Ἐκ τῶν Γαληνοῦ. Περὶ τῶν ἄνευ φλεγμονῆς ἀποστημάτων.
Ἀποστήματα καλοῦμεν τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων ἀφίσταται τὰ πρότερον ψαύοντα σώματα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ μεταξὺ γενέσθαι κενήν, ἥτις ἤτοι πνευματώδη τινὰ οὐσίαν ἢ ὑγρὰν ἢ ἐξ ἀμφοῖν σύνθετον περιέξει. συνίστανται δʼ ἐκ μόνων φλεγμονῶν καὶ ἐρυσιπελάτων φλεγμονωδῶν, ἀλλὰ χωρὶς τούτων αἱ τῶν ἀποστημάτων διαθέσεις ἐκ περιουσίας μέν τινος ὑγρῶν ἢ πνευμάτων ἀτμωδῶν, ἤτοι δʼ ἐν αὐτοῖς τοῖς πάσχουσι σώμασι γεννωμένων ἢ ἐξ ἑτέρων ἐπιρρεόντων λόγῳ τῶν καλουμένων ἀποσκημμάτων· ὀνομάζουσι δʼ οὕτως, ὅταν χυμοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ μορίῳ καταλιπόντες ἐκεῖνο μεταστῶσιν εἰς ἕτερον. ὅτῳ δʼ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήματος, ἡ μεταξὺ χώρα τῶν ἀφισταμένων σωμάτων πληροῦται τῶν ἐργαζομένων αὐτὴν ὑγρῶν, ἅπερ ἐνίοτε χρονίζοντα πολυειδεῖς ἀλλοιώσεις ἴσχει. τμηθέντα γοῦν παντοίαν ἰδέαν ὑγρῶν καὶ στερεῶν σωμάτων ἐντὸς ἑαυτῶν ἔχοντα φαίνεται· καὶ γὰρ βορβόρῳ καὶ πηλῷ καὶ οὔρῳ καὶ ἀμόργῃ καὶ τρυγὶ καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει καὶ μυξώδει καὶ ὀστοῖς καὶ λίθοις καὶ πώροις καὶ ὄνυξι καὶ θριξὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις ἐν ἀποστήμασιν ὅμοια περιεχόμενα σώματα. καὶ μὴν καὶ ζῷα πολλάκις εὕρηται σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα. ἀλλὰ ταῦτα μὲν σπανιώτερα, συνηθέστερον δὲ γινόμενα τοῦ γένους τοῦδε τῶν νοσημάτων ἐστὶν εἴδη τρία, προσηγορίας ἕκαστον αὐτῶν ἰδίας τετυχηκός, ἀθέρωμά τε καὶ στεάτωμα καὶ μελικηρίς, ἀπὸ τῆς ὁμοιότητος τῶν περιεχομένων οὐσιῶν κατὰ τοὺς ὄγκους· ἔστι γὰρ αὐτῶν ἡ μέν τις οἷόνπερ τὸ στέαρ, ἡ δʼ οἷον μέλι, καί τις ἀθάρῃ παραπλήσιος. οἱ σκοποὶ δὲ τῆς θεραπείας κοινοὶ διαφορῆσαι τὸ περιεχόμενον ἢ σῆψαι πᾶν ἢ ἐκτεμεῖν. ἔνιοι μὲν οὖν ὄγκοι τοῖς τρισὶν ὑποπίπτουσι σκοποῖς, ὅσοι λεπτότερον ὑγρὸν ἔχουσιν, ὡς ἡ μελικηρίς, ἔνιοι δὲ τοῖς δυσὶ μόνοις, ὥσπερ τὸ ἀθέρωμα· καὶ γὰρ καὶ ἐκτεμεῖν οἷόν τε καὶ σῆψαι τοῦτο· τὸ δὲ στεάτωμα διὰ χειρουργίας μόνης θεραπεύεται, μήτε σαπῆναι μήτε διαφορηθῆναι δυνάμενον.
Ἐκ τῶν Ἀντύλλου. Περὶ στεατωμάτων.
Τὸ στεάτωμα ὁμόχρουν ὡς τὰ πολλὰ τῷ σώματι διαλλάττει τούτοις, οἷς καὶ σημειώσαιτο ἄν τις αὐτό· ὄγκῳ στενῷ μὲν ἐκ βάσεως, περιφερεῖ δὲ κατὰ τὰ ἄνω μέρη, ἀνωδυνίᾳ, εὐαφείᾳ, κατὰ τὴν στερεὰν ἐπαφὴν εἴξει καὶ κοιλότητι, ὥστε μετὰ τὴν ἄρσιν τῆς χειρὸς μέχρι τινὸς ἐμφαίνεσθαι τὰς ἐντυπώσεις. καὶ μὴν καὶ προσφυές τε καὶ προσαρτὲς διαγνῶναι καὶ διακρῖναι στεάτωμα ῥᾴδιον· τὰ μὲν γὰρ προσαρτῆ καθάπερ ἐμπλέοντα τῇ σαρκὶ εὐμετάγωγά ἐστιν, τὰ δὲ προσφυῆ οὐχ ὁμοίως ὑπακούει ταῖς κινήσεσιν οὐδʼ ὥσπερ ἐντρέμει τῇ σαρκί. χειρουργητέον δʼ αὐτὸ οὕτως· περιτεῖναι σφόδρα χρὴ τὸ δέρμα κατὰ τὴν κορυφὴν τοῦ στεατώματος λιχανῷ τε καὶ μεγάλῳ δακτύλῳ τῆς ἀριστερᾶς χειρὸς καὶ οὕτως ἐπεμβάλλειν διαίρεσιν ἐπʼ εὐθείας, φυλαττομένους μή πως τὸν χιτῶνα συντρήσωμεν, ἢ ἀντὶ τῆς περιτάσεως ἀνατάσει χρῆσθαι τοῦ δέρματος, ἐνδιπλοῦντας αὐτὸ καὶ ἀνατείνοντας διʼ ὑπηρέτου καὶ τῆς ἀριστερᾶς χειρός, ἔπειθʼ οὕτως διαιρεῖν. τοῦτο δὲ ποιητέον, εἰ προσαρτὴς ὁ χιτὼν εἴη· μετὰ δὲ τὴν διαίρεσιν, εἰ μικροτέρα γένοιτο τοῦ δέοντος, ἐπιδιαιρεῖν μέχρις ἂν συμμέτρως ἔχῃ πρὸς τὸν ὄγκον, ἔπειτʼ εἰς τὰ χείλη τοῦ δέρματος ἄγκιστρα ἑκατέρωθεν καθιέναι καὶ διατείνειν αὐτά. διασταλέντων δὲ τῶν χειλῶν, εἰ μέν τινες ὑμένες ἔτι ὑποφαίνοιντο ἐνεστρωμένοι τῷ χιτῶνι τῷ περιέχοντι τὸ στεάτωμα, τούτους περικοπτέον· εἰ δʼ αὐτῷ τῷ χιτῶνι ἐντύχοιμεν, γνωσόμεθα αὐτὸν ἔκ τε τῆς ὁμαλότητος καὶ τῆς λευκότητος. γνόντες οὖν, εἰ μὲν προσαρτὴς εἴη, τῇ λαβῇ τοῦ σμιλίου πάσας τὰς ἀντοχὰς τὰς πρὸς τὴν σάρκα κατὰ κύκλον ἀπολύσομεν, ὑπολειπομένου δέ τι τοῦ κατὰ τὴν βάσιν μέρους, ἄγκιστρα καθέντες κατὰ κορυφὴν εἰς αὐτὸν τὸν χιτῶνα καὶ περιστρέψαντες αὐτά, ἀνατεμοῦμεν ἰσχυρῶς διὰ τῆς ἀριστερᾶς χειρός· οὕτως γὰρ εὐεργὴς ἡ ἀναβολὴ τοῦ χιτῶνος ἔσται, κατὰ τὴν ἀνάτασιν τῶν ὑμένων ἀνατεινομένων τε καὶ φανερῶν γινομένων, ὥστε ῥᾳδίαν αὐτῶν γενέσθαι τὴν ἀπόλυσιν. χρὴ δὲ πειρᾶσθαι πάντως ὁλόκληρον κομίζεσθαι τὸν χιτῶνα· ὑπολειφθὲν γάρ τι μέρος αὐτοῦ παλιγγενεσίας αἴτιον καθίσταται. εἰ δὲ μὴ προσαρτής, ἀλλὰ προσφυὴς ὁ χιτὼν εἶναι τύχοι, σπαρακτέον ἀκμῇ σμιλίου τὴν πρόσφυσιν καὶ ἀπολυτέον· τὰ δʼ ἄλλα ὁμοίως ἐγχειρεῖν. εἰ δὲ τύχοι ἐν νεύροις ἢ μυσὶν ἤ τισιν εὐρώστοις ἀγγείοις ἡ βάσις ἐπικεῖσθαι τοῦ χιτῶνος, εἰ μὲν προσαρτὴς εἴη, κομιστέον ὁλόκληρον, μόνας τὰς ἀντοχὰς μὴ τῷ χιτῶνι προσνέμοντας, ἀλλὰ τοῖς ὑποκειμένοις σώμασιν, εἰ δʼ ἐπιπεφυκέναι τύχοι τῶν προειρημένων σωμάτων τινὶ ὁ χιτών, πᾶν τὸ ἐπιπεφυκὸς αὐτοῦ μέρος καταλειπτέον τοῖς νεύροις ἢ τοῖς ἀγγείοις· οὐ γὰρ ἀκίνδυνος ἡ διάκρισις γίνεται. μετὰ δὲ τὴν κομιδὴν τοῦ στεατώματος, ἐὰν μὲν ὁλόκληρος ὁ χιτὼν τύχῃ βεβαστάχθαι, καὶ τὸ δέρμα συνδραμὸν εἰς αὐτὸ μηδεμίαν περιττότητα ἐμφαίνῃ, ἐκθρομβώσαντες ἱκανῶς τὰ σώματα καὶ ἀπονίψαντες ῥαφαῖς ζυγώσομεν τῷ τε κολλητικῷ τῆς θεραπείας ὑπάξομεν τρόπῳ, εἰ δὲ διὰ τὸ μέγεθος τοῦ στεατώματος ὑπερπίπτοι τι τοῦ δέρματος τὴν αὐτάρκειαν, πᾶν τὸ περιττεῦον περιελοῦμεν, ἔπειθʼ οὕτως ζυγώσομεν. εἰ δὲ τοῦ χιτῶνός τι ἐγκαταλειφθείη διὰ τὸ ἐπιπεφυκέναι κυρίοις σώμασι, τοῦ μὲν δέρματος τὸ περισσὸν οὐδὲν ἧσσον περικόψομεν· οὐκέτι δʼ ἐπὶ τὰς ῥαφὰς ἐλευσόμεθα, ἀλλὰ πρότερον τὸ ὑπολειπόμενον τοῦ χιτῶνος φαρμάκῳ ἐκδαπανήσαντες ἐπάξομεν τὸν κατὰ συσσάρκωσιν τρόπον. μεγίστου δʼ ὄντος κατὰ κορυφὴν τοῦ στεατώματος, στενοτάτης δὲ καὶ λεπτοτάτης ἄγαν οὔσης τῆς βάσεως, ἀφαιρεῖν αὐτὸ χρή· μικρᾶς γὰρ τῆς ἑλκώσεως γενομένης καὶ ἰσοπέδου, ῥᾳδίως θεραπευθήσεται.
Περὶ μελικηρίδων καὶ στεατωμάτων.
Κοινὰ μέν ἐστι σημεῖα μελικηρίδι πρὸς στεάτωμα ὄγκος συνημμένος τοῖς κατὰ φύσιν σώμασιν, ὁμόχρους, περιωρισμένος κατὰ περιγραφήν, ἀναλγής, εὐαφής· διαφέρουσι δʼ ἀλλήλων τῇ τε συστάσει καὶ τῇ χρόᾳ τῇ τοῦ ὑγροῦ καὶ τῇ τοῦ χιτῶνος εὐρωστίᾳ καὶ τῷ τοῦ ὄγκου σχήματι καὶ τῇ κατὰ τὴν ἁφὴν ἀντιλήψει· τῇ τε γὰρ συστάσει πολὺ λεπτότερον τὸ ἐν ταῖς μελικηρίσιν ὑγρὸν καὶ τῇ χρόᾳ ξανθότερον καὶ μελιτῶδες. ὅ γε μὴν χιτὼν πολὺ παχύτερος ὁ περιέχων τὰς μελικηρίδας, καὶ τὸ σχῆμα ἐπὶ μὲν τῶν μελικηρίδων ἀεὶ περιφερές, ἐπὶ δὲ τῶν στεατωμάτων ὑπόπλατυ καὶ ἐπίμηκες καὶ πλείους ἔχον κορυφάς· πολλάκις δὲ καὶ κατὰ τὴν ἁφὴν πολὺ εὐαφέστεραί εἰσιν. ἐν δὲ τῷ θλίβεσθαι αἱ μελικηρίδες μὲν ἀντιμεθιστάμεναι φαίνονται, τὰ στεατώματα δʼ οὐδέποτε, οὐδʼ ἀντιτυπώσεις ἐπὶ τῶν μελικηρίδων ὥσπερ ἐπὶ τῶν στεατωμάτων μετὰ τὴν ἁφὴν ὑπολείπονται. τὸ δὲ μάλιστα γνωρίζον ἡμῖν ἀψευδῶς τὰς μελικηρίδας ἐστὶ τὸ κατὰ τὴν θλῖψιν· θλιβόμεναι γὰρ ἰσχυρῶς τοῖς δακτύλοις ὑποτρίζουσιν ἡσυχῇ, τοῦτο οὔτε στεατωμάτων οὔτε ἄλλων ὄγκων πασχόντων. προσλάβοι δʼ ἄν τις τοῖς εἰρημένοις καὶ τὸν τόπον ἐν ᾧ συνίστανται· κατὰ γὰρ τὸ πλεῖστον πρὸς ταῖς καμπαῖς τῶν ἄρθρων ἀπογεννῶνται, τῶν στεατωμάτων ἐπὶ παντὶ μέρει συνισταμένων. ὁ δὲ τῆς χειρουργίας τρόπος τὰ μὲν ἄλλα παραπλήσιος τῷ ἐπὶ τῶν στεατωμάτων· πεφυλάχθαι δὲ μάλιστα τοῦ χιτῶνος τοῦ ἐπὶ τῶν μελικηρίδων χρή· στομωθέντος γὰρ αὐτοῦ, δυσχερὴς ἡ κομιδὴ γίνεται. εἰ δέ ποτε στομωθείη, διαρράπτειν αὐτὸν χρή· παραπλήσιος γὰρ ἔσται μετὰ ταῦτα ἡ χειρουργία, ὡς εἰ καὶ ἀστόμωτος ὁ χιτὼν ἔμενεν. εἰ δὲ τύχοι ἢ προεκρυῆναι τὸ ὑγρὸν ἢ πρὸς τῶν ῥαφῶν μὴ δύναται τὸ ἔνδον κατέχεσθαι, σπόγγους ἁπαλοὺς ἐνθετέον εἰς τὸν χιτῶνα ἢ ἔρια· περιτενοῦς γὰρ ἰσχυρῶς γενομένου, ὥσπερ ὑπὸ τοῦ ὑγροῦ περιετέτατο, καταρραπτέον· ἄλλως γὰρ οὐκ ἂν ἡ κομιδὴ γένοιτο τοῦ χιτῶνος ῥᾳδία. τὸ δʼ ὅλον αὐτὸν δεῖν κομίζεσθαι προείρηται.
Περὶ ἀθερωμάτων.
Τὸ ἀθέρωμά ἐστιν ὑγρὸν ἀργόν τε καὶ λευκὸν περιεχόμενον ἐν χιτῶνι, τῇ συστάσει μεταξύ πως μελικηρίδος καὶ στεατώματος. γνοίη δʼ ἄν τις αὐτὸ καὶ διακρίνειεν ἀπὸ μὲν μελικηρίδος τῷ τε μὴ τρίζειν καὶ τῷ μὴ ῥᾳδίως ἀντιμεθίστασθαι κατὰ τὴν ἁφὴν καὶ τῷ μὴ οὕτως εὐαφὲς καθεστάναι, ἀπὸ δὲ στεατωμάτων πάλιν τῷ εὐαφέστερον εἶναι τούτου καὶ ὑπείκειν τε τοῖς δακτύλοις καὶ τῷ τὴν βάσιν μὴ ἔχειν στενὴν ὥσπερ τὰ στεατώματα. χειρίζεται δὲ καὶ ἀποθεραπεύεται παραπλησίως μελικηρίσι τε καὶ στεατώμασιν.
Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἀθερωμάτων.
Ἐὰν ἀθερωμάτιον μικρὸν γένηται ἐν τῷ τοῦ ἀγκῶνος βάθει ὑπὸ τὰ νεῦρα καὶ τὰ ἀγγεῖα, ὑπερτιθέσθω ἡ τοιαύτη χειρουργία, ἕως ἂν μείζων γένηται· τότε γὰρ πρὸς τῇ ἐπιφανείᾳ γινομένου τοῦ χιτῶνος, τῇ περιτάσει διίσταται τὰ νεῦρα καὶ τὰ ἀγγεῖα, ὡς ἀκινδυνοτέραν γίνεσθαι τὴν ἐνέργειαν. μελικηρίδος δὲ κατὰ τὸν ὀπίσθιον τόπον τοῦ ἀγκῶνος κατὰ τὸν κορωνὸν γενομένης, ἐγχειρεῖν οὐ χρή· κομιζομένου γὰρ τοῦ χιτῶνος καὶ συνεκτεμνομένου τοῦ ναρκώδους νεύρου, κίνδυνος ἐπακολουθήσει. στεατωμάτια ἀθερωμάτιά τε καὶ μελικηρίδες καὶ πωρία μικρὰ πρὸς τῇ ἐπιφανείᾳ ἐν τοῖς βλεφάροις γίνεται· δεῖ οὖν τοῦ βλεφάρου διατεινομένου ταινίδιον περιχαράσσειν κατὰ πλάτος ἀνάλογον τῷ τοῦ ὄγκου μεγέθει καὶ ἐκτέμνειν ἀναρράπτειν τε ὡς ἐπὶ τριχιάσεως.
Περὶ πώρου.
Ὁ κυρίως λεγόμενος πῶρος οὐσία λιθώδης ἐστὶν ἀλλόκοτος, ἀπηνής, περιωρισμένος ὁμαλῶς ἢ ἀνωμάλως. μικροῦ μὲν οὖν ὄντος τοῦ πώρου, ἁπλοτομείσθω τὸ ἐπικείμενον αὐτῷ σῶμα· μεγάλου δέ, μυρσινοειδῶς ἐκτεμνέσθω, καὶ γυμνωθέντος αὐτοῦ τὰ χείλη τῆς τομῆς ἀγκίστροις διαστελλέσθω· ἔπειθʼ ὁ ὑποκείμενος ὄγκος τῇ τοῦ σμιλίου λαβῇ ἢ ἀναβολέως ἢ λιθούλκου καμπῇ κομιζέσθω, καὶ τετυλωμένου τοῦ βάθους τῇ τοῦ σμιλίου ἀκμῇ αἱμασσέσθω, καὶ ὅταν τὰ πάντα γένηται νεαρά, ἢ ῥαφαῖς συναγέσθω τὰ χείλη πρὸς τὴν καθʼ ἷξιν κόλλησιν, ἢ διαμοτούσθω τὸ βάθος, ἵνα τῇ πυοποιῷ ἀγωγῇ θεραπευθῇ. ἐπὶ δὲ τῶν μυξωτήρων πώρων, μικρῶν μὲν ὄντων, αὐτόθεν ἐνεργεῖν δεῖ τῷ πολυπικῷ σπαθίῳ πρὸς τὴν ὑποτομὴν ἢ περιτομὴν καὶ κομιδὴν ὅλων τῶν ὄγκων· μεγάλων δʼ ὄντων, πρότερον ἀναστέλλειν χρὴ τὰ πτερύγια. γίνεται καὶ ἐν τῷ ὑπογλωσσίῳ πῶρος, καὶ ὅταν μέγας γένηται, μετεωρίζει τὴν γλῶσσαν καὶ δυσκίνητον ποιεῖ. δεῖ οὖν κατὰ τὴν ἀναλογίαν τοῦ μεγέθους ἐγχειρεῖν, κἂν μὲν λεπτότερα ᾖ τὰ κατὰ τὸν ἀνθερεῶνα, τέμνειν πρὸς τὴν τοῦ ὄγκου κομιδήν, ἐὰν δὲ ταῦτα μὲν ᾖ παχύτερα, λελεπτοποιημένον δὲ τὸ ὑπογλώσσιον, τέμνειν διαιρέσει εὐθείᾳ κατὰ τὸ μεταξὺ τῶν ὀστῶν διάστημα· νῦν γὰρ διὰ τὸ τοῦ ὄγκου μέγεθος καὶ τὴν τῶν σωμάτων περίτασιν προδηλότατα γίνεται τὰ ἀγγεῖα. δεῖ δὲ μετὰ τὴν διαίρεσιν τὰ χείλη τῆς τομῆς τυφλαγκίστροις μεγαλοκαμπέσι παραστέλλειν καὶ τὸν πῶρον κομίζεσθαι τῇ τοῦ σμιλίου λαβῇ ἢ ἀναβολέως ἢ λιθούλκου καμπῇ, καὶ τότε τὸ βάθος τετυλωμένον αἱμάσσειν. πῶρος γίνεται καὶ ἐν μαστοῖς, ποτὲ μὲν λιθώδης, ποτὲ δὲ σκληρότερος τύλος σαρκώδης, τοῦ λεγομένου σκληρώματος ἀντιτυπώτερος. ὁ μὲν οὖν λιθώδης πῶρος ἐμπλέων εὑρίσκεται τοῖς σώμασι κεχωρισμένος τῶν κατὰ φύσιν ὡς ἀλλόκοτος οὐσία, ὁ δὲ τυλώδης προσφυὴς συνημμένος. δεῖ δὲ τὰ ἐπικείμενα τῷ ὄγκῳ σώματα ἢ ἁπλοτομεῖσθαι ἢ μυρσινοειδῶς περιαιρεῖσθαι· ὅταν δὲ φανῇ λεπτότερα ὄντα καὶ γυμνωθέντα τῶν πώρων, λιθώδη μὲν ὄντα καὶ ἀπόλυτα τῶν σωμάτων ἀναβολέως ἢ λιθούλκου καμπῇ κομιζέσθω, καὶ τὸ βάθος αἱμασσέσθω τῇ τοῦ σμιλίου παραφορᾷ, προσφυῆ δὲ τυγχάνοντα κατὰ περιτομὴν ἐξαιρείσθω, καὶ μετὰ τὴν χειρουργίαν ἢ ῥαπτέσθω καὶ κολλάσθω ἢ διαμοτούσθω, ἵνα σαρκωθῇ.
Περὶ σκληρώματος.
Τὸ σκλήρωμα ὄγκος ἐστὶ σαρκώδης, τυλώδης, σκληρότερος στεατώματος καὶ χοιράδος, περιωρισμένος δέ. συνήνωται τοῖς κατὰ φύσιν σώμασιν, ὡς ἐξ αὐτῶν γεγονώς, πάσης προσφύσεως εὐτονώτερον ἠσφαλισμένος. διαιρεῖν δὲ δεῖ τὴν μέσην τοῦ ὄγκου κορυφὴν ἢ μυρσινοειδῶς ἐκτέμνειν, ἔπειτα τὰ χείλη τῆς τομῆς εὐτόνοις ἀγκίστροις διαστεῖλαι καὶ κατὰ περιτομὴν καὶ ὑποτομὴν τῆς προσφύσεως ὅλον τὸν ὄγκον κομίζεσθαι, μετὰ δὲ ταῦτα ῥαφαῖς χρῆσθαι καὶ τῇ κολλητικῇ θεραπείᾳ ἢ τῇ πυοποιῷ ἀγωγῇ. καθάπερ δʼ ἐν ἄλλοις τόποις τοῦ σώματος, οὕτως καὶ ἐν τραχήλῳ τῆς κύστεως σκλήρωμα γίνεται, οὐκ ἐν μόνῳ δὲ τῷ τραχήλῳ, ἀλλὰ καὶ ἐν τῷ κύτει. τὸ μὲν οὖν ἐν τῷ κύτει σκλήρωμα οὐδενὸς αἴτιον γίνεται χαλεποῦ — διὸ οὐδὲν ὑπὲρ τούτου λέγειν χρή· κατὰ δὲ τὸν τράχηλον τῆς κύστεως, ἐν ἀρχῇ μὲν γενομένου τοῦ σκληρώματος πλησίον τῆς ἕδρας, ὑπερτίθεσθαι δεῖ τὴν ἐγχείρησιν· πρὸς δὲ τῷ ὀσχέῳ, τὸν ὑπὸ τὸ σκλήρωμα τόπον διαιρεῖν χρή, συνδιαιρουμένου τῷ περιτοναίῳ τοῦ τραχήλου τῆς κύστεως, ἵνα κατʼ ἐπιτήδευσιν γένηται ῥυάς· αἱρετώτερον γάρ ἐστι ῥυαδικὸν γενέσθαι τὸν πάσχοντα ἢ ἰσχουρίᾳ κρατηθέντα ἀναιρεθῆναι.
Ἐκ τῶν Ῥούφου. Περὶ γαγγλίων.
Γαγγλίων τὰ μέν ἐστιν ἀνώδυνα, τὰ δὲ καὶ δεινῶς ὀδυνηρά, ὥστε καὶ ἐρυθαίνεσθαι καὶ φλεγμαίνουσιν ὅμοια εἶναι, καὶ τοῦτο πάσχειν κατὰ περιόδους καὶ ἀτάκτως, ἅπερ κακοηθέστερά ἐστιν. τὰ δʼ ἀνώδυνα γαγγλία τὰ ἐπὶ τῷ καρπῷ ἐν τῷ κινεῖν συνεχῶς τὰς χεῖρας καὶ αὐτὰ ὀδυνᾶν εἴωθεν· διαλειπόντων δὲ καὶ ἀναπαυσαμένων καθίσταται ὁ πόνος. ἴδιον δὲ τοῖς τοιούτοις συμβέβηκεν· διαχεῖται γὰρ θλιβόμενα, καί ποτε μὲν εἰς τέλος ἀποπαύεται, ποτὲ δὲ διαλείποντα χρόνον ἐπανήκει.
Ἐκ τῶν Ἡλιοδώρου. Περὶ γαγγλίου.
Τὸ γαγγλίον νεύρου ἐστὶ συναγωγὴ πλεονάζον ἐν τοῖς καρποῖς, γινόμενον δὲ καὶ ἐν τοῖς ἄλλοις μέρεσιν. παντὶ δὲ γαγγλίῳ συνεδρεύει ὄγκος μικρὸς ὁμόχρους, ἀναλγὴς ἤ που ἐν τῷ παραπιεσμῷ ναρκώδη αἴσθησιν ἐμποιῶν. οὗτος ὁ ὄγκος οὐ μετάγεται καθʼ ὅλον τὸν κύκλον, ἀλλʼ εἰς δύο τόπους παράγεται, τοὺς ἀντικειμένους τῇ τοῦ νεύρου παρεμφύσει.
Ἐκ τῶν Ἀντύλλου. Περὶ γαγγλίου.
Ἐν μὲν κεφαλῇ καὶ μετώπῳ καὶ αὐτοὶ πολλάκις γαγγλία τέμνομεν καὶ ἄλλους τέμνοντας ἑωράκαμεν. ὁ δὲ τρόπος τῆς ἐνεργείας αὐτῶν τοιοῦτος· ἁπλῶσαι χρὴ τὸ δέρμα τὸ ἐπικείμενον τῷ γαγγλίῳ καὶ διαστείλαντα, ἐὰν μὲν ᾖ μικρόν, σαρκολάβῳ ἐπισπασαμένους εἰς τὸ ἐκτὸς μέρος ἀποτέμνειν· ἂν δὲ μεῖζον ᾖ ἢ κατὰ τὴν τοῦ σαρκολάβου χρείαν, ἄγκιστρα καταπαρέντα παρέξεται. μετὰ δὲ τὴν κομιδὴν ζυγώσομεν ἐναίμως τε ἄξομεν. ἐπὶ δὲ τῶν ἐν τοῖς σκέλεσι καὶ τοῖς καρποῖς γινομένων τὴν μὲν χειρουργίαν ἀπαγορεύειν χρή. θεραπεύσομεν δʼ αὐτὸ κατὰ τρόπους δισσούς· ἢ γὰρ μολύβιον δισκοειδὲς καὶ ἔτι παχύτερον ὥσπερ οἱ σπόνδυλοι μεῖζον τοῦ γαγγλίου ἐπιδεσμεῖται — τῷ βάρει γὰρ διαλύσειεν ἂν αὐτὸ ἐν χρόνῳ πλείονι —, ἢ εἰ τύχοι τῆς χειρὸς κατὰ καρπὸν εἶναι τὸ γαγγλίον, τιθεμένης ἐπί τινος μαλακοῦ, ἠρέμα τις παρεστὼς δοίδυκι πλήττει τὸ γαγγλίον· διαθλασθέντος γὰρ ἀπευθύνεται τὸ νεῦρον.
Ἐκ τῶν Ῥούφου. Περὶ ἀκροχορδόνων καὶ καρκινωμάτων.
Ὁ δὲ Ξενοφῶν ἐν τῷ περὶ τῶν καρκινωμάτων εἶδός τι ἀκροχορδόνος ἱστορεῖ κακόηθες καὶ καρκινῶδες, οὕτω γράφων· « Προσαγορεύεται δὲ καρκίνωμα, καὶ ὅταν ἔκφυσις γένηται ἔκ τινος τῶν τοῦ σώματος τόπων, τὴν μὲν αὔξησιν εἰς τὸ ἐκτὸς ποιουμένη παραπλησίως ταῖς ἀκροχορδόσι καὶ τοῖς θύμοις, τὸ δʼ εἶδος ἐμφερὴς ἀκροχορδόνι, μελαντέρα μὲν καὶ τραχυτέρα, ἁδροτέρα δὲ καὶ στρογγυλωτέρα, προσομοιοτέρα ἢ θύμῳ ἢ ἰχθύων τοῖς ὀφθαλμοῖς καλουμένοις ἢ μόρῳ ἐνώμῳ ἢ πέπονι ἢ ἄλλῳ τινὶ τοιούτῳ, ἐάνπερ καὶ ὁ τόπος ἐξ οὗ ἂν γένηται ἡ τοιαύτη ἔκφυσις, πρός τε τὴν ἁφὴν σκληρότερος φαίνηται τοῦ κατὰ φύσιν γεγονὼς καὶ τὰς φλέβας τὰς εἰθισμένας ἐπʼ αὐτοῦ φαίνεσθαι παχυτέρας τε ἔχων καὶ μελαντέρας καὶ ἐπὶ πλείω τόπον φαινομένας ἢ πρότερον. συμβαίνει δὲ καὶ τούτων τῶν καρκινωμάτων ἕκαστον τοῖς μὲν μεῖζον γίνεσθαι, τοῖς δʼ ἔλασσον, καὶ τοῖς μὲν πλείστοις ἁπλοῦν εἶναι, τοῖς δὲ δισχιδὲς καὶ τρισχιδές, καὶ τοῖς μὲν πλείστοις διαμένειν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, ὃ ἐν τοῖς πρώτοις χρόνοις σχῇ, ἐνίοις δὲ μεῖζον γίνεσθαι, καί τισι μὲν τοῦτο βραδύτερον ποιεῖν, τισὶ δὲ θᾶσσον, καὶ μάλιστα ἐν ταῖς καχεξίαις, καὶ τοῖς μὲν πλείστοις παρέχειν πόνον, ἐνίοις δὲ καὶ μὴ παρέχειν, καὶ μάλιστα οἷς ἂν μέγα γένηται παντελῶς. γίνεται δʼ ἕκαστον τῶν καρκινωμάτων τούτων καὶ ἐν ἄλλοις μὲν τόποις τοῦ σώματος, μάλιστα δὲ τὸ μὲν τῇ ἀκροχορδόνι ὅμοιον ἐπὶ χείλους καὶ ὠτὸς καὶ ῥινὸς καὶ τραχήλου, τὸ δὲ τῷ θύμῳ περὶ ἕδραν καὶ αἰδοῖα, τὸ δὲ τοῖς τῶν ἰχθύων ὀφθαλμοῖς ἐπὶ βλεφάρων καὶ ἐπὶ τοῦ τῆς χειρὸς θέναρος, τὸ δὲ τῷ μόρῳ τῷ ἐνώμῳ περὶ τὴν μασχάλην καὶ τὴν ἥβην, τὸ δὲ τῷ πέπονι παρὰ τὴν τοῦ μαστοῦ θηλήν, καὶ μᾶλλον τὴν τοῦ γυναικείου.» Ἵνα οὖν ἐν ταῖς θεραπείαις διορίζοντες τὰ τοιαῦτα μὴ ῥᾳδίως ἀποτέμνωμεν — ἑλκωθῆναι γὰρ αὐτοῖς οὐ συμφέρει —, χρήσιμον ἔκ τε ὧν ὁ Ξενοφῶν ἱστόρηκεν, ἔκ τε ὧν πολλάκις ὁρῶμεν, ἐμπείρους γενομένους καὶ προλέγειν καὶ θεραπεύειν τὰ τοιαῦτα πεφυλαγμένως.
Περὶ θύμου.
Θύμος ἕλκος ἐστὶν ὑπερσαρκοῦν τραχείᾳ καὶ ψαθυρᾷ σαρκί· γίνεται δʼ ἔν τε ἕδρᾳ καὶ αἰδοίοις καὶ τοῖς ἄλλοις τόποις πᾶσιν. καὶ τὸ μὲν εὔηθες παντάπασι καὶ πολλάκις αὐτόματον ἀποπῖπτον, τὸ δʼ εἰ ἀποκόπτοις, κακοηθέστερόν τε καὶ ὀδύνην παρέχον καὶ χορηγούμενον αἱματώδει ἰχῶρι· ἔστι δʼ οἷς καὶ ἀποτεμνόμενα τοιαῦτα φύεται πάλιν, ὡς χρῄζειν ἢ καύσεως ἢ φαρμάκου καυστικοῦ· τὰ δὲ καὶ ἀνίατα ὤφθη. ὅσα δὲ καρκινώδη τρόπον συνίσταται, χαλεπώτερα, καὶ τὰ ἐκφυόμενα τῆς βαλάνου χαλεπώτερα τῶν ἐκ τῆς πόσθης, καὶ τὰ ἐν τῇ ἕδρᾳ τὰ βαθύτερα τῶν προχειροτέρων. ὤφθη δέ ποτε ἐπινεμόμενα ἐκ τῆς ἕδρας πρὸς τὸ αἰδοῖον τῆς γυναικός, τὰ δὲ καὶ αὐτόθεν βλαστάνοντα. συμβαίνει δὲ καὶ ἐφʼ ἕλκεσι καὶ ἄνευ ἑλκώσεως, προηγησαμένης σαρκὸς ἐκβολῆς, οἵας εἰρήκαμεν γενέσθαι.
Περὶ ἥλων.
Οἱ δʼ ἧλοι γίνονται μάλιστα μὲν ἐν τοῖς ποσίν· εἰσὶ δὲ σκληρότητες ὑπερέχουσαι πέλματος, περιερρωγυῖαι, ἐπίπονοι ἔν τε τῷ ψαύειν καὶ ἐν τῷ βαδίζειν, κἄν τις περιτέμνοι τὰς ὑπεροχάς, πάλιν αὔξονται. γίνονται δὲ καὶ βαθύτεροι καὶ ἐπιπολαιότεροι, καὶ οἱ βαθύτεροι καὶ τῷ πονεῖν καὶ τῷ δυσκολώτερον ἰᾶσθαι διαφέρουσι τῶν ἐπιπολαιοτέρων.
Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἀκροχορδόνος καὶ μυρμηκίας.
Ἀκροχορδόνες καὶ μυρμηκίαι γίνονται μὲν ἐν παντὶ μέρει τοῦ σώματος, συνεχέστατα δʼ ἐν τοῖς δακτύλοις. ἔστι δʼ ἡ μὲν ἀκροχορδὼν σαρκώδης ὑπεροχὴ λεία, στενῇ βάσει κεχρημένη· ἡ δὲ μυρμηκία τραχεῖα ὑπεροχὴ ἐνερριζωμένη τῷ σώματι. γίνεται δέ ποτε καὶ κακοήθης μυρμηκία ἀλγεινή, νυγματώδεις πόνους ἐπιφέρουσα, καὶ παροξυνομένη ἐν ταῖς χειραψίαις καὶ φαρμακείαις, ὑποπέλιος ἢ τρυγώδης οὖσα τῇ χρόᾳ. τὴν μὲν οὖν ἀκακοήθη κατὰ τετράγωνον ἐκτεμεῖν δεῖ σχῆμα καὶ ἰσχαίμῳ ξηρῷ χρῆσθαι· κακοήθους δʼ οὔσης τῆς μυρμηκίας, ἀκρωτηριαζέσθω ὁ δάκτυλος ἀπὸ τῶν ὑγιῶν, εἶτα παραλαμβανέσθω καῦσις.
Ἐκ τῶν Ἀντύλλου. Περὶ ἀγκυλίου.
Τὸ προσαγορευόμενον ἀγκύλιον σχεδὸν ἐν πᾶσι τοῖς ἐπὶ πολὺ καμπτομένοις μέρεσι τοῦ σώματος γίνεται· καὶ γὰρ περὶ τράχηλον συνίσταται καὶ περὶ μασχάλην καὶ περὶ ἀγκῶνα περί τε δακτύλους· συνίσταται δὲ καὶ περὶ βουβῶνα καὶ ἰγνύαν καὶ περὶ τὴν τοῦ ποδὸς πρὸς κνήμην συναφήν. ἔστι μὲν οὖν συνολκὴ σωμάτων φύσει καμπτομένων καὶ ἐκτεινομένων, ἐκ δὲ τοῦ πάθους συναγομένων οὕτως ὥστε ἐκτείνεσθαι μὴ δύνασθαι. γίνεται δʼ ἤτοι τῶν νεύρων τῶν κάμπτειν τὰ σώματα πεφυκότων συνταθέντων διὰ πάθος ἢ ἐκ γενετῆς οὕτω φύντων, ἢ τῶν νεύρων ἀπαθῶν μὲν ὄντων, τοῦ δὲ δέρματος καὶ τῆς σαρκὸς τῆς ἐπεστορεσμένης τοῖς νεύροις συσπειραθέντων. τὰ μὲν οὖν ἐκ νεύρου συνδρομῆς ἀγκυλωθέντα σώματα οὐ δοκιμάζομεν ὑπάγειν χειρουργίᾳ διά τε τὸν κίνδυνον τὸν ἐξακολουθοῦντα τῇ τῶν νεύρων διακοπῇ, διά τε τὸ πάντῃ πάντως ἀκίνητον ἔσεσθαι τὸ μέρος ταύτην τὴν κίνησιν, ἣν τὸ διακοπτόμενον εἰργάζετο νεῦρον· ὅσα δʼ ἐκ δέρματος καὶ σαρκὸς συντάσεως ἀγκύλια γίνεται, πάντα ὑπὸ χειρουργίαν ἄγομεν. εἰ μὲν οὖν νεῦρον ᾖ τὸ αἴτιον, τὸ δέρμα λιπαρὸν καὶ εὐεπίδοτον καὶ ὅμοιον κατὰ τὴν ἁφὴν τῷ κατὰ φύσιν εὑρεθήσεται, ἡ δὲ τάσις βύθιος ὑποπεσεῖται καὶ διὰ πολλῶν σωμάτων, ναρκώδης δʼ αἴσθησις ἀπαντήσεται θλιβομένου τοῦ συντεταμένου νεύρου· εἰ δʼ ἐν τῷ δέρματι αὐτοῦ τὸ αἴτιον εἴη, πρόχειρός τε καὶ ἐπιπόλαιος ὅ τε σκληρυσμὸς ἥ τε συνδρομὴ φανεῖται. πρὸς δὲ καὶ τὸ δέρμα συντεταμένον αὐτὸ καὶ τῷ κατὰ φύσιν ἀνόμοιον, καὶ ὡς τὰ πολλὰ αἰτίαν προηγησαμένην ἐσχήκασιν, ἤτοι καῦσιν ἐκ πυρὸς ἢ ἐξ ἑλκώσεως οὐλὴν ἀμέτρως συνεληλυθυῖαν. ὁ δὲ τῆς χειρουργίας τρόπος ἁπλοῦς· χρὴ γὰρ ἐπικάρσιον τέμνειν τὸ δέρμα κατὰ τὴν μεσότητα τῆς συνδρομῆς, ἐπὶ μὲν δακτύλων μίαν ἐμβάλλοντας τομήν· ἐπὶ δὲ τραχήλου καὶ ἰγνύας καὶ βουβῶνος καὶ δυσὶ καὶ πλείοσι τομαῖς ἐνίοτε χρηστέον, ἐπικαρσίους τε καὶ παραλλήλους τάσσοντας αὐτάς. ἀλλʼ ἐπὶ μὲν τῶν ἠρέμα συντεταμένων μερῶν αὐτάρκεις διαιρέσεις αὐταὶ μόναι· ἐπὶ δὲ τῶν ἰσχυρῶς ἠγκυλωμένων, εἴ τι μετὰ τὴν διαίρεσιν ἐπαιώρηται, καθάπερ τινὰ πτύγματα τοῦ δέρματος, περιαιρεῖται κἀκεῖνα. ὁ δὲ τῆς ἀποθεραπείας τρόπος οὐκ ἔναιμος, ἀλλὰ συσσαρκωτικὸς ἐπαγέσθω, διαστελλομένης σφόδρα τῆς διαιρέσεως ἢ τῶν διαιρέσεων πρὸς τὸ μὴ παλιγγενεσίαν ἀπαντῆσαι· μετὰ δὲ τὴν διαπύησιν ἐγχρονιστέον τῷ πυοποιῷ τῆς ἀγωγῆς τρόπῳ. καὶ τοῖς μὲν ἐπιδεχομένοις μέρεσι σωλὴν μολιβοῦς εἰς τὸ ἀπευθύνειν ἀνωτέρω τῶν φαρμάκων ἐπιδείσθω· κατόπιν δὲ τοῦ σωλῆνος νάρθηξ ἐντιθέμενος καὶ συνεπιδεόμενος ἀπευθυνέτω μετὰ τοῦ σωλῆνος τὸ μέρος. τοῖς δὲ μὴ ἐπιδεχομένοις σωλῆνας, ὥσπερ τραχήλῳ καὶ μασχάλῃ καὶ βουβῶνι, ἀντιστήριγμά τι πρὸς ἀπευθυσμὸν ἢ σκύτινον ἢ μολίβδινον προσβαλλέσθω. χρὴ δʼ ἐπὶ τῶν βυθίων ἀγκυλῶν μὴ πάνυ σπουδάζειν κατὰ τὴν πρώτην ἐπιβολὴν πᾶσαν συντελέσαι τὴν χειρουργίαν· πολλοὶ γὰρ ἤδη τοῦτο ἐπιβουλεύσαντες ὑμένας ἀπὸ τῶν νεύρων πεφυκότας, οἱ δʼ αὐτὰ τὰ νεῦρα τρώσαντες, ἐπήρωσαν ἢ ἀπέκτειναν τὸν πεπονθότα. χρὴ οὖν ταμιευομένους καὶ τὸ πρῶτον ἐπʼ ὀλίγον διελόντας, κἄπειτα ἀποθεραπεύσαντας, αὖθις καὶ αὖθις ὥσπερ ἐξ ἀρχῆς χειρίζοντας διελεῖν· οὗτος γὰρ ἀκίνδυνος ὁ τῆς χειρουργίας εὑρήσεται τρόπος.
Περὶ ἀγκυλογλώσσου.
Γλῶττα δʼ ἡ μὲν κατὰ φύσιν ἐξαπλοῦται, καὶ πλέον γε ἢ τὸ ἥμισυ μέρος εὔλυτός ἐστιν, ὑμέσι τε τρισὶ προσδεῖται πρὸς τὴν κάτω γνάθον προσεχέσι τῆς ἄλλης προσφύσεως, ὧν εἷς μέν ἐστι μέσος κατὰ μέσην αὐτὴν ἐμφανέστατος, δύο δʼ εἰσὶν ἑκατέρωθεν τοῦ μέσου παρὰ τὰς ῥίζας τῆς γλώττης. τούτων δὲ τῶν ὑμένων ἐν τοῖς ἀγκύλοις καλουμένοις ὡς τὰ πολλὰ μὲν ὁ μέσος, ἢ βραχύτερος παρὰ τὸ προσῆκον γενόμενος, κατέχει τὴν γλῶτταν κάτω, ἢ ὑπερβὰς αὐτὴν τὴν μεσότητα πλατυνθείς τε τοῖς ἄκροις αὐτοῖς ἐμφύσει συνδεῖ πρὸς τὴν κάτω γνάθον πᾶσαν αὐτήν· ἐνίοτε δʼ οἱ ἐκ τῶν πλαγίων συνδεθέντες ποιοῦσι τὸ ἀγκύλιον· σπάνιον δʼ εἴ ποτε, μεταξὺ τῶν τριῶν τῶν εἰρημένων ἄλλοι τινὲς ἐκφυέντες κατέχουσιν αὐτήν. ὁ μὲν οὖν τῆς χειρουργίας τρόπος ἁπλοῦς· δεῖ γὰρ ἀπολύειν τοὺς ὑμένας τοὺς καταδέοντας τὴν γλῶτταν, οὔτε ἀγγείων οὔτε νεύρων προμηθουμένους· ἀκίνδυνα γὰρ τὰ ἐνταῦθά γε. οὐ μὴν οὐδὲ περὶ ἀποθεραπείας διαλεκτέον· εὐαλθέστατα γὰρ τὰ ἐνστόμια πάντα· ὁ δὲ τῆς σημειώσεως τρόπος οὐ κατὰ τοὺς χειρουργούς ἐστιν· οὐδὲ γὰρ αὐτοὺς οἷόν τε γινώσκειν, τίνες τῶν ὑμένων αἴτιοι τῆς ἀγκυλώσεως· οὐδὲ γὰρ ὄψει ῥᾴδιον καταλαβεῖν αὐτούς· ἀκριβολογητέον δὲ τὰ περὶ τῆς σημειώσεως. εἰ μὲν οὖν δέλτα καὶ λάβδα καὶ ῥῶ, καὶ ὅσοις ὀνόμασιν ἐμφέρεται ταῦτα τὰ γράμματα, μὴ δύναιτο λέγειν, ὁ μέσος ὑμὴν αἴτιος αὐτοῦ τῆς συνδέσεως, καὶ οὗτος ὑποτμητέος· εἰ δὲ φῖ ἢ πῖ ἢ κάππα καὶ χῖ μὴ φωνοίη, οἱ ἐκ πλευρῶν ὑμένες ὑποτμητέοι· οὗτοι γὰρ αἴτιοι τῆς τούτων ἀφωνίας. χρὴ δὲ καὶ βραχύτητα καὶ πλατύτητα γλώττης ἐπισκοπεῖν καὶ πάχος ἄμετρον καὶ τὸ λίαν ὑγρὸν καὶ τὸ τῆς γνώμης τοῦ φθεγγομένου νεναρκηκός· πολλοὶ γὰρ ἐχόμενοι τούτων τινὶ τῶν αἰτίων ἐξαπατῶσι τοὺς ἰατρούς, ὡς οὐ δυνάμενοι κατὰ φύσιν φθέγγεσθαι διὰ τὸ ἠγκυλωμένον τῆς γλώττης αὐτῶν. μαρτυρεῖ δὲ τῷ λόγῳ τῷδε καὶ ὅλα ἔθνη ψελλίζοντα ἐξ ἔθους, ὥσπερ τό τε τῶν Σύρων καὶ τῶν Αἰγυπτίων.
Περὶ χοιράδων.
Χοιράδες γίνονται καὶ περὶ ἄλλα μέν τινα μέρη τοῦ σώματος, πλειστάκις δὲ καὶ μέγισται εὑρίσκονται περὶ τράχηλον καὶ μασχάλας, ἔτι δὲ καὶ βουβῶνας. ἡ δὲ σημείωσις αὐτῶν εὔκολος· ναστὰ γὰρ τὰ σώματα καὶ ἀνώμαλα καὶ πολλὰ ὑποπίπτει μεθʼ ὁμοχροίας τὰ πολλά. τούτων δʼ αἱ μὲν ἀγγείοις ὑπόκεινται καὶ τρόπον τινὰ ἐκπεφύκασιν, ἃς δὴ καὶ προσφυεῖς προσαγορεύομεν· αἱ δέ τινες προσηρτημέναι τοῖς ἀγγείοις ῥᾳδίαν ἴσχουσι τὴν ἀποχώρισιν. χρὴ τοίνυν κατακλίναντας τὸν κάμνοντα καὶ σχηματίσαντας, ὅπως πρὸς αὐγὴν ᾖ τὸ χειριζόμενον μέρος, διδόναι διαίρεσιν εὐθεῖαν ἐν τῷ τραχήλῳ. εἰ μὲν οὖν ὑπʼ αὐτῷ τῷ δέρματι εἶεν αἱ χοιράδες, ἀφειδεστέρως τέμνειν· εἰ δʼ ἀγγεῖα ἐπεστορεσμένα τύχοι, μετάγειν τὴν χοιράδα πρὸ τῆς τομῆς εἰς τὰ ἀναγγείωτα χρὴ μέρη καὶ ἐν ἐκείνοις ποιεῖσθαι τὴν διαίρεσιν κατʼ ἐπικόπου τῆς χοιράδος· εἰ δὲ μετάγεσθαι μὴ δύναιτο ἡ χοιρὰς διὰ τὸ προσφυές, ὥστε ἀδύνατον εἶναι καὶ τὴν διαίρεσιν χωρὶς τῆς διακοπῆς αὐτῶν γενέσθαι, ἐπὶ τούτων ἠρέμα χρὴ διελόντας τὸ δέρμα διασφίγγειν ἑκατέρωθεν τὸ ἀγγεῖον, εἶθʼ οὕτως διακόπτειν. εἰ δὲ κατὰ τὴν καρωτὶν ἀρτηρίαν ἢ τὴν σφαγῖτιν φλέβα ἡ χοιρὰς συσταίη, εἰ μὲν ὥστε μὴ εἶναι χειρουργῆσαι χωρὶς τῆς τούτων διαιρέσεως, ἀπαγορεύσομεν τὴν ἐνέργειαν — ἥ τε γὰρ διαίρεσις αὐτῶν ἥ τε διάσφιγξις θανατηφόρος παραυτίκα· εἰ δʼ ἐπικέοιτο μετάγεσθαι δυνάμενα τὰ ἀγγεῖα, ἐκ πλαγίων τὴν διαίρεσιν ἐμβαλοῦμεν· μετὰ δὲ τὸ διελεῖν ἀγκίστροις ἀναπτύξαντες τὰ χείλη τῆς διαιρέσεως, προσαρτοῦς μὲν οὔσης τῆς χοιράδος, λαβῇ σμιλίου τὴν προσάρτησιν διαλύσομεν, ἢ καὶ τῷ δακτύλῳ, καθέντες τε αὐτόν, ἔπειθʼ οὕτως ἀναβαλοῦμεν, καὶ μετὰ τὴν ἀναβολὴν πάλιν καθέντες τὸν δάκτυλον διερευνήσομεν, εἰ καὶ ἀλλαχοῦ χοιράδες ἐπικέοιντο, καὶ πάσας τὸν προειρημένον τρόπον ἀναβαλοῦμεν. ὅσαις δʼ ἐπισπωμέναις εἰς τὸ ἐκτὸς ἐξακολουθοῦσιν ὑμένες, ἐπὶ τούτων τοὺς ὑμένας ἀποκόψομεν ἀκμῇ· ὅσαις δὲ διὰ τῶν ὑμένων καὶ ἀγγεῖα προσέχεται, εἰ εὔρωστα εἴη, προδιασφίγξαντες ἀποκόψομεν αὐτά. ἐπὶ δὲ τῶν προσφυῶν χοιράδων, εἰ μεγάλαι σφόδρα εἶεν καὶ τὸ δέρμα λεπτὸν καὶ ἀκαταγγείωτον ὑποκείμενον, μυρσινοειδῶς περιελοῦμεν αὐτό· ἐπὶ δὲ τῶν μέσων καὶ μικρῶν τὸ μέγεθος ἢ ἀγγεῖα ὑπὲρ αὐτῶν ἐπεστορεσμένα ἐχουσῶν, εὐθεῖαν μὲν τὴν διαίρεσιν ἐμβαλοῦμεν· πολὺ δὲ μᾶλλον ἐπὶ τούτων χρησόμεθα διαιρέσει ἤπερ ἐπὶ τῶν προσαρτῶν, δυσεργοῦς γινομένης τῆς κομιδῆς ἐπὶ τῶν τοιούτων. ἔπειτα ἀναστέλλοντες τὸ δέρμα τοῖς ἀγκίστροις ἠρέμα ὑποδιαιροῦμεν, ὁμοιοτρόπου κατὰ πάντα γινομένης τῆς ὑποδορᾶς τῆς ἐπὶ μελικηρίδων καὶ ἐπὶ στεατωμάτων παραλαμβανομένης, πλὴν ὅτι ἐνταῦθα μᾶλλον προεσκεμμένως ἐνεργεῖν χρὴ διὰ τὸ πλῆθος καὶ μέγεθος τῶν ἀγγείων, ὥστε καὶ τὰς βάσεις τῶν προσφυῶν χοιράδων τὰς ἐπʼ αὐτοῖς τοῖς ἀγγείοις, εἴ ποτε, ὑπολείπεσθαι χρή, δυναμένων αὐτῶν διὰ φαρμακείας ὕστερον ἐκτακῆναι. ἐφʼ ὧν δʼ ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ τραχήλου χοιράδες εἰσίν, ἐὰν μὲν μικραὶ καὶ προσαρτεῖς τυγχάνωσι καὶ ὀλίγαι, τὴν ἐνέργειαν αὐτῶν ἑκατέρωθεν ἐπὶ μιᾶς ποιησόμεθα· εἰ δὲ μείζους ἢ ἄλλην τινὰ περισκέλειαν ἔχουσαι τυγχάνοιεν, τὰς ἐκ τοῦ ἑτέρου μέρους πρῶτον χειρουργήσαντες καὶ ἀποθεραπεύσαντες, οὕτως ἐξ ὑστέρου μεταβησόμεθα καὶ ἐπὶ τὰς ἑτέρας. ὁ δὲ τῆς ἀποθεραπείας τρόπος πρόδηλος· ὅμοιος γάρ ἐστι τῷ ἐπὶ τῶν στεατωμάτων, ἐναίμως ἡμῶν ἀγόντων διὰ παρακολλητικῆς ἀγωγῆς, εἰ πάσας ἐκ βάσεως τὰς χοιράδας κομισόμεθα, ἢ κατὰ συσσάρκωσιν, ἐὰν ὑπολειπόμεναι βάσεις τινὲς ἢ χοιράδες δέοιντο ἐκτακῆναι. τὸ δὲ σχῆμα τῆς ἐπιδέσεως ἐν τῷ περὶ βρόχων εἰρήσεται καὶ ἐπιδέσμων.
Περὶ κιρσῶν.
Οἱ κιρσοὶ συνίστανται φλεβῶν ἀνευρυνομένων καὶ πλείονος αἵματος κατασκήπτοντος· συνίστανται δὲ καὶ ἐν κεφαλῇ καὶ ἐν ἐπιγαστρίῳ καὶ ἐν ὀσχέῳ καὶ ἐν σκέλεσιν. καὶ ἐπειδὴ πλεῖστόν ἐστι τὸ ἐνταῦθα πάθος, ἀπὸ τῶν ἐν τοῖς σκέλεσιν ἀρξώμεθα. χρὴ τοίνυν πρὸ μιᾶς τῆς ἐνεργείας ἡμέρας ἀποξύραντα τὸ σκέλος λουσάμενον τὸν κάμνοντα, εὐθὺς ἔτι θερμὸν ὄντα στῆσαι ὀρθὸν ἀπερεισάμενον ὡς ὅτι μάλιστα ἐπὶ τοῦ κεκιρσωμένου σκέλους καὶ σημειοῦσθαι κατὰ πάσας τῶν κιρσῶν τὰς ἐπαναστάσεις, ἐμβάλλοντας ἐπιπολῆς βραχείας ἀμυχάς· οὕτω γὰρ εἰ κατʼ αὐτὴν τὴν χειρουργίαν ἀφανῆ γένοιτο τὰ ἀγγεῖα διὰ δειλίαν ἢ διʼ ἄλλην τινὰ πρόφασιν, οὐ διαμαρτησόμεθα τῶν κιρσῶν τεκμαιρόμενοι ταῖς σημειώσεσιν. τὰς δʼ ἐπιπολῆς ἀμυχὰς εὐθυτενεῖς ποιησόμεθα, οὐ κατὰ τὴν τῶν κώλων φύσιν, ἀλλὰ κατὰ τὸ τῶν κιρσῶν σχῆμα, ὡς ἐπιπολάζειν τῷ μήκει τὰς ἀμυχάς. μέλλοντες δʼ ἐνεργεῖν, κατακλινοῦμεν τὸν πάσχοντα πρηνῆ, τὰ μὲν ἄλλα μέρη πρὸς τὸ βάθρον τῷ σχηματοδέσμῳ καταδέοντες, τὸ δὲ κιρσοτομούμενον σκέλος ἐκ μὲν τῶν δεσμῶν εὔλυτον ἀφιέντες, ὑπηρέταις δὲ διακρατεῖν παραδόντες πρὸς τὸ μετασχηματίζειν ποτὲ μὲν ἐπὶ τὸ πρηνές, ποτὲ δʼ ἐπὶ τὸ ὕπτιον, ὅπως ἂν ἡ χρεία ἀπαιτῇ, ἔπειτα λαβόντες ἄγκιστρα τῶν σφόδρα μικροκαμπῶν, καλουμένων δὲ κιρσουλκῶν, γαμμοειδῆ κατὰ τὴν καμπήν, καὶ καταπείραντες ἐπιπολῆς εἰς τὸ δέρμα κατὰ τὸ ἐπιφανέστατον τοῦ κιρσοῦ μέρος παρὰ τὴν ἐγχάραξιν τὴν σημειώδη πλάγιόν τε παρὰ τὸ σκέλος παρατείναντες αὐτὸ καὶ ἐνειλήσαντες τῇ καμπῇ τὸ δέρμα, ὥστε περιτενὲς καὶ κυρτὸν γενέσθαι, κατὰ τῆς σημειώσεως ἐμβαλοῦμεν διαίρεσιν εὖ μάλα μικρὰν κατὰ τὸ μῆκος, καὶ μικροτέραν γε τῶν ἐν φλεβοτομίαις, διελοῦμέν τε τὸ δέρμα διὰ βάθους μέχρι τοῦ κιρσοῦ. ῥᾳδίως δὲ γνωριοῦμεν αὐτό· λεῖόν τε γὰρ καὶ κυανίζον ὀφθήσεται διὰ τὴν τοῦ αἵματος ὑπαυγήν. εἰ δὲ μετὰ τὴν τοῦ δέρματος τομὴν ὑμένες τινὲς ὑπεστορεσμένοι φαίνονται — δῆλοι δʼ ἔσονται τῇ τε δασύτητι καὶ τῇ λευκότητι —, τὸ ἄγκιστρον ἐκ τοῦ δέρματος κομισόμεθα, διὰ δὲ τῆς γεγονυίας διαιρέσεως καθέντες αὐτοῦ τὴν καμπὴν καταπείραντές τε εἰς τοὺς ὑμένας καὶ ἀνατείναντες, διελοῦμεν αὐτοὺς μέχρι τοῦ ἀγγείου, καὶ δίς γε καὶ τρὶς μεταπείρομεν αὐτούς, εἰ πλείους ὑποπίπτοιεν ὑμένες. ἔπειτα κάτω στρέψαντες τὸ ἄγκιστρον — ἔστω δὲ κατὰ τοῦτο μὴ ἔπακμον, ἀλλʼ ὡς οἱ χειρουργοὶ καλοῦσι, τυφλάγκιστρον —, τούτῳ τὸν κιρσὸν ἀναβαλοῦμεν. εἰ δὲ δυσχερῶς ἀναβάλλοιτο, καὶ ἕτερον τυφλὸν καθήσομεν οὐκ ἐκ τοῦ αὐτοῦ μέρους, ἀλλʼ ἐκ τοῦ ἀντικειμένου καὶ ἀντεστραμμένου, ἀμφοτέροις τε περιλαμβάνοντες ἀναβαλοῦμεν. ἰστέον μέντοι ὅτι ἀναβληθεὶς οὐκέτι κυανοῦς ὁ κιρσός, ἀλλὰ λευκὸς καὶ νευρώδης φανήσεται, ἅτε τοῦ μὲν αἵματος ἐκθλιβομένου εἰς τὰ ἑκατέρωθεν, μόνου δὲ τοῦ χιτῶνος ἐν τῇ περιτάσει καταλειπομένου· ὃς δὴ νευρώδης τέ ἐστι καὶ λευκὸς αὐτὸς ἐφʼ ἑαυτοῦ. εἰ δὲ μὴ ὑποπίπτοι τὸ ἀγγεῖον — οὐχ ὑποπίπτει δὲ πολλάκις, ἤτοι διὰ τὸ εἰς τὰ πλάγια τῆς διαιρέσεως παρωλισθηκέναι ἢ διὰ τὸ ἐν πολλῷ βάθει τὴν θέσιν ἔχειν —, τηνικαῦτα τῷ τυφλῷ πρῶτον μὲν τὰ πλάγια διερευνήσομεν, καθιέντες μὲν ὀρθὸν καὶ κατὰ ποσὸν ἐκκλίνοντες αὐτοῦ τὴν κορυφήν, ἐνερείσαντες δὲ τὸ μέρος τῷ δέρματι τῷ κατὰ τὴν ἐπιφάνειαν, ἔξωθέν τε τῷ λιχανῷ τῆς ἀριστερᾶς χειρὸς ἐπιθλίβοντες τὸ δέρμα κατὰ τὴν κυρτότητα τὴν ὑπὸ τοῦ τυφλαγκίστρου γινομένην, ὥστε μὴ διαλαθεῖν τὸ ἀγγεῖον· οὕτως γὰρ ὁ κιρσὸς ἡμᾶς παρωλισθηκὼς εἰς τοῦτο τὸ μέρος οὐ διαφεύξεται. εἰ δὲ μὴ ὑποπέσοι, πάλιν ἐπὶ τὰ ἕτερα στρέψαντες τὸ τυφλάγκιστρον τὴν ὁμοίαν ἔρευναν ἐκ τῶν ἐναντίων ποιησόμεθα μερῶν. οὐχ εὑρόντες δέ, τὰ χείλη τῆς ἐν τῷ δέρματι διαιρέσεως δύο καμπαῖς ἐπάκμων ἀγκίστρων λαβόντες παραδόντες τε ὑπηρέταις διακρατεῖν ταῦτα, αὐτοὶ καθήσομεν τρίτον ὀξυκαμπὲς εἰς τὴν τῶν ὑμένων διάστασιν διακόψομέν τε αὐτοὺς ἐντείνοντες μέχρι τῆς ἐντεύξεως τοῦ κιρσοῦ, καὶ οὕτως ἀναβαλοῦμεν αὐτὸν ἢ ἑνὶ ἢ δύο τυφλαγκίστροις κατὰ τὰ πρόσθεν δεδηλωμένα. γίνεται δʼ ἡ δυσέργεια ὡς τὰ πολλὰ περὶ τὴν πρώτην ἀναβολήν, αἱ δὲ λοιπαὶ πολλὴν εὐέργειαν ἔχουσιν· εἴτε γὰρ εὐθὺς ἐν τῇ πρώτῃ διαιρέσει μετʼ αὐτὴν τὴν τοῦ δέρματος τομὴν ὁ κιρσὸς ὑπαντῆσαι τύχοι, καὶ ἐν ταῖς ἑξῆς ὁμοίως ὑποπεσεῖται, εἴτε πολλοὺς ἢ ὀλίγους ὑμένας ὑπεστορεσμένους εἶναι τύχοι, εἴτε ἐν πολλῷ βάθει κείμενος, κατὰ πάσας τὰς διαιρέσεις ὁμοίως ἔχων εὑρεθήσεται. ἀναβαλόντες δὴ τὸν κιρσὸν διὰ τῶν εἰρημένων ὀργάνων, εἰ πολλὰ παρεῖναι τύχοι, ἢ αὐτῶν τι τῶν ὀργάνων πλάγιον ὑποβαλοῦμεν τῷ κιρσῷ διὰ τῆς διαιρέσεως ἀνασπάσαντες αὐτόν, ἢ πτερὸν ἢ ἄλλο τι εὐαφὲς σῶμα ἢ καὶ βελόνῃ ῥάμμα ἐνείραντες ἀμβλείᾳ καὶ ὑποβαλόντες αὐτὸ διὰ τῆς βελόνης τῷ κιρσῷ, κἄπειτα ψαλίσαντες πρὸς τῷ πυθμένι τῆς βελόνης τὸ ῥάμμα. γινέσθω δὲ ταῦτα τοῦ κιρσοῦ ὑπὸ τῶν τυφλαγκίστρων διὰ τῆς διαιρέσεως εὖ μάλα ἀνατεινομένου· ἄλλως γὰρ οὐκ ἂν ἡ ὑποβολὴ γενέσθαι δύναιτο. μετὰ δὲ τὴν πρώτην διαίρεσίν τε καὶ ἔκληψιν τοῦ κιρσοῦ τὰς ἑξῆς ἐμβαλοῦμεν κατὰ τὸν αὐτὸν τρόπον, ἐκεῖνο προδιορισάμενοι ὅτι, εἰ οἷόν τε εἴη, μάλιστα ἄρχεσθαι χρὴ τῆς ἐκλήψεως οὐκ ἐκ τῶν κατωτάτω τοῦ σκέλους μερῶν. καὶ εἰ μὲν εὐθυτενεῖς εἶεν σφόδρα οἱ κιρσοί, τὰς διαιρέσεις ἐμβλητέον οὐχ ἧττον διδακτυλιαίου διάστημα ἐχούσας ἀπʼ ἀλλήλων· εἰ δʼ ἐσκολιωμένοι, ... κατὰ πάσας τε τὰς διαιρέσεις καὶ τὰς ἐκλήψεις ὑποβάλλοντες ἢ τὰ ἄγκιστρα ἢ τὰ πτερὰ ἢ τὰ ῥάμματα, οὕτως ἐπʼ αὐτὴν ἥξομεν τὴν κιρσοτομίαν. ἀρξόμεθα δὲ πρῶτον ἐκ τῶν κατωτέρω μερῶν. εἰ μὲν οὖν ἄγκιστρον ὑποβεβλῆσθαι τύχοι, λαβόντες ἕτερον ἄγκιστρον καὶ κατὰ τοῦ κιρσοῦ ἐπὶ τῶν ἀντικειμένων παραλλήλως ἐπιθέντες αὐτὸ τῷ προτέρῳ μεσολαβήσαντές τε τὸν κιρσὸν διʼ ἀμφοτέρων καὶ ταῖς χερσὶ συνερείσαντες ἰσχυρῶς αὐτὰ πρὸς ἄλληλα καὶ συνέχοντες, ὡς εἰ ἓν εἴη ἀμφότερα ἐν τούτῳ τῷ σχήματι, τὸ μὲν κάτωθεν ἄγκιστρον ὑποστρεφόμενον ὡς πρὸς τὸ σφυρόν, τὸ δʼ ἄνωθεν ὡς πρὸς τὸ ἄνωθεν μέρος τῆς κνήμης, τοῦτόν τε τὸν τρόπον ἐνειλοῦντες αὐτὰ ἐπισπασόμεθα, ὡς οἷόν τε, ἐπὶ πλεῖστον τὸ μέρος τοῦ κιρσοῦ τὸ πρὸς τῷ σφυρῷ. ἀποκόψαντες δʼ ἄνω τὸν κιρσόν, μεταβησόμεθα ἐπὶ τὴν ἐξολκὴν τὴν διὰ τῆς δευτέρας τῶν κάτω διαιρέσεων, οὐκέτι μὲν ἀποκόπτοντες τὸν κιρσόν, ἐξέλκοντες δὲ μόνον, κἄπειτα ἐπὶ τὴν τρίτην τε καὶ τὰς ἀνωτέρας. εἰ μὲν δὴ ὁ κιρσὸς εἴη ὁλόκληρον ἀγγεῖον, διὰ τῆς ἀνωτάτω κομιούμεθα διαιρέσεως· εἰ δʼ ἀποσχίδας ἔχοι, δισχιδὴς ὢν κατὰ τὸ υ γράμμα ἢ τρισχιδὴς κατὰ τὸ ψῖ, καὶ ἔτι πολυσχιδέστερος, τὰς ἀποσχίδας πρῶτον κατὰ μίαν ἐπισπασάμενοι διακόψομεν πάσας, ἔπειθʼ οὕτως κομισόμεθα διὰ τῆς ἐξολκῆς τῆς εἰς ἓν συστελλούσης. εἰ δʼ ἀποκοψάντων ἡμῶν τὰς προφανεῖς ἀποσχίδας, ἔπειτα ἐξελκόντων διὰ τοῦ χορηγοῦ, μὴ ἕποιτο ὁ κιρσός, ἀλλʼ ἀντέχοιτο, ἐπισπασόμεθα μὲν εὖ μάλα τὸν χορηγόν — καλῶ δὲ νῦν χορηγὸν οὐ τὸ ἀνωτέρω τῆς ἰγνύας κεκιρσωμένον ἀγγεῖον, ἀλλὰ τὸ πολλὰς ἀποσχίδας ἀποστέλλον· κατὰ δὲ τὴν βίαιον ἐξολκὴν αὐτοῦ εἰ σιμότης τε καὶ συνδρομὴ τοῦ δέρματος φαίνοιτο ἐν ὁποίῳ δὴ μέρει τοῦ σκέλους, τεκμαιρόμενοι κατὰ τὴν σιμότητα εἶναί τινα ἀποσχίδα ἐκ τοῦ χορηγοῦ οὖσαν μὴ γνώριμον ἡμῖν, διελοῦμεν κατὰ τὴν γενομένην σιμότητα, εἰκάζοντες μὴ ἄνευ τάσεως ἀγγείου γεγενῆσθαι τὴν σιμότητα. κιρσοτομήσαντες δὴ τὰ κατὰ τὰ αὐτά, οὕτως ἐπισπασόμεθα τὸν χορηγόν. εἰ δὲ τῶν προφανῶν ἀποσχίδων διακεκομμένων ἁπασῶν, ὁ χορηγὸς ἀνελκόμενος μὴ ὑπακούοι, σιμότης δὲ μηδεμία γένοιτο ἐν τῷ σκέλει, διελοῦμεν τὸν χορηγὸν κατʼ ἐπικόπου τῆς ἐπιβολῆς τοῦ τυφλαγκίστρου — διελοῦμεν δʼ ἐλαφρῶς, ὥστε τὸν ἀνωτέρω τοῦ κιρσοῦ χιτῶνα μόνον διατεμεῖν· ἔπειτα διπύρηνον διὰ τῆς διαιρέσεως καθήσομεν εἰς τὸν κιρσόν, ἀκολουθοῦντες τῇ κενεμβατήσει καὶ ἄλλοτε ἀλλαχοῦ παράγοντες· οὕτω γὰρ διαιρούμενον, τότε μὲν κατὰ τῶν κάτω διαιρέσεων εἰς τὸ ἐκτὸς προκύψει, τότε δʼ ἄλλοτε ἀλλαχοῦ παραγενόμενον ἐνερείσει μέρει τινὶ τῆς ἀτμήτου σαρκός. κατὰ τοῦτο δὴ μοχλεύσαντες καὶ κυρτώσαντες τῷ διπυρήνῳ τὸ δέρμα διαίρεσίν τε κατὰ τῆς κυρτώσεως ἐμβαλόντες καὶ ἀπολύσαντες κατὰ τοῦτο τὸ μέρος, ἐπισπασόμεθα σὺν ταῖς ῥίζαις πάντα τὸν χορηγόν, ἀνέλκοντες τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἀρχὴν τοῦ κιρσοῦ, εἴτε κατʼ ἰγνύας, εἴτε ἐν μηρῷ τύχοι, εἶτα βιαίως ἢ διὰ τῆς τῶν δύο ἀγκίστρων ἐνειλήσεως ἢ καὶ διὰ τῆς τοῦ κιρσουλκοῦ κατασκευῆς ἐπισπασάμενοι τὸν κιρσὸν ἐκ τῶν ἄνωθεν μερῶν, ὥστε ὑπερβίαιον γενέσθαι τὴν ἐξολκήν, οὕτως ἀποκόψομεν τὸν κιρσόν· αἴτιος δʼ ἡ βίαιος ἐξολκὴ γίνεται τοῦ μήτε αἱμορραγεῖν κατὰ τὴν διακοπὴν τὸν κιρσόν, μήτε δεῖν ἡμᾶς ἀποσφίγξεσιν ἢ διαβροχισμοῖς χρῆσθαι. ἐπὶ δὲ τῶν σφόδρα ἐνειλημένων καὶ βοτρυοειδῶν ὁ μὲν τῆς ἐξολκῆς τρόπος ἄχρηστος· εὐθυτενῆ δὲ χρὴ κατὰ μῆκος διαίρεσιν ἐμβαλόντας, διὰ ταύτης κομίσασθαι πᾶν τὸ βοτρυοειδές, τά τε τελευταῖα τοῦ κιρσοῦ μέρη, τά τε ἄνω καὶ τὰ κάτω, τὸν παραπλήσιον ἐπισπάσασθαι τρόπον τῷ πρόσθεν εἰρημένῳ. εἰσὶ δέ τινες ἐριώδεις τῶν κιρσῶν, οὕτως ὑπὸ τῶν χειρουργῶν καλούμενοι· τούτους οὐχ οἷόν τε κατʼ ἐξολκὴν κομίζεσθαι· ξαίνονται γὰρ καὶ διασπῶνται ταχέως· τοῦτο δὲ πάσχουσι μὲν καὶ φύσει τινές, καὶ διὰ πλῆθος δὲ τοῦ περιεχομένου αἵματος δαπανωμένων τῶν χιτώνων. ἐπὶ τούτων ὁ μὲν τῆς ἐξολκῆς τρόπος ἀδύνατος ῥᾳδίως ἀποσπωμένων· χρὴ τοίνυν ἐπʼ αὐτῶν μετὰ τὴν ὑποβολὴν τῶν πτερῶν ἢ τῶν τυφλαγκίστρων ἢ τῶν ἄλλων τῶν προειρημένων σωμάτων, εἰ κατανοήσομεν αὐτούς, οὕτως ἐκκόπτειν καθʼ ἑκάστην διαίρεσιν πᾶν τὸ τῆς διαιρέσεως προκύπτον, ὡς τὸ πτερὸν ἢ ὡς τὸ τυφλάγκιστρον ὑπόκειται· οὐ μέντοι διακοπτέον αὐτὸ μόνον, ἀλλʼ ἐκκοπτέον, ἵνα μὴ συμφυὲν τὸ ἀγγεῖον αὖθις εἰς τὴν ὁμοίαν κίρσωσιν ἐπανέλθῃ. μετὰ δὲ τὴν χειρουργίαν αἱμορραγίας μὲν οὐκ ἔσται δέος, οὐδʼ ἀπὸ τῶν ἀνωτέρω τοῦ χορηγοῦ σωμάτων, οἷα δὴ ἐπιφραττομένης αὐτῶν τῆς ὁδοῦ, τῶν ἀγγείων ἐπὶ πλέον ἑλκυσθέντων ἐκ τῆς γενομένης κιρσουλκίας, θλιβομένων τε καὶ μυόντων ἐκ τῆς περιεχούσης σαρκός, τῶν τε κατωτέρω τὸ παραπλήσιον πεπονθότων. τὸ αἷμα οὖν εὖ μάλα θλίψαντες καὶ ἐκθρομβώσαντες τὸ σκέλος, πολύ τε ἀνωτέρω τῆς κατὰ τὴν ἰγνύαν τομῆς τὴν εἰς τὰ κάτω θλῖψιν ποιούμενοι, πολύ τε κατωτέρω κατὰ τὸ σφυρόν, αὐτήν τε τὴν κνήμην πιεζοῦντες εὖ μάλα, ὥστε πάντοθεν τὸ ἐν ταῖς τομαῖς συνδεδραμηκὸς αἷμα ἐκκριθῆναι· γινέσθω δʼ ἡ ἐκπίεσις καὶ διὰ τῶν χειρῶν μὲν ἠρέμα συμπιεζουσῶν, καὶ ἔτι μᾶλλον διὰ σπόγγων ἐνερειδομένων· δέος γὰρ ἐκ τῶν χειρῶν καὶ περίθλασιν γίνεσθαι· διὰ τοῦτο οὔτε βιαίως θλίβομεν, ὅτι ἐκ πάσης ἀνάγκης εἰ καὶ μικρότατός τις θρόμβος αἵματος μετὰ τὴν χειρουργίαν καταλειφθείη, τούτου ἂν οἰδήσαντος διαπύησιν γίνεσθαι συμβαίνει, ὑγρόν τε ἀναβῆναι κατὰ τὰς διαιρέσεις, νευρικάς τε ἀπαντῆσαι συμπαθείας, πρός γε μὴν τούτοις ἀτευκτηθῆναι τὴν ἔναιμον ἀγωγήν, ἧς οὐδέποτε ἀστοχήσομεν ἐκθρομβώσαντες ἐπιμελῶς· ἄγομεν δʼ ἐναίμως τοὺς κιρσουλκηθέντας, ἢ σπληνίον ἐμπλάστρου τῶν ἐναίμων καλουμένων τινὸς ἐπιβάλλοντες καὶ κατʼ αὐτοῦ σπόγγον ὀξυκράτῳ διάβροχον ἐπιβάλλοντες ἡσυχῇ τε δεσμῷ πιέζοντες, ἢ ἀντὶ τῆς ἐμπλάστρου ὀθόνιον ὀξυκράτῳ βεβρεγμένον προϋποτιθέντες τοῖς σπόγγοις. τοὺς δʼ ἐν κεφαλῇ κιρσοὺς οἱ μὲν παλαιοὶ διακαίειν ἠξίουν, φοβούμενοι τὴν ἐξολκήν, μὴ διαγανακτήσαντος ἐν τῷδε τῷ τόπῳ τοῦ περικρανίου συμπάθειά τις γένηται τοῦ νευρώδους· ἡμεῖς δὲ τὸν κατʼ ἐκκοπὴν ἐγκρινοῦμεν τρόπον, ὃν ἤδη τε ἐπὶ τῶν ἐριωδῶν κιρσῶν ἐξεθέμεθα, καὶ ἔτι σαφέστερον ἐν τῷ περὶ ἀγγειολογίας παραδείξομεν τόπῳ. καὶ μὴν ἐπὶ τῶν ἐν ἐπιγαστρίῳ κιρσῶν ἀδύνατος ὁ τῆς ἐξολκῆς τρόπος, συντρέχοντος τοῦ δέρματος διὰ τὴν ἰδίαν μαλακότητα καὶ διὰ τὸ μῆκος τῷ περιτενὲς εἶναι· ἀλλʼ οἱ μὲν πρόσθεν εὐθείας κατὰ μῆκος τῶν κιρσῶν ἰσομήκεις τε αὐτοῖς διαιρέσεις ἐμβάλλοντες, οὕτω κομίζονται αὐτούς· ἡμῖν δέ, εἰ μὲν βοτρυοειδῶς ἐνειλῆσθαι τύχοιεν, ὁ τῆς εὐθυτομίας ἀρκεῖ τρόπος, καθάπερ οὖν καὶ ἐπὶ τῶν ἐν σκέλει βοτρυοειδῶς ἐσχηματισμένων ἠξιοῦμεν· εἰ δʼ εὐθεῖς εἶεν ἢ εὐθυσκόλιοι, παραιτούμεθα τὴν εὐθυτομίαν, οὐχ ἧττον ἀπρεποῦς τῆς οὐλῆς γινομένης αὐτῶν τῶν κιρσῶν· τὸν δὲ τῆς ἐκκοπῆς ἐγκρινοῦμεν τρόπον, καθάπερ καὶ ἐπὶ τῶν ἐριωδῶν καλουμένων.
Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῶν ἐν τῷ ὀσχέῳ κιρσῶν.
Τοὺς ἐν τῷ ὀσχέῳ γενομένους κιρσοὺς ἢ τῷ κατʼ ἀποκοπὴν τρόπῳ κομίσασθαι δεῖ, ἐκ δακτυλιαίων τῶν μεταξὺ διαστημάτων ἀνασπωμένων τῶν κιρσῶν, ἀποσφιγγομένων τε κατὰ μέρος καὶ ἀποτεμνομένων, ὡς ἐπὶ τῶν σκελῶν εἴρηται, ἢ τοῖς πυρηνοειδέσι καυτηρίοις καίειν ὁμοίως ἐκ συνεχῶν συμμέτρων τῶν μεταξὺ διαστημάτων πρὸς τὴν τῶν κεκιρσωμένων ἀγγείων ἐσχάρωσιν.
Ἐκ τῶν Γαληνοῦ. Περὶ κιρσῶν.
Πολλάκις ἡ φύσις εἰς τὰς κατὰ τὰ σκέλη φλέβας ἀποτίθεται τὸ μελαγχολικὸν αἷμα, ὑφʼ οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρσώδεις ἀποτελοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ καὶ τὸ δέρμα τὸ κατὰ τὰς τοιαύτας φλέβας. ἐφʼ ὧν δʼ αἵματος πλῆθος μόνον ἄνευ τοῦ μελαγχολικὸν ὑπάρχειν ἀσθενεστέρας οὔσας φύσει τὰς τῇδε φλέβας ἀνευρύνει κατασκῆπτον, οὐδενὸς τοιούτου συμβαίνοντος, ὡς ἐφʼ ὧν γε ἂν τὸ μελαγχολικὸν αἷμα τοὺς κιρσοὺς ἐργάσηται, κίνδυνος ἐπὶ τούτων ἐστίν, ἐὰν ἐκτέμῃ τις τὰς πεπονθυίας φλέβας, ἁλῶναι μελαγχολίᾳ· καὶ γὰρ καὶ τοῦτο πολλάκις ἑώρακά τε γινόμενον οὐ μόνον κατὰ τοὺς κιρσούς, ἀλλὰ καὶ κατὰ τὰς ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομένας αἱμορροΐδας. ἕλκος δέ τις ἔχων ἐν κνήμῃ χρόνῳ παμπόλλῳ τὴν ὑπερκειμένην φλέβα κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς παραυτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκος, ὃ δʼ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρουμένης τῆς φλεβός, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετʼ ἐνιαυτὸν εἷς τῶν ἐν Περγάμῳ διδασκάλων Στρατόνικος ὁ μαθητὴς Σαβίνου φλέβα τεμὼν ἐν ἀγκῶνι τἀνθρώπου καὶ θεασάμενος ἐκκρινόμενον αἷμα παχὺ καὶ μέλαν, ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, καθήρας τε μετὰ ταῦτα φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι καὶ τὴν δίαιταν εὔχυμον αὐτῷ παρασκευάσας ἐπὶ τὴν θεραπείαν τοῦ ἕλκους ἦλθεν.
Περὶ χοιράδων.
Αἱ χοιράδες γίνονται μὲν σκιρρουμένων ἀδένων, ἡ θεραπεία δʼ αὐτῶν, ὅσον μὲν ἐπὶ τῷ πάθει, κοινὴ τοῖς ἐν ἄλλῳ τινὶ μέρει γινομένοις σκίρροις, ὅσον δʼ ἐπὶ τῇ φύσει τοῦ μορίου, κατά τινας ἀδένας ἑτέρους προσλαμβάνει σκοποὺς διττούς· τῶν γὰρ σίελον ἢ γάλα παρασκευαζόντων ἢ σπέρμα, καὶ μέντοι καὶ ὅσοι φλεγματώδη τινὰ γεννῶσιν ὑγρότητα κατὰ μεσεντέριον ἢ φάρυγγα ἢ λάρυγγα, μείζων τέ ἐστιν ἡ χρεία, καὶ σκιρρωθέντας θεραπευτέον αὐτοὺς ὡσαύτως τοῖς ἄλλοις ἅπασι μορίοις· ὅσοι δʼ ἀδένες ἀγγείων σχιζομένων ἀναπληροῦσι τοὐν μέσῳ, στήριγμα γινόμενοι τῆς σχίσεως αὐτῶν, οὔτε μεγάλη τούτων ἡ χρεία τοῖς ζῴοις ἐστί, καὶ σκοπὸς ἕτερος ἐπʼ αὐτῶν τῆς ἰάσεως προσέρχεται ἐν ᾧ συναναιρεῖται τῷ πάθει τὸ μέρος. ἔστι δὲ καὶ αὐτὸς οὗτος διττός, ἤτοι γε ἐκκοπτόντων ἡμῶν σμίλῃ τὸ πεπονθὸς ὅλον, ὡς ἐπὶ τῶν καρκίνων, ἢ σηπόντων φαρμάκοις. θέρμων πικρῶν ἄλευρον οὐ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δʼ ἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ, κατὰ τὰς κράσεις τῶν καμνόντων καὶ τῶν παθῶν τὰς διαφορὰς ἐξευρίσκοντας τὸ δέον. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς χοιράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις φαρμάκοις πρὸς ταῦτα μιγνυμένη· οἶδα δέ ποτε τοῖς φύλλοις μόνοις διαφορήσας χοιραδώδη σκληρότητα. μίγνυται δʼ αὐτοῖς τι τῶν ἀμβλυνόντων τὸ σφοδρὸν τῆς δυνάμεως. ὄνων ὄνυχας κεκαυμένους ἐλαίῳ φυραθέντας χοιράδας διαφορεῖν φασιν. ἰατρός τις ἐπὶ σκληρῶν σωμάτων ἐχρῆτο βοείᾳ κόπρῳ σὺν ὄξει πρὸς χοιράδας καὶ τοὺς σκιρρώδεις ὄγκους ἅπαντας καταπλάττων. ἀμμωνιακὸν διαφορεῖ καὶ ἀδίαντον.
Περὶ ἐμφυσημάτων, καὶ μάλιστα ἐν μυσίν.
Εἴτε πνευματικὴν διάθεσιν εἴτε ἐμφύσημα καλεῖν τις ἐθέλει τὸν γινόμενον ὄγκον ἔν τισι μορίοις παρὰ φύσιν, ἀντίτυπον μέν, οὐ μὴν ὑπὸ χυμοῦ πλήθους εἰς τοῦτο ἠγμένον, ἀλλʼ ὑπὸ φυσώδους πνεύματος, γίνεται δʼ ἐμφυσήματα τοιαῦτα καὶ κατὰ τὴν γαστέρα καὶ κατὰ τὰ σπλάγχνα· γίνεται δὲ καὶ κατὰ τοὺς μῦς ἐκ πληγῶν τοὐπίπαν, ἐν οἷς ἐθλάσθη τι μόριον αὐτῶν. καὶ δυσίατοί γε ἐνίοτε γίνονται τῶν μυῶν αἱ τοιαῦται διαθέσεις, ἐπειδὴ κατὰ πολλὰ μόρια τοῦ μυὸς διασπείρεται τὸ φυσῶδες πνεῦμα, στεγόμενον ὑπό τε τῶν περιεχόντων σωμάτων αὐτὸ καὶ τῶν ἔξωθεν ἐπιβλημάτων ἄχρι τοῦ δέρματος. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητικὰς χώρας ἐν τοῖς μυσὶ καὶ τοῖς ἄλλοις σώμασιν. οὕτως γοῦν καὶ αὐτὸς ὁ μῦς ἐμφυσᾶται, καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τῶν ἐντέρων σῶμα κατακλείεται πνεῦμα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, τὴν μεγίστην ὀδύνην παρέχει. τῆς μὲν οὖν γεννήσεως τῶν ἐμφυσημάτων ὕλη πνεῦμα φυσῶδες καὶ παχὺ καὶ ἀτμῶδες, συλλαμβάνει δʼ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦμα καὶ ἡ τῶν σωμάτων πύκνωσις, ὥστε καὶ ἡ ἴασις τοῦ πάθους σκοπὸν ἕνα κοινὸν ἀμφοῖν ἕξει τῆς γε τῶν πεπυκνωμένων σωμάτων ἀραιώσεως καὶ τῆς τῶν πεπαχυμμένων πνευμάτων λεπτύνσεως· θερμαίνων γὰρ ἱκανῶς διʼ οὐσίας λεπτομεροὺς ἀραιώσεις μὲν τὸ πεπυκνωμένον, λεπτυνεῖς δὲ τὸ πεπαχυμμένον. ἡ δὲ τῶν πασχόντων μορίων φύσις συνενδείξεταί σοι τήν τε ἐπιτήδειον ὕλην τῶν βοηθημάτων καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τῶν γοῦν μυῶν τῶν διὰ θλάσιν ἐμπεφυσημένων ὅτι μὲν διαφορεῖσθαι χρὴ τὸ πνεῦμα, πρόδηλον· ἐπεὶ δὲ θερμὰ καὶ δριμέα τοὐπίπαν ἐστὶ τὰ διαφοροῦντα φάρμακα, συμβαίνει τοὺς μῦς ἀγανακτεῖν, καὶ διὰ τοῦτο τάς τε ὀδύνας ἴσχει μείζους, ἑπομένης γε φλεγμονῆς αὐταῖς. μικτῆς οὖν διὰ τοῦτο δυνάμεως εἶναι χρὴ τὰ τοὺς ἐμπεφυσημένους μῦς ὠφελήσοντα, καὶ μάλιστα ὅταν ἡ θλάσις αὐτῶν ἔχῃ τι καὶ φλεγμονῆς, ἐπικρατεῖν δʼ ἐν ἀρχῇ μὲν τὸ παρηγορικὸν εἶδος τῶν φαρμάκων, ἐπὶ τελευτῇ δὲ τὸ διαφορητικόν. ἐκ δὲ τοῦ παρηγορικοῦ πρὸς τὸ διαφορητικὸν οὐκ ἀθρόως χρὴ μεταβαίνειν, ἀλλὰ κατὰ βραχύ, τῶν μὲν παρηγορικῶν ἀφαιροῦντα, τῶν δὲ διαφορητικῶν προστιθέντα. παρηγορικὰ μὲν οὖν ἐστι τῆς τοιαύτης διαθέσεως τῶν μυῶν τό τε καλούμενον ἕψημα καὶ ὕσσωπος ἔλαιόν τε βραχὺ τούτοις μιγνύμενον· ἐκ δὲ τῆς διαφορητικῆς δυνάμεως ὄξος καὶ νίτρον, ἔτι τε μᾶλλον ὁ ἀφρὸς αὐτοῦ καὶ ἡ καλουμένη κονία στακτή· διὸ κατʼ ἀρχὰς μὲν ἀρκεῖ μόνῳ χρῆσθαι τῷ ἑψήματι, βραχέος ἐλαίου μιχθέντος, ἐνίοτε δὲ καὶ οἴνου βραχέος, ἵνα ἔχῃ τι καὶ ἀποκρουστικόν, ἀναλαμβάνεσθαι δὲ ταῦτα θερμανθέντα τοῖς οἰσυπηροῖς ἐρίοις. πρὸ πάντων δὲ φυλάττεσθαι χρὴ μήτε ψυχρὰν τὴν ἐπιβροχὴν ταύτην προσφέρειν μήτε ἐπὶ πλείονα χρόνον ἐπικειμένην ἐᾶν ψύχεσθαι. περιβαλεῖν οὖν ἔξωθεν ἔρια θερμὰ προσῆκεν· ὅταν δὲ τῆς θερμασίας μηκέτι ὁμοίως ὁ κάμνων αἰσθάνηται τῆς ἀπὸ τῶν ἐπικειμένων, αὖθις ἑτέραν ἐπιβροχὴν ὁμοίως ἐσκευασμένην προσφέρειν. παρηγορηθέντος δὲ καὶ ἀπονωτέρου τοῦ κάμνοντος γενομένου, τοῦ τε ὄξους παραμιγνύναι καὶ τοῦ νίτρου, καὶ οὕτως αὐξάνοντα τὸ πλῆθος αὐτῶν, ἂν παραμένῃ τι λείψανον αὐτῆς, ἐπεμβάλλειν καὶ τῆς καλουμένης κονίας στακτῆς, εἶτα τῶν μαλακτικῶν τε καὶ διαφορητικῶν φαρμάκων καὶ ἐμπλαστρωδῶν εἰς ἀποκατάστασιν ἐπιτιθέναι. παράδειγμα ἐρῶ καὶ τῶνδε· γλοιὸν ἀναζέσας ἤθησον πρῶτον, ὡς γενέσθαι καθαρόν, εἶτʼ αὖθις ἐπεμβαλὼν τῇ κακκάβῃ, τίτανον ἄσβεστον λείαν ὡς ἄλευρον ἔμπαττε μέχρι πηλώδους συστάσεως.
Περὶ ἀνευρύσματος.
Ἀρτηρίας ἀναστομωθείσης, τὸ πάθος ἀνεύρυσμα καλεῖται. γίνεται δὲ τρωθείσης, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προκείμενον αὐτῆς δέρμα, μένῃ δὲ τὸ τῆς ἀρτηρίας ἕλκος μήτε συμφύσης μήτε σαρκὶ φραχθείσης. διαγινώσκεται δὲ τὰ τοιαῦτα πάθη τῷ σφυγμῷ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ θλιβόντων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας. τρωθέντος δὲ τοῦ ἀνευρύσματος, ἐξακοντίζεται τὸ αἷμα δυσεπισχέτως. ὑποχωρεῖ μὲν οὖν κἀν τοῖς οἰδήμασι θλιψάντων ἡ ὕλη τοῖς δακτύλοις, καὶ βοθροῦται τὸ μέρος, ἀλλʼ οὔτε σφυγμός ἐστιν ἐν τῷδε τῷ πάθει, καὶ ἡ χρόα λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴ ποτε θρόμβος τις ἐγγενόμενος ἀνευρύσματι σφάκελον ἐργάζοιτο· καλῶ δʼ οὕτως τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἁπάντων.
Ἐκ τῶν Ἀντύλλου. Περὶ ἀνευρύσματος.
Διαφοραὶ τῶν ἀνευρυσμάτων δύο· τὸ μὲν γὰρ αὐτῶν γίνεται τῆς κατὰ τόπον ἀρτηρίας ἀνευρυνθείσης — ἐντεῦθεν καὶ τὸ ὄνομα ἐτέθη τῷ ἀνευρύσματι —, τὸ δὲ ῥαγείσης ἀρτηρίας καὶ τὸ αἷμα ἐξερευγομένης εἰς τὴν ὑποκειμένην σάρκα. ὅσα μὲν οὖν κατʼ ἀνευρυσμὸν ἀρτηρίας γίνεται, προμηκέστερά ἐστιν· ὅσα δὲ κατὰ ῥῆξιν, ταῦτα στρογγυλώτερα μέν, καὶ πλείονα ἐπεστόρηται σώματα ἐπὶ τοῦ κατʼ ἀνεύρυνσιν ἀρτηρίας γεγονότος ἀνευρύσματος, ἐπὶ δὲ τῶν κατὰ ῥῆξιν γεγονότων ἐν ταῖς διὰ τῶν δακτύλων θλίψεσιν ὥσπερ ψόφου τινὸς ἐξακουομένου, οὐδενὸς δʼ ἤχου κατὰ τὸ ἕτερον εἶδος τῶν ἀνευρυσμάτων. τὸ μὲν οὖν πᾶν ἀνεύρυσμα, καθάπερ ἔδοξε τοῖς παλαιοῖς χειρουργοῖς, ἀπαγορεύειν ἠλίθιον· ἐπικίνδυνον δὲ καὶ τὸ πάντα χειρουργεῖν· ὅθεν τὸ μὲν ἐν μασχάλῃ καὶ βουβῶνι καὶ τραχήλῳ παραιτησόμεθα διά τε τὸ μέγεθος τῶν ἀγγείων καὶ τὸ ἀδύνατον καὶ ἐπικίνδυνον αὐτῶν τὴν ἔκληψιν καὶ τὸν ἀποβροχισμὸν γενέσθαι· ἀπαγορεύομεν δὲ καὶ τὸ ὑπερμέγεθες, κἂν ἐν ἄλλῳ τινὶ τόπῳ τύχῃ· τὰ δʼ ἐν τοῖς ἄκροις καὶ τοῖς κώλοις ἐν κεφαλῇ τε τοῦτον χειρουργήσομεν τὸν τρόπον. ἐὰν μὲν οὖν κατʼ ἀνευρυσμὸν ὑποπέσῃ, διαίρεσιν εὐθεῖαν ἐμβαλοῦμεν τῷ δέρματι κατὰ μῆκος τοῦ ἀγγείου, ἔπειτα διαστείλαντες ἀγκίστροις τὰ χείλη τῆς διαιρέσεως τοὺς ὑμένας πάντας πεφυλαγμένως τοὺς μεταξὺ τοῦ δέρματος τῆς τε ἀρτηρίας διελοῦμεν· τὴν φλέβα δὲ τὴν παρακειμένην τῇ ἀρτηρίᾳ τυφλαγκίστροις εἰς τὰ πλάγια παρώσαντες γυμνώσομεν πάντοθεν τὸ ἀνευρυσμένον μέρος τῆς ἀρτηρίας, ὑποβαλόντες τε ἐκ τοῦ κάτωθεν μέρους πυρῆνα μήλης καὶ ἀνατείναντες ἄνω βελόνην διώσομεν παρὰ τὸν πυρῆνα ἔχουσαν διπλοῦν νενημένον ῥάμμα, ὡς ὑπὸ τῇ ἀρτηρίᾳ γενέσθαι, ψαλίσομέν τε πρὸς τῷ πυθμένι τὰ ῥάμματα, ὥστε δύο μὲν αὐτὰ γενέσθαι, τέσσαρας δʼ ἀρχάς, ἔπειτα λαβόμενοι τῶν δυεῖν ἀρχῶν τοῦ ῥάμματος ἀνάξομεν αὐτὰ ἠρέμα πρὸς τὸ πέρας τὸ ἕτερον τοῦ ἀνευρύσματος ἀκριβῶς τε ἀφαμματίσομεν. ὁμοίως δὲ καὶ τὸ ἕτερον ῥάμμα ἐπὶ τὸ ἀντικείμενον πέρας ἀγαγόντες ἐκεῖσε διαδήσομεν τὴν ἀρτηρίαν, ὥστε τὸ ἀνεύρυσμα πᾶν ἐν μέσῳ τῶν διαβροχισμῶν ἀμφοτέρων γενέσθαι. μετὰ δὲ τοῦτο στομώσομεν κατὰ μέσον τὸ ἀνεύρυσμα διαιρέσει μικρᾷ· οὕτως γὰρ τὸ μὲν παρακείμενον ἐκκριθήσεται πᾶν, κίνδυνος δʼ οὐκ ἔσται αἱμορραγίας. ὅσοι δʼ ἀποβροχίζουσι μὲν ὥσπερ ἡμεῖς ἑκατέρωθεν τὴν ἀρτηρίαν, τὸ δὲ μέσον τὸ ἀνευρυσμένον ἐκκόπτουσιν, ἐπικινδύνως ἐνεργοῦσιν· ὑπὸ γὰρ τῆς βίας καὶ τῆς τάσεως τοῦ πνεύματος πολλάκις ἐκπτύεται τὰ ῥάμματα. εἰ δὲ κατὰ ῥῆξιν ἀρτηρίας γένοιτο τὸ ἀνεύρυσμα, ἀπολαβεῖν δεῖ τοῖς δακτύλοις σὺν τῷ δέρματι πᾶν ὁπόσον δυνατὸν εἴη τοῦ ἀνευρύσματος, ἔπειτα βελόνην διείρειν κατωτέρω τοῦ ἀποληφθέντος ἔχουσαν διπλοῦν ῥάμμα ἢ λίνον ἢ νευράν, καὶ μετὰ τὴν διεκβολὴν ψαλίσαι πρὸς τῷ πυθμένι, ὥστε δύο γενέσθαι ῥάμματα, εἶτα λαβέσθαι τοῦ ἑτέρου ῥάμματος τῶν ἀρχῶν ἀμφοτέρων καὶ ἐπὶ τὰ δεξιὰ μέρη ἀναγαγεῖν κἀκεῖ ἀφαμματίσαι εὐτόνως, ὥστε μὴ περιολισθῆσαι τὸ ῥάμμα, παραπλησίως δὲ καὶ τὰς ἑτέρας ἀρχὰς ἐπὶ τὰ ἀριστερὰ τὰ ἀντικείμενα ἀναγαγεῖν. εἰ δὲ φόβος εἴη τῆς περιολισθήσεως τῶν ῥαμμάτων, καὶ ἄλλην βελόνην διεκβλητέον διὰ τοῦ αὐτοῦ τόπου χιέζουσαν τὴν προτέραν τῷ χῖ σχήματι τῆς διεκβολῆς, ἔχουσαν ῥάμμα ὁμοίως νενημένον διπλοῦν. ψαλιστέον δὲ τά τε ῥάμματα παραπλησίως καὶ ἐφαπτέον ὥσπερ καὶ τὰ πρότερον, ὥστε διὰ ῥαμμάτων τεσσάρων τὴν διάσφιγξιν γενέσθαι, εἶθʼ οὕτως κατὰ κορυφὴν στομοῦν χρὴ τὸν ὄγκον, καὶ μετὰ τὴν ἔκκρισιν τοῦ παρακειμένου τὸ περιττὸν τοῦ δέρματος περιαιρεῖν, καταλιπόντας ἐκεῖνο ὅπερ ἐπὶ τῶν ῥαμμάτων ἐσφίγγετο· οὕτως γὰρ ἀναιμορράγητος ἡ χειρουργία γίνεται.
Ἐκ τῶν Ἀντύλλου. Περὶ κολοβωμάτων.
Ἔστι μὲν τὸ κολόβωμα ἔλλειψις μορίου ἤ τινος δέρματος καλύπτοντος τὰ σώματα. εἰ μὲν οὖν ἐν ὀφρύι γένοιτο τὸ κολόβωμα, οὕτως χειρουργήσομεν· τετράγωνον ἐκκοπὴν ποιησόμεθα, εἰ μή πως αὐτὸ κατὰ συντυχίαν τετράγωνον εἶναι τύχῃ, ὥστε ἐν τῇ τετραγώνῳ ἐκκοπῇ περιειλῆφθαι τὸ κολόβωμα, ἔπειτα τὴν ἄνω πλευρὰν τοῦ τετραγωνίσματος, λέγω δὲ τὴν γενομένην ἐπὶ τῷ μετώπῳ, ἐφʼ ἑκάτερα ἐκβαλοῦμεν, διαιροῦντες καὶ ὡς πρὸς τὴν ῥῖνα καὶ ὡς πρὸς τὸ οὖς, ὥστε πολὺ ἐπιμηκεστέρας τῆς τοῦ τετραγώνου πλευρᾶς γενέσθαι τὰς ἑκατέρωθεν ἐπεκτεταμένας διαιρέσεις. παραπλησίως δὲ καὶ τὴν ἀντικειμένην πλευρὰν τὴν ἐπὶ τῇ ὀφρύι ἐπιδιελοῦμεν ἐφʼ ἑκάτερα, ὥστε τὸ σχῆμα γενέσθαι συμπάσης τῆς διαιρέσεως σὺν τῷ τετραγωνίσματι παραπλησίως τῷ Η κατεστραμμένῳ στοιχείῳ, τῆς τετραγωνότητος νοουμένης ὅλης ἀντὶ τῆς μέσης γραμμῆς τῆς ἐν τῷ Η. γενομένου δὲ τούτου, μεταξὺ τῶν διαιρέσεων ὑποδεροῦμεν καὶ ἀναπτύξομεν μέχρις τῶν κεραιῶν τῶν γραμμῶν, ἔπειτα ἐπισπασάμενοι αὐτὰ μετὰ τὴν ὑποδορὰν συνάξομεν πρὸς ἄλληλα — ἔσται δʼ αὐτῶν ἡ συμβολὴ κατὰ μέσην τὴν τετράγωνον ἐκκοπήν· ἔπειτα ζυγώσαντες ἐναίμως ἄξομεν. χρὴ δʼ ἐν τῇ ὑποδορᾷ μὴ ἐξ ἐπιβολῆς πάνυ ὑποδέρειν τὸ δέρμα — νεκροῦται γὰρ τὸ τοιοῦτον λεπτυνόμενον —, ἀλλὰ ποσόν τι καὶ τῆς σαρκὸς προσλαμβάνειν τῷ δέρματι. παραπλησίως δὲ χειρουργητέον καὶ τὰ ἐν μετώπῳ καὶ τὰ ἐν μήλοις καὶ τὰ κατὰ μέσην τὴν ῥῖνα κολοβώματα· εἰ μέντοι μέχρι τοῦ ὀστοῦ τύχοι τὸ κολόβωμα εἶναι, ὥστε γεγυμνῶσθαι τὸ ὀστοῦν, τὰ μὲν ἄλλα πάντα παραπλησίως ποιήσομεν, πρὸ δὲ τοῦ ζυγοῦν ἐπιμελησόμεθα τοῦ ὀστοῦ, ξέσαντες αὐτὸ ἢ κατατρήσαντες ἐξεπιπολῆς, ὥστε μὴ ἀτευκτηθῆναι τὴν παρακόλλησιν.
Περὶ τῶν ἐν ῥισὶ καὶ ὠσὶ κολοβωμάτων.
Εἰ μὲν κατὰ τὸ σφαιρίον τῆς ῥινὸς γίνοιτο κολόβωμα, παραπλησίως χειρουργήσομεν ὡς καὶ ἐπὶ τῶν κατὰ τὴν ὀφρὺν κολοβωμάτων· μετὰ γὰρ τὴν τετράγωνον ἐκκοπὴν τὰς δύο πλευρὰς τοῦ τετραγωνίσματος, οὐχὶ τὰς κατὰ μῆκος τῆς ῥινός, ἀλλὰ τὰς ἐγκαρσίας ἐπʼ ἀμφότερα ἐμβαλοῦμεν, καταβιβάζοντες αὐτὰς εἰς τὰ πλάγια τῆς ῥινὸς ἑκατέρωθεν πρὸς τὰ πτερυγώματα, ἔπειτα τὰ μεταξὺ τῶν διαιρέσεων ταινίδια τοῦ δέρματος ὑποδείραντες καὶ ἐπισπασάμενοι ζυγώσομεν αὐτὰ ἄνω κατὰ τὸν τοῦ σφαιρίου τόπον. εἰ δὲ κατὰ τὸ διάφραγμα τῆς ῥινὸς εἴη κολόβωμα, ἀπό τε τῶν ἄνωθεν μερῶν τῆς ῥινὸς καὶ ἀπὸ τῶν κάτωθεν τῶν πρὸς τῷ χείλει τὰ ταινίδια περιγράψαντες καὶ ὑποδείραντες ἐπάγοντές τε τὸ διάφραγμα ῥάψομεν. κατὰ δὲ τὸ πτερύγιον εἰ γένοιτο κολόβωμα, παρὰ τὴν ῥῖνα αὐτὴν δώσομεν διαίρεσιν, ἐπεκτείνοντες τὴν εὐθεῖαν πλευρὰν τοῦ τετραγωνίσματος ἄνω τε ἀνιόντες ὡς πρὸς τὸν μέγαν κανθόν· ὁμοίως δὲ καὶ τὴν ἀντικειμένην αὐτῇ διαίρεσιν ἐπεμβαλοῦμεν ἄνω ὡς πρὸς τὸ ὑπώπιον ὑποδείραντες καὶ ἐπαγαγόντες τὸ ταινίδιον τοῦτο ζυγώσομεν αὐτὸ πρὸς τὰ ἑκατέρωθεν τῷ κολοβώματι παρακείμενα σώματα. οὐ γὰρ ἀποδεχόμεθα τοὺς ἀπὸ τοῦ σφαιρίου τῆς ῥινὸς πειρωμένους ἐπάγειν τὸ ταινίδιον· εἰ γάρ τις πείθοιτο ἐκείνοις, εἰς τὸ ἕτερον μέρος διαστρέφει τὴν ῥῖνα διὰ τὴν σύντασιν τοῦ δέρματος. παραπλησία δʼ ἡ κατὰ τὰ ὦτα τῶν κολοβωμάτων ἐστὶ διόρθωσις· ὁπόταν μέντοι γε μὴ μόνον τὸ δέρμα, ἀλλὰ καὶ ὁ χόνδρος αὐτὸς ἐλλείπῃ, εἴτε κατὰ τὰ ὦτα, εἴτε κατὰ τὰ ἄκρα τῆς ῥινός, χρὴ πρὸ τῆς ἐπαγωγῆς τοῦ δέρματος περικόπτειν τὸν χόνδρον αὐτόν, ὥστε ἀπευθύνεσθαι κατὰ ποσὸν τὴν γενομένην τοῦ κολοβώματος κοιλότητα· οὕτω γὰρ ἐπαχθέντος τοῦ δέρματος, οὐκ ἀπρεπὲς φανεῖται τὸ ἀποτέλεσμα.
Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐλεφαντιάσεως.
Μελαγχολικόν ἐστιν ὁ ἐλέφας πάθημα, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος, ἡνίκα δυσώδεις εἰσὶ καὶ εἰδεχθεῖς· ἐνίοις δʼ αὐτῶν καὶ ἕλκη συμπίπτει. ὅταν μὲν ἐπιεικὴς κατὰ τὰς ποιότητας ὁ μέλας ᾖ χυμὸς αἵματί τε συμμιγής, τοὺς ὑπερύθρους ἐλέφαντας ἐργάζεται, χρονίζοντες δὲ καὶ οὗτοι γίνονται μελάντεροι. τοῦτο τὸ πάθος ἀρχόμενον μὲν ὀνομάζουσι σατυριασμόν, ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίνονται· σιμοῦται μὲν γὰρ ἡ ῥὶς αὐτοῖς, τὰ χείλη δὲ παχέα καὶ ἀπωξυσμένα τὰ ὦτα φαίνεται. γίνονται μὲν ἐκ παχέος καὶ μελαγχολικοῦ χυμοῦ τὴν ῥοπὴν τῆς φορᾶς πρὸς τὸ δέρμα ἔχοντος, συμφέρουσι δʼ αἱ ἐπὶ τῶν καρκινωδῶν ἑλκῶν εἰρημέναι καθάρσεις. ἐὰν δὲ τὰ τῆς ἡλικίας καὶ δυνάμεως ἐπιτρέπῃ, φλεβοτομεῖν πρότερον. θαυμαστὸν δʼ ἐστὶ τοῖς πάσχουσι βοήθημα ἡ τῶν ἐχιδνῶν ἐδωδή, χρὴ δʼ ἐσθίειν αὐτὰς ὧδε σκευάζοντας· πρῶτον μὲν ἀποκοπτομένης τῆς κεφαλῆς καὶ τῆς οὐρᾶς ἄχρι δακτύλων τεσσάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἐξαιρεθέντων καὶ τοῦ δέρματος ἀφαιρεθέντος ὕδατί τε τοῦ σώματος αὐτῶν περιπλυθέντος, ἐν λοπάσι ταῖς ἐγχέλυσι παραπλησίως σκευάζοντας διὰ λευκοῦ ζωμοῦ. γίνεται δʼ οὗτος ὕδατος μὲν δαψιλοῦς ἐπιβληθέντος, ἐλαίου δὲ βραχέος, καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δʼ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἑψεῖν προσήκει, μέχρις ἂν ἀκριβῶς γενηθῶσι μαλακαί. καὶ αὐτὸ δὲ τὸ διʼ αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακήν, ἐπιτήδειόν ἐστι πίνεσθαι δαψιλὲς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρίεσθαι· ταῦτα γὰρ ἅπαντα ποιούντων ἔσθʼ ὅτε λέπος ἀφίσταται τοῦ δέρματος, ὁποῖόν ἐστι τῶν ὄφεων τὸ καλούμενον γῆρας. ἐν οἴνῳ γοῦν κατὰ τύχην πνιγείσης ἐχίδνης ἐλεφαντιῶν τις ἐκ τούτου πίνων ὑγιὴς ἐγένετο θαυμαστόν τινα τρόπον· ὅλον γὰρ αὐτοῦ τὸ τοῦ δέρματος ὀχθῶδες ἀπέπεσεν, ὡς τῶν μαλακοστράκων τὸ σκέπασμα, ὅσον δʼ ὑπόλοιπον ἦν αὐτῷ, μαλακὸν ἐφαίνετο. καὶ ἕτερος δὲ τοιοῦτον οἶνον πιὼν ὁμοίως ὑγιὴς ἐγένετο. καὶ ἄλλος πυθόμενος τὰ ἐκ τύχης τοῖς προειρημένοις συμβεβηκότα οἶνον οὕτω φαρμαχθέντα πιὼν λεπρώδης ἐγένετο, χρόνῳ δʼ ὕστερον ἰασάμεθα καὶ τὴν λέπραν αὐτοῦ τοῖς συνήθεσι φαρμάκοις. χρώμεθα δʼ ἐπʼ αὐτῶν καὶ τοῖς ἁλσὶ τοῖς θηριακοῖς καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο μὴ μόνον γενναίως διαφοροῦν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ λεπτῦνον ἰσχυρῶς καὶ τέμνον τοὺς παχεῖς τοὺς τοῦτο τὸ νόσημα γεννῶντας. οὐ μὴν ἁπλῶς ἐφʼ ἕκαστον τούτων ἐρχόμεθα, προκαθαίρομεν δέ, ὡς εἴρηται, πάντως, ἔστι δʼ ὅτε καὶ προφλεβοτομοῦμεν. τὸ δʼ ἐν ἦρι τῆς θεραπείας ἄρχεσθαι κοινόν ἐστι πρὸς τὰ πλεῖστα τῶν χρονίων παθῶν. ἐπεὶ δʼ ἔνιοι τῶν φαγόντων ἐχίδνας ἑάλωσαν δίψει σφοδροτάτῳ — φασὶ δέ τινες τοῦτο ποιεῖν τὰς παρὰ θαλάττῃ καὶ τόποις ἁλμυρίδα πολλὴν ἔχουσι διαιτωμένας —, ἀσφαλέστατόν ἐστι φυλάττεσθαι τὰς ἐν τοῖς τοιούτοις χωρίοις εἰς ἐδωδὴν ἢ φαρμάκου κατασκευήν. ἔγραψαν δέ τινες καὶ τὴν τοῦ χερσαίου ἐχίνου σάρκα σκελετευθεῖσαν, εἰ ποθείη, βοηθεῖν ἐλεφαντιῶσι καὶ καχέκταις.
Ἐκ τῶν Ῥούφου. Περὶ ἐλεφαντιάσεως.
Οὐδὲν μὲν παρὰ τῶν παλαιῶν περὶ τῆς ἐλεφαντιάσεως ἀκηκόαμεν, καὶ θαυμάζειν ἄξιον εἰ οὕτω μέγα καὶ χαλεπὸν νόσημα καὶ πολλοῖς γινόμενον παρεῖδον ἱκανοὶ ἄνδρες πᾶν καὶ τὸ βραχύτατον κατασκέψασθαι· μόνος ἡμῖν Στράτων ὁ τοῦ Ἐρασιστράτου μαθητὴς ἐννοίας παρέσχε τοῦ πάθους, κακοχυμίαν αὐτὸ ὀνομάζων· τὸ γὰρ εἰς Δημόκριτον ἀναφερόμενον βιβλίον περὶ τοῦ νοσήματος φανερῶς κατέψευσται. οἱ δʼ ὀλίγον πρὸ ἡμῶν καὶ διαφορὰς εἰσηγήσαντο τοῦ πάθους, τὴν μὲν ἀρχὴν αὐτοῦ λεοντίασιν καλοῦντες, ὅτι τὸ σῶμα δυσῶδες γίνεται, καὶ ὅτι χαλῶνται αἱ γνάθοι, καὶ παχύνεται τὰ χείλη· ὅταν δʼ ὀφρύες διεγείρωνται, καὶ τὰ μῆλα ἐρυθραίνηται, καί τις ὁρμὴ καταλαμβάνῃ τοὺς πεπονθότας πρὸς ἀφροδίσια, τότε σατυρίασιν καλοῦσιν, ἕτερόν τι τοῦτο τοῦ κατʼ αἰδοῖα πάθους· ἐκεῖνο μὲν γὰρ ἀπὸ τῆς συνεχοῦς ἐντάσεως τῶν μορίων ὠνόμασται, τοῦτο δὲ καὶ ἀπὸ τῆς μορφῆς· διαβαινόντων δὲ τῶν συμπτωμάτων ἐπὶ πᾶσαν τὴν ἕξιν, ἐλέφαντα καλοῦσιν. τὰ δὲ συμπτώματα οὐκ ἄδηλα, ὄχθοι πελιδνοὶ καὶ μέλανες μώλωψι μάλιστα ὅμοιοι, ἄλλοι περὶ τὴν ὄψιν, ἄλλοι περὶ χεῖρα, ἄλλοι περὶ σκέλη· καὶ περὶ νῶτα δὲ καὶ στῆθος καὶ γαστέρα πολλοὶ ἀνίστανται, τὰ μὲν πρῶτα ἀνέλκωτοι, εἶτα καὶ ἑλκούμενοι τρόπον τὸν πονηρότατον μετὰ χειλῶν ἐπαναστάσεως, μετὰ σηπεδόνος βαθείας, ὥστε ἐνίοις καὶ ἄκρους δακτύλους ἀποπίπτειν, καὶ τὰ ἕλκη μηδέποτε εἰς οὐλὴν ἀφικνεῖσθαι. δοκεῖ μὲν οὖν ἐπιπόλαιον εἶναι τὸ νόσημα, ὅτι ἐν τῷ δέρματι φαίνεται· τὸ δὲ περὶ τὴν ἴασιν δύσκολον καὶ τὸ ἐγγυτάτω τοῦ ἀδυνάτου βαθυτέραν τὴν ἀρχὴν ὑποβάλλει καὶ ἧς οὐ ῥᾴδιον ἅψασθαι, οἷόν τι καὶ περὶ τὰ καρκινώματα πεπίστευται εἶναι· καὶ γὰρ τούτων ὁ Πραξαγόρας βύθιον τὴν ἀρχὴν ποιεῖ μάλιστα.
Ἐκ τῶν Φιλουμένου. Τίς θεραπεία ἐλεφαντιάσεως.
Φλεβοτομία μὲν οὖν πρῶτόν ἐστι βοήθημα, καὶ ὁπότε τῆς ὅλης ἐναρχόμεθα θεραπείας, καὶ ὁπότε τῆς ἐπετείου· μεμερίσθω δὲ καὶ εἰς ἐπαφαίρεσιν, καὶ ἡ πᾶσα κένωσις γενηθήτω σύμμετρος· φείδεσθαι γὰρ ἐν τῇ διαθέσει ταύτῃ τοῦ αἵματος ἀναγκαῖόν ἐστιν· πλέον γὰρ τὸ οἰκεῖον τοῦ ἀνοικείου διὰ τῆς φλεβοτομίας κενοῦται, τῷ πεπαχύνθαι μὲν ὑπὸ τῆς θρομβώσεως, καθὰ προείρηται, τὸ αἷμα, περιρρεῖν δʼ αὐτοῦ πρὸς τὴν ἔκκρισιν τὸ λεπτότερον. ὅσον οὖν εἰς χαλασμὸν τῶν σωμάτων καὶ διακίνησιν τῆς ἐσφηνωμένης ὕλης, τῇ φλεβοτομίᾳ χρηστέον· μετὰ διάστημα δὲ σύμμετρον ἀπʼ αὐτῆς ἐπὶ τὰ καθαρτήρια χωρητέον, καὶ πρώτῳ γε τούτῳ χρηστέον· κολοκυνθίδας δύο συμμέτρους τῷ μεγέθει περιγλύψαι δεῖ κατὰ τὸ ἕτερον μέρος τοσοῦτον, ὅσον αὔταρκες ἐπιπωματίσαι· εἶτα τὸ μὲν σπέρμα πᾶν αὐτῶν ἐκκενῶσαι — περιωδυνίας γὰρ εἴωθεν ἰσχυρὰς ἐπιφέρειν —, τὴν δʼ ἐντεριώνην ἐᾶσαι γεμίσαι τε τὰς κολοκυνθίδας ἐλαίου γλυκέος καὶ περιπωμάσαι τῷ περιγλυφέντι σώματι, νύκτα δʼ ἐᾶσαι μίαν. τῇ δʼ ἑξῆς, τοῦ ἐλαίου κενωθέντος, ἑψῆσαι δεῖ τὰς κολοκυνθίδας ἐν ὕδατι ἄχρι τακερωθῶσιν, εἶτʼ αὐτὰς μὲν ἐκρίψαι, τοῦ δʼ ἐλαίου τῷ ὕδατι παραχυθέντος, προσεπιβάλλειν μέλανος μὲν ἐλλεβόρου τριώβολον, σκαμμωνίας δὲ μήτε δραχμῆς πλέον μήτε ὀβολῶν τεσσάρων ἔλασσον· συνεψῆσαι δὲ τούτοις πολτάριον ἐκ σεμιδάλεως· ἔπειτα ἀπὸ τούτου τῷ πάσχοντι διδόναι λιτῶς προδιῃτημένῳ μεγέθει καρύων Ποντικῶν τεσσάρων καὶ εἴκοσι καὶ ποτὸν ὕδωρ· ἐᾶσαι δʼ αὐτὸν καθαίρεσθαι· συντελεσθείσης δὲ τῆς κενώσεως περὶ τὴν ἑσπέραν λουτρῷ θεραπεύειν καὶ ἀναλαμβάνειν χόνδρῳ διὰ κράματος στρυφνοτέρου καὶ ἐλαίαις ἁλμάσιν. εἰ δʼ εὔτονος τυγχάνει, καὶ τῇ ἑξῆς κάθαρσιν συναπτέον δευτέραν· δώδεκα δὲ τοῦ πολταρίου δοτέον οἷα προείρηκα μεγέθει· καὶ τὴν ἀνάληψιν ποιητέον ὁμοίαν. παρεθείσης δὲ τῆς καθάρσεως ταύτης, τὴν ἱερὰν δοτέον τὴν διὰ τῆς κολοκυνθίδος, ἔχουσαν βραχὺ σκαμμωνίας ἐν ταῖς δυσὶ δραχμαῖς, ὅπως ἡ κένωσις ἐμπρακτοτέρα γίνηται. δυνατὸν δὲ τὴν μὲν σκαμμωνίαν περιελεῖν, τρισὶ δὲ χρῆσθαι δραχμαῖς τοῦ φαρμάκου. καθαίρει δʼ ὠφελίμως τοὺς ἐλεφαντιῶντας καὶ ὁ γλυκὺς ὁ ἐννυκτερεύων τῇ κολοκυνθίδι, καθὼς ἐπὶ τῶν ἰκτερικῶν ὑπεδείξαμεν. τῆς δυνάμεως δʼ ἀναληφθείσης μετὰ τὰς τοιαύτας κενώσεις διʼ ὑδροποσίας καὶ διαίτης εὐσταλοῦς τῆς ἀπʼ ἰχθύων τε καὶ πτηνῶν, μεθʼ ἡμέρας ὅσον δέκα ἐπὶ τὴν διὰ τοῦ γάλακτος κάθαρσιν ἐλθετέον, ἥτις οὐ κενοῖ μόνον, ἀλλὰ καὶ ἐπικίρνησι τὰς ὕλας καὶ ἐπιγλυκαίνει τὰς δριμύτητας. ἔστω δὲ καὶ μάλιστα μὲν ὄνειον τὸ γάλα, εἰ δὲ μή γε, τὸ αἴγειον. καὶ καλαμίνθην τὸ ζῷον, εἰ οἷόν τε εἴη, προσεσιτήσθω, καὶ ἡ σχίσις τοῦ γάλακτος μετὰ τὴν ἕψησιν διὰ καλαμίνθης ἀποβαπτομένης εἰς ὄξος γεγενήσθω· τὴν γὰρ πρώτην σχιστῷ χρηστέον τῷ γάλακτι. διδόσθω δὲ πρὸς δύναμιν μήτε ἔλασσον τριῶν, μήτε ὑπὲρ τὰς πέντε κοτύλας ἔστω τὸ πλῆθος. ταῖς δʼ ἐφεξῆς ἡμέραις ἀσχίστῳ τῷ γάλακτι τὴν ἕξιν ἀναθρεπτέον, διδόντας μὴ ἔλασσον κοτύλης μιᾶς μετὰ τοὺς ἑωθινοὺς περιπάτους θερμὸν προσηνῶς ἢ ἅμα τῷ ἀμελχθῆναι τὴν ἰδίαν ἔτι θερμασίαν ἔχον. μετὰ δὲ τεσσαρεσκαίδεκα ἡμέρας ἀποστῆναι μὲν προσήκει τοῦ γάλακτος, ἐλθεῖν δʼ ἐπὶ δριμυφαγίαν, ὥστε διακινῆσαι τὴν σύγκρισιν καὶ λεπτῦναι τὸ πάχος, εἴ τι ἐγκαθήμενον ὑπάρχοι· διὸ καὶ συναπτέον δευτέραν καὶ τρίτην δριμυφαγίαν. τῇ τετάρτῃ δʼ ἀνέδην διαιτηθεῖσιν αὐτοῖς ἔμετον συντακτέον· ὕλη δʼ οἰκεία πρὸς ἔμετον ὁποία τις πρόσθεν ὑπεδείχθη. καὶ δεύτερον δʼ ἐκ διαστήματος ἀπὸ δείπνου παραληπτέον ἔμετον καὶ τρίτον, μελέτης τε καὶ ὠφελείας χάριν, εἶτα τὸν ἀπὸ ῥαφανίδων, καὶ λοιπὸν εὐκολίας πρὸς τὰς ἀπεράσεις γεγενημένης, ἐπὶ τὸν ἐλλεβορισμὸν ἐλθετέον, ὅσον μετὰ τέσσαρας ἢ πέντε ἡμέρας. καὶ τούτου δʼ ἐντελῶς ὁ τρόπος ἐν ἄλλοις εἴρηται. μετὰ τὸ βοήθημα δʼ ἐκ προσαγωγῆς ἡ ἀνάληψις ἐγκρινέσθω, καὶ ῥωσθέντος αὐτάρκως τοῦ σώματος, ἐπιμέλειά τις γινέσθω τῶν μέσων διά τε τοῦ ἀπὸ τῆς ὠμηλύσεως καταπλάσματος καὶ κούφων σικυῶν στόματι κοιλίας καὶ σπλάγχνων ἑκατέρωθεν προσβαλλομένων μετὰ φλογὸς μείζονος καὶ βιαιότερον ἀποσπωμένων, ἕνεκα τοῦ κινῆσαι τὰς διοικητικὰς τῆς τροφῆς ἐνεργείας, καὶ περιολκῆς δὲ τῆς ἀπὸ τῶν ἄκρων χάριν· ὅθεν καὶ κατὰ μεταφρένου τὰ αὐτὰ ποιητέον. μετὰ δὲ τρεῖς ἡμέρας εἰς τὴν αὐτὴν χρείαν καὶ δρώπακα κολλητέον τοῖς μέσοις, μετὰ δὲ μίαν ἡμέραν καὶ τοῖς ἄκροις, ἀλλὰ τούτοις μὲν χωρὶς ἀποσπασμοῦ βιαίου πρὸς τὸ μαλάξαι μόνον καὶ διαχέαι τὰς ὀχθώδεις ἐπαναστάσεις, τοῖς δὲ μέσοις μετʼ ἀποσπασμοῦ πλέονος. τῆς δὲ πρώτης περιόδου τῶν βοηθημάτων μέχρι τούτου συντελεσθείσης, ἀνακαμπτέον πάλιν ἐπὶ τὰς κενώσεις, καὶ τὴν μὲν φλεβοτομίαν παραιτητέον, ἀπὸ δὲ τῆς διὰ κολοκυνθίδος ἱερᾶς τὴν ἀρχὴν τῆς καθάρσεως ποιητέον. ἡ μὲν οὖν στοιχειώδης θεραπεία τῆς διαθέσεως τοιαύτη τίς ἐστι, καὶ δὶς καὶ τρὶς αὐτὴν καθʼ ἕκαστον ἔτος ἐπαναλαμβάνων τις τέλεον ἀπαλλάξει τοῦ πάθους, ἐκ παραλλήλου ταῖς κενώσεσι τὰς ἀναθρέψεις ποιούμενος, ἵνα διʼ ὧν μὲν ἀποτήκηται πᾶν τὸ ἠλλοτριωμένον, διʼ ὧν δʼ ἡ σύγκρισις νεοπλαστεῖ σαρκὶ κατασκευάζηται καινοτέρα. φάρμακα δὲ πρὸς τὸ πάθος, εἴ τις ἀποκνοίη χρῆσθαι τοῖς προειρημένοις κύκλοις, ἔστιν οὐκ ὀλίγα, καὶ σφόδρα γε πρακτικά· τούτων δέ τινα μὲν δύσποτα καθέστηκε, τινὰ δὲ ληφθέντα πεφθῆναι ῥᾴδια· πάντα δʼ ἐνδελεχισμῷ περιγίνεται τῆς θεραπείας. ὄξους τοίνυν Αἰγυπτίου ἢ ἄλλου ὡς δριμυτάτου κύαθος εἷς, καὶ κράμβης τῶν φύλλων κεκομμένων καὶ ἀποτεθλιμμένων τοῦ χυλοῦ κύαθοι δύο συγκιρνάμενα εἰς ἓν ἕωθεν δίδοται τῷ πάσχοντι πιεῖν, εἶτα πρὸς ἑσπέραν ἄρτος μάλιστα μὲν κρίθινος, εἰ δὲ μή, πύρινος συγκομιστός. συνεισφέρεται δʼ ἐπʼ αὐτῷ τι τῶν κουφοτέρων πτηνῶν, καὶ παρʼ ἡμέρας δύο ἢ τρεῖς τὰς πλείστας τὸ αὐτὸ γίνεται μέχρι πολλοῦ, καὶ θεραπεύονται. τῆς δὲ κράμβης αὐτῆς τοῦ ἀφεψήματος κύαθοι τρεῖς καθʼ ἑκάστην ἡμέραν πινόμενοι καλῶς ὠφελοῦσι, καὶ ταῖς τε μέσαις μετὰ τὸ προειρημένον ἐπάνω φάρμακον τῇ πόσει ταύτῃ συνεχῶς χρηστέον. ἀντίδοτός τε ἡ διὰ τῶν ἐχιδνῶν συνεχῶς καὶ ἐπὶ μήκιστον λαμβανομένη πολλῶν ἐξέκοψε τὴν διάθεσιν αὐταί τε αἱ ἐχίδναι ἐσθιόμεναι· οὐ γὰρ ἄβρωτοι τυγχάνουσι σκευασθεῖσαί τινα τρόπον, ὥστε καὶ ἄλλως λοπαδεύοντες ἐσθίουσιν ἔνιοι τῶν ἐπʼ ἐρημίας βιούντων. καὶ θηριακῶν δὴ καλουμένων ἀρτίσκων 𐅻 α λειοτριβηθεῖσα ζεννύσθω δὶς ἢ τρὶς ἐν οἴνῳ καλῷ ἀκράτῳ κυάθῳ ἑνὶ καὶ οὕτως προσφερέσθω. ἱστοροῦσι δέ τινες καὶ ῥίνημα ἐλέφαντος ἁρμόζειν πρὸς τὴν διάθεσιν· διδόασι δὲ 𐅻 α ἐν μελικράτῳ κυάθους τρεῖς. τὸ δὲ τῆς ἐλάφου κέρας καιόμενον καὶ διδόμενον ὡσαύτως ἐπὶ πλεῖστον ἔγνωμεν ἁρμόζον, καὶ τῆς σιδηρίτιδος βοτάνης τῶν φύλλων ξηρῶν τὸν ἴσον σταθμὸν ὡσαύτως διδόμενον, καὶ τῆς τριφύλλου πόας, καὶ μάλιστα τῆς ἀσφαλτίτιδος, 𐅻 α, οὐχ ὡσαύτως δὲ πινόμενον, ἀλλὰ δεῖ ποιῆσαι τρεῖς κυάθους, τὸν μὲν ἕνα μέλιτος, τὸν δʼ οἴνου βελτίστου, τὸν δʼ ὄξους σκιλλίνου, καὶ μίξαντα τὴν βοτάνην προσφέρειν. καὶ κατʼ ἰδίαν δὲ τὸ σκίλλινον διδόμενον αὐτοῖς καθʼ ἡμέραν μετὰ τοὺς ἑωθινοὺς περιπάτους ἄκρως ποιεῖ· τὸ πλῆθος δʼ ἔστω 𐆂υ α. ἔνιοι δὲ τοὺς ὄνους τοὺς ὑπὸ ταῖς ὑδρίαις λεγομένους πέντε ἢ ἓξ λεάναντες ἐν μελικράτῳ κυάθοις τρισὶ διδόασιν αὐτοῖς· ἁρμόσαι δʼ ἂν τὸ τοιοῦτον πρὸς τὰς δυσπνοίας μᾶλλον τὰς συμβαινούσας τοῖς ἤδη κεκρατημένοις ὑπὸ τοῦ πάθους· καὶ γὰρ ἐνίοις τῶν ἀσθματικῶν ἄκρως βοηθεῖ. τοῦτο δὲ τῆς σκίλλης σπέρματος ὀβολὸν ἐπιδοτέον τοῖς ἐλεφαντιῶσιν ἐν μέλιτι ἡμιέφθῳ κυάθῳ ἑνί· ἐσκευάσθω δὲ τρόπῳ ἐκλείγματος. ὡσαύτως δὲ καὶ Αἰθιοπικοῦ κυμίνου 𐅻 γ μέλιτι συγκαταπλεκόμεναι. διδόσθω δὲ καὶ ὀποῦ Κυρηναϊκοῦ μέγεθος ὀροβιαῖον βουτύρῳ καὶ μέλιτι διειμένον. φαρμάκου δὲ καιρός ἐστιν, εἰ πρὸς τὴν διάθεσιν δοκιμάζοιτό τι τῶν εἰρημένων, ὁ μετὰ τοὺς ἑωθινοὺς περιπάτους. ἀπὸ δὲ τῆς ἀναφωνήσεως διαστήσαντες ἐπὶ τὰ γυμνάσια καὶ τὴν τρῖψιν ἀπίτωσαν. ἡγείσθω δὲ τούτων ὁ ἐν ἀναβολῇ καλπασμὸς ἢ καὶ δρόμος· ἔπειτα ἀναρπασθείσης τῆς νοτίδος, ἥτις ἐπηνθηκυῖα διὰ τὸν σάλον ὑπάρχοι, λίπει χριέσθωσαν ἀρκείῳ ἢ ἀλωπεκείῳ· τρίτην δʼ ἔχει χώραν λεόντειόν τε καὶ ταύρειον· εἰ δὲ μηδὲν τούτων παρείη, τῶν πτηνῶν τινος ἢ βουτύρῳ προσφάτῳ· καίτοι γε Θεμίσων πᾶν ἄλειμμα πολεμιώτατον τοῖς ἐλεφαντιῶσιν εἶναί φησι, λόγῳ καὶ οὐχὶ τῇ πείρᾳ προσεσχηκώς· μαλάσσεται μὲν γὰρ ὑπὸ τῶν ἀλειμμάτων ἡ σύγκρισις· αὐχμηρὰ δὲ μένουσα καὶ περίξηρος ῥήγνυται ῥᾳδίως· ὥστε τοὺς κατὰ τῆς ἐπιφανείας ὄχθους δυσαλθῶς ἑλκοῦσθαι παρὰ τὴν αἰτίαν ταύτην συμβαίνει. τά τε οὖν γυμνάσια καὶ ἡ τρῖψις ἔν τινι λίπει τῶν προειρημένων ἐπιτελείσθω, καὶ τὸ πλέον μὲν ἄφαλσις ἔστω καὶ τῶν σκελῶν ἀνάτασις καὶ βολαὶ χειρῶν πρὸς κώρυκον, ἢ καὶ διακρατουμένων ἁλτηρίων. ἤδη δὲ καὶ πάλη τις παιδιώδης πρὸς ἀσθενέστερόν τε καὶ ἔμπειρον. μετὰ δὲ τὰ γυμνάσια τήλεως αὐτοῖς ἀφέψημα περιχείσθω ἢ χυλὸς πτισάνης ἀμμωνιακοῦ βραχὺ συντετηκότος ἔχων· ὄξει δὲ τὸ ἀμμωνιακὸν λελυμένον τῷ χυλῷ παραπλεκέσθω. καὶ τοῦτον τὸν τρόπον ἀπολυέσθωσαν εἰς τὸ βαλανεῖον· ἐπιβλαβεῖς γὰρ αἱ ἀλουσίαι. καὶ βέλτιον μὲν ξηραῖς χρῆσθαι πυρίαις αὐτοφυέσιν, εἰ παρείησαν· εἰ δὲ μή, ἐπιτεχνηταῖς· ὕστερον δὲ καὶ ὕδασι θειώδεσιν ἢ στυπτηριώδεσι ψυχροῖς, οἷά ἐστι τὰ τῆς Ἰταλίας Ἄλβουλα καὶ τὰ Νεπίσινα καὶ τὰ ἐν Μακεδονίᾳ καὶ τὰ ἐν Κρήτῃ, καὶ ἐπὶ Θρᾴκης τὰ ἐν Ἀγχιαλῷ καὶ ἄλλοις τόποις· εἰκὸς γὰρ εἶναι πολλὰ τοιουτότροπα. τὰ δʼ Ἄλβουλα καὶ πινόμενα θαυμαστῶς ὠφελεῖ τοὺς ἐλεφαντιῶντας. εἰ δὲ μὴ παρείη ψυχρά, θερμοῖς αὐτοφυέσι χρηστέον· ἢ μετὰ τὰ κοινὰ βαλανεῖα θαλάσσῃ ἐννηχέσθωσαν ἢ καταχείσθωσαν. λυσιτελέστατον δὲ καὶ τῷ ἀφεψήματι περιαντλεῖσθαι περδικίου ἢ ἀρνογλώσσου ἢ σεύτλου. περιμαξάμενοι γοῦν ἀφʼ οὑτινοσοῦν τῶν προειρημένων λουτρῶν, ἐπαλειφέσθωσαν σχινίνῳ ἢ οἰνανθίνῳ. σπουδαιότατον δʼ ἄλειμμα καὶ τὸ διὰ βουτύρου καὶ τὸ διὰ μυρσίνου καὶ οἴνου ἴσον καὶ ὠοῦ εἰς γλοιοῦ πάχος πεπονημένον· τῷ δʼ οἴνῳ βραχὺ παραπεπλέχθω ἀμμωνιακοῦ ἢ στυπτηρίας στρογγύλης. καταψυχθέντες δὲ πράως ἀπὸ τῶν συγχρισμάτων ῥάκεσι τρυφεροῖς, ὥστε μὴ τραχυνθῆναι τὴν ἐπιφάνειαν ἀπὸ τῶν ὠμολίνων, ἡσυχίᾳ μακροτέρᾳ παραδιδόσθωσαν· ἔπειτα προπινέτωσαν ὕδωρ εἰς τὸ ἀποκλύσαι τὸν στόμαχον, καὶ εἰ τοῦτο ἐπιπολάζοι, καθέσει δακτύλων ἀπορρίψοντες τὸ ποθέν. συναποπτύεται δʼ αὐτῷ πολλάκις χόλιον, καὶ πάντως γοῦν φλέγμα ἀφρῶδες ὑπόδριμυ πικρόν. λαμβανέτωσαν δʼ ἀψινθίτου κεκραμένου ἢ ὀριγανίτου συμμέτρου κύλικος μὴ πλέον, καὶ σύμμετρον ἐπιδιαστήσαντες προσφερέσθωσαν τὴν τροφήν, οἴνου τε λοιπὸν ἀπεχόμενοι γλυκέος καὶ οἰνομέλιτος καὶ παντὸς τοῦ ἐγκαθίζειν καὶ δυσχερῶς ἐξοικονομεῖσθαι πεφυκότος· διὸ καὶ ψυχροποσίας ἀποσχετέον αὐτούς· ἀντιπίπτει γὰρ ταῖς πέψεσιν. αἱ τροφαὶ δʼ ἐν μὲν τοῖς τῶν καθάρσεων καιροῖς εὐέκκριτοι παραλαμβανέσθωσαν, ὅπως μὴ ἐξ ἀποκοπῆς ἐπίσχεσιν αἱ ὗλαι λαμβάνωσιν, ἀλλʼ ἐκκριθῇ πᾶν τὸ ἐφθακὸς μεταβεβληκέναι ὑπὸ τῆς φαρμακείας. ἄρτος μὲν οὖν κρίθινος ἢ συγκομιστὸς ἢ μᾶζα ἐξ ἀλφίτων εὖ κατωπτημένων ἐπιτήδειος· λαχάνων δὲ σεῦτλον καὶ ῥάφανος ἑφθὴ καὶ κεφαλωτὸν πράσον δυσὶν ὕδασιν ἀπογλυκανθὲν καὶ κράμβη κάθεφθος θριδακίνη τε ἐξ ἅλμης καὶ κάππαρις ἡ ἐξηνθηκυῖα σελίνῳ καὶ μαράθῳ καὶ ὄξει τμητικωτέρῳ ἡδυσμένη· τῶν δʼ ἐκ θαλάσσης ὄστρεα καὶ κτένες ἐχῖνοί τε καὶ πελωρίδες καὶ τελλῖναι σεύτλοις συνηψημέναι· καὶ γὰρ ἰδιαίτερον ὁ ζωμὸς αὐτῶν χρησίμως τὰς ἐκκρίσεις κινεῖ. νῦν δὲ καὶ τάριχος ἐπιτήδειος παλαιότερος. ἐν δὲ τοῖς τῶν ἐπικράσεων καιροῖς καὶ τῶν μετὰ τὰς καθάρσεις ἀναλήμψεων πᾶν μὲν τὸ μετέχον δριμύτητος περιαιρετέον δίχα τῶν εἰς τὰς ἀρτύσεις καὶ τὰς συμμέτρους εὐστομίας ἐπιτηδείων· τὸ δὲ ποσῶς ἐπιγλυκαῖνον παραληπτέον, καθάπερ ὠὰ καὶ χόνδρους πλυτοὺς καὶ γάλα καὶ μέλι σὺν ἄρτῳ καὶ μαλάχην καὶ λάπαθον καὶ σίσαρον, καὶ τῶν ἐν θαλάσσῃ φυκίδας, κίγχλας, βούγλωσσα, νάρκας, καὶ τὰ πλεῖστα τῶν πτηνῶν, ὅσα μὴ τὰς διατριβὰς ἐν ὕδασι ποιεῖται, κρεῶν δʼ ἐρίφεια καὶ λάγεια καὶ δορκάδεια, ὀπώρας δὲ σῦκον εὐγενὲς καὶ σταφυλὴν συμπεπτωκυῖαν ποσῶς καὶ σταφίδα τὴν λιπαρωτέραν, μελιτωμάτων δὲ κοπτὴν διὰ στροβίλων καὶ ἀμυγδάλων φρυκτῶν καὶ ἀλεύρου κικίνου πεποιημένην. τῷ τε ἄρτῳ κατʼ αὐτὴν τὴν δίαιταν χρηστέον ἐκ τῶν βελτίστων πυρῶν, καθαρῶν μὲν ἄκρως, ἐγχύλως δʼ ὠπτημένων. καὶ τοιαῦτα μὲν τὰ ἐν τῇ προσφορᾷ· τὰ πλεῖστα δὲ τῶν λοιπῶν ἀποδοκιμαστέον χωρὶς τῶν ἐμφέρειάν τινα ἐχόντων πρὸς τὰ κατηριθμημένα. τὸ δὲ δὶς σιτεῖσθαι μονοσιτίας αἱρετώτερον· ἔστω δὲ τὸ μὲν ἄριστον καὶ τῷ πλήθει εὐσταλὲς καὶ ταῖς ποιότησιν ἀποίκιλον· ἢ γὰρ ξηρὸς ἄρτος ὀλίγος ἢ ἕν τι μετʼ αὐτοῦ προσέψημα· τὸ δεῖπνον δὲ καὶ ἐκτενέστερον καὶ ποικιλώτερον. οἶνος δὲ κατὰ μὲν τὴν λοιπὴν θεραπείαν ἄθετος, ἐν δὲ ταῖς ἀναλήψεσιν ὀλίγος λεπτὸς εὐώδης λευκὸς μετὰ τὰ σιτία παραλαμβανέσθω. ὕπνος ὁ μεθʼ ἡμέραν ἀνεπιτήδειος, καὶ μάλιστα ὁ ἐν φωτί· νυκτερινὸς δʼ ἀπερίσπαστος ἐπιτηδευέσθω, καὶ μετὰ πολὺ τοῦ δείπνου διάστημα. τοιοῦτος μὲν οὖν ὁ τύπος τῆς διαίτης ἔν τε ποιουμένοις καὶ προσφερομένοις· λοιπὸν δʼ ἐπὶ τὰ ἔξωθεν προσπίπτοντα μεταβάντες, ὅσα συγχρίσματα καὶ σμήγματα κατάλληλα τῷ πάθει λέγωμεν. ἐν αὐτῷ οὖν τῷ βαλανείῳ σμηχέσθωσαν ἀφεψήματι τήλεως καὶ σευτλίων, ἀφροῦ νίτρου πεπλεγμένου, ἢ τῷ Γερμανικῷ σμήγματι — καλεῖται δὲ σάπων — ἢ τῷ μυροβαλάνῳ· πρὸ δὲ τοῦ λουτροῦ ψίλωθρον καταχριέσθωσαν, ἤτοι κατʼ ἰδίαν ἢ μετὰ χυλοῦ πτισάνης. φυλάσσεσθαι δὲ δεῖ τὴν εἰς τὰ ὄμματα κατάρρυσιν, ἐπεὶ καὶ τὸ πρόσωπον ἀνάγκη καταχρίειν, πλεῖον ὑπὸ τοῦ πάθους ἤπερ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐπηρεαζόμενον. καὶ ἐπιμένειν μὲν τῷ χρίσματι πλείονα προσήκει χρόνον, μὴ μέντοι μέχρις ἑλκώσεως· τὰ φθάσαντα δʼ ἀποδέρεσθαι λιθαργύρῳ μετὰ ῥοδίνου γλοιώδει θεραπεύειν. ἱκανῶς δʼ αὐτῶν ἀποκαθαίρει τοὺς χρῶτας καὶ ἀνδράχνη μετʼ ὄξους λειωθεῖσα καὶ τὸ λεπτὸν ἀείζῳον καὶ λαπάθου ῥίζα ἑψηθεῖσα ἐν ὄξει. καὶ στυπτηρία μεθʼ ἁλῶν καὶ σανδαράκης ἴσον σὺν οἴνῳ καὶ σχινίνῳ λελειοτριβημένον σπουδαίως ἀποσμήχει, καὶ τὸ πρὸς ἀλφοὺς φάρμακον· ἔστι δʼ ἀλκυόνιον καὶ νίτρον καὶ θεῖον ἄπυρον καὶ μυρρίνη καὶ συκῆς φύλλα ἀγρίας. πάντα δʼ ὁμοῦ διʼ ὄξους γλοιοῦ πάχος ποιούμενα καταχρίεται. θαυμαστὸν δὲ φάρμακον καὶ τοῦτό ἐστιν· λαπάθου τῶν ῥιζῶν καὶ ὀξυλαπάθου δεσμίδιον χειρόπληθες, νίτρου 𐅻 μ, θείου ἀπύρου 𐅻 κε, λιβάνου 𐅻 ιε, κόστου 𐅻 ιβ. τὰ ξηρὰ λεαίνεται μετʼ ὄξους Αἰγυπτίου καὶ καταχρίεται. πρακτικὸν δʼ ἐπίχρισμα καὶ τὸ τοιοῦτο· ἀρσενικοῦ 𐅻 ιδ, θείου ἀπύρου 𐅻 η, καστορίου 𐅻 ιβ, δαφνίδων ξηρῶν … ιβ, ἀσβέστου 𐅻 δ, κέδρου 𐅻 α. ταῦτα πάντα φυρᾶται λεύκης τῶν φύλλων χυλίσματι ἢ τῷ ἀφεψήματι παχεῖ καὶ σύστασιν ἔχοντι μέλιτος, παραλαμβάνεται. καταχρίεται καὶ ἡ τεκτονικὴ κόλλα διαλυθεῖσα ἐν ὄξει, καὶ μετὰ τὸ παγῆναι ἀφαιρεῖται, καὶ δὶς καὶ τρὶς καὶ πλειστάκις τὸ αὐτὸ δεῖ ποιεῖν. σκευάζεται δὲ καὶ ὑφʼ ἡμῶν φάρμακον ἄκρως ἐπὶ πάντων ἡρμοκὸς τοιοῦτο· ῥιζῶν λαπάθου δεσμὰ δύο καθέψονται ἐν ὄξει, ἔπειτα ὁλμοκοποῦνται· μετὰ τοῦτο δʼ ἐν θυΐᾳ λειοτριβοῦνται, παραχεομένου ὄξους, ἢ ἐν ᾧ ἡψήθησαν, εἴ τι περισσὸν εἴη, ἢ ἑτέρου, καὶ προσεμβάλλονται ἀλκυονίου 𐆃 α, θείου ἀπύρου 𐆄 ϛ, χαμαιλέοντος μέλανος ῥίζης 𐆄 δ, καὶ κοχλιῶν ὀστράκων κεκαυμένων 𐆄 δ, ἀφρονίτρου 𐆄 η. συνεκλεαίνεταί τε πάντα ὁμοῦ μέχρι γλοιοῦ σχῇ πάχος, εἶτα καταχρίεται, θέρους μὲν ἐν ἡλίῳ πλεονάκις ψυχόμενον καὶ μετὰ δύο ὥρας ἀπομασσόμενον, χειμῶνος δʼ ἐν βαλανείῳ μέχρι ἀφιδρώσῃ. καὶ αὐταὶ δʼ αἱ ὀχθώδεις ἐπαναστάσεις, φλεγμαίνουσαι μὲν ἢ καὶ προεξηλκωμέναι, γλαυκίῳ καταχριέσθωσαν ἢ λυκίῳ ἢ ἀλόῃ· καταπλασσέσθωσαν δέ, εἰ καὶ τούτου δέοι, χόνδρῳ μετὰ χυλίσματος ἀρνογλώσσου ἢ πολυγόνου ἢ κράμβης· ἄλλως δὲ μετʼ ἀμμωνιακοῦ οἴνῳ διειμένου ἢ πρασίου χυλῷ. θαυμαστῶς δʼ ὠφελεῖ τὰς ἐπαναστάσεις τὰς κατὰ τοῦ προσώπου κατάπλασμα τὸ διὰ τῆς Μιλησίας βοτάνης· κόπτεται δὲ μετʼ ἀξουγγίου παλαιοῦ χλωρᾶς τῆς πόας τὰ φύλλα καὶ ἐπιρρίπτεται. καὶ φοινίσσεται μὲν ἱκανῶς καταλειφθέντα τὰ μέρη, στέλλεται δὲ ῥᾳδίως ἄρτου ἐπιπλασθέντος, ἢ κηρωτῆς διʼ ἀμυγδαλίνου πεποιημένης, καὶ ἐπὶ τὴν κατὰ φύσιν εὔχροιαν ἀποκαθίσταται. συγχρίσματά τε ἐπὶ τοῦ πάθους τά τε ἤδη παραδεδομένα τῶν θηρίων στέατα εὐδόκιμα καὶ τὸ ἀμυγδάλινον αὐτό· πρακτικωτάτη δʼ ἐστὶν ἡ κεδρέα καὶ φώκης λίπος εἰς ἓν συντακέντα. πρὸς μέντοι τὰς ἑλκώσεις καὶ ἐμπλάστροις χρηστέον τῇ διὰ τοῦ διφρυγοῦς καὶ τῇ διὰ τοῦ οἴνου μηλίνῃ, καὶ πρὸς τὰς τυλώδεις καὶ ὀχθώδεις τῇ διὰ τῶν ἁλῶν καὶ ψιμυθίου καὶ ἐλαίου παλαιοῦ. λαμβάνει δὲ τῶν μὲν ξηρῶν ἀνὰ 𐅻 α, τοῦ δʼ ἐλαίου 𐅻 β, καὶ μετὰ τὸ πάντα ὁμοῦ συλλεανθῆναι ἕψεται. διαφορεῖ δὲ καὶ αὐτὴ τὰς σκληρίας καὶ ἀποτήκει τοὺς τύλους. τοσαῦτα μὲν καὶ τὰ κατὰ τῆς ἐπιφανείας φάρμακα τοῖς ἐλεφαντιῶσιν· συνουσίας δʼ αὐτοῖς παντελῶς ἀφεκτέον, ὡς πολεμιωτάτης πρὸς τὴν διάθεσιν· τεκμήριον δʼ ὅτι γυναῖκες μὲν ἥκιστα ἐλεφαντιῶσιν, εὐνοῦχοι δὲ σπανιώτατα καὶ θεραπεύονται ῥᾳδίως.
Ἐκ τῶν Ῥούφου. Περὶ ἀποσκημμάτων.
Ὅσα τῷ ἀνθρώπῳ νοσήματα γίνεται, τὰ μὲν ἰωμένοις καθίσταται, τὰ δʼ ἀποσκήψεσι καὶ διαδοχαῖς πόνων ἑτέρων. ὡς μὲν οὖν τοῖς ἰάμασι θεραπεύειν χρή, ἑτέρωθι εἴρηται, καὶ διαιτημάτων τρόποι παντοδαποὶ καὶ φάρμακα οἰκεῖα ἑκάστῃ νόσῳ· νῦν δʼ ἐρῶ ὅσοι δὴ πόνοι χρηστῶς ἐπιγίνονται λύοντες τὰς ἀρχαίας νόσους, οὐδὲν μὲν τοῦ ἰατροῦ μηχανωμένου εἰς τόδε· ἢν δέ πῃ ὁρμήσῃ καλῶς, ἵνα μὴ ἐμποδὼν ἵστηται· καὶ γὰρ δή τινες καὶ ἰσχίου ὀδύνην καὶ ἄλλου ἄρθρου καὶ οἴδημα παρούσαις ἀνιστάμενον, καὶ δυσεντερίαν δὲ καὶ ἴκτερον καὶ ἄλλα πολλά, περὶ ὧν γεγράψεται, ἀγνοήσαντες, ὡς δὴ κακοῦ γινομένου, δέχεσθαι μὲν ἢ προτρέπειν οὐχ ὑπέμειναν, κωλύειν δὲ πειρώμενοι, πρὶν ὅλον τὸ σῶμα ταύτῃ στηρῖξαι, μείζω δεινὰ ἐξειργάσαντο· ἐγὼ δʼ ὅσα τε χρὴ κωλύειν, ἢν πονηρῶς προσίῃ, καὶ ὅσα ἐρεθισμῷ προτρέπειν πλέον ἢ ἀποπαύειν, ἐν τῷ παρόντι λόγῳ δηλώσας, μέγα τι τοῦτο ἐλπίζω εἰς ἅπασαν τὴν τέχνην συγγεγραφέναι. καίτοι φήσει τις οὐκ ἐμὰ εἶναι τὰ εὑρήματα· πάλαι γὰρ Ἱπποκράτην πολλὰ δὴ ἐπὶ πολλοῖς τοιάδε εἰρηκέναι· κἀγὼ σύμφημι· τί δʼ οὐ παρʼ ἐκείνου τῇ γραφῇ ἐστιν; ἀλλὰ τὸ ἑνὶ λόγῳ περιγράφειν πάντα, καὶ ὅτε τι ὕστερον ἐγνώσθη, καὶ διακεκριμένον ἕκαστον, ταῦτα οὐδὲ τήνδε ἀχάριστον ποιεῖ τὴν συγγραφήν. αὐτίκα ἢν κατάρρου ἔχοντος ἐπιγένηται πυρετός, τὸ μὲν ξηραίνεται τοῦ ῥεύματος, τὸ δὲ πέσσεται· λύσις δʼ αὕτη τῷ κατάρρῳ. καὶ ἢν ἀπὸ ψυχροῦ μέλλῃ νοσεῖν ὁ ἄνθρωπος, καὶ κόπος τε αὐτὸν ἤδη ἔχῃ καὶ βάρος, καὶ ἀλγῇ ἁπτόμενος καὶ κινεῖσθαι μὴ θέλῃ, καὶ τάδε πυρετὸς ἐπιγενόμενος λύει. καὶ πλησμονὴν δʼ ἐκένωσε πυρετός, τὸ μὲν τοῖς ἐμέτοις, τὸ δέ τι καὶ ἐπὶ γαστέρα τρέψας τῆς πλησμονῆς, τὸ δέ τι καὶ ἱδρῶσι πάντοθεν ὡρμημένος. οὕτω μὲν οὖν κατʼ ἔκρους ἐκένωσε πυρετὸς ἀναλώσας, ὥσπερ καὶ ἄλλο πῦρ, οἷς ἂν ἐντύχῃ· διό μοι δοκεῖ καὶ ἀποπληκτικοῖς οὐ πονηρὸς ἐπιγίνεσθαι πυρετός· καὶ γὰρ καὶ αὕτη ἡ νόσος πλησμονή ἐστιν· δέονται δʼ οἱ ἀποπληκτικοὶ καὶ θερμασμάτων. οὐκ ἂν οὖν μοι δοκοῖς εὑρεῖν ἄλλο φάρμακον διʼ ὅλων θερμαῖνον μᾶλλον πυρετοῦ· διὸ καὶ τῷ σπωμένῳ ἀγαθὸν τοῦτο ἴαμα καὶ τῷ ὑπὸ τετάνου παγέντι καὶ γυναικὶ λεχοῖ σπασθείσῃ, καὶ εἴ γέ τις οὕτως ἀγαθὸς ἰατρὸς ἦν ὥστε δύνασθαι ποιῆσαι πυρετόν, οὐδʼ ἄλλο τι ἴαμα χρῆν ζητεῖν τῇ νόσῳ. λέγουσι δʼ οὖρον τράγου πινόμενον εἶναι πυρετωδέστατον, καὶ ἤκουον Λιβύων τινὰς χρωμένους ἐπικαλεῖσθαι τούτῳ πυρετόν· οἶδα δὲ καὶ Εὐήνορα Ἕλληνα ἰατρὸν τῷ φαρμάκῳ χρώμενον, εἴτε πως αὐτὸν ἐξευρόντα, εἴτε δὴ καὶ παρὰ Λιβύων μαθόντα. σπασμὸς δʼ ἄρα καὶ ἡ ἐπιληψία· ταύτης οὖν τεταρταῖος πυρετὸς ἴαμά ἐστιν, ὥστε ἤν τε ὕστερον ἐπιγένηται, λύεται ἡ ἐπιληψία, ἤν τε πρόσθεν, οὐκ ἂν ἔτι τούτῳ τῷ ἀνθρώπῳ γένοιτο. ὅπως δὲ καὶ Τεύκρῳ τῷ Κυζικηνῷ ἔσχεν, εἰπεῖν ἄξιον· ἐπεὶ γὰρ ἥλω τῇ ἐπιληψίᾳ, ἧκε μὲν εἰς Πέργαμον παρὰ τὸν Ἀσκληπιόν, αἰτῶν λύσιν τῆς νόσου· ὁ δʼ αὐτῷ φανεὶς εἰς λόγους ἀφικνεῖται, καὶ ἐρωτᾷ εἰ ἐθέλει τῶν παρόντων ἕτερα ἀλλάξασθαι. καὶ ὃς μάλιστα μὲν οὐκ ἐθέλειν ἔφη, ἀλλά τινα εὐθεῖαν ἀπαλλαγὴν σχεῖν τοῦ κακοῦ· εἰ δʼ ἄρα, μὴ χείρω τὰ γενησόμενα εἶναι τῶν παρόντων. φήσαντος δὲ τοῦ θεοῦ ῥᾴω τε ἔσεσθαι καὶ παντὸς ἄλλου σαφέστερον θεραπεύσειν, οὕτω δὴ ὑφίσταται τὴν νόσον, καὶ αὐτῷ ἥκει τεταρταῖος πυρετός, καὶ τὸ ἀπὸ τοῦδε τῆς ἐπιληψίας ἐξάντης γίνεται. τεταρταῖος δὲ καὶ μελαγχολίας ῥύεται, καίτοι πολὺς μὲν ἐν τῇ μελαγχολίᾳ ὁ χυμὸς οὗτος ἔνεστι, πολὺς δʼ ἐν τῷ τεταρταίῳ πυρετῷ. ἀλλʼ εἰ ἐπὶ πᾶσι τὴν πρόφασιν ἐθέλοις ζητεῖν, οὐκ ἂν ἐξευρίσκοις, ἐπεὶ καὶ τόδε ἄπορον ἦν· ποτὲ τοῦ ἄσθματος — νόσος δʼ αὕτη τοῦ πνεύμονός ἐστι δυσμεταχείριστος καὶ τοῦ ψυχροτέρου τρόπου — πάλιν δὴ ὁ τεταρταῖος καὶ τοῦ ἄσθματος ἔχει λύσιν, πυρετῶν πάντων ὀρθῶς εἶναι λεχθεὶς ψυχρότατος. τεταρταῖον δʼ οἶδα καὶ ἐξανθημάτων κατὰ δέρμα πολλῶν καὶ τραχέων, ὁποῖα λέπρας καλοῦσι, γεγενημένον ἴαμα, καίτοι καθάρσεις μὲν πάσας ἐκαθάρθη ὁ ἄνθρωπος καὶ ἔξωθεν καὶ ἔνδοθεν, διαίτῃ δʼ ἐπὶ τὸ χρηστὸν τρεπούσῃ εἰς πολὺ ἐχρήσατο, ὅλως τε οὐδὲν τῶν νομιζομένων ἐπὶ τούτοις παρῆκεν, ἀλλʼ οὐδέν τι μᾶλλον αὐτῷ κατέστη πρὶν τὸν τεταρταῖον ἐλθεῖν, ἀρξάμενον μὲν ἀπὸ φθινοπώρου, τείναντα δὲ μέχρι τροπῆς θερινῆς. ὅτι γε μὴν καὶ πυρετοῖς, τὰ ἄλλα οὐκ ἀσφαλέσιν, ἐπιγενόμενος ἐξέωσεν, πᾶς τις οἶδεν. κατὰ μὲν τὸν τεταρταῖον ὧδε ἔχει· καὶ αὐτὸς δέ που ἤδη ἑτέροις ἐλύθη τισί, τοῦτο μὲν ἀποσκήμμασιν οἷς καὶ οἱ ἄλλοι πυρετοί, περὶ ὧν ἤδη αὐτίκα γράψω, τοῦτο δὲ περιόδῳ ἄλλῃ. μάλιστα μὲν οὖν εἰς ἀμφημερινὸν τοῦτο τρέπεται — καὶ γὰρ μάλιστα ἐκεῖθεν γίνεται —, εἰς τριταῖον δʼ οὐ μάλα τρέπεται· ἑτεροία γὰρ ἡ φύσις τριταίου πυρετοῦ πρὸς τεταρταῖόν ἐστιν. καὶ οἱ πεπλανημένοι δὲ καλούμενοι πυρετοὶ κατέπαυσαν τεταρταῖον, ὥσπερ οὖν καὶ ἐπηγάγοντο· καὶ συνεχὴς δʼ ὡσαύτως, οὐ μὴν ἀφροντίστως, ἀλλʼ ὥστε δεῖσαι περὶ τῷ ἀνθρώπῳ, τεταρταίου κρίσιν ἤνεγκεν, ὅσαις τε ἄλλαις περιόδοις κεχρονισμέναις ἐπιγίνεται συνεχὴς πυρετός, κρίνειν εἴθισται. καλὸν δὲ καὶ τῷ λειπυρίᾳ καὶ τῷ ἠπιάλῳ καὶ τῷ κρυμῷ καῦσον ἐπιγενέσθαι. δύο δὲ καῦσοί εἰσιν, ὡς οὕτω φάναι· ὁ μὲν τὰ εἴσω καίει, καὶ δίψος γε ἄπαυστον ἔχει, καὶ οὖρα μέλανα, καὶ ἡ γαστὴρ τὸ μὲν ἄνω ὑπερβάλλει χολὴν παντοδαπήν, τὸ δὲ κάτω ἐκδίδωσιν ὁποῖα συντήξεις ὀνομάζομεν, καὶ μυκτήρ τε ἀποστάζει, καὶ ἡ γλῶσσα τραχύνεται καὶ μελαίνεται, καὶ ἄγρυπνοί εἰσι καὶ ἀσηροὶ καὶ παράληροι, τό τε πνεῦμα συνεχές, καὶ ἀπορία πολλή· τὰ δʼ ἔξω πάντα ψυχρότεροι, καὶ ἔτι μᾶλλον χεῖρας καὶ πόδας. οὗτος μὲν οὖν ὁ καῦσος ἐπιπονώτατος πυρετῶν καὶ θανατωδέστατος· ὁ δʼ ἕτερος καίει μὲν ὥσπερ φλογί, πάντῃ δʼ ἐξικνεῖται· κακὸν δʼ οὐδέν ἐστι μέγα τοῖς εἴσω, ῥᾳδίως τε σὺν ἱδρῶτι σβέννυται. καὶ δὴ τοῦτόν φημι τῶν προειρημένων πυρετῶν τὸ ἴαμα εἶναι· γένοιτο δʼ ἂν οὗτος καὶ τοῦ πρώτου καύσου ἴαμα, εἰ μηκέτι κρύπτοιτο ἔνδον τυφόμενος, ἀλλʼ ἐκλάμψαι. τοσαῦτα ἔγνων ἀγαθὰ ἐκ πυρετῶν γινόμενα· ἐπὶ δὲ πυρετοῖς πόνοι τε ἰσχίων χρηστῶς ἐπιγίνονται καὶ τῶν ἄλλων ἄρθρων καὶ μηροῦ καὶ σύμπαντος σκέλους. εἰ δὲ διασημήνειε μὲν ὁ πόνος τῇδε, ἀφανισθείη δὲ μήτε ἐκκρίσεώς τινος γενομένης πεπείρου, μήτε ἐπί τινι τῶν εἰωθότων ἰαμάτων, μήτε ἑτέρωθι μεταστάντος τοῦ πόνου — χρὴ δὲ τὴν μετάστασιν μὴ εἰς ἐπίκαιρα γίνεσθαι· οὐδὲ γὰρ τοῦτο ἀγαθὸν οὐδέν, εἰ μὴ κακὸν ἔσχατον—ταῦτα εἰ μηδὲ ὧδε γίνοιτο, ἀνάγκη τὸν πυρετὸν ἐπανελθεῖν σὺν παραφροσύνῃ ἢ σπασμῷ ἢ κώματι ἤ τινι ἄλλῳ κακῷ ἀνηκέστῳ. ἀγαθὸν δὲ καὶ τὰ παρὰ τὰ ὦτα ἐπαιρόμενα οἰδήματα, εἰ μὴ ἀπέπτως καὶ σκληρῶς καὶ βιαίως ἐπαίρηται· πολλοὶ γὰρ δὴ σφόδρα ἐρεισάντων διεφθάρησαν, καὶ τὰ ἄλλα οὐκέτι ἀντέχοντες ὑπʼ ἀσθενείας τῇ νόσῳ· εἰ δʼ ἐν τῇ ἀκμῇ τῶν πυρετῶν ἥκοιεν καὶ ἐκ προσαγωγῆς, καὶ ὁ πόνος μικρὸς εἴη καὶ τὸ οἴδημα μαλακόν, καὶ πᾶν ἔξω τρέποιτο, ὥστε μήτε συναγχικόν τι εἶναι, μήτε γλῶσσαν ἐπιξηραίνεσθαι, καὶ εἰ τῆς νόσου μὴ ἀπέπτου οὔσης, καὶ εἰ αὐτὸ τὸ οἴδημα συμπεπαίνοιτο ἢ ἄλλως διαλύοιτο, καὶ εἰ μὴ νῦν μὲν ἐξίσχοι, νῦν δʼ ἀφανίζοιτο, τὰ οὕτως γινόμενα τοὺς πυρετοὺς παύει. παύει δὲ καὶ ληθάργους καὶ παραφροσύνας· ἧσσον μὴν ληθάργῳ ἀγαθὸν ἢ παραφροσύνῃ· τὸ δέ τι καὶ μέλλον ἐπὶ πνεύμονα ὁρμᾶν ὑπεδέξατο. σκληρὰ δὲ καὶ ἀνεκπύητα τὰ οἰδήματα ἔσθʼ ὅτε λύεται σὺν γαστρὸς ταραχῇ καὶ οὔροις πολλοῖς παχέσι, καὶ ἥδε ἡ λύσις οὐ παροξύνει τὸν πυρετὸν οὔτε ἀνακαλεῖται εἰς ὑποστροφήν. ἐν δὲ τοῖς λοιμώδεσι πυρετοῖς αἱ ἀποσκήψεις τὴν μεγίστην ἀσφάλειαν ἔχουσιν· γίνονται δὲ παντοδαπαὶ μὲν ὥσπερ τῶν τοιούτων πυρετῶν· τὸ γοῦν πλεῖστον εἰς ἄκρα κατασκήπτει σὺν πόνοις καὶ ἕλκεσι καὶ ἄρθρων ἀποπτώσεσι, καί ποτε οἶδα γνάθους ἀποψιλωθείσας καὶ ὀδόντας μελανθέντας καὶ μεγάλα τῶν γνάθων ὀστᾶ ἐν χρόνῳ ἀποστάντα. κρίνεται δὲ καὶ ἰκτέρῳ πυρετός, ἀλλὰ δεῖ μὴ αὐτίκα καὶ ἐν ἀρχαῖς ἐπιφαίνεσθαι, ὡς τοῦτο δεινὸν πρὶν ἐκ τῆς ἑβδόμης ἐξανθῆσαι τὸν ἴκτερον, καὶ σημαίνει καθʼ ἧπαρ πονηρεύεσθαι τὴν νόσον. ἐπὶ δὲ τοῖς καύσοις τὰ ῥίγη ἀγαθά, ἢν ἰσχύῃ ὁ νοσῶν· τοῖς δὲ πάνυ ἀρρώστοις θανατώδη. καὶ ἄλλας δὲ συνεχείας πυρετῶν ῥίγη διέστησε καὶ εἰς περιόδους ἵδρυσεν. οὐ φαῦλον δʼ οὐδὲ διάρροια ἐπὶ πυρετῷ· δυσεντερία δὲ χαλεπώτερον μέν, ἀλλὰ καὶ ἥδε πυρετῶν ἔσθʼ ὧν δὴ κεχρονισμένων ἐρύσατο. κύστις δʼ ἐπώδυνος κάκιστον μὲν ἐν πυρετῷ — καὶ γὰρ παραφροσύνην σημαίνει καὶ ἄλλα πολλὰ δυσχερῆ —, γένοιτο δʼ ἄν που καὶ τοῦτο χρηστόν, ἢν αὐτὴ μὲν ἡ κύστις μαλθακὴ ᾖ, τῇ δὲ διαδόσει τῶν οὔρων πονῇ, παχέων τε ὄντων καὶ πολλῶν· καὶ γὰρ ἂν κοιλίαν ἐπιξηράναι κάθυγρον καὶ κρίσιν βεβαίαν παράσχοι. τὰ δʼ ἐξανθήματα καὶ ὅσαι τραχύτητες, ἢν μὲν ἐν καιρῷ γίνωνται καὶ μετρίως τῇ νόσῳ, καὶ τρεπόμενα ἔξω μηκέτι παλινδρομῇ εἴσω, ταῦτα λύει πυρετοὺς καὶ εἰς ἀσφάλειαν ἄγει· τὰ δʼ ἐναντία πάντα ὕποπτα, ἢν μή τις ἑτέρα ἔκκρισις ὑποδεξαμένη αὐτὰ ἀπενέγκῃ. περὶ δὲ τοῦ ἐρυσιπέλατος, οὐδὲν μὲν ἡγοῦμαι ἀγαθὸν ἐρυσίπελας ἐν πυρετοῖς· καὶ γὰρ νέμεται πάντῃ καὶ φλογώσεις ἄλλας πρὸς ταῖς ἐκ πυρετοῦ παρέχει, καὶ εἰ θελήσει τρέπεσθαι εἴσω, σαφέστατα ἀπόλωλεν ὁ ἄνθρωπος· στηρίξαν δέ που καὶ ἕλκος ποιησάμενον, τὸ μὲν ἕλκος οἷον πυρίκαυτον ὑγρὸν καὶ δύσοδμον καὶ κακῶς σηπόμενον γίνεται· σάρκες δὲ μεγάλαι ἐκπεσοῦσαι καὶ ὀστᾶ ψιλωθέντα καὶ ἀποστάντα σωτηρίαν ἤνεγκεν. οἱ δὲ κεχρονισμένοι πυρετοὶ καὶ πρὸς ἕδραν ἀφίστανται, ὥστε ἐμπύημα μὲν παρὰ τὴν ἕδραν γενέσθαι, λυθῆναι δὲ ταύτῃ τὸν πυρετόν· ἄλλοις δέ τισι κατὰ βουβῶνα ἐκπυεῖ, ἄλλοις δʼ ἄλλῃ. πονηρὰ δὲ πάντα ὅσα ἔνδον ἢ ὑπὸ στῆθος ἢ ὑπὸ κενεῶνας ἐκπυεῖ· τῶν μὲν γὰρ πυρετῶν τὸ ὀξὺ θραύει, τρόπον δʼ ἕτερον θανατηφόρα ἐστίν. ἐπῄνεσα δέ ποτε καὶ σπληνὸς οἴδημα καὶ ὑποχονδρίου ἔντασιν ἐν πυρετοῖς κακοήθεσι, καί μοι καλῶς ἀπέβη, καὶ μᾶλλον ὅσοις ἐπὶ σπλῆνα ἀνώρμησεν· εἰ δʼ ἐντεῦθεν ἐπὶ κύστιν ῥυῇ, τοῦτο δὴ κάλλιστον καὶ ἀγαθὸν τελειότατον. οἱ μὲν δὴ πυρετοὶ διὰ τοιῶνδε καὶ τόπων καὶ παθημάτων λύονται· τὰ δʼ ἄλλα νοσήματα, δυσεντερία μὲν χρόνιος ἐπιληψίαν τε ἰάσατο καὶ εἰλίγγους καὶ ἕλκη κεφαλῆς καὶ πόνους ἰσχίων, καί μοι δοκοῦσιν οἱ ἰατροὶ παρὰ τῆσδε τῆς νόσου ἐκμαθόντες, ἢ τὰ ἄλλα μηδέν, πρὸς τὴν ἰσχιάδα φάρμακα ἐνιέναι τῷ ἀνθρώπῳ, ἀφʼ ὧν αἷμά τε καὶ ἰχὼρ παντοδαπὸς ῥυήσεται, ὥσπερ ἐν τῇ δυσεντερίᾳ, οἱ δʼ αὖ τινες ἔσωθεν διακαίειν τὰ ἰσχία· χρῆναι γὰρ δὴ πάντως ἐφʼ ἕλκει παύσασθαι τὴν νόσον. ἰάσατο δὲ δυσεντερία καὶ μανίας τῆς τε ἄλλης καὶ μελαγχολίας· ἰάσατο δὲ καὶ γυναῖκα νοσημάτων ὑστερικῶν καί τινος φύματος τοῦ παντάπασιν εὐήθους, οἷα δὴ φύεται γυναιξὶν ἔν τε τιτθοῖς καὶ ὑπὸ μασχάλαις, κρυπτὰ καρκινώδη ὀνομαζόμενα. καὶ σπονδύλων δὲ κυφώματα, ὅσα κατʼ ὀσφὺν γίνεται, δυσεντερία ἔλυσεν. τό γε μὴν φοβερώτατον τῶν νοσημάτων καὶ δυσμεταχείριστον, ὃ νῦν μὲν ἐλέφαντα καλεῖν εἰθίσμεθα διὰ τὴν ὁμοιότητα τῆς τε τοῦ νοσήματος ἕξεως καὶ τῆς τοῦ θηρίου φύσεως — πάλαι δʼ ἀπὸ τῶν χυμῶν τῆς κακίας τὴν ἐπίκλησιν εἶχε —, τοῦτο δυσεντερία χρονίσασα ἐξεκάθηρεν. αἱ δὲ τοῦ αἵματος ἐκκρίσεις, αἱ μὲν καθʼ αἱμορροΐδας μελαγχολίαν τε ἰῶνται καὶ πᾶσαν μανίαν ἄλλην· καὶ ἐπιληψίαν δʼ ἰῶνται καὶ εἴλιγγον κεφαλῆς καὶ πτύσιν αἵματος· οὐδʼ ἂν οὔτε πλευρῖτις γένοιτο ἐφʼ αἱμορροΐδι οὔτε περιπνευμονία οὔτε καυσώδης πυρετὸς οὔτε τι ἄλλο κάτοξυ νόσημα· ἀτὰρ οὔτε ἕλκος πονηρὸν ἄν τι γένοιτο, οὔτε ὅσα ἐξανθεῖ ἔξω λέπραι καὶ λειχῆνες, καὶ ὅσαι τοιαῦται τραχύτητες. καὶ τί δὴ καθʼ ἕκαστον οὕτω λέγω, ἐξὸν τὸ σύμπαν εἰπεῖν ὅτι μεγάλη αὕτη κώλυσίς τε εἰς τὸ γενέσθαι νόσημα καὶ λύσις τῶν ἤδη παρόντων; μάθοις δʼ ἂν ἰδὼν τὸν εἰθισμένον μὲν κενοῦσθαι καθʼ αἱμορροΐδα, διʼ ἐπισχέσεως δʼ ὄντα, ὡς οἰδεῖ μὲν ἅπας καὶ ὑδερώδης γίνεται, βαρύνεται δὲ καὶ ὑπνοῦν ἐθέλει· καὶ νωθρὸς μὲν τὴν γνώμην ἐστίν, ἀλγεῖ δʼ ὅ τι ἂν τύχῃ· ὁ δʼ αὖ καὶ ὑπερεμήσας ἄνω ἔπτυσεν· ὁ δʼ αὖ καὶ τέλεον ἀπεπλήχθη. μικρὸν δʼ ἐπὶ ταῖς αἱμορροΐσι καθαιρομέναις μετρίως τὸ γινόμενον βλάβος, οὐ νόσημα, ἀλλά τις ὀλίγη ἀσθένειά τε καὶ κακόχροια· τὰ δʼ ἄλλα μέγιστα ἀγαθά, ὡς εἴρηται· εἰ δʼ ὑπερβάλλοι, κίνδυνος ὑδατωθῆναι. καὶ γυναικὶ δέ, ἢν ἀπὸ ῥοῦ ἐνοχλουμένῃ ἐπιγένηται αἱμορροΐς, καταπαύσει, τὸν ῥοῦν· εἰ δὲ καὶ ταύτῃ ὑπερβάλλοι, κίνδυνος ὑδατωθῆναι. δεύτερα δὲ φέροιτο ἂν κιρσὸς ἐπὶ τῇ αἱμορροΐδι· καὶ γὰρ οὖν καὶ κιρσοὶ πολλὰ προσωφελοῦσιν, ἐπεὶ καὶ μελαγχολίαν καὶ μανίαν, καὶ ὅσα περὶ κεφαλὴν κεχρονισμένα γίνεται, καὶ βάρη ὀσφύος καὶ κυφώματα, ὅσα ὑπὸ συντάσεως τῶν νεύρων κατʼ ὀσφὺν γίνεται, προσωφελοῦσιν. καί μοι δοκεῖ ἄμφω κίνδυνον φέρειν ἰαθέντα, εἰ μή τις πόνοις τε τοῦ σώματος καὶ ἕτερον τρόπον τὸ πλήρωμα ὑπεκκομίζῃ. οἶδα γοῦν τινα κιρσοῦ ἰαθέντα, ὃς οὐ πολὺ ὕστερον εἰς δυσεντερίαν ἐμπεσὼν τὴν αἱματώδη διεφθάρη, καὶ ἄλλον ἐκμανέντα· οἵτινες οὐκ ἐδόκουν ἄν μοι παθεῖν τάδε, εἰ μὴ ἀπεκλείσθησαν αὐτοῖς αἱ ὁδοὶ τοῦ αἵματος αἱ ἐπὶ τοὺς κιρσούς. πλευρῖτις δὲ περιπνευμονίαν λύει — κακὸν δʼ ἐκ πλευρίτιδος εἰς περιπνευμονίαν ἐλθεῖν —, καὶ ὀξυρεγμία λειεντερίαν, καὶ διάρροια ἐμέτους σίτων· λίθοι δὲ κατὰ νεφροὺς καὶ κύστιν ὀδύνην κόλου. χολέρα δʼ οἱονεὶ καὶ ἐλατηρίῳ καθαρθείς τις ὤνατο, οὕτως ὀνίνησιν, ὥστε πολλοὶ ἄσμενοι ἐδέξαντο τὴν νόσον, καὶ εἴ τις πρὶν καλῶς καθαρθῆναι δείσας ἐπέσχεν, ἄλλο τι πάθημα ἐξήγειρεν. αἱ δὲ φρενίτιδες τῶν ληθάργων ἰάματά εἰσι, καὶ οἱ λήθαργοι τοὺς ἀθρόως ἐξισταμένους καὶ ἀπαραλογίστως φρενιτικοὺς ἡμεροῦσιν. πόνον δʼ ἥπατος ὀξὺν καὶ βίαιον αἷμα ὑπελθὸν κατὰ γαστέρα ἀπέπαυσεν, εἴπερ δὴ αἷμα χρὴ νομίζειν εἶναι τὸ ὑπερχόμενον, ἀλλὰ μὴ χυμόν τινα ἄλλον· εἰκὸς δʼ αἷμα ἐλθεῖν ἐξ ἥπατος ἐπὶ γαστέρα· εἰκὸς δὲ καὶ μέλαν εἶναι τὸ ὑπερχόμενον· καὶ γὰρ δὴ καὶ μάλιστα ἐγγυτάτω τὴν φύσιν ταῦτα ἀλλήλοις. ἀγαθαὶ δὲ καὶ πύου ἐκκρίσεις, αἱ μὲν διὰ ῥινῶν ἢ ὤτων γινόμεναι τὰ κατὰ κεφαλὴν παύουσαι, αἱ δὲ διὰ κύστεως ἢ ἕδρας ἐμπυημάτων τε ῥυόμεναι καὶ πόνων κεχρονισμένων. ὅσα δʼ ἐκπυεῖ ἐπὶ φλεγμοναῖς, ἢ εἴσω ἢ ἔξω, τὰς ὀδύνας τῶν φλεγμαινόντων παύει. οἰδήματα δὲ συνάγχῃ τε χρηστῶς ἐπιγίνεται καὶ ποδάγραις, οἷς τε ἂν ἐξαρθῇ οἴδημα, καὶ οἷς ἂν ἰσχνὸς μὲν ὁ τράχηλος ἰδεῖν πνιγομένοις, ἰσχνοὶ δʼ οἱ πόδες τἄλλα ὀδυνωμένοις· ἐπιγίνεται δὲ χρηστῶς καὶ ἕλκεσιν· εἰ δὲ μή, κίνδυνος καὶ σπασθῆναί τινα καὶ πυρέξαι πυρετῷ χολώδει καὶ ἀγρύπνῳ καὶ παρακρουστικῷ. ἐπιφλεγμῆναι δὲ καὶ ἄρθροις ἐμβεβλημένοις συμφέρει· κωλύουσι γὰρ αἱ φλεγμοναὶ τὸ ἄρθρον τὸ ἔπειτα ὀλισθαίνειν· χρὴ δὲ μήτε ἄγαν ἰσχυρὰς εἶναι τὰς φλεγμονάς, μήτε τὸ ἄρθρον νεύροις καὶ μυσὶ σύντονον. τὰς δὲ βῆχας τὰς ξηρὰς καὶ χρονίους λύει ὀδύνη στηρίξασα εἰς ὄρχιν ἢ ἰσχίον ἢ σκέλος. ἀρθρῖτις δὲ καὶ ποδάγρα πολλῶν ἄλλων κακῶν ὑποδοχαί εἰσιν· τὰ γὰρ ῥεύματα ἐθιζόμενα ταύτης εἶναι τοῖς μὲν ἄρθροις ἐπίπονά ἐστι, κωλύει δʼ ἕτερα νοσήματα γίνεσθαι. ὅσοις γοῦν ἀπετράπετο ἄλλῃ τὸ ῥεῦμα, κατὰ μὲν τὰ ἄρθρα διακουφίζει· πυρετοὶ δὲ καὶ περιπνευμονίαι, καὶ ἀπόπληκτοι οἱ πολλοὶ γίνονται. ἤδη δὲ καὶ ἐπὶ φαρμάκοις καθαίρουσι τὸ ῥεῦμα ἔξω καὶ τῇδε μάλιστα ὠφελεῖν πεπιστευμένοις, ἐκλειφθεῖσιν ἄλλο ὑποτραφὲν ῥεῦμα, καὶ ἐπὶ μὲν τὰ ἄρθρα οὐχ ὁρμῆσαν, κατελθὸν δʼ ἑτέρωσε οὐ βραδέως ἔκτεινεν. οὐ δεῖ, φημί, ἀφύλακτον ἐᾶν τὸν ἄνθρωπον ἐπὶ ταύταις φαρμακευθέντα ταῖς νόσοις, ἀλλά τινα δίαιταν αὐτῷ ξηροτέραν ἐξευρίσκειν. ὡσαύτως δʼ ἐπαινῶ καὶ τὰ κατὰ τὸ δέρμα ἐξανθοῦντα πάντα· ἀλφοὶ γοῦν καὶ λέπραι καὶ ψῶραι μελαγχολίαν καὶ ἐπιληψίαν ἰάσαντο. τὰ μὲν ἐκ νοσημάτων νοήσασιν ἀγαθὸν ὧδε ἔχει· κακαὶ δʼ ἀποστάσεις καὶ διαδοχαὶ νόσων αἵδε εἰσίν. ἐπὶ σπληνὶ καὶ ἥπατι ὕδερον γενέσθαι κακόν· γίνεται δὲ καὶ ἐπὶ δυσεντερίᾳ καὶ λειεντερίᾳ καὶ ἐπὶ διαρροίᾳ κεχρονισμένῃ· καὶ ἐπὶ πυρετοῖς δʼ ὀξέσι καὶ χρονίοις γίνεται, ὅταν οἱ πυρετοὶ κατὰ σπλάγχνα κακουργήσωσιν. τὰ μὲν οὖν περὶ γαστέρα ἱστᾶσιν, ὥστε ἐλπίδα εἶναι καλήν· ἐξαπατῶνται δέ· οὐ γὰρ ἀναλίσκεται ἧσσον, ἀλλʼ ἑτέρωσε μεθίσταται, καὶ εἰ μὴ διὰ ταχέων πάλιν ἐπὶ τὴν γαστέρα ἕλκοις, ἀποδιδοὺς τὰς ἀρχαίας νόσους, ἀπόλλυνται· τὸν δὲ σπλῆνα καὶ τὸ ἧπαρ καὶ τοὺς πυρετοὺς οὐδὲ σμικρὸν οἱ ὕδεροι διακουφίζουσιν, ὥστε πρὸς τοῖς ἐξ ἀρχῆς τοῦτο ἕτερον κακὸν γίνεται. πονηρὸν δὲ καὶ ἐφʼ αἵματος ἐκκρίσει καθʼ ὑστέραν ἢ αἱμορροΐδι ἐκλειπούσῃ ἄνω πτῦσαι. πονηρὸν δὲ καὶ τὰ ἐν κνήμαις ἐπὶ σπληνὶ ἕλκη· οὔτε γὰρ τὸ οἴδημα τοῦ σπληνὸς ὥσπερ τινὰ ἄλλα ἕλκη πραΰνει, οὔτε αὐτὰ τὰ ἕλκη ῥᾳδίως εἰς ὠτειλὰς ἀφικνεῖται. καὶ περιπνευμονία δʼ ἐκ πλευρίτιδος θανατῶδες, καὶ λήθαργος ἐκ τῶν πλευριτικῶν, ἢν μὴ ἀγριώτερον ἐξίστηται. τὸ δὲ σύμπαν ἐπιβλέπειν χρὴ τὸν ἰατρὸν τὴν παροῦσαν νόσον, οἵα τίς ἐστι, καὶ ἐν ὅτῳ τοῦ σώματος ἵδρυται, καὶ τὸ μόριον τοῦ σώματος ἐν ᾧ τὸ ἔργον, καὶ εἰ ἐπίκαιρον τὸ εἰς τὸ ζῆν, παρέχειν δὲ καὶ τοὺς χρόνους τῆς νόσου, καὶ τὰ ἀπιόντα, ὁποῖα καὶ ὁπόσα ἐστί, καὶ διʼ ὧν ἄπεισιν· ταῦτα γάρ τις ὀρθῶς σκεπτόμενος γινώσκοι ἂν ὅσα γε χρὴ δέχεσθαι, καὶ ὅσα ἐρεθίζειν, καὶ ὅσα ἀποτρέπειν· ἢν μὲν γὰρ ἐξ ἐπικαιροτέρων πρὸς ἀκαιρότερα ὁρμᾷ, δέχεσθαι, καὶ ἢν οἱ πόνοι ἐπιπολῆς ἐκ βαθέων γίνωνται, δέχεσθαι, καὶ τὰ πέπονα ἀποσκήμματα καὶ τὰς ἐκκρίσεις τὰς πεπείρους δέχεσθαι· τὰ δʼ ἐναντία κωλύειν πάντα πάντῃ· μὴ γινομένων δέ, μηχανᾶσθαι οἷ τὰ βέλτιστα καὶ αὐτόματα ἦν γινόμενα.