Anatomy, chiefly from Galen, begins at the brain: the folds of the thick membrane, the veins that run within it, and the meeting point that Herophilus called the winepress. The lung is set between heart and throat as a store of pneuma, and the coats of arteries and veins are compared. The book ends with the female parts and bladder and with Lycus on the reach of the male member.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐγκεφάλου καὶ μηνίγγων.

Γυμνώσας ἐπιτηδείως τὸν ἐγκέφαλον ὄψει τὴν σκληρὰν μήνιγγα κατὰ τὸ μῆκος αὐτῆς μέσον, πολὺ παχυτέραν γε φαινομένην ἐγκαταβαίνουσάν τε μέχρι τινὸς οὕτω, καθʼ ὃ μάλιστα μέρος ἐστὶν ἐν τῷ κρανίῳ τῶν ῥαφῶν ἡ μέση. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπὸ τῇ λαβδοειδεῖ ῥαφῇ τὴν παχεῖαν μήνιγγα θεάσῃ διπλουμένην τε ἅμα καὶ μέχρι τινὸς ἐγκαταβαίνουσαν τῷ ἐγκεφάλῳ. φανοῦνται δέ σοι καὶ αἱ φλέβες ἀνίσχουσαι διʼ αὐτῆς, ἑκατέρωθεν μία, κατὰ τὰς πλευρὰς τῆς λαβδοειδοῦς ῥαφῆς. ἔνθα δʼ ἀλλήλαις εἰς ταὐτὸν ἥκουσιν αὗται, σχεδὸν μέν τι τοῦτο τὸ χωρίον ὑψηλότατον φαίνεται τῶν πέριξ· οὐκ ἴσον δʼ ἀπʼ αὐτοῦ τό τε πρόσω καὶ τοὐπίσω τῶν κατὰ τὸν ἐγκέφαλόν ἐστι μορίων, ἀλλὰ τὸ πρόσω παμπόλλῳ μεῖζον. ἐπὶ δὲ τὸ μετεωρότατον τοῦτο καὶ ἡ ἑτέρα διπλόη παραγίνεται τῆς παχείας μήνιγγος, ὥστε φαίνεσθαι τετραπλασιαίαν τῷ πάχει τῶν ἄλλων ἁπάντων μερῶν ἑαυτῆς ὅσα περιλαμβάνει τὸν ἐγκέφαλον κύκλῳ. καὶ μέντοι καὶ φλὲψ ἄλλη τρίτη παρὰ τὰς εἰρημένας δύο κατὰ τὸ μῆκος ἐκτέταται πρόσω φερομένη· τί γὰρ ἂν ἄλλο τις ἢ φλέβα καλέσειε τὸ τοιοῦτον ἀγγεῖον, ἐν ᾧ φαίνεται περιεχόμενον αἷμα; θεάσῃ τε τὰς κοιλότητας ταύτας οὐ τὸν τῆς φλεβὸς ἐχούσας χιτῶνα συναναβαίνοντα διὰ τῶν ὀστῶν τῆς κεφαλῆς, ἀλλʼ ὅταν πρῶτον αἱ φλέβες προσάψωνται τοῦ κρανίου, διπλουμένην τε κατʼ αὐτὸ τὴν παχεῖαν μήνιγγα μετὰ τοῦ συριγγοῦσθαι τὴν ἔνδον χώραν εἰς ἰδέαν ἀγγείου δεχομένην τὸ αἷμα καὶ φυλάττουσαν οἷον παρέλαβεν· ἔνθα δὲ συμβάλλουσιν ἀλλήλαις αἱ δύο φλέβες, ἥντινα χώραν ὁ Ἡρόφιλος ὀνομάζει ληνόν. ἔστι δʼ αὕτη μὲν ἣν ἐκεῖνος ὀνομάζει, διὰ βάθους μᾶλλον· ἐπιπολῆς δʼ ἑτέρα συμβολὴ φλεβῶν μικρῶν ἐπικειμένη τῇ ληνῷ κατὰ τὴν παχεῖαν ὡσαύτως μήνιγγα γεγενημένη. ἀποφύεται δὲ κατʼ ἐκεῖνο τὸ μέρος ἔνθα συμβάλλει ἡ λαβδοειδὴς ῥαφὴ τοῖς λεπιδοειδέσιν ὀστοῖς. ἡ δὲ λεπτὴ μῆνιγξ στηρίζει μὲν ἅμα τὸν ἐγκέφαλον καὶ σκέπει, καὶ προσέτι σύνδεσμος γίνεται τῶν κατʼ αὐτὸν ἀγγείων ἁπάντων· ἔοικε γὰρ ἐμβρύου χορίῳ καὶ μεσαραίῳ ζῴου· καὶ γὰρ ἐκείνων ἑκάτερον ἐκ πολλῶν ἀρτηριῶν καὶ φλεβῶν ἐγγὺς ἀλλήλαις κειμένων ὑμένι τε λεπτῷ τὰ μεταξὺ διαστήματα συνυφασμένων ἐγένετο, καὶ ἡ μῆνιγξ ὡσαύτως ἁπάσας συνδεῖ τὰς κατὰ τὸν ἐγκέφαλον ἀρτηρίας καὶ φλέβας. οὐ περιέχει δὲ μόνον τὸν ἐγκέφαλον, ἀλλὰ καὶ διὰ τοῦ βάθους αὐτοῦ διαδύεται καὶ πάντῃ διεξέρχεται καὶ ὅλον αὐτὸν διαπλέκει, πανταχόσε τοῖς ἀγγείοις παρεκτεινομένη μέχρι τῆς ἔνδον εὐρύτητος τῶν κοιλιῶν. ἔστι μὲν οὖν καὶ ἡ παχεῖα μῆνιγξ τοῦ ἐγκεφάλου σκέπασμα· μᾶλλον δʼ οὐχ ἁπλῶς σκέπασμα χρὴ καλεῖν αὐτήν, ἀλλʼ οἷον ἀμυντήριόν τι πρόβλημα ταῖς τοῦ κρανίου προσβολαῖς ἐγκείμενον· ἀλλʼ ἥ γε λεπτὴ σύμφυτον αὐτοῦ σκέπασμα· καὶ γὰρ δὴ καὶ ἀφέστηκεν ἀπʼ αὐτῆς ἡ παχεῖα, τοῖς διεκπίπτουσιν ἀγγείοις μόνοις συνεχομένη. προτέρα μὲν οὖν ἡ λεπτὴ μῆνιγξ, ἐπʼ αὐτῇ δʼ ἡ παχεῖα γέγονεν, ὅσον ὀστοῦ μαλακωτέρα, τοσοῦτον τῆς λεπτῆς σκληροτέρα, ὅσον δὲ ταύτης ἡ λεπτή ἐστι μαλακωτέρα, τοσοῦτον ἐκείνης ὁ ἐγκέφαλος. ἡ μὲν οὖν χοριοειδὴς μῆνιγξ σύμφυτόν ἐστιν ἐγκεφάλου σκέπασμα, καθάπερ τι δέρμα ζῴου· ταύτης δʼ ἡ παχεῖα σύμφυτον μὲν οὐκέτι, πολλαχόθι δὲ συμφυές· ταύτῃ δʼ αὖ πάλιν τῇ παχείᾳ τὸ περικείμενον ἔξωθεν ὀστοῦν, ὃ δὴ καὶ κρανίον ὀνομάζουσι, καθάπερ τι κράνος ἐπίκειται· τὴν μήνιγγα δὲ τῷ κρανίῳ σύμφυτον μὲν οὐκ ἐποίησεν ἡ φύσις, εἰς ἀσφάλειαν δʼ αὐτῆς δεσμοὺς ἐτεχνήσατο. τίνες οὖν οἱ δεσμοὶ τῆς μήνιγγος; αὐτῆς ἀποφύονται λεπτοί τινες ὑμένες· ὁδοὶ δʼ αὐτοῖς, ὥστε διεκπίπτειν ἐκτός, αἱ ῥαφαὶ τῆς κεφαλῆς εἰσιν· περιτεινόμενοι γὰρ οὗτοι περὶ τὸ καθʼ ἑαυτὸν ἕκαστος μέρος, ὅθεν ἀνέσχεν, ἐντεῦθέν τε προϊόντες ἀπαντῶσιν ἀλλήλοις καὶ συνάπτονται καὶ συμφύονται καὶ τελέως ἑνοῦνται καὶ σχεδὸν ἕνα γεννῶσιν ὑμένα τὸν περικράνιον ὀνομαζόμενον. αὕτη δʼ ἡ μῆνιγξ ἡ παχεῖα τὸ κρανίον ὑπέζωκεν· ὁ δʼ ἐγκέφαλος ἐν τῷ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι προσέρχεταί τε καὶ ἀποχωρεῖ κατὰ τὴν μεταξὺ χώραν τὴν κενήν. αὐτὸς δʼ ὁ ἐγκέφαλος τὴν μὲν οὐσίαν ὁμοιότατός ἐστι τοῖς νεύροις, ὧν ἔμελλεν ἀρχὴ γενήσεσθαι, πλὴν ὅτι μαλακώτερος αὐτῶν ὑπάρχει, καὶ αὐτοῦ δὲ μαλακώτερος μὲν ὁ πρόσθεν, σκληρότερος δʼ ὁ λοιπός, ὃν ἐγκράνιον καὶ παρεγκεφαλίδα καλοῦσιν οἱ ἀνατομικοί· καὶ διείργεσθον ἐνδιπλουμένῃ τῇ σκληρᾷ μήνιγγι, κατὰ μόνον τὸν ὑπὸ τῇ κορυφῇ τῆς κεφαλῆς κείμενον πόρον καὶ τὸν κατὰ τοῦτον περιέχοντα σώματα συναπτομένω. κοιλίαι δὲ τοῦ ἐγκεφάλου δύο μέν εἰσιν αἱ πρόσθιοι, τὴν εἰσπνοὴν καὶ τὴν ἐκπνοὴν καὶ τὴν φύσην ἐργαζόμεναι τὴν ἐξ ἐγκεφάλου. δέδεικται γὰρ ἑτέρωθι περὶ τούτων· ἀποδέδεικται δὲ καὶ ὅτι προκατεργάζονταί τε καὶ προπαρασκευάζουσιν αὗται τὸ ψυχικὸν πνεῦμα· καὶ μὲν δὴ καὶ ὅτι τοῖς κάτω μέρεσι σφῶν αὐτῶν τοῖς πρὸς τὰς ῥῖνας ἅμα μὲν ὀσφρητικόν ἐστιν ὄργανον, ἅμα δʼ οἷον ὀχετός τις εἰς περιττωμάτων ἐκροὴν ἐπιτήδειος· μία δʼ ἡ ἐν τῇ παρεγκεφαλίδι, τὸ κατειργασμένον ἐν ταῖς προσθίοις ψυχικὸν πνεῦμα μεταλαμβάνουσα· διὸ καὶ ἀναγκαῖον ἦν γενέσθαι τινὰ πόρον ἐξ ἐκείνων εἰς ταύτην. ἀτὰρ οὖν καὶ φαίνεται μέγιστος ὁ ἀπὸ τῶν ἔμπροσθεν κοιλιῶν εἰς αὐτὴν ἐμβάλλων πόρος, καὶ κατὰ τοῦτό γε μόνον ἡ σύμφυσίς ἐστι τῇ παρεγκεφαλίδι πρὸς τὸν ἐγκέφαλον· οὕτως γὰρ ἑκατέραν αὐτοῦ τὴν μοῖραν ἔθος ἐστὶ καλεῖν τοῖς περὶ τὸν Ἡρόφιλον, τὴν δʼ ὄπισθεν παρεγκεφαλίδα. διειργόμενος οὖν ἀπὸ τῆς παρεγκεφαλίδος, ὡς καὶ πρόσθεν εἴρηται, τῇ τῆς παχείας μήνιγγος διπλώσει, δεόμενος δὲ κἂν καθʼ ἕν τι συναφθῆναι μέρος ἕνεκα τῆς τοῦ προειρημένου πόρου γενέσεως, εἰς μίαν πρότερον χώραν τὰς κοιλίας ἀμφοτέρας ἐπεράτωσεν, ἣν δὴ τετάρτην ἔνιοι τῶν ἀνατομικῶν ἀριθμοῦσι τοῦ παντὸς ἐγκεφάλου κοιλίαν· ἐκ ταύτης γὰρ τῆς κοιλότητος ὁρμώμενος ὁ πόρος ἐκδεχόμενός τε τὸ περιεχόμενον ἐν αὐτῇ πνεῦμα διαπέμπει τῇ παρεγκεφαλίδι. τὸ δʼ ὑπὲρ τὴν κοιλότητα μέρος ἐγκεφάλου, καθάπερ οἰκίας τις ὄροφος, εἰς κοίλης σφαίρας ἐπιφάνειαν περιαγόμενον, οὐκ ἂν ἀλόγως δόξειεν ὠνομάσθαι καμάριόν τε καὶ ψαλιδοειδές, ὅτι καὶ τὰ τοιαῦτα τῶν οἰκοδομημάτων ἔθος ἐστὶ τοῖς ἀρχιτεκτονικοῖς καμάρας τε καὶ ψαλίδας ὀνομάζειν. τὸ δὲ κατὰ τὴν ἀρχὴν τοῦ συνάπτοντος τὴν μέσην κοιλίαν πόρου πρὸς τὸν ὀπίσθιον ἐγκέφαλον ἐπικείμενον σῶμα, τὸ πρὸς τῶν ἀνατομικῶν ὀνομαζόμενον κωνάριον, τὴν μὲν οὐσίαν ἐστὶν ἀδὴν καὶ τὸ σχῆμα κώνῳ μάλιστα παραπλήσιον, ὅθεν αὐτῷ καὶ τοὔνομα. τοῦτον δὴ τὸν ἀδένα τὸν τῷ κώνῳ παραπλήσιον ἀναπληροῦντα τῆς μεγάλης φλεβὸς τὴν σχίσιν, ἀφʼ ἧς ἅπαντα δὴ σχεδὸν τὰ κατὰ τὰς προσθίας κοιλίας χοριοειδῆ πλέγματα συνίστανται, τῆς αὐτῆς χρείας ἕνεκα τοῖς ἄλλοις ἀδέσι τοῖς στηρίζουσι τὰς σχιζομένας φλέβας ἡγοῦμαι γεγονέναι· ἡ δʼ ἐκτεταμένη κατὰ πᾶν τοῦ πόρου σκωληκοειδὴς ἐπίφυσις ἐπιτροπεύει τε καὶ ἄρχει τῆς διόδου τοῦ πνεύματος καὶ ἔχει θέσεώς τε καὶ φύσεως καὶ τῆς πρὸς τὰ παρακείμενα μέρη κοινωνίας ὧδέ πως· ἑκατέρωθεν τοῦ πόρου λεπταὶ καὶ προμήκεις εἰσὶν ἐξοχαὶ τοῦ ἐγκεφάλου, γλουτία καλούμενα· μηροῖς ἀνθρώπου μάλιστα ἂν εἰκάσαις ἀλλήλων ἁπτομένοις τὴν ὁμιλίαν αὐτῶν. εἰσὶ δʼ οἳ διδύμοις εἰκάσαντες αὐτὰ διδύμια καλοῦσιν· τινὲς δὲ τὰ μὲν ὁμιλοῦντα τῷ κωναρίῳ σώματα διδύμια καλοῦσι, τὰ δʼ ἐφεξῆς αὐτῶν γλουτία. τὰ μὲν οὖν ἀριστερὰ καὶ δεξιὰ μέρη τοῦ πόρου τὰ τούτων ἐστὶ σώματα· τὰ δʼ ἄνωθεν ὑπὸ λεπτοῦ μὲν ὑμένος τινός, οὐ μὴν ἀρρώστου γε, σκέπεται, συναπτομένου τοῖς γλουτίοις ἑκατέρωθεν, ὅστις ὑμὴν ἄχρι τῆς ὀπίσω κοιλίας ἐκτεταμένος τὸ κάτω πέρας ἐστὶ τῆς σκωληκοειδοῦς ἐπιφύσεως, οὐδὲν ὅμοιον ἐχούσης τοῖς διδύμοις καὶ γλουτίοις· ἡ μὲν γὰρ πολυειδῶς διήρθρωται, τὰ δʼ ἐστὶν ὅμοια πάντῃ καὶ οὐ πάνυ τι σύνθετα. πρὸς δὲ τῷ πολυειδῶς διηρθρῶσθαι καὶ δοκεῖν ἐκ παμπόλλων συγκεῖσθαι μορίων λεπτοῖς ὑμέσι συναπτομένων ἔτι καὶ τοῦτο ἡ σκωληκοειδὴς ἐπίφυσις ἐξαίρετον ἔχει. κυρτὸν μὲν καὶ λεπτὸν αὐτῆς ἐστι τὸ κατὰ τὴν ὀπίσω κοιλίαν πέρας, ἵναπερ εἰς τὸν ἐπικείμενον ὑμένα τελευτᾶν ἐλέγετο· τὸ δʼ ἀπὸ τοῦδε κατὰ βραχὺ προσαυξανομένη τε καὶ πλατυνομένη σχεδὸν ἴσον ἴσχει τὸν νῶτον τῇ τῶν γλουτῶν διαστάσει, καὶ διὰ τοῦτο μακρὰ μὲν ἐκταθεῖσα κατὰ τοῦ πόρου τελέως αὐτὸν ὅλον ἐπιφράττει, ἀνακλωμένη δʼ εἰς τοὐπίσω συνανασπᾷ μὲν οὕτως τὸν ὑμένα συμφυῆ τοῖς κυρτουμένοις ἑαυτῆς μορίοις ὑπάρχοντα, τὸν πόρον δʼ εἰς τοσοῦτον ἀνοίγνυσιν ὅλον, εἰς ὅσον ἀποχωρεῖ πρὸς τοὐπίσω· σφαιρουμένης γὰρ αὐτῆς κατὰ τὴν ἀνάκλασιν καὶ εἰς ἑαυτὴν συνιζανούσης, ὅσον ἀφαιρεῖται τοῦ μήκους, τοσοῦτον συναύξεται τοῦ πλάτους· ὥστε εὐλόγως, ὀλίγον μὲν ἀνακυλισθείσης καὶ διὰ τοῦτο ὀλίγῳ πλατυτέρας γινομένης, μόνοις τοῖς κατὰ τὴν βάσιν μέρεσι τοῦ πόρου τοῖς στενοτάτοις μὴ κατεμβαίνειν δύνασθαι τὰ κάτωθεν αὐτῆς πέρατα, πλέονος δὲ τῆς ἀνακλάσεως γενομένης, καὶ διὰ τοῦτο καὶ τῆς πλατύτητος ἐπαυξηθείσης, πλέον καὶ τὸ τοῦ πόρου διοίγεσθαι μέρος, ἀεὶ δὲ τοσοῦτον, ὅσον ἂν ἑκάστοτε ἀπορρέῃ τῆς ἐμβησομένης αὐτῷ κυρτότητος. συνέφυσε δʼ ἡ φύσις αὐτὴν τοῖς τῶν γλουτίων νώτοις συνδέσμοις, οὓς οἱ περὶ τὰς ἀνατομὰς δεινοὶ τένοντας ὀνομάζουσιν, ὑφʼ ὧν ἀμφοτέρων ἐσφιγμένη τε καὶ κατεχομένη πλανᾶσθαι κωλύεται. τῆς δὲ τῶν περιττωμάτων ἐκκρίσεως τοῦ ἐγκεφάλου πρόνοιαν ἱκανὴν ἡ φύσις ἐποιήσατο· διττῶν γὰρ ὄντων τούτων τῷ γένει — τὰ μὲν γὰρ οἷον ἀτμώδη τέ ἐστι καὶ καπνώδη σύμφυτον ἔχοντα τὴν ἄνω φοράν, τὰ δʼ οἷον ὑδατώδη τε καὶ ἰλυώδη κάτω ῥέποντα —, διττοὺς καὶ τοὺς τῆς ἐκκρίσεως αὐτοῖς ἐτέμετο πόρους, τοὺς μὲν τὰ κοῦφα κενώσοντας ἐπὶ τὰ ὑψηλότατα ἀνάγουσα, τοὺς δὲ τὰ βαρέα τε καὶ κάτω ῥέποντα κατάντεις ἐργασαμένη. κατὰ μὲν οὖν τὴν κεφαλήν, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ σώματι μελῶν ὑπέρκειται καθάπερ τις ὄροφος οἴκου θερμοῦ, καὶ δέχεται τὰ λιγνυώδη τε καὶ ἀτμώδη περιττώματα πάντα τῶν ὑποκειμένων, πολλὰς ἀναπνοὰς παρεσκεύασεν, ἅμα μὲν σηραγγῶδες ἐργασαμένη τὸ τῆς κεφαλῆς ὀστοῦν, ἅμα δὲ καὶ συνηρθρωμένον ποικίλως ταῖς ὀνομαζομέναις ῥαφαῖς, διʼ ὧν αἱ τῆς ἀτμώδους περιττώσεως ἐκκρίσεις γίνονται, ἃς οὐκ ἀεὶ σαφῶς ἔστιν ἰδεῖν, οὔτε καθʼ ὅλον τὸ σῶμα γινομένας οὔτε διὰ τῆς κεφαλῆς, ὡς ἂν ὑπὸ λεπτότητος ἐνίοτε λανθανούσας· οἱ δὲ κατάντεις ἐγκεφάλου πόροι διά τε τῆς ὑπερῴας εἰς τὸ στόμα καὶ διὰ τῶν ῥινῶν ἐξερεύγονται στόμασιν αἰσθητοῖς καὶ μεγάλοις αἰσθητὰ καὶ παχέα περιττώματα. τῶν μὲν οὖν δύο πόρων τῶν εἰς τὰς ῥῖνας φερόντων ἡ κατασκευὴ τοιαύτη τίς ἐστιν· αὐτὴ μὲν ἡ σκληρὰ μῆνιγξ σκέπουσα τὸν ἐγκέφαλον διατέτρηται δίκην ἠθμοῦ· τὰ προκείμενα δʼ αὐτῆς ὀστᾶ πολυειδέστερον, καὶ ὥσπερ αἱ σπογγιαὶ μήτε ἐπʼ εὐθείας ἀλλήλοις τῶν πόρων κειμένων μήτε ὅλως εὐθέων ἁπάντων ὑπαρχόντων, ἀλλʼ ἔστιν ὧν, καὶ τούτων πλείστων σκολιῶν τε ἅμα καὶ περιφερῶν, ὥστε ἄλλην τινὰ μακρὰν περίοδον συχνὴν ἐκπεριελθεῖν χρὴ πρότερον, εἴ τι μέλλοι διʼ αὐτῶν ὁδοιπορῆσαν ἐπὶ τὸν ἐγκέφαλον ἰέναι. καὶ διὰ τοῦτο συμβαίνει μήτε ἄλλο τι προσπίπτειν ἔξωθεν σκληρὸν τῷ ἐγκεφάλῳ σῶμα, μήτε ἀκραιφνῆ γίνεσθαι τὴν ψῦξιν, εἰσπνεόντων ἡμῶν, εὐθὺς τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν. ἐπεὶ δʼ ἅπαξ ἐγένετο ταῦτα δὴ τὰ τοῖς σπόγγοις προσεοικότα προβλήματα, καλούμενα πρὸς τῶν ἀνατομικῶν ἠθμοειδῆ, τῆς κατὰ τὸν ἐγκέφαλον ἀσφαλείας ἕνεκα, καὶ τὴν ἀναπνοὴν διʼ αὐτῶν ἀναγκαῖον ἦν ἐπιτελεῖσθαι· διὰ μὲν γὰρ τῆς εἰσπνοῆς ἡ τῶν ἀτμῶν γίνεται διάγνωσις, διὰ δὲ τῆς ἐκπνοῆς ἡ τῶν περιττωμάτων ἔκκρισις· ἡ γάρ τοι ῥύμη τῆς ἐν ταύταις ταῖς ἐνεργείαις φορᾶς τοῦ πνεύματος συνεπισύρεται πολλὰ τῶν κατὰ μόνας ἀδυνατούντων διελθεῖν. τῶν δʼ ἄλλων δυοῖν πόρων τῶν εἰς τὴν ὑπερῴαν καθηκόντων ὁ μὲν ἐκ τοῦ πυθμένος τῆς μέσης κατὰ τὸν ἐγκέφαλον κοιλίας ὁρμηθεὶς εἰς τὸ κάταντες φέρεται, ὁ δʼ ὑπόλοιπος ἄρχεται μὲν ἀπὸ τοῦ συνάπτοντος πόρου τὸν ἐγκέφαλον τῇ παρεγκεφαλίδι, φέρεται δʼ ἐπὶ τὸν ἐγκέφαλον εἰς τὸ κάτω λοξός· ἡνίκα δʼ ἂν πρῶτον εἰς ταὐτὸν ἀλλήλοις ἀφίκωνται, δέχεταί τις ἀμφοτέρους χώρα κοινὴ κοίλη καὶ κατάντης. καὶ κύκλος μὲν ἀκριβής ἐστιν αὐτῆς τὸ ἄνω χεῖλος· ἐντεῦθεν δʼ ἀεὶ καὶ μᾶλλον στενουμένη καταφύεται εἰς ὑποκείμενον ἀδένα πεπλατυσμένῃ σφαίρᾳ παραπλήσιον, αἰσθητὴν ἔχοντα καὶ αὐτὸν κοιλίαν. ἐκδέχεται δὲ τοῦτον ἠθμοειδεῖ τινι προσεοικὸς ὀστοῦν, διʼ οὗ γέγονεν εἰς τὴν ὑπερῴαν ἡ τῶν παχέων περιττωμάτων ὁδός. ἡ χρεία δʼ ἑκάστου τῶν κατʼ αὐτὴν ὀργάνων· ἡ μὲν ὑποδεχομένη τοὺς πόρους κοιλότης, ἣν οἱ μὲν ἀπὸ τοῦ σχήματος πύελον, οἱ δʼ ἀπὸ τῆς χρείας χοάνην ὀνομάζουσιν, ἐκ μὲν τῶν ἄνω μερῶν οἷον δεξαμενῆς τινος ἐπέχει χρείαν· ἐκ δὲ τῶν κάτω, καθάπερ αὐτὸ τοὔνομα ἐνδείκνυται, χοάνην μεμίμηται· διατέτρηται γὰρ εἰς τὸ κάταντες αἰσθητῷ πόρῳ μέχρι τῆς κατὰ τὸν ἀδένα κοιλίας· ἐπεὶ δʼ ἄνωθεν μὲν ἐχρῆν αὐτῷ τῷ ἐγκεφάλῳ συνῆφθαι, κάτωθεν δʼ εἰς τὸν ἀδένα καταφύεσθαι, δεόντως ὑμενώδης ἐγένετο. μοῖρα γοῦν τις ἀπὸ τῆς λεπτῆς μήνιγγος τῆς χοριοειδοῦς ἀποταθεῖσα τῆς πυέλου τὸ σῶμα συνεστήσατο. τὸ δὲ δικτυοειδὲς καλούμενον πλέγμα μέγιστον θαῦμα τῶν ἐνταυθοῖ τέτακται, περιλαμβάνον μὲν ἐν κύκλῳ καὶ αὐτὸν τὸν ἀδένα, παρῆκον δὲ καὶ εἰς τοὐπίσω μέχρι πλείστου· πᾶσα γὰρ ὀλίγου δεῖν ἡ τοῦ ἐγκεφάλου βάσις ὑποτεταγμένον ἔχει τοῦτο τὸ πλέγμα. ἔστι δʼ οὐχ ἁπλοῦν τὸ δίκτυον, ἀλλʼ ὡς εἰ καὶ ταῦτα τὰ δίκτυα τὰ τῶν ἁλιέων πλείω λαβὼν ἐπʼ ἀλλήλοις ἐκτείνῃς. πρόσεστι δὲ τῷ τῆς φύσεως ἐκείνῳ δικτύῳ τὸ τὰς ἐπιβολὰς ἀεὶ θατέρου συνῆφθαι θατέρῳ καὶ μὴ δύνασθαι μόνον ἓν ὁτιοῦν λαβεῖν ἐξ αὐτῶν· ἕπεται γὰρ καὶ τὰ ἄλλα τῷ ληφθέντι, κατὰ στοῖχον ἁπάντων ἑξῆς ἀλλήλοις συνημμένων. οὐ μὴν ἐξ ὕλης τῆς ἐπιτυχούσης γέγονεν, ἀλλὰ τῶν ἀπὸ τῆς καρδίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων ἀρτηριῶν τὴν μεγίστην μοῖραν ὕλην ἡ φύσις ἐπεβάλετο τῷ θαυμαστῷ τούτῳ πλοκάνῳ — βραχεῖαι γάρ τινες αὐτῶν ἀποβλαστήσεις εἴς τε τὸν τράχηλον καὶ τὸ πρόσωπον καὶ τὰ ἐκτὸς τῆς κεφαλῆς ἀπεχώρησαν μόρια —, τὸ δʼ ἄλλο πᾶν ὄρθιον, ὥσπερ ἐξ ἀρχῆς ἐγένετο, διὰ τοῦ θώρακος καὶ τοῦ τραχήλου πρὸς τὴν κεφαλὴν ἀναφερόμενον, ὑπεδέξατο μὲν εὐμενῶς ἡ ταύτῃ μοῖρα τοῦ κρανίου καὶ διατρηθεῖσα παρέπεμψεν ἀλύπως εἴσω τῆς κεφαλῆς· ὑπεδέχετο μὲν καὶ ἡ μῆνιγξ ἡ παχεῖα καὶ κατʼ εὐθὺ τῆς κατʼ ἐκείνων ὁρμῆς ἤδη διετέτρητο, καὶ δόκησις ἦν ἐκ τούτων ἁπάντων εἰσάγεσθαι πρὸς τὸν ἐγκέφαλον αὐτάς. ἀλλʼ οὐκ ἄρα τοῦτο οὕτως ἔχει· ὑπερβᾶσαι γὰρ τὸ κρανίον ἐν τῇ μεταξὺ χώρᾳ τούτου τε καὶ τῆς παχείας μήνιγγος, πρῶτα μὲν ἐσχίσθησαν εἰς μικρὰς πάνυ καὶ λεπτὰς ἀρτηρίας, ἑξῆς δὲ τὸ μέν τι πρόσω τῆς κεφαλῆς, τὸ δʼ ὀπίσω, τὸ δʼ εἰς ἀριστερά, τὸ δʼ εἰς δεξιὰ διʼ ἀλλήλων φερόμεναί τε καὶ περιπλεκόμεναι πάλιν ἑτέραν δόκησιν ἐναντίαν παρέσχον, ὡς ἐπελάθοντο τῆς ἐπὶ τὸν ἐγκέφαλον ὁδοῦ. ἀλλʼ οὐκ ἄρα οὐδὲ τοῦτο ἀληθὲς ἦν· αὖθις γὰρ ἐκ τῶν πολλῶν ἀρτηριῶν ἐκείνων, ὥσπερ ἐκ ῥιζῶν εἰς πρέμνα, τῆς συναγωγῆς γενηθείσης, ἐξέφυ ζεῦγος ἀρτηριῶν ἄνωθεν ἕτερον ἴσον τῷ κατʼ ἀρχὰς ἀνιόντι, καὶ οὕτως ἤδη διὰ τῶν τῆς παχείας μήνιγγος τρημάτων εἰς τὸν ἐγκέφαλον ἔδυ. τί δὴ τοῦτό ἐστι τὸ θαῦμα, πολλάκις εἴρηται καὶ πρόσθεν, ὡς ἔνθαπερ ἀκριβῶς κατεργάσασθαι τὴν ὕλην ἡ φύσις βούλεται, πολυχρόνιον αὐτῇ διατριβὴν ἐν τοῖς τῆς πέψεως ὀργάνοις παρασκευάζει. διὰ τοῦτο οὖν ἐπειδὴ τὸ κατὰ τὸν ἐγκέφαλον πνεῦμα ψυχικὸν ἀκριβεστέρας ἐδεῖτο κατεργασίας, τὸ δικτυοειδὲς πλέγμα πολυπλοκώτερον ἐποίησεν· ὅ τε γὰρ ὅλος ἐγκέφαλος ὑπὸ τούτων τῶν ἀρτηριῶν διαπλέκεται πολυειδῶς σχισθεισῶν, καὶ πολλαὶ τῶν ἀποσχίδων εἰς τὰς κοιλίας αὐτοῦ τελευτῶσιν, ὥσπερ οὖν καὶ τῶν ἐκ τῆς κορυφῆς κατιουσῶν φλεβῶν· ἐξ ἐναντίων μὲν γὰρ τόπων ἐμβάλλουσι ταῖς ἀρτηρίαις, εἰς ἅπαντα δʼ ὡσαύτως αὐτοῦ τὰ μόρια διανέμονται, τά τε ἄλλα καὶ αὐτὰς τὰς κοιλίας, ἐκκρίνουσαι μὲν τὰ περιττώματα, τὸ δʼ αἷμα κατέχουσαι, καθάπερ αἱ ἀρτηρίαι τὸ πνεῦμα, μάλιστα πάντων ἀναπνέουσαι· κατασχεθὲν δʼ ἐν αὐταῖς παμπόλλῳ χρόνῳ καὶ κατεργασθὲν ἐμπίπτει ταῖς κοιλίαις τοῦ ἐγκεφάλου. μέχρι μὲν οὖν τῆς κεφαλῆς ἀπὸ τῆς καρδίας διὰ τοῦ θώρακός τε καὶ παντὸς τοῦ τραχήλου τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀνήγαγεν ἡ φύσις· ἐντεῦθεν δὲ τὰς μὲν ἀρτηρίας ἐπὶ τὸ δικτυοειδές, ὡς εἴρηται, πλέγμα, τὰς φλέβας δʼ ἐπʼ ἄκραν τὴν κορυφὴν τῆς κεφαλῆς εἴσω τοῦ κρανίου παρήγαγε, διπλουμένης τῆς παχείας μήνιγγος καὶ εἰς μέσην ἑαυτὴν ὑποδεχομένης αὐτάς.

Περὶ μειώσεως ἐγκεφάλου.

Ἐγκεφάλου μείωσις, ὥς φησιν Ἱπποκράτης, γίνεται τοῖς φαλακρουμένοις, ὥστε τὰ τοῦ βρέγματος ὀστᾶ χαυνότερα καὶ λεπτότερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου μήτε ἐξικνουμένου πρὸς αὐτὰ μήτε ἅπτεσθαι δυναμένου· συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινὸς ἐπὶ τὴν ἑαυτοῦ βάσιν. ἀκόλουθον δʼ ἐστὶ τῶν ὀστῶν τούτων ξηρανθέντων ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα, καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ αἰσθήσει πάνυ ξηρὸν ἐπὶ τῶν φαλακρῶν. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων ἐν ἐσχάτῳ γήρᾳ συμβαίνει, καὶ τὰς τῶν νεύρων ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα, καὶ διὰ τοῦτο μήτε ὁμοίως ὁρᾶν ἔτι μήτε ἀκούειν μήτε ἄλλο τι τῶν κατὰ τὰς αἰσθήσεις ἢ καθʼ ὁρμὴν κινήσεις ἐρρωμένως ἐπιτελεῖν, ἀλλʼ ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄρρωστα γίνεσθαι τὰ κατʼ αὐτὰς ὄργανα, διʼ ὧν ἐπετέλουν τὸ πρότερον.

Περὶ τοῦ νωτιαίου.

Τὰς δύο μήνιγγας ὁ νωτιαῖος ἔχει, τήν τε παχεῖαν καὶ τὴν λεπτήν, ἀπὸ τῶν περὶ τὸν ἐγκέφαλον πεφυκυίας, αἷς δὴ καὶ ἥνωται· τρίτον δʼ ἔξωθεν αὐταῖς περιβέβληται σῶμα, καθάπερ ἀμφίεσμά τι καὶ πρόβλημα τοῦ νωτιαίου μυελοῦ, τὴν ἀρχὴν τῆς ἐκφύσεως ἐκ τῶν κορωνῶν τῆς κεφαλῆς εἰληφός. ἔστι δʼ ἡ φύσις αὐτοῦ τῇ τῶν συνδέσμων ἡ αὐτή, καθʼ ὅ τι καὶ πέφυκεν ἐξ ὀστοῦ τοῖς συνδέσμοις ὡσαύτως· καὶ μέντοι καὶ συνδεῖ πως πρόσω σπονδύλων ἐγκαταβαῖνον τὸ σῶμα τοῦτο διπλοῦν ταῖς μεταξὺ χώραις αὐτῶν. παραπλήσιον δʼ ἐστὶ τῇ παχείᾳ μήνιγγι καὶ πάχει καὶ χροιᾷ καὶ σκληρότητι. τμηθεὶς δʼ οὗτος ὁ σύνδεσμος, εἴτε κατὰ μῆκος, εἴτε κατὰ πλάτος, εἴτε κατʼ ἄμφω, βλάβην οὐδεμίαν ἐργάσεται τῷ ζῴῳ, καθάπερ οὐδʼ ἂν ἡ σκληρὰ τμηθείη μῆνιγξ, κακώσει τὸ ζῷον, οὐδʼ ἂν τὸν νωτιαῖον αὐτὸν τέμῃς κατὰ τὸ μῆκος· πέφυκε γὰρ ἑκάτερον τῶν νεύρων ἃ κατὰ συζυγίαν ἐκφύεται τοῦ νωτιαίου κατὰ τὰς συμβολὰς τῶν σπονδύλων ἐκ τῶν πλαγίων, τὸ μὲν δεξιὸν ἐκ τοῦ δεξιοῦ, τὸ δʼ ἕτερον ἐκ θατέρου. τῆς τομῆς δʼ ἐγκαρσίας γενομένης τοῦ νωτιαίου, παραλύεσθαι συμβαίνει τὴν κίνησιν ἐκείνων τοῦ ζῴου τῶν μερῶν, ὅσα κατωτέρω τῆς τομῆς τοῦ νωτιαίου τὴν ἀρχὴν ἔχει τῶν εἰς ταῦτα φερομένων νεύρων· ὥστε ἐκ τῆς τῶν νεύρων ἀνατομῆς ῥᾷστον ἔσται σοι τὰ καθʼ ἕκαστον μέρος τοῦ νωτιαίου τμηθὲν ἑπόμενα πάθη τοῦ ζῴου γινώσκειν. νυνὶ δὲ τοσοῦτον ἔτι προσθήσω τῷ λόγῳ· ἡ μὲν ἐν τῷ μεταξὺ κεφαλῆς τε καὶ τοῦ πρώτου σπονδύλου τομὴ τοῦ νωτιαίου, τὴν σκέπουσαν μήνιγγα τὸ πέρας τῆς ὀπίσω κοιλίας ἐγκεφάλου διαιροῦσα, παραχρῆμα τὸ ζῷον ἅπαντος τοῦ σώματος ἀκρατές τε ἅμα καὶ ἀναίσθητον ἐργάζεται. κατὰ τοῦτο τὸ μέρος ὁρᾶτε καὶ τοὺς ταύρους τεμνομένους ἐν τοῖς ἱεροῖς ὑπὸ τῶν βουτύπων. ἡ δὲ μετὰ τὸν πρῶτον, οὐχ ὅτι ταύτης μόνης ἅπτεται τῆς κοιλίας, διὰ τοῦτο τὰ αὐτὰ συμπτώματα φέρει τοῖς ζῴοις, ἀλλʼ ὅτι τά τε κῶλα παραλύει τοῦ ζῴου καὶ πᾶσαν ἀναιρεῖ τὴν ἀναπνοήν. ταὐτὸν δʼ ὑπάρχει τοῦτο καὶ τῇ μετὰ τὸν δεύτερόν τε καὶ τρίτον καὶ τέταρτον σπόνδυλον, ἐάνπερ αὐτὸν οὕτως ἀκριβῶς τέμῃς, ὡς τὸ κατὰ τὴν συμβολὴν αὐτοῦ τὴν πρὸς τὸν πέμπτον ἀποφυόμενον νεῦρον διατεμεῖν· τά γε μὴν πρῶτα τοῦ τραχήλου κινεῖται τοῖς οὕτω τμηθεῖσι ζῴοις. ἡ δὲ μετὰ τὸν πέμπτον τομὴ τοῦ νωτιαίου τὰ μὲν ἄλλα πάντα τοῦ θώρακος παραλύει, τὸ διάφραγμα δʼ ὀλίγου δεῖν ἀπαθὲς φυλάττει καί τι βραχὺ τῶν ὑψηλοτάτων μυῶν. ἡ δὲ μετὰ τὸν ἕκτον τοὺς μὲν ὑψηλοὺς τοῦ θώρακος μῦς ὁμοίως παραβλάπτει, τὸ διάφραγμα δʼ ἧττον ἢ πρόσθεν. ἡ δὲ μετὰ τὸν ἕβδομον, ἔτι δὲ μᾶλλον μετὰ τὸν ὄγδοον, ἀβλαβῆ μὲν ἅπασαν ἔχει τὴν τοῦ διαφράγματος κίνησιν, ἀβλαβῆ δὲ σχεδόν τι καὶ τὴν τῶν ὑψηλῶν μυῶν καὶ τῶν τοῦ τραχήλου παντός, οὐ μὴν τῶν γε μεσοπλευρίων· ἀπόλλυται γὰρ ἅπασα, κατὰ πάντας τοὺς τοῦ τραχήλου σπονδύλους τῆς τομῆς γενομένης, ὅπου καὶ μετὰ τὸν πρῶτον αὐτοῦ τοῦ θώρακος ὅλου τμηθέντος τοῦ νωτιαίου, οὕτως ἀπόλλυται πᾶσα τῶν μεσοπλευρίων μυῶν ἡ ἐνέργεια. παντάπασι δʼ αὐτῆς ὀλίγον σῴζεται, κατὰ τὸ δεύτερον μεσοπλεύριον τῆς τομῆς γενομένης· ἐφεξῆς δὲ κατὰ λόγον ἀεὶ τῶν μὲν ὑψηλοτέρων τῆς τομῆς μεσοπλευρίων μυῶν ἐνεργούντων, τῶν ταπεινοτέρων δὲ παραλυομένων.

Περὶ ὀφθαλμῶν.

Εἰς ἑκάτερον τῶν ὀφθαλμῶν ἐκφύσεις ἐγκεφάλου καθήκουσι, πιλούμεναι κατὰ τὴν διὰ τῶν ὀστῶν ὁδὸν ἕνεκα δυσπαθείας, ἐπειδὰν δʼ εἰς αὐτοὺς ἀφίκωνται τοὺς ὀφθαλμούς, αὖθις λυόμεναί τε καὶ πλατυνόμεναι καὶ περιλαμβάνουσαι μὲν ἐν κύκλῳ χιτῶνος δίκην τὸ ὑαλοειδὲς ὑγρόν, ἐμφυόμεναι δὲ τῷ κρυσταλλοειδεῖ. τοῦτο δὲ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸ πρῶτόν ἐστι τῆς ὄψεως ὄργανον, λευκὸν καὶ στίλβον καὶ λαμπρὸν καὶ καθαρὸν γενόμενον· μόνως γὰρ οὕτως ὑπὸ χρωμάτων ἔμελλεν ἀλλοιωθήσεσθαι. τρέφεσθαι δʼ ἄντικρυς ἐξ αὐτοῦ τοῦ αἵματος ἀδύνατον ἦν αὐτῷ πολὺ διεστῶτι ταῖς ποιότησιν· οἰκειοτέρας δέ τινος αὐτῷ τροφῆς ἔδει. καὶ τοίνυν καὶ γέγονε καὶ παρεσκεύασται πρὸς τῆς φύσεως ἐπιτήδειος αὐτῷ τροφὴ τὸ ὑαλοειδὲς ὑγρόν, ὅσῳ παχύτερον καὶ λευκότερον αἵματος, τοσούτῳ τοῦ κρυσταλλοειδοῦς ἀπολειπόμενον παχύτητί τε καὶ φανότητι. φλὲψ δʼ οὐκ ἔστιν οὐδεμία τῶν ὑγρῶν τούτων οὐδετέρῳ· δῆλον οὖν ὡς κατὰ διάδοσιν τρέφεται, τὸ μὲν κρυσταλλοειδὲς ἐκ τοῦ ὑαλοειδοῦς, τὸ δʼ ὑαλοειδὲς ἐκ τοῦ περιέχοντος αὐτὸ σώματος, ὃ πλατυνθείσης τῆς ἄνωθεν κατιούσης ἀπʼ ἐγκεφάλου μοίρας ἐγένετο. καὶ καλοῦσιν οὐ κυρίως αὐτό τινες ἀμφιβληστροειδῆ χιτῶνα· προσέοικε μὲν γὰρ ἀμφιβλήστρῳ τὸ σχῆμα, χιτὼν δʼ οὐδαμῶς ἐστιν, οὔτε τὴν χρείαν οὔτε τὴν οὐσίαν, ἀλλʼ εἰ περιελὼν αὐτὸ καθείης μόνον, ἀθροίσας ἐς ταὐτό, σαφῶς ἂν δόξαις ἐγκεφάλου τι μέρος ἀφῃρημένον ὁρᾶν. ἔστι μὲν οὖν αὐτοῦ χρεία, πρώτη μὲν καὶ μάλιστα, διʼ ἣν ἄνωθεν κατεπέμφθη τῶν ἀλλοιώσεων αἰσθησόμενον τοῦ κρυσταλλοειδοῦς, ἤδη δὲ καὶ οἷον διαπορθμεύειν τε καὶ διαφέρειν τὴν τροφὴν τῷ ὑαλοειδεῖ· καὶ γάρ τοι φαίνεται μεστὸν ἀρτηριῶν τινων καὶ φλεβῶν πολὺ πλειόνων τε καὶ μειζόνων ἢ κατὰ τὸν ἴδιον ὄγκον· ἐκ γὰρ τοῦ χοριοειδοῦς χιτῶνος τοῦ περιέχοντος αὐτὰ λεπταὶ καὶ ἀραχνώδεις διαφύσεις εἰς τοῦτο δὴ τὸ ἀμφιβληστροειδὲς σῶμα διατεταμέναι σύνδεσμοί τε ἅμα γίνονται καὶ τροφὴν αὐτῷ διαφέρουσιν· πάμπολλα γὰρ οὖν καὶ αὐτὸς οὗτος ὁ χιτὼν ὁ χοριοειδὴς ἀγγεῖα φαίνεται καθʼ ἑαυτὸν ἔχων. αὐτήν τε οὖν ταύτην τὴν χρείαν παρέχεται, καὶ προσέτι χιτὼν ὄντως ἐστὶ καὶ σκέπη καὶ περίβλημα τοῖς ὑποκειμένοις σώμασιν· ἡ δʼ ἀρχὴ καὶ τούτῳ τῷ χιτῶνι ἡ λεπτὴ μῆνίγξ ἐστιν ἡ τὸν ἐγκέφαλον περιέχουσα. πανταχόθεν δʼ εἰς μέσον τὸ κρυσταλλοειδὲς περιφερὲς ὂν τῆς προειρημένης καταφύσεως γενομένης, κύκλος ἀκριβὴς ἐξ ἀνάγκης ἐγεννήθη, καὶ μέγιστος δʼ οὗτός ἐστιν ἐν τῷ κρυσταλλοειδεῖ καὶ δίχα τέμνων αὐτό. κατὰ δὴ τὸν κύκλον τοῦτον εὔλογον ἦν ἐπισχεῖν τοῦ πρόσω τὸ ὑαλοειδές, ὥστε διὰ τοῦτο μέσον ὀχεῖται κατʼ αὐτοῦ τὸ κρυσταλλοειδές, οἷον σφαῖρά τις ἐν ὕδατι ἡμίτομος. καὶ τοίνυν καὶ συνέφυσεν αὐτὰ κατὰ θάτερον μέρος τὸ ἔνδον τὸ οἷον ἡμισφαίριον τοῦ κρυσταλλοειδοῦς ἀσφαλείας ἕνεκα καὶ κύκλος εἷς ὁ προειρημένος ὁ μέγιστος τῶν κατὰ τὸ κρυσταλλοειδές, ὅρος τε κοινὸς ἀμφοτέροις ἐστὶ καὶ σύνδεσμος αὐτοῖς γίνεται, καὶ προσέτι τῷ ἀμφιβληστροειδεῖ σώματι καὶ τετάρτῳ τῷ χοριοειδεῖ χιτῶνι· τὸ γὰρ ἰσχυρότατον ἐν αὐτοῖς καὶ μάλιστα στηρίζειν αὐτὰ καὶ σκέπειν δυνάμενον ὁ χιτὼν οὗτός ἐστιν. ἀλλʼ ὥσπερ εἰς τὴν ἐκείνων φυλακὴν ἰσχυρὸς ἦν, οὕτως εἰς τὴν ἰδίαν ἀσθενὴς καὶ ἀδύνατος φέρειν ἀβλαβῶς τὴν σκληρότητα τῶν περικειμένων ὀστῶν. ὡς οὖν κατὰ τὸν ἐγκέφαλον, οὕτω κἀνταῦθα τὸν ἀπὸ τῆς παχείας μήνιγγος χιτῶνα περιβέβληται, καὶ διεστὼς δʼ ὁ χιτὼν οὗτος ἀπʼ αὐτοῦ κατὰ πάντα τὰ μέρη καὶ μόναις ταῖς τῶν ἀγγείων διαφύσεσι συναπτόμενος αὐτῷ κατὰ τὸν προειρημένον ἐκεῖνον κύκλον ἐν τῷ κρυσταλλοειδεῖ συνέφυ, καὶ πέμπτη σύμφυσις ἐπὶ ταῖς προειρημέναις τέτταρσι καθʼ ἕνα τόπον τοῦτον γενομένη πᾶσι τοῖς ὑποκειμένοις ὄφελος οὐ σμικρόν ἐστιν. ἡ μὲν οὖν σκληρὰ μῆνιγξ ἀσφαλῶς τῇ χοριοειδεῖ συμπέφυκεν, αὕτη δʼ αὖ πάλιν τῷ ἀμφιβληστροειδεῖ, καὶ οὗτος τῷ ὑαλοειδεῖ τε καὶ κρυσταλλοειδεῖ, οὐ καθʼ ὅλον ἑαυτόν, τῷ δὲ κατὰ τὴν ἶριν μόνην· ὥστε διὰ τῶν μέσων σωμάτων τὸ ὑαλοειδὲς ὑγρὸν τῷ πάντων ἔξωθεν ἥνωται χιτῶνι, τὸ μαλακώτατον τῷ σκληροτάτῳ. ἐπὶ δὲ τὸν αὐτὸν τοῦτον ἕκτος ἔξωθεν ἐγγύς τις ἥκει κύκλος εἰς τὸν σκληρὸν χιτῶνα καταφυόμενος, αἱ τῶν κινούντων τοὺς ὀφθαλμοὺς μυῶν ἀπονευρώσεις. ἕβδομος ἐπὶ τούτοις ἄλλος, ἡ τοῦ περιοστίου κατάφυσις, ἅμα μὲν συνδοῦντος ὅλον τὸν ὀφθαλμὸν τοῖς ὀστοῖς, ἅμα δὲ σκέποντος τοὺς κινοῦντας αὐτὸν μῦς. καί σοι καὶ τοῦτον ἤδη τὸν ὑμένα θεάσασθαι καὶ πρὸ τῆς ἀνατομῆς ἔστι λευκὸν μὲν οἷόσπερ καὶ φαίνεται, τελευτῶντα δʼ οἷπερ καὶ τῶν ἄλλων ἕκαστος ὑποβέβληται κύκλων, ἵνα συνάπτει τὸ λευκὸν τῷ μέλανι. καλεῖται δʼ ἶρις ὁ τόπος οὗτος, ἔνιοι δὲ στεφάνην ὀνομάζουσιν. καὶ εἰ καλῶς προσέλθοις αὐτῶν τῇ διαιρέσει καὶ μηδὲν συγχέας ἐπισκοπῇς, θεάσῃ κύκλους ἀλλήλοις ἐπιβάλλοντας ἓξ ἐνταῦθα καὶ πάχει καὶ χροιᾷ διαφέροντας, ὥστε μηδʼ ἂν εἰ βουληθείης γε ἑτέρως ὀνομάσαι τὸ χωρίον δυνηθῆναι πλὴν ἶριν. μέχρι μὲν οὖν τῆς μέσης χώρας τοῦ κρυσταλλοειδοῦς ἠγάγομεν ἤδη τῷ λόγῳ τοὺς ἐπιβάλλοντας ἀλλήλοις καὶ συμφυομένους ἐνταῦθα κύκλους ἑπτά· τὸ δʼ ἀπὸ τοῦδε μάλιστα θαυμάσαις ἄν· ἵνα γὰρ αἰσθάνηταί τε τῶν ἰδίων αἰσθητῶν ἀκριβῶς τὸ κρυσταλλοειδές, ἅμα δʼ ἀσφαλῶς φρουρῆται, παχὺν ἱκανῶς ὄντα τὸν κερατοειδῆ χιτῶνα καὶ ἧττον τῆς χρείας πυκνὸν πυκνότερόν τε ἅμα καὶ λεπτότερον ἀποφύειν ὑπήρξατο ἡ φύσις καὶ κατὰ βραχὺ προάγουσα τὸ μεσαίτατον αὐτοῦ πάνυ σφόδρα λεπτὸν καὶ πυκνὸν ἀπειργάσατο. καί σοι δόξει κοινῶς ἐοικέναι τοῦτο τοῖς κέρασι τοῖς εἰς λεπτὰ τετμημένοις, ὅθεν αὐτῷ καὶ τὴν προσηγορίαν πρέπειν ἡγησάμενοι τοῦ κερατοειδοῦς οὕτω καλοῦσιν. ὁ τοίνυν κερατοειδὴς χιτὼν λεπτὸς καὶ σκληρὸς καὶ πάνυ πυκνὸς γενόμενος εὐθὺς ἄρα ἔμελλεν ἔσεσθαι καὶ λαμπρός, οἷος ἐπιπέμπειν αὐγὴν ἐπιτηδειότατος εἶναι, παραπλησίως τοῖς ἀκριβῶς διεξεσμένοις τε καὶ λελεπτυσμένοις κέρασιν. τὸν δʼ ἀπὸ τῆς λεπτῆς μήνιγγος φυόμενον χιτῶνα τὸν χοριοειδῆ πολλαχόθι μὲν μέλανα, πολλαχόθι δὲ φαιόν τε καὶ κυανοῦν εἰργάσατο ἡ φύσις, ἀπὸ τῆς ἴρεως ἅμα τῷ κερατοειδεῖ προάγουσα, θρέψοντα μὲν τῇ παραθέσει τὸν κερατοειδῆ, κωλύσοντα δὲ προσπίπτειν τὸν κερατοειδῆ σκληρὸν ὄντα τῷ κρυσταλλοειδεῖ, θέαμά τε γενησόμενον ἰατήριον πονούσης ὄψεως· ὅθεν οἶμαι καὶ φύσει πάντες, ἐπειδὰν κάμνωμεν ἐν λαμπραῖς αὐγαῖς, αὐτίκα τὰ βλέφαρα κλείομεν, ἐπὶ τὸ σύμφυτον ἴαμα σπεύδοντες. ἐγὼ μὲν οὖν καὶ ταύτην θαυμάζω τὴν ἐπαληλιμμένην τῷ χιτῶνι τούτῳ κύανον· οὐδὲν δʼ ἧττον αὐτῆς θαυμάζω καὶ τὴν ἐπιτραφεῖσαν ἐντὸς δασύτητα τῷ περιέξοντι τὸ ὑαλοειδὲς ὑγρὸν χιτῶνι· νοτερὰ γὰρ αὕτη καὶ μαλθακὴ καθάπερ σπογγιά, τοῦ κρυσταλλοειδοῦς ὑγροῦ ψαύουσα, τὴν τοῦ χιτῶνος ὅλου γειτνίασιν ἄλυτον αὐτῷ παρέχει. καὶ τούτου μᾶλλον ἔτι θαυμάζω τὴν ἐκτὸς πυκνότητα, καθʼ ἣν ὁμιλεῖ τῷ σκληρῷ χιτῶνι τῷ κερατοειδεῖ χάριν τοῦ μηδʼ αὐτόν τι πάσχειν ὑπὸ τοῦ κερατοειδοῦς. ἔτι δὲ δὴ μεῖζον θαῦμα τὸ κατὰ τὴν κόρην αὐτοῦ τρῆμα· διέτρησε γὰρ ἐνταῦθα τὸν κυανοῦν τοῦτον τὸν ῥαγοειδῆ· καλοῦσι γὰρ οὕτως αὐτόν, εἰκάσαντες, οἶμαι, ῥαγὶ σταφυλῆς τὴν ἐκτὸς λειότητα καὶ τὴν ἐντὸς δασύτητα. καὶ κατὰ τοῦτο μόνον τὸ τρῆμα τοῦ κερατοειδοῦς καὶ τοῦ κρυσταλλοειδοῦς οὐδεὶς ἐν τῷ μέσῳ χιτὼν ἕτερός ἐστιν, ἀλλʼ οἷον διὰ λεπτοῦ πάνυ καὶ λευκοῦ κέρατος ἡ τῆς ἔνδον αὐγῆς πρὸς τὴν ἔξω κοινωνία τε καὶ κρᾶσις γίνεται. καὶ ὅπως μηδὲ κατὰ τοῦτο τὸ τρῆμα ψαύσῃ ποτὲ ὁ κερατοειδὴς χιτὼν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, προὐνοήσατο ὁ δημιουργός, ἅμα μὲν ἐπὶ πλέον ἐκτὸς ἀπαγαγὼν τὴν ταύτῃ μοῖραν τοῦ κερατοειδοῦς, ἅμα δʼ ὑγρὸν λεπτὸν καὶ καθαρόν, οἷόνπερ τὸ ἐν τοῖς ὠοῖς ἐστι, περιχέας τῷ κρυσταλλοειδεῖ, καὶ τρίτον ἐπὶ τούτοις αἰθεροειδοῦς τε καὶ αὐγοειδοῦς πνεύματος πληρώσας τὴν χώραν ἅπασαν τῆς κόρης. τὸ μὲν οὖν πνεῦμα τοῦτο ἐν τοῖς ὀπτικοῖς ἀποδέδεικται λόγοις, ὡς αὐγοειδές τέ ἐστι καὶ τὴν πρώτην καὶ μεγίστην δύναμιν εἰς τὴν τῶν ὀφθαλμῶν ἐνέργειαν εἰσφέρεται. περὶ δὲ τῆς ὑγρότητος ἐκ τῶνδε ἂν μάθοις, ὡς οὐκ εἰς τὸ πληροῦν μόνον τὴν κενὴν χώραν, ἀλλὰ καὶ πρὸς τὸ μὴ καταξηραίνεσθαι τό τε ὑγρὸν τὸ κρυσταλλοειδὲς αὐτὸ καὶ τὴν ἔνδον μοῖραν τοῦ ῥαγοειδοῦς ἀναγκαιότατόν ἐστιν, εἰ πρῶτον μὲν γνοίης ὅση γίνεται βλάβη ταῖς ὄψεσι πλέονος αὐτοῦ κενωθέντος ἐν ταῖς παρακεντήσεσι, καὶ ὡς τὸ πάθημα τὸ πρὸς τῶν ἰατρῶν ὀνομαζόμενον γλαύκωσις ξηρότης μέν ἐστι καὶ πῆξις ἄμετρος τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, τυφλοῖ δʼ εἴπερ τι καὶ ἄλλο τῶν κατὰ τὸν ὀφθαλμὸν νοσημάτων. ἅπαντά τε οὖν ταῦτα θαυμαστὴν ἔνδειξιν ἔχει προνοίας, καὶ τούτων οὐχ ἥκιστα τὸ σύμφυτον ἀμφίεσμα τοῦ κρυσταλλοειδοῦς· λεπτότερος γὰρ καὶ τῶν ἰσχνῶν ἀραχνίων ἐστὶ καὶ λευκότερος· καὶ τὸ τούτου μεῖζον, ὅτι μηδὲ περὶ πᾶν ἐκτέταται τὸ κρυσταλλοειδές, ἀλλὰ τὸ μὲν ἑνούμενον αὐτοῦ μέρος τῷ ὑαλοειδεῖ τελέως ἀσκέπαστόν ἐστι καὶ γυμνὸν χιτῶνος — ἑνοῦσθαι γὰρ κατὰ τοῦτο ἄμεινον ἦν ἀλλήλοις τὰ ὑγρά· τὸ δʼ ὑπερκύπτον ἅπαν εἰς τοὐκτός, ψαῦον τοῦ ῥαγοειδοῦς, τὸν λεπτὸν τοῦτον καὶ λαμπρὸν περιβέβληται χιτῶνα. καὶ δὴ καὶ τὸ τῆς κόρης εἴδωλον οἷον ἐν κατόπτρῳ τόπῳ τινὶ συνίσταται· καὶ γὰρ δὴ καὶ λεῖός ἐστι καὶ στιλπνὸς ὑπὲρ πάντα τὰ κάτοπτρα. καὶ πανταχόθεν ἄρα τὸ τῆς ὄψεως ὄργανον ὑπὸ τῆς φύσεως κεκόσμηται. τὰ δʼ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀπʼ ἐγκεφάλου κατιόντα νεῦρα αἰσθητικὰ πρότερον ἡ φύσις εἴσω τοῦ κρανίου συνάψασα καὶ ἐπικάμψασα καὶ τοὺς πόρους αὐτῶν ἑνώσασα καὶ σχῆμα παραπλήσιον τῷ Χ γράμματι ποιήσασα, μετὰ ταῦτα πάλιν ἑκάτερον ἐπὶ τὸν κατʼ εὐθὺ τῆς ἄνωθεν ἐκφύσεως ὀφθαλμὸν προήγαγεν, ὥστε τὸ ἀπʼ ἐγκεφάλου παραγινόμενον εἰς ἑκάτερον τῶν ὀφθαλμῶν πνεῦμα, εἴ ποτε ἕτερος αὐτῶν μύσειεν ἢ πηρωθείη τελέως, ὅλον εἰς τὸν ὑπόλοιπον ἰέναι· διπλασιαζομένης γὰρ αὐτοῦ τῆς ὀπτικῆς δυνάμεως ἄμεινον ὄψεται.

Περὶ ῥινός.

Τῆς ῥινὸς ἐχούσης μέσον διάφραγμα καὶ πόρους ἀξιολόγους, τούτους δὴ τοὺς φαινομένους, ἕνα καθʼ ἕκαστον μυκτῆρα, χρὴ γινώσκειν ἀνωτέρω τῶν μέσων τῆς ῥινὸς ἑκάτερον αὐτῶν δίχα σχιζόμενον. ἥκει δὲ τῶν μερῶν τὸ μὲν ἕτερον εἰς τὰ τοῦ στόματος ἔνδον, τὸ δʼ ἕτερον ὄρθιον, ὡς ἐξ ἀρχῆς ἐφέρετο, πρὸς αὐτὸν ἀναβαίνει τὸν ἐγκέφαλον, ἔνθα τυγχάνουσιν αἱ ἀποφύσεις τῶν προσθίων κοιλιῶν, καθʼ ὃ καὶ ἡ τῶν ἠθμοειδῶν ὀστῶν θέσις ἐστίν. καὶ ἥ γε μῆνιγξ ἡ παχεῖα, καθʼ ἃ ψαύει τῶνδε τῶν ὀστῶν, ὀπαῖς λεπταῖς τέτρηται. καὶ διὰ ταύτης γέ τοι πρώτης ἠθεῖται τὰ παχύτερα τῶν τοῦ ἐγκεφάλου περιττῶν, ἡ βλέννα καὶ ἡ κόρυζα, πρώτην μὲν τὴν παχεῖαν μήνιγγα διεξερχόμενα, μετʼ ἐκείνην δὲ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἠθούμενα, κἄπειτα οὕτως ἐμπίπτοντα τοῖς πόροις τῆς ῥινός. ἐν δὲ τῇ διὰ τούτων πορείᾳ μέρος ἔστιν ὅτε παραρρίπτει τῶν καταφερομένων εἰς τὸ στόμα διὰ τῶν εἰρημένων ἐκ τῆς ῥινὸς εἰς αὐτὸ συντρήσεων. ὑπαλείφει δʼ ἄναιμος χιτὼν ὑμένος παχύτερος αὐτούς τε τῆς ῥινὸς τοὺς εὐθεῖς πόρους ἀναφερομένους ἄχρι τῶν ἠθμοειδῶν, καὶ πρὸς τούτοις τοὺς ἄλλους τοὺς λοξούς, οὓς εἰς τὸ στόμα τελευτᾶν ἔφη, συνεχὴς ὢν τῷ τὴν τοῦ στόματος ὅλου περιγραφὴν ἔνδοθεν ὑπαλείφοντι καὶ τὴν γλῶτταν ἀμφιεννύντι φάρυγγά τε καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ στόμαχον. γέγονε δʼ ἡ εἰς τὸ στόμα σύντρησις κατὰ τὴν ὑπερῴαν χάριν τοῦ μὴ κατʼ εὐθὺ τῆς τραχείας ἀρτηρίας εἶναι τὴν ἀρχὴν τῆς εἰσπνοῆς, ἀλλὰ καμπήν τινα καὶ οἷον ἕλικα γίνεσθαι πρότερον, εἰς αὐτὴν ἰόντος τοῦ πνεύματος, ὡς ἂν μὴ ψύχηταί ποτε τὰ περὶ τὸν πνεύμονα, ψυχροῦ πολλάκις γινομένου τοῦ περιέχοντος ἡμᾶς ἀέρος, μήτε τοὺς ἀναμεμιγμένους ὄγκους αὐτῷ πολλάκις κόνεως ἢ τέφρας τινὸς ἢ τοιούτου παραγίνεσθαι μέχρι τῆς ἀρτηρίας, φθάνοντας προσπίπτειν τοῖς περὶ τὰς καμπὰς σώμασιν ὑγροῖς καὶ μαλακοῖς ὑπάρχουσιν.

Περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.

Τὸ δὲ τῆς ὀσφρήσεως ὄργανον, διʼ οὗ ποιούμεθα τὴν διάγνωσιν τῶν ὀσφραντῶν, ἡ ῥὶς εἶναι δοκεῖ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς διανοίας. ἐν γοῦν τῷ διὰ τοῦ στόματος εἰσπνεῖν στεγνώσαντες ὁπωσοῦν αὐτὴν οὐδενὸς τῶν ὀσφραντῶν ἀντιλαμβανόμεθα, καθάπερ γε κἀπειδὰν ἀνοίξαντες τοὺς μυκτῆρας εἰσπνέωμεν, εὐθέως αἰσθανόμεθα. καὶ δὴ φαίνεται μηδεμία γινομένη διάγνωσις ὀσμῶν ἄνευ τῆς εἰσπνοῆς, καίτοι πεπληρωμένων γε ἐνίοτε τῶν πόρων τῆς ῥινὸς ἀτμοῦ σφοδροτάτην ἔχοντος δύναμιν. ἐὰν γοῦν τις ἐν οἴκῳ μικρῷ θυμιάσας ἄσφαλτον ἢ κασίαν καὶ πληρώσας ὀσμῆς ἰσχυροτάτης αὐτόν, εἰσελθὼν ἀποπειρῷτο διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοήν, εἴσεται τοῦ λεγομένου τὴν ἀλήθειαν, ἐν μὲν τῷ τῆς εἰσπνοῆς χρόνῳ μόνῳ τῆς ὀσμῆς αἰσθόμενος, ἐν δὲ τῷ λοιπῷ παντὶ μηδεμίαν αὐτῶν ἴσχων διάγνωσιν, καίτοι πεπληρωμένων τῶν πόρων τῆς ῥινός. ἔοικεν οὖν ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀσμῶν διαγνωστικόν, ἔνδον που τεταγμένον ἐν βαθυτέρῳ τοῦ σώματος, καὶ εἰκός γε κατὰ τὰς προσθίας κοιλίας τοῦ ἐγκεφάλου τὴν τῶν ὀσφραντῶν αἴσθησιν γίνεσθαι· τῆς γὰρ ἀναπνοῆς ὅλης ὑπʼ ἐγκεφάλου γινομένης ἕνεκα τοῦ διαφυλάττεσθαι τῆς ἐν τῇ καρδίᾳ θερμασίας τὴν συμμετρίαν, εὔλογον δήπου πρώτῳ ταύτην ἑαυτῷ πορίζειν, αὐτὸν ἑτοιμότατα βλάπτεσθαι πεφυκότα πρὸς τῶν ἀμετρότερον ἤτοι θερμαινόντων ἢ ψυχόντων. πῶς οὖν οὐκ ἄν τινα πρὸς τοῦτο κίνησιν ἡ φύσις ἔδωκεν αὐτῷ σύμφυτον, ἐν μὲν ταῖς εἰσπνοαῖς ῥιπίζουσάν τε καὶ σφίγγουσαν, ἐν δὲ ταῖς ἐκπνοαῖς ἀποχέουσαν ἐνίοτε πνεῦμα φλογῶδες καὶ βλένναν καὶ κόρυζαν; καὶ φαίνεταί γε ἐναργῶς ἡ κατὰ τὸν ἐγκέφαλον κίνησις, ἥντινα κίνησιν ἔν τε τοῖς βρέφεσι καὶ τοῖς ἀνατιτραμένοις θεάσει. αὕτη μὲν οὖν ἡ κίνησις αὐτῷ κατὰ φύσιν τε καὶ διὰ παντὸς ὑπάρχει· προσγίνεται μὴν ἑτέρα τις ἐναργῶς φαινομένη κατὰ πάντα τὰ ζῷα· θεωρεῖται γὰρ ἐκκοπέντων αὐτῆς τῶν ὀστῶν τῆς κεφαλῆς ἡ κίνησις, ἔστε ἂν μὲν σιγῶσι, σφυγμώδης γινομένη κατὰ τὸν αὐτὸν ῥυθμὸν ταῖς ἀρτηρίαις καὶ τῇ καρδίᾳ. κεκραγότων δʼ ἐξαίρεταί τε καὶ διαφυσᾶται πᾶς ὁ ἐγκέφαλος, καί μοι δοκεῖ τοῦτο συμβαίνειν ὑπό τε θερμασίας πλείονος ἀναπτομένης ἐν ταῖς μεγάλαις φωναῖς, ἐκθλιβομένων τε τῶν ὑλῶν ἄνω. προνοεῖται μὲν οὖν καὶ τῆς καρδίας ὁ ἐγκέφαλος· προνοεῖται δὲ δήπου πολὺ πρότερον ἑαυτοῦ, διαστέλλων μὲν τὸν θώρακα τῆς καρδίας ἕνεκα, διαστέλλων δὲ καὶ τὰς ἐν ἑαυτῷ κοιλίας ἑαυτοῦ χάριν. ἕλκει δὲ διὰ μὲν τῶν κοιλιῶν τούτων τὸν ἐκ τῆς ῥινὸς ἀέρα, διὰ δὲ τοῦ θώρακος τὸν ἐκ τῆς τραχείας ἀρτηρίας καὶ φάρυγγος, ᾧ πάλιν ὁ ἔξωθεν ἀὴρ ἐξ ἀνάγκης ἕπεται· διὸ οὖν ἡμῖν εὕρηται τό τε ἀναπνεῖν εἰς τὸν ἐγκέφαλον καὶ τὸ τῶν ὀσμῶν ὄργανον εἶναι τὰς κοιλίας αὐτοῦ, μάλιστα δʼ αὐτῶν τὰ κάτω πέρατα, πλησιάζοντα τοῖς ἠθμοειδέσιν ὀνομαζομένοις ὀστοῖς.

Περὶ ὤτων.

Τὸ τῆς ἀκοῆς αἰσθητικὸν ὄργανον πρώτην μὲν τὴν κατὰ τὸ λιθοειδὲς ὀστοῦν ἕλικα τοῦ πόρου κατεσκευασμένην ἔχει πρὸς τὸ μηδὲν τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων λυμαίνεσθαι· δεύτερον δέ, καθάπερ τῶν ὀφθαλμῶν τὰς τρίχας τῶν ὀφρύων ὑπερέθηκεν ἐκδεξομένας προτέρας, εἴ τι τῆς κεφαλῆς εἰς αὐτοὺς καταρρέοι, κατὰ τὸν αὐτὸν τρόπον ἐβουλήθη προτάξαι τὰ ὦτα τῆς ἀκοῆς, οὐ μόνον ἀποκωλύειν, ἀλλὰ καὶ προσεπηχεῖν τι δυνάμενα.

Περὶ γλώττης καὶ τῶν συμφυῶν αὐτῆς.

Ὁ χιτὼν τῆς γλώττης συνεχής ἐστιν ἅπαντι τῷ κατὰ τὴν τοῦ στόματος εὐρυχωρίαν ἄχρι τῆς φάρυγγος· ὁ δʼ αὐτὸς οὗτος καὶ διὰ τοῦ στομάχου καὶ τῆς τραχείας ἀρτηρίας κατέρχεται, συνεχὴς ὢν ἑαυτῷ, πάντων, ὡς εἴρηται, τούτων ὑπάρχων κοινός, γλώττης καὶ στόματος παντὸς ἐπιγλωττίδος τε καὶ φάρυγγος καὶ στομάχου καὶ γαστρὸς καὶ λάρυγγος καὶ τραχείας ἀρτηρίας. τὸ δʼ ἐν τῷ στόματι μέρος τῆς γλώττης ἄνωθεν μὲν ὅλον φαίνεται, κάτωθεν δʼ οὐχ ὅλον, ἀλλʼ ἐκεῖνο μόνον ὅσον ἐκτός ἐστι τοῦ πρὸς τὴν γένυν δεσμοῦ κατὰ τὸν ἔξωθεν αὐτῆς χιτῶνα γινομένου. καὶ πολλάκις γε μέχρι πλείονος ὁ δεσμὸς οὗτος ἐκτεταμένος οὐκ ἐπιτρέπει τῇ γλώττῃ πολυειδῶς κινεῖσθαι, καὶ διὰ τοῦτο ἀναγκαζόμεθα τέμνειν τε τὸν δεσμὸν ἀπολύειν τε τῆς δέσεως τὴν γλῶτταν, ὡς χαλαρὰν γενομένην ἐκτείνεσθαι πρός τε τὴν ὑπερῴαν καὶ τὰ πλάγια πάντα τοῦ στόματος μέρη. παρὰ δὲ τὸν δεσμὸν τοῦτον ἑκατέρωθεν ἐκ τῶν πλαγίων μερῶν εὑρήσεις ἀγγείων στόματα τῶν σιαλοχόων ὀνομαζομένων, εἰς ἃ διπύρηνον καθιέναι δυνατόν ἐστιν. ταῦτα τὰ ἀγγεῖα τὴν ἀρχὴν ἔχει κατὰ τὴν ῥίζαν τῆς γλώττης, ἔνθα καὶ οἱ ἀδένες αὐτῆς εἰσιν· ἐξ ἐκείνων γὰρ ἐκφύεται παραπλήσια ταῖς ἀρτηρίαις ὄντα τὴν ἰδέαν, διʼ ὧν φερόμενον φλεγματῶδες ὑγρὸν ἐπιτέγγει τήν τε γλῶτταν αὐτὴν καὶ τὰ κάτω καὶ τὰ πλάγια καὶ τὰ κύκλῳ πάντα τοῦ στόματος· τὰ μὲν γὰρ ἄνω τοὺς ἐξ ἐγκεφάλου καθήκοντας ἔχει πόρους, περὶ ὧν εἰρήσεται. συνάπτεται δʼ ἡ ῥίζα σχεδὸν ἅπασι τοῖς πλησιάζουσι σώμασι διὰ τοῦ κοινοῦ χιτῶνος αὐτῆς πρὸς ὅλον τὸ στόμα, διʼ οὗ καὶ τοῖς ἄλλοις ἅπασιν οἷς συμπέφυκεν ἑνοῦται. ὅτι μὲν οὖν εἰς τὸ διαλέγεσθαι καὶ τὰς τῶν χυμῶν διαγνώσεις ἡ γλῶττα χρήσιμος ἡμῖν ἐστι, πρόδηλον παντί· φαίνεται δὲ κἀν τῷ μασᾶσθαι μεταφέρουσά τε καὶ μεταβάλλουσα τὰ σιτία, καθʼ ὅ τι ἂν αὐτοὶ βουληθῶμεν.

Περὶ λάρυγγος καὶ τῆς ἐπιγλωττίδος.

Τὸ ὑπὸ τῇ κάτω γένυϊ κατὰ τὴν μέσην χώραν τῶν πρώτων τοῦ τραχήλου μερῶν τεταγμένον σῶμα, προπετὲς εἰς τὸ πρόσω φαινόμενον, ἅπαντες ἴσασί τε καὶ καλοῦσι λάρυγγα, καὶ θλᾶν γε αὐτὸν ἐπιχειροῦσιν οἱ παγκρατιασταί· πνίγεται γὰρ παραυτίκα θλασθέντος αὐτοῦ τὰ ζῷα, στενοτάτης κατʼ αὐτὸ τῆς διεξόδου τῷ κατὰ τὴν ἀναπνοὴν ἀέρι γινομένης. σύγκειται δʼ ἐκ τριῶν μεγάλων χόνδρων, ὧν μέγιστος μέν ἐστιν ὁ ἔμπροσθεν, οὗπερ καὶ ψαύομεν, ἔξωθεν μὲν κυρτός, ἔσωθεν δὲ κοῖλος ὑπάρχων, ὅπλῳ σκεπαστηρίῳ μάλιστα παραπλήσιος τῷ προμηκεστέρῳ τῷ καλουμένῳ θυρεῷ. καὶ τοὔνομά γε αὐτοῦ κατὰ τὴν πρὸς τοῦτο ὁμοιότητα θυρεοειδής ἐστιν. ὁ δεύτερος δʼ ὅσον ἐλάττων ὑπάρχει τούτου, τοσοῦτον τοῦ τρίτου μείζων, ἐκ μὲν τῶν ἔνδον τεταγμένος μερῶν, ἵναπερ ὁ στόμαχος· ὅσον δʼ ἀποδεῖ τῷ μεγάλῳ πρὸς τὸ τελέως εἰς κύκλον περιῆχθαι, τοῦτο αὐτὸς προστίθησιν· τὰς γὰρ ὁριζούσας τὰ πλάγια μέρη πλευρὰς τοῦ θυρεοειδοῦς θεάσει διὰ παντὸς ὁμιλούσας ταῖς πλευραῖς τοῦ δευτέρου χόνδρου, τό τε κάτω μέρος ὅλον τῷ κάτω διὰ μυῶν ἡνωμένον. τὸ δʼ ἄνω πέρας ἑκατέρου τῶν χόνδρων ἀντιτέτακται, καθάπερ εἰ νοήσαις θυρεοὺς δύο ἀλλήλων ψαύοντας οὕτως ταῖς πλευραῖς ὡς ποιῆσαί τινα μέσην χώραν. τεττάρων δʼ οὐσῶν τοῦ θυρεοειδοῦς γωνιῶν κατὰ τὰς συμβολὰς τῶν ὁριζουσῶν αὐτὸν τεττάρων γραμμῶν, αἱ μὲν κάτω δύο συμφύονται διὰ νευροχονδρώδους δεσμοῦ τοῖς κάτω πέρασι τῶν ταπεινῶν πλευρῶν τοῦ λαβδοειδοῦς· ἐπίκειται δὲ τοῦτο τῷ ἄνω πέρατι τοῦ πρώτου χόνδρου, τὴν μὲν εὐθεῖάν τε καὶ μέσην ἑαυτοῦ γραμμὴν κατʼ εὐθὺ τῆς τε ῥάχεως ἔχων τοῦ θυρεοειδοῦς καὶ τῆς ἐν τοῖς κάτω μέρεσι τῆς γλώσσης γραμμῆς, τὰς ταπεινὰς δὲ δύο πλευρὰς ἐπὶ τὰς ἄνω γωνίας ἐκτείνων τοῦ πρώτου χόνδρου· θυρεοειδῆ γὰρ λέγειν ἢ πρῶτον, οὐ διοίσει. διαρθροῦνται δʼ ἀλλήλοις οἱ πρῶτοι χόνδροι κατὰ τὰ πλάγια· καὶ σύνδεσμοι γάρ τινες ἐκ τοῦ πρώτου διήκουσιν εἰς τὸν δεύτερον ὑμενώδεις τε καὶ νευρώδεις. οὗ δʼ ὁ ἐλάττων ὁ ἔνδοθεν παύεται, δύο μὲν ἐπίκεινται κυρτότητες μικραί· ἄρχεται δʼ ἐντεῦθεν ὁ τρίτος χόνδρος ἁρμοττούσας ἀκριβῶς ταῖς ἐξοχαῖς αὐτοῦ κοιλότητας ἔχων, ὥστε τὴν σύνταξιν τῶν δύο χόνδρων τούτων διττὴν ἐργάζεσθαι διάρθρωσιν. ἔστι δὲ καὶ στενότερος ταύτης τῆς κάτω βάσεως ὁ δεύτερος χόνδρος, ὥστε διὰ τοῦτο καὶ τοῦ λάρυγγος ὅλου τὸ κάτω πέρας, οὗ ψαύει τῆς ἀρτηρίας, εὐρύτερόν ἐστι τοῦ ἄνω στομίου τοῦ τελευτῶντος εἰς τὴν φάρυγγα· καὶ γὰρ αὖ καὶ ὁ τρίτος χόνδρος εἰς στενὸν κομιδῇ καὶ αὐτὸς τελευτᾷ, οὗ τὸ ἄνω πέρας ἀρυταινοειδὲς οἱ πλεῖστοι τῶν ἀνατομικῶν ὀνομάζουσιν, ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος τῆς πρὸς ταύτας δὴ τὰς προχόους, ἃς καὶ ἀρυταίνας ἔνιοι καλοῦσιν. ἔστραπται δὲ καὶ τούτου τοῦ χόνδρου τὸ κοῖλον εἰς τὸν τοῦ πνεύματος πόρον, ὥστε οἷον αὐλόν τινα γενέσθαι τὸ συγκείμενον ἐκ τῶν τριῶν. ὧδε μὲν ἔχει κατασκευῆς ἡ ἴδιος οὐσία τοῦ λάρυγγος· ὁ γὰρ δὴ χιτὼν ὁ ἔνδον αὐτὸν ὑπαλείφων κοινὸς τῆς τε ἀρτηρίας ἐστὶ καὶ τοῦ στομάχου· τὴν δὲ κίνησιν αὐτοῦ κατὰ τὴν τοῦ ζῴου γίνεσθαι προαίρεσιν ἀναγκαῖον ἦν, εἴπερ εἴς τε τὰς ἀναπνοὰς καὶ τὰς ἐκπνοὰς καὶ τὰς ἐπισχέσεις τῆς ὅλης ἀναπνοῆς καὶ τὰς ἐκφυσήσεις καὶ τὰς φωνὰς ἔμελλεν ἔσεσθαι χρήσιμος· ἅπαντα δὲ ταῦτα βέλτιον ἦν ὑπὸ τῆς ἡμετέρας ἄρχεσθαι προαιρέσεως. οἱ χόνδροι δὲ διττὰς ἔχουσι τὰς διαρθρώσεις καὶ κινήσεις, ἑτέρας μὲν τὰς διαστελλούσας τε καὶ συστελλούσας, ἑτέρας δὲ τὰς ἀνοιγούσας τε καὶ κλειούσας. εἰς μὲν οὖν τὰς πρώτας ἡ τοῦ πρώτου πρὸς τὸν δεύτερον ἐγένετο διάρθρωσις· εἰς δὲ τὰς δευτέρας ἡ τοῦ δευτέρου πρὸς τὸν τρίτον. περὶ μὲν οὖν τῶν χόνδρων τοῦτο εἰρήσθω· κατὰ δὲ τὴν ἔνδον χώραν τοῦ λάρυγγος, διʼ ἧς εἴσω καὶ ἔξω τὸ πνεῦμα φέρεται, τέτακταί τι σῶμα, μήτε τὴν οὐσίαν μήτε τὸ σχῆμα παραπλήσιον ἑτέρῳ τινὶ τῶν καθʼ ὅλον τὸ ζῷον, ὅπερ ἔοικεν αὐλοῦ γλώττῃ, μάλιστα κάτωθέν τε καὶ ἄνωθεν αὐτὸ θεωμένῳ. λέγω δὲ κάτωθεν μέν, ἵνα συνάπτουσιν ἀλλήλοις ἥ τε ἀρτηρία καὶ ὁ λάρυγξ· ἄνωθεν δέ, κατὰ τὸ στόμα τὸ γεννώμενον ὑπὸ τῶν ταύτῃ περάτων τοῦ τε ἀρυταινοειδοῦς χόνδρου καὶ τοῦ θυρεοειδοῦς. τοῦτο δὴ πιμελῶδες μέν ἐστιν ἅμα καὶ ὑμενῶδες τὴν οὐσίαν, πρῶτον δὲ καὶ κυριώτατον ὑπάρχει τῆς φωνῆς ὄργανον· ἵνα γὰρ φωνήσῃ τὸ ζῷον, δεῖσθαι πάντως καὶ τῆς κάτωθεν φορᾶς ἀθροωτέρας, δεῖσθαι δʼ οὐδὲν ἧττον ταύτης καὶ τῆς κατὰ τὸν λάρυγγα διεξόδου στενοτέρας, καὶ οὐχ ἁπλῶς γε στενοτέρας, ἀλλὰ κατὰ βραχὺ μὲν ἐξ εὐρέος εἰς στενὸν ἀγομένης, κατὰ βραχὺ δʼ ἐκ στενοῦ πάλιν εὐρυνομένης, ὡς ἐν τοῖς περὶ φωνῆς δείκνυται· ὅπερ ἀκριβῶς ἐργάζεται τουτὶ τὸ σῶμα τὸ προκείμενον ἐν τῷ λόγῳ νῦν, ὃ δὴ γλωττίδα τε καὶ γλῶτταν ὀνομάζω λάρυγγος. οὐ μόνον δʼ εἰς τὸ τῆς φωνῆς ὄργανον ἀναγκαῖον τῷ λάρυγγι τουτὶ τὸ σῶμα τῆς γλωττίδος, ἀλλὰ καὶ τῇ καλουμένῃ καταλήψει τοῦ πνεύματος. ὀνομάζουσι δʼ οὕτως, οὐχ ὅταν ἀπνευστὶ μόνον ἔχωμεν, ἀλλʼ ὅταν ἅμα τῷ συστέλλειν ἐκ παντὸς μέρους τὸν θώρακα τοὺς μῦς ἐντείνωμεν σφοδρῶς ὅσοι καθʼ ὑποχόνδριά τε καὶ τὰς πλευρὰς τετάχαται· βιαιοτάτη γὰρ ἐνέργεια τηνικαῦτα τοῦ τε θώρακος ἅπαντος γίνεται καὶ τῶν κλειόντων τὸν λάρυγγα μυῶν· ἀντέχουσι γὰρ οὗτοι βιαίως ὠθουμένῳ τῷ πνεύματι, τὸν ἀρυταινοειδῆ κλείοντες χόνδρον, εἰς ὅπερ ἔργον οὐ σμικρὰ συντελεῖ τῆς προειρημένης γλωττίδος ἡ φύσις· εἰς ταὐτὸν γὰρ αὐτῆς ἔρχεται τὰ μόρια τῶν ἀριστερῶν καὶ τῶν δεξιῶν, ὡς συμπεσεῖν ἀλλήλοις ἀκριβῶς καὶ κλεῖσαι τὸν πόρον. εἰ δέ τι σμικρὸν ἄκλειστον ὑπολειφθείη, οὐδὲ τοῦτο ἀπρονόητον παρῶπται τῇ φύσει, τρῆμα καθʼ ἑκάτερον μέρος τῆς γλωττίδος ἓν ἐργασαμένῃ ὑποθείσῃ τε τῷ τρήματι κοιλίαν ἔνδον οὐ σμικράν. ἐπειδὰν μὲν οὖν εὐρείαις ὁδοῖς ὁ ἀὴρ χρώμενος εἰσίῃ τε εἰς ζῷον ἐξίῃ τε αὖθις, οὐδὲν εἰς τὴν κοιλίαν παρωθεῖται· φθαρείσης δὲ τῆς διεξόδου, στενοχωρούμενος ὠθεῖται βιαίως πρὸς τὰ πλάγια καὶ τὸ τοῦ τρήματος τῆς γλωττίδος ἀνοίγνυσι στόμιον, ὃ τέως ἐκέκλειστο τῶν χειλῶν ἐπεπτυγμένων· πληρωθεισῶν δὲ πνεύματος τῶν ἐν τῇ γλώττῃ τοῦ λάρυγγος κοιλιῶν, ἀποχεῖσθαι μὲν δήπου τὸν ὄγκον ἀναγκαῖον εἰς αὐτὸν τὸν τοῦ πνεύματος πόρον, ἀκριβῶς δὲ στενοῦσθαι, κἂν εἰ σμικρόν τι πρόσθεν ἀνέῳκτο. κλειομένου δʼ οὕτως ἀκριβῶς τοῦ λάρυγγος, ὡς μηδὲ τὸ βιαίως ἐκθλιβόμενον ὑπὸ τοῦ θώρακος πνεῦμα διοίγειν αὐτόν, οὐ χρὴ ζητεῖν αἰτίαν ἑτέραν τοῦ μὴ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα· τὴν γὰρ ἐπιγλωττίδα προμηθῶς ἡ φύσις οἷον ἐπίθημά τι προὔθηκε τοῦ κατὰ τὸν λάρυγγα στόματος, ἑστηκυῖαν μὲν ὀρθὴν ἐν τῷ πρόσθεν ἅπαντι χρόνῳ, καθʼ ὃν ἀναπνεῖ τὰ ζῷα, καταπίπτουσαν δʼ ἐπὶ τὸν λάρυγγα, καταπινόντων ὁτιοῦν· αὐτὸ γὰρ τὸ καταπινόμενον, ἅτε πρῶτον μὲν ἐπιπίπτον αὐτῆς τῇ ῥίζῃ, μετὰ ταῦτα δὲ κατὰ τοῦ νώτου φερόμενον, ἀναγκάσει κατακλίνεσθαί τε καὶ καταπίπτειν αὐτήν. ἡ φύσις δʼ ἐποιήσατο τὴν τοιαύτην ἐπίφυσιν, οὐχ ὑπὲρ τοῦ μηδʼ ὅλως ἐμπίπτειν μηδέν, ἀλλʼ ὑπὲρ τοῦ μὴ πολὺ μηδὲ ἀθρόον. καταφέρεται γοῦν τι τοῦ πόματος ὀλίγον εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἐν κύκλῳ περὶ τοὺς χιτῶνας αὐτῆς θλιβόμενον, οὐ διὰ μέσης ὁδοιποροῦν τῆς εὐρυχωρίας, καὶ τοσοῦτόν ἐστιν ἐκεῖνο τὸ ὑγρόν, ὅσον εὐθὺς ἀναρπάζεσθαι διαβρέχον ὅλον τὸν πλεύμονα. χονδρώδους ὄντος τοῦ λάρυγγος καὶ περιφεροῦς πανταχόθεν, ἀναγκαῖον γίνεσθαι τῷ στομάχῳ στενοχωρίαν ἐν τῇ παρόδῳ τῶν σιτίων. πῶς οὖν οὐ στενοχωρεῖται καταπινόντων; πῶς δʼ ἄλλως ἢ κατασπωμένου μὲν αὐτοῦ, τοῦ λάρυγγος δʼ ἀνασπωμένου; ὑπαλλάττεται γὰρ οὕτως ἡ θέσις αὐτῶν, ὥστε τὴν μὲν ἀρχὴν τοῦ στομάχου κατὰ τὴν τραχεῖαν ἀρτηρίαν γίνεσθαι, τὸν λάρυγγα δʼ ἀνατρέχειν εἰς τὴν φάρυγγα. δεῖ δὲ γινώσκειν ὡς ὃν τρόπον ὑπὸ τῶν σιτίων ἡ ἐπιγλωττὶς εἰς τὸν τοῦ λάρυγγος ἀνακλίνεται πόρον, οὕτως ὑπὸ τῶν ἐμουμένων ὁ ἀρυταινοειδὴς χόνδρος· ἔστραπται γὰρ κἀκεῖνος εἰς τὴν εὐρυχωρίαν τοῦ λάρυγγος, ὥστε ἡ ῥύμη τῶν ἀναφερομένων ἐκ τοῦ στομάχου τοῖς κατὰ τὸ νῶτον αὐτοῦ προσπίπτουσα ῥᾳδίως εἰς τὴν εἴκουσαν ἀνατρέπει χώραν ὅλον τὸν χόνδρον.

Περὶ τοῦ γαργαρεῶνος.

Ὁ γαργαρεὼν εἰς μέγεθος μὲν καὶ κάλλος τῇ φωνῇ συντελεῖ· περισχίζεται δʼ αὐτῷ πρότερον ὁ εἰσιὼν ἀήρ, καὶ θραύεται τῆς τε ῥύμης αὐτοῦ τὸ σφοδρόν, καὶ διὰ τοῦτο καὶ τῆς ψύξεως. ἔνιοι γοῦν τῶν ἐκτμηθέντων αὐτὸν ἄχρι βάσεως οὐ μόνον εἰς τὴν φωνὴν ἐβλάβησαν ἐπιδήλως, ἀλλὰ καὶ ψυχροτέρας τῆς εἰσπνοῆς ᾔσθοντο. καὶ μέντοι καὶ ψυχθέντες τὰ κατὰ τὸν πνεύμονα καὶ τὸν θώρακα πολλοὶ τῶν τοιούτων ἀπώλοντο. καὶ χρὴ μὴ προπετῶς ἀποτέμνειν αὐτόν, μηδὲ ὡς ἔτυχεν, ἀλλʼ ἀπολείπειν τι τῆς βάσεως μέρος. οὐ σμικρὰ δὲ συντελεῖ τὸ μόριον τοῦτο καὶ πρὸς τὸ μήτε κόνιν ἐμπίπτειν τῷ λάρυγγι μήτε ἄλλην τινὰ οὐσίαν τοιαύτην.

Περὶ τῆς τραχείας ἀρτηρίας.

Ἔστι τι μόριον ἁπλοῦν ἐν τῷ τοῦ ζῴου σώματι, σκληρότερον μὲν τῶν ἄλλων ἁπάντων, μόνου δὲ τοῦ ὀστοῦ μαλακώτερον, ᾧ τοὔνομα σχεδὸν ἅπαντες ἰατροὶ χόνδρον ἐπέθεντο. τούτου τοῦ χόνδρου πλεῖστον ἡ φύσις εἰς τὴν κατασκευὴν τῆς τραχείας ἀρτηρίας παρασκευασαμένη κατέκαμψεν εἰς ἀκριβῆ κύκλου περιφέρειαν, ὥστε ἔξωθεν μὲν εἶναι τὸ κυρτόν, οὗ δὴ καὶ ψαύομεν, ἔσωθεν δὲ τὸ κοῖλον, εἶτʼ ἐφεξῆς ἀλλήλων ἐν τῷ τοῦ τραχήλου μήκει θεῖσα καὶ πᾶν τὸ μεταξὺ λάρυγγός τε καὶ πνεύμονος ἐν τούτῳ συμπληρώσασα συνέφυσεν αὐτοὺς ἰσχυροῖς δεσμοῖς ὑμενώδεσιν, ὁμοιοτάτοις τοῖς τῶν καράβων ὀστράκοις. ὅσον δʼ αὐτῶν μέρος ὑποκειμένου τοῦ στομάχου ψαύσειν ἔμελλε, τοῦτο οὐκέτι χόνδρον ἐποιήσατο, ἀλλὰ λείπει μέν τι τῷ κύκλῳ κατὰ ταῦτα τὰ μέρη, καὶ ἔστιν ὥσπερ σίγμα τῶν χόνδρων ἕκαστος. κοινῇ δὲ κατά τε τούτων τῶν δεσμῶν καὶ τῶν ἄλλων τῶν κυκλοτερῶν, καὶ προσέτι τῶν χόνδρων αὐτῶν, ἄλλος τις ἔσωθεν ἐπιτέταται χιτών, ἀκριβῶς κυκλοτερής, ὑπαλείφων ἅπαντα, πυκνὸς μὲν καὶ στεγανός, εὐθείας δὲ κατὰ τὸ μῆκος ἔχων τὰς ἶνας, οὗ καὶ πρόσθεν οἶδά που μνημονεύσας, ὡς ἔστι συνεχὴς τῷ τε τὸ στόμα πᾶν ὑπαλείφοντι καὶ τῷ τοῦ στομάχου τε καὶ ὅλης τῆς γαστρὸς ἔνδοθεν. καὶ μήν γε καὶ πάντα ἔξωθεν αὐτὰ περιλαμβάνει τις ὑμήν, οἷον ἀμφίεσμά τι καὶ περίβλημα τῆς ὅλης ἀρτηρίας. ὡδὶ μὲν ἔχει φύσεως ἡ κατὰ τὸν τράχηλον ἀρτηρία, διʼ ἧς εἰσπνεῖ τε καὶ αὖθις ἐκπνεῖ καὶ φωνεῖ γε καὶ ἐκφυσᾷ τὰ ζῷα· καθʼ ὃ δὲ πρῶτον ὑπερβᾶσα τὰς κλεῖς ἐν τῇ τοῦ θώρακος εὐρυχωρίᾳ γίνεται, σχίζεται κατὰ τοῦτο καὶ πάντῃ τοῦ πνεύμονος φέρεται, μετὰ τῶν ἀπὸ τῆς καρδίας ἀγγείων εἰς ἅπαντας αὐτοῦ τοὺς λοβοὺς διανεμομένη. οὐ μὴν ἐξίσταταί γε τῆς ἄνωθεν φύσεως οὐδὲ παραλλάττει κατά τι τῶν ἀποβλαστημάτων αὐτῆς οὐδέν, ἀλλʼ ὁμοίως ἅπαντα χόνδροι πολλοὶ σιγματοειδεῖς ὑμενώδεσι δεσμοῖς συνεχόμενοι μέχρι τῶν ἐσχάτων λοβῶν τοῦ σπλάγχνου διαφυλάττονται. τοῦτο μόνον ἐν τῷ πλεύμονι τὸ ἀγγεῖον ἀκριβῶς ἐστιν αἵματος καθαρόν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὸ ζῷον· ἐπειδὰν δέ τις ἢ ῥῆξις ἢ ἀναστόμωσις ἢ διάβρωσις ἀγγείου κατὰ τὸν πνεύμονα γένηται, τότε ἐκχεῖται μέν τι καὶ εἰς τήνδε τὴν ἀρτηρίαν αἵματος· ἐνοχλεῖ δὲ τῷ πνεύματι καταλαμβάνον αὐτοῦ τὰς ὁδούς, καὶ οὕτως ἤδη βήττει μὲν τὸ ζῷον, ἀναφέρεται δὲ τὸ αἷμα διὰ τῆς φάρυγγος εἰς τὸ στόμα. ὁ δʼ εἰρημένος χιτὼν ἐν μὲν τῷ στομάχῳ τῇ καταπόσει συνεργεῖν ἐδείκνυτο τὰ μέγιστα· κατὰ δὲ τὴν ἀρτηρίαν ἔνδοθεν μὲν τοὺς χόνδρους ὑπαλείφει καὶ αὐτὴν ἀνασπᾷ μετὰ τοῦ λάρυγγος εἰς τὴν φάρυγγα καταπίνοντος τοῦ ζῴου τρόπον ὁμοιότατον τῷ κατὰ τὰ κηλώνια καλούμενα. ταύτης ἐστὶ τῆς φύσεως ἡ ἀρτηρία τοῦ πνεύμονος ἡ ἐκ τῶν βρογχίων συγκειμένη· καλεῖν γὰρ οὕτως ἔθος τοῖς ἰατροῖς τοὺς χόνδρους αὐτῆς, ὥσπερ γε καὶ ὅλην μὲν βρόγχον, κεφαλὴν δὲ τὸ ἄνω πέρας αὐτῆς, ᾧπερ δὴ καὶ λάρυγξ ὄνομα.

Περὶ τοῦ ὑπεζωκότος καὶ τῶν διαφραττόντων ὑμένων τὸν θώρακα.

Ὁ ὑπεζωκὼς ὑμὴν οὐσίαν τε τὴν αὐτὴν ἔχει τῷ περιτοναίῳ καὶ χρείας τὰς αὐτὰς παρέχει πᾶσι τοῖς τοῦ πνεύματος ὀργάνοις ἅσπερ ἐκεῖνο τοῖς τῆς τροφῆς. ὀνομάζεται δʼ ὑπεζωκὼς ὑμήν, ἐπειδὴ τὰς πλευρὰς ὅλας ὑπέζωκεν ἔσωθεν, λεπτότατος ὢν ὥσπερ ἀράχνιον ὁμοιομερής τε κατὰ πᾶν ἑαυτῷ. καὶ τὰς μὲν πλευρὰς ὑπέζωκεν, ἀμφίεσμα δʼ ἐστὶν οἷον χιτών τις ἁπάντων τῶν πνευματικῶν ὀργάνων, ἐπιτεινόμενος πᾶσι τοῖς ἔνδοθεν τοῦ θώρακος μορίοις, ὡς τὸ περιτόναιον ἐλέχθη τοῖς κάτω τῶν φρενῶν. ἐξ αὐτοῦ δὲ καὶ οἱ διαφράττοντες ὑμένες τὸν θώρακα γεννῶνται κατὰ τὸ μῆκος ἄνωθεν καταφερόμενοι· καταφύονται δʼ ἀσφαλῶς, ὀπίσω μὲν εἰς τοὺς τῆς ῥάχεως σπονδύλους, ἔμπροσθεν δʼ εἰς τὸ κατὰ τὰ στέρνα μέσον ὀστοῦν, οὗ πέρας ἐστὶ κάτω μὲν ὁ ξιφοειδὴς ὀνομαζόμενος χόνδρος, ὁ κατὰ τὸ στόμα τῆς γαστρός, ἄνωθεν δὲ τῶν κλειδῶν ἡ σύνταξις. ἡ δὲ χρεία τῶν ὑμένων ἡ πρώτη μὲν καὶ μεγίστη δύο κοιλίας ἐργάσασθαι τοῦ θώρακος, ἵνα εἰ καί ποτε μεγάλου τραύματος ἐν θατέρῳ μέρει γενηθέντος ἀπόληται τὸ κατʼ ἐκεῖνο τὸ μέρος ἔργον τῆς ἀναπνοῆς, ἡ λοιπὴ κοιλία σῳζομένη τὸ γοῦν ἥμισυ τῆς ἐνεργείας διαφυλάττοι. διὰ τοῦτο οὖν ἡμίφωνον καὶ ἡμίπνουν ἐπὶ τοῖς εἴσω διασχοῦσι τραύμασι μεγάλοις ἐν θατέρῳ μέρει τοῦ θώρακος εὐθὺς γίνεται τὸ ζῷον, ἄφωνον δὲ καὶ τελέως ἄπνουν, εἰ ἀμφότεραι συντρηθεῖεν αἱ κοιλίαι. ταύτην τοίνυν μεγάλην χρείαν οὕτω παρεχομένων τῷ ζῴῳ τῶν διαφραττόντων ὑμένων τὸν θώρακα καὶ διὰ τοῦτο μάλιστα γεγονότων, ἡ φύσις κατεχρήσατο καὶ πρὸς τὴν ὡς ἀμφιεσμάτων τε ἅμα καὶ συνδέσμων ἐξ αὐτῶν ὠφέλειαν τοῖς ἐντὸς τοῦ θώρακος ὀργάνοις ἅπασιν ἐτεχνήσατο· καὶ γὰρ καὶ τὰς ἀρτηρίας τὰς ἐνταῦθα καὶ τὰς φλέβας καὶ τὰ νεῦρα καὶ τὸν οἰσοφάγον, ἤδη δὲ καὶ αὐτὸν ὅλον τὸν πνεύμονα συνδοῦσι τῷ παντὶ θώρακι καὶ σκέπουσιν οἱ ὑμένες οἵδε περιτεινόμενοι.

Περὶ πλεύμονος.

Τὴν τοῦ θώρακος ὁ πλεύμων ἐκπεπλήρωκεν εὐρύτητα, φωνητικὸν ἅμα καὶ ἀναπνευστικὸν ὄργανον γενόμενος, τὴν ἀρχὴν τῆς κινήσεως ἔχων παρὰ τοῦ θώρακος. ἡ δὲ χρεία τῆς ἀναπνοῆς διὰ τὴν καρδίαν γίνεται, τὸ μέν που δεομένης καὶ αὐτῆς τοῦ ἀέρος τῆς οὐσίας, τὸ δὲ πλεῖστον ὑπὸ θερμότητος ζεούσης ἀναψύχεσθαι ποθούσης. ἀναψύχει δʼ αὐτὴν ἡ μὲν εἰσπνοὴ χορηγίᾳ ποιότητος ψυχρᾶς, ἡ δʼ ἐκπνοὴ τοῦ ζέοντος ἐν αὐτῇ καὶ οἷον συγκεκαυμένου καὶ λιγνυώδους ἀποχύσει. διὰ τοῦτο οὖν καὶ διπλῆν ἔχει τὴν κίνησιν ἐξ ἐναντίων μορίων συγκειμένην, ἕλκουσαν μὲν ἐπειδὰν διαστέλληται, κενουμένην δʼ ἐν τῷ συστέλλεσθαι. σκοπεῖσθε δέ μοι κἀνταῦθα τὴν πρόνοιαν τῆς φύσεως· ἐπειδὴ γὰρ ἄμεινον ἡμῖν ἦν ἔχειν φωνήν, ἐδεῖτο δʼ ἐξ ἀνάγκης αὐτῆς ἡ γένεσις ἀέρος, ὅσον ἤμελλεν ἄλλως ἀργὸν καὶ ἄχρηστον ἐκπνεῖσθαι, τοῦτο ὕλην ἐποιήσατο φωνῆς, καὶ τὴν καρδίαν οὐ διὰ τῆς φάρυγγος εὐθὺς ἔξωθεν ἕλκειν ἐποίησε τὸν ἀέρα, μέσον δʼ ἀμφοῖν ἔθηκε τὸν πλεύμονα, καθάπερ τι ταμιεῖον πνεύματος, ἀμφοτέραις ταῖς ἐνεργείαις ὑπηρετεῖν ἅμα δυνάμενον. ἔστι δὲ καὶ ἡ σύστασις αὐτοῦ τοιάδε· αἱ καθʼ ὅλον τὸ σῶμα φλέβες ἐξ ἑνὸς ἰδίου γεγόνασι χιτῶνος· ὁ γὰρ ἔξωθεν αὐταῖς ἐνίοτε περιφυόμενος ὑμήν, ἔνθα συνδεῖσθαί τισιν ἢ στηρίζεσθαί τε καὶ σκέπεσθαι δέονται, κατʼ ἐκεῖνα μόνα προσέρχεται. δύο δʼ εἰσὶν οἱ τῆς ἀρτηρίας ἴδιοι χιτῶνες, ὁ μὲν ἔξωθεν οἷόσπερ ὁ τῆς φλεβός, ὁ δʼ ἔνδον πενταπλάσιος τῷ πάχει τουδί, καὶ μέντοι καὶ σκληρότερος, εἰς ἐγκαρσίας ἶνας διαλυόμενος. ὅ γε μὴν ἔξωθεν, ὁ καὶ ταῖς φλεψὶν ὑπάρχων, εὐθείας τε καὶ μετρίως ἐνίας λοξὰς ἔχει τῶν ἰνῶν, ἐγκαρσίαν δʼ οὐδεμίαν· ὁ δʼ ἔνδον χιτὼν τῆς ἀρτηρίας, ὁ παχὺς καὶ σκληρός, οἷον δέρμα τι κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἔχει παραπλήσιον ἀραχνίῳ, σαφῶς φαινόμενον ἐπὶ τῶν μεγάλων ἀρτηριῶν, ὃν ἔνιοι τρίτον ἀρτηρίας τίθενται χιτῶνα. τέταρτος δʼ ἄλλος ἴδιος αὐτῆς οὐδείς ἐστιν, ἀλλʼ ὥσπερ ἐνίαις τῶν φλεβῶν, οὕτως καὶ τῶν ἀρτηριῶν ἐπιφύεταί τε καὶ περιφύεται κατά τινα μέρη λεπτὸς ὑμήν, σκέπων ἢ στηρίζων ἢ ξυνδέων αὐτὰς τοῖς πλησιάζουσι μορίοις. ὁποῖαι μὲν οὖν καθʼ ὅλον τὸ σῶμά εἰσιν αἱ ἀρτηρίαι, τοιοῦτον ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐκφυόμενον ἀγγεῖον εἰς ὅλον τὸν πνεύμονα κατασχίζεται, ὁποῖαι δʼ αἱ φλέβες, τοιοῦτον ἐκ τῆς ἀριστερᾶς, ὥστε τριῶν ἀγγείων διαπλεκόντων τὸν πλεύμονα, τὸ μὲν ἀπὸ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον ἀρτηρίαν φλεβώδη καλεῖσθαι, τὸ δʼ ἀπὸ τῆς δεξιᾶς ἀρτηριώδη φλέβα, τὸ δὲ τρίτον ἀπὸ τῆς φάρυγγος ἀρτηρίαν τραχεῖαν, ἐκ χόνδρων συγκειμένην σιγμοειδῶν τὸ σχῆμα. τὸ μὲν οὖν κυκλοτερὲς τοῦ χόνδρου κατά τε τὴν μεγάλην ἀρτηρίαν τὴν ἐν τῷ τραχήλῳ πρέμνου λόγον ἔχουσαν πρὸς τὰς ἐν τῷ πνεύμονι καὶ κατʼ αὐτὰς ἐκείνας ὥσπερ τινὰς κλάδους ἀπʼ αὐτῆς πεφυκυίας, ἐν τοῖς πρόσω τέτακται μέρεσιν· καθʼ ὃ δʼ ἀπολείπεται μέρος ὁ χόνδρος εἰς τὴν τοῦ κύκλου συμπλήρωσιν, ἐν τοῖς ὀπίσω μέρεσίν ἐστι, κατὰ μὲν τὸν τράχηλον ὁμιλοῦν τῷ στομάχῳ, κατὰ δὲ τὸν πνεύμονα τῇ κληθείσῃ πρὸς ἡμῶν ὀλίγον ἔμπροσθεν ἀρτηριώδει φλεβί· ἀναπληροῦται δὲ τὰ μεταξὺ τῶν ἀγγείων ὑπὸ τῆς τοῦ πλεύμονος ἰδίας οὐσίας, ἣν οἱ περὶ τὸν Ἐρασίστρατον ὀνομάζουσι παρέγχυμα. ὅτι δʼ οὐχ ὡς ἐφʼ ἥπατος οἱ λοβοὶ τοῦ πνεύμονος ἄνισοι τὸν ἀριθμόν εἰσιν, ἀλλʼ ἐπὶ πάντων τῶν ζῴων, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν ἐστι, δύο μὲν ἐν τοῖς δεξιοῖς αὐτοῦ μέρεσι, δύο δʼ ἐν τοῖς ἀριστεροῖς, ὡμολόγηται πᾶσιν· ὡμολόγηται δέ, εἰ καὶ μὴ πᾶσιν, ἀλλὰ τοῖς γε ἀκριβέστερον ἀνατέμνουσιν, ὡς ἐν τῷ δεξιῷ μέρει τοῦ θώρακος ἔστι τις καὶ πέμπτος λοβὸς μικρός, οἷον ἀποβλάστημά τι θατέρου τοῖν δυοῖν. εὑρήσεις δʼ αὐτὸν ῥᾷστα τῇ κοίλῃ φλεβὶ προσέχων τὸν νοῦν· ἐκείνῃ γὰρ ὑποβέβληται, καθʼ ὃ πρῶτον ἐμπίπτει τῷ θώρακι καταλιποῦσα τὰς φρένας. ἔστι δʼ ὅτε καὶ κοιλότητά τινα κατὰ τῶν ἐπιπολῆς αὐτοῦ σαφῶς ἰδεῖν ἔστιν, ἐφʼ ἧς ἡ φλὲψ ἐστηρίζετο ζῶντος ἔτι τοῦ ζῴου. μετὰ γάρ τοι τὸν θάνατον ὁ πλεύμων ἀεὶ συμπεπτωκὼς ὁρᾶται καὶ μικρός, οὐκ ὀλίγης γινομένης τῆς μεταξὺ χώρας αὐτοῦ τε καὶ τοῦ θώρακος, ἔμπαλιν ἢ ὡς ζῶντος ἔσχε τοῦ ζῴου. πεποίηκε γὰρ ἡ φύσις, οὐχ ὡς ἀναπνευστικὸν ὄργανον, ἀλλὰ ὡς ὑποστόρεσμά τι μαλθακὸν τῇ κοίλῃ φλεβὶ τὸν λοβὸν τοῦτον ἀπὸ τοῦ διαφράγματος ἄχρι τοῦ τῆς καρδίας ὠτὸς ἐκτεταμένον. ἡ δὲ σὰρξ τοῦ πλεύμονος ἀερώδης ὁρᾶται καὶ πνεύματος μεστή, σαφῶς εἰς πέψιν ἀέρος ἐνδεικνυμένη παρεσκευάσθαι, καθάπερ ἡ τοῦ ἥπατος εἰς τὴν τροφῆς· εὔλογον γὰρ οὐκ ἀθρόως οὐδʼ ἐξαίφνης τὸν ἔξωθεν ἀέρα τοῦ κατὰ τὸ ζῷον πνεύματος γίνεσθαι τροφήν, ἀλλὰ κατὰ βραχὺ μὲν ἀλλοιούμενον, ὥσπερ γε καὶ τὰ σιτία, δεχόμενον δὲ τὴν οἰκείαν ποιότητα τῷ συμφύτῳ πνεύματι χρόνῳ πλέονι, καὶ ταύτης τῆς ἀλλοιώσεως τὸ πρῶτον ὄργανον ὑπάρχειν τὴν τοῦ πνεύμονος σάρκα, καθάπερ γε καὶ τῆς εἰς αἷμα μεταβολῆς ἡ σὰρξ τοῦ ἥπατος ἐδείκνυτο τὴν αἰτίαν ἔχειν· τὸ γὰρ ἐκ τῶν τραχειῶν ἀρτηριῶν πνεῦμα τὸ ἔξωθεν ἔσω ἐνεχθὲν ἐν μὲν τῇ σαρκὶ τοῦ πνεύμονος τὴν πρώτην ἐργασίαν λαμβάνει· μετὰ ταῦτα δʼ ἐν τῇ καρδίᾳ τε καὶ ταῖς ἀρτηρίαις καὶ μάλιστα ταῖς κατὰ τὸ δικτυοειδὲς πλέγμα τὴν δευτέραν, ἔπειτα τὴν τελειοτάτην ἐν ταῖς τοῦ ἐγκεφάλου κοιλίαις, ἔνθα δὴ καὶ ψυχικὸν ἀκριβῶς γίνεται.

Περὶ τοῦ θύμου.

Τὸν καλούμενον θύμον ἀδένα μέγιστόν τε ἅμα καὶ μαλακώτατον ὑπέτεινεν ἡ φύσις τοῖς ἄνω μέρεσι τοῦ μέσου κατὰ τὸ στῆθος ὀστοῦ τοῦ στέρνου καλουμένου, ὡς μήτε ψαύειν αὐτὸ τῆς κοίλης φλεβὸς τάς τε ἄλλας ἐκφύσεις ἁπάσας αὐτῆς τὰς ἐν τούτῳ τῷ χωρίῳ γινομένας παμπόλλας οὔσας στηρίζεσθαι, καθʼ ἃ πρῶτον ἐκφύονται· πανταχοῦ γὰρ ὅπου μετέωρον ἀγγεῖον ἡ φύσις σχίζει, πάντως ἐνταῦθα μέσον ἀδένα τὴν σχίσιν ἐκπληροῦντα κατατίθησιν.

Περὶ καρδίας.

Σάρξ ἐστιν ἡ καρδία σκληρὰ καὶ δυσπαθής, ἐξ ἰνῶν πολυειδῶν συγκειμένη· μέση δὲ τέτακται τῶν τοῦ θώρακος εὐρυχωριῶν ἑκατέρας, περιλαμβανομένη κατὰ κύκλον ὑπὸ τοῦ πνεύμονος, καθάπερ δακτύλοις τισί, τοῖς λοβοῖς αὐτοῦ. διασημαίνει δʼ ἡ κίνησις αὐτῆς ὡς ἐν τοῖς ἀριστεροῖς μᾶλλον κειμένης, διὰ διττὴν αἰτίαν, ὅτι τε κατὰ τοῦτο τέτακται τοῦ ζῴου τὸ μέρος ἡ πνευματικὴ κοιλία, καὶ ὅτι κέκλιταί πως ὅλη πρὸς τοῦτο μᾶλλον· οὐ γὰρ ὥσπερ ἡ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τῶν τοῦ θώρακος ἀριστερῶν τε καὶ δεξιῶν, οὕτως καὶ ἡ κορυφή, διότι μηδὲ ἀκριβῶς κατάντης ἀπὸ τῆς ἰδίας βάσεως ἐπὶ τὸ κάτω πέρας ἐκτέταται, παρεγκλίνει δέ, ὡς ἔφην, ἐπὶ τὴν ἀριστερὰν χώραν. τὰ δʼ ὦτα τῆς καρδίας καθʼ ὁμοιότητά τινα τοῖς κυρίως ὀνομαζομένοις ὠσὶν ἐκάλεσαν οἱ πρόσθεν. δύο δὲ στόματά ἐστιν, ἓν καθʼ ἑκάτερον τῶν εἰσαγόντων ἀγγείων τὰς ὕλας, ἐν μὲν τοῖς δεξιοῖς μέρεσι κατὰ τὴν τῆς φλεβὸς ἔμφυσιν εἰς τὴν ἐνταῦθα κοιλίαν τῆς καρδίας, ἐν δὲ τοῖς ἀριστεροῖς κατὰ τὴν τῆς ἀρτηρίας τῆς φλεβώδους. ἀναπτύξαντος δέ σου ταυτὶ τὰ ὦτα, τό τε σῶμα τῆς καρδίας αὐτὸ φανεῖται, καὶ τῶν εἰρημένων στομάτων ἑκάτερον, οἵ τε ὑμένες οἱ κατὰ τὴν ἔμφυσιν ἐπικείμενοι, τρεῖς μὲν ἐπὶ τῆς δεξιᾶς κοιλίας, δύο δʼ ἐπὶ τῆς ἀριστερᾶς, ὧν τὸ σχῆμα τῆς συνθέσεως ἔοικε ταῖς τῶν βελῶν γλωχῖσιν. ταῦτά τοι καὶ τριγλώχινας αὐτὰς ὠνόμασαν ἔνιοι τῶν ἀνατομικῶν. λοιπὰ δʼ ἐστὶ δύο στόματα τῶν ἐξαγόντων τὰς ὕλας ἀγγείων, ἐκ μὲν τῆς δεξιᾶς κοιλίας εἰς τὸν πλεύμονα τὸ τῆς ἀρτηριώδους φλεβός, ἐκ δὲ τῆς ἀριστερᾶς εἰς ὅλον τοῦ ζῴου τὸ σῶμα τὸ τῆς μεγάλης ἀρτηρίας· ἐφʼ ὧν αὖ πάλιν ἑκατέρου θεάσει τρεῖς ὑμένας σιγμοειδεῖς τὸ σχῆμα, νεύοντας ἔξω τῆς καρδίας, ὥσπερ οἱ τριγλώχινες εἴσω. χρεία δʼ αὐτῶν ἐστιν ἁπάντων κοινῇ, κωλῦσαι παλινδρομεῖν εἰς τοὐπίσω τὰς ὕλας. τοῦ πνεύμονος δʼ ἐνήλλαξεν ἡ φύσις τῶν ἀγγείων τοὺς χιτῶνας, οὐ μάτην, ἀρτηριώδη μὲν ἐργασαμένη τὴν φλέβα, φλεβώδη δὲ τὴν ἀρτηρίαν· τρέφεται μὲν γὰρ ἕκαστον ὑπὸ τῆς ὁμοίας ἑαυτῷ τροφῆς, κοῦφον δʼ ἐστὶ καὶ μανὸν καὶ οἷον ἐξ ἀφροῦ τινος αἱματώδους πεπηγότος τὸ τοῦ πλεύμονος σῶμα, καὶ διὰ τοῦτο δεόμενον ἀτμώδους καὶ λεπτοῦ καὶ καθαροῦ τοῦ αἵματος, οὐχ ὥσπερ τὸ ἧπαρ ἰλυώδους τε καὶ παχέος· διὸ καὶ ἔμπαλιν αὐτῷ τὰ τῶν ἀγγείων ἔχει, μάλιστα μὲν τοῖς καθʼ ἧπαρ, ἤδη δὲ καὶ τοῖς ἄλλοις τοῦ ζῴου μορίοις· τοῖς μὲν γὰρ ἀραιός τε καὶ λεπτὸς ὁ χιτὼν ὑπάρχων τοῦ τὸ αἷμα χορηγοῦντος ἀγγείου, πλεῖστον τοῦ παχέος ἑτοίμως τοῖς περιέχουσι διαδίδωσιν· τῷ δὲ πλεύμονι πάχους οὐδέν, ὅτι μὴ τὸ λεπτόν, ἐπιτρέπει διέρχεσθαι. καὶ τοῖς μὲν ἄλλοις αἱ ἀρτηρίαι παχεῖαι καὶ πυκναὶ γενηθεῖσαι παντάπασιν ὀλίγον ἀτμώδους αἵματος τοῖς παρακειμένοις μορίοις ἕλκειν ἐπιτρέπουσι, τῷ δὲ πλεύμονι μόνῳ πάμπολυ τὸ τοιοῦτον μεθιᾶσιν, ὑπὸ μανότητός τε καὶ λεπτότητος ἀδυνατοῦσαι στέγειν· ὥστε πάντῃ τῷ πλεύμονι τὰ περὶ τὴν τροφὴν ὑπεναντίως ἔχει τοῖς ἄλλοις ἅπασι τοῦ ζῴου μορίοις, ὥσπερ καὶ τὰ τῆς τοῦ σώματος ἰδέας. διὰ δὴ τὴν εὐπορίαν τῆς τοιαύτης τροφῆς ἀπὸ καρδίας ἐπιπέμπεται τῷ πνεύμονι, τοῦ αἵματος ἀκριβῶς ἐν ἐκείνῃ κατειργασμένου τε καὶ λελεπτυσμένου. τὸ δὲ κατὰ τὴν κεφαλὴν τῆς καρδίας εὑρισκόμενον ὀστοῦν οὐκ ἐν ἅπασι τοῖς ζῴοις ἀκριβές ἐστιν ὀστοῦν, ἀλλʼ ἐν μὲν τοῖς μείζοσιν ἀκριβὴς χόνδρος ἐστίν, ἐν δὲ τοῖς ἱκανῶς μεγάλοις χόνδρος ὀστώδης, κατὰ δὲ τὰ μέγιστα τὸ πλεῖον ὀστώδης. ἀρτηρίαι μὲν οὖν καὶ φλέβες πάντῃ ἐν κύκλῳ περιέρχονται τὸ τῆς καρδίας σῶμα· νεῦρον δʼ οὐδὲν φαίνεται κατεσχισμένον εἰς αὐτήν, ὥσπερ οὐδʼ εἰς ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα· μόνον γὰρ δὴ τὸ περικάρδιον σκέπασμα λεπτῶν νεύρων φαίνεται δεχόμενον βλαστήματα. θεάσει δὲ δήπου, γυμνώσας ὅλην τὴν καρδίαν, τὴν μὲν ἀριστερὰν κοιλίαν αὐτῆς ἀνήκουσαν ἐπʼ ἄκραν τὴν κορυφήν, τὴν δεξιὰν δὲ πολὺ κατωτέρω παυομένην, καὶ περιγραφὴν δὲ πολλάκις ἰδίαν ἔχουσαν, ἐπὶ μὲν τῶν μεγάλων ζῴων μᾶλλον, ἔστι δʼ ὅτε μὴν καὶ ἐπὶ τῶν μικρῶν. τινὲς γοῦν δύο κορυφὰς ἔχουσαν εὑρίσκοντες τὴν καρδίαν ἐνίοτε νομίζουσι δύο εἶναι καρδίας. στόματα δὲ πάντα εἶναί φαμεν τέτταρα τῶν τεττάρων ἀγγείων· τὰ δʼ ὦτα τῶν κοιλιῶν τῆς καρδίας ἐκτός ἐστιν· εἰ δέ τις αὐτὰ μέρη τοῦ σπλάγχνου τιθέμενος ἐπὶ πλέον ἐκτείνοι τὸν ἀριθμὸν τῶν στομάτων, δόξει διαφωνεῖν ἡμῖν· ἓν γάρ ἐστι τὸ στόμα τῆς φλεβώδους ἀρτηρίας κατὰ τὴν ἀριστερὰν κοιλίαν· οὐ μὴν μένει γε ἄχρι πλείονος, ἀλλʼ εὐθέως ἐν τῇ κατὰ τὸ οὖς εὐρυχωρίᾳ σχισθὲν εἰς τέτταρα μόρια πρὸς ἕκαστον ἓν ἀφικνεῖται τῶν τοῦ πλεύμονος λοβῶν. σφύζουσι δʼ ἀμφότεραι μὲν αἱ κοιλίαι τῆς καρδίας διοιγομένου τοῦ θώρακος, οὐ μὴν ὡσαύτως ἐν ἀμφοῖν αἷμά τε καὶ πνεῦμα περιέχεται· πλεονεκτεῖ γὰρ οὐκ ὀλίγῳ κατὰ μὲν τὴν δεξιὰν ἡ τοῦ αἵματος οὐσία, κατὰ δὲ τὴν ἀριστερὰν ἡ τοῦ πνεύματος. ἐπεὶ δʼ ἡ καρδία τῆς ἐμφύτου θερμασίας, ᾗ διοικεῖ τὸ ζῷον, οἷον ἑστία τίς ἐστι καὶ πηγή, πᾶν μὲν ἂν οὕτω μόριον αὐτῆς εἴη κύριον, ἀλλὰ μᾶλλον ὅσων ἡ χρεία τῷ παντὶ ζῴῳ διαφυλάττει τὴν ζωήν. ἔστι δὴ ταῦτα δυοῖν ἀγγείων στόματα κατὰ τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, ἣν τοῖς ἰατροῖς ἔθος ἐστὶν ὀνομάζειν πνευματικήν· διὰ γὰρ δὴ τούτων τῶν στομάτων ἡ καρδία, διὰ μὲν τοῦ μικροτέρου ταῖς κατὰ τὸν πλεύμονα, διὰ δὲ τοῦ μείζονος ἁπάσαις ταῖς καθʼ ὅλον τὸ ζῷον ἀρτηρίαις ἐστὶ συνεχής. ἧττον δʼ ἂν εἴη τούτων κύρια τὰ κατὰ τὴν ἑτέραν αὐτῆς κοιλίαν, ἣν αἱματικὴν ὀνομάζουσιν· ὅμως μὴν καὶ ταῦτα τῶν ἄλλων κυριώτερα, τὸ μὲν εἰσάγον εἰς αὐτὴν τὸ αἷμα, τὸ δʼ ἐξ αὐτῆς εἰς τὸν πλεύμονα παράγον.

Περὶ τοῦ περικαρδίου.

Ὅ γε μὴν τῆς καρδίας χιτὼν ἴδιος, ὁ περικάρδιος ὀνομαζόμενος, ἕτερός ἐστιν ἑκατέρου τούτων, ἐν τῷ μέσῳ κείμενος ἀμφοτέρων. οὐ μὴν αὐτῷ γε τῷ σώματι τῆς καρδίας ὁ περικάρδιος οὗτος χιτὼν συμπέφυκεν, ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις ἅπασιν οὐ σμικρά τίς ἐστιν ἡ μεταξὺ χώρα τῇ τῆς καρδίας ἀνακειμένη κινήσει· κατὰ δὲ τὴν ἑαυτοῦ βάσιν, ἥτις κύκλος ἐστί, τοῖς ἐκφυομένοις αὐτῆς ἀγγείοις συμπέφυκεν, ὧν τὸ μέν ἐστιν ἡ μεγίστη τῶν ἀρτηριῶν ἐν τοῖς ἀριστεροῖς δηλονότι μέρεσι, τὸ δʼ ἕτερον ἐν τοῖς δεξιοῖς, ἡ ἀφʼ ἥπατος ὁρμωμένη φλέψ· ἄλλα δὲ δύο, ὧν τὸ μὲν ἀρτηρίαν φλεβώδη, τὸ δʼ ἀρτηριώδη φλέβα καλῶ.

Περὶ οἰσοφάγου.

Ὁ οἰσοφάγος κατὰ τῶν τῆς ῥάχεως σπονδύλων ἐπικείμενος καὶ συνδεδεμένος αὐτοῖς καὶ τούτῳ τῷ τρόπῳ διεξερχόμενος ὅλον τὸν θώρακα σὺν τῷ τῆς θέσεως ἑδραίῳ τε καὶ πανταχόθεν ἀσφαλεῖ καὶ τὸ μηδὲν ἐνοχλεῖν μήτε τῇ καρδίᾳ μήτε τῷ πλεύμονι μήτε ἄλλῳ τινὶ τῶν κατὰ τὸν θώρακα μορίων ἐπεκτήσατο. σκολιὸς δʼ ἐστὶ τὴν θέσιν· κατὰ μὲν γὰρ τῆς μέσης χώρας τῶν πρώτων τοῦ νώτου τεττάρων σπονδύλων ἀκριβῶς ἐκτέταται μηδαμόσε παρατρεπόμενος, κατὰ δὲ τὸν πέμπτον σπόνδυλον ἐκτρέπεται μὲν τῆς κατʼ εὐθὺ κάτω φορᾶς εἰς τὰ δεξιὰ μέρη μεθιστάμενος, ἑτέρῳ δʼ ὀργάνῳ κυρίῳ παραχωρεῖ τῆς βελτίονος ἕδρας, τῇ μεγίστῃ πασῶν ἀρτηρίᾳ· ταύτην γὰρ ἐκ μὲν τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφυομένην, εἰς ἅπαν δὲ τὸ σῶμα τοῦ ζῴου νεμομένην, εὔλογον ἦν δήπου κατὰ τῆς ἀρίστης χώρας ἐπιβῆναι τῶν σπονδύλων, ἥτις ἦν ἡ μέση. τοῖς μὲν οὖν πρώτοις τέτρασι σπονδύλοις ὁ στόμαχος τῆς γαστρὸς ἐπιβέβηκε, τοῖς δʼ ὀκτὼ τοῖς λοιποῖς ἐκ τῶν δεξιῶν παρατέταται, διʼ ἃς εἶπον αἰτίας· ὅταν δὲ δὴ πρῶτον ἅψηται τῶν φρενῶν, αἳ δὴ τὸ κάτω πέρας εἰσὶ τοῦ θώρακος, ὑμέσιν ἰσχυροῖς εἰς ἱκανὸν ὕψος ἐξαιρόμενος, ὑπερβαίνει τὴν μεγάλην ἀρτηρίαν αὖθις ἐπὶ θάτερα μέρη, κἀνταῦθα τὰς φρένας διεξερχόμενος ἐμφύεται τῷ στόματι τῆς γαστρός.

Περὶ γαστρός.

Τοῖς μὲν ἄλλοις ἅπασι τοῦ ζῴου μορίοις οὐ συνῆψεν ἡ φύσις αἴσθησιν τῶν ἐλλειπόντων, ἀλλʼ οἷον φυτὰ ταῦτα τρέφεται, διὰ παντὸς ἐκ τῶν φλεβῶν ἀρυόμενα τὴν τροφήν· μόνῃ δὲ τῇ γαστρί, καὶ ταύτης μάλιστα τοῖς κατὰ τὸ στόμα μέρεσιν, αἴσθησιν ἐνδείας ἐπέστησεν ἐπεγείρουσάν τε καὶ κεντρίζουσαν τὸ ζῷον προσαίρεσθαι σιτία. καὶ τούτου χάριν εἰς αὐτὴν ζεῦγος οὐ σμικρῶν νεύρων ἄνωθεν καταφέρεται καὶ διασπείρεταί τε καὶ διαπλέκει, μάλιστα μὲν τὸ στόμα καὶ τὰ τούτῳ συνεχῆ, καὶ τοῖς ἄλλοις δὲ δὴ τοῖς μέχρι τοῦ πυθμένος αὐτῆς ἐπεκτείνεται μέρεσιν. κεῖται δʼ ἡ γαστὴρ ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ζῴου μᾶλλον, τοῦ πυθμένος αὐτῆς ἐπὶ τὰ δεξιὰ παρεκτεινομένου μέρη. περίκειται δʼ αὐτῇ κατὰ μὲν τὰ δεξιὰ τὸ ἧπαρ, ἀκριβῶς περιλαμβάνον αὐτήν, οἷα δακτύλοις τοῖς λοβοῖς, ὁ σπλὴν δὲ κατὰ τὰ ἀριστερά, ἀλλʼ ἀνωτέρω μὲν ἔχει τὴν θέσιν τὸ ἧπαρ ὡς ψαύειν τῶν φρενῶν, κατωτέρω δʼ ὁ σπλήν. τὰ μὲν οὖν δεξιὰ τῆς γαστρὸς καὶ τὰ ἀριστερὰ μέρη πρὸς τούτων θερμαίνεται, ὄπισθεν δʼ ὑπὸ τῶν ῥαχίτων μυῶν ἅμα τῇ κατʼ αὐτοὺς πιμελῇ. λοιπὸν δὲ τὸ πρόσω μέρος αὐτῆς τὸ καλούμενον ἐπίπλοον θερμαίνει, τούτου χάριν γεγονός, ὡς ἔστι μαθεῖν ἐναργῶς ἐφʼ ὧν τρωθέντων τῶν κατʼ ἐπιγάστριον, ἐκπεσὸν διὰ τοῦ τραύματος, ἔπειτα πελιδνὸν γενόμενον, εἰς ἀνάγκην ἀφαιρέσεως τοῦ βεβλαμμένου μέρους κατέστησε τοὺς ἰατρούς· ἅπαντες γὰρ οὗτοι ψυχροτέρας αἰσθάνονται τῆς γαστρὸς καὶ ἧττον πέττουσι καὶ πλειόνων τῶν ἔξωθεν ἐπιβλημάτων δέονται, καὶ μάλιστα ὅταν ἀξιόλογον ᾖ τῷ μεγέθει τὸ ἀποτμηθέν. τῷ σχήματι δὲ περιφερής τε ἅμα καὶ προμήκης ἐστὶν ἡ γαστήρ· καθʼ ἃ δὲ περιβέβηκε τοῖς σπονδύλοις, ἐντετύπωταί τε καὶ διέφθαρται κατὰ ταῦτα ἡ κυρτότης, ὅ τε πυθμὴν ἐπʼ ἀνθρώπων εὐρύτερός ἐστι τῶν κατὰ τὸ στόμα. καί σοι δῆλον αὐτῆς ἤδη τὸ σύμπαν σχῆμα· σφαῖραν γὰρ ἀκριβῶς νοήσας, αὐτὴν εὐρυτέραν ἐπινόησον κάτωθεν, εἶτʼ ἔργασαι διττὰς ἀποφύσεις, εὐρυτέραν μὲν τὴν κατὰ τὸν οἰσοφάγον, στενοτέραν δὲ τὴν κάτω· εἶτʼ ἐπὶ τούτοις ἔτι θλίψας αὐτὴν καὶ σιμώσας τὴν ὄπισθεν κυρτότητα, τὸ σύμπαν σχῆμα μεμαθηκὼς ἔσει τῆς γαστρός. ὑπεναντίως δʼ αὐτῆς ἔχει τὰ μέρη ταῖς ἀποφύσεσιν· ἄνωθεν γάρ, ἐν οἷς ἐστιν αὐτὴ στενοτέρα, ὁ στόμαχος εὐρύτερος· κάτωθεν δέ, ἐν οἷς ἐστιν εὐρυτέρα, ἡ εἰς τὸ ἔντερον ἔκφυσις στενοτέρα γέγονεν. κατὰ βραχὺ μὲν οὖν ἀπὸ τῆς τοῦ στομάχου καταφύσεως ἀνευρύνεται, σαφῶς αὐτοῦ τοῦ φαινομένου διδάσκοντος, μέρος τι πρόμηκες ἀποτεταμένον αὐτῆς ὑπάρχειν τὸν οἰσοφάγον· οὐ κατὰ βραχὺ δέ, ἀλλʼ ἀθρόως ἐκ τοῦ πυθμένος ἐκφύεται τὸ ἔντερον, ὡς ἂν οὐκ αὐτοῦ τοῦ σώματος τῆς κοιλίας μόριον ὑπάρχον, ἀλλʼ ἕτερόν τι συμφυὲς αὐτῇ. καὶ μήν γε καὶ ἡ τῶν χιτώνων φύσις τῇ μὲν γαστρὶ καὶ τῷ στομάχῳ παραπλήσιος, ἀνόμοιος δὲ τοῖς ἐντέροις· ὁ μὲν γὰρ ἔνδον χιτὼν ὑμενωδέστερος ὢν ἐν τῇ γαστρὶ καὶ τῷ στομάχῳ ἶνας εὐθείας ἄνωθεν κάτω φερομένας ἔχει· ὁ δʼ ἔξωθεν ὁ σαρκωδέστερος ἐγκαρσίας, οἵασπερ οἱ δύο χιτῶνες ἔχουσιν οἱ τῶν ἐντέρων. κυκλοτερεῖς γάρ εἰσιν αἱ πλεῖσται τῶν ἰνῶν ἐν τοῖς ἐντέροις, ὀλιγίστων ἐπιτεταμένων αὐταῖς εὐθειῶν· ἕλκειν μὲν γὰρ εἰς ἑαυτὴν ἐχρῆν τὴν γαστέρα διὰ τοῦ στομάχου τά τε σιτία καὶ τὰ ποτά, καθάπερ χερσί, ταῖς εὐθείαις ἰσὶ ταύταις ἐπισπωμένην, προωθεῖν δὲ ταῖς ἐγκαρσίαις κατὰ κύκλον περιστελλομέναις· ἑκάστῳ γὰρ τῶν κινουμένων μορίων ἐν τῷ σώματι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν· τοῖς δʼ ἐντέροις — ἑλκτικῆς γὰρ οὐδὲν ἔχει δυνάμεως — αἱ προωθεῖν ἐπιτήδειοι γεγόνασι μόναι. τῶν μὲν οὖν ἐγκαρσίων ἰνῶν τεινομένων, ἔλαττον ἀνάγκη γίνεσθαι τὸ εὖρος τῆς περιεχομένης ὑπʼ αὐτῶν κοιλότητος· τῶν δʼ εὐθειῶν ἑλκομένων τε καὶ εἰς ἑαυτὰς συναγομένων, οὐκ ἐνδέχεται μὴ συναιρεῖσθαι τὸ μῆκος. ἀλλὰ μὴν ἐναργῶς τε φαίνεται καταπινόντων συναιρούμενον, καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται, καὶ ὅταν γε, συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας, ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται κάτω φερόμενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων, ὁ καὶ τὸν στόμαχον ὑπαληλιφὼς καὶ τὸ στόμα, τοῖς ἐντὸς ἐπεκτείνεται μέρεσι τοῦ λάρυγγος· ὥστε οὐκ ἐνδέχεται κατασπώμενον αὐτὸν ὑπὸ τῆς κοιλίας μὴ συνεπισπᾶσθαι τὸν λάρυγγα. τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵνα ἐπισπάσωνταί τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στόμαχος· οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα. δῆλον οὖν ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στομάχου. καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέκτηται· τῶν πρόσω δʼ ὅ τι ἂν ἑκάστοτε ἐπιλαμβάνῃ, τοῦτο ἀρχόμενον διαστέλλεται, τὸ δʼ ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον· ὥστε ὁμοίαν εἶναι πάλιν τὴν διάθεσιν τοῦ στομάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων, ἀλλὰ τῆς ὁλκῆς οὐ παρούσης τὸ μῆκος ἴσον ἐν τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται. διὰ τοῦτο δὲ καὶ καταπίνειν ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δʼ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα· οὐδὲ γὰρ ἐπιθυμεῖ τὰ κατὰ τὸ στόμα μόρια τοῦ γενομένου παθήματος, καθάπερ ἡ γαστὴρ ὀρέγεται τοῦ καταπίνειν τὰς τροφάς· οὐ γὰρ δὴ φέρεται κάτω τῷ βάρει τὰ καταπινόμενα, καθάπερ ᾠήθησαν ἔνιοι. δῆλον δὲ τοῦτό ἐστιν ἐκ τῶν μακροτραχήλων ζῴων, ὅσα νεμόμενα καταπίνει τὴν τροφὴν ἐπικεκυφότα καὶ προσφέρεται τὸ ποτόν· ἔνδειξις γὰρ ἐκ τούτου τοῦ φαινομένου δείκνυται δυνάμει τινὶ χρώμενον ἤτοι τὸν στόμαχον ἢ διὰ τούτου τὴν κοιλίαν ἐργάζεσθαι τὴν κατάποσιν, ἥτις δύναμις ἐνίοτε παραλυθεῖσα χωρὶς φλεγμονῆς καταπίνειν ἀδυνάτους ἐργάζεται, μὴ ὅτι σιτίον σκληρόν, ἀλλὰ μηδὲ τὸ ὕδωρ. εὔδηλον οὖν ὅτι τῆς ὑγιεινῆς κατασκευῆς τῶν μορίων βλαπτομένης ἡ τοιαύτη παράλυσις γίνεται, δυσκρασίας τινὸς συμβαινούσης, ἣν ἐπανορθοῦν χρὴ πρὸς τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν ἐπανάγοντας· ἐάν τε γὰρ ὁ ἔξω χιτὼν τοῦ στομάχου τὴν διάθεσιν ἔχῃ ταύτην, ἐάν τε ὁ ἔνδον, ἡ θεραπεία μία γίνεται τῶν τε ἔξωθεν αὐτῷ προσφερομένων τῶν τε διὰ τοῦ στόματος καταπινομένων, ἐνίοτε τόπῳ προσφερομένων καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν.

Περὶ ἐντέρων.

Ὥσπερ τὰς φλέβας ἡ φύσις ἀναδόσεως ὄργανα ποιήσασα δύναμιν ἐνέθηκεν αὐταῖς αἵματος γεννητικήν, ὅπως μὴ μάτην ὁ χρόνος ἀπόλοιτο τῆς διʼ αὐτῶν φορᾶς τῇ τροφῇ, κατὰ τὸν αὐτὸν λόγον καὶ τοῖς ἐντέροις τῆς εἰς τὰς φλέβας ἀναδόσεως ἕνεκα γεγενημένοις ὡς δύναμίς τις ἐνυπάρχει πεπτικὴ σιτίων. διόπερ οὔτε τῆς τῶν περιττωμάτων εἰς τὸ πρόσω φορᾶς ἕνεκεν οὔτε πέψεως, ἀλλὰ τοῦ ἐπίπαν εἰς τὰς φλέβας ἀναλαμβάνεσθαι τὸ κεχυλωμένον ἐν τῇ κοιλίᾳ παρεσκεύασται τὰ ἔντερα. καὶ διὰ τοῦτο αἱ τῶν ἐντέρων ἕλικες ἀναρίθμητόν τι πλῆθος φλεβῶν ἐξ ἥπατος εἰς ἑαυτὰς ἐμφυόμενον ἔχουσαι σύμπαντα τὸν ἐν τῇ γαστρὶ πεπεμμένον χυλὸν ἀναπέμπουσιν. ἐπεὶ δʼ ἓν εἶδος κινήσεως ἔχει τὰ ἔντερα τὸ προωστικόν, ἓν χιτῶνος εἶδος εἰς ἐγκαρσίας τε καὶ κυκλοτερεῖς ἶνας ἀναλυόμενον ἐκτήσατο. τί δὴ οὖν οἱ χιτῶνες αὐτῶν δύο γεγόνασιν, εἴπερ ὁμοίως ἔχουσιν ἀμφότεροι; ἀλλʼ οὐχ ὧδε ἔχει· σφοδρότητος γὰρ ἕνεκα τῆς ἀποκριτικῆς δυνάμεως καὶ δυσπαθείας αὐτῶν τῶν ὀργάνων, ὡς δηλοῖ καὶ τὰ δυσεντερικὰ παθήματα. πολλοῖς γοῦν καὶ πολλάκις ἐθεασάμεθα κακῶς τε ἅμα καὶ χρονίως νοσήσασι πλεῖστον ἔντερον ἀποσαπέν, ὡς πολλαχόθι τὸν ἔνδον ὅλον ἀπολέσθαι χιτῶνα, καὶ ὅμως ἐβίων τε οὗτοι καὶ διεγένοντο, μὴ ἂν διασωθέντες, εἰ μὴ καὶ δεύτερός τις ἦν ἐπὶ τῷ διεφθαρμένῳ χιτὼν ἕτερος ἔξωθεν. τοῦ δὲ μὴ δεῖσθαι συνεχῶς τῆς ἔξωθεν τροφῆς αἱ τῶν ἐντέρων ἕλικές εἰσιν αἴτιαι, καθάπερ καὶ τοῦ μηδʼ ἀποπατεῖν πολλάκις, ἀλλʼ ἐκ μακροτέρων διαστημάτων ἡ τοῦ παχέος εὐρύτης ἐντέρου τὴν αἰτίαν ἔχει, δευτέρα τρόπον τινὰ γαστὴρ αὐτοῖς ὑποβεβλημένη· ἵνα γὰρ μὴ ἀποπατῇ τὰ ζῷα συνεχῶς μήτε οὐρῇ, τοῖς μὲν ὑγροῖς περιττώμασιν ἡ κύστις ὑπόκειται, τοῖς δὲ ξηροῖς τὸ παχὺ καλούμενον ἔντερον, ὃ δὴ καὶ κάτω κοιλίαν ὀνομάζουσί τινες. ἀρχὴ δʼ αὐτοῦ τὸ τυφλὸν ἔντερον· οὗ γὰρ δὴ τελευτᾷ τὸ λεπτὸν ἔντερον, ἐντεῦθεν εἰς μὲν τὰ δεξιὰ τὸ τυφλόν, εἰς ἀριστερὰ δὲ τὸ κόλον ἀποφύεται, διὰ τῆς δεξιᾶς πρότερον ἀνενεχθὲν λαγόνος. τὸ μὲν δὴ τυφλὸν ἄντικρυς οἷον γαστήρ τίς ἐστι παχεῖα, εἰς ὑποδοχὴν περιττωμάτων ἐπιτήδειος, ἀνάλογον δʼ αὐτῷ καὶ τὸ κόλον. πρῶτον μὲν οὖν ἡ ἔκφυσις, ἣν ἐκ τοῦ πυλωροῦ λαμβάνει τὸ ἔντερον, ἱκανῶς ἐστι στενὴ καὶ οὐκ εἰς ἕλικας ἐπικαμπτομένη κατά τε τῆς ῥάχεως τεταμένη· μετὰ δὲ ταύτην, δωδεκαδάκτυλος οὖσα τὸ μῆκος, ὡς Ἡρόφιλος ἀληθῶς ἔφη, κατακάμπτεται πολυειδῶς εἰς ἕλικας, ἀγγείων παμπόλλων ἔχουσα πλῆθος, ὅπερ ὀνομάζουσι νῆστιν, ὅτι κενὸν ἀεὶ τροφῆς εὑρίσκεται. τούτῳ δʼ ἐφεξῆς ἐστι τὸ λεπτόν, κατὰ μὲν τὴν οὐσίαν ταὐτὸν τῷδε, διαφέρον δὲ τῷ τε μήτε κενὸν εὑρίσκεσθαι μήτε τοσούτων ἀγγείων ἔχειν πλῆθος. ἐπὶ τούτῳ δʼ ἐστὶ τὸ τυφλὸν καλούμενον, εἶτα τὸ κόλον, ἐφʼ ᾧ κατὰ τὸ πέρας ἄχρι τῆς ἕδρας ἐκτέταται τὸ ἀπευθυσμένον ὀνομαζόμενον ἔντερον.

Περὶ περιτοναίου.

Διελὼν ἀπὸ τοῦ ξιφοειδοῦς χόνδρου μέχρι τῶν τῆς ἥβης ὀστῶν ἅπαντας τοὺς καθʼ ὑπογάστριον μῦς, ἐντεύξῃ τινὶ λεπτῷ σώματι καθάπερ ἀραχνίῳ πλατεῖ, τῷ καλουμένῳ περιτοναίῳ. κέκληταί γε μὴν περιτόναιον ἀπὸ τοῦ περιτετάσθαι πᾶσι μὲν τοῖς σπλάγχνοις, πᾶσι δὲ τοῖς ἐντέροις, ἔτι δὲ τοῖς ἀγγείοις ὅσα μεταξὺ φρενῶν τέ ἐστι καὶ σκελῶν. οὕτως δὲ καὶ τοῖς ἄλλοις ὅσα τούτων μεταξὺ κεῖται περιτέταται πᾶσιν, ἐν οἷς ἐστι καὶ μήτρα καὶ κύστις. τοῦτον τὸν ὑμένα λεπτότατον ὄντα οὐδὲ ἀποδεῖραι ῥᾴδιόν ἐστιν ἄνευ τοῦ διασπάσαι, καὶ μάλιστα κατά τε τὰς φρένας καὶ τοὺς ὁμιλοῦντας αὐτῷ δύο μῦς τῶν καθʼ ὑπογάστριον τῶν ἐγκαρσίων, ἕνα καθʼ ἑκάτερον μέρος, ἀριστερόν τε καὶ δεξιόν· ἔνθα γὰρ οὗτοι πλατὺν καὶ λεπτὸν τένοντα τὴν ἑαυτῶν ἀπονεύρωσιν ἴσχουσι, συμπέφυκεν αὐτοῖς δυσλύτως ὁ περιτόναιος ὑμήν, ὥστε καὶ τὴν καλουμένην γαστρορραφίαν, ἣν οἴονται τοῦ περιτοναίου μόνου ποιεῖσθαι, μετὰ τῆς ἀπονευρώσεως ἧς λέγω, γινομένην ἴσθι. χρεῖαι δὲ τοῦ περιτοναίου πλείους τοῖς ζῴοις· μία μὲν ὡς σκεπάσματος ἁπάντων τῶν ὑποκειμένων μορίων, δευτέρα δʼ ὡς διαφράγματος αὐτῶν τούτων πρὸς τοὺς ἔξωθεν ἐπικειμένους μῦς· τρίτη δʼ ὡς πρὸς τὸ θᾶττον ὑπιέναι τὰ περιττώματα τῆς ξηρᾶς τροφῆς· οἷον γὰρ ὑπὸ δυοῖν τινων χειρῶν, τοῦ τε περιτοναίου καὶ τῶν φρενῶν, ἄνω μὲν ἡνωμένων, κάτω δὲ διεστηκότων, σφιγγόμενα τὰ μεταξὺ θλίβει τε καὶ ὠθεῖ τὰ τῆς τροφῆς περιττώματα κάτω· καὶ τετάρτη πρὸς τὸ μὴ ῥᾳδίως πνευματοῦσθαι τά τε ἔντερα καὶ τὴν γαστέρα· περιτεταμένον γὰρ σφίγγει καὶ περιστέλλεται ῥᾳδίως τε θλίβει τῆς φύσης τὸ μὲν ἄνω, τὸ δὲ κάτω· καὶ πέμπτη, πρὸς τὸ πάντα τὰ κάτω τῶν φρενῶν συνδεῖσθαί τε ὑπʼ αὐτοῦ καὶ ὡς ὑπὸ δέρματός τινος ἕκαστον ἰδίᾳ σκέπεσθαι.

Περὶ ἐπιπλόου.

Ἐκ δυοῖν μὲν χιτώνων γέγονε τὸ καλούμενον ἐπίπλοον λεπτῶν καὶ πυκνῶν ἀλλήλοις ἐπικειμένων, παμπόλλων δʼ ἀρτηριῶν καὶ φλεβῶν καὶ πιμελῆς οὐκ ὀλίγης· σύγκειται γὰρ ἐκ δυοῖν οἷον πτυχῶν τοῦ περιτοναίου, μέσων δʼ ἐν αὐταῖς περιεχομένων τῶν ἀγγείων, ἀμφίεσμά τε ἅμα γινόμενον αὐτῶν καὶ πρόβλημα καὶ στήριγμα. λελέχθαι δὲ τὸ ἐπίπλοόν φασιν οὕτως, ἐπειδήπερ οἷον ἐπιπλέον ἐστὶ τοῖς ἐντέροις. σχῆμα δʼ ἔχει μάλιστα φασκωλίου τε καὶ θυλάκου καὶ σάκκου, στόμα μὲν ἔχοντος τὴν ἐκ τῆς γαστρὸς ἔκφυσιν ἄνωθέν τε καὶ κάτωθεν, ὅλον δὲ τὸ κύτος ἑαυτοῦ μέχρι τοῦ πυθμένος ὅσον ἐκ τῶν εἰρημένων ἀρχῶν ἀποτείνεται κάτω. μαθήσῃ δʼ ἐναργέστερον οὕτως τοῦτο ἔχον, ἐὰν ἀποτεμὼν ἐντεῦθεν αὐτὸ καὶ κατὰ μηδὲν ἄλλο μέρος ἢ τρήσας ἢ διασπάσας ἐμπιμπλάναι βουληθῇς ἤτοι γε ὑγρᾶς οὐσίας ἢ στερεᾶς· πληρωθήσεται γὰρ ὑπʼ αὐτῆς ὅλον ὑπάρχον ὑγιές τε καὶ συνεχὲς ἑαυτῷ, καθάπερ τὰ φασκώλια. ῥᾷστον δʼ ἐστί σοι καὶ τελέως ἐξελεῖν αὐτὸ τοῦ ζῴου· βραχεῖαι γὰρ ἔτι συμφύσεις ὑπολείπονται πρός τε τὸν σπλῆνα καὶ τὸ κόλον αὐτῷ, μετὰ τὸ τῶν πρώτων ὅλον ἐκφύσεων χωρισθῆναι. προσφύεται μὲν οὖν ποτε σπανίως καὶ λοβῷ τοῦ ἥπατος ἄλλοτε ἄλλῳ καί τινι νόθῃ πλευρᾷ, μηδὲ ταύτῃ μιᾷ διὰ παντός, ἀλλʼ ὡς ἂν τύχῃ· τοὐπίπαν δʼ ἀπολέλυται καὶ κεχώρισται πάντων τῶν ἄλλων ὅτι μὴ τριῶν τῶνδε, γαστρὸς καὶ σπληνὸς καὶ κόλου· τούτοις γὰρ ἀεὶ συνῆπται.

Περὶ μεσεντερίου.

Καὶ τὸ μεσεντέριον δʼ ἐκ τοῦ περιτοναίου τὴν γένεσιν ἔχει. καλοῦσι δʼ αὐτὸ καὶ μεσάραιον ἀπὸ τῶν συμβεβηκότων αὐτῷ τὰς προσηγορίας ἀμφοτέρας θέμενοι, μεσεντέριον μὲν ἀπὸ τῆς θέσεως, μεσάραιον δʼ ἀπὸ τῆς οἰκείας οὐσίας· μέσον γὰρ τέτακται τῶν ἐντέρων καὶ πάσας τὰς ἐξ ἥπατος εἰς αὐτὸ καταφερομένας φλέβας ἅμα ταῖς παρακειμέναις ἀρτηρίαις τε καὶ νεύροις ἐν κύκλῳ περιλαμβάνει, καθάπερ ἕκαστον τῶν ἐντέρων. ἔνθα μὲν οὖν περιτείνεται τοῖς ἀγγείοις τε καὶ τοῖς ἐντέροις, ἁπλοῦν ἐστιν, ἔνθα δὲ μέσον αὐτῶν κείμενον οὐ τὴν ἀμφιέσματος ἔτι χρείαν, ἀλλὰ τὴν συνδέσμου παρέχει, διπλοῦν γίνεται.

Περὶ τοῦ παγκρέου.

Ἡ κατιοῦσα φλὲψ ἐξ ἥπατος μεταξὺ τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἀχθεῖσα τοῖς ὑποκειμένοις σπονδύλοις ἐπιβέβηκεν· εἰς τὸ αὐτὸ δʼ ἥκει χωρίον καὶ ἡ μέλλουσα μετʼ αὐτῆς σχίζεσθαι καθʼ ὅλον τὸ μεσάραιον ἀρτηρία, καὶ τὸ νεῦρον δὲ τὸ συγκατασχιζόμενον τῇ ἀρτηρίᾳ καὶ τῇ φλεβὶ καθʼ ὅλον τὸ μεσάραιον εἰς τοῦτον ἤχθη τὸν τόπον, ὥσπερ γε καὶ οἱ τὸ χολῶδες περίττωμα τῆς ἐφʼ ἥπατι κύστεως ἐκκενώσοντες ...· ὥστε ἐπεὶ καὶ φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον καὶ τέταρτον σὺν αὐτοῖς τὸ χοληδόχον ἀγγεῖον εἰς ἓν τοῦτο χωρίον ἤγαγεν ἡ φύσις, τὰς δʼ ἀρχὰς τῆς σχίσεως ἀναγκαῖον ἦν αὐτῶν ἐνταυθοῖ γενέσθαι, μεγάλης βοηθείας ἐδεῖτο τοῦτο τὸ χωρίον εἰς ἀσφάλειαν τῶν κατʼ αὐτὸ διανεμηθησομένων καὶ σχισθησομένων ἀγγείων. καὶ διὰ τοῦτο ἡ φύσις ἀδενῶδές τι σῶμα δημιουργήσασα, τὸ καλούμενον πάγκρεας, ὑπεστόρεσεν ἅμα καὶ περιέβαλεν ἐν κύκλῳ πᾶσι κατασχισθὲν ἐπλήρωσέν τε, ὡς μηδὲν αὐτῶν εὔσχιστον εἶναι μηδʼ ἀστήρικτον, ἀλλʼ ἐπὶ μαλακοῦ καὶ μετρίως εἴκοντος ἀναπαυόμενα πάντα, καὶ ἢν κινηθῇ που σφοδρότερον, ἄπληκτά τε καὶ ἄθλαστα καὶ ἄρρηκτα διὰ παντὸς φυλάττεσθαι. καὶ μήν γε καὶ ὑμένας ἰσχυροὺς ἰδίᾳ τε καθʼ ἕκαστον ἀγγεῖον καὶ κοινῇ πᾶσιν αὐτοῖς περιέβαλεν, ἀμφιέσοντας δὲ καὶ συνάψοντας, οὐ πρὸς τὸν ἀδένα μόνον, ἀλλὰ σὺν ἐκείνῳ τοῖς μὲν ὑποκειμένοις κατὰ τὴν ῥάχιν πρώτοις καὶ μάλιστα, μετὰ ταῦτα δὲ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς περικειμένοις ὀργάνοις.

Περὶ διαφράγματος.

Εἷς ἐστι τοῦ θώρακος μῦς οὐχ ὁ φαυλότατος, αἱ φρένες, ὀνομάζουσι δʼ αὐτὰς καὶ διάφραγμα. τὸ μὲν οὖν μέσον ἐν ταῖς φρεσίν ἐστιν ὁ μῦς ἀπονευρούμενος εἰς τένοντα πλατύν, ἐκ παντὸς μέρους περιλαμβανόμενος ὑπὸ τῶν σαρκωδῶν· ἑκατέρωθεν δʼ αὐτοῦ λεπτὸς ὑμὴν ἐπιπέφυκεν ἄνωθέν τε καὶ κάτωθεν, ὑφʼ ὧν ὁ θώραξ διαφράττεται. δύο δʼ ἐστὶ τὰ τρήματα τῶν φρενῶν, τὸ μὲν ἕτερον τὸ μεῖζον, ἵνα τοῖς σπονδύλοις ἐπιβεβήκασιν, ὁδὸς τῷ τε στομάχῳ καὶ τῇ μεγάλῃ παρεσκευασμένον ἀρτηρίᾳ· τὸ δʼ ὑπόλοιπον τοὔλαττον τὴν κοίλην φλέβα τοῖς ἄνω τοῦ ζῴου μέρεσι κομίζουσαν αἷμα δέχεταί τε καὶ παραπέμπει σὺν ἀσφαλείᾳ πολλῇ· καὶ γὰρ καὶ περιπέφυκεν αὐτῇ πάνυ δυσλύτῳ συμφύσει καὶ συναποπέμπει τὸν ἐν τοῖς δεξιοῖς τοῦ θώρακος ὑμένα. τὸ δὲ στόμα τῆς γαστρὸς κεῖται μὲν κατὰ τὰς φρένας, οὐ μὴν ἰσχυρῶς γε συμφυόμενον, ὥσπερ ἡ κοίλη φλέψ, ἀλλὰ χαλαροῖς ὑμέσι διειλημμένον.

Περὶ ἥπατος.

Οὐχ ἅπασιν ἀνθρώποις ὁμοίως ἔχει τὸ ἧπαρ κατά τε μέγεθος καὶ πλῆθος λοβῶν. ἀκριβέστατα γοῦν ὑπὲρ αὐτοῦ γράφων Ἡρόφιλος αὐτοῖς ὀνόμασι τάδε φησίν· «Ἔστι δʼ εὐμέγεθες τὸ τοῦ ἀνθρώπου ἧπαρ, καὶ μεῖζον τοῦ ἔν τισιν ἑτέροις ζῴοις ἰσοπαλέσιν ἀνθρώποις, καὶ καθʼ ὃ μὲν ταῖς φρεσὶ προσψαύει, κεκύρτωται καὶ λεῖόν ἐστιν, καθʼ ὃ δὲ τῇ κοιλίᾳ προσψαύει, ἔνσιμον καὶ ἀνώμαλον. ἀφωμοίωται δὲ κατὰ τοῦτο διασφαγῇ τινι, καθʼ ὃ καὶ τοῖς ἐμβρύοις ἐκ τοῦ ὀμφαλοῦ ἡ φλὲψ εἰς αὐτὸ ἐμπέφυκεν. οὐχ ὅμοιον δʼ ἐστὶν ἐν ἅπασιν, ἀλλὰ καὶ πλάτει καὶ μήκει καὶ πάχει καὶ ὕψει καὶ λοβῶν πλήθει καὶ ἀνωμαλίᾳ τοῦ ἐκ τοῦ ἔμπροσθεν καὶ ὄγκῳ τοῦ ἐκ τοῦ ἔμπροσθεν, καθʼ ὃ παχύτατόν ἐστι, καὶ τοῖς ἄκροις τοῖς κύκλῳ κατὰ τὴν λεπτότητα ἄλλοις ἀλλοῖον· λοβοὺς γάρ τισι μὲν οὐδʼ ἔχει, ἀλλʼ ἔστιν ὅλον στρογγύλον καὶ ἄνορθον· τοῖς δὲ δύο, τοῖς δὲ καὶ πλείους, πολλοῖς δὲ καὶ τέσσαρας ἔχει.» ταῦτά τε οὖν ὀρθῶς εἶπεν Ἡρόφιλος, ἔτι τε πρὸς τούτοις, «ὀλίγον μὲν ἐπʼ ἀνθρώπων, οὐκ ὀλίγον δʼ ἐπʼ ἄλλων ζῴων ἐπιλαμβάνειν αὐτὸ τῶν ἀριστερῶν μερῶν», ἀληθῶς ἔγραψεν. τοῦτο τὸ σπλάγχνον εἰς τὸ σιμότατον ἑαυτοῦ μέρος ἀνηκούσας ἔχει τὰς ἐκ τοῦ μεσεντερίου φλέβας· ὀνομάζουσι δὲ τὸν τόπον τοῦτον, εἰς ὃν ἀθροίζονται πᾶσαι, πύλας ἥπατος, καθʼ ὃν εὑρήσεις στόμα μέγιστον φλεβός. ἀπὸ τῶν πυλῶν τούτων εἰς ἕκαστον λοβόν, ὅσοιπερ ἂν ὦσιν, μίαν εὑρήσεις ἀφικνουμένην φλέβα μεγάλην, ἧς σχισθείσης εἰς πολλὰς μικράς, ὅσον ἐστὶ μεταξὺ τῶν ἀγγείων, ἅπαν ἀναπεπλήρωται τῇ τοῦ σπλάγχνου σαρκί. καλοῦσι δʼ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα. τῆς δὲ φλεβὸς ἑκάστης καθʼ ἧπαρ ὁ χιτὼν πάνυ λεπτός ἐστιν, οἷος οὐκ ἄλλος ἐν οὐδεμιᾷ τῶν καθʼ ὅλον τὸ ζῷον. ὄψει δʼ εὐθέως, ἐὰν ἀκριβῶς προσέχῃς τοῖς κατὰ τὰς πύλας χωρίοις καὶ τὸν ἐκ τῆς χοληδόχου κύστεως πόρον εἰς τὴν ἀρχὴν τῆς τῶν ἐντέρων ἐκφύσεως ἀφικνούμενον, οὐ πολλῷ κατωτέρω τοῦ πυλωροῦ καλουμένου, γεγονότα χάριν τοῦ διακρίνεσθαι τὴν χολήν. ἔστι δʼ ὅτε καὶ ἀποσχίδα ἑαυτοῦ τινα πέμπει μικρὰν ἀνωτέρω τοῦ πυλωροῦ. καὶ μὲν δὴ καὶ νεῦρον πάνυ τι σμικρὸν ἅμα τῇ πρὸς τὸ σπλάγχνον ἀναφερομένῃ θεάσει φλεβί, καταφυόμενον εἰς τὸν περικείμενον ἔξωθεν ὑμένα, χωρὶς τοῦ κατασχίζεσθαι σὺν αὐτῇ διὰ βάθους, ἵνα μὴ παντάπασιν ἀναίσθητον ᾖ τὸ σπλάγχνον. ἡ μὲν οὖν σὰρξ τοῦ ἥπατος αὐτὸ δὴ τὸ ἴδιόν ἐστιν αὐτοῦ σῶμα, τὸ πρῶτον τῆς αἱματώσεως ὄργανον· διὸ καὶ ταῖς εἰς τὴν γαστέρα καὶ σύμπαντα τὰ ἔντερα καθηκούσαις φλεψὶν ὑπάρχει δύναμις αἵματος ποιητική, καθʼ ἣν καὶ πρὶν εἰς ἧπαρ ἀφικέσθαι, τὸν ἐκ τῶν σιτίων ἀναδιδόμενον χυμὸν αἱματοῦν αἱ φλέβες πεφύκασιν. συνῆπται δὲ τὸ ἧπαρ τῇ μὲν γαστρὶ καὶ τοῖς ἐντέροις ἅπασι διά τε τῶν φλεβῶν καὶ τοῦ συνδοῦντος αὐτὰς χιτῶνος, τοῖς δʼ ἄλλοις τοῖς περικειμένοις σώμασι διὰ τοῦ σκέποντος αὐτὰ χιτῶνος, τὴν γένεσιν ἐκ τοῦ περιτοναίου λαμβάνοντος, ὥστε διὰ μὲν τούτου πᾶσι τοῖς ἐντὸς συνάπτεται — πᾶσι γὰρ ὁ χιτὼν οὗτος ἐπεκτείνεται —, διὰ μεγάλου δὲ δεσμοῦ ταῖς φρεσὶ καὶ διά τινων ἄλλων ὑμενωδῶν τε καὶ σμικρῶν ταῖς νόθαις πλευραῖς. ὁ δὲ δὴ πρὸς τὰς φρένας αὐτὸ συνάπτειν εἰρημένος δεσμὸς ἔστι μὲν καὶ αὐτὸς οἷόνπερ τὸ περιτόναιον κατʼ οὐσίαν· καὶ γὰρ δὴ καὶ τὴν γένεσιν ἔκ τε τοῦ περιέχοντος ἔχει τὸ ἧπαρ χιτῶνος καὶ τοῦ τὰς φρένας ὑποζωννύντος κάτωθεν, οὓς ἀμφοτέρους δυσπαθείᾳ παμπόλλῳ παραλλάττει ὁ τοῦ περιτοναίου. συνάπτει δʼ οὐ ταῖς φρεσὶ μόνον ἐνταυθοῖ τὸ ἧπαρ, ἀλλὰ καὶ τῇ καρδίᾳ διὰ τῶν φρενῶν· τῆς γὰρ κοίλης φλεβὸς πρὸς τὴν καρδίαν ἀνιούσης διὰ τῶν φρενῶν ἐν μέσῳ κειμένων ἀμφοτέρων τῶν σπλάγχνων, δεσμὸν ἡ φύσις παρεσκεύασε σκληρὸν ἕνα καὶ παχύν, ἀμφίεσμά τε ἅμα τῆς κοίλης καὶ κοινὸν σύνδεσμον πρὸς τὸ διάφραγμα τῇ τε φλεβὶ καὶ παντὶ τῷ σπλάγχνῳ.

Περὶ σπληνός.

Ὁ σπλὴν ὄργανόν ἐστι καθαρτικὸν τῶν ἐν ἥπατι γεννωμένων ἰλυωδῶν καὶ παχέων καὶ μελαγχολικῶν χυμῶν. ἕλκει μὲν οὖν τούτους διʼ ἀγγείου φλεβώδους, οἷον στομάχου τινός· ἑλκύσας δʼ οὐκ εὐθὺς εἰς τὴν κοιλίαν ἀποκρίνει, ἀλλʼ αὐτὸς πρότερον κατεργάζεται καὶ μεταβάλλει κατὰ πολλὴν σχολήν. ὅσον μὲν οὖν ἂν εἰς τὸν οἰκειότατον τῷ σπλάγχνῳ χυμὸν μετακομισθῇ, τροφὴ τῷ σπληνὶ γίνεται ὁπόσον δʼ ἄν τι καὶ τὴν ἐν τούτῳ διαφυγὸν ἐργασίαν καὶ μὴ δυνηθὲν εἰς αἵματος ἰδέαν λεπτοῦ καὶ χρηστοῦ μεταστῆναι παντάπασιν ἄχρηστον ᾖ πρὸς τὴν θρέψιν, εἰς τὴν γαστέρα τοῦτο διά τινος ἑτέρου φλεβώδους ὁ σπλὴν ἐξερεύγεται στομάχου, χρείαν καὶ αὐτὸ παρέχον οὐ σμικράν. τὸ ἴδιον δὲ σῶμα τοῦ σπληνός, τὸ καλούμενον ὑπό τινων παρέγχυμα, χαῦνον ἱκανῶς ἐστι καὶ ἀραιόν, ὥσπερ τις σπογγιὰ πρὸς τὸ ῥᾳδίως ἕλκειν τε καὶ παραδέχεσθαι τὸ πάχος τῶν χυμῶν. κεῖται δʼ ὁ σπλὴν ἐν τοῖς ἀριστεροῖς, ἀεὶ τὸ σιμὸν ἑαυτοῦ μέρος ἐστραμμένον ἔχων εἰς τὰ δεξιὰ πρὸς τὸ ἧπάρ τε καὶ τὴν γαστέρα· τὸ δʼ αὖ κυρτὸν δῆλον ὡς ἀντίκειται τοῖς σιμοῖς.

Περὶ νεφρῶν.

Τῶν νεφρῶν ὁ μὲν δεξιὸς ἐπὶ πάντων τῶν ζῴων ἀνωτέρω κεῖται, ψαύων ἔσθʼ ὅτε τοῦ μεγάλου τῶν καθʼ ἧπαρ λοβῶν, ὁ δʼ ἀριστερὸς κατωτέρω. ἐμφύεται δʼ εἰς αὐτοὺς ἀπὸ τῶν κατὰ ῥάχιν ἀγγείων, τῆς τε ἀρτηρίας καὶ τῆς φλεβός, οὐ σμικρὰ τὸ μέγεθος ἀγγεῖα. καὶ μέντοι καὶ τὰ σιμὰ μὲν εἰς ἀλλήλους ἔχουσιν ἐστραμμένα, τὰ κυρτὰ δʼ ἀπεστραμμένα πρὸς τὰ πλάγια τοῦ ζῴου μέρη. σαφῶς γε μὴν αὐτὴν τοῦ νεφροῦ τὴν κοιλίαν θεάσει, περιαλειφομένην μὲν ὑμενώδει τινὶ σώματι, καθʼ ἓν δέ τι μέρος αὐτῆς οὐ πόρρω τῆς τῶν ἀγγείων ἐμφύσεως ἕτερόν τι σῶμα ἔχουσαν πρόμηκές τε καὶ κοῖλον ἐμφυόμενον, ὅπερ ὀνομάζεται πόρος οὐρητικός, τὸν νεφρὸν τῇ κύστει συνάπτων. καὶ ἔστιν αἰσθητὸν τὸ στόμα τοῦ πόρου τούτου, κἂν μὴ πάνυ τι μέγα τὸ ζῷον ᾖ. ἕνα δʼ ὁ πόρος οὗτος ὁ οὐρητὴρ ἔχει τὸν ἴδιον χιτῶνα, περιλαμβανόμενον ὡσαύτως τοῖς ἄλλοις ἅπασιν ὅσα μετέωρα, πρὸς τοῦ περιτοναίου. τὰ δʼ οὖρα διακρίνεται τοῦ αἵματος, τῶν νεφρῶν ἑλκόντων τὸν ὀρόν, κἀντεῦθεν εἰς τὴν κύστιν διὰ τῶν οὐρητήρων ἐκπεμπομένου κἀκεῖθεν ἐκκρινομένου, καθʼ ὃν ἂν ὁ λογισμὸς κελεύσῃ καιρόν. μέτεστι δὲ τοῖς νεφροῖς νεύρων, εἰς ὅσον καὶ σπληνὶ καὶ ἥπατι καὶ κύστει τῇ χοληδόχῳ καλουμένῃ· ταῦτα γὰρ πάντα μικρὰ παντελῶς δέχεται νεῦρα τοῖς ἔξωθεν αὐτῶν ἐμφανιζόμενα χιτῶσι, τοσοῦτον αἰσθήσεως ἑκάστῳ μέρει μεταδούσης τῆς φύσεως ἕνεκα τοῦ φυτῶν ἀποχωρισθῆναι καὶ ζῴου γενέσθαι μορίοις.

Περὶ τῶν κύστεων.

Τῇ μὲν τὸ οὖρον ὑποδεχομένῃ κύστει νεῦρα μὲν ἀπὸ τοῦ κατὰ τὸ πλατύ τε καὶ ἱερὸν ὀστοῦν ὀνομαζόμενον ἐνέφυσεν ἡ φύσις νωτιαίου — πλησιαίτατα γὰρ οὗτος αὐτῆς ἐτέτακτο —, φλέβας δὲ καὶ ἀρτηρίας ἀπὸ τῶν ἔγγιστα καὶ αὐτὰς ἀγγείων, ἵνα πρῶτον αἱ ἐπὶ τὰ σκέλη τῶν ἐπὶ ῥάχεως τῶν μεγάλων ἐκφύσεις γίνονται· τῇ δʼ ἑτέρᾳ κύστει τῇ κατὰ τὸ ἧπαρ ἀρτηρίαν μὲν καὶ νεῦρον ἀπὸ τῶν εἰς αὐτὸ τὸ σπλάγχνον ἐμφυομένων ἀποσχίσασα μικρὸν ἑκάτερον ἱκανῶς καὶ δυσθεώρητον, αἰσθητὴν δὲ καὶ σαφῆ φλέβα τῆς ἐπὶ πύλαις ἀποφύσασα, ταῦτα πάντα τὰ τρία καθʼ ἕνα τόπον εἰς τὸ τῆς κύστεως ἐνέφυσε σῶμα κατὰ τὸν καλούμενον αὐχένα. οὕτω δὲ καὶ εἰς τὴν ἑτέραν κύστιν τὴν μεγάλην κατʼ αὐτὸν ἐνέφυσε τὸν αὐχένα τὰ ἓξ ἀγγεῖα, τρία καθʼ ἑκάτερον αὐτῆς μέρος. ὅ γε μὴν τρόπος ὁ τῆς ἐμφύσεως εἰς μὲν τὴν κύστιν τῶν οὐρητήρων, εἰς δὲ τὸ ἔντερον τοῦ χοληδόχου πόρου, πάντων θαυμάτων ἐστὶν ἐπέκεινα· λοξοὶ γὰρ εἰς αὐτὰ καταφυόμενοι καὶ μέχρι τῆς ἐντὸς εὐρυχωρίας λοξοὶ καὶ προμήκεις διήκοντες, οἷον ὑμένα τινὰ τῶν ἐντὸς ἀποτέμνονται πρὸς μὲν τῆς ἔσω φορᾶς τῶν περιττωμάτων ἀνατρεπόμενόν τε καὶ ἀνοιγνύμενον, ἐν δὲ τῷ λοιπῷ χρόνῳ παντὶ προσπεπτωκότα τε καὶ προσεσταλμένον, καὶ οὕτως ἀκριβὲς πῶμα τῷ πόρῳ γενόμενον, ὥστε μὴ μόνον τοῖς ὑγροῖς ἀδύνατον εἶναι τὴν εἰς τοὐπίσω φοράν, ἀλλὰ καὶ τῷ πνεύματι.

Περὶ μήτρας.

Ἐντὸς περιτοναίου ἡ μήτρα κεῖται μεταξὺ κύστεως καὶ ἀπευθυσμένου, τῷ μὲν ἐπικειμένη σχεδὸν ὅλῳ, κύστεως δὲ κατὰ μὲν τὸ πρὸς τὸν ὀμφαλόν, ἔνθα ὁ πυθμὴν αὐτῆς ἐστιν, ὑπερέχουσα ὡς τὰ πολλά· κατὰ δὲ τὸ πρὸς τὸ αἰδοῖον ἡ κύστις τῆς μήτρας ὑπερέχει τῷ αὐχένι. τούτων δʼ αὐτῶν ἡ μὲν κύστις κατὰ τὸ ἐφήβαιον τέτακται, τὸν αὐχένα μικρότερόν τε καὶ εὐρύτερον ἔχουσα τῆς ἀνδρείας κύστεως μεταξὺ τῶν τῆς ἥβης καλουμένων ὀστῶν καθήκοντα εἰς τὸ γυναικεῖον αἰδοῖον ἐγγὺς τῷ ἔξω τε καὶ ἄνω πέρατι αὐτοῦ· τὸ δʼ ἀπευθυσμένον τῷ τε ἱερῷ καλουμένῳ ὀστῷ καί τισι τῶν τῆς ὀσφύος σπονδύλων ἐφήδρασται· καὶ γάρ πως καὶ σιμοῦται τἄνδον ἡ ῥάχις κατὰ τοῦτο, διʼ ὃ καὶ ἔξωθεν κυρτὴ καταφαίνεται. μέγεθος δʼ ἡ μήτρα οὐκ ἴση μὲν ἐπὶ πασῶν· παρὰ πολὺ γὰρ ἐλαττουμένη τῆς μὴ κυούσης, μείζων δʼ ἡ τῆς ἐγκύου, καὶ ἥτις δʼ οὐδέποτε ἐκύησε, καὶ ταύτης μείων ἐστί, καὶ παρὰ τὰς ἡλικίας, αἷς μηδέπω τοῦ λαγνεύεσθαι ὥρα ἢ μηκέτι· καὶ γὰρ καὶ ἄλλως ἐλάττων ἀεὶ ταῖς μὴ λαγνευομέναις. τό γε μὴν τῆς συμμέτρως ἐχούσης μέγεθος κατὰ μὲν τὸ ἄνω πέρας τὸ τοῦ πυθμένος πλησίον ἐστὶ τῷ ὀμφαλῷ, τὸ κάτω δʼ αὑτῆς πέρας ἐπὶ τὸ αἰδοῖον τῆς γυναικὸς ἔχει καὶ ἔστιν ἀπὸ τοῦ ὀμφαλοῦ ἐπὶ τὸ πέρας τοῦ αἰδοίου τὸ ἔξω οὐκ ἴσον ἐπὶ πασῶν· ὡς τὸ πολὺ δὲ τό γε σύμμετρον διάστημα δακτύλων ἐννέα ἢ δέκα, τὸ δὲ πλάτος ἐφʼ ἑκάτερα τῶν λαγόνων ἐκτείνεται ταῖς αὑτῆς κεραίαις. περὶ δὲ τῶν κατὰ βάθος περάτων ἤδη εἴρηται, ὅτι τε κύστις καὶ ἀπευθυσμένον ὁρίζουσιν αὐτήν, καὶ ὅτι ἡ μὲν ἐπίκειται, τὸ δʼ ὑπόκειται. αὐτὸ δὲ τὸ αἰδοῖον τὸ γυναικεῖον ἡ μεταξὺ τῶν τῆς ἥβης ὀστῶν ἐστιν εὐρυχωρία, κατὰ τὰ ἔξω μέρη δερματώδεις ἐπιφύσεις ἔχουσα, ἀνάλογον τῇ ἐπὶ τῶν ἀρρένων πόσθῃ. τὸ δὲ σχῆμα αὐτῆς, τὸ μὲν ἄλλο πᾶν, καὶ μάλιστα ὁ πυθμήν, κύστει ἔοικεν· καθʼ ὅσον δʼ ἐκ τῶν πλαγίων ἐπιφύσεις ἔχει μαστοειδεῖς πρὸς τὰς λαγόνας ἀνανευούσας, ταύτῃ οὐκέτι ἔοικεν. αὐτῶν δὲ τούτων τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμῳ κύκλου ἕλικι ἀπεικάζει, Διοκλῆς δὲ κέρασι φυομένοις· ταῦτά τοι καὶ ὠνομάσθαι αὐτὰς παρωνύμως τοῦ κέρατος κεραίας.

Περὶ τῶν αἰδοίων.

Τῶν τῆς ἥβης ὀνομαζομένων ὀστῶν ἐκφυόμενον νευρῶδες σῶμα κοῖλόν τε ἅμα καὶ κενὸν πάσης ὑγρότητος τὸ τῶν αἰδοίων γένος ἀπεργάζεται, καὶ πληρουμένου τούτου τοῦ κοίλου νεύρου πνεύματος, τείνεσθαι τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις συμβαίνει. τείνεται δʼ οὐχ, ὡς ἂν οἰηθείη τις, ἕνεκα τῆς συνουσίας μόνης, ἀλλὰ καὶ τοῦ διίστασθαι καὶ ἀνευρύνεσθαι τὸν πόρον, ἵνα ἐπὶ πλεῖστον ἐξακοντίζηται τὸ σπέρμα. διὰ τοῦτο ἡ φύσις καὶ δύο μύας ἑκατέρωθεν τούτου τοῦ κοίλου νεύρου τέταχεν, ἵνα ὥσπερ ὑπὸ χειρῶν τινων ἀντισπώμενος ἀνευρύνηται ὁ πόρος ἐφʼ ἑκάτερα, μένοντος ἀκλινοῦς τοῦ σύμπαντος αἰδοίου. ἔμελλε δὲ δήπου καὶ ἡ εὐθύτης τοῦ πόρου διὰ τῆς τοιαύτης κατασκευῆς φυλάττεσθαι, χρήσιμον δʼ ἐστὶ κατὰ τὰς ἀποκρίσεις τοῦ σπέρματος εὐρύτατόν τε ἅμα καὶ εὐθύτατον ἀκριβῶς φυλάττεσθαι τὸν πόρον, ὑπὲρ τοῦ συνεχὲς ὅλως καὶ ἀθρόως ὅτι τάχιστα πρὸς τοὺς κόλπους αὐτὸ τῶν μητρῶν ἐξικνεῖσθαι. ἐπεὶ δὲ καὶ ἡ κύστις ἐτέτακτο πλησίον, ἕτερον οὐκ ἦν ἄμεινον ἐκκρίσεως οὔρων ἐργάζεσθαι πόρον μᾶλλον ἢ συγχρήσασθαι τῷ τοῦ σπέρματος. εὐλόγως οὖν καὶ ὁ ταύτης αὐχὴν ἅπαν κατείληφε τὸ τοῦ περιτοναίου χωρίον, ἀναφερόμενος ἀπὸ τῆς ἕδρας, ἐφʼ ἧς ἐξ ἀρχῆς ἔκειτο μέχρι τῆς κατὰ τὸ αἰδοῖον ἐκφύσεως. ἐπὶ δὲ τῶν γυναικῶν, ἅτε οὐκ ὄντος αἰδοίου προμήκους, τὴν τοιαύτην ἀπόφυσιν ὁ τῆς κύστεως αὐχὴν οὐκ ἔσχεν, ἀλλὰ τὸ μὲν αἰδοῖον αὐτὸ τὸ γυναικεῖον ἐπίκειται κατὰ τῆς ἕδρας, ἐπὶ δὲ τὸ ἄνω πέρας αὐτοῦ τῆς κύστεως ὁ τράχηλος τελευτᾷ, κἀνταῦθα προχεῖ τὸ οὖρον, οὔτε ἱκανῶς καμπύλος ὡς ἐπὶ τῶν ἀνδρῶν, οὔτε οὕτως μακρὸς γενέσθαι δεηθείς. οἷον δέ τι πρόβλημα τῆς φάρυγγος ὁ γαργαρεών ἐστι, τοιοῦτο τῶν μητρῶν ἡ νύμφη προσαγορευομένη, σκέπουσά τε ἅμα καὶ ψύχεσθαι κωλύουσα τὸ καθῆκον αὐτῶν εἰς τὸ γυναικεῖον αἰδοῖον στόμα τοῦ τραχήλου.

Ἐκ τῶν Σωρανοῦ. Περὶ μήτρας καὶ αἰδοίου γυναικείου.

Ἡ μήτρα καὶ ὑστέρα λέγεται καὶ δελφύς· μήτρα μὲν οὖν ὅτι μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἐμβρύων, ἢ ὅτι τὰς ἐχούσας αὐτὴν μητέρας ποιεῖ· κατὰ δέ τινας ὅτι μέτρον ἔχει χρόνου πρὸς κάθαρσιν καὶ ἀπότεξιν· ὑστέρα δὲ διὰ τὸ ὕστερον ἀποδιδόναι τὰ ἑαυτῆς ἐνεργήματα, ἢ διὰ τὸ ἐσχάτην κεῖσθαι τῶν σπλάγχνων, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν ἀλλὰ κατὰ πλάτος· δελφὺς δὲ διὰ τὸ ἀδελφῶν αὐτὴν εἶναι γεννητικήν. κεῖται δʼ ἐν τῇ τῶν ἰσχίων εὐρυχωρίᾳ μεταξὺ κύστεως καὶ ἀπευθυσμένου ἐντέρου, τούτῳ μὲν ἐπικειμένη, τῇ κύστει δʼ ὑποκειμένη, ποτὲ μὲν ὅλη, ποτὲ δʼ ἀπὸ μέρους, διὰ τὸ κατὰ μέγεθος ἐξαλλάττεσθαι. ταῖς μὲν γὰρ νηπίαις μικροτέρα τῆς κύστεώς ἐστιν — διὸ καὶ ὅλην ταύτην ὑπελήλυθεν —, ταῖς δʼ ἐν ἀκμῇ παρθένοις ἴση τῇ κύστει κατὰ τὰ ὑπερκείμενα, ταῖς δὲ προηλικεστέραις καὶ ἤδη διακεκορευμέναις καὶ μᾶλλον προκεκυηκυίαις μείζων, ὥστε ταῖς πλείσταις ἐν λήξει τοῦ κόλου προσαναπαύεσθαι· μᾶλλον δʼ ἐν τῷ κυοφορεῖν, ὡς καὶ τῇ ὁράσει καταλαμβάνειν ἔστιν, εἰς πολὺ διογκουμένου τοῦ περιτοναίου καὶ τοῦ ἐπιγαστρίου, καὶ ἐκ τοῦ τηλικοῦτον εἶναι τὸ ἀποτικτόμενον μετὰ τῶν σὺν αὐτῷ χιτώνων καὶ ὑγρῶν. μετὰ δὲ τὴν ἀπότεξιν συστέλλεται μέν, ἄλλως δὲ μεῖζον ἔχει τὸ μέγεθος τοῦ πρὸ τῆς ἀποτέξεως. τότε οὖν ἐστι μείζων τῆς κύστεως, οὐ κατʼ ἴσον δʼ ὑπελήλυθεν αὐτήν· κατὰ μὲν γὰρ τὰ ἐμπρόσθια μέρη προπαλέστερός ἐστιν ὁ τῆς κύστεως τράχηλος, ὡς ἂν τὴν οὐρήθραν πέρας ἔχων καὶ ὅλῳ τῷ γυναικείῳ παρατεινόμενος κόλπῳ· προανακεχώρηκε δʼ ἀπὸ τῆς ὑστέρας· κατὰ δὲ τὰ ὄπισθεν ἀνωτέρω τοῦ τῆς κύστεως πυθμένος ὁ τῆς μήτρας ἐστὶ πυθμήν, κείμενος ὑπὸ τὸν ὀμφαλόν, ὥστε τῆς κύστεως τὴν μὲν εὐρυχωρίαν ἐπικεῖσθαι τῷ τραχήλῳ τῆς ὑστέρας, τὸν δὲ πυθμένα τῷ κύτει. συνέχεται δὲ λεπτοῖς ὑμέσιν ἡ μήτρα πρὸς μὲν τὰ ὑπερκείμενα τῇ κύστει, πρὸς δὲ τὰ ὑποκείμενα τῷ ἀπευθυσμένῳ, πρὸς δὲ τὰ πλάγια καὶ τὰ ἐξόπισθεν τοῖς ἐκπεφυκόσιν ἀπὸ τῶν ἰσχίων καὶ τοῦ ἱεροῦ ὀστέου. τούτων γοῦν συνελκομένων μὲν διὰ φλεγμονήν, ἀνασπᾶται καὶ παρεγκλίνεται, παρειμένων δὲ καὶ χαλωμένων, προπίπτει, ζῷον μὲν οὐκ οὖσα, καθὼς ἐνίοις ἔδοξε, τοῖς ἄλλοις δὲ παραπλησίως αἴσθησιν τοπικὴν ἔχουσα καὶ διὰ τοῦτο συστελλομένη μὲν ὑπὸ τῶν ψυχόντων, χαλωμένη δʼ ὑπὸ τῶν ἀραιούντων. σχῆμα δὲ μήτρας οὐχ ὡς ἐπὶ τῶν ἀλόγων ζῴων ἑλικοειδής, ἰατρικῇ δὲ σικύᾳ παραπλήσιος· ἀπὸ γὰρ περιφεροῦς καὶ πλατέος ἀρξαμένη τοῦ κατὰ πυθμένα πέρατος πρὸς λόγον ἐπὶ στενὸν συνάγεται τὸ στόμιον. κέκληται δʼ αὐτῆς τὸ μὲν πρῶτον καὶ προάγον μέρος στόμιον, τὸ δὲ μετὰ τοῦτο τράχηλος, τὸ δʼ ἑπόμενον αὐχήν, ἡ συνδρομὴ δὲ τούτων καυλός, τὰ δʼ ἑκατέρωθεν μετὰ τὴν στενότητα τοῦ τραχήλου πλατυνόμενα πρῶτα μέρη τῶν ὑστερῶν ὦμοι, τὰ δὲ μετὰ ταῦτα πλευρά, τὸ δʼ ὕστατον πυθμήν, τὸ δʼ ὑποκείμενον βάσις, τὸ δʼ ὅλον χώρημα κύτος καὶ γάστρα καὶ κόλπος. τὸ δὲ στόμιον κατὰ μέσον κεῖται τοῦ γυναικείου αἰδοίου· περισφίγγεται γὰρ ὁ τράχηλος ὑπὸ τῶν πτερυγωμάτων· τούτων δʼ ἀφέστηκε τὸ στόμιον ταῖς μὲν μᾶλλον, ταῖς δʼ ἧττον παρὰ τὰς ἡλικίας· ὡς ἐπὶ τὸ πολὺ δὲ ταῖς ἤδη τελείαις πέντε ἢ ἓξ δακτύλους. προχειρότερον δὲ γίνεται κατὰ τὰς ἀποτέξεις, ἐπεκτεινομένου τοῦ τραχήλου. διάφορον δʼ ἔχει καὶ τὸ μέγεθος, πλὴν ἐπί γε τῶν πλείστων ἐν τῷ κατὰ φύσιν τηλικοῦτόν ἐστιν, ἡλίκον τὸ ἐκτὸς πέρας τῆς ἀκουστικῆς εὐρυχωρίας. διίσταται δὲ κατά τινας καιροὺς καθάπερ ἐν τῇ ὀρέξει τῆς συνουσίας πρὸς παραδοχὴν τοῦ σπέρματος, κἀν ταῖς καθάρσεσι πρὸς ἀπόκρισιν τοῦ αἵματος, κἀν ταῖς συλλήψεσι πρὸς λόγον τῆς τοῦ ἐμβρύου συναυξήσεως· ἐν δὲ τῇ ἀποτέξει καὶ πλεῖστον προσανευρύνεται μέχρι τοῦ καὶ χεῖρας τελείων παραδέχεσθαι. κατὰ μέντοι τὴν φύσιν τρυφερόν ἐστι καὶ σαρκῶδες, ἐπὶ τῶν ἀδιακορεύτων σομφότητι πλεύμονος ἢ τρυφερίᾳ γλώττης ἐοικός· ἐπὶ δὲ τῶν ἀποκεκυηκυιῶν τυλωδέστερον γίνεται κεφαλῇ πολύποδος ἢ ἄκρῳ βρόγχου, καθώς φησιν Ἡρόφιλος, ὅμοιον, τυλούμενον τῇ παρόδῳ τῶν ἀποκρινομένων καὶ ἀποτικτομένων. ἡ δʼ ὅλη μήτρα κατὰ τὸ πλειστοδυναμοῦν ἐστι νευρώδης· σύγκειται γὰρ οὐκ ἐκ νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ σαρκῶν καὶ ἀρτηριῶν, ἐξ ὧν τὰ νεῦρα μὲν ἀπὸ νωτιαίας μήνιγγος λαμβάνει τὴν καταρχήν, αἱ δʼ ἀρτηρίαι καὶ φλέβες ἀπὸ τῆς παρακειμένης τῇ ῥάχει κοίλης φλεβὸς καὶ παχείας ἀρτηρίας· δύο μὲν γὰρ ἀποσχίζονται φλέβες ἀπὸ τῆς κοίλης φλεβός, δύο δʼ ἀρτηρίαι ἀπὸ τῆς παχείας ἀρτηρίας, ὧν ἀνὰ μία φλὲψ καὶ ἀρτηρία φέρονται πρὸς ἑκάτερον νεφρόν, ἔπειτα πρὶν εἰς αὐτοὺς ἐμφυῆναι δισχιδεῖς γινόμεναι ταῖς μὲν δυσὶν ἐκφύσεσιν εἰς ἑκάτερον νεφρὸν ἐμφύονται, ταῖς δὲ δυσὶ τὴν ὑστέραν ἀναπλέκουσιν, ὥστε γίνεσθαι τεσσάρων εἰς αὐτὴν ἀγγείων ἔμφυσιν, δύο μὲν ἀρτηριῶν, δύο δὲ φλεβῶν. ἐκ τούτων δὲ καὶ εἰς ἑκάτερον τῶν διδύμων ἀνὰ μία μὲν φλέψ, ἀνὰ μία δʼ ἐμπέφυκεν ἀρτηρία. προσπαραπεφύκασι δʼ ἔξωθεν οἱ δίδυμοι σύνεγγυς τοῦ αὐχένος πρὸς ἑκάτερον πλευρὸν ἀνὰ εἷς, καὶ εἰσὶ μὲν ψαφαροὶ καὶ ἀδενώδεις ἰδίῳ σκεπόμενοι ὑμένι. κατὰ σχῆμα δʼ οὐχ ὡς ἐπὶ τῶν ἀρρένων ὑπομήκεις ὑπάρχουσιν· ὑπόσιμοι δὲ καὶ στρογγύλοι, ἐπʼ ὀλίγον πλατυνόμενοι κατὰ βάσιν. ὁ σπερματικὸς δὲ πόρος ἀπὸ τῆς ὑστέρας διʼ ἑκατέρου φέρεται διδύμου, καὶ ταῖς πλευραῖς παραταθεὶς μέχρι τῆς κύστεως εἰς τὸν ταύτης ἐμφύεται τράχηλον. ἔνθεν δὲ δοκεῖ τὸ τοῦ θήλεος σπέρμα πρὸς ζῳογονίαν μὴ συλλαμβάνεσθαι τῷ εἰς τὸ ἐκτὸς ἐκχεῖσθαι, περὶ οὗ διελάβομεν ἐν τῷ περὶ σπέρματος λόγῳ. ἔνιοι δέ, καθὼς βούλεται καὶ Χῖος, καὶ ἀνακρεμαστῆρά φασιν αὐταῖς ἐμπεφυκέναι, καὶ ἡμεῖς δὲ τοῦτο ἐπὶ τῆς αὐτοψίας ἱστορήκαμεν ἐπί τινος ἐντεροκηλικῆς γυναικός, ἐφʼ ἧς ἐν τῇ χειρουργίᾳ προέπιπτεν ὁ δίδυμος, χαλασθέντων τῶν κατεχόντων αὐτὸν καὶ περιειληφότων ἀγγείων, σὺν οἷς καὶ ὁ κρεμαστὴρ ὑπέπεσεν. ἡ δʼ ὅλη μήτρα συνέστηκεν ἐκ δυοῖν χιτώνων ἐναντίως ἑαυτοῖς ἐσχηματισμένων ἐμφερῶς ταῖς τῶν χαρτῶν ἰσίν. ὁ μὲν οὖν ἔξωθεν νευρωδέστερός ἐστι καὶ λειότερος καὶ σκληρότερος καὶ λευκότερος· ὁ δὲ ἔσωθεν σαρκωδέστερος καὶ δασύτερος καὶ ἁπαλώτερος καὶ ἐνερευθέστερος, διʼ ὅλου μὲν καταπεπλεγμένος ἀγγείοις, πλείοσι δὲ καὶ ἀξιολόγοις κατὰ τὸν πυθμένα, καὶ τοῦ σπέρματος ἐκεῖ κολλωμένου, καὶ τῆς καθάρσεως ἐκεῖθεν φερομένης. οἱ μέντοι δύο χιτῶνες οὗτοι συνέχονται πρὸς ἀλλήλους ὑμέσι λαγαροῖς καὶ νεύροις, ὥστε πολλάκις ἐπεκτεινομένων αὐτῶν προπίπτειν τὴν ὑστέραν, τοῦ μὲν νευρώδους χιτῶνος κατὰ χώραν μένοντος, τοῦ δʼ ἔσωθεν κατʼ ἐκτροπὴν προπίπτοντος. ἔτι κοινῶς ἐπὶ μὲν τῶν ἀτόκων ἡ μήτρα κατὰ τὸν πυθμένα στολίδας ἔχει δύο κατὰ τὸ πλεῖστον πιλοειδῶς ἐνδεδιπλωμένας· ἐπὶ δὲ τῶν τετοκυιῶν ἐκτείνεται ὅλη καὶ περιφερὴς γίνεται. Διοκλῆς δὲ καὶ κοτυληδόνας ἢ πλεκταίνας καὶ κεραίας λεγομένας εἶναί φησιν ἐν τῇ εὐρυχωρίᾳ τῆς ὑστέρας, αἵτινες μαστοειδεῖς ἐκφύσεις ὑπάρχουσι, πλατεῖαι μὲν κατὰ βάσιν, μείουροι δὲ κατὰ τὸ ἄκρον, ἑκατέρωθεν κείμεναι τῶν πλευρῶν, προνοητικῶς ὑπὸ τῆς φύσεως γεγενημέναι χάριν τοῦ τὸ ἔμβρυον προμελετᾶν τὰς θηλὰς τῶν μαστῶν ἐπισπᾶσθαι. καταψεύδονται δὲ τῆς ἀνατομῆς· οὐχ εὑρίσκονται γὰρ αἱ κοτυληδόνες, καὶ ἀφύσικός ἐστιν ὁ περὶ αὐτῶν εἰσαγόμενος λόγος, ὡς ἐν τοῖς περὶ ζῳογονίας ὑπομνήμασιν ἀποδέδεικται. τὴν μέντοι γε μήτραν οὐχ ὑποληπτέον κυριότητα πρὸς τὸ ζῆν ἔχειν. οὐ γὰρ προπίπτει μόνον· ἐπʼ ἐνίων δὲ καὶ ἀποκόπτεται δίχα τοῦ θάνατον αὐτὴν ἐπενεγκεῖν, ὡς ἱστόρηκε Θεμίσων· ἐν Γαλατίᾳ δὲ τὰς ὗς εὐτροφωτέρας γίνεσθαί φασι μετὰ τὴν ἐκτομὴν τῆς μήτρας. πάσχουσα μέντοι πρὸς συμπάθειαν στόμαχον ἄγει καὶ μήνιγγας· ἔστι δέ τις αὐτῇ καὶ πρὸς τοὺς μαστοὺς φυσικὴ συμπάθεια. μεγεθυνομένης γοῦν αὐτῆς ἐν ταῖς ἀκμαῖς καὶ οἱ μαστοὶ συνδιογκοῦνται, καὶ αὐτὴ μὲν τὸ σπέρμα τελεσιουργεῖ, μαστοὶ δʼ εἰς τροφὴν τῶν κυηθησομένων γάλα παρασκευάζουσιν. καὶ φερομένων μὲν τῶν καταμηνίων, σβέννυται τὸ γάλα· φερομένου δὲ τοῦ γάλακτος, οὐκέτι φαίνεται κάθαρσις, καθάπερ καὶ ἐπὶ τῶν παρηλικεστέρων συστελλομένης τῆς ὑστέρας καὶ οἱ μαστοὶ τρόπῳ τινὶ μαραίνονται, καὶ πάσχοντος τοῦ ἐμβρύου στενοῦται τὸ μέγεθος αὐτῶν. ἐπὶ γοῦν τῶν κυοφορουσῶν θεασάμενοι ῥηγνυμένους τοὺς μαστοὺς καὶ συναγομένους γενησομένην προλέγομεν ἔκτρωσιν. καὶ τοιαύτη μὲν ἡ φύσις τῆς μήτρας. Περὶ γυναικείου αἰδοίου.

Τὸ δὲ γυναικεῖον αἰδοῖον καὶ κόλπος ὠνόμασται γυναικεῖος· ὑμὴν δʼ ἐστὶ νευρώδης καὶ ὑπό τι περιφερὴς ὥσπερ ἔντερον, εὐρυχωρέστερον μὲν κατὰ τὸ ἔνδον, στενότερον δὲ κατὰ τὸ ἐκτός, ἐν ᾧ καὶ τοὺς πλησιασμοὺς συμβέβηκε γίνεσθαι. τὸ μὲν οὖν ἔνδον αὐτοῦ μέρος περιπέφυκε τῷ τραχήλῳ τῆς μήτρας ὡς ἐπὶ τῶν ἀρρένων ἡ πόσθη τῇ βαλάνῳ, τὸ δʼ ἔξω τοῖς πτερυγώμασιν, τὸ δὲ κάτω τῇ ἕδρᾳ, τὰ δὲ πλάγια τοῖς σαρκώδεσι τῶν ἰσχίων, τὸ δʼ ἄνω τῷ τραχήλῳ τῆς κύστεως· οὗτος γάρ, ὡς ἔφην, ὑπερπεσὼν τὸ στόμιον τῆς ὑστέρας καὶ παραταθεὶς ἄνωθεν τῷ αἰδοίῳ, κατʼ ἄκρον εἰς τὸν οὐρητικὸν πόρον ἐμφύεται. φαίνεται τοίνυν ὡς ὁ γυναικεῖος κόλπος ὑπόκειται μὲν τῷ τραχήλῳ τῆς κύστεως, ἐπίκειται δὲ τῷ δακτυλίῳ καὶ τῷ σφιγκτῆρι καὶ τῷ ἄκρῳ τοῦ ἀπευθυσμένου. κατὰ δὲ μῆκός ἐστιν, ὡς ἔμπροσθεν ὑπεδείξαμεν, ἄνισος, οὐ μόνον παρὰ τὰς ἡλικίας ἢ παρὰ τὰς συνουσίας, ἐν αἷς ἐπεκτεινόμενος ὁ τράχηλος τῆς ὑστέρας, ὥσπερ καὶ τὸ τῶν ἀρρένων αἰδοῖον, ἐπιλαμβάνει τι τοῦ κόλπου, ἀλλὰ καὶ τῷ φύσει τινὰς μὲν προπετέστερον ἔχειν τὸν τράχηλον, τινὰς δʼ ἄγαν κολοβὸν· ταῖς δὲ πλείσταις τῶν τελείων ἕξ ἐστι δακτύλων. συμπέπτωκε μέντοι γε καὶ στενότερός ἐστιν ἐπὶ παρθένων στολίσι κεχρημένος συνεχομέναις ὑπʼ ἀγγείων ἀπὸ τῆς ὑστέρας τὴν ἀπόφυσιν εἰληφότων, ἅπερ κατὰ τὰς διακορήσεις καὶ ὀδύνην ἐπιφέρει, ἁπλουμένων τῶν στολίδων· ῥήγνυται γὰρ καὶ ἀποκρίνεται τὸ συνήθως ἐπιφερόμενον αἷμα· τὸ γὰρ οἴεσθαι διαπεφυκέναι λεπτὸν ὑμένα διαφράσσοντα τὸν κόλπον, τοῦτον δὲ ῥήγνυσθαι κατὰ τὰς διακορήσεις καὶ ὀδύνην ἐπιφέρειν, ἢ θᾶττον καθάρσεως γινομένης, ἐμμείναντα δὲ καὶ σωματοποιηθέντα τὸ ἄτρητον λεγόμενον πάθος ἀποτελεῖν, ψεῦδός ἐστιν. πρῶτον μὲν γὰρ διὰ τῆς ἀνατομῆς οὐχ εὑρίσκεται· δεύτερον δʼ ἐπὶ τῶν παρθένων ἐχρῆν ἀντικόπτειν τι τῇ μηλώσει· νυνὶ δὲ μέχρι βάθους ἄπεισιν ἡ μήλη. τρίτον δʼ εἰ κατὰ τὰς διακορήσεις ῥηγνύμενος ὁ ὑμὴν ὀδύνης γίνεται παραίτιος, ἐχρῆν ἐξ ἀνάγκης ἐπὶ τῶν παρθένων ἔμπροσθεν τῆς διακορήσεως ἐπιφανείσης καθάρσεως περιωδυνίαν παρακολουθεῖν, κατὰ δὲ τὴν διακόρησιν μηκέτι. καὶ ἄλλως, εἰ σωματοποιηθεὶς ὁ ὑμὴν τὸ ἄτρητον ποιεῖ πάθος, ἔδει κατὰ τὸν αὐτὸν τόπον εὑρίσκεσθαι διηνεκῶς αὐτόν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἄλλων μερῶν ἕκαστον ἐπὶ τοῦ ἰδίου τόπου πάντοτε θεωρούμενον. νυνὶ δʼ ἐπὶ τῶν ἀτρήτων ὁ διαφράττων ὑμὴν αὐτὸν τὸν πόρον ποτὲ μὲν κατὰ τὰ πρόχειρα μέρη τῶν πτερυγωμάτων εὑρίσκεται, ποτὲ δὲ κατὰ μέσον τοῦ αἰδοίου, ἄλλοτε δὲ κατὰ μέσον τὸ στόμιον τῆς ὑστέρας. τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ γυναικεῖος κόλπος· τὰ δʼ ἔξωθεν αὐτοῦ καὶ φαινόμενα πτερυγώματα καλεῖται, τρόπῳ τινὶ χείλη τοῦ κόλπου καθεστῶτα. παχέα δʼ ἐστὶ καὶ σαρκώδη καὶ πρὸς μὲν τὰ κάτω πρὸς ἑκάτερον μηρὸν ἀποτελευτᾷ, καθάπερ ἀλλήλων ἀποσχισθέντα, πρὸς δὲ τὰ ὕπερθεν εἰς τὴν λεγομένην ἀπολήγει νύμφην· αὕτη δὲ τῶν δυοῖν πτερυγωμάτων ἐστὶν ἀρχή, τῇ φύσει δὲ σαρκίδιόν ἐστιν ὡσανεὶ μυῶδες. νύμφη δʼ εἴρηται διὰ τὸ ταῖς νυμφευομέναις ὁμοίως ὑποστέλλειν τὸ σαρκίον· ὑπὸ δὲ τὴν νύμφην πάλιν ἕτερον ὑποστέλλει σαρκίδιον ἐπανεστηκός, ὃ πέρας ἐστὶ τοῦ τραχήλου τῆς κύστεως, καλεῖται δʼ οὐρήθρα, ἡ δʼ ἔνδον στολιδώδης τραχύτης χεῖλος. διαφέρει δὲ τῆς ἐπʼ ἀνδρῶν ἡ ἐπὶ θηλειῶν κύστις· ἐκείνη μὲν γὰρ μείζων ἐστὶ καὶ σκολιὸν ἔχει τὸν τράχηλον, αὕτη δὲ μικροτέρα καὶ εὐθυτράχηλος.

Ἐκ τῶν Λύκου. Ὅτι οὐκ ἐφικνεῖται τὸ σύμμετρον αἰδοῖον τοῦ ἄρρενος τοῦ στομίου τῆς ὑστέρας.

Τοῦ κύτους τῆς μήτρας ἐπίπροσθεν ὁ τράχηλός τε καὶ τὸ στόμα ἐστίν· τοῦ δὲ στόματος αὐτῆς ὁ κόλπος ὁ γυναικεῖος προτέτακται, μέγεθος ἔχων τοσοῦτον, ὡς τῷ αἰδοίῳ τῷ μὴ μεγίστῳ εἰς τὸ ἐμβαλεῖν τῷ στόματι τῆς ὑστέρας τὴν γονὴν μὴ ἐξαρκεῖν τὸ μέγεθος, ἀλλὰ καὶ βολῆς τινος προσδεῖν.