ〈ι 〉 , οἷον τὸ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμενο ν . οἷς δὲ δακτύλου χειρό ς , ποδό ς , καρποῦ ὑβώματ〈α〉 ἐς τὸ ἔξ ω , ταῦτα διαναγκάσαι καὶ καταναγκάσαι δε ῖ , τὰ μὲν ἄλλα ὑπὸ χειρῶ ν · διανάγκασις δ έ · τὰ ὑπερέχοντα 〈ἐς ἕ〉δραν πτέρνῃ ἢ θέναρί τινι ἐπί τινο ς . καὶ οὕτως ἐπὶ τῶν ὑβωμάτων ἐν κεφαλαίοις μέμνηται· τὰ δὲ ὑβώματα τὰ μὲν ἔσω οὔτε πταρμῷ οὔτε βηχὶ οὔτε φύσης ἐνέσει οὔτε σικύ ῃ · τὰ δ ’ ἔξ ω , κατατάσιε ς , 〈τὰ〉 μὲν ἄνω ἐπὶ πόδα ς , τὰ δὲ κάτω τἀναντί α · κατανάγκασις δὲ σὺν κατατάσει ἢ ἕδρῃ ἢ ποδὶ ἢ σανίδ ι . τὸν δὲ κατὰ μέρος πάλιν τούτων τῶν ἐμβολῶν τρόπον τὸ δεύτερον ἡμῖν περιέχει βιβλίον. περὶ δὲ τῶν ἐν τῷ βιβλίῳ τούτῳ καταρτισμῶν ἐν κεφαλαίοις διὰ τούτων μέμνηται· τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται ἢ ταῖς χερσὶν 〈ἢ ἄλλοισι τοῖσι 〉 , διορθώσιος δὲ ἀμφότερα ποιεούση ς · κοινὸν δὲ τοῦτο ἅπασι ν . γόνατος δ έ , ἢν μὲν ὄπισθε ν , ἀμφὶ ὀθόνιον συνειλιγμένον ἐξαπίνης ἀμφοκλάσα ι . δύναται δὲ καὶ κατατάσε ι . τὰ δὲ ἔνθα ἢ ἔνθα ὀκλὰξ ἕδρῃ ἐκλακτίσα ι · ἡ κατάτασις μὴ πάν υ , ἡ διόρθωσις τὰ πᾶσι κοινὰ ποιέουσ α . μηροῦ δὲ κατάτασις μὲν ἰσχυρὴ καὶ διόρθωσις κοινὴ ἢ χερσὶν ἢ μοχλ ῷ , τὰ μὲν ἔσω στρογγύλ ῳ , τὰ δὲ ἔξω ὑποπλατε ῖ . μάλιστα δὲ τὸ ἔσω καὶ τὸ ἔξ ω , ἀσκοὺς διωσάμενον 〈ἐσ〉 τὸ ὑπόξυρον τοῦ μηρο ῦ · κατατάσιος δὲ καὶ συνδέσιος σκελῶ ν , κρεμάσαι διαλείποντα μικρὸν τοὺς πόδα ς , ἔπειτα πλέξαντα κρεμασθῆναι καὶ ἐν τῇ διορθώσει ἅμα ἀμφότερα ποιέοντ α .
34 καὶ τῷ ἔμπροσθεν τοῦτο ἱκανὸν καὶ τοῖς ἑτέροι ς , ἥκιστα τῷ ἔσ ω . τοῦ ξύλου ὑπότασις ὥσπερ ὤμῳ ὑπὸ τὴν χεῖρ α , τοῖς ἄλλοις ἧσ [ ε ι ]σο ν . κατανάγκασις δὲ μετὰ δια [σ ]τάσιο ς , μάλιστα τὸ ἔμπροσθεν καὶ ὄπισθε ν , ἢ ποδὶ ἢ χειρὶ ἢ ἐφέζεσθαι ἢ τῇ σανίδ ι . Τὰ μὲν οὖν παρ’ Ἱπποκράτει περὶ ἄρθρων καταρτισμοῦ διασεσαφημένα καὶ διὰ τούτου μὲν καὶ διὰ τῶν πρὸ αὐτοῦ δὲ δύο βιβλίων διὰ τῶν ὑποδειγμάτων ἐμφανῆ κατεστήσαμεν. λοιπὸν δέ, ἐάν τινα τῶν κατακεχωρισμένων ἐπιζητῇς διὰ τὸ τῆς Ἱπποκράτου〈σ〉 λέξεως ἀσαφές, τῆς ἐνδεχομένης διαστολῆς τεύξεται.