eul_wid: hik-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Rhetoric and Natural Philosophy by Nausiphanes of Teos

The Apospasmata, also known as On Rhetoric and Natural Philosophy, is a lost philosophical treatise by Nausiphanes of Teos, written in the late fourth century BCE. No direct quotations from the work survive; it is known only by its title and through later reports, which indicate it was a collection of passages. The title suggests the work addressed two principal subjects: instruction in the art of rhetoric and an exposition of Democritean natural philosophy, which explained the universe through the interaction of atoms and void. As a teacher of Epicurus and a follower of both Democritus and Pyrrho, Nausiphanes likely sought to combine training in persuasive speech with a philosophical understanding of the natural world, possibly for pedagogical use with his students.

This synthesis reflects a post-Aristotelian educational ideal, in which rhetoric was considered a necessary skill for effective philosophical debate and instruction. The work may also have engaged with broader themes concerning knowledge and tranquility. Its complete loss is characteristic of many texts from minor Hellenistic philosophical schools. Our entire knowledge of the Apospasmata derives from testimonia in later authors, primarily Diogenes Laertius, who records its title, and Sextus Empiricus, who discusses the views of Nausiphanes. Despite Epicurus’s subsequent criticism of his teacher, some scholars perceive in Nausiphanes’ emphasis on clear communication an indirect influence on the accessible literary style that came to characterize Epicurean writing.

ΝΑΥΣΙΦΑΝΟΥΣ ΤΡΙΠΟΥΣ

Φιλόδημος τὸν οὖν φυσικὸν τὴν ῥητορικὴν ἕξιν ἔχειν κατὰ τὸ εἰρημένον φήσει τις, κἂν μηδέποτε ῥητορεύσηι διὰ τὸ μὴ προσιέναι τοῖς κοινοῖς. καὶ γὰρ τεκτονικήν φαμεν ἕξιν ἔχειν οὐ τὸν ἐνεργοῦντα μόνον οὐδʼ εἰς τὴν ἐνέργειαν αὐτὴν ἀποβλέποντες, ἀλλʼ εἰς τὸ δύνασθαι λαβόνθʼ ὕλην καὶ τὰ προσήκοντʼ ὄργανα δημιουργεῖν τὸ ἀπὸ τῆς τεκτονικῆς ἔργον, ὡς ἐπʼ ἰατρικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν. ὥστε πῶς οὐχὶ καὶ τὴν ῥητορικὴν τῶι φυσικῶι φήσαιμεν ἀκολουθεῖν, εἴπερ ἄρα παρατεθέντων πραγμάτων, ἐν οἷς ὁ πολιτικὸς καὶ ῥήτωρ ἀγαθὸς οἱονεὶ δημιουργεῖν τὴν ὀρθὴν δημηγορίαν, δύναιτʼ ἂν κατὰ τρόπον ὡσεὶ καί τις ἄλλος διαλεχθῆναι περὶ αὐτῶν;

Φιλόδημος ὅθεν καὶ Ν. οὐκ ἀπέδρα· λέγει γὰρ προαιρήσεσθαι τὸν σοφὸν ῥητορεύειν ἢ πολιτεύεσθαι. … ἀλλὰ πᾶν ἡγησάμενος εἶναι τὸ τίμιον καὶ ἀξιόλογον ἐν ταῖς παρὰ τῶν πολλῶν δόξαις καὶ μνήμαις ἐπὶ πολιτικαῖς δεινότησιν ἢ ταῖς κενῶς κομπουμέναις ἀρεταῖς καὶ καλοκαγαθίαις, ἐπὶ ταῦτα ἄγειν τὸν ἄριστον προείληφε συλλογισμόν. ἅμα δʼ ἐπὶ νομοθεσίας κατεφέρετο. … ἀλλʼ ἄντικρυς ἔφησεν ὁτιοῦν δυνήσεσθαι πείθειν τοὺς ἀκούοντας τὸν φυσικὸν καὶ σοφόν· καὶ τὸν σοφὸν οὐκ ἐν ἀμφισβητήσει κατέλιπεν, ἀλλʼ ἑαυτὸν ἔφη τοῖς λόγοις ἄξειν ἔνθʼ ἂν βούληται τοὺς ἀκούοντας. … τοιοῦτον γὰρ κἂν ἓν ἔτος ἄνδρα τις ἔχηι συνζῶντα καὶ μὴ βραχεῖς χρόνους ὁμιλοῦντα, καὶ τοῦτο πλεοναζόντως δύνασθαι ἂν καὶ παρακολουθεῖν. τὴν γὰρ αἰτίαν τῆς πειστικῆς δυνάμεως οὐκ ἐξ ἱστορίας, ἀλλʼ ἀπὸ τῆς εἰδήσεως τῶν πραγμάτων παραγίνεσθαί φησιν, ὥσθʼ ὁμοίως αὑτῶι πείθοι ἂν ὁ φυσικὸς ὁποιονοῦν ἔθνος. … περὶ ἕνα τὸν εὐφυῆ καὶ πρόθυμον. … ἔτι τίνʼ ἂν εἴδησιν ἔχων ὁ φυσικὸς τῆς τῶν ἀνθρώπων φύσεως ἀπὸ ταύτης δύναιτο πείθειν αὐτούς; ἆρά γε τὴν ἐκ τίνων ἢ ποίων στοιχείων συνεστήκασι; καὶ τίς ἂν διὰ ταυτὶ πείθειν περὶ ὧν ἂν διεξίηι δύναιτο τοὺς ἀνθρώπους μᾶλλον ἢ τοῖς ... τὸ συγγενικὸν τέλος ὅπερ ἐστὶν ἥδεσθαι καὶ μὴ ἀλγεῖν, ἀλλὰ εὐθὺς ἕκαστος ἄνθρωπος πρὸς τοῦτο φέρεται καὶ χωρὶς τῆς τούτων προσδοκίας εἴτʼ ἀλόγως εἴτε λελογισμένως οὔτε διώκειν τοῖς ὅλοις οὐδὲν οὔτε φεύγειν, μᾶλλον δʼ οὐδὲ τὰ ζῶια ἄλλον ἐνδέχεται τρόπον. … καὶ γὰρ οὕτως τὰ μέγιστα λέγων ἂν πείθοι πολλὴν προθυμίαν καὶ τῶν πολλῶν πρὸς τοῦτο παρεχομένων, διότι πειστικόν ἐστι τὸ γινώσκειν, πόθεν ἥκει τὸ συμφέρον. ἄνευ γὰρ τῆς περὶ τούτου τοῦ τέλους πειθοῦς ἀχάριστοι γινόμενοι τοῖς προδιδάξασι, τῶν ἄλλως πειθόντων οὐκ ἂν πεισθεῖεν οὐδενί. τὸν φυσικὸν μόνον, τοῦτο τεθεωρηκότα, τῶι γινώσκειν ὃ βούλεται ἡ φύσις καὶ λέγειν καὶ λέγοντα τὸ πρὸς τὴν βούλησιν ἀποδιδόναι, δυνήσεσθαι πείθειν. … ἅπερ ἂν εἰδῶσιν βουλομένους τε καὶ μὴ μεταμελησομένους διὰ τὸ συμφερόντως βουλεύεσθαι οἱ ῥήτορες τοὺς πολλούς. πάντα δυναμένου πείθειν καὶ περὶ ὧν αὐτοὶ προπεπεισμένοι διʼ αὑτῶν εἰσι, ληψομένου τοὺς πολλοὺς συνομολογήσαντας. … θαυμαστέον μὲν οὖν φυσιολόγου καὶ τὴν λαλιὰν ὡς συνεστῶσαν ἄκρως κατʼ εὐοδίαν τῶν ὡμιλημένων καὶ μεταφοραῖς ἐπὶ τὸ ἀγνοούμενον πρᾶγμα ἄριστα μετενηνεγμένην καὶ οὐ πλάσματι κενῶι καὶ νόμωι γεγονυῖαν ἀλλὰ τῆι τῶν πραγμάτων φύσει καὶ κατὰ τὴν συνήθειαν. … ἐπεὶ καὶ τἀκόλουθον καὶ τὸ ὁμολογούμενον ἐν τοῖς λόγοις ἐνορᾶν καὶ τίνων ληφθέντων τί συμβαίνει, ληπτέον οὕτως ὑπὸ τὴν τῶν ὅλων διάγνωσιν, ἄλλως δʼ οὐ νομιστέον ἐγγίνεσθαι. … πάντα γὰρ τὰ τοιαῦτα ἀπὸ τῆς φυσικῆς καὶ μετὰ λόγου τῶν τε ἀδήλων σταθμήσεως καὶ τῶν ὑπαρχόντων ἐπιλογιστικῆς θεωρίας ἁλίσκετʼ, ἄλλως δʼ οὐδαμῶς, ὥστε καὶ ὁδῶι γίνεσθαι καὶ οὐκ ἰδίαις τινῶν ἐμπειρίαις τὰ πράγμαθʼ, ὥς φασιν, οὐκ εἰδότων. … καὶ μόνον δεῖν οἰόμενος τῶι σχηματίσαι διαφέρειν σχεδὸν τόν τε τοῦ σοφοῦ λόγον καὶ τὸν τοῦ πολιτικοῦ ῥήτορος, ὥσπερ δὴ ταῖς διανοήσεσι μὲν οὐ διαφέροντας τοὺς τὴν ἀλήθειαν κατὰ φύσιν ἐγνωκότας τῶν πολιτικῶν ῥητόρων, σχήματι δὲ μόνον λόγων, καὶ ταῦτα πρὸς οὐδένα λόγον κατεσκευασμένων. τί γὰρ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγὴ δύνατʼ, εἰ ταὐτό τι σημαίνει τῶι ἐνθυμήματι καὶ παραδείγματι; … δεικνύει χρήσιμον διαλογισμὸν ὄντα ἐκ τῶν φανερῶν ἀεὶ καὶ ὑπαρχόντων περὶ τῶν μελλόντων, καὶ τοὺς πραγματικωτάτους ἀεὶ τῶν προεστώτων εἴτε δημοκρατίας εἴτε μοναρχίας εἴθʼ ἧς δήποτε πολιτείας τοιούτωι τρόπωι διαλογισμοῦ χρωμένους. … ὁ γὰρ μακρῶι λόγωι καὶ συνειρομένωι καλῶς χρώμενος ἄριστα χρήσεται καὶ τῶι διὰ ἐρωτήσεως καλουμένωι, καὶ ὁ τούτωι κἀκείνωι· καὶ γὰρ τὸ ἐπὶ τοῦ συνειρομένου γινώσκειν, μέχρι ὅσου τοῖς ἀκούσασι γνώριμον δεῖ ποιεῖν τὸ πῖπτον ὑπὸ μίαν διάνοιαν ταὐτό τί ἐστι τῶι δύνασθαι θεωρεῖν, μέχρι ὅσου προτείνων οὔτʼ ἂν ἐλλείποι τις οὔθʼ ὑπερβαίνοι τοῦ προάξοντος τὸν ἀποκρινόμενον ἐπὶ τὴν ἰδέαν ἀγνοουμένου πράγματος. … κατανενοηκὼς μόνος ἂν δύναιτο κατὰ τηλικαῦτα διαιρῶν προτεῖναι καθʼ ὅσα τὸ φῆσαι καὶ ἀποφῆσαι μὴ περὶ τῶν φανερῶν ὅπηι εἰσίν, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ ἀδιαλήπτων, τοῖς μανθάνουσι προτατέον. ἀδυνατήσειν ἐν ἐκείνωι τῶι λαλήματι διαλέγεσθαι τὸν ὀρθῶς φυσιολογοῦντα, ὅτωι πάνυ χρῆται κατὰ πηλίκα τινὰ διαιρῶν τὰ τοῦ λόγου καθʼ ἕκαστα μέχρι τοῦ ποιεῖν κεφαλαιώματά τινα κατὰ τοὺς τούτων ἐναργῆ ἐπιστήμην ἀπειργασμένους.

Κλήμης ὁ Ἀλεξανδρεύς καθάπερ Ν. τὴν ἀκαταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου «ἀθαμβίην» λέγεσθαι.