eul_wid: jpq-aa

Ἀποσπάσματα περὶ τῆς Ἀρχαίας Γεωγραφίας
Fragments on Ancient Geography

Myrsilus of Methymna Fragments on Ancient Geography PDF

t1-15 ΛΕΣΒΙΑΚΑ. Strabo I: Ἡ δὲ Ἄντισσα νῆσος ἦν πρότερον, ὡς Μυρσίλος φησί· τῆς [δὲ] Λέσβου καλουμένης πρότερον Ἴσσης, καὶ τὴν νῆσον Ἄντισσαν καλεῖσθαι συνέβη· νῦν δὲ τῆς Λέσβου πόλις ἐστίν.
2 [45] Dionys. Hal. A. R. I, 23: Οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας (in Italia) κρατήσαντες, πόλεις τε προσέλαβον καὶ ἄλλας αὐτοὶ κατασκευάσαντες μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς ἀνδρείαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον· ἀλλ’ ἡνίκα μᾶλλον τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες, οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν· τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη. Περὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφειν. Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ, τῶν Ἀβοριγίνων προνοίᾳ. Πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ’ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλ’ ὠμοὶ κατέρρεον· οὔθ’ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν, ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐπλήρου χρόνους· οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής· τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ’ ὑπελίμπανε θέρους, τὰ δ’ εἰς τέλος ἀπεσβέννυτο. Ἀδελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς. Ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. Εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον, ἔμπηρον ἢ ἀτελὲς ἢ δι’ ἄλλην τινὰ τύχην βλαφθὲν, τρέφεσθαι χρηστὸν οὐκ ἦν. Ἔπειτα καὶ τὸ ἄλλο πλῆθος, τὸ ἐν ἀκμῇ μάλιστα, ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. Μαντευομένοις δ’ αὐτοῖς, τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι, καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπὶς, ὁ θεὸς ἀνεῖλεν, ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. Οἱ γὰρ Πελασγοὶ, ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων, εὔξαντο τῷ Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων· τελεσθείσης δὲ τῆς εὐχῆς, ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος, ἐπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. Ταῦτα δὲ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δὲ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ (fr. 3). Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. Ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. Χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ· ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον.
2 (50) [65] Τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δὲ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος. Εἰσηγησαμένου δέ τινος τὴν γνώμην, τὸν θεὸν ἐπέρεσθαι εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν. Ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως. Καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν· ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι’ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. Ἐγίνοντό τε οὐδενὶ κόσμῳ αἱ ἐπαναστάσεις, ἀλλὰ, ὥσπερ εἰκὸς, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνόμεναι· καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη, μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαί τε τῶν φιλτάτων, καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. Πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν, μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπαθον, κτλ. Dionys.
3 [5] Hal. A. R. I, 28: Μυρσίλος, τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ (fr. 1), τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατὰ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελασγικὸν καλούμενον, τούτους περιβαλεῖν. Clemens Alex.
4a [15] Protr.: Τὰς δὲ Μούσας, ἃς Ἄλκανδρος (?) Διὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειάζουσι καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμενίζουσιν αὐταῖς, Μούσας οὔσας θεραπαινίδας ταύτας ἐώνηται Μεγακλὼ ἡ θυγάτηρ Μάκαρος. Ὁ δὲ Μάκαρ Λεσβίων μὲν ἐβασίλευεν, διεφέρετο δὲ ἀεὶ πρὸς τὴν γυναῖκα, ἠγανάκτει δὲ ἡ Μεγακλὼ ὑπὲρ τῆς μητρός· τί δ’ οὐκ ἔμελλε; καὶ Μούσας θεραπαινίδας ταύτας τοσαύτας τὸν ἀριθμὸν ὠνεῖται καὶ καλεῖ Μύσας (Μοίσας?) κατὰ τὴν διάλεκτον τὴν Αἰολέων. Ταύτας ἐδιδάξατο ᾄδειν καὶ κιθαρίζειν τὰς πράξεις τὰς παλαιὰς ἐμμελῶς. Αἱ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς ὀργῆς. Οὗ δὴ χάριν ἡ Μεγακλὼ χαριστήριον αὐταῖς ὑπὲρ τῆς μητρὸς ἀνέθηκε στήλας χαλκᾶς καὶ ἀνὰ πάντα ἐκέλευσε τιμᾶσθαι τὰ ἱερά. Καὶ αἱ μὲν Μοῦσαι τοιαίδε· ἡ δὲ ἱστορία παρὰ Μυρσίλῳ τῷ Λεσβίῳ. Arnobius III, 37: Ephorus has (Musas) igitur tres effert; Mnaseas, quem diximus, quattuor; Myrtilus inducit septem; octo asseverat Crates.
5 [5] Etym. M.: Μέλος ... τὸ μεμελισμένον ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μύσιμβλος (sic) δὲ τὰς ἐν Λέσβῳ γενομένας παρθένους Μούσας ἐπὶ τὰ πένθη φοιτᾶν καὶ θρηνεῖν· ὅθεν ἐπεκράτησε τὰ ᾀδόμενα μέλεα κληθῆναι. Germanicus ad Arat.
6 172, de Hyadibus: Myrtilus autem quinque filias Cadmi esse dixit. Habet autem taurus stellas in capite quinque, quae Hyades appellantur. E LIBRO PRIMO.
7a (t) [5] Schol. Apollon. Rh. I, 615: Ἰστέον δὲ, ὅτι τῶν ἄλλων ἱστορούντων, ὡς κατὰ χόλον τῆς Ἀφροδίτης αἱ Λεμνιάδες δύσοσμοι ἐγένοντο, Μυρτίλος ἐν πρώτῳ Λεσβικῶν διαφέρεται, καί φησι τὴν Μήδειαν παραπλέουσαν διὰ ζηλοτυπίαν ῥῖψαι εἰς τὴν Λῆμνον φάρμακον, καὶ δυσοσμίαν γενέσθαι ταῖς γυναιξίν· εἶναί τε μέχρι τοῦ νῦν κατ’ ἐνιαυτὸν ἡμέραν τινὰ, ἐν ᾗ διὰ τὴν δυσωδίαν ἀποστρέφονται τὰς γυναῖκας ἄνδρες τε καὶ υἱεῖς. Photius Lex.
7b [10] : Λήμνιον βλέπω ν , πυρῶδες· καὶ παροιμία· Λήμνιον κακό ν · ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων. Ἐπὶ δὲ Θόαντος αἱ γυναῖκες τοὺς ἄνδρας, ὅτι αὐταῖς οὐ προσεῖχον, ἅμα ταῖς τῶν Θρᾳκῶν γυναιξὶν, ἐπὶ τῇ δυσωδίᾳ, ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ τῇ Ὑψιπύλῃ ζῆλον κατασχεῖν [φησι], Καύκασος (Καύκαλος?) δὲ διὰ τὸ ὀλιγωρῆσαι τῆς Ἀφροδίτης τὰς Λημνίας· ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια λέγεται. Antigon.
7c [10] Hist. Mir. c. 129: Μυρσίλος δὲ ὁ Λέσβιος Λοκροὺς τοὺς Ὀζόλας τῆς ἐπωνυμίας τετυχηκέναι, ὅτι τῆς χώρας τῆς αὐτῶν [τὸ ὕδωρ] ὄζει, καὶ μάλιστα τοῦ Ταφίου καλουμένου ὄρους· καὶ ῥεῖν αὐτόθεν εἰς θάλασσαν ὥσπερ πῦον, τεθάφθαι δ’ ἐν τῷ ὄρει τούτῳ Νέσσον τὸν Κένταυρον, ὃν Ἡρακλῆς ἀπέκτεινεν. —(130) Τὰς δὲ Λημνίας δυσόσμους γενέσθαι Μηδείας ἀφικομένης μετ’ Ἰάσονος καὶ φάρμακα ἐμβαλλούσης εἰς τὴν νῆσον. Κατὰ δή τινα χρόνον καὶ μάλιστα ἐν ταύταις ταῖς ἡμέραις, ἐν αἷς ἱστοροῦσιν τὴν Μήδειαν παραγενέσθαι, δυσώδεις αὐτὰς οὕτως γίνεσθαι ὥστε μηδένα προσιέναι. Antigon.
8 [5] Hist. Mir. c. 5: Ὁ δὲ Μυρσίλος ὁ τὰ Λεσβιακὰ συγγεγραφώς φησιν, τῆς Ἀντισσαίας ἐν ᾧ τόπῳ μυθολογεῖται καὶ δείκνυται δὲ ὁ τάφος ὑπὸ τῶν ἐγχωρίων τῆς τοῦ Ὀρφέως κεφαλῆς, τὰς ἀηδόνας εἶναι εὐφωνοτέρας τῶν ἄλλων. Antigon.
9 [5] Hist. Mir. c. 17: Μυρσίλος δὲ ὁ Λέσβιος ἐν τῷ ὄρει φησὶν Λεπετύμνῳ ἱερὸν Ἀπόλλωνος εἶναι καὶ ἡρῷον Λεπετύμνου, ἐφ’ ᾧ, καθάπερ ἐν τῷ Κράννωνι, δύο μόνον εἶναι κόρακας, ὄντων οὐκ ὀλίγων ἐν τοῖς πλησίον τόποις. Etym.
10 M.: Λευκοθέα: Μυρσῖνος (sic) δὲ οὐ μόνον τὴν Ἰνὼ Λευκοθέαν φησὶν, ἀλλὰ καὶ τὰς Νηρηΐδας Λευκοθέας ὀνομάζει. Photius Lex.
11 : Λινό ν , κοινῶς μὲν ἄνθος· Θεόφραστος δὲ νάρκισσον, Μυρσίλος δὲ Λεσβιακοῖς εἶδος ἄνθους. Plutarch.
12a [5] De sollert. anim. c. 36: Ἔναλον δὲ τὸν Αἰολέα, Μυρτίλος ὁ Λέσβιος ἱστορεῖ, τῆς Φινέως ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, καὶ αὐτὸν ἐξαλλόμενον εἰς τὴν θάλασσαν, ὑπὸ δελφῖνος σῷον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. Plutarch.
12b [25] Sympos. Sap. c. 20: Χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν, ὃ καλεῖται Μεσόγειον, τότε ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον, Ἀμφιτρίτῃ δὲ καὶ Νηρηΐσι ζῶσαν καθιέναι παρθένον· ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠΐθεος ἦν ἔτι, τῶν δὲ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος· ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες, ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. Ἔτυχε δέ τις ἐρῶν αὐτῆς τῶν συμπλεόντων, οὐκ ἀγεννὴς, ὡς ἔοικε, νεανίας, οὗ καὶ τὸ ὄνομα διαμνημονεύουσιν Ἔναλον. Οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν, παρὰ τὸν καιρὸν ὥρμησε, καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ στρατοπέδῳ, διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς. Ὑστέρῳ δὲ χρόνῳ τὸν Ἔναλόν φασιν ἐν Λέσβῳ φανῆναι, καὶ λέγειν, ὡς ἐπὶ δελφίνων φορητοὶ διὰ θαλάττης ἐκπέσοιεν ἀβλαβῶς εἰς τὴν ἤπειρον. Ἔστι δὲ ἄλλα θειότερα τούτων, ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς, διηγεῖσθαι· πάντων δὲ πίστιν ἔργον παρασχεῖν. Κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου, καὶ τῶν ἀνθρώπων ἀπαντῆσαι δεδιότων, μόνον ** θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς τὸ ἱερὸν τοῦ Ποσειδῶνος, ὧν τοῦ μεγίστου λίθον κομίζοντος, λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι· καὶ τοῦτον ἔτι καλοῦμεν. Strabo XIII: Φησὶ δὲ Μυρσίλος Μηθυμναίων κτίσμα εἶναι Ἄσσον· Ἑλλάνικος δὲ Αἰολίδα φησίν· ὥστε καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων.
14 Plinius H. N. III, 13: Sardiniam ipsam Timaeus Sandaliotim appellavit ab effigie soleae, Myrsilus Ichnusam a similitudine vestigii. Plinius H.
15 N. IV, 22: Ipsam (Andrum ins.) Myrsilus Cauron, deinde Antandrom cognominatam tradit: Callimachus Lasiam, alii Nonagriam, Hydrussam, Epagrin. ΙΣΤΟΡΙΚΑ ΠΑΡΑΔΟΞΑ.
16 [5] Athenaeus XIII: Θεόφραστος δὲ ἀγῶνα κάλλους φησὶ γενέσθαι παρὰ Ἠλείοις, καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς, λαμβάνειν τε τοὺς νικήσαντας ἆθλα ὅπλα· ἅπερ ἀνατίθεσθαί φησι Διονύσιος ὁ Λευκτρικὸς τῇ Ἀθηνᾷ, τὸν δὲ νικήσαντα ταινιούμενον ὑπὸ τῶν φίλων καὶ πομπεύοντα ἕως τοῦ ἱεροῦ παραγίγνεσθαι. Τὸν στέφανον δ’ αὐτοῖς δίδοσθαι μυρρίνης, ἱστορεῖ Μυρσίλος ἐν Ἱστορικοῖς παραδόξοις. Plutarch.
17 [5] Arat. c. 3.: Τοῦτον (Νικοκλέα) ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην, Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρσίλος ὑπὸ πλήθους τῶν θεωμένων, ὡς τοῦτ’ ἔγνωσαν, καταπατηθῆναι.