eul_wid: kza-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments and Title by Lobon of Argos

The Fragments and Title by Lobon of Argos is a Hellenistic verse composition known only through a collection of 61 surviving passages. Lobon, active in the 3rd century BCE, was a compiler and forger who fabricated hexameter verses and epigrams, deliberately attributing them to legendary poets such as Orpheus, Musaeus, and Linus. His output, recognised as spurious even in antiquity, represents a deliberate act of literary fabrication and pseudepigraphy, the practice of ascribing new works to famous ancient authors. The composition reflects the broader Hellenistic scholarly interest in compiling, and sometimes inventing, a poetic heritage. The work survives solely in fragments quoted by later ancient authors; no complete manuscript exists, and the recorded passages likely derive from quotations in anthologies or critical references from scholars such as Callimachus. Lobon’s primary influence was negative, making his name a byword for forgery. His fabricated verses entered later compilations, thereby polluting the textual tradition of early Greek poetry. The work remains critically significant for understanding the mechanisms of ancient pseudepigraphy and the enduring challenges involved in authenticating fragmentary texts.

περὶ ποιητῶν
Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας
Μουσαῖον, φθίμενον σῶμʼ, ὑπὸ τῷδε τάφῳ.
ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα,
Μούσης Οὐρανίης υἱὸν ἐϋστεφάνου.
κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα
τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πατρῴα
Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον.
Θρήϊκα χρυσολύρην τῇδʼ Ὀρφέα Μοῦσαι ἔθαψαν,
ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει.
τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν
ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ.
ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες,
τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.
ἡ Μήδων ἄδικον παύσασʼ ὕβριν ἥδε Σόλωνα
τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.
τόνδε δοριστέφανος Σπάρτα Χίλωνʼ ἐφύτευσεν,
ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίᾳ.
οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει
Πιττακὸν ἥδʼ ἱερὰ Λέσβος ἀποφθίμενον.
κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει
ἥδε Βίαντα πέτρη κόσμον Ἴωσι μέγαν.
ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.
πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος
κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.
ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν
ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε.
πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν
Τιμόθεον κιθάρας δεξιὸν ἡνίοχον.
κρύπτω τῷδε τάφῳ Σοφοκλῆ πρωτεῖα λαβόντα
τῇ τραγικῇ τέχνῃ, σχῆμα τὸ σεμνότατον.
ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην
κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες.
οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν.
ἕν τι μάτευε σοφόν,
ἕν τι κεδνὸν αἱροῦ·
λύσεις γὰρ ἀνδρῶν κωτίλων
γλώσσας ἀπεραντολόγους.
πεφυλαγμένος ἄνδρα ἕκαστον ὅρα,
μή σε κρυπτὸν ἔγχος ἔχων κραδίῃ
φαιδρῷ προσεννέπῃ προσώπῳ,
γλῶσσα δέ οἱ διχόμυθος
ἐκ μελαίνης φρενὸς γεγωνῇ.
ἐν λιθίναις ἀκόναις
ὁ χρυσὸς ἐξετάζεται
διδοὺς βάσανον φανεράν·
ἐν δὲ χρυσῷ
ἀνδρῶν ἀγαθῶν τε κακῶν τε
νοῦς ἔδωκʼ ἔλεγχον.
ἔχοντα χρὴ τόξον τε καὶ ἰοδόκην
στείχειν ποτὶ φῶτα κακόν·
πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος
λαλεῖ διχόμυθον ἔχουσα
καρδίῃ νόημα.
ἀστοῖσιν ἄρεσκε πᾶσιν
ἐν πόλει ᾇ κε μένῃς.
πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος βλαβερὰν
πολλάκις ἐξέλαμψεν ἄταν.
ἀμουσία τὸ πλέον ἐν βροτοῖσι
λόγων τε πλῆθος· ἀλλʼ ὁ καιρὸς ἀρκέσει.
φρόνει τι κεδνόν· μὴ μάταιος
ἁ χάρις γενέσθω.