eul_wid: slg-ab
Γνῶμαι Μενάνδρου καὶ ΦιλίστιωνοςSentences of Menander and Philistion
Menander and Philistion Comparison Sentences of Menander and Philistion PDF
| gno t | ΓΝΩΜΑΙ ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ. ΜΕΝΑΝΔΡΟΣ. |
| gno 1 (1t) | Πολλῶν ὁ καιρὸς γίνεται παραίτιος· ἂν γὰρ μέγιστα κομπάσῃς φρονῶν μέγα, οὐκ οἶδας ὡς πολλὰς μεταβολὰς ἔχει. ὃ νῦν δίδωσιν, οὐ δίδωσιν αὔριον. ΜΕΝΑΝΔΡΟΣ. Χρόνος γὰρ οὗτός ἐστιν ἀνθρώποις ἀεί. τὸν οὖν παρόντα καιρὸν ἀπάνταν ἀφεῖς οὐκ ἔστιν αὐτὸν προσλαβεῖν πάλιν ταχύ. ΦΙΛΙΣΤΙΩΝ. Ἐπάν ς’ ὁ καιρὸς ἐμβάλῃ πολλοῖς κακοῖς, μὴ ἐκκακήσῃς πάντα εὐθύμως φέρειν. πάλιν γὰρ ὄψει τῶν κακῶν περιτροπήν· ἀεὶ γὰρ ὡς τροχὸς ὁ χρόνος κυλίεται. ΜΕΝΑΝΔΡΟΣ. Καιρὸς ὁ τυχών ἐστιν ἀνθρώποις ἀεί· πᾶσιν γὰρ οὐ πέφυκεν ἀνθρώποις ἴσος. κέρδη γὰρ ἄλλοις χἠδονὰς ἐρεύεται, ἄλλοις δὲ λύπας προσπορίζει καὶ βλάβας. ΦΙΛΙΣΤΙΩΝ. Μίαν πρόνοιαν τῶν ἄνω τε καὶ κάτω θεὸν νόμιζε, καὶ σέβου παντὶ σθένει. ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου, καὶ μή μ’ ἐρώτα, μηδὲ μανθάνειν θέλε· οὐ γὰρ θέλω σε μανθάνειν τί δεῖ θεός. ΜΕΝΑΝΔΡΟΣ. Λόγος κατάγει ταρτάρου κατώτερον, λόγος δὲ αὖθις εἰς ὕψος ψυχὴν ἄγει. ΜΕΝΑΝΔΡΟΣ. Ὁ πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθεται· τότ’ οἶδεν ὃ πεποίηκεν, ὅτε κολάζεται. ΦΙΛΙΣΤΙΩΝ. Ὁ δυσσεβῶν τι καὶ δοκῶν λαθεῖν θεῷ, κολάζεθ’ οὗτος ὑπὸ συνειδότος θεοῦ. ΜΕΝΑΝΔΡΟΣ. Ὁ μὴ κολασθείς, τῷ νόμῳ πράξας κακῶς, αὐτὸς ἀφ’ ἑαυτοῦ τῷ νόμῳ κολάζεται. ΦΙΛΙΣΤΙΩΝ. Εὐσχημονεῖν φρόντιζε μὴ τῷ σχήματι, τὸ σῶμα κοσμῶν, ἀλλὰ τῷ φρονήματι. ΜΕΝΑΝΔΡΟΣ. Νίκα σιωπῶν τὸν νόμον καὶ μάνθανε· πρὸ τοῦ μαθεῖν τῷ νόμῳ προλαμβάνεις. ΦΙΛΙΣΤΙΩΝ. Νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. ΜΕΝΑΝΔΡΟΣ. Πόντου, γυναικός, κρίματα, θηρός, πυρός χειρότερός ἐστιν ὁ προδότης τῶν φίλων. ΦΙΛΙΣΤΙΩΝ. Ἂν μὴ δυνάμενος, ἐθέλων δὲ βλάψῃς φίλον, καὶ μὴ δυνάμενος καὶ θέλων πείσῃ κακόν. ΜΕΝΑΝΔΡΟΣ. Ὁ μὴ δικαίως κατὰ φίλων ζητῶν κακόν, αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν. ΦΙΛΙΣΤΙΩΝ. Ἄνθρωπος ὢν μηδέποτε καθ’ ἑτέρου κακόν ἀδίκως φρονήσῃς· ἡ δίκη γὰρ πάνθ’ ὁρᾷ. ΜΕΝΑΝΔΡΟΣ. Ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ. ΦΙΛΙΣΤΙΩΝ. Ἀγαθοῦ γείτονος ἄν ποτε γείτων ἔσῃ, ὡς προδιδάσκει ἀγαθὸν προσλάμβανε. ΜΕΝΑΝΔΡΟΣ. Αὐτὸς ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν θέλε· μέμψει γὰρ ἄλλους, οὐχὶ μεμφθήσῃ δὲ σύ. ΦΙΛΙΣΤΙΩΝ. Δίκην φυλάσσου, κἂν δικαίως ἐγκαλῇ. μετέρχεται τὸ δίκαιον εἰς πλεονεξίαν. |
| gno 1 (50) | ΜΕΝΑΝΔΡΟΣ. Ἐὰν πένης ᾖς, δίκαιος εἶ κἀγαθός. εἰμὶ δίκαιος ἢ γὰρ οὐκ ἂν ἦς πένης. ΦΙΛΙΣΤΙΩΝ. Πενία καθ’ αὑτήν ἐστιν ἰσχυρὰ νόσος· ἔρωτα προσλαβοῦσα δύο νόσους νοσεῖς. |