ΦΟΙΝΙΚΙΚΑ.
Ἰώσηπος ὁ ἱστορικός Ἀλλὰ πρὸς τούτῳ παραθήσομαι Μένανδρον τὸν Ἐφέσιον. Γέγραφε δὲ οὗτος τὰς ἐφʼ ἑκάστου τῶν βασιλέων πράξεις παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις γενομένας, ἐκ τῶν παρʼ ἐκείνοις ἐπιχωρίων γραμμάτων σπουδάσας τὴν ἱστορίαν μαθεῖν. Γράφων δὴ περὶ τῶν βεβασιλευκότων ἐν Τύρῳ, ἔπειτα γενόμενος κατὰ τὸν Εἵρωμον, ταῦτα φησί· «Τελευτήσαντος δὲ Ἀβιβάλου, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Εἵρωμος, ὃς βιώσας ἔτη πεντήκοντα τρία ἐβασίλευσεν ἔτη τριάκοντα τέσσαρα. Οὗτος ἔχωσε τὸν εὐρύχωρον τόν τε χρυσοῦν κίονα τὸν ἐν τοῖς τοῦ Διὸς ἀνέθηκεν, ἔτι τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ λεγομένου ὄρους Λιβάνου, κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας, καθελών τε τὰ ἀρχαῖα ἱερὰ καινοὺς ᾠκοδόμησε, τό τε τοῦ Ἡρακλέους καὶ τῆς Ἀστάρτης τέμενος ἀνιέρευσεν, καὶ τὸ μὲν τοῦ Ἡρακλέους πρῶτον ἐποιήσατο ἐν τῷ Περιτίῳ μηνὶ, εἶτα τὸ τῆς Ἀστάρτης, ὁπότε Τιτυοῖς ἐπεστράτευσε μὴ ἀποδιδοῦσι τοὺς φόρους, οὓς καὶ ὑποτάξας ἑαυτῷ πάλιν ἀνέστρεψεν. Ἐπὶ τούτου δέ τις ἦν Ἀβδήμονος παῖς νεώτερος, ὃς ἐνίκα τὰ προβλήματα, ἃ ἐπέτασσε Σολομὼν ὁ Ἱεροσολύμων βασιλεύς.» Ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι τῆς Καρχηδόνος κτίσεως οὕτως· «Τελευτήσαντος Εἱρώμου διεδέξατο τὴν βασιλείαν Βαλεάζαρος ὁ υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα τρία ἐβασίλευσεν ἔτη ἑπτά. Μετὰ τοῦτον Ἀβδάστρατος ὁ αὐτοῦ υἱὸς βιώσας ἔτη εἴκοσι ἐννέα ἐβασίλευσεν ἔτη ἐννέα. Τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ υἱοὶ τέσσαρες ἐπιβουλεύσαντες ἀπώλεσαν, ὧν ὁ πρεσβύτερος ἐβασίλευσεν ἔτη δώδεκα. Μεθʼ οὓς Ἄσταρτος ὁ Δελαιαστάρτου, ὃς βιώσας ἔτη πεντήκοντα τέσσαρα ἐβασίλευσεν ἔτη δώδεκα. Μετὰ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀσέρυμος βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα ἐβασίλευσεν ἔτη ἐννέα. Οὗτος ἀπώλετο ὑπὸ τοῦ ἀδελφοῦ Φέλητος, ὃς λαβὼν τὴν βασιλείαν ἦρξε μῆνας ὀκτὼ, βιώσας ἔτη πεντήκοντα. Τοῦτον ἀνεῖλεν Εἰθώβαλος ὁ τῆς Ἀστάρτης ἱερεὺς, ὃς βασιλεύσας ἔτη τριάκοντα δύο ἐβίωσεν ἔτη ἑξήκοντα ὀκτώ. Τοῦτον διεδέξατο Βαδέζωρος υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα πέντε ἐβασίλευσεν ἔτη ἕξ. Τούτου διάδοχος γέγονε Μάτγηνος ὁ υἱὸς, ὃς βιώσας ἔτη τριάκοντα δύο ἐβασίλευσεν ἔτη ἐννέα. Τούτου διάδοχος γέγονε Φυγμαλίων, βιώσας δʼ ἔτη πεντήκοντα ἓξ ἐβασίλευσεν ἔτη τεσσαράκοντα ἑπτά. Ἐν δὲ τῷ ἐπʼ αὐτοῦ ἑβδόμῳ ἔτει ἡ ἀδελφὴ αὐτοῦ φυγοῦσα ἐν τῇ Λιβύῃ πόλιν ᾠκοδόμησε Καρχηδόνα.» Συνάγεται δὴ πᾶς ὁ χρόνος ἀπὸ τῆς Εἱρώμου βασιλείας ἄχρι Καρχηδόνος κτίσεως ἔτη ρνεʹ μῆνες ηʹ. Ἐπεὶ δὲ δωδεκάτῳ ἔτει τῆς Εἱρώμου βασιλείας ἐν Ἱεροσολύμοις ᾠκοδομήθη ὁ ναὸς, γέγονεν οὖν ἀπὸ τῆς οἰκοδομήσεως τοῦ ναοῦ ἄχρι Καρχηδόνος κτίσεως ἔτη ἑκατὸν τεσσαράκοντα τρία, μῆνες ὀκτώ. Τῆς μὲν οὖν παρὰ Φοινίκων μαρτυρίας τί δεῖ προσθεῖναι πλείω; βλέπεται γὰρ τἀληθὲς ἰσχυρῶς ὡμολογημένον. Καὶ πολὺ δήπου προάγει τῆς τοῦ νεὼ κατασκευῆς ἡ τῶν προγόνων ἡμῶν εἰς τὴν χώραν ἄφιξις· ὅτε γὰρ αὐτὴν πᾶσαν πολέμῳ παρέλαβον, τότε τὸν νεὼν κατεσκεύασαν. Καὶ ταῦτα σαφῶς ἐκ τῶν ἱερῶν γραμμάτων ὑπʼ ἐμοῦ δεδήλωται διὰ τῆς Ἀρχαιολογίας.
Ἰώσηπος ὁ ἱστορικός Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβλοις τὴν ἀλήθειαν. Γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσορος ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρʼ ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη πεντήκοντα· δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέντων, δευτέρῳ πάλιν τῆς Δαρείου βασιλείας ἀπετελέσθη. Προσθήσω δὲ καὶ τὰς τῶν Φοινίκων ἀναγραφάς· οὐ γὰρ παραλειπτέον τῶν ἀποδείξεων τὴν περιουσίαν. Ἔστι δὲ τοιαύτη τῶν χρόνων ἡ καταρίθμησις. «Ἐπὶ Εἰθωβάλου τοῦ βασιλέως ἐπολιόρκησε Ναβουχοδονόσορος τὴν Τύρον ἐπʼ ἔτη τρισκαίδεκα. Μετὰ τοῦτον ἐβασίλευσε Βαὰλ ἔτη δέκα. Μετὰ τοῦτον δικασταὶ κατεστάθησαν καὶ ἐδίκασαν, Ἐκνίβαλος Βασλάχου μῆνας δύο, Χέλβης Ἀβδαίου μῆνας δέκα, Ἄββαρος ἀρχιερεὺς μῆνας τρεῖς, Μύτγονος καὶ Γεράστρατος τοῦ Ἀβδηλέμου δικασταὶ ἔτη ἓξ, ὧν μεταξὺ ἐβασίλευσε Βαλάτορος ἐνιαυτὸν ἕνα. Τούτου τελευτήσαντος ἀποστείλαντες μετεπέμψαντο Μέρβαλον ἐκ τῆς Βαβυλῶνος, καὶ ἐβασίλευσεν ἔτη τέσσαρα. Τούτου τελευτήσαντος μετεπέμψαντο τὸν ἀδελφὸν αὐτοῦ Εἵρωμον, ὃς ἐβασίλευσεν ἔτη εἴκοσιν. Ἐπὶ τούτου Κῦρος Περσῶν ἐδυνάστευσεν.» Οὐκοῦν ὁ σύμπας χρόνος ἔτη πεντήκοντα τέσσαρα καὶ τρεῖς μῆνες πρὸς αὐτοῖς. Ἑβδόμῳ μὲν γὰρ περὶ τῆς Ναβουχοδονοσόρου βασιλείας ἤρξατο πολιορκεῖν Τύρον, τεσσαρεσκαιδεκάτῳ δʼ ἔτει τῆς Εἱρώμου Κῦρος ὁ Πέρσης τὸ κράτος παρέλαβεν.
Κλήμης ὁ Ἀλεξανδρεύς Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σαλομῶνι δίδωσι, καθʼ οὓς χρόνους μετὰ τὴν Τροίας ἅλωσιν Μενελάου εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς.
Ἰώσηπος ὁ ἱστορικός Μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως· «Ἀβροχία τε ἐπʼ αὐτοῦ ἐγένετο, ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους τοῦ Ὑπερβερεταίου. Ἱκετείαν δʼ αὐτοῦ ποιησαμένου, κεραυνοὺς ἱκανοὺς βεβληκέναι. Οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ, καὶ Αὔζαν τὴν ἐν Λιβύῃ.» Καὶ ταῦτα μὲν, δηλῶν τὴν ἐπʼ Ἀχάβου γενομένην ἀνομβρίαν — κατὰ γὰρ καὶ τοῦτον καὶ Ἰθώβαλος ἐβασίλευσε Τυρίων — ὁ Μένανδρος ἀναγέγραφεν.
Φοινίκεια τὰ γράμματα ἐλέγοντο, ὥς φησιν ... Ἐτεωνεὺς καὶ Μένανδρος, ἐπειδὴ ἐν πετάλοις φοινικικοῖς ἐγράφοντο, ἢ, ὅπερ κρεῖττόν ἐστιν εἰπεῖν, ὅτι φοινίσσεται ὑπʼ αὐτῶν ὁ νοῦς ἤτοι λαμπρύνεται.
Ἰωάννης ὁ Λυδός Εἰσὶ δὲ οἵ φασι, τὸν Κρόνον ἢ κατὰ ἀντιστοιχείαν τὸν Χρόνον Οὐρανοῦ εἶναι παῖδα· καὶ γὰρ ἐκ τῆς οὐρανοῦ κινήσεως ὁ χρόνος· ἐν δὲ τῷ κατʼ αὐτὸν ἱερῷ, ὡς φησὶ Φύλαρχος ἐν τῇ ἑπτακαιδεκάτῃ καὶ Μένανδρός γε τῇ πρώτῃ, οὔτε γυνὴ οὔτε κύων οὔτε μυῖα εἰσῄει.
ΠΕΡΙ ΚΥΠΡΟΥ.
Ἐτυμολογικὸν τὸ Μέγα Σφήκεια, ἡ Κύπρος. Ἐκαλεῖτο δὲ καὶ Κεραστία, ὡς Μένανδρος ἐν τῷ Περὶ Κύπρου λέγει, διὰ τὸ ἐνοικῆσαι αὐτῇ ἄνδρας, οἳ εἶχον κέρατα· ὡς δὲ Ξεναγόρας ἐν τῷ Περὶ νήσων, διὰ τὸ ἔχειν πολλὰς ἐνοχὰς, ἃς κέρατα καλοῦσι, Κεραστία ὠνομάσθη.
Ζηνόβιος ὁ Σοφιστής · Θρᾷκες ὅρκια οὐκ ἐπίστανται Ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ. Λέγει γὰρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο. Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰωλεῦσιν αἴνιγμα γέγονε, Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, Ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε, Οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν Δάκτυλοι Ἰδαῖοι Κρηταιέες Τῶν Ἰδαίων δακτύλων καλουμένων πρώτους φησὶν εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μενάνδρῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ.