... Πολέμων Μιλησίου Ἰλιεύς.
... ὅτι οὐχ [ ]ˈ δη.[ Πολέμων] ˈ ἐν τῶι [. Περὶ ἀκροπό-]ˈ λεως δ[ ] ˈ ἀναγ[ ] ˈ τὸν Μελησίου [υἱόν, Στε]ˈφάνου δὲ τοῦ Κο̣[αλέμου] 〈καλου〉ˈμένου πατέρα ...
Ἐτυμολογικὸν τὸ Γνήσιον : «Μελιταῖα κυνίδια»· λέγεται ὅτι πλησίον Ἰταλίας νῆσός ἐστι Μελίτη, ἐξ ἧς ἐστι τὰ Μελιταῖα κυνίδια. Πολέμων δʼ ἐν Κτίσεσι Σικελίαν Μελίτης φησὶν εἶναι …
«ὦ Σάννʼ, ἐπειδὴ ῥῖνα θεόσυλιν φύεις, καὶ γαστρὸς οὐ κατακρατεῖς»· κύριον ὄνομα ὁ Σάννος, ὧι λοιδορεῖται. ὃ ἔνιοι πεποιῆσθαί φασιν παρὰ τὴν «σαννάδα», Κρῆτας δὲ τὰς ἀγρίας αἶγας λέγειν «σαννάδας», ὥς φησιν Πολέμων ἐν τοῖς Πρὸς Ἀντίγονον καὶ Ἀδαῖον· τὰς δὲ αἶγας ἐπίσταται σαννιοπλήκτους εἶναι καὶ ναιαδολήπτους καὶ ἐν τῶι βίωι τοὺς εὐήθεις ἐπιπεφημισμένους ...
Σχόλια εἰς Εὐριπίδην : «Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς σύνθακος ἔσται, ναυτίλοις σωτηρίοις» ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλασσαν ἐπήκοός ἐστι κατὰ Εὐριπίδην, σεσημείωται. ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ ἐν τῶι δ τῶι Πρὸς Ἀναξανδρίδην τὴν μὲν τῶν δυοῖν ἀστέρων ἐπιφάνειαν τῶν Διοσκούρων ἀνωμολογῆσθαι, τὴν δὲ τῶν λεγομένων Ζοβείρων … ..