eul_wid: lzo-aa

Ἀποσπάσματα
Periplus of the Two Pontic Seas

Menippus of Pergamon Periplus of the Two Pontic Seas PDF

1 St. B.: Ἑρμώνασσα ... Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν Περίπλῳ τῶν δύο Πόντων· Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν.
3t Χαλδί α , χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν Περίπλῳ τῶν δύο Πόντων· «τὴν *** · μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία·» καὶ κατά «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν.» ΒΟΣΠΟΡΟΥ ΚΑΙ ΠΡΟΠΟΝΤΙΔΟΣ ΠΕΡΙΠΛΟΥΣ. Βιθυνίας περίπλους.
3 Μένιππος ἐν Περίπλῳ Βιθυνίας· «ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδιοι ξʹ.» Μέμνηται ὁ αὐτὸς καὶ τῆς Χαλκί τιδος νήσου. Ἐκλήθη δὲ ἀπὸ Χάλκιδος τοῦ παρακει μένου ποταμοῦ, ὡς οἱ ἱστορικοὶ ἅπαντές φασι.
4-6t ΤΩΝ ΛΕΙΠΟΜΕΝΩΝ ΤΗΣ ΕΥΡΩΠΗΣ ΜΕΡΩΝ ΠΕΡΙΠΛΟΥΣ.
4 Νικόπολι ς , πόλις Ἠπείρου, ὡς Μαρκιανός.
5 Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησι Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας β’· «ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἐξανέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς, βασιλείην ἐγκαταστησάμενος· καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου ταύτης, τότε Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, (ὃς καὶ ἐν αὐτῇ) ἐβασίλευσε.» Καὶ Μένιππος δὲ ταὐτά φησιν. [Θουκυδίδης δὲ οὕτως·] «ἐλθόντες εἰς Σικελίαν κτλ.
6 Νάρβω ν , ἐμπόριον καὶ πόλις Κελτική. Μαρ κιανὸς δὲ Ναρβωνησίαν αὐτὴν λέγει.