eul_wid: fza-aa

Ἀποσπάσματα
On the Seasons of Samos

Aethlius of Samos On the Seasons of Samos PDF

t1-4 ὩΡΟΙ ΣΑΜΙΩΝ.
1 Clemens Alex. Protr. c. 4: Ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργασμένον· καὶ τὸ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπίᾳ πρέμνον ἐκκεκομμένον· καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανὶς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο.
t2-4 E LIBRO QUINTO.
4 Athenaeus XIV: Ὅτι δὲ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις. Τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων «Σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγένετο.» Idem XIV: Αἱ δ’ ἁμαμηλίδες οὐκ εἰσὶν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ’ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν· Ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ; Ὅτι δ’ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. Περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· «Ἀπίους ἡ νῆσος φέρει κρατίστας, κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.» Ἀέθλιος δ’ ἐν πέμπτῳ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματ α , ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ’ ἐν τοῖς Περὶ γλωσσῶν καὶ ὀνομάτων· «Ἐπιμηλὶς (φησὶν) ἀπίου γένος.» Etym. M.: νένωται ... ὁ Ἄθλιος (scr. Ἀέθλιος) ἐν τοῖς Σαμίων Ὥροις· «Ἀλλὰ λέξασθαι νένωνται.»