Συνέχει γὰρ τὰ μὲν σκάνεα τῶν ζῴων ζωά, ταύτας δʼ αἴτιον ψυχά· τὸν δὲ κόσμον ἁρμονία, ταύτας δʼ αἴτιος ὁ θεός· τὼς δʼ οἴκως καὶ τὰς πόλιας ὁμόνοια, ταύτας δʼ αἴτιος νόμος. τίς ὧν αἰτία καὶ φύσις τὸν μὲν κόσμον ἁρμόχθαι διὰ παντὸς καὶ μηδέποτʼ ἐς ἀκοσμίαν ἐκβαίνειν, τὰς δὲ πόλιας καὶ τὼς οἴκως ὀλιγοχρονίως ἦμεν; ὅσα μὲν ὧν γενατὰ καὶ θνατὰ τὰν φύσιν, ἐξ ἇς συνέστακεν ὕλας, τὰν αὐτὰν αἰτίαν ἔχει τᾶς διαλύσιος· συνέστακε γὰρ ἐκ μεταβαλλοίσας καὶ ἀειπαθέος· ἁ γὰρ τῶν γεννωμένων ἀπογένεσις σωτηρία τᾶς γεννάτορος ὕλας. τὸ δὲ ἀεικίνατον κυβερνῇ τὸ δʼ ἀειπαθὲς κυβερνῆται, καὶ τὸ μὲν πρῶτον τᾷ δυνάμει τὸ δὲ ὕστερον, καὶ τὸ μὲν θεῖον καὶ λόγον ἔχον καὶ ἔμφρον, τὸ δὲ γενατὸν καὶ ἄλογον.
Δοκεῖ μοι τῶν ἀνδρῶν τὰν δικαιοσύναν ματέρα τε καὶ τιθηνὰν τᾶν ἀλλᾶν ἀρετᾶν προσειπέν· ἄτερ γὰρ ταύτας οὔτε σώφρονα οὔτε ἀνδρεῖον οὔτε φρόνιμον οἷόν τε ἦμεν· ἁρμονία γάρ ἐστι καὶ εἰράνα τᾶς ὅλας ψυχᾶς μετʼ εὐρυθμίας. δηλοφανέστερον δέ κα γένοιτο τὸ ταύτας κράτος ἐτάζουσιν ἁμῖν τὰς ἄλλας ἕξιας· μερικὰν γὰρ ἔχοντι αὗται τὰν ὠφέλειαν καί ποθʼ ἕνα, ἁ δέ ποθʼ ὅλα τὰ συστάματα καὶ ἐν πλάθει. ἐν κόσμῳ μὲν οὖν αὐτὰ τὰν ὅλων ἀρχὰν διαστραταγοῦσα πρόνοιά τε καὶ ἁρμονία καὶ δίκα γενως τινος θεῶν οὕτω ψαφιξαμένων· ἐν πόλει δὲ εἰράνα τε καὶ εὐνομία δικαίως κέκληται· ἐν οἴκῳ δʼ ἐστὶν ἀνδρὸς μὲν καὶ γυναικός ποτʼ ἀλλάλως ὁμοφροσύνα, οἰκετᾶν δὲ ποτὶ δεσπότας εὔνοια, δεσποτᾶν δὲ ποτὶ θεράποντας καδεμονία· ἐν σώματι δὲ καὶ ψυχᾷ πράτα μὲν ἁ πᾶσιν ἀγαπατοτάτα ζωά, ἅ τε ὑγίεια καὶ ἀρτιότας, σοφία τʼ ἐκ τᾶς ἐπιστάμας τε καὶ δικαιοσύνας γενομένα. εἰ δʼ αὐτὰ τὸ ὅλον καὶ τὰ μέρεα οὕτω παιδαγωγεῖ τε καὶ σῴζει ὁμόφρονα καὶ ποτάγορα ἀλλάλοις ἀπεργαζομένα, πῶς οὔ κα μάτηρ καὶ τιθηνὰ πασᾶν τε καὶ πάντων παμψαφεὶ λέγοιτο;
ἡ τριὰς πρώτη συνέστησεν ἀρχὴν μεσότητα καὶ τελευτήν.