ΟΤΙ ΤΟ ΠΛΟΥΤΕΙΝ ΑΔΙΚΩΣ ΤΟΥ ΠΕΝΕΣΘΑΙ ΑΘΛΙΩΤΕΡΟΝ.
Χθές τις ἑσπέρας ἤλγει τε καὶ ἔστενε τοὺς προσαιτοῦντας ἀριθμῶν, τοὺς μὲν ἑστῶτας, τοὺς δὲ οὐδὲ τοῦτο δυναμένους, τοὺς δὲ οὐδὲ καθῆσθαι, καὶ τοὺς μὲν ἠκρωτηριασμένους, τοὺς δὲ μᾶλλον τετηκότας ἢ πολλοὶ τῶν τεθνεώτων. ἐλεεινὸν δὲ ἔφασκεν εἶναι καὶ τὸ ἐν ῥακίοις τοιούτοις ψῦχος τοιοῦτον διαφέρειν τοῖς μὲν ὄντων μόνων διαζωμάτων, τοῖς δὲ ἐκ βουβώνων τε καὶ ὤμων ἄκρων χειρῶν τε καὶ ποδῶν γεγυμνωμένων. ἐφαίνοντο δέ τινες καὶ οἷς οὐδʼ ὁτιοῦν ἐκεκάλυπτο τοῦ σώματος, δεήσεις τε ἦσαν ἀφʼ ἑκάστου συχναὶ δοῦναί τι τὸν παριόντα, καὶ μέγα ἦν οὐκ ἄρτον μόνον λαβεῖν, ἀλλʼ ἤδη καὶ ὀβολόν. ἐν δὲ τῷ στένειν καὶ ἀποκαλεῖν ἀθλίους ὄντος ἐκείνου τοῦ ἀνθρώπου λελουμένοι τινὲς σοβοῦντες ᾔεσαν ὑπὸ λαμπάδων ἐπὶ δεῖπνα πάντα ἔχοντα πλὴν ἀμβροσίας καὶ νέκταρος. ὁ δέ, ὡς εὐδαίμονες οἱ ἄνδρες, ἐβόησε καὶ διεξῄει χρυσὸν πολὺν τίκτοντα χρυσόν. ἐγὼ δὲ οὐκ ἔφην οἷς ἐστι πλοῦτος, τούτους πάντως δεῖν καὶ μακαρίους νομίζειν. εἶναι γὰρ ἐνίους τῶν ἄγαν πλουσίων μᾶλλον ἀξίους ἐλεεῖσθαι ἢ οἷς ἡ δεξιὰ διὰ πάσης ἡμέρας ὑπτία τέταται προκαλουμένη τὸν δώσοντα. τοῖς μὲν γάρ ἐστι τὸ κακὸν ἐν τῷ τὸν δώσοντα ζητεῖν, οὐ μὴν ἀποροῦσί γε τοῦ δώσοντος, ζῶσι γοῦν, δικαστής τε οὐδεὶς οὔτε ἐπὶ γῆς οὔτε ὑπὸ γῆς δίκην ἂν πτωχὸν ἀπαιτήσαι πτωχείας τῆς κατὰ τὴν τύχην. οὐδέ εἰσι νόμοι κείμενοι κατὰ τῶν ἢ οὐ μεγάλας ἐκδεξαμένων οὐσίας ἢ οὐκ αὐτῶν κτήσασθαι δυνηθέντων, κατὰ δέ γε τῶν κτησαμένων αὐτῶν, οὐ μὴν σὺν τῷ καλῷ, γραφαί τε καὶ κρίσεις καὶ κατηγορίαι καὶ δίκαι καὶ μίση παρά τε ἀνθρώπων καὶ θεῶν. καὶ αὐτοῖς τὰ τῇδε φεύγουσι δικαστήρια πλέον οὐδέν, ἀλλʼ ὃν οὐχ οἷόν τε ὑπερπηδῆσαι, κάθηται δικαστὴς Μίνως ὁ Διός, διαγιγνώσκων εὐθὺς ἰδὼν ψυχὴν ἄδικόν τε καὶ δικαίαν· συμμαχία δὲ οὐδαμόθεν τῇ κακῇ οὔτε ἀπὸ λόγων δεινότητος οὔτε ἀπὸ χρημάτων πλήθους οὔτε ἀπὸ συγγενείας ἢ φίλων, ἀλλʼ ὠσθεῖσαν οἷ τέτακται φέρειν ἀνάγκη κολαζομένην.
Ὅστις οὖν ὀρθῷ ἐλέῳ χρήσεται, μᾶλλον αὐτῷ δόξουσιν οἵδε οἱ πλούσιοι τῶν πτωχῶν ἐκείνων ἐλεεινοί, κἂν πάνυ πεινῆν ἐκεῖνοι λέγωσιν ὀμνύντες. πολὺ γὰρ δήπου δεινότερον τοῦ μετὰ τῶν κυνῶν ἐν φορυτῷ καθεύδειν τὸ ἐν ἀργυραῖς κλίναις οὐ καλῶς πεπορισμέναις. τούτων τοίνυν τῶν τοὺς μεγάλους εἰργασμένων πλούτους οὐκ ὀλίγους εὕροις ἂν ἑτέρους ἐκδεδυκότας, οὐ κατὰ τοὺς λωποδύτας τουτουσὶ τοὺς τὰ μικρὰ ἀδίκους, ἀλλὰ πολλοὺς μὲν οἰκέτας, πολλὰς δὲ συνοικίας ἀφελομένους, πολλοὺς δὲ ἀγρούς, πολλὰς δὲ ὁλκάδας, χρυσόν, ἄργυρον, ἐσθῆτα. οἱ δὲ καὶ τεμένη τε καὶ νεὼς κτήματα ἑαυτῶν ἐποιήσαντο, εἶτα μάλα εὐχερῶς ἐκρίψαντες τὰ ἕδη ξύλων, οἱ δὲ ἀχύρων τοὺς νεὼς ἐνέπλησαν, οἱ δὲ αὖ ἀνδρειότεροι καὶ καθελόντες οἰκίας ᾤκησαν τῶν ἐκεῖθεν λίθων πεποιημένας.
Ὧν οἱ μὲν ἔδοσαν ἤδη δίκην, οἱ δὲ οὔπω μέν, οὐκ ἔστι δὲ ὅ, τι αὐτοὺς ἐξαιρήσεται. λέγων δὲ αὐτούς, αὐτοὺς λέγω καὶ παῖδας καὶ τοὺς ἐξ ἐκείνων. ὧν ἐφʼ ὅντινα ἂν ἔλθῃ τὸ πλῆττον, ὁ γεννάδας ἐκεῖνος πέπληκται. τούτους οὖν οἰκτείρειν χρεὼν ἂν εἴη μᾶλλον ἢ ὅσοι βλέπουσιν εἰς τοὺς ἑτέρων δακτύλους· ὡς τοῖς μὲν ἡ τελευτὴ λύσει τὸ χρῄζειν τῶν ἐπαρκεσόντων, τοῖς δὲ ἀντὶ μικροῦ χρόνου τοῦ τῆς ἡδονῆς ἀθάνατος ἐπικείσεται ζημία.