Galen and Antyllus open this book on restoring a deficient foreskin, by stretching it with a papyrus strip and gum or by surgery. Hernia into the scrotum follows, distinguishing a peritoneum stretched from one torn, and how to tell when the gut has grown fast to it. Aftercare of the incision ends it: fomentations, poultices and the sitting bath.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Γαληνοῦ. Περὶ λειποδέρμων.

Ἐφʼ ὧν ὀλίγον ἐνδεῖ τῷ δέρματι τοῦ αἰδοίου πρὸς τὸ κατὰ φύσιν, ἐπὶ τούτων πολλάκις μόνῃ τῇ τάσει τὸ δέον εἰργασάμην, ἶνα χάρτου μαλακὴν καὶ εὔτονον ἐν κύκλῳ περιελίσσων ὑποκεχρισμένου τῷ δέρματι κόμμεως. εὔδηλον δήπουθεν ὅτι τὸ τῆς ἰνὸς πέρας ἐπικολλᾶν χρὴ διὰ κόμμεως τῷ ὑποβεβλημένῳ μέρει τῆς ἰνός. ἐν τάχει τε γὰρ ξηραίνεται καὶ ἀλύπως σφίγγει. ὑποτιθέναι δὲ χρὴ τοῦ δέρματος τῆς πόσθης ἐκ τῶν ἔνδον μερῶν στρογγύλον τι σύμμετρον, ὃ μετὰ τὸ κολλῆσαι τὴν ἶνα ῥᾳδίως ἐξαιρήσεις. ἐγὼ δʼ εἴωθα, κἂν μηδὲν τοιοῦτον παρῇ, τοῦ χαρτίου σύμμετρον ἑλίσσων ἐντιθέναι στήριγμα τοῦ περιβλήματος, ἵνα ὕστερον, ὅταν ἀκριβῶς παγῇ τὸ περιελιττόμενον ἔξωθεν, ἐξαιρεθέντος τοῦ στηρίγματος, εὐθέως οὐρεῖν ὑπάρχῃ τῷ θεραπευομένῳ. ἔνιοι δὲ τῶν διὰ θαψίας ἐπαγόντων τὴν πόσθην τὸ στρογγύλον τοῦτο μολύβδινον ἐποίησαν ὥσπερ τι σωληνάριον, εἶτʼ ἔξωθεν αὐτῷ περιτείναντες τὸ δέρμα τῆς πόσθης καταδοῦσιν ἱμάντι μαλακῷ, καὶ γένοιτο ἄν ποτε καὶ τοῦτο χρήσιμον, ἐφʼ ὧν ἐνδεῖ πολὺ τοῦ δέρματος. ὑπάγεται δὲ καὶ χειρουργίας τρόπῳ.

Ἀντύλλου. Περὶ λειποδέρμων.

Τῶν ἐκ γενετῆς λειποδέρμων οἱ κατʼ ἐπιγέννημα δυσθεραπευτότεροι καθεστᾶσιν· τοῖς μὲν γὰρ ἐνειλεῖται κατὰ τὸν καυλὸν ἡ πόσθη καὶ ὑποδαρεῖσα ῥᾳδίως ἐπάγεται, τοῖς δʼ ἐξ ἐπιγεννήματος, ἅτε ἀφῃρημένου τινὸς μέρους αὐτῆς, δυσκόλως ἡ ἐπαγωγὴ γίνεται. αὐτῶν δὲ τούτων ἔτι δυσθεραπευτότεροι ἐφʼ ὧν καὶ τοῦ καυλοῦ μέρος τι γεγύμνωται. τῆς χειρουργίας δὲ τὸν καθʼ ὑποδορὰν τρόπον ἐκθήσομαι· σχηματίσαντες τὸν κάμνοντα λίνῳ πάχος ἔχοντι ἱκανὸν ἢ ῥάμματι εὐρώστῳ σφόδρα, πλέξαντες ἐξ αὐτοῦ ναυτικὸν βρόχον ἢ ἄλλον τινὰ τῶν ἀνισοτόνων καὶ περιβαλόντες κατωτέρω τῆς βαλάνου περὶ αὐτὴν τὴν στεφάνην, ἀνατενοῦμεν τὸ αἰδοῖον παραδώσομέν τε τὰς ἀρχὰς τοῦ βρόχου διακρατεῖν ὑπηρέτῃ καὶ ἀνατείνειν· αὐτοὶ δὲ κυκλοτερῆ τομὴν περιγράψαντες ὑπὸ τὸν βρόχον, ἥντινα περιγραφὴν στεφανιαίαν ὀνομάζομεν, μετὰ ταῦτα τῇ χειρὶ τῇ ἀριστερᾷ λαβόμενοι τοῦ δέρματος τοῦ κατὰ τὸν καυλὸν πρὸς αὐτῇ τῇ περιγραφῇ ἀφέλκομεν, τούς τε ἀντιβαίνοντας διὰ μέσου ὑμένας δακτύλῳ πρὸς τὸν καυλὸν ἀπολύσομεν· ῥᾳδίως δὲ χωρίζονται διά τε ὀλιγότητα καὶ διʼ ἀσθένειαν αὐτῶν. μετὰ τὴν ἀπόλυσιν τὴν τῶν ὑμένων ἐκτρέπειν πειρασόμεθα ἔξω τὸ δέρμα, ὥσπερ ἐπὶ τῶν ἱερείων, ἐπειδὰν περιδέρηται, καὶ ἐπειδὰν τὸ καθʼ αὑτοὺς μέρος ἀποδείρωμεν, κατὰ ποσὸν ἐπιστρέψαντες τὴν βάλανον διὰ τοῦ βρόχου καὶ τὸ ἀπαντικρὺ μέρος περιδεροῦμεν. μέτρον δὲ τῆς ὑποδορᾶς ἔστω τὸ λεῖπον μέρος τῆς πόσθης· ἐπὶ μὲν γὰρ τῶν ἐπʼ ὀλίγον λειποδέρμων μετρίᾳ χρησόμεθα τῇ ὑποδορᾷ, ἐπὶ δὲ τῶν ἐπὶ πολὺ τοῦ περιόντος μεγάλην παραληπτέον τὴν ὑποδοράν. ἐπεὶ δὲ συμβαίνει πολλάκις, τῆς ὑποδορᾶς ἡλκωμένης, τὴν πόσθην συμφύεσθαι τῇ βαλάνῳ, ὡς μηκέτι μετάγεσθαι δύνασθαι, χρὴ διὰ τοῦτο μετὰ τὴν ὑποδορὰν ἄκραν τὴν βάλανον ὀθονίῳ τρυφερῷ περιελίσσειν, εἶθʼ οὕτως ἐπάγειν τὸ δέρμα. μετὰ δὲ τοῦτο ἐπισπᾶσθαι δεῖ τὸ δέρμα, ὥστε αὐτάρκως καλύψαι τὴν βάλανον, ὀθονίῳ τε ἔξωθεν στενῷ κατειλῆσαι, τὴν μὲν ἀρχὴν τῆς ἐπινεμήσεως τοῦ ὀθονίου πρὸς τῇ βάσει τάττοντας τοῦ καυλοῦ, τελευτῶντας δὲ πρὸς τῇ βαλάνῳ, ἵνα ἐπεκτείνηται ἡ πόσθη, ἄκραν δὲ τὴν πόσθην ἀνεπίδετον καταλείποντας, ἵνα μὴ συμφυῇ τῷ καυλῷ, καὶ μετέπειτα σπόγγους ὕδατι ψυχρῷ ἢ ὀξυκράτῳ διαβρόχους περιβαλεῖν ἐν κύκλῳ ἐπιδῆσαί τε ἐπιδέσμῳ τῷ ἁρμόζοντι ἐπὶ τῶν αἰδοιικῶν. τὰ πολλὰ μὲν οὖν ἔναιμος ἀγωγὴ παρακολλᾶν εἴωθεν· εἰ δʼ ἀτυχηθείη τὰ τῆς κολλήσεως, ἐγκλύσμασι χρηστέον τοῖς ἀνακαθαίρειν δυναμένοις ἀνειμένοις τε φαρμάκοις τοῖς πρὸς συσσάρκωσιν ἐπιτηδείοις. εἰ δέ γε νομὴ γένηται περὶ τὴν πόσθην, χρηστέον ἁλσί τε καὶ μέλιτι φακοῦ τε ἀφεψήματι καὶ ῥόδων. εἰ δὲ νεκρωθείη ὑποδαρεῖσα ἡ πόσθη, περιαιρετέον αὐτήν.

Ἐκ τῶν Ἀντύλλου καὶ Ἡλιοδώρου. Περὶ ὑποσπαδιαίων.

Ἐκ γενετῆς ἐνίοις ἡ βάλανος οὐ τέτρηται κατὰ φύσιν, ἀλλʼ ὑπὸ τῷ κυνὶ καλουμένῳ καὶ κατὰ τὸν ἀπαρτισμὸν τῆς βαλάνου τὸ τρῆμά ἐστιν. ἐντεῦθεν οὔτε οὐρεῖν εἰς τὰ ἔμπροσθεν δύνανται, ἂν μὴ πάνυ ἀνακλάσωσι τὸ μόριον ὡς πρὸς τὸ ἦτρον, οὔτε τεκνοποιεῖν, τοῦ σπέρματος ἐπʼ εὐθείας εἰς τὴν μήτραν ἐξακοντίζεσθαι μὴ δυναμένου, ἀλλὰ παραρρέοντος εἰς τὸ γυναικεῖον αἰδοῖον. ἔνιοι δʼ ἐξ ἐπιγεννήματος γίνονται, οἷς τῆς βαλάνου κατὰ φύσιν ἐχούσης, πεπωροποιημένης τῆς οὐρήθρας ἐκ νομῆς ἢ ἄλλης περιστάσεως, παράτρητοι γίνονται οἱ οὐρητικοὶ πόροι. ποτὲ μὲν οὖν πόρρω τοῦ κυνὸς εὑρίσκεται τὸ τρῆμα κατὰ μέσην τὴν οὐρήθραν πρὸς τῇ τοῦ καυλοῦ βάσει, ὅτε δὴ ἀθεράπευτοί εἰσιν· ποτὲ δὲ κατὰ τὸν λεγόμενον κύνα, καὶ ἔστι θεραπευτὸν τὸ πάθος. χειρουργίας δὲ τρόπος βέλτιστός ἐστι καὶ ἁπλούστατος καὶ ἀκινδυνότατος ὁ καλούμενος κατʼ ἀποκοπήν. χρὴ δὲ σχηματίσαι τὸν κάμνοντα ὕπτιον, ἔπειτʼ ἀνατείνειν τὴν βάλανον διὰ τῆς ἀριστερᾶς χειρὸς ἰσχυρῶς, εἶτʼ ἀκμῇ σμιλίου τὴν βάλανον κατὰ τὴν στεφάνην ἀποκόπτειν· ὑποπλάγιον δὲ μὴ ποιητέον τὴν ἀποτομήν, ἀλλὰ περιγλυφῇ ὁμοίαν, ὥστε καταλειφθῆναί τινα ἐξοχὴν βαλανοειδῆ. καὶ εἰ μὲν ὀλίγον αἷμα φέροιτο, ἐπιδέσμῳ τε καὶ ὀξυκράτῳ καταπαυστέον τὴν φοράν — εἰ δέ, ἰσχαίμοις χρηστέον· εἰ δʼ ἰσχυρὰ ἡ φορὰ γένοιτο, καυτηρίοις ἐπικαίειν τὸν τόπον. δεῖ δὲ τὴν ἀποκοπὴν ἐν τῇ βαλάνῳ μᾶλλον ἢ ἐν τῷ καυλῷ ποιεῖσθαι· ναστὴ γὰρ οὖσα ἡ βάλανος ἧσσον αἱμορραγεῖ. μετὰ δὲ τὴν χειρουργίαν, εἰ μὲν καυτηρίῳ χρησαίμεθα, παραληπτέον θεραπείαν τὴν ἁρμόζουσαν ταῖς καύσεσιν· εἰ δὲ μή, ἐναίμως ἀκτέον. γινώσκειν δὲ χρὴ πῶς οὐδὲ πρὸς παιδοποιίαν ἐμποδισμόν τινα ἡ ἀποκοπὴ ἐργάζεται, διότι ἐν τῇ συνουσίᾳ ἡ βάλανος οὐκ εἰς τὸ τῆς μήτρας στόμιον ἐμπίπτει, ἀλλʼ ὁ μὲν πλησιασμὸς ἐν τῷ γυναικείῳ αἰδοίῳ γίνεται, διισταμένου δὲ τοῦ τῆς μήτρας στόματος τὸ σπέρμα εἰς αὐτὴν ἀκοντίζεται, ἐάν τε μεῖζον ᾖ ἐάν τε μικρότερον τὸ μόριον.

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ῥυάδος.

Ἡ τοῦ οὔρου γίνεται ῥυὰς διακοπέντος τοῦ τῆς κύστεως λεπτοῦ, ἡ τοῦ τραχήλου περιαιρεθέντος ἢ ὅμοιόν τι περιαιρέσει παθόντος· ταῦτα δὲ συμβαίνει διὰ πλείονας προφάσεις. ἔστι δὲ τὸ πάθος ἀθεράπευτον.

Ἐκ τῶν Ἀντύλλου. Περὶ φιμώσεως.

Διττὸν τὸ τῆς φιμώσεώς ἐστιν· ποτὲ μὲν γὰρ ἡ πόσθη καλύψασα τὴν βάλανον ἀποσύρεσθαι πάλιν ἀδυνατεῖ, ποτὲ δʼ ἀπαχθεῖσα ὀπίσω οὐκέτι ἐπάγεται. τοῦτο τὸ εἶδος ἰδίως περιφίμωσις προσαγορεύεται. ἡ μὲν οὖν πρώτη διαφορὰ γίνεται διʼ οὐλὴν ἐν πόσθῃ γενομένην ἢ διὰ σαρκὸς ἔκφυσιν· τὸ δὲ δεύτερον μάλιστα ἐν ταῖς αἰδοιικαῖς φλεγμοναῖς ἀποτελεῖται, ὁπόταν ἀπαχθέντος τοῦ δέρματος ὀπίσω ἡ βάλανος ἀνοιδήσασα οὐκέτι ἐπιδέχηται τὴν πόσθην. εἰ μὲν δὴ τὸ πρῶτον εἶδος τῆς φιμώσεως γένοιτο, χειρουργήσομεν τόνδε τὸν τρόπον· μετὰ τὸ σχηματίσαι τὸν κάμνοντα ἐπισπασάμενοι τὴν πόσθην εἰς τὸ ἔμπροσθεν καθήσομεν ἀγκίστρια εἰς αὐτὴν τὴν ἄκραν καὶ δόντες ὑπηρέταις διακρατεῖν ἀξιώσομεν, ἐφʼ ὅσον οἷόν τε, διατείνειν καὶ διανοίγειν αὐτήν, ἔπειτα, ἐὰν μὲν ἐξ οὐλῆς ᾖ ἡ συνδρομή, φλεβοτόμῳ ἢ σκολοπίῳ ἐκ τῶν ἔνδοθεν μερῶν διαιροῦμεν τὴν πόσθην, ἐν τρισὶν ἢ τέτρασι τόποις ποιούμενοι τὰς διαιρέσεις κατὰ μόνα τὰ ἔνδοθεν μέρη, εὐθυτενεῖς τε καὶ ἴσον ἀπʼ ἀλλήλων διεστώσας· ἔστι δὲ διπλῆ κατὰ τὴν βάλανον ἡ πόσθη. τὸ μὲν οὖν ἓν αὐτῆς, τὸ ἔνδοθεν μέρος, διελοῦμεν· οὕτως γὰρ τὸ οἷον ἀγκύλιον τὸ ἐκ τῆς οὐλῆς γενόμενον διαλύσαντες ἐπάξομεν τὴν πόσθην. εἰ δὲ σὰρξ προσπεφυκυῖα ἐκ τῶν ἔνδοθεν μερῶν ἐργάζοιτο τὴν φίμωσιν, κατʼ αὐτῆς τῆς σαρκὸς πάσας τὰς ἐγχαράξεις τάξομεν, ἀποσύραντες τὴν πόσθην, τὰς δὲ μεταξὺ τῶν διαιρέσεων τῆς σαρκὸς ὑπεροχὰς ἀποξύσομεν. μετὰ δὲ τοῦτο μολύβδου σωλῆνα περιβαλοῦμεν τῇ βαλάνῳ πάσῃ, κατειλήσαντες αὐτὴν ἐσκελετευμένῃ παπύρῳ· οὕτως γὰρ διὰ τὴν τοῦ σωλῆνος περίθεσιν κωλυθήσεται συμφῦναι πάλιν ἐπαχθεῖσα ἡ πόσθη. ἐν διαστάσει δὲ φυλάξομεν αὐτὴν ὑπό τε τοῦ μολύβδου καὶ τῆς κατειλημένης παπύρου· ἀνοιδοῦσα γὰρ ἐκ τῆς καταβροχῆς ἔτι μᾶλλον διαστήσει τὸ δέρμα. εἰ δʼ ἡ λεγομένη περιφίμωσις γένοιτο, εἰ μὲν χρονίσειε, συμφύεται καὶ ἀνίατός ἐστιν, εἰ μή τις ἐθέλοι χειρίζειν ὡς λειπόδερμον· εἰ δὲ μήπω συμπεφυκέναι τύχοι, κατασχάσαντες αὐτὴν εὐθυτενέσιν ἀμυχαῖς πέντε ἢ ἓξ κύκλῳ καὶ καταντλήσαντες ἐπιμελῶς οὕτως ἐπισπασόμεθα.

Περὶ προσφυοῦς πόσθης.

Ἑλκώσεως προηγησαμένης περὶ τὴν βάλανον ἢ περὶ τὴν πόσθην ἢ περὶ ἀμφότερα, γίνεται πρόσφυσις. δεῖ οὖν ἀποσύραντα, ἐφʼ ὅσον οἷόν τέ ἐστιν, ἀκμῇ σμιλίου τὰς ἀντοχὰς ἀπολύειν, πειρωμένους μάλιστα μὲν καθαρῶς τὴν βάλανον ἀπὸ τῆς προσπεφυκυίας πόσθης διακρῖναι, εἰ δὲ δυσχερὲς εἴη τοῦτο, προσλαμβάνειν ὀλίγον τι μᾶλλον τῆς βαλάνου πρὸς τὴν πόσθην ἤπερ τὸ ἐναντίον· λεπτὴ γὰρ οὖσα ἡ πόσθη διατιτρᾶται ῥᾳδίως. μετὰ δὲ τὴν ἀπόλυσιν τῆς προσφύσεως ὀθόνιον λεπτὸν ὕδατι ψυχρῷ διάβροχον μεταξὺ θετέον τῆς βαλάνου καὶ τῆς πόσθης, ἵνα μὴ πάλιν πρόσφυσις γένηται.

Περὶ τῶν περιτεμνομένων.

Οὐ περὶ τῶν διὰ θεότητα περιτεμνομένων νῦν ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τούτων οἷς διαθέσεως αἰδοιικῆς γενομένης ἡ πόσθη μελαίνεται. χρὴ τοίνυν τὰ μεμελανισμένα περιελεῖν κατὰ κύκλον. τὰ πολλὰ μὲν οὖν ἀναιμορράγητος ἡ πόσθη διαμένει — νεκρούμενα γὰρ ὑπὸ τῆς ἐπινεμήσεως τὰ ἀγγεῖα τυφλοῦται· ὅθεν ἐπὶ τούτων χρηστέον μετὰ τὴν ἐπιτομὴν λεπίδι σὺν μέλιτι· τήν τε γὰρ νομὴν ἵστησι καὶ τὸ ἕλκος ἐπιεικῶς διατίθησι τοῦτο τὸ φάρμακον στῦφον ἰσχυρῶς. ἐπεὶ δʼ ἐνίοτε αἱμορραγίαι ἐξακολουθοῦσι, κάλλιον ἔχει παρασκευάσασθαι διὰ τὴν φορὰν αὐτῶν καυτῆρα μάλιστα μηνοειδῆ, οἷς καὶ καταστελοῦμεν τὴν φορὰν τὴν τοῦ αἵματος, καὶ ἄλλως δὲ διαλυτικόν τι ἔχει τῆς νομῆς τὰ καυτήρια. ὁ δʼ ἀκόλουθος τρόπος μετὰ τὴν καῦσιν τῆς ἀποθεραπείας.

Περὶ θύμων τῶν ἐν αἰδοίοις.

Σαρκώδεις καὶ ἐνερευθεῖς ἐπαναστάσεις γίνονται ποτὲ μὲν ἐπὶ τῆς βαλάνου, ποτὲ δʼ ἐπὶ τῆς πόσθης, θύμοι καλούμενοι· εἴδη δὲ διττὰ τῶν θύμων· οἱ μὲν γὰρ αὐτῶν εἰσι κακοήθεις, οἱ δʼ οὔ. τοὺς μὲν οὖν μὴ κακοήθεις ἀποξύειν σμίλης ἀκμῇ προσήκει φαρμάκῳ τε χρῆσθαι μετὰ τοῦτο τῶν ἠρέμα ἐσχαρούντων, ἐπὶ δὲ τῶν κακοήθων μετὰ τὴν ἀφαίρεσιν καύσει χρηστέον. ἐπεὶ δὲ πολλάκις ἐπὶ τῆς πόσθης γίνονται θύμοι κατὰ τὰ ἔνδον αὐτῆς καὶ κατὰ τὰ ἔξω μέρη, καί τινες αὐτῶν καὶ κατὰ τὸ αὐτὸ μέρος, ὥστε εἶναι κατʼ ἀλλήλων, χρὴ μὴ πᾶσιν αὐτοῖς ἀθρόως ἐπιχειρεῖν· εἰ γάρ τις καύσειε κἀκ τῶν ἔνδοθεν κἀκ τῶν ἔκτοσθεν μερῶν τὴν πόσθην, καὶ μάλιστα ἐπʼ ἀλλήλαις ποιούμενος τὰς καύσεις, λήσεται διατρήσας αὐτήν. ἄμεινον οὖν κατὰ μέρος πρῶτον τὸ ἔνδοθεν ἀποτεμόντας καὶ διακαύσαντας καὶ ἀπουλώσαντας κατὰ τρόπον, οὕτως ἐξ ὑστέρου καὶ ἐπὶ τὴν τῶν ἄλλων θεραπείαν παραγίνεσθαι.

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ συσσαρκωθείσης οὐρήθρας.

Σαρκοῦται ἡ οὐρήθρα ἑλκώσεως προηγησαμένης· σαρκοῦται δʼ οὐχ ὅλη, ἀλλὰ κατά τι μέρος, ἢ ἀπὸ μέρους στενοχωρουμένου τοῦ πόρου ἢ ὅλου τῇ σαρκὶ πληρουμένου. ὅταν οὖν ἀπὸ μέρους γένηται συσσάρκωσις, δυσουρεῖ ἢ στραγγουρεῖ ὁ πάσχων· ὅλου δὲ τοῦ πόρου πληρωθέντος κατὰ τὸ τῆς εὐρυχωρίας διάστημα, ἰσχουρία γίνεται. δεῖ οὖν σκόλοπι τῷ στενῷ τὴν σάρκα ἐκτέμνειν· ὁ δὲ τρόπος τῆς ἐγχειρήσεώς ἐστι τοιοῦτος· τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου, καὶ τοῦ καυλοῦ ἀπευθυσμένου, τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς παραπιέζεται τὰ ὑπὸ τὴν σάρκα τῆς οὐρήθρας μέρη, ἵνα συμπέσῃ, καὶ μή ποτε ἐν τῇ ἐκτομῇ αἷμα εἰς τὸ βάθος κατενεχθῇ. γενομένου δὲ τούτου, τῇ δεξιᾷ χειρὶ διακρατουμένης τῆς τοῦ σκόλοπος λαβῆς, ἡ ἀκμὴ καθίεται εἰς τὴν οὐρήθραν, καὶ διωθεῖται κατὰ τὴν βάσιν τῆς ἐκπεφυκυίας σαρκώσεως, ἕως οὗ κενεμβατήσῃ. μετὰ δὲ τὴν κενεμβάτησιν περίαγε κατὰ κύκλον· τῆς δὲ σαρκὸς περιτμηθείσης, καὶ τῆς τοῦ σκόλοπος ἀκμῆς ἀνεκκόπως περιενεχθείσης, τοῖς δακτύλοις περιπιέζεται ἡ οὐρήθρα, ἵνα συμπεσούσης προπέσῃ ἡ σάρξ. ὅταν δὲ προκύψῃ καὶ μὴ ἐκπέσῃ, μυδίῳ ἐξελκύσθω. καὶ τῆς σαρκὸς κομισθείσης, φυλάξαι δεῖ τὸν οὐρητικὸν πόρον ἐν εὐρύτητι· μάλιστα δʼ ἀνευρύνεται ταῖς πρώταις ἡμέραις ἰπωτηρίου ἐντεθέντος τοῦ ἀπὸ τῆς ἐσκελετευμένης παπύρου. ἐχέτω δʼ ἐν ἑαυτῷ τὸ ἰπωτήριον σωληνάριον χαλκοῦν ἢ κασσιτέρινον ἢ ἀντὶ τοῦ σωληναρίου καλαμίδα πτεροῦ ὀρνιθείου. ἡ δὲ προπαρασκευὴ τοῦ ἰπωτηρίου γίνεται τρόπῳ τοιούτῳ· βρέχεται ἡ πάπυρος ἐπὶ δύο ἢ τρεῖς ἡμέρας· ὅταν δʼ ἐμφυσηθῇ, ἐντίθεται εἰς αὐτὴν τὸ σωληνάριον καὶ τότε περισφίγγεται. ἐὰν δὲ πτεροῦ καλαμὶς ᾖ ἡ ἐντιθεμένη, πρὸ τῆς περισφίγξεως εἰς αὐτὴν ἐντιθέσθω μηλωτρίδος ἔλασμα, καὶ τότε σφιγγέσθω, ἵνα μὴ τῇ εἰκαίᾳ σφίγξει συμπέσῃ. ἐᾶται δὲ ξηρανθῆναι τὸ ἰπωτήριον, ἕως οὗ μάλιστα σκελετευθῇ, καὶ πρὸς τὴν χρείαν τότε ἡ πάπυρος περιγλύφεται ἀναλόγως τῇ οὐρήθρᾳ, εἶτʼ εἰς τὸν οὐρητικὸν πόρον ἐντίθεται. ἔξωθεν δὲ τῷ καυλῷ περιτίθεται σπογγίον ψυχρῷ ὕδατι βεβρεγμένον, ἐπίδεσις δὲ δοκιμάζεται ἡ οἰκεία, καὶ πάλιν τὸ μόριον ἀναλαμβάνεται τῷ τετρασκελεῖ ἀναδέσμῳ, καὶ οὕτως ἐᾶται ὁ πάσχων ἕως τρίτης, νοτίζει δὲ διὰ τοῦ σωληναρίου. τῇ τρίτῃ λύεται, καταντλεῖται, ἐνστάζεται εἰς τὴν οὐρήθραν μέλι διὰ τὴν τοῦ ἕλκους ἀνακάθαρσιν, καὶ πάλιν, ἐὰν ἐπείγῃ, ἄλλο ἰπωτήριον ἐντίθεται, ἵνα προσανευρυνθῇ ὁ πόρος. ἔξωθεν δὲ περιτίθεται τῷ καυλῷ δυνάμεως ἀφλεγμάντου σπληνίον, ἐπίδεσίς τε καὶ ἀνάληψις ἡ συνήθης γίνεται. ἀπὸ δὲ τῆς τετάρτης ἀντὶ τοῦ ἰπωτηρίου σωληνάριον ἐντίθεται εἰς τὴν οὐρήθραν κασσιτέρινον ἢ μολυβδοῦν, ἀσπιδίσκην ἔχον προκειμένην, ἵνα τῷ σωληναρίῳ διαστελλομένη ἡ οὐρήθρα κατουλωθῇ. τὰ δὲ λοιπὰ τῆς ἐπιμελείας τὰ αὐτὰ παραλαμβανέσθω.

Περὶ τῶν ἐν τῷ αἰδοίῳ ῥαγάδων.

Ῥαγάδες γίνονται ἐν τῇ πόσθῃ, μάλιστα δʼ ἐν τῇ ἀκροποσθίᾳ, ὅταν στενὴ οὖσα ἀπάγηται. κατʼ ἀρχὰς μὲν οὖν πᾶσα ῥαγὰς νεαρὰ οὖσα αἱμάσσεται, χρονίζουσα δὲ τυλοῦται, καὶ πάλιν, ὅταν βίᾳ διίστηται, ἐπιρρηγνυμένη αἱμάσσεται. σπουδάζειν δὲ δεῖ τὰς ῥαγάδας ταύτας φαρμακείᾳ θεραπεύειν· ὅταν δὲ χρόνιαι οὖσαι ἐντετυλωμέναι βραδύνωσι, συμφέρει τὸ δέρμα ἀπάγειν καὶ τὰ τετυλωμένα τῶν ῥαγάδων χείλη ὑπτίῳ τῷ σμιλίῳ ὡσανεὶ ἀπογλύψαι· αἱ γὰρ νεαροποιούμεναι ῥαγάδες ὑγιάζονται τάχιστα.

Περὶ κρικώσεως.

Ὁ κρικούμενος τῷ ἐνεργοῦντι ἀντίως παρίσταται, καὶ τότε τοῖς δακτύλοις τὸ τῆς ἀκροποσθίας δέρμα καθέλκεται, καὶ τὸ καθελκυσμένον ἐᾶται ἀναχωρῆσαι· τοῦτο δὲ γίνεται ἢ δὶς ἢ τρὶς, ἵνα ὅσον ἐστὶ τὸ φυσικὸν τῆς ἀκροποσθίας χάλασμα φανῇ. μετὰ δὲ ταῦτα ὑπʼ ἄκραν τὴν βάλανον κατὰ τὴν ἀρχὴν τῆς ἀκροποσθίας ἡ κρίκωσις γίνεται. ἐγὼ μὲν οὖν τῇ τεχνικῇ γυμνασίᾳ χρώμενος αὐτόθεν εἴωθα ἐνεργεῖν· οἱ δʼ ἄλλοι πρότερον ἐσημειώσαντο ἑκατέρωθεν τὴν τῆς ἀκροποσθίας ἀρχὴν μέλανι γραφικῷ, ἵνα κατὰ τὰ στίγματα γένηται καὶ ἡ κρίκωσις. πρὸς δὲ τὴν κρίκωσιν ῥάμμα δεῖ λαβεῖν φοινικοῦν· τοῦτο γὰρ τετήρηται τὸ ῥάμμα συνεργοῦν τῷ τῶν τρημάτων ἀνευρυσμῷ. εἰρομένου δʼ αὐτοῦ εἰς βελόνην εὔρωστον, κατὰ τὸν εἰρημένον τόπον κατὰ τὴν τῆς ἀκροποσθίας ἀρχὴν διακεντείσθω τὸ δέρμα ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια, καὶ ἡ μὲν βελόνη ἐξελκέσθω, τὸ δὲ ῥάμμα κεχαλασμένον ἁμματιζέσθω, ἵνα φανῇ ὡς κρίκος. ταῖς δʼ ἑξῆς ἡμέραις παράγεται τὸ ῥάμμα, ἢ αὐτόθεν, ἵνα εὐρυνθῇ τὰ τρήματα, ἢ ἁλὶ μετʼ ἐλαίου κεχρισμένον. ἀλλὰ δεῖ πάλιν μετὰ τὸν τῶν τρημάτων ἀνευρυσμὸν ἀντικαθιέναι κασσιτέρινον ἐλασμάτιον πρὸς τὴν τῶν τρημάτων κατούλωσιν. ἔστω δὲ τὸ ῥάμμα διπλοῦν ἐστραμμένον, οὗ τὰ ἅμματα λυέσθω, καὶ τότε τοῦ ἐλασματίου τὸ πέρας κατʼ ἐλάτησιν λελεπτοποιημένον εἰς τὴν τοῦ ῥάμματος ........................ .........................................................

Περὶ τῆς κατὰ ῥῆξιν ἐντεροκήλης.

...............................................

καὶ τοῦ ἐπίπλου ῥαγέντος μόνον τὸν ................

κατολισθαίνει, ποτὲ δʼ οὐ ῥαγέντος .............. κα-

τεισι μόνον, ποτὲ δὲ σὺν τῷ ἐντέρῳ .................

ταῖς ἐπάνω προειρημέναις.

Πῶς διακριτέον τὴν κατʼ ἐπέκτασιν ἐντεροκήλην τῆς κατὰ ῥῆξιν.

Ἐπὶ μὲν οὖν τῆς κατʼ ἐπέκτασιν ὅτε βύθιος .....

καὶ διὰ πολλῶν σωμάτων ὁμαλός τε ............ παν-

ταχόθεν. κατανοοῦμέν τε ἐν ταῖς ἀν .................

εἰ μείζων ὁ ὄγκος εἴη καὶ ἔτι μᾶλλον ..............

ἢ διʼ οὐδέν· ἧσσον γὰρ εὐογκότερα τὰ κατὰ τὴν θέσιν

τῶν ἀγγείων ὑποπίπτει σώματα, εἴ τις αὐτὰ παραβάλοι

πρὸς τὰ ἀντικείμενα διὰ τὸ ἐκεῖνα ............. κατὰ

φύσιν ὑποπίπτειν σώματα ἐνταῦθα τὸ περι-

τόναιον. τοῦτο ἰσχυρὸν ὂν τὸ σημεῖον ἐπὶ τῶν δικήλων καὶ ἐπὶ τῶν νηπίων παιδίων οὐ πάνυ τι εὐδοκιμεῖ· ἐπί τε γὰρ τῶν δικήλων ἐξ ἀμφοτέρων τῶν μερῶν εἰ τύχοι κατωλισθηκέναι τὸ περιτόναιον, ἀμφοτέρωθεν ἀναθλιβέντων τῶν ἐντέρων, ὅμοιον ὄγκον ἐξ ἑκατέρου μέρους κατὰ τὴν τῶν ἀγγείων θέσιν δείκνυσιν. ἐπί τε τῶν παιδίων σφόδρα λεπτὸν ὂν τὸ περιτόναιον οὐκ αἰσθητὴν παραλλαγὴν τῇ συγκρίσει πρὸς τὰ κατὰ φύσιν ἔχοντα σώματα παρέχεται. ἐπὶ δὲ τῆς κατὰ ῥῆξιν ἐντεροκήλης πρῶτον μὲν πλησίον τοῦ κατὰ τὸν ὄσχεον δέρματος ὁ ὄγκος ὑποπίπτει, αὖθις δὲ διπλοῦς ἢ πολλαπλοῦς, οὐδαμῶς δʼ ἁπλοῦς εὑρίσκεται· κἄν τε γὰρ μία ἕλιξ ἐντέρου κατολισθαίνειν τύχῃ, δύο ὄγκοι φανοῦνται, καὶ μᾶλλον ἡνίκα ἢ πνεῦμα ἢ σκύβαλα καταβαίνει κάτω, γινομένου τοῦδε ἐπὶ τῶν κατʼ ἐπέκτασιν διὰ τὸ πάσαις ταῖς ἕλιξιν ἐν κύκλῳ περικεῖσθαι τὸ περιτόναιον. ἐν δὲ τοῖς ἀναπιεσμοῖς τῶν ἐντέρων ἐπὶ τῆσδε τῆς διαφορᾶς κατὰ φύσιν ἔστι δεῖξαι τὰ ἀγγεῖα ἔχειν σὺν κρεμαστῆρι. μετά γε μὴν τὸν ἀναπιεσμὸν ἐπὶ μὲν τῶν κατʼ ἐπέκτασιν ἡ κατολίσθησις βραδυτέρα γίνεται τοῦ περιτοναίου, ... ἐπὶ δὲ τῶν κατὰ ῥῆξιν ταχεῖα ἡ κατάβασις.

Πῶς σημειωτέον τὴν ἐντέρου πρὸς τὸ ἐπεκταθὲν περιτόναιον πρόσφυσιν.

....................... περιτοναίου συντελεσθείη, σημειωσόμεθα ....................ισιν διʼ ἀναθλίψεως· ὥσπερ γὰρ πρότερον ὅτε ............. ἐπεξετέτατο τὸ περιτόναιον, ἦν τις παραλλαγὴ ........................ασμὸν τῶν ἐντέρων πρὸς τὰ ἐπὶ θάτερα .............. κατὰ φύσιν ἔχοντα, οὕτω πολὺ μᾶλλον ὀφθήσεται νῦν ὁ ὄγκος περὶ τὸν τῶν ἀγγείων τόπον κατὰ τὴν ἀνάθλιψιν ............... περιτοναίου καὶ ἐντέρου διπλώσεως ὑποπιπτούσης ............................. κατὰ τῆς ἀνακρίσεως· οἷς μὲν γὰρ ............ οὐ προσφυὲς τὸ ἔντερον, ὀλιγάκις ἐνοχλοῦται ὑπὸ πνευμάτων ἢ σκυβάλων κατερχομένων εἰς τὸν ὄσχεον. τὰ γὰρ ἔντερα μὴ προσφυῆ ὡς ἐπίπαν κενὰ μὲν ὄντα κατολισθαίνει, πλήρη δὲ γενόμενα πνεύματος ἄνω μένει διὰ τὸ εὐογκότερα γίνεσθαι τοῦ πόρου διʼ οὗ κατέρχεται· ὅσοις δὲ τῶν ἐντεροκηλικῶν προσφύεται τὸ ἔντερον τῷ περιτοναίῳ, τούτοις ἐκ πάσης ἀνάγκης πάροδος τῶν περιττωμάτων τε καὶ πνευμάτων διὰ τοῦ ὀσχέου γίνεται. ὀδυνῶνται οὖν ἰσχυρῶς ἔν τε ταῖς πνευματώσεσιν ἔν τε ταῖς πληθώραις, βορβορυγμοί τε αὐτοῖς κατὰ τὸν ὄσχεον γίνονται καθʼ ἑκάστην ἡμέραν. καὶ μὴν ἔν τε ψύξεσι καὶ χειμῶσι τέλεον ὁ ὄγκος οὐδέποτε συσταλήσεται, καὶ μάλιστα εἰ μὴ θλίβοι τις αὐτόν. τοῦτο δὲ τὸ εἶδος ᾠήθησαν δυσχώριστόν τινες ἀφʼ ὑδροκήλης καὶ σαρκοκήλης τυγχάνειν· οὐκ ἔστι δὲ χαλεπὸν διακρῖναι· ὑδροκήλη μὲν γὰρ καὶ σαρκοκήλη πάντοτε ἀνώδυνός ἐστι, σφήνωσις δὲ σκυβάλων οὐδεμίαν ὑπερβολὴν ὀδύνης καταλείπει, οἵ τε κίνδυνοι διὰ ταχέων ἐξακολουθοῦσιν ἐπὶ τούτων.

Πῶς σημειωσόμεθα ἔντερον δαρτὸν ἢ ἐλυτροειδῆ προσπεφυκέναι.

.........................................................

Διάκρισις περιτοναίου.

..................................................... ............ τάσσομέν τε τὰ ἄγκιστρα ἐκ τῶν ὄπισθεν μερῶν τοῦ ὄγκου διεστῶτα ἀπʼ ἀλλήλων, ὥστε τετράγωνον φαίνεσθαι τὴν ὑπʼ αὐτῶν διάστασιν. καθαπτέσθω δʼ αὐτῶν τὰ δύο πρὸς αὐτῇ τῇ διαιρέσει τοῦ ἐπιγαστρίου κάτω διαστέλλοντα τοὺς ὑμένας· ἡ γὰρ ἔρευνα καὶ ἡ εὕρεσις πρὸς τῇ βάσει γίνεται τοῦ περιτοναίου· αὐτό τε γὰρ ἑαυτοῦ τῇδε εὐρωστότερόν ἐστι καὶ πλατύτερον, ὡς ἂν εἰς ὀξεῖαν κορυφὴν κατὰ μικρὸν ἀπολῆγον· τὰ δʼ εὔρωστα καὶ μείζω τῶν ὡς ἑτέρως ἐχόντων εὐκαταληπτότερα. ἐπὶ δὲ τῇ διαστάσει τῇ γενομένῃ τῶν δεδηλωμένων τόπων ὑπὸ τῶν ἀγκίστρων, ὁ μὲν ὑπηρέτης ἀνατείνων τὸν δίδυμον ἐπὶ ποσὸν αὐτὸν πλαγιαζέτω καὶ πρὸς τὸν ὄσχεον ἀνιέτω, ἵνα πρὸς τὴν ἐνέργειαν ἡ κατὰ κάθετον ἀνάτασις τοῦ διδύμου μὴ ἐμποδίζῃ, αὐτοὶ δὲ τοὺς ὑμένας τοὺς διατεταμένους ὑπὸ τῶν ἀγκίστρων διελοῦμεν κατὰ μῆκος καὶ μετὰ τὴν διαίρεσιν περιελοῦμεν αὐτούς. καὶ εἰ μὲν φαίνοιτο γυμνὰ τὰ ἀγγεῖα, εἰσόμεθα ὅτι οὐκέτι περιαιρέσεως ὑμένων δεῖ, ἀλλὰ τῆς ἐρεύνης τοῦ περιτοναίου· εἰ δέ τινες ὑμένες ἐπιφαίνοιντο περιειληφότες τὸν ὄγκον σὺν τοῖς ἀγγείοις, εἰς τούτους ὁμοίως καταπείραντες ἄγκιστρα, παραπλησίως καὶ τούτους διαιροῦντες ἐκτέμνομεν, καὶ τοῦτο ποιοῦμεν, μέχρις ἂν μή τις ὑμὴν ἐμποδίσῃ περικείμενος πρὸς τὴν ἔλληψιν τοῦ περιτοναίου. ἐπεὶ δὲ τὰ ἀγγεῖα κενούμενα μιμεῖται τὴν τῶν ὑμένων ὁμοιότητα, δεῖ κελεύειν τῷ ὑπηρέτῃ καὶ πλαγιάζειν τὸν δίδυμον ἰσχυρῶς καὶ ἀνιέναι τὴν τάσιν πρὸς τὸ ἐπιρρυῆναι πάλιν εἰς αὐτὰ τὸ αἷμα καὶ ἐμφανῆ καὶ γνώριμα καταστῆναι. εὑρόντες δὴ τὰ ἀγγεῖα καὶ ἀπολαβόντες αὐτὰ ἰδίᾳ πρὸς τῷ βουβῶνι — ἐν τούτῳ γὰρ τῷ μέρει καὶ ἡ θέσις αὐτῶν ἐστιν ἡ φυσική —, πάλιν ἐν τῷ ἐπὶ θάτερα πρὸς τῷ κύκλῳ τὸν κρεμαστῆρα ἐρευνήσομεν· ῥᾳδία δὲ κἀκείνου λοιπόν ἐστιν ἡ εὕρεσις, κεχωρισμένων τῶν ἀγγείων· γνωριοῦμεν δʼ αὐτὸν ἐκείνοις τοῖς σημείοις οἷς ἐπὶ τῶν ἑτέρων ὄγκων παρεδείξαμεν. διακεκριμένων δὴ τῶν ἀγγείων καὶ τοῦ κρεμαστῆρος, τὸ ἐν μέσῳ σῶμα τὸ περιτόναιόν ἐστιν. ὁ μὲν οὖν τῆς ἐπιβολῆς τρόπος ἐστὶν οὗτος· οὐδὲν μέντοι κωλῦόν ἐστι πρότερον ἐντυχόντα τῷ κρεμαστῆρι κατʼ ἔρευναν αὐτοῦ, εἶτα κατὰ συντυχίαν ἄλλως ἐξ ὑστέρου ἐπὶ τὴν τῶν ἀγγείων εὕρεσιν ἀφικνεῖσθαι.

Περὶ διαφορᾶς περιτοναίου καὶ δαρτῶν σωματοποιημένων.

Ῥητέον δʼ ὅπως ἄν τις χειρουργῶν μὴ διαψευσθείη· οἱ γὰρ ὑμένες οἱ δαρτοὶ ὡς ἐπίπαν διὰ τῆς συνεχοῦς χειραψίας σωματοποιημένοι πολλῷ γίνονται παχύτεροι τοῦ περιτοναίου. ἀπατῶσι δὴ πολλοὺς τῶν χειρουργῶν διὰ τὸ πάχος οἰομένους τοῦτο εἶναι τὸ περιτόναιον. διακρινοῦμεν δὴ τοῦ περιτοναίου τοὺς δαρτοὺς χρώματι, συστάσει, περιφερείᾳ· χρώματι μέν, ἐπειδὴ τὸ περιτόναιον λευκόν ἐστιν, ἅτε νευρῶδες ὄν, καὶ τῇ κύστει παραπλήσιον κατὰ τὴν χροιάν, οἱ δὲ δαρτοὶ σφόδρα ἐνερεύθεις διὰ τὸ εὖ μάλα κατηγγιῶσθαι· συστάσει δέ, ἐπεὶ τὸ μὲν περιτόναιον πυκνόν ἐστι καὶ ναστὸν καὶ λεῖον, οἱ δʼ ἐκ τῶν ἐναντίων χαῦνοι καὶ δασεῖς καὶ ἀνώμαλοι· περιφερείᾳ δέ, ἐπεὶ τὸ μὲν κοῖλόν ἐστιν ὥσπερ καὶ κύστις, οἱ δʼ οὐδεμίαν ἔχουσιν ἐντὸς τοιαύτην εὐρυχωρίαν, ἀλλʼ ἁπλῶς περιβέβληνται. περιελόντες οὖν οἵῳ δήποτε τρόπῳ τοὺς δαρτούς — βέλτιον γὰρ περιελεῖν ἤπερ ἁπλοτομεῖν, οὐκ ὀλίγα συντελούσης τῆς περιαιρέσεως πρός τε τὴν εὔκολον εὕρεσιν τοῦ περιτοναίου καὶ τὴν ῥᾳδίαν τῶν ἀγγείων καὶ τοῦ κρεμαστῆρος διάκρισιν καὶ τὴν εὐεργεσίαν τῆς ἀποθεραπείας, ἀνοιδούντων τῶν δαρτῶν καὶ φλεγμαινόντων, εἰ μὴ περιαιρεθεῖεν, ἐμποδιζόντων δὲ πρὸς τὸν ἔναιμον τῆς ἀποθεραπείας τρόπον — τά τε ἀγγεῖα, ὁπόσα ἐν τοῖς δαρτοῖς εὔρωστα εὑρεθείη, πάντα διασφίγξαντες πρὸς τὸ μὴ αἱμορραγεῖν μετὰ τὴν χειρουργίαν μηδʼ ἐνθρομβώσεως αἴτια γίνεσθαι ..., τὰ δὲ μικρότερα καταπείραντες εἰς αὐτὰ ἄγκιστρα καὶ περιστρέψαντες πολλάκις καὶ ἀποτυφλώσαντες αὐτὰ διὰ τῆς περιστροφῆς, ἐπὶ τὴν τοῦ περιτοναίου διάκρισιν ἐλευσόμεθα. χωρίσαντες οὖν αὐτὸ τῶν τε ἀγγείων καὶ τοῦ κρεμαστῆρος καὶ τοῦ ἐλυτροειδοῦς — χωρίζεται δʼ εὐκολώτατα, εἰ τύχοιεν οἱ δαρτοὶ περιῃρημένοι μέν, ὅλος δʼ ὁ κρεμαστὴρ ὅ τε δίδυμος μετὰ τοῦ ἐλυτροειδοῦς ἄσκυλτοι τύχοιεν εἶναι —, τὸ μὲν περιτόναιον ἀνατείναντες σφόδρα τῷ ὑπηρέτῃ παραδώσομεν κρατεῖν ἐάσαντα τὸν δίδυμον, αὐτοὶ δὲ κατατάξαντες εἰς τὸν ὄσχεον τὸν δίδυμον σὺν τοῖς ἀγγείοις καὶ τῷ κρεμαστῆρι, οὕτως ἐπὶ τὴν κατανόησιν ἐλευσόμεθα τοῦ περιτοναίου. διὰ τοῦτο δὲ κατατάσσομεν πρὸ τῆς ἀποκοπῆς τοῦ περιτοναίου τὸν δίδυμον εἰς τὸν ὄσχεον, ἵνα μὴ πολλαῖς ὥραις ἔξω μένων ἐπιψύχηται. μετὰ δὲ τὴν κατάταξιν, εἴτε ἄρα τῷ περιτοναίῳ ὑμὴν δαρτὸς προσηρτημένος εἴη, εἴτε μή, χωρίσαντές τε αὐτὸ πάντων τῶν ἄλλων σωμάτων ψηλαφήσαντές τε ἐπιμελῶς, μή τις ἄρα ἕλιξ ἐντέρου παρωλισθηκυῖα εἰς αὐτὸν λανθάνῃ — γνωρισόμεθα δὲ τοῦτο τῇ διαυγείᾳ· πλατυνομένου γὰρ ταῖς χερσὶ τοῦ περιτοναίου, κατʼ ἐκεῖνα οὐ δυνήσεται διαυγεῖν τὰ μέρη καθʼ ἃ ἡ ἕλιξ κεῖται· γνωσόμεθα δὲ τῇ ἁφῇ· ἀνώμαλον γὰρ τῷ πάχει τὸ περιτόναιον ὑποπεσεῖται, πῂ μὲν λεπτὸν ὄν, ᾗ τῆς ἕλικος κεχώρισται, πῂ δὲ παχύτερον, ὡσανεὶ καὶ τῆς ἕλικος ὑποπιπτούσης δεδιπλωμένης. ..............

Περὶ ἀποκοπῆς περιτοναίου.

Εἰ μὲν οὖν παράκειτο τὸ ἔντερον, κενὸν δʼ εἴη τὸ περιτόναιον, ἐπὶ τὴν ἀποκοπὴν χωρήσομεν τοῦ περιτοναίου· ἀποκόπτομεν δὲ μάλιστα τῆς συμμετρίας στοχαζόμενοι· εἴτε γὰρ ὀλιγώτερον τοῦ κατωλισθηκότος παντὸς ἀποκοπείη, παλιγγενεσίας αἴτιον, κεχαλασμένων τῶν χειλῶν καὶ πάροδον εὔκολον παρεχόντων τῇ κατολισθήσει τῶν ἐντέρων· εἴτε πλείω τοῦ κατολισθαίνοντος ἀποκοπείη, προσεπισπασθέντος ἐκ μέρους καὶ τοῦ κατὰ φύσιν, γίνονται μὲν καὶ πάλιν κῆλαι πολλάκις, μὴ δυναμένων εἰς αὑτὰ συντρέχειν τῶν χειλῶν τοῦ περιτοναίου διὰ τὸ μέγεθος τῆς ἐκτομῆς, καὶ κινδυνεύουσι δὲ πολλάκις, ὡς ἂν τῶν κατὰ φύσιν σωμάτων περιῃρημένων. ἵνα οὖν μὴ πλανηθῶμεν τῷ μέτρῳ, δεῖ τὸ περιτόναιον ἐπισπᾶσθαι πρὸς τὸ ἐκτὸς ἐχομένους τῆς κορυφῆς αὐτοῦ· ὅταν δʼ ἄρχηται τὰ χείλη τῆς ἐν τῷ ἐπιγαστρίῳ διαιρέσεως ἐκτρέπεσθαι, συνακολουθοῦντος τῷ ἐπισπασμῷ τοῦ περιτοναίου, ἔξω τῆς διαιρέσεώς ἐστιν· εἰ δὲ σφόδρα ἐκτραπείη τὰ χείλη, γινώσκειν ὅτι πέρα τοῦ δέοντος ἐπεσπασάμεθα, καὶ ἐνδιδόναι προσήκει. μετὰ δὲ τὴν ἀπόληψιν τὴν αὐτάρκη περιστρέφομεν· μετὰ γὰρ τὴν ἀθρόαν ἀποκοπὴν φρίσσον τε καὶ συντρέχον εἰς ἑαυτὸ οὕτως μύει, ὡς μηκέτι μηδὲ πυρῆνα μήλης παραδέχεσθαι. εἰ δʼ ἕλιξ ἐντέρου κατωλισθηκέναι τύχοι, ἀπὸ τῶν κενεώνων ἀρξάμενοι τοῦ περιτοναίου πρὸς τῇ κορυφῇ τῶν μερῶν, ἠρέμα τὴν ἕλικα εἰς τὸ βάθος ἀπωσάμενοι, τῷ τε ὑπηρέτῃ τοὺς δακτύλους ἀμφοτέρων τῶν χειρῶν παραδώσομεν τάξαι παρὰ τὰ χείλη τῆς διαιρέσεως καὶ περιλαβόντα τὸ ἀπωσθὲν μέρος τοῦ ἐντέρου ἀναβιβάζειν τε καὶ κατέχειν διὰ τῶν δακτύλων ἔνδον ὑπὲρ τοῦ μὴ προπεσεῖν αὖθις, οὕτως τε ἐπὶ τὸ μέτρον τῆς ἀποκοπῆς ἐλευσόμεθα. εἰ δὲ προσφυὲς κατά τι μέρος τὸ ἔντερον τῷ περιτοναίῳ — γνωρίσομεν δʼ ἐκ τοῦ μηδαμῶς ἐκθλίβεσθαι τοῖς δακτύλοις μηδὲ χωρίζεσθαι κατʼ ἐκεῖνο τὸ μέρος τοῦ περιτοναίου δύνασθαι —, τῷ μὲν ὑπηρέτῃ κελεύσομεν διʼ ἀμφοῖν ταῖν χεροῖν συνέχειν τε τὰ χείλη τῆς διαιρέσεως καὶ ἄνωθεν εὖ μάλα τὰ ἔντερα, ὡς μὴ δύνασθαι προπεσεῖν ἄλλην ἕλικα, αὐτοὶ δʼ ἐν τοῖς λεπτοῖς τοῦ περιτοναίου τοῖς κεχωρισμένοις τοῦ ἐντέρου διαίρεσιν ἐμβαλόντες ἱκανὴν παραδέξασθαι δάκτυλον καθήσομεν τὸν λιχανὸν καὶ κατʼ ἐπικόπου τοῦ δακτύλου διελοῦμεν τὸ περιτόναιον παρὰ τὴν πρόσφυσιν τοῦ ἐντέρου, προσκαταλιπόντες πᾶν τὸ προσπεφυκὸς τῷ ἐντέρῳ τοῦ περιτοναίου. μετὰ τοῦτό τε καταπείραντες εἰς τὰ χείλη τοῦ περιτοναίου δύο τυφλάγκιστρα καὶ ἀνατείνειν ὑπηρέταις παραδόντες αὐτοὶ τὸ ἔντερον ἀπηλλαγμένον ἤδη τοῦ περιτοναίου, συναποφέροντες αὐτῷ τὸ καταλειφθὲν ἐκ τῆς προσφύσεως, ἀπώσομεν διὰ τοῦ λιχανοῦ, ἔτι τε ἐγκειμένης τῆς κορυφῆς τοῦ δακτύλου, περιστρέφειν διὰ τῶν ἀγκίστρων τὸ περιτόναιον ἀρξόμεθα, ἔπειτα ὑποσπάσαντες τὸν δάκτυλον ἐπὶ πλέον τε περιστρέψαντες τὸν ὑμένα κατὰ τὸ εἰρημένον μέρος ἀποκόψομεν.

Περὶ τῆς μετὰ τὴν χειρουργίαν ἐπιμελείας.

Μετὰ δὲ τὴν ἀποκοπὴν τοῦ περιτοναίου τῷ μὲν ὑπηρέτῃ ἀνέχειν καὶ φυλάττειν κατὰ χώραν τὰ ἔντερα προστάξομεν, αὐτοὶ δὲ τὸν δίδυμον ἀναθλίψαντες ἀναβαλοῦμεν, καὶ τὸν ὄσχεον ἐνδιπλοῦντες διὰ τοῦ παραμέσου δακτύλου, καθάπερ τοῦτο ἐπράττομεν κατʼ ἀρχάς, σπογγίσαντές τε τὸν δίδυμον καὶ τὰ ἀγγεῖα καὶ τὸν κρεμαστῆρα ἐκθρομβώσαντές τε τὸν ὄσχεον, εἰ ἄρα τύχοι τι τοῦ αἵματος εἰς αὐτὸν συνδεδόσθαι — εἰ δʼ ἄρα ἔτι ἐπιδακρύει τὰ σώματα, καὶ τὴν καλουμένην εἰς ὑπόρρυσιν τομὴν παραληψόμεθα, ἥτις ἐμβάλλεται κατʼ ἐπικόπου τῆς κορυφῆς τοῦ παραμέσου δακτύλου τοῦ τὸν ὄσχεον ἐκτρέποντος διὰ τῆς ἐν τῷ ἐπιγαστρίῳ διαιρέσεως —, λημνίσκον στενόν, ἄνωθεν ἔτι ἐγκειμένου τοῦ δακτύλου, ἐμβιβάσομεν εἰς τὴν διαίρεσιν τὴν εἰς ὑπόρρυσιν καὶ τὴν ἀρχὴν αὐτοῦ διὰ τῶν δακτύλων τῆς ἀριστερᾶς χειρὸς εἰς τὸ κάτω μέρος ἐπισπασόμεθα τὸν δίδυμόν τε πάλιν εἰς τὴν οἰκείαν κατατάξομεν χώραν μετὰ τῶν ἐμπεφυκότων αὐτῷ σωμάτων. μετὰ δὲ ταῦτα μότῳ ξηρῷ ταύτην πᾶσαν ἐκπληρώσομεν τὴν ἐν τῷ ἐπιγαστρίῳ τομήν, ἄλλοις τε μότοις μετὰ τοῦτο διαβρόχοις ταῖς καὶ ἐφʼ ὑδροκηλῶν εἰρημέναις ἐμβροχαῖς τὴν διαίρεσιν ἐμπλάσομεν καὶ ἄλλοις τὸ ἐπιγάστριον ἐπιληψόμεθα, ἐπιδήσομέν τε καὶ ἀποθεραπεύσομεν παραπλησίως ὥσπερ ἠξιοῦμεν τοὺς ὑδροκηλικούς. ἐπὶ δὲ τούτων ἀκριβέστερον ἕκαστα πράττοντες, καὶ τοῖς σκέλεσιν αὐτῶν ἠρέμα συνηγμένοις ἑκατέρῳ προσκεφάλαιον ὑπεμβαλοῦμεν κατὰ τὰς ἰγνύας, ὥστε ὁμοῦ μὲν ἀναρρεπῆ μένειν, ὁμοῦ δʼ ἐν διαστάσει φυλάττεσθαι τὰ σκέλη, μὴ ὑποπίπτοντα τῇ διαιρέσει. τένοντας δὲ καὶ ὑποχόνδρια καὶ βουβῶνας λιπανοῦμεν ἐμβροχῇ μελικράτῳ τε σφόδρα διέφθῳ ποτίσομεν, ὑποστείλαντες καὶ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ μετὰ τὴν χειρουργίαν. τῇ δὲ τρίτῃ λύσομεν ἀτμῷ τε πυριάσομεν ἑφθῷ τε καταπλάσομεν ἄρτῳ καὶ τὸ ἐπιγάστριον καὶ τὸν ὄσχεον· ἐχέτω δὲ μέλι ὁ ἄρτος πρὸς τὸ μὴ ἀποξυνθῆναι. καὶ τῇ τετάρτῃ λύσαντες καὶ καταιονήσαντες πάλιν ὕδατι καταπλάσομεν καὶ τῇ πέμπτῃ τοῖς αὐτοῖς χρησόμεθα μετά τε τὴν πέμπτην, εἴ γε μηδὲν ἐνοχλοίη, οἷον ἄλγημά τι ἢ συμπάθεια ἢ ἔμετος χολῆς ἢ ἀγρυπνία ἡ πυρετός, ἐπὶ κηρώματα χωρήσομεν. μετὰ δὲ τὴν ἑβδόμην λύσομέν τε καὶ τῶν μαλακτικῶν τινα ἐμπλάστρων ἐμβαλοῦμεν.

Τίνα σημεῖα τοῦ ἀκινδύνως ἔχειν τὸν χειρουργηθέντα.

Ἐπακολουθεῖ μὲν τοῖς ἀσφαλῶς μέλλουσι διαζῆν κατὰ τὴν πρώτην ἡμέραν ὀδύνη περὶ τὴν τομὴν ἰσχυρά, ἐνίοις δὲ καὶ περὶ τὴν δευτέραν, πυρετός τε ὡς ἐπίπαν τῆς πρώτης νυκτὸς ἀρξάμενος, ἐνίοις δὲ περὶ τὴν δευτέραν ἡμέραν ἢ νύκτα. ἐνδίδωσι δὲ ταῦτα περὶ τὴν τρίτην ἢ τὴν τετάρτην, καὶ ἱδρὼς ἐπιγίνεται λυομένῳ τῷ πυρετῷ.

Τίνα σημεῖα τῶν ἐπισφαλῶς ἐχόντων μετὰ τὴν χειρουργίαν.

Τῶν δὲ μὴ πάνυ εὐτρόπως διακειμένων οἱ μὲν ἐφαιμορραγοῦσι μετὰ τὴν χειρουργίαν, καὶ κινδύνους δύο κινδυνεύουσι, τὸν μὲν ἐκ τῆς ῥύσεως τοῦ αἵματος, τὸν δʼ ἐκ τῆς θρομβώσεως καὶ τῶν ἐξακολουθουσῶν συμπαθειῶν· οἱ δὲ χωρὶς αἱμορραγίας ἐν συμπαθείαις γίνονται νευρικαῖς. καὶ τοῖς μὲν διὰ τὴν ῥύσιν τοῦ αἵματος κινδυνεύουσι παρακολουθεῖ ἰσχνότης, ἀτονία, σφυγμὸς μικρός, φωνὴ ἀλαμπής, ἄκρων περίψυξις, ἱδρὼς ὀλίγος ὑπόψυχρος· τοῖς δὲ γινομένοις ἐν συμπαθείᾳ, εἴτε διὰ θρόμβωσιν εἴτε ἄλλως παθεῖν τι ὑποπτευομένοις, παρέπεται ταῦτα περὶ δευτέραν καὶ τρίτην ἢ καὶ ἔτι πόρρω· τὰ ὑποχόνδρια ὀδυνῶνται, τὸ ἐπιγάστριον αὐτοῖς πᾶν ἐντείνεται καὶ ἐμπνευματοῦται, καὶ πυρετὸς δριμύτερος ἐπακολουθεῖ, ταῖς νυξὶν ἐπιτεινόμενος μᾶλλον, καὶ κροτάφους ὀδυνῶνται καὶ τένοντα καὶ ῥάχιν ἰσχυρῶς, καὶ βουβῶνας ἔτι μᾶλλον, παραφέρονταί τε τῇ διανοίᾳ. εἰ δὲ χαλεπώτερον ἔχοιεν, ταῦτα τὰ συμπτώματα σφοδρύνεται κατὰ λόγον τῆς χαλεπότητος, καὶ ἐκ τῶν τενόντων εἰς τοὐπίσω κατατείνονται δυσουριῶσί τε καὶ καρηβαροῦσιν ὥσπερ νεναρκηκότες καὶ χολημετοῦσιν ἀγρυπνοῦσί τε καὶ ἀνόρεκτοι διατελοῦσιν. οἱ δʼ ὀλεθρίως ἔχοντες μύουσι μὲν τῷ στόματι, συντεινομένων τῶν μασητήρων μυῶν, καὶ οὐ δύνανται διανοίγειν τὸ στόμα, οὔτε αἰσθητῶς οὔτε διαλεγόμενοι· οἴονται γὰρ ὑπὸ παρισθμίων ἐνοχλεῖσθαι. καὶ τὸ ποτὸν πίνοντες ἀνακόπτουσιν εἰς τὰς ῥῖνας λύζουσί τε, καὶ ἡ γαστὴρ αὐτοῖς ἐκταράσσεται ταραχὴν χολώδη, καὶ τὰ περὶ τὴν διαίρεσιν οὐδʼ ὅλως λέγουσιν ἀλγεῖν.

Περὶ τῶν αἱμορραγούντων μετὰ τὴν χειρουργίαν.

Εἰ δʼ αἱμορραγοίη, λύσαντες καὶ ἀφελόντες τὰ μότα, εἰ μὲν οἷόν τε εἴη, τὸ ἐφαιμορραγοῦν ἀγγεῖον ἐκληψόμεθα, εἴτε ἐν τοῖς δαρτοῖς ὑμέσιν εἴη τοῦτο, εἴτε ἐν τῷ περιτοναίῳ, εἴτε τι τῶν τρεφόντων τετρῶσθαι τύχοι· γνωσόμεθα δὲ τοῦτο ἐκ τῆς διοιδήσεως τοῦ ὀσχέου. πάλιν ἀναβαλοῦμεν τὸν δίδυμον οὕτως τε τὸ ἀγγεῖον ἐκληψόμεθα. εἰ δὲ μὴ δύναιτο ἀναβληθῆναι περιτεθρομβωμένος ὑπὸ τοῦ αἵματος, εὐθυτομήσαντες τὸν ὄσχεον, ὥσπερ ἐπὶ τῶν ὑδροκηλικῶν, καὶ τὸ αἷμα ἐκκρίναντες ἐπισπασάμενοί τε τὸν δίδυμον διὰ τῆσδε τῆς διαιρέσεως καὶ συνελκύσαντες αὐτῷ τὰ ἀγγεῖα ἀποβροχίσομεν τὸ αἱμορραγοῦν. εἰ δὲ μὴ ἐξ ἀγγείου φέροιτο μεγάλου, πολλὰ δʼ ἐπιδακρύοι σώματα, εἰ μὲν ἄνωθεν, ταῖς τε ψυχούσαις καὶ στυφούσαις ἐμβροχαῖς ἀδιαλείπτως ἀπαντλήσομεν μάννῃ τε πολλῇ χρησόμεθα ἐπιπάττοντες καὶ Λημνίᾳ σφραγῖδι καὶ ἀστέρι Σαμίῳ καὶ σπόγγῳ καινῷ, πίσσῃ μὲν ἐνειληθέντι ὑγρᾷ, καέντι δὲ μετὰ τοῦτο καὶ λειωθέντι, χάρτῃ τε κεκαυμένῃ καὶ τοῖς ὁμοίοις. εἰ δʼ ἐκ τοῦ ὀσχέου γένοιτο ἡ ἐπιδάκρυσις, ἐμβαλόντες, ὡς ἔφαμεν, τὴν ἐν τῷ ὀσχέῳ διαίρεσιν εὐθυτενῆ, εἰ μὲν ὁ δίδυμος ἀνηρτῆσθαι τύχοι, τοῖς εἰρημένοις ἰσχαίμοις ἐμπάσσομεν τὸν ὄσχεον, εἰ δὲ μένοι κατὰ χώραν, μάννῃ καὶ κυαμίνῳ ἀλεύρῳ ὅτι λεπτοτάτοις· προσηνῆ γάρ ἐστι ταῦτα τῷ διδύμῳ.

Περὶ τῶν ἐν νευρικαῖς συμπαθείαις γινομένων.

Εἰ δὲ φλεγμαινόντων τῶν σωμάτων νευρικαὶ συμπάθειαι παρακολουθοῦσι, φλεβοτομεῖν χρὴ τηνικαῦτα καὶ λιπαίνειν εὖ μάλα ταῖς ἐμβροχαῖς. εἰ δὲ μᾶλλον ὑποπτεύοιτο ὁ κίνδυνος, πύρεθρον καὶ κάχρυ καὶ πέπερι καὶ καστόριον ἐμπασσέσθω, καὶ λιπαινέσθωσαν πλέον τῶν ἄλλων τένοντές τε καὶ χεῖρες, καταιονάσθωσάν τε ἀπὸ τοῦ ὀμφαλοῦ μέχρις ὀσχέου ἀφέψημα τήλεως, λινοσπέρμου, μαλάχης. τὴν δὲ διαίρεσιν καὶ τὸν ὄσχεον κατʼ ἀρχὰς μὲν ἐρίοις οἰσυπηροῖς, προεπιβεβλημένων μότων τῇ διαιρέσει, σκεπαστέον ἐπιτεγγομένοις συνεχῶς οἰνελαίῳ πολλῷ καὶ θερμῷ, μέχρις ἂν ἀρχὴν λάβῃ διαπυήσεως, εἶτʼ ἐπὶ τὰ καταπλάσματα μεταβατέον, ἐπὶ τούτοις φάρμακα ἐπὶ τὰς τομὰς παραληπτέον, εἴτε πρὸς διαπύησιν εἴτε πρὸς ἀνακάθαρσιν εἴτε καὶ πρὸς ἀπούλωσιν καί τινων κόλπων κόλλησιν· εὔδηλα δὲ πάντα ἐστίν. ἐχέτω δὲ τὰ καταπλάσματα ἄρτου καὶ μέλιτος καὶ λινοσπέρμου καὶ πηγάνου καὶ κυμίνου. εἰ δὲ μὴ κουφίζοιντο πρὸς αὐτῶν, ἀντὶ τῆς καταιονήσεως εἰς πύελον ἐμβιβαζέσθωσαν ......... .........................................................