On Dentition is a concise medical treatise from the Hippocratic Corpus, the collection of ancient Greek medical writings traditionally associated with Hippocrates but composed by various authors between the fifth and fourth centuries BCE. Written in Ionic Greek, the work is devoted entirely to the process of infant teething. It systematically describes the typical sequence of tooth eruption and catalogues the symptoms commonly associated with it, including fever, diarrhea, and irritability. The treatise also identifies serious potential complications, such as convulsions, and offers prognostic guidance, noting that severe cases can be fatal. Its therapeutic recommendations include lancing the gums and applying soothing substances.

The text is composed of seventeen brief, aphoristic passages and survives in full within the standard manuscript tradition of the Hippocratic Corpus. Scholars regard it as an early example of systematic clinical observation, representing a move within Hippocratic medicine toward naturalistic explanations for physiological processes and away from supernatural accounts of disease. Likely intended for practicing physicians or students, the treatise reflects the corpus's emphasis on careful prognosis. Its detailed observations on a specific developmental stage contributed to the foundations of later Western pediatrics and dentistry, influencing medical writers for centuries.

Τὰ φύσει εὔτροφα τῶν παιδίων οὐκ ἀνάλογον τῆς σαρκώσεως καὶ τὸ γάλα θηλάζει.
2 Τὰ βορὰ καὶ πολὺ ἕλκοντα γάλα οὐ πρὸς λόγον σαρκοῦται. Τὰ πουλὺ διουρέοντα τῶν θηλαζόντων ἥκιστα ἐπιναύσια.
4 Ὁκόσοισι πολλὴ φέρεται ἡ κοιλίη καὶ εὐπεπτοῦσιν, ὑγιεινότερα· ὁκόσοισιν ὀλίγη, βοροῖσιν ἐοῦσι καὶ μὴ ἀνάλογον τρεφομένοισιν, ἐπίνοσα. Ὁκόσοισι δὲ πουλὺ γαλακτῶδες ἀπεμεῖται, κοιλίη ξυνίσταται.
6 Ὁκόσοισιν ἐν ὀδοντοφυίῃ ἡ κοιλίη πλείω ὑπάγει, ἧσσον σπᾶται ἢ ὅτῳ ὀλιγάκις. Ὁκόσοισιν ἐπὶ ὀδοντοφυίῃ πυρετὸς ὀξὺς ἐπιγίγνεται, ὀλιγάκις σπῶνται.
8 Ὁκόσα ὀδοντοφυεῦντα εὔτροφα μένει καταφορικὰ ἐόντα, κίνδυνος σπασμὸν ἐπιλαβεῖν. Τὰ ἐν χειμῶνι ὀδοντοφυεῦντα, τῶν ἄλλων ὁμοίων ἐόντων, βέλτιον ἀπαλλάσσει.
10 Οὐ πάντα τὰ ἐπὶ ὀδοῦσι σπασθέντα τελευτᾷ· πολλὰ δὲ καὶ διασώζεται. Τὰ μετὰ βηχὸς ὀδοντοφυεῦντα χρονίζει· ἐν δὲ τῇ διακεντήσει, ἰσχναίνεται μᾶλλον.
12 Ὁκόσα ἐν τῷ ὀδοντοφυέειν χειμῶνας ἔχει, ταῦτα καὶ προσεχόντως ἠγμένα ῥᾷον φέρει ὀδοντοφυίαν. Τὰ διουρεῦντα πλέον ἢ διαχωρεῦντα πρὸς λόγον εὐτροφώτερα.
14 Ὁκόσοισιν οὐρεῖται μὴ πρὸς λόγον, κοιλίη δὲ πυκνῶς ὠμὸν ἐκ παιδίων παρηθεῖ, ἐπίνοσα. Τὰ εὔυπνα καὶ εὔτροφα πουλὺ ἀναλαμβάνειν καὶ παράκειται οὐχ ἱκανῶς διῳκημένον.
16 Τὰ παρεσθίοντα ἐν τῷ θηλάζειν ῥᾷον φέρει ἀπογαλακτισμόν. Τὰ πολλάκις παρηθεῦντα δίαιμον καὶ ἄπεπτον κατὰ κοιλίην, πλεῖστα τῶν ἐν πυρετῷ ὑπνώδεα.
18 Τὰ ἐν παρισθμίοις ἕλκεα ἄνευ πυρετῶν γιγνόμενα ἀσφαλέστερα. Ὁκόσοισιν ἐν τῷ θηλάζειν τῶν νηπίων βὴξ προσίσταται, σταφυλὴν εἴωθε μείζονα ἔχειν.
20 Ὁκόσοισι ταχέως ἐν παρισθμίοις νομαὶ ἐφίστανται, τῶν πυρετῶν μενόντων καὶ βηχίων, κίνδυνος πάλιν γενέσθαι ἕλκεα. Τὰ παλινδρομήσαντα ἐν ἰσθμίοις ἕλκεα τοῖσιν ὁμοίοισι κινδυνώδη.
22 Τοῖσι παιδίοισιν ἀξιολόγοις ἕλκεσιν ἐν παρισθμίοισι, καταπινομένων, σωτηρίας ἐστὶν, ὁκόσα δὴ μᾶλλον τῶν πρότερον μὴ δυναμένων καταπίνειν. Ἐν παρισθμίοισιν ἕλκεσι, πουλὺ τὸ χολῶδες ἀνεμεῖσθαι ἢ κατὰ κοιλίαν ἔρχεσθαι, κινδυνῶδες.
24 Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσιν, ἀραχνιῶδές τι ἐὸν οὐκ ἀγαθόν. Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσι μετὰ τοὺς πρώτους χρόνους διαῤῥεῖν φλέγμα διὰ τοῦ στόματος, πρότερον οὐκ ὂν, χρήσιμον, ὅμως ἀνακτέον· ἢν δὲ ἄρξηται ξυνδιδόναι, πάντως ἀσμενιστέον· τὸ δὲ μὴ οὕτως διαῤῥέον εὐλαβητέον.
26 Ῥευματιζομένοις παρίσθμια κοιλίη κατενεχθεῖσα πλείω λύει τὰς ξηρὰς βῆχας· παιδίοισιν ἀνενεχθέν τι πεπεμμένον πλείω λύει. Τὰ πουλὺν χρόνον ἐν παρισθμίοις ἕλκεα ἀναυξῆ μένοντα ἀκίνδυνα πρὸ τῶν πέντε ἢ ἓξ ἡμερέων.
28 Τὰ πουλὺ γάλα τῶν θηλαζόντων ἀναλαμβάνοντα, ὡς τὸ πουλὺ ὑπνώδη. Τὰ μὴ εὐτροφέα τῶν θηλαζόντων ἄτροφα καὶ δυσανάληπτα.
30 Ἕλκεα ἐν θέρει γιγνόμενα ἐν παρισθμίοις, χείρονα τῶν ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν· τάχιον γὰρ νέμεται. Τὰ περὶ σταφυλὴν νεμόμενα ἕλκεα ἐν παρισθμίοισιν, σωζομένοισι τὴν φωνὴν ἀλλοιοῖ.
32 Τὰ περὶ φάρυγγα νεμόμενα ἕλκεα χαλεπώτερα καὶ ὀξύτερα, ὡς ἐπιπολὺ δύσπνοιαν ἐπιφέρει.