ΠΡΟΣ ΑΡΙΣΤΕΙΔΗΝ ΥΠΕΡ ΤΩΝ ΟΡΧΗΣΤΩΝ.
Οἶδα μὲν ὅτι καὶ τῶν φίλων τοῖς σεμνοτέροις καὶ πᾶσιν ὅσοι πρὸς ἡμᾶς οὐχ ἡδέως ἔχουσι τοῖς μὲν εὐθυμεῖσθαι, τοῖς δὲ αἰσχύνεσθαι δώσομεν, εἰ πράγματι χείρω δόξαν οὐκ οἶδʼ ὅπως λαβόντι συναγορεύειν ὑποσταίημεν· ἀλλʼ εἰ μὲν μὴ πολλὰ πολλάκις ἐν τῷ βίῳ καὶ τῶν ἀμεινόνων καὶ τῶν οὐ τοιούτων τῆς οὐ προσηκούσης τυχόντα φήμης τὰ μὲν ἐνομίσθη φαῦλα τῆς κρείττονος ὄντα μερίδος, τὰ δὲ καταφρονούμενα ἂν δικαίως πρὸς τὸ τιμᾶσθαι μετέστη, καλῶς ἂν εἶχεν ἐπιτιμᾶν τοῖς ᾑρημένοις ἀμύνειν ὧν κατηγορεῖν ἔδει· ἐπεὶ δὲ οὐ πανταχοῦ τὴν ὀρθὴν κρίσιν ὁρῶμεν νενικηκυῖαν, οὐδὲν δεινὸν λόγῳ βοηθεῖν τοῖς οὐκ ἐν δίκῃ ψεγομένοις. αὐτοῖς μὲν οὖν τούτοις καὶ μάλιστα ἂν προσήκοι βοηθεῖν ὥσπερ τῶν κρινομένων τοῖς συκοφαντουμένοις, ὁ δὲ διότι φαῦλον ἐνομίσθη φεύγων τὸ συνειπεῖν τὴν ἀνάγκην τοῦ λέγειν αἴτιον ποιεῖται τῆς σιωπῆς. τὰ μὲν γὰρ θαυμαζόμενα τῶν ἔργων οὐδὲν ἂν δέοιτο συμμάχων εὐτυχοῦντα κατὰ τὴν δόξαν, τοῖς δὲ ἐναντίοις ἐπικουρεῖν ἀνάγκη καθάπερ τῶν γνωρίμων τοῖς πενεστέροις. εἰ δὲ ὧν προσήκει τὴν ἀδοξίαν ἀνελεῖν, τούτοις ὀκνήσομεν συνειπεῖν, ἐπειδὴ κατηγόρηται, τὸ συνηγορεῖν ἀναιρήσομεν ὅλως τῶν μὲν εὐδοκιμούντων οὐ δεομένων βοηθείας, τῶν δὲ ἐν χρείᾳ ταύτης ἀποστερουμένων φόβῳ τοῦ δοκεῖν τοῖς οὐ καλοῖς βοηθεῖν. τῶν μὲν οὖν ἐχθρῶς ἡμῖν ἐχόντων οὐ πολὺς λόγος, καὶ γὰρ εἰ μὴ ταύτην εἶχον τὴν πρόφασιν, ἑτέρας ἂν ηὐπόρουν, ὡς οὐδέν γε ῥᾷον τοῦ κακῶς ἀγορεύειν, ἐάν τις ὀλιγωρῇ τοῦ δοκεῖν εἶναι κακός· τῶν δʼ ἐπιτηδείων ἡμῖν τοῖς τεταραγμένοις ἐκεῖνο λέγω· μικρὸν χρόνον ἀποστήσαντες ὑμᾶς αὐτοὺς ἧς νῦν ἔχετε δόξης περὶ τῶν ὀρχουμένων καὶ δεξάμενοι μεθʼ ἡσυχίας τὸν λόγον, ἂν μέν τι φαίνωμαι λέγων καὶ περιγένωνται τῶν κατηγοριῶν οἱ λογισμοί, παύσασθε πονηρὸν νομίζοντες ὃ μὴ τοιοῦτόν ἐστιν· ἂν δὲ μηδὲν τῶν νῦν δοκούντων ὁ λόγος μεταστῆσαι δυνηθῇ, μένῃ δὲ ἐν ταῖς ψυχαῖς καὶ μετὰ τὴν ἀκρόασιν ἡ πρὸ τῶν λόγων ψῆφος, τότʼ ἤδη με φάσκειν οὐ καλῶς βεβουλεῦσθαι δόντα τοῖς αἰσχίστοις ἐμαυτὸν συνήγορον.
Τὸν μὲν οὖν ἐμὸν εἰς Ἀριστείδην ἔρωτα καὶ ὡς αἱρέσεώς μοι δοθείσης ἢ νικῆσαι πλούτῳ τὸν Μίδαν ἢ καὶ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦδε τέχνης εὐθὺς ἂν ἐγενόμην τοῦ δευτέρου, παντί που δῆλον. οὐ γὰρ ἐξ ὧν ἀκηκόασί μου φάσκοντος ἐρᾶν, ὃ κἂν ψεῦδος ἦν ἴσως, τοῦτο συνίσασιν, ἀλλʼ ἐκ τοῦ πολλῷ μείζονος εἰς πίστιν, ἐκ τῶν ἔργων αὐτῶν ἐπίστανται, πόσον τι τὸ φίλτρον τοῦ ῥήτορος ἐν ἐμοί· τὸ γάρ, ἡνίκα ἂν ποιῶ λόγους, τῶν ἰχνῶν ἔχεσθαι τῶν Ἀριστείδου καὶ πειρᾶσθαι τοὺς ἐμοὺς ἀφομοιοῦν εἰς ὅσον οἷόν τε τοῖς ἐκείνου καὶ κέρδος ποιεῖσθαι τοῦ βίου τό τινα τῶν καθημένων εἰπεῖν ὡς ἐοίκαμεν, σημεῖον, οἶμαι, παμμέγεθες τοῦ τῶν ἄκρων ἡγεῖσθαι τὸν ῥήτορα. ἔστι δὲ καὶ τοῦτʼ αὐτὸ τιμῶντος τὸν Ἀριστείδην τὸ τοῖς ὑπʼ ἐκείνου ῥηθεῖσιν ἀντιλέγειν, εἴπερ τὸ τοῖς ὑπʼ ἐκείνου τεθεῖσι νόμοις ἀκολουθεῖν ἔχει τινὰ τῷ θέντι τιμήν. ὁ γὰρ δὴ μάλιστα τοῖς ὑπὸ τῶν προτέρων γεγραμμένοις ἐναντία διεξελθὼν καὶ ταύτῃ πλέον ἢ τοῖς ἄλλοις εὐδοκιμηκὼς καὶ μὴ τὸν χρόνον ἀξιῶν πλέον φέρεσθαι τῆς ἀληθείας οὗτός ἐστιν. ὥσθʼ ὁ μὲν ἀντιλέγειν τοῖς τοῦδε κατοκνῶν ἐπιλαμβάνεται τῆς γνώμης καθʼ ἣν ἠξίου τοῖς προτέροις ἀντιλέγειν ἐκεῖνος, ὁ δὲ τοῦτο πρὸς Ἀριστείδην ποιῶν ὃ παρὰ τοῦδε πρὸς τοὺς ἔμπροσθεν γεγένηται, τῷ τοῖς παραδείγμασιν ἀκολουθεῖν ἔπαινον τῶν ἔργων τῶν ἐκείνου παρέχεται τὸν ζῆλον.
Εἰ μὲν οὖν πείθων Λακεδαιμονίους τοὺς ὀρχηστὰς ἐλαύνειν τούτους δὴ τοὺς νῦν ἐν τῇ τῶν νόμων ἀναγνώσει τὸν λόγον ἵστη λέγων ὡς οὐ δέχεται ταῦτα ὁ Λυκοῦργος οὐδʼ ἔστιν ἐν οἷς ἐκεῖνος ἔγραψεν οὐδὲ πάτριον αὐτοῖς οὐδὲ ἔννομον, ἴσως μὲν καὶ τότʼ ἂν εἶχον ἀντιθεῖναι λόγον· τί φής; μεταπεπτωκότων τῶν καιρῶν καὶ τοσαύτης ἐπὶ πάντα καινότητος ἐλθούσης καὶ τῶν ἐθῶν τῶν μὲν ἐκκεχωρηκότων, τῶν δὲ ἀντεισηγμένων καὶ τῆς Σπάρτης ἀντὶ τοῦ κατʼ ἄμφω τῶν Ἑλλήνων ἄρχειν μετὰ τῶν ἄλλων ὑπακουούσης οἷς βέλτιον τῶν παλαιῶν αὐτός τε μέμνησαι συλλαβῶν καὶ τοὺς ὑποτελεῖς φόρου κελεύεις ἐν οἷς ἡνίκα ἐκράτουν ἔζων, ταῦτα μελετᾶν ἐν ᾧ τὴν τοῦ κρατεῖσθαι μετειλήφασι τάξιν; καὶ μυρία ἂν ἦν λέγειν πειρωμένῳ δεικνύειν ὡς οὐ καιρὸς ἔχεσθαι τοῦ Λυκούργου. πῶς γὰρ οὐκ ἄτοπον ἀσπίδος μὲν οὐκ οὔσης Λακεδαιμονίοις μήτʼ ἀγανακτεῖν μήτʼ ἐπιτιμᾶν, εἰ δέ τι τῶν παρόντων ἀπολαύουσι καιρῶν, ἐπεισάγειν τῇ τέρψει τὸν Λυκοῦργον; οὐ μὴν ἀλλʼ εἰ μέν, ὅπερ ἔφην, τοῖς νόμοις ἐκεῖνος ἰσχυρίζετο μόνοις κατὰ τῶν ὀρχουμένων, ἤνεγκα ἂν οὔπω τοῦτο νομίζων κατηγορίαν τοῦ πράγματος. πολλὰ γὰρ τῶν διαφανῶς παρʼ ἄλλοις τιμωμένων ἐκβέβληται τῆς Σπάρτης ὑπὸ τῶν νόμων, οἷον αἱ τῶν ξένων ὑποδοχαὶ πανταχοῦ καλόν, ἀλλʼ οὐκ ἐκείνοις. τείχει πιστεύειν ἀσφαλές, τοῖς δʼ εἶναι γυμνοῖς ἔννομον. αἱ περιουσίαι πολλὰς ηὔξησαν πόλεις καὶ πολλὴ σπουδὴ περὶ τὸ πλουτεῖν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, Λακεδαιμονίους δὲ ἐπεπείκεσαν οἱ νόμοι τὴν πενίαν ἰσχυροτέραν εἶναι τῶν χρημάτων. μετὰ τούτων ἡγουμένῳ καὶ τοὺς ὀρχηστὰς κωλύεσθαι τῆς Σπάρτης ἐπιβαίνειν οὐκ ἂν εἶχον χαλεπῶς· ἐπεὶ δὲ ὅλως τὸ πρᾶγμα κακίζει καὶ νόσον ὀνομάζει καὶ φθορὰν τῶν θεωμένων καὶ προστίθησι τῇ βλασφημίᾳ Σύρους, ἔδοξέ μοι προδοσία τις εἶναι Σύρον ὄντα καὶ αὐτὸν καὶ λέγειν ἴσως δυνάμενον σιγῆσαι καὶ μὴ τοῖς ὑπὲρ τοῦ πράγματος λόγοις ἐξελέσθαι καὶ τὸ πᾶν ἔθνος αἰτίας.
Ὅθεν δὲ τὸ πᾶσι παραινεῖν ἀφεὶς Σπαρτιάταις διείλεκται μόνοις, ἴσως οὐ χεῖρον ἐξετάσαι. δοκεῖ τοίνυν μοι τοῖς κατὰ τοῦ πράγματος λόγοις οὐχ ὁρῶν ἐνοῦσαν ἀφθονίαν ἐπὶ τὴν Σπάρτην καταφεύγειν καὶ τὰ πάτρια τῆς Λακεδαίμονος, ἵνα τὴν ἐκείνων σπάνιν τοῖς τῶν ἀκουόντων ἐπαίνοις ἀποκρύψῃ καὶ τὸν λόγον ἀπὸ τῆς ἐκεῖ στενοχωρίας εἰς πεδίον ἐξαγάγῃ Βρασίδας καὶ Λεωνίδας καὶ Λυκούργους καὶ Ἡρακλέας καὶ Διοσκούρους ἄνω καὶ κάτω στρέφων, ἐπεὶ καὶ τὸ τοὺς μίμους συνάψαι τοῖς ὀρχησταῖς οὐ μάλα θαρροῦντός ἐστι τῷ κατὰ τῶν ὀρχηστῶν λόγῳ. τί γὰρ ἔδει τοὺς κεχωρισμένους τοῖς πράγμασιν εἰς μίαν ἄγειν ὑπόθεσιν ἐξὸν χωρὶς ἑκατέρῳ προσελθόντα χρήσασθαι πρὸς ἐπίδειξιν τῇ τομῇ; ἀλλʼ, οἶμαι, τὸ τοῦ βελτίονος σχήματος ἤλπισε χεῖρον ἀποφανεῖν ἀπὸ τῶν μετιόντων ὃ χεῖρον εἶναι δοκεῖ καὶ τὴν τῶν μίμων δόξαν ἕλξειν ἐπὶ τὴν ὄρχησιν. ἐγὼ δὲ εἰ μέν τι καὶ τὸ τούτων μέρος ἐπανορθοῖ τὸν βίον, ἐν ὑστέρῳ ζητεῖν οἰήσομαι δεῖν· ὅτι δὲ οὐκ ἔλαθέ με τεχνάζων Ἀριστείδης ἐν τῇ μίξει τῶν ἐπιτηδευμάτων, τοῦτʼ ἐβουλήθην ἐνδείξασθαι καὶ ἅμα παραινέσαι τοῖς ἀκούουσι τῶν ἐκείνου φυλάττεσθαι τὰς ἐπιβουλάς.
Καὶ πρῶτόν γε ἐκεῖνο θαυμάζειν ἄξιον, εἰ ταῖς ἄλλαις τέχναις μαρτύριον ἀρετῆς συγχωροῦντες εἶναι τὸν χρόνον τὴν ὄρχησιν αὐτῷ τούτῳ κοσμουμένην οὐκ ἀνεξόμεθα. ὡς μὲν οὖν συνεισῆλθε τῷδε τῷ παντὶ καὶ ὡς ἐξ ὅσουπερ οὐρανός, ἐκ τόσου καὶ τοῦτο καὶ ὡς ἡ τῶν ἀστέρων πορεία φυλάττουσα δρόμον ἁρμονίᾳ τινὶ καὶ νόμῳ θείῳ χωροῦντα πάλαι παρὰ τῶν σοφωτάτων ὄρχησις προσείρηται, ταῦτα μὲν αὐτοῖς ἀφίημι τοῖς τὰ μετέωρα φροντισταῖς· ἀλλʼ ἐκεῖνό γε τίς οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν εἰς Ἕλληνας τελούντων, ὅτι φησὶν Ἡσίοδος τὰς Μούσας ἐν Ἑλικῶνι τὰ ᾄσματα πλαττούσας οὐκ ἀμελεῖν ὀρχήσεως; καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσινὀρχεῦνται τιμῶσαι διὰ τῆς ὀρχήσεως, οἶμαι, τὴν κρήνην ἣν ἠξίωσαν αὑταῖς εἶναι λουτρόν. ὁ δʼ αὖ τοῦ Διονύσου χορὸς οὐδʼ ἄλλοθέν μοι δοκεῖ τέρπειν τὸν θεὸν ἢ διὰ τῶν ὀρχημάτων, καὶ τὸ τῶν Σατύρων ἔργον τοῦτο καὶ τὸ τῶν Πανῶν οὐχ ἕτερον ἀλλὰ σύριγγι χρήσασθαι καὶ ὀρχήσασθαι. τὰς Βάκχας δὲ κἂν ἐγὼ σιωπήσω, προσθήσετε. τοσαύτη δὲ ἄρα κοινωνία λόγων τε καὶ ὀρχήσεως, ὥστʼ ἐποίει μὲν ὁ Πίνδαρος, ὠρχεῖτο δὲ ὁ Πὰν τὸ ᾆσμα, καὶ τὸν αὐτὸν εὕροιμεν ἂν λόγων τε προστάτην καὶ τεχνίτην ὀρχήσεως. ἆρʼ οὖν ἢ ταῖς Μούσαις ἂν ἐπῆλθεν ὀρχεῖσθαι περὶ τὴν κρήνην, εἰ τῶν αἰσχρῶν ἕν τι τοῦτο ἦν, ἢ τὸν αὑτοῦ θίασον ὁ Διόνυσος κατὰ νοῦν αὑτῷ ζῆν ἡγεῖτο ζῶντα ἐν ὀρχήσει ἢ τὴν ὄρχησιν ναυτικὴν κατεδέχετο, εἰ πονηρόν τι ἐνεώρα; τὸν Δία δὲ ἡμῖν μέλλοντα τὰ αὐτὰ πείσεσθαι τοῖς ἀδελφοῖς οὐχ αὕτη τῶν χειρῶν ἐξήρπασε τοῦ πατρός, ὅτε δὴ περὶ αὐτὸν οἱ Κορύβαντες ὀρχούμενοι τὴν αἴσθησιν ἀφῃροῦντο τὸν Κρόνον; ὅμηρος δὲ τήν τε Ἀχιλλέως ἀσπίδα φησὶν ὑπὸ ὀρχουμένων κοσμεῖσθαι καὶ πάλιν καταλέξας ὕπνον καὶ φιλότητα καὶ μολπὴν καὶ ὀρχηθμὸν ἀμύμονα τὸν ὀρχηθμὸν ὠνόμασεν, ὃν σὺ βιάζῃ ποιῆσαι τῶν αἰσχρῶν. τοὺς δὲ Φαίακας ὁρῶμεν παρʼ αὐτῷ καὶ ὀρχηστὰς καὶ φιλοξένους. καίτοι εἰ τὸ μὲν φιλανθρώπως ἔχειν τοῖς ξένοις τοὺς θεούς ἐστιν αἰδουμένων, τὸ δʼ ἀρέσκειν πειρᾶσθαι τοῖς θεοῖς δικαιοσύνην ἠσκηκότων, οὐκ ἔστι δὲ ὁμοῦ καὶ δικαίους εἶναι καὶ διεφθάρθαι τοὺς τρόπους, οὐ πάντως οἷς ὀρχήσεως μέλει κακῶς διάκεινται τοὺς τρόπους, ἀλλʼ ἔστιν ὁμοῦ καὶ βελτίστους εἶναι κἀκεῖνο μὴ φεύγειν.
Ἀλλʼ, εἰ δοκεῖ, τοὺς μύθους ἀφέντες καὶ τοὺς ποιητὰς ἐπὶ τὰς εὐνομεῖσθαι δοξάσας τῶν πόλεων ἔλθωμεν. οὐκοῦν ὁμολογεῖται Κρῆτάς τε νόμοις ὅτι καλλίστοις κεχρῆσθαι καὶ Λακεδαιμονίους εἴτε παρʼ ἐκείνων λαβόντας εἴτε καὶ ἐκ Δελφῶν παρὰ τοῦ Πυθίου, καθάπερ Κρῆτες παρὰ τοῦ Διὸς διὰ τοῦ Μίνωος. μᾶλλον δέ, εἴτε ὄντως θεοὶ τοὺς νόμους καὶ τούτοις κἀκείνοις ἔδωκαν εἴθʼ ἡ τῶν νόμων ἀρετὴ τὴν τῶν θεῶν ἐπεσπάσατο φήμην, καθʼ ἑκάτερον δεῖ κεκρίσθαι τοὺς νόμους ἀρίστους εἶναι. φαίνεται τοίνυν παρʼ ἀμφοῖν ἐν πολλῇ τῇ σπουδῇ τὸ ὀρχεῖσθαι καὶ οὐχ ὅσον μὴ κεκωλύσθαι δεδομένον τοῖς βουλομένοις, ἀλλὰ καὶ ὑπʼ ἀνάγκης τῆς ἐκ τοῦ νόμου γιγνόμενον, ὥστʼ ἴσον ἦν τῷ τὴν τάξιν λιπεῖν τὸ τὴν ὄρχησιν ἐκλιπεῖν. τὸ δὲ μέγιστον, ἐν Λακεδαίμονι γὰρ αἱ μὲν ἄλλαι πράξεις ταῖς ἡλικίαις διῄρηντο, τὸ δὲ ὀρχεῖσθαι διὰ πάντων ἤρχετο καὶ τοῦτο περιειλήφει γέροντάς τε ὁμοῦ καὶ παῖδας καὶ τοὺς ἐν μέσῳ. ὁ δὲ δὴ πόλεων ὅλων ἀξιώτερος εἰς μαρτυρίαν Σωκράτης ὁ σοφώτατος ἀνδρῶν ἁπάντων τῇ ψήφῳ τοῦ θεοῦ καὶ οὗτος μέρος ἡγεῖτο τῶν προσηκόντων αὑτῷ τὴν ὄρχησιν καὶ νῦν μὲν διελέγετο, νῦν δὲ ἐκεῖνο ποιῶν ἐφαίνετο. ἆρʼ οὖν πρᾶγμα ἀρχαῖον καὶ παρὰ τοῖς οὕτω γενναίοις οὕτω γενναῖον καὶ καλὸν εἶναι δοκοῦν εἰκῆ καὶ ῥᾳδίως ἡμεῖς τῶν φαύλων εἶναι πιστεύσομεν;
Ἑτέρα γάρ, φησίν, ἥδε παρʼ ἐκείνην ἡ ὄρχησις καὶ οὐκ ἔμεινεν ἐφʼ ὧνπερ πρότερον. τί δέ; τἄλλα, πρὸς θεῶν, ἔμεινεν ἐφʼ ὧνπερ πρότερον, αἱ οἰκίαι, τὰ ὅπλα, αἱ νῆες, χαλκευτική, ζωγραφία, ῥητορική, μουσική, ποίησις ἀγαλμάτων, τὰ περὶ ναυτιλίαν; οὐχ αἱ μὲν πρῶται τῶν οἰκιῶν οὐ διέφερον καλύβης οὐδʼ ὅπερ ἐλέγοντο ἦσαν; τῆς δὲ ἀσπίδος οὐκ ἦν λαβέσθαι τῇ χειρὶ καὶ μετενεγκεῖν πρὸς τὴν χρείαν; θάλαττα δὲ τὰ πρῶτα μὲν οὐκ ἐπλεῖτο, πλεομένη δὲ οὐκ εὐθὺς τριήρεις ἐδέξατο, δεξαμένη δὲ μακρῶν ναυτιλιῶν εἶχεν ἀπείρους τοὺς πλέοντας, ὥσθʼ ὑπερενεχθῆναι Δήλου φοβερὸν εἶναι τοῖς Ἕλλησι; τί δὲ ἡ Γλαύκου τοῦ Χίου τέχνη κατʼ ἀρχὰς ἦν; τί δὲ ἡ Ζεύξιδος οὐ χρόνοις ὕστερον; πότε δὲ ἔδεισαν ἄνθρωποι περὶ τῶν ἀγαλμάτων μὴ τοῖν ποδοῖν χρώμενα φύγῃ; τῶν Δαιδάλου χειρῶν οὗτος ὁ φόβος ἔργον. ὃν ἐκάλυψεν ἐπιγενόμενος Φειδίας μᾶλλον ἢ Δαίδαλος τοὺς πρὸ τοῦ. καὶ μὴν τήν γε μουσικὴν ἀκούομεν μέχρι μὲν Ἀρχιλόχου καὶ τῶν χρόνων ἐκείνων ἁπλῆν τινα καὶ φαύλην εἶναι, χωροῦντος δὲ τοῦ χρόνου πρὸς ἐπίδοσιν ἐλθεῖν. εἶεν. περὶ δὲ τῆς ῥητορικῆς πῶς σε φῶμεν φρονεῖν; ἆρʼ ἴσον εἰς λόγους Ἀντιφῶν καὶ Μενεσθεὺς ἐκεῖνος ὁ τὸν Θησέα διώκων; ἢ πάλιν αὐτὸς οὗτος Ἀντιφῶν καὶ Δημοσθένης; καὶ μὴν εἰ τὸ πρεσβύτερον ἄμεινον, φαυλότερος μὲν Δημοσθένης Ἀντιφῶντος, φαυλότερος δὲ Μενεσθέως ἐκεῖνος. ἀλλʼ οὐκ ἂν ὁ Ῥαμνούσιος οὔτε μὴ βελτίων ἐκείνου νομίζεσθαι συγχωρήσειε τούτου τε νομίζεσθαι βελτίων οὐκ ἂν ἀξιώσειεν. οἶδε γὰρ τοῦ μὲν κρατῶν καὶ πολύ, τοῦ δὲ ἡττώμενος οὐ μικρῷ. καὶ μὴν αὐτός γέ που λέγεις οὐ μικροῖς τισιν οὐδʼ ὀλίγοις αὐξῆσαι τὴν τῶν λόγων τέχνην καὶ οὐ φθονῶ γε, μὰ τοὺς θεούς, οὐδʼ ἀλαζονείαν τὸ πρᾶγμα καλῶ, ἀλλʼ ἐκεῖνό γε οὐχὶ δίκαιον εἶναί φημι τὰς μὲν παρʼ αὑτοῦ προσθήκας φάσκειν λυσιτελῆσαι τοῖς λόγοις καὶ μὴ τὰ πρότερα θαυμάζειν, εἰ δὲ καὶ τὴν ὄρχησιν τοῦτʼ αὐτὸ βελτίω κατέστησε, προσθήκη, τὸ μὴ τὰ πρότερα τετηρῆσθαι δεῖγμα ποιεῖσθαι φαυλότητος.
Ἑτέρως, φής, ὠρχοῦντο οἱ πρότερον. καὶ γὰρ ἐναυμάχουν οὐ παραπλησίως οἱ πρότεροι τοῖς δευτέροις, οἷον Μίνως πρὸς Κᾶρας, Πάρις πρὸς Σιδονίους, Ἀχιλλεὺς πρὸς Λεσβίους, Κορίνθιοι πρὸς Κερκυραίους, εἴτε δὴ τὴν παλαιτάτην βούλει ναυμαχίαν εἴθʼ ἣν ἠγωνίσαντο περὶ τῆς Ἐπιδάμνου. πῶς οὖν εἶχον ἐκεῖναι; τῶν μὲν νεῶν οὐ πολὺ τὸ ἔργον ἦν, τοῖς δὲ ἐπὶ τοῦ καταστρώματος ὁπλίταις οἱ ἀγῶνες ἐκρίνοντο καὶ θάλαττα μὲν ὑπέκειτο, τὰ δὲ πραττόμενα τῶν ἐν τῇ γῇ δρωμένων οὐδὲν ἀπεστάτει. πάντως δὲ ἀκούεις Θουκυδίδου λέγοντος τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι καὶ ὡς ἡ ναυμαχία καρτερὰ τῇ μὲν τέχνῃ οὐχ ὁμοίως, πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα. ἀλλʼ οὐχ ἡ Ναύπακτος ὕστερον τοιαύτην ἀπειρίαν ναυμαχιῶν ἐδέξατο, ὅτε Πελοποννησίων κύκλῳ ταξαμένων Ἀθηναῖοι περιέπλεον κατὰ μίαν τεταγμένοι καὶ συνῆγον εἰς βραχὺ ψαύοντες ὀλίγου τῶν πολεμίων, ἐμβολῆς δὲ ἐλπίδα μὲν ἀεὶ παρεῖχον, τὸ δὲ ἔργον ἀνεβάλλοντο τὴν τοῦ πνεύματος περιμένοντες συμμαχίαν. τοιγαροῦν τὸ μὲν κατῄει, οἱ δὲ ἐταράττοντο, τοῖς δὲ ὡραῖον ἦν προσπεσεῖν. καὶ οὕτως εἴκοσι νῆες Ἀθηναίων ἑπτὰ καὶ τετταράκοντα Λακεδαιμονίων ἐνίκων τῆς ἐπιστήμης ἐλεγχούσης τὸ πλῆθος. ἐν τοίνυν τῇ δευτέρᾳ ναυμαχίᾳ πολλὰ μὲν τούτων, πολλὰ δὲ ἐκείνων ἔστιν ἐπαινέσαι, μέγιστον δὲ Ἀθηναίων, ὅτι διωκομένη ναῦς Ἀττικὴ Λευκαδίαν διώκουσαν κατέδυσε. χρησαμένη γὰρ ἀντὶ νύσσης ὁλκάδι κατὰ τύχην ἐπʼ ἀγκύρας ἡσυχαζούσῃ τὴν μὲν περιέπλευσεν, αὐτὴ δʼ ἔσχεν ἐμπεσεῖν τῷ τοίχῳ τῆς διωκούσης. εἰ δή τις τότε τοῦ Φορμίωνος λαβόμενος τί καινοτομεῖς; ἔφασκε, τί ζητεῖς εὐρυχωρίαν; τί σοι βούλεται ταυτὶ τὰ ὀνόματα, διέκπλοι καὶ ἀναστροφαὶ καὶ ἐμβολαί; τί τὸ τῶν ἡνιόχων πολύτροπον εἰσάγεις εἰς τὴν θάλατταν; οὐκ ἂν εἰπεῖν σοι δοκεῖ; τοῦτο γάρ ἐστι ναυμαχεῖν, ὅταν αἱ νῆες τὴν νίκην διδῶσιν, ἀλλʼ οὐ τοξόται βάλλοντες ἀπὸ τῶν νεῶν. σὺ δʼ ἀντὶ τοῦ συνάχθεσθαι τοῖς ἔμπροσθεν ὅτι μὴ ταύτῃ κατὰ θάλατταν ἐμάχοντο, τοῖς τελείαν παρεχομένοις τὴν ἐπιστήμην ἐγκαλεῖς. ὁ αὐτὸς τοίνυν ἔστι μοι λόγος καὶ περὶ τοῦ παρόντος. οὐκ ἔστι χείρω τὴν νῦν ὄρχησιν εἶναι τῆς ἔμπροσθεν, εἴ τι παρὰ ταύτην πλέον ἐγένετο, ἀλλʼ οὐ ψέγω μὲν ἐκείνην, ὁρῶ δὲ ταύτην ἐπὶ πᾶν τοῦ πράγματος ἥκουσαν.
Διέστηκε, φησίν, ἥδε ἐκείνης. καλῶς. πότερον τῷ τῶν ὄντων ἀφελεῖν ἢ τῷ τοῖς οὖσιν ἐπιθεῖναι; εἰ μὲν γὰρ περικόψασα κατήγαγεν εἰς φαῦλον, ἀδικεῖ καὶ εἰκότως ἂν ἐξ ἁπάσης ἐκπίπτοι τῆς γῆς, οὐ μόνον τῆς Λακεδαίμονος· εἰ δὲ πάσῃ σπουδῇ κατεκόσμησε καὶ προὐβίβασεν, ὥσθʼ ἥδιστον θεαμάτων γενέσθαι, πόθεν ἁλίσκεται; φέρε γάρ, οὐ κίνησιν τῶν μελῶν σύντονον μετά τινων σχημάτων καὶ ῥυθμῶν τὴν ὄρχησιν εἶναι λέγεις; οὐκοῦν τὸν μὲν ἀργότερον ἐν τούτοις φαυλότερον ὀρχηστὴν τίθης, τὸν δὲ ὀξύτερον ἀμείνω; πᾶσα ἀνάγκη. πότερον οὖν οἵδε ἐκείνων ἧττον κινοῦνται; καὶ τίς ἂν εἰπεῖν τοῦτο τολμήσειεν; ἀλλὰ τοσούτῳ πλέον, ὅσῳ ἐκεῖνοι τῶν καθημένων. εἶτα τὴν πλεονεξίαν εἰς ἐλάττωμα αὐτοῖς θήσομεν; καὶ ᾧ κρατοῦσι, τούτῳ χείρους εἶναι δόξουσι; καὶ τοὺς ἃ τῆς ὀρχήσεώς ἐστιν ὅτι μάλιστα ποιοῦντας τῶν ἐν τῷ κινεῖσθαι λειπομένων δευτέρους τάξομεν; οὐκοῦν καὶ τὸν ὀξύτερον δρομέα τοῦ βραδυτέρου δεύτερον καὶ τὸν ἐπιστροφάδην κτείνοντα τοὺς πολεμίους τοῦ πρὸς ἕνα τινὰ τῶν ἐναντίων τετραμμένου; κατηγόρει δὴ καὶ τῶν νῦν ἡνιόχων διὰ τὴν πολυπειρίαν καὶ τόλμαν καὶ μηχανὰς καὶ τὸ μηδὲν ὀκνεῖν, οἳ πρὸς τῷ τὰ αὑτῶν εὐθύνειν ἅρματα καὶ τοῖς ἀλλοτρίοις ἐπιβάλλουσι τὰς χεῖρας τῶν πρὸ τούτων τάχει τῶν ἵππων ὡς τὰ πολλὰ θαρρούντων καὶ οὐκ ἀπείρων μὲν ὄντων τῆς τέχνης, οὐ τοσοῦτον δὲ κεκτημένων. κατηγόρει καὶ Πυρρίχου δείξαντος ὄρχησιν ἔχουσάν τι τῆς πρεσβυτέρας πλέον καὶ μὴ διδοὺς ἐκείνῳ τῆς προσθήκης ἄδειαν τοὺς ἐπʼ ἐκείνῳ δυναμένους εὑρεῖν τι κώλυε. ὠρχοῦντο ἑτέρως. πάλαι τοῦτο εὐδοκίμει. νῦν ἐπέδωκεν ἡ κίνησις. τοῦτο κρατείτω. ἢ ταῖς μὲν ἄλλαις τέχναις δώσομεν προβαίνειν κατὰ τὴν εὕρεσιν, ταύτην δέ, εἴ τι σοφώτερον εὗρε, μισήσομεν; καὶ οὐκ ἀκουσόμεθα τοῦ λέγοντος ὡς ἐν ταῖς τέχναις τὰ ἐπιγιγνόμενα κρατεῖ;
Νὴ Δία, λύμη γὰρ πόλεών εἰσι καὶ οἴκων, καὶ ὅστις εἰς αὐτοὺς βλέπει, διόλωλε καὶ τὸ μὴ τούτων ἀπηλλάχθαι κακῶν ἔσχατον. ἦ μὲν καταδρομὴ γενναία τοῦ λόγου καὶ τοῖς χειμάρροις ἐοικυῖα πάντα τὰ χείριστα ταῖς τούτων ἀνατιθεῖσα κεφαλαῖς, ἀπόδειξις δὲ ἢ μείζων ἢ ἐλάττων οὐδαμοῦ. εἰ μὲν οὖν ἀρκεῖ καλέσαι κάκιστον καὶ τὸ ῥῆμα τὴν πίστιν ἔχει, τῶν ὀρχηστῶν οὐδὲν μιαρώτερον, ὡς οὐκ ἔσθʼ ὅ τι παραλέλοιπεν ὁ ἀνὴρ τῆς εἰς αὐτοὺς βλασφημίας· εἰ δὲ χωρὶς ἔλεγχός τε καὶ τὸ κακῶς εἰπεῖν, ἀκηκόασι μὲν οὗτοι κακῶς, ὅθεν δὲ δεῖ πιστεῦσαι τοῖς εἰρημένοις, οὐκ ἔστιν. ἄξιον δὲ καὶ τῶν ῥημάτων αὐτῶν ἀκοῦσαι. οἶμαι γάρ, εἴ τις δύο ποιήσειε μερίδας τῶν ἐν ἀνθρώποις ἁπάντων κακῶν, τὴν μὲν τῶν τούτοις προσόντων, τὴν δὲ τῶν τοῖς ἄλλοις, μηδαμοῦ τἄλλα ἂν εἶναι δόξαι πρὸς ταῦτα. ταυτὶ θυμὸν μὲν ἐμφανίζει πολύν, βέβλαπται δὲ ὁ λόγος τῷ θυμῷ. τῆς γὰρ ὑπερβολῆς γενόμενος, τὸ πρᾶγμα δὲ οὐκ ἐξετάσας ἐξώσθη τοῦ πιθανοῦ. τίς γὰρ ἂν συγχωρήσαι τῶν ἄλλων ἁπάντων ὅσα παρʼ ἀνθρώποις τολμᾶται πλείω τὰ τούτων εἶναι καὶ μείζω; τούτους γὰρ μετὰ μὲν τῶν ἀρίστων θεῖναι ὧν οἱ μὲν ἐν λόγοις, οἱ δὲ ἐν ἔργοις τὰς αὑτῶν φύσεις ἐπεδείξαντο, οὔτʼ ἴσως εὐσεβὲς οὔθʼ ὅσιον, πάλιν δὲ τῶν πονηροτάτων κακίους ἄγειν οὐδὲ τοῦτο δίκαιον. ἀλλʼ ἔστιν ὅστις Ἀριστείδῃ πείθεται τὸν ὀρχηστὴν τουτονὶ τὸν τὰ τῶν θεῶν ἔθη μιμούμενον δεινότερα ποιεῖν τῶν ἀνασπώντων βωμοὺς καὶ συλώντων ἀναθήματα καὶ κατασκαπτόντων ἱερὰ καὶ κατακαιόντων ἀγάλματα; τί δέ; τῶν τὰς αὑτῶν προδιδόντων πατρίδας ἢ τῶν ἐπὶ φόνοις κατειληφότων τὴν ἐρημίαν ἢ τῶν ἐπὶ τῷ κακουργεῖν πλεόντων τὴν θάλατταν ἢ τῶν διορυττόντων τάφους ἢ τῶν τὰ δηλητήρια κεραννύντων; ἀλλʼ οἱ πατραλοῖαι μικρὸν πρὸς τούτους; ἀλλʼ οἱ τὰ ψευδῆ μαρτυροῦντες; ἀλλʼ οἱ πεπλασμένα γράμματα κατὰ τοῦ δικαίου γράφοντες; ἀλλʼ οἱ μητέρας, ἀλλʼ οἱ παῖδας ἀποκτείναντες; πόθεν ποτὲ ἐπῆλθέ σοι πάντα πονηρὸν μετριώτερον ὀρχηστοῦ νομίσαι; ὁρᾷς ταυτὶ τὰ δεσμωτήρια; ταῦτα τίνων ἐμπέπλησται; τῶν ἐκεῖνα κακουργούντων ἢ τῶν ὀρχουμένων; καίτοι τίνα ἔχει λόγον τὰς πόλεις παρʼ ὧν μὲν ἀδικοῦνται τὰ μείζω, τούτους μὲν ἐᾶν ὀρχεῖσθαι, τοὺς δὲ τὰ μικρὰ λυποῦντας εἰς τὸ δεσμωτήριον ἕλκειν καὶ τοῖς μὲν ἀργύριον συλλέγειν καὶ πορίζειν ἀφορμάς, τοὺς δὲ τὰς ψυχὰς ἀφαιρεῖσθαι καὶ συνθεῖν, ἡνίκα ἂν ἀποτέμνωνται τὰς κεφαλάς; ἢ πρὸς Διός, ὧν μὲν ὑπʼ ἄλλων ἀδικοῦνται καὶ τὰ κοῦφα ἀφόρητα, τὸ δὲ ἀφόρητον τῇ φύσει κοῦφον ἂν εἴη, ὀρχηστὴς πονηρευόμενος; ἢ καὶ παιδὸς μὲν οὐκ ἂν ἀνάσχοιτο πατὴρ ἀδικοῦντος, πάσχοντες δὲ κακῶς ὑπὸ τῶν ὀρχηστῶν προσκυνοῦσιν ὥσπερ οἱ Πέρσαι τὸν δεσπότην; πόθεν οὖν οὐ κρίνονται; πόθεν οὐ κολάζονται πάντας ἀπολιπόντες κακίᾳ; φράσον. ἀλλʼ οὐκ ἂν ἔχοις. εἰ μή, νὴ Δία γε, τὴν Ἄιδος κυνῆν ἢ τὸν Γύγου δακτύλιον ἔχοντες ἀδικοῦσιν, ὑφʼ ὧν λανθάνουσι. καὶ μὴν οὐ σέ γε λελήθασιν, ὃς οὕτω λαμπρῶς τἀκείνων τραγῳδεῖς, εἰ δὴ τἀκείνων. οἱ δὲ ἄρχοντες οἱ τῶν πόλεων φύλακες ὅταν τοὺς μὲν λῃστὰς πέμπωσιν ἐπὶ τὸ βάραθρον, τοὺς δὲ ὀρχηστὰς ἐν τῷ θεάτρῳ καθήμενοι δωρῶνται, τί σοι δοκοῦσι ποιεῖν; τέρπεσθαι τοῖς οὐδὲν ἀδικοῦσιν ἢ πονηρίαν τιμᾶν; καὶ τὰ αὐτὰ κολάζειν τε καὶ τιμᾶν; μᾶλλον δὲ τὰ μὲν ἐλάττω κολάζειν τῶν κακῶν, τὰ δὲ μείζω τιμᾶν, εἴ γε ὀρχησταὶ τῶν λῃστῶν χαλεπώτεροι;
Αὐτοί τε γάρ, φησίν, αἰσχρῶς βεβιώκασι καὶ τοὺς θεωμένους προσαπολλύουσιν ἐφελκόμενοι πρὸς ἃ μὴ βέλτιον. ἐνταῦθα δοκεῖ μέν τι λέγειν ἐνίοις, τὸ δʼ ἀληθὲς ἀντιψηφίζεται τῷ λόγῳ. διαλέξομαι δὲ περὶ ἑκατέρου χωρίς, ἂν ὃ τὴν ἀρχὴν ᾐτησάμην παρὰ τῶν ἀκροωμένων ὑπάρχῃ μοι, τοῦτο δέ ἐστι μὴ θορυβεῖν.
Ἐκ τίνος γὰρ δὴ τοῦ δικαίου φὴς ἅπαντας ὀρχηστὰς ἡταιρηκέναι; πότερα παρὰ τῶν μάντεων ἀκούσας ἢ ψῆφον ὁρῶν δικαστῶν ἐνηνεγμένην ἢ λαβὼν αὐτοὺς ὁμολογοῦντας; καὶ μὴν εἰ μέλλει τις ἀναμφισβητήτως ἐν τοῖς ἠδικηκόσι τετάξεσθαι, ταῦτα ἡγήσασθαι δεῖ, γραφήν, μαρτυρίαν, ἀπολογίαν, ἔλεγχον, γνῶσιν, εἰ δὲ μὴ ταῦτα, ὁμολογίαν. οὕτω τὸν δεῖνα προσερεῖς ἀνδροφόνον, οὕτω μοιχόν, οὕτω προδότην. ἄνευ δὲ τούτων ὁ καλῶν ἐλοιδόρησε. πῶς οὖν οὐ δεινὸν ἐπὶ μὲν τῶν ἄλλων τὸν κριθέντα μέν, οὐχ ἁλόντα δὲ καθαρὸν δοκεῖν, οἷς δὲ οὐδὲ ἐπέστη κατήγορος, τούτους ἐν τοῖς τῶν ἐξεληλεγμένων ὀνείδεσιν εἶναι καὶ τοῖς μὲν ἄλλοις μὴ εἶναι τὴν αἰτίαν βλάβην εἰς δόξαν, τοὺς δὲ μηδὲ αἰτίαν ἐν δικαστηρίῳ λαβόντας ἃ τῶν ἑαλωκότων ἐστὶν ὑπομένειν; ἄκουε τοίνυν ἕτερον. εἰσί τινες ἐπʼ οἰκήματος καθήμενοι κακῶς τῇ φύσει κεχρημένοι καὶ τὴν ἀπὸ τοῦ τὰ αἴσχιστα πάσχειν προσηγορίαν οὐκ ἀρνούμενοι. τούτοις πληγεῖσιν ὑφʼ ὁτουοῦν καί, νὴ Δία γε, συγκοπεῖσιν οὐκ ἔστι δραμεῖν εἰς δικαστήριον οὐδʼ ἀνακραγεῖν οὐδὲ βοῆσαι τοὺς νόμους οὐδὲ δίκην ἀξιῶσαι λαβεῖν. εἰκότως. ἐν ᾗ γὰρ ἡμέρᾳ τὴν φύσιν ἠδίκουν, τούτων αὑτοὺς ἀπεστέρουν. ἆρʼ οὖν καὶ τὸν ὀρχηστὴν θαρρῶν πατάξεις καὶ τὴν ἐσθῆτα περιρρήξας ἢ τρώσας τὴν κεφαλὴν κελεύσεις σιγᾶν; εἴσῃ μὲν οὖν καλῶς ἃ παρὰ τῶν νόμων ἔχουσιν, ὅταν ἐκεῖνος μὲν τρέχῃ παρὰ τὸν δικαστὴν καὶ λέγειν ἔχῃ, συνοργίζωνται δὲ τόσοι καὶ τόσοι, κολάζῃ δὲ τὸν ὑβριστὴν ὁ τῆς ψήφου κύριος. τῷ ποτʼ οὖν ἐπαρθεὶς τὴν πορνείαν περιάπτεις τῷ γένει;
Σὺ δʼ ἰσχυρίζῃ, φησί, πάντας σωφρονεῖν; οὔκ, ἀλλʼ οὐδὲ πάντας γε πορνεύεσθαι φαίην ἄν. εἰ γὰρ δὴ τὴν κρίσιν ἀπὸ τῶν λεγομένων ποιεῖσθαι προσήκει, περὶ μὲν τῶν, ὡς οὐκ ἐφύλαξαν τὴν ὥραν, λεγόντων ἔστιν ἀκούειν, εἰσὶ δὲ οἳ καὶ μάλα εἰς σωφροσύνην ἐπαινοῦνται. φασὶ δέ τινα ἐν Παλαιστίνῃ τοσαύτην ἄσκησιν πεποιῆσθαι κοσμιότητος, ὥσθʼ ὑπὸ τῶν ἄκρων ἐν ταῖς πόλεσιν ἐπὶ παῖδας καὶ γυναῖκας εἰσάγεσθαι καὶ μηδαμοῦ δοῦναι χώραν αἰτίᾳ. καὶ μὴν καὶ τὸν παρʼ ἡμῖν ποτε λάμψαντα τὸν ὁμώνυμον τοῦ παλαιοῦ βουκόλου, παρʼ ᾧ περὶ τοῦ κάλλους ἐκρίθησαν αἱ θεαί, σοφιστὴς Τύριος, ὃς τῇ γλώττῃ τὰ τοῦ Ποσειδῶνος ἴσχυε σείων τε καὶ τινάσσων ἅπαντα, τοῦτον οὕτως ἐθρήνησε κείμενον καὶ μεγαλοπρεπὲς ἐντάφιον αὐτῷ τὸν λόγον ἔδωκεν, ὥστʼ οὐκ οἶδʼ ὅ τι ἂν ἐζήτησε μεῖζον, εἰ σοφιστὴν οἰχόμενον ἐτίμα. ὅς γε καὶ τοῦτʼ αὐτὸ προσειπεῖν ἠξίωσε τὸν ὀρχηστήν. πάνυ γὰρ αὑτὸν εἵλετο καταρρυπαίνειν ἐν τοῖς ἐγκωμίοις τοῦ πόρνου.
Ὁρῶμεν δήτοι καὶ αὐτοὶ τοὺς πλείονας ἐν τῇ νεότητι φρουρουμένους τοὺς μὲν ὑπὸ μητέρων, τοὺς δὲ ὑπὸ πατέρων, εἰσὶ δὲ οἷς ἀντὶ τούτων ἀδελφοὶ κατέστησαν, καὶ τοὺς περὶ ταῦτα ἐσπουδακότας καταρωμένους τοῖς φύλαξιν. οὐκ ἄρα ταὐτὰ ὁρῶμεν περὶ τοὺς νέους τῶν ὀρχηστῶν; οὓς ἀπαλλάττει τῆς τοιαύτης φυλακῆς ὁ τοὺς κινδύνους παρελθὼν χρόνος. δεδόσθω δὴ τοὺς οὐ φρουρουμένους ὀλισθεῖν. ἀλλʼ οὐχ οἵ γε φροντίδος τετυχηκότες ὠλισθήκασιν. οὐκοῦν ἔστιν ἐν ὀρχήσει ζῶντα σωφρονεῖν. πῶς οὖν ἅπαντες ὀρχησταὶ πόρνοι; ἕως γὰρ ἂν εἷς ἐν τῇ τέχνῃ φαίνηται σεσωφρονηκώς, οὐδεμίαν ἀνάγκην ἔχει τὸν ὀρχούμενον πεπρακέναι τὴν ὥραν. εἰ μὲν γὰρ ἕν τι καὶ τοῦτο ἦν τῶν συνιστώντων τὴν τέχνην καὶ οὐκ ἦν λαβεῖν ἐκείνην ἄνευ τοῦ τὸ σῶμα καταισχῦναι, κοινὸν ἂν ἦν κατὰ πάντων τῶν ἐν ὀρχήσει τοὔνειδος. εἰ δʼ ἔστι καὶ σωφρονοῦντα ὀρχηστὴν ἀγαθὸν εἶναι καὶ μᾶλλόν γε ὅσῳπερ ἂν μὴ τὴν γνώμην ἀπὸ τῆς σπουδῆς ἐπὶ τὰς ἡδονὰς ἕλκηται, τί τὸ κεχωρισμένον τῆς τέχνης μέρος ἡγούμεθα τῆς τέχνης; οὐ γὰρ ἄξιον τὰς τῶν μετιόντων πονηρίας ἐγκλήματα ποιεῖσθαι τῶν πραγμάτων. οἷον ἤδη τις φιλοσοφῶν ἥττων ἐγένετο χρημάτων. ἆρʼ οὖν ὑπὸ τῆς φιλοσοφίας εἰς τὸ δοῦλος εἶναι χρημάτων προήχθη; καὶ μὴν αὕτη γε ἐδίδασκε παντὸς χρυσίου καταφρονεῖν ὁπόσον ἔστι τε καὶ γίγνεται. εἰ δὲ ἡ τῆς φύσεως κακία κρείττων ἐγένετο τῆς νουθεσίας, ὁ μὲν ἄθλιος, ἡ δὲ ἀρίστη. πάλιν τις ἰατρός, ᾧ σώζειν προείρητο παρὰ τῆς τέχνης, ἐξεπίτηδες ἀπήνεγκε τὸν νοσοῦντα. τοῦτʼ οὖν ἰατρικῆς τὸ διαφθείρειν; οὐ μὰ Δία, ἀλλὰ τὸ σώζειν. ὁ δὲ ἐγένετο κακὸς ἐν τῇ τέχνῃ. τοῦτο δὲ οὐ κακία τῆς τέχνης. οὐδὲ γάρ, εἴ τις ῥητορικὴν μανθάνων ἑταιρεῖν εἵλετο οὐδʼ εἴ τις ἡνίοχος ὢν μετέδωκε τῆς ὥρας τοῖς ἐρασταῖς, ὁ μὲν τὴν Ποσειδῶνος δωρεάν, ὁ δὲ τὴν Ἑρμοῦ διαβεβλήκασιν. ἀλλʼ οἱ μὲν κακοδαίμονες, αἱ δὲ τὰς αὑτῶν ἀρετὰς οὐκ ἀπολωλέκασι. καὶ νῦν εἰ ἔδωκέ τις αὑτὸν ὀρχηστὴς τοῖς ὑβρίζειν ἐθέλουσι, κακὸς κακῶς ἀπόλοιτο μετὰ τῶν ἐραστῶν, αὐτὸς μὲν γὰρ οὐ καλῶς περὶ τῶν αὑτοῦ βεβούλευται, τὴν ὄρχησιν δὲ κακὸν οὐκ ἔστιν ὅπως ἀπέφηνεν.
Ἔχω δὲ κἀκεῖνο λέγειν ἰσχυρόν, ὥς γε ἐμαυτὸν πείθω. εἰ μὲν ἅπαντες οἱ ζῶντες ἐν ἄλλοις ἐπιτηδεύμασι πάντες ἐφεξῆς ἐγένοντο τοῦ Ναρκίσσου ζηλωταὶ καὶ τοὺς αὑτῶν γονεῖς εὐδαίμονας καὶ τιμίους ἀπέδειξαν τῇ σφῶν αὐτῶν σωφροσύνῃ καὶ τὸ τῆς ἀκρασίας ἐν τοῖς ὀρχουμένοις ὥριστο, πολλῆς ἀνοίας, μᾶλλον δὲ μανίας τοῖς ἃ προσήκει κακῶς λέγουσιν ἐναντιοῦσθαι· εἰ δὲ οὐ τέχναις τὸ σωφρονεῖν καὶ μὴ διώρισται, τὸ δὲ τῆς φύσεως ὁποτέρως ἂν ἔχῃ κρατεῖ, τί τὴν ὄρχησιν ἀντὶ τῶν τρόπων μισοῦμεν; ἐγὼ γὰρ καὶ τῇ Πινδάρου ψήφῳ περὶ τῆς φύσεως ἕπομαι κράτιστον αὐτὴν ὁριζομένῃ πανταχοῦ καὶ τῇ γε Εὐριπίδου πειθόμενος οὐκ αἰσχύνομαι. τί οὖν Εὐριπίδης λέγει τῆς Ἑλένης φειδομένης τῶν τριχῶν ἐν ᾧ δεῖ τιμῆσαι τῆς ἀδελφῆς τὸν τάφον; ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακὸν σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. παρʼ ἐκείνης, φησίν, ἀνθρώποις ἀρετὴ καὶ κακία. τὸ δέ γε βέβαιον αὐτῆς ἑτέρωθι δηλοῖ λέγων· ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός, ὁ δʼ ἐσθλὸς ἐσθλός, οὗ βούλεται τῆς φύσεως οὐδὲν εἶναι δυνατώτερον οὐδὲ τοσαύτην ἔχειν ἰσχὺν ὥστε τἀκείνης μεθιστάναι, τὴν αὐτὴν τῷ Σοφοκλεῖ φωνὴν ἀφιείς. λέγει γὰρ δήπου κἀκεῖνος· ὅ τι γὰρ φύσις ἀνέρι δῷ, τόδʼ οὔποτʼ ἂν ἐξέλοις. μάτην οὖν προσάγεις τὰς μαθήσεις ὡς μετακινήσων τὴν φύσιν. ὅ τι γὰρ ἐκείνη δέδωκε, τοῦτο πάγιον ἕστηκε καὶ οὐ τοῖς ἔθεσιν εἴκουσιν αἱ φύσεις, ἀλλʼ ἡ τούτων ἰσχὺς ἀνωτέρα τῶν ἐθῶν. τί οὖν ὁ λόγος σημαίνει; ὁ φύσει σωφροσύνῃ χαίρων οὐκ ἂν ὀρχούμενος γένοιτο πόρνος. ὁ φύσει ῥέπων εἰς ἀκρασίαν οὐκ ἂν ἀγόμενος εἰς σωφροσύνην ἐπιδοίη. διὰ τοῦτο ἤδη τινὲς οἵπερ ἔζων ἐν μέσῳ παιδαγωγῶν καὶ πολλοῖς ὀφθαλμοῖς κεκυκλωμένοι πανταχόθεν ἀπειλαῖς, φόβοις, ἐλπίδι πληγῶν, ταῦτα πάντα ὑπερβάντες τὰ τειχία διελέχθησαν τοῖς ἐρασταῖς, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, τίνος ἕνεκεν; ὅτι φύσει μάχεσθαι ἔργον. οἶδα δʼ ἔγωγέ τινας ὡραίους μὲν ὑπὲρ τὸν Ὑάκινθον, γονέων δὲ ἀπηρτημένους, παιδαγωγῶν δὲ ἐλευθέρους, ἀκολούθων δὲ ἐρήμους μυρίων μὲν ἐπισπασαμένους ὄμματα τῷ σώματι, βλέψαντας δὲ εἰς οὐδένα πώποτε καὶ πολλῶν μὲν θηρατῶν ἐν μέσῳ στάντας, πάντων δὲ ὑπερενεχθέντας καθάπερ πτηνούς. ὀρφανῶν δὲ σωφροσύνην οὐκ ἂν προσθείην, μή μέ τις ἐμαυτὸν ὑπολάβῃ λέγειν. πόθεν δὴ καὶ τοῦτο οὕτως ἔχει; παρʼ Εὐριπίδου δέχου τὴν ἀπόκρισιν λέγοντος ὡς ἡ σώφρων οὐδʼ ἂν ἐν βακχεύμασι διαφθαρείη. παῦσαι δὴ τὴν ὄρχησιν συκοφαντῶν κἂν ἴδῃς ὀρχηστὴν ἀκόλαστον, ἐκεῖνο λέγε πρὸς σαυτόν, ὡς οὗτος μέντοι καὶ σκυτοτόμος ὢν ἢ τέκτων γύννις ἂν ἦν, κἂν ἴδῃς τέκτονα σωφρονοῦντα, πάλιν ἐκεῖνο λέγε πρὸς σαυτόν, ὡς οὗτος οὐδʼ ἂν ἐν ὀρχήσει τὸ σωφρονεῖν ἀπώλλυ.
Τὰς γὰρ κόμας, φησίν, ὑπὲρ τὴν Φαίδραν ἠσκήκασι. τί μᾶλλον ἢ κατὰ Θετταλοὺς τοὺς τῷ Σπερχειῷ τρέφοντας τὰς τρίχας; ἐπεὶ καὶ οὗτοι οὐ κείρονται ἀλλʼ ἢ Διονύσῳ θεάτρων ἐφόρῳ θεῷ, καθάπερ ἐκεῖνοι τῷ ποταμῷ. εἰ μὲν οὖν αὐτὸ τὸ τῇ κόμῃ συγχωρεῖν προβαίνειν αἰτιᾷ, καρηκομόωντας Ἀχαιοὺς ἀκούεις· εἰ δὲ τὸ προσάγειν ἐπιμέλειαν τῇ κόμῃ, Λακεδαιμονίους ὁρᾷς ἐν Θερμοπύλαις κτενιζομένους καὶ μετὰ τὴν φροντίδα τῶν τριχῶν τὸ κάλλιστον ἔργον ἐξειργασμένους. καίτοι εἰ τὴν ἀνδρείαν ἐξέτεμνεν ἡ τῆς κόμης πρόνοια, πῶς ἐν ἀκμῇ τῶν ἀγώνων ἐπεμελοῦντο τῆς κόμης; πῶς δὲ ἐντεῦθεν ἐπὶ τὴν μάχην ἥκοντες ἄνδρες ἦσαν; εἰ δʼ ἀκριβολογεῖταί τις περὶ τὰ μέρη τῆς κεφαλῆς καὶ μέμφεται τὸ κομᾶν ὄπισθεν, οὐκ ἀνέξονται, μὰ τοὺς θεούς, οἱ πλεύσαντες εἰς Τροίαν ἀπʼ Εὐβοίας οὐδὲ τούτους μᾶλλον ἢ σφᾶς ὑβρίσθαι νομιοῦσι μένεα πνείοντες Ἄβαντες. ἐκόμων γὰρ δὴ κατὰ τούτους.
Οὐ τοίνυν ἀπὸ τῆς ἐσθῆτος ἔχω καταγνῶναι τοῦ βίου τῶν ὀρχηστῶν. οὔτε γὰρ τὸ χρυσὸν ἐνυφάνθαι τῷ χιτωνίσκῳ βιάσαιτʼ ἂν εἰς αἰσχύνην τὸν τῇ φύσει κρείττονα τούτου, τοὺς γὰρ ἱερεῖς οὕτω γʼ ἂν ἑωρῶμεν ἐν τοῖς πόρνοις τεταγμένους, οὓς ἐν ταῖς πανηγύρεσιν ὁ χρυσὸς κοσμεῖ κατὰ τῶν ἐσθημάτων ἐσπαρμένος, οὔτʼ εἴ τις τὸ μέχρι τῶν σφυρῶν καθειμένον καί τινα τοῦ λοιποῦ σχήματος εἰς τὸ γυναικεῖον ἐπικλίνειν φησί, δεῖγμα ἀναμφισβήτητον πορνείας ὁ τύπος τοῦ χιτωνίσκου. εἰ γὰρ τοσοῦτον ἴσχυε τὰ τῆς ἀμπεχόνης εἴδη καὶ τὰς μεταβολὰς ὁ τρόπος ἐκεῖθεν ἐλάμβανεν, ἕρμαιον ἂν ἦν τοὺς ἐπʼ οἰκήματος τούτους ἐνσκευάσασθαι κατὰ τὸν Ἡρακλέα καὶ τῇ λεοντῇ καὶ τῷ ῥοπάλῳ μεταστῆσαι τὸν βίον. ἀλλʼ οὐκ ἔστιν, ὥσπερ οὐδὲ τὸν οἰκέτην ἀμεῖψαι τὴν τύχην, ἢν τοῦ δεσπότου τὸν χιτωνίσκον ἐνδύηται ἢ διαλαθὼν ἢ καὶ τοῦ δεσπότου γε ἐφέντος παιδιᾶς εἵνεκεν. ἐντεῦθεν ἤδη τις ἀθλητὴς μακρὰ βαίνων καὶ διάβροχος ἐλαίῳ τῆς ἐσχάτης δυσωδίας ἀναβεβλημένος ἱμάτιον ἐν αὐτοῖς τούτοις τοῖς ἀνδρείοις ἐσθήμασι τὰ γυναικῶν ἔδοξε ποιεῖν. καίτοι πρὸς θεῶν τί θαυμαστόν, εἰ, ὥσπερ ἐκεῖνον οὐ κατέσχεν ὁ τρίβων ἐν τῷ σωφρονεῖν, οὕτω τοῦτον ὁ τρόπος ἐν τοιούτοις ἐσθήμασιν ἐποίησε σωφρονεῖν; οὐδὲ γὰρ οἱ τοὺς περὶ Μεγάβαζον ἀποκτείναντες ἐν Μακεδονίᾳ μετὰ τὸ δεῖπνον ἐκφερομένους εἰς Ἀφροδίτην ἄδικον ὑπὸ τῆς μέθης οὐδʼ οἱ τὴν ἐν Θήβαις τυραννίδα καταλύσαντες ὕστερον καὶ τὴν Λακεδαιμονίων φρουρὰν ἐκβαλόντες ἑκάτεροι γυναῖκες εἶναι δόξαντες ἀπὸ τῆς ἐσθῆτος ἤδη καὶ γυναῖκες ἦσαν, ἀλλʼ οἷοίπερ τὸ πρότερον, ἄνδρες. οὔκουν οὐδὲν αὐτοῖς ἐπέπρακτο τοσοῦτον ἔμπροσθεν. δύο τοίνυν ταῦτα πάντες ὁμολογοῦσιν ἄριστόν τε τῶν ἐπὶ Τροίαν ἡκόντων εἶναι τὸν Ἀχιλλέα καὶ τοῦτον αὐτὸν εἰς παρθένου δόξαν αὑτὸν καταστῆσαι τοῖς σχήμασιν ἀφανίσαντα τὴν φύσιν. καίτοι προσῆκεν, εἰ τὰ τοιαῦτα βλάπτειν ἴσχυε, φαυλότατον ἐλθεῖν εἰς Τροίαν ἡγεῖσθαι τὸν Ἀχιλλέα. νῦν δὲ εἰς ἐκεῖνον τὸν τὰ παρθένων ἀνασχόμενον τὰ πάντα τοῖς Ἕλλησιν ἀνέκειτο καὶ οἱ πόρρω τῶν γυναικείων σχημάτων τοῦ ταῦτα ὑποδύντος ἐδέοντο, ὥσπερ τῆς Ὀδυσσέως φρονήσεως μετὰ τὴν πεπλασμένην μανίαν. οὐδὲ γὰρ ἐκείνῳ τὴν σύνεσιν ἔβλαψεν ἃ περὶ τὸ ζεῦγος ἐπλάττετο. οὕτως οὔτε βάδισις οὔτε προσωπεῖον οὔτε σχῆμα στολῆς οὔτε κουρᾶς εἶδος οὔτʼ ἄλλο τῶν ἁπάντων οὐδὲν κυριώτερον ἄν ποτε τῆς προαιρέσεως γένοιτο. οὐκ ἐξίστατο τῆς αὑτοῦ φύσεως ὁ Ζεὺς ἐν ταῖς μεταβολαῖς ἃς ἀκούομεν, ἀλλὰ θεραπεύων τοὺς καιροὺς πάλιν αὐτὸς ἦν. καὶ περὶ τῆς Ἀθηνᾶς δὲ καὶ τῶν ἄλλων θεῶν ὅσοις ἐπῆλθεν ἀλλοιωθῆναι ταὐτὸ λέγοι τις ἄν, ὡς ἐν φαυλοτέροις εἴδεσι φαινόμενοι τὸ σφῶν αὐτῶν ἀγαθὸν διεσώζοντο. καί μοι δοκοῦσι τῆσδε τῆς ὀρχήσεως οὗτοι γενέσθαι πατέρες ἐπὶ τὸ πάντα μιμεῖσθαι τῶν ἀνθρώπων τοὺς εὐτραπέλους ταῖς ἑαυτῶν μεταστάσεσιν ἐνάγοντες. οὐ γὰρ ἔτι αἰσχρὸν ἐδόκει τὸ πάσας δέχεσθαι μορφὰς μετὰ τοὺς θεούς. Ἀλλʼ ἐπὶ τοὺς θεωμένους ἤδη μέτειμι τούς, ὡς μὲν ἐγὼ φαίην ἄν, οὐ διεφθαρμένους, ὡς δὲ ὁ σὸς λόγος, ἀπολωλότας. οἳ δικαίως ἄν μοι δοκοῦσιν ἀπαντῆσαί σοι πρώτοις ἐκείνοις. ἡμεῖς, Ἀριστείδη, γυναῖκας ἔχοντες καὶ παῖδας τρέφοντες καὶ τὰ ἡμέτερα αὐτῶν καὶ τὰ κοινὰ διοικοῦντες ἀναπαύλης εἵνεκα πρὸς τὸ θέατρον ἰόντες καθήμεθα σκοποῦντες, εἴ τι κάλλους ἔπεστι τοῖς δεικνυμένοις, κἄν τις ἀπὸ τῆς ὀρχήσεως τέρψις εἰς τὴν ψυχὴν εἰσέλθῃ διὰ τῶν ὀμμάτων, ἡδίους ἀπερχόμεθα γεγενημένοι καὶ πάλιν τῶν ἐπιπόνων ἁπτόμεθα φροντίδων βουλῆς, προνοίας, λόγων, ἔργων. ἔπειτα τούτοις πιεσθέντες ἐπὶ τὴν αὐτὴν τέρψιν ἀναβαίνομεν ἐξετάζοντες θέσιν ποδῶν, φορὰν χειρῶν, νευμάτων ἃ διαβάλλεις εὐαρμοστίαν, ὅλως τοῦ παντὸς εὐσχημοσύνην. εἰ δʼ ὁ ταῦτα ποιῶν χρηστὸς ἢ πονηρὸς ἢ χαλεπὸς ἢ πρᾷος ἢ κρείττων ἡδονῶν ἢ μή, τούτων οὐδὲν προσενθυμούμεθα κριταὶ καθήμενοι ψιλῆς ὀρχήσεως, ὥσπερ, ὅταν πύκτας θεώμεθα, τῶν τραυμάτων οὐκ ἀνερωτῶντες, εἰ παρʼ οὗ μείζους αἱ πληγαί, περὶ τοὺς γονεῖς οὗτος μέτριος. πῶς οὖν ὑπὸ τῆς ὀρχήσεως διεφθάρμεθα; ὅτι νεῦμα τούτων πλέον εἰς διαφθορὰν ἢ ἑτέρων μηχανήματα εἰς τὸ παραστήσασθαι πόλιν. βαβαὶ τῆς τῶν νευμάτων ἰσχύος. ὑπὲρ τὰς Λακεδαιμονίων ταῦτά γε μηχανὰς ἃς ἐπὶ τὸ Πλαταιέων τεῖχος ἀπέστελλον. ποίαν δὲ καὶ διαφθορὰν λέγεις; πότερʼ ἐφʼ ἑαυτοὺς κινοῦσι τοὺς θεωμένους; ἢ πειρῶσι τοὺς θεωμένους; εἰ γὰρ δὴ ταῦτα ὑφορᾷ, χρῆν δήπου μήτʼ ὀρχεῖσθαι νέους κελεύειν τοῦ μὴ κινεῖσθαι τοὺς θεατὰς ὑπὸ τῆς νεότητος μήτʼ ἄγειν ἐπὶ τὴν τῶν ἀνδρῶν ὄρχησιν θεατὰς νέους ὑπὲρ τοῦ διαφεύγειν τὰς τῶν ὀρχηστῶν ἐπιχειρήσεις τοὺς νέους. ἀνδρῶν γὰρ ὄντων ἑκατέρων ὅσοι τε ἴασιν ὀψόμενοι καὶ παρʼ ὧν τὰ θεάματα κίνδυνος οὐδεὶς ἐν ἐξήβοις. νῦν δὲ ἐχθροῦ μᾶλλον ἐχρήσω ῥήμασιν ἢ προνοουμένου. ὡς τοίνυν οὐδʼ εἰ πάνυ κλῶνται καὶ κάμπτονται, τοῦτο τῶν θεωμένων διαφθορά, ῥᾷστον ἁπάντων ἰδεῖν. τίς γὰρ οὐκ οἶδεν, ὡς ἡμέρας ὅλας ἀναλίσκομεν ἐν θεάτροις πλήθει καὶ ποικιλία θεαμάτων, οὗ πύκτας ἔστιν ἰδεῖν, ἑτέρους μονομαχοῦντας ἢ θηρίοις ὁμόσε χωροῦντας, ἄλλους κυβιστῶντας; ἆρʼ οὖν εὐθὺς ἐκ τῆς θέας εἰς τὸ παραπλήσιοι γενέσθαι τοῖς ὁρωμένοις ἐρχόμεθα; καὶ διὰ μὲν τοὺς πύκτας θρασυνόμεθα, διὰ δὲ τοὺς ἐν ὅπλοις ἐρῶμεν φόνων; οἱ κυνηγέται δὲ ἡμᾶς ἤγειραν λέοντα δέχεσθαι; κουφότεροι δὲ πηδᾶν ὑπὸ τῶν κυβιστώντων γεγόναμεν; καὶ τίς ἢ τῷ πλησίον ἐνεῖδέ τι τούτων ἢ αὐτὸς αὑτῷ; καὶ μήν, εἰ μὲν οἷς ὁρῶμεν ὁμοιούμεθα, πῶς οὐχὶ καὶ παρʼ ἐκείνων τοῦτο δεδέγμεθα; εἰ δʼ οὐδὲν ἐκεῖθεν εἰς τοὺς θεατὰς ἐρρύηκεν, οὐδὲ παρὰ τῶν ὀρχουμένων εἰκός. ἢ τὰ μὲν τούτων κρατεῖ τῶν ψυχῶν, τὰ δὲ ἐκείνων οὐ ταὐτὸν ποιεῖ; πῶς οὖν οὐ διαλέγῃ τοῖς Ἕλλησι μὴ εἶναι πυγμήν, μὴ εἶναι παγκράτιον, καθαρεύειν τοὺς γυμνικοὺς ἀγῶνας ἀθλητῶν, εἰ τοὺς θεωμένους ποιοῦσιν ἀγριωτέρους; ὅτι τὸν ἐντυχόντα παίειν φύσεώς ἐστιν ἀγριωτέρας, οὐ λύμη τρόπων ἐκ τῶν ἀγώνων γεγενημένη, ταὐτὸ δὴ καὶ περὶ τῶν ἐκλελυμένων δοκείτω περὶ τὴν φύσιν αὐτοὺς οὐκ εὐτυχεῖν, οὐκ ἐκ τῆς θέας τῶν ὀρχηστῶν εἰς τὴν φύσιν βεβλάφθαι.
Βλαβερά, φησί, τὰ νεύματα. δηλαδὴ τὰ τοῖς τῶν γυναικῶν ἐοικότα. δεῖ γὰρ αὐτούς, εἰ μέλλουσιν εὐδοκιμεῖν, μιμεῖσθαι, τὸ δὲ μιμεῖσθαι καλῶς τοῦτο ἔστι δήπου τῆς ἀληθείας ὅτι ἐγγυτάτω γενέσθαι. οὐκοῦν, ἃ παρὰ τούτοις ἔστιν ἰδεῖν ἐν ἡμέρας μικρῷ μέρει κατὰ μίμησιν, ταῦθʼ ἡμῖν συνεχῶς ἐπὶ τῆς ἀληθείας διὰ παντὸς ὁρᾶται τοῦ χρόνου. πᾶσα γοῦν οἰκία γυναικῶν πλήρης, εἰ δὲ γυναικῶν, καὶ νευμάτων. τοῖς γὰρ ἔργοις, οἶμαι, καὶ τὸ νεύειν ἀναμέμικται. καὶ γὰρ προστάττουσα καὶ δεομένη καὶ ὑπισχνουμένη καὶ φοβουμένη καὶ λοιδοροῦσα καὶ διὰ πάντων ἰοῦσα νῦν μὲν μετὰ νευμάτων φθέγξεται, νῦν δὲ καὶ χωρὶς λόγων νεύσει. τοῖς δὲ ἀνδράσιν οὐκ ἔστι μὴ ταῦτα ὁρᾶν οἷς ἀνάγκη συνεῖναι. ἀλλʼ ὅσοις ὀφθαλμοί, πάντως καὶ θέα γυναικείων νευμάτων. ἆρʼ οὖν ἅπαντες διεφθάρμεθα τοῖς τῶν γυναικῶν νεύμασι καὶ κέρδος ἂν ἦν ἀπεζεῦχθαι μητρός, ἀδελφῆς, θυγατρός, θεραπαινῶν καὶ συγκλείειν τὰς ὄψεις, εἴ που φανεῖεν. εἰ γὰρ ὃ πολλῷ λείπεται τῆς ἀληθείας, ἡ μίμησις, ἱκανὸν διαφθεῖραι, πῶς εἰς αὐτήν γε τὴν ἀλήθειαν βλέποντας ἔνι σωθῆναι; ὥσπερ γὰρ εἰς παίδευσιν πολεμικῶν ἰσχυρότερον αὐτὰς ὁρᾶν τὰς μάχας ἢ ταῖς εἰκόσιν ὁμιλεῖν αἳ τῶν πεπραγμένων ἔχουσιν εἴδωλα, οὕτως εἰ τὸ γυναικεῖον νεῦμα βλαβερόν, βλαβερώτερον τὸ παρὰ τῆς χρείας κινούμενον τοῦ πρὸς παιδιὰν πλαττομένου. σὺ δʼ ἐκεῖνα μὲν οὐ φοβῇ, τούτοις δὲ ὡς ζημιοῦσι πολεμεῖς. καὶ μή με οἴου λέγειν, ὡς οὐκ ἤδη τις γυναιξὶ προσέχων τὸν νοῦν ἀνεφάνη γυναικίας, ὃς καὶ παρὰ τῶν ὀρχηστῶν ἴσως ἂν εἰσεδέξατο βλάβην. ἀλλʼ οὔτε γυναῖκας ἐξαλείψομεν, εἴ τις ὢν κακὸς τοῖς ἐκείνων προσεχώρησε τρόποις κακίας τε τῶν ὀρχηστῶν οὐ ποιησόμεθα σύμβολον τό τινα τῶν θεατῶν φανῆναι χείρω. ἀλλὰ μὴν ἔν γε τοῖς ἄρτι ῥηθεῖσιν ἐδείκνυτο λογισμοῖς, ὡς ἔστιν ἐν ὀρχησταῖς σωφρονεῖν. εἰ δὲ τοὺς μιμουμένους αὐτοὺς οὐ πάντως διαφθείρει τὸ μιμεῖσθαι, πῶς ἀνάγκη πᾶσα τὸν θεατὴν διαφθείρεσθαι;
Θαυμάζω δὲ Ἀριστείδου εἰ διʼ ὧν μὲν ᾤετο νευμάτων κακιεῖν τὴν ὄρχησιν ὡς βλαβερὸν ὀξέως εἶδεν, ἃ δὲ τούτοις ἦν ἐναντίως ἔχοντα, ταῦτα ἰδεῖν οὐκ ἐβουλήθη, καὶ ταῦτα ἐπὶ τῆς αὐτῆς ἡμέρας, μᾶλλον δὲ ἐν ὥρας ἐλαχίστῳ μέρει καὶ τούτων κἀκείνων γιγνομένων. τί δέ ἐστιν, ὅ φημι; εἰ μὲν ὅσα γυναικείου σχήματος, ταῦτα ἡ ὄρχησις ἀπολαβοῦσα καὶ τὰ τοῖς ἀνδράσι προσήκοντα φυγοῦσα καθάπαξ ἐπὶ τούτων ἐποιεῖτο τὴν διατριβὴν καὶ τοῦτο ἦν ἡ τέχνη, γυναικῶν μίμησις, οὐδʼ οὕτω μὲν ἂν διέφθειρε γενναίαν φύσιν, ἴσως δʼ ἂν εἰκότως ἐπετιμᾶτο τὸ μὴ τὴν μίμησιν ἑκατέραν ἐν τῇ τέχνῃ συλλαβεῖν, ἐν ᾧ κἂν τὸ τῆς ψυχαγωγίας πλέον καὶ τὸ μὴ δοκεῖν ἀτιμάζεσθαι τὸ τῶν ἀνδρῶν γένος ἦν· εἰ δὲ δείκνυσι νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα καὶ πυκνὴ μετάστασις ἐφʼ ἑκάτερον καὶ πρὶν δεῖξαι τὴν γυναῖκα καθαρῶς, ἀπεπήδησεν εἰς ἄνδρα, τί τέμνων δίχα τὴν ὄρχησιν καὶ τὰ μὲν παραλείπων, τὰ δὲ προφέρων διορύττεις τὸ πρᾶγμα; εἶδε Δηιάνειραν τὸ θέατρον, ἀλλὰ καὶ τὸν Οἰνέα καὶ τὸν Ἀχελῷον καὶ τὸν Ἡρακλέα καὶ Νέσσον. εἶδε τὴν Δάφνην φεύγουσαν, ἀλλὰ καὶ τὸν Ἀπόλλω διώκοντα. εἶδε τὴν Ἀταλάντην οὐκ ἄνευ γε τοῦ Μελεάγρου. Φαίδραν ὀρχηστὴς ἐποίησεν ἐρῶσαν, ἀλλὰ καὶ τὸν Ἱππόλυτον προσέθηκεν, ἐγκρατῆ νεανίσκον. Βρισηὶς ἀπάγεται τῆς Ἀχιλλέως σκηνῆς, ἀλλʼ ὑπὸ τῶν κηρύκων. εἶδες τὸ γύναιον, εἶδες καὶ τοὺς ἄνδρας. ἅρμα εἶδες ἐπὶ θαλάττης, Ποσειδῶνος δῶρον, νύμφην κομίζον ἆθλον ἱππικῆς ἀγωνίας. ἐν τῷ αὐτῷ δίφρῳ καὶ τὸν Πέλοπα κατόψει. πολλάς σοι παρθένους ἔδειξε τὰς Λυκομήδους καὶ παρθένων ἔργα καὶ ὄργανα, τὴν ἠλακάτην, τὸν ἄτρακτον, τὸ ἔριον, τὸν στήμονα, τὴν κρόκην καὶ δὴ καὶ τὸν Ἀχιλλέα μεμίμηται παρθένον ὑποκρινόμενον. μὴ δείσῃς. οὐκ ἐνταῦθα στήσει τὴν ὄρχησιν, ἀλλʼ Ὀδυσσεὺς ἐπὶ θύρας ἔρχεται καὶ Διομήδης μετὰ τῆς σάλπιγγος καὶ τὸν ὄντα ἀντὶ τοῦ δοκοῦντος ὁ Πηλέως ἐκφαίνει. κἂν τὸν ἐν Τροίᾳ δέῃ δεῖξαι, κτείνοντα ὄψει τὸν ἥρω καὶ τὴν μελίαν σείοντα καὶ φοβοῦντα καὶ ταράττοντα καὶ τὸν Ἕκτορα σφάττοντα καὶ τὸν νεκρὸν ἕλκοντα καὶ πηδῶντα τῶν πεντάθλων μακρότερα.
Τοῦτο δὴ τὸ παρὰ σοὶ κακιζόμενον. ὃ καὶ θαυμάσαι τις ἄν, εἰ ἃ μὲν οἱ πένταθλοι ποιοῦσιν οὐκ ἐκβάλλεις τῆς Ὀλυμπίας, ἃ δὲ τἀκείνων ὑπερβαίνει, τούτων ἀξιοῖς κατηγορεῖν. καὶ ἡ μὲν παροιμία φησὶν ὑπὲρ τὰ ἐσκαμμένα θαυμάζουσα τοὺς τῷ πηδήματι παριόντας τὸ μέτρον, σὺ δὲ αὐτὸ τὸ νικᾶν ἐν τῷ πηδᾶν τοὺς πεντάθλους εἰς αἰτίαν τίθης. καίτοι τί ποτʼ ἂν τοῦδε μεῖζον ἐζήτησας ἐπαινεῖν ὡρμημένος; τοσοῦτόν ἐστι τὸ τῆς ἀληθείας. νικᾷ πολλάκις συκοφαντίαν καὶ τὸν κατήγορον ἄκοντα τοῦ φεύγοντος ἐπαινέτην ποιεῖ.
Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι διʼ ἑκατέρου τοῦ γένους ἡ μίμησις ἔρχεται, κἂν ἀνθρώπους ὑποδύωνται κἂν θεούς. ὁ γὰρ τὴν Ἥραν καὶ τὴν Ἀφροδίτην δεικνύων καὶ τὴν Κόρην οὗτος καὶ τὸν Δία καὶ τὸν Ἄρην καὶ τὸν Πλούτωνα δείξει. καὶ εἰ φήσει τις, ὅτι τὰ γάμων μιμεῖται καὶ κῶμον καὶ χορείαν, ἀντακουέτω τὴν τῶν Λαπιθῶν πρὸς Κενταύρους μάχην καὶ τὸν κρατοῦντα τῶν κακούργων Θησέα καὶ τοῦ Ταύρου καὶ τοῦ Μινωταύρου καὶ τὸν μέχρι τῶν χρυσῶν μήλων ἐκτείνοντα τοὺς πόνους Ἡρακλέα. πότερʼ οὖν, ὅτι μιμοῦνται γυναῖκας, διαφθείρουσι μᾶλλον, ἢ διότι τοὺς ἄνδρας, ὠφελοῦσι τοὺς θεωμένους; εἰ γάρ, ὅταν μὲν ἐκεῖνα ποιῶσι, τήκουσι τὰς ψυχάς, ὅταν δὲ ταῦτα δεικνύωσιν, ἐγείρουσι τὰς ψυχάς, οὔκουν λυμαίνονται μᾶλλον ἢ βελτίους ἀπεργάζονται; καὶ οὔπω λέγω τοῦθʼ ὅτι τὸ μὲν οἰκεῖον δεινὸν παρακαλέσαι πρὸς ζῆλον, τὸ δὲ ἀλλότριον ἀσθενές, ὥστʼ ἀναγκαίως ἔχειν τοῖς μὲν ἀνδρείοις σχήμασιν ἕπεσθαι τοὺς ἄνδρας, τοῖς δὲ γυναικείοις οὐκ ἐνδιδόναι. ἀλλʼ ἀφίημι τοῦτο καὶ κείσθω τὴν ἴσην ἐφʼ ἑκατέρου, τοῦ μὲν βλάβην εἶναι, τοῦ δὲ σωτηρίαν. οὐκοῦν εἰ μὲν ἢ ταῦτα ἢ ταῦτα ὅλως ἐδείκνυσαν, ἢ παντελῶς ἂν ἐζημίουν τοῖς γυναικείοις ἢ παντελῶς ἂν ὠφέλουν τοῖς ἀνδρείοις· ἐπεὶ δὲ ἀναμίξαντες ὀρχοῦνται, τὰ μὲν ὠφελεῖν ἐπιτήδεια φῶμεν ὑπὸ τῶν βλαβερῶν ὠφελεῖν κεκωλύσθαι, τὰ δὲ βλάπτειν ἱκανὰ ταὐτὰ πάσχειν ὑπὸ τῶν ἀμεινόνων, ὥστε τὰ μὲν ἀνωφελῆ καθίστασθαι διὰ τῶν βλαβερῶν, τὰ δὲ ἀβλαβῆ διὰ τῶν χρηστῶν. μήτʼ οὖν σὺ κατηγόρει τῆς ὀρχήσεως ὡς ζημιούσης ἐγώ τε αὐτὴν οὐ φήσω πρὸς ἀρετὴν ἄγειν, ἀλλʼ εἶναι τὸ ἔργον αὐτῆς ὅσον εὐφρᾶναι τὸν θεώμενον. ἡ δʼ ἀζήμιος ἡδονὴ τοῖς εὖ φρονοῦσι περισπούδαστον καὶ οὐ τῶν ψέγεσθαι μᾶλλον ἢ τῶν ἐπαινεῖσθαι δικαίων εὑρίσκεται.
Ἐγὼ μὲν οὖν τοῖς ὑπὲρ ὀρχήσεως λόγοις καὶ τοῖς ποιηταῖς συναγωνίζομαι, τοῖς δὲ κατὰ τῆς ὀρχήσεως Ἀριστείδης καὶ ποιητὰς ἐλαύνων ἐλέγχεται, τὸν Ὅμηρον, τὸν Αἰσχύλον, τὸν Εὐριπίδην, τὸν Σοφοκλέα, τὸν Μένανδρον, πολλοὺς ἑτέρους. πῶς; ὅτι πάντες οὗτοι μιμοῦνται γυναῖκας καὶ τότε μάλιστα ἐπαινοῦνται, ὅταν μάλιστα μιμῶνται καὶ τὸ πρόσφορον ἑκάστῃ σωθῇ. καὶ τοσούτῳ γε μᾶλλον μιμοῦνται τῶν ὀρχηστῶν, ὅσῳ λόγος συγκείμενος μείζων κινήσεως ἀφώνου. καὶ ὁ μὲν εἰς τὴν γνώμην αὐτὴν ἐμβαίνει τε καὶ ἵσταται, τοῖς δὲ ὀρχουμένοις ἀρκεῖ μὴ τῶν σχημάτων ἀπολειφθῆναι.
Λέγε δὴ παρελθών· διεφθείροντο μὲν ὑπὸ τραγῳδίας οἱ πάλαι, διεφθείροντο δὲ ὑπὸ κωμῳδίας. Ὅμηρος δὲ ἀπώλλυ τὴν Ἑλλάδα καὶ πρὸ τῆς Ἑλλάδος αὑτὸν Βρισηίδα θρηνοῦσαν μιμούμενος καὶ Πηνελόπην καὶ Ἀφροδίτην τετρωμένην. λέγε δεῖν καὶ νῦν κεκλεῖσθαι μὲν ποιηταῖς διδασκαλεῖα, κεκλεῖσθαι δὲ τοῖς ὑποκριταῖς τὸ θέατρον, ἵνα μὴ τραγῳδὸς εἰσελθὼν Πασιφάην μιμήσηται τὴν ἐξοκείλασαν εἰς ἀλλόκοτον ἔρωτα μηδʼ αὖ κωμῳδὸς τὰς παρὰ τῷ Μενάνδρῳ τικτούσας καὶ πολλὰ ἕτερα. τί γὰρ δήποτε τούτοις μὲν δίδως εἰσελθεῖν, οἳ διχόθεν μιμοῦνται τὰς γυναῖκας, τῷ τε λόγῳ καὶ τοῖς σχήμασιν; ἢ τοῦτό γε οὐκ οἶσθα ὡς ὃς ἂν μὴ συνεισενέγκῃ τὰ σχήματα τοῖς λόγοις, ἀπώλεσε τὴν εὐφωνίαν ὑπὸ τῆς ἡσυχίας, ἢν καιρὸς ᾖ κινεῖσθαι; διόπερ πολλοὶ μὲν τῇ φωνῇ κρατοῦντες οὐ μετέχοντες τοῦ κινεῖσθαι καλῶς ἧττον ηὔφραναν, πολλοὶ δὲ κατὰ τὴν φωνὴν λειπόμενοι τῇ περὶ τὸ σχηματίζεσθαι πλεονεξίᾳ πρὸ τῶν κρειττόνων ἐτέθησαν. εἶθʼ ὁ μὲν τὴν Πλαγγόνα εἰσιὼν καὶ τῷ προσώπῳ καὶ τοῖς ἐσθήμασι καὶ πᾶσιν ἁπλῶς οἷς ἔνεστι τὴν γυναῖκα μιμούμενος οὐκ ἐμβάλλει τὸ θέατρον εἰς αἰσχρὰς ἡδονάς· ἐὰν δὲ ὀρχηστὴς μετενέγκῃ τὴν χεῖρα, μεστοὶ γυναικίσεως οἱ παρόντες κατέβησαν καὶ πρὸ τούτων ἐκεῖνος ἀπῆλθε τοιοῦτος; καὶ μὴν ὑπέρ γε τραγῳδίας καὶ κωμῳδίας Πλάτωνι μαχόμενος καὶ τὰς ὀρχήσεις αὐτῶν ἀναγκαίως ἐπαινεῖς. ἐν δέ γε ταύταις ἔνι δήπου καὶ τὸ κορδακίζειν· εἶτα οὐ δεινὸν κόρδακι μὲν εἶναι τόπον ἐν θεάτρῳ καὶ μὴ ἔχειν αἰτίαν ὡς διαφθείρει τοὺς παρόντας, περὶ δὲ ὀρχήσεως, ἐν ᾗ πλείστη σπουδὴ μὴ παραγυμνοῦσθαι μηδαμῆ, δοξάζειν τε αὐτὸν τὰ χείρω καὶ τοὺς ἄλλους εἰς τὴν ὁμοίαν δόξαν ἄγειν;
Ἀλλʼ οὐχ ἡμεῖς γε τῶν σῶν λόγων μᾶλλον ἢ τῶν πραγμάτων ἑξόμεθα. τί οὖν λέγει τὰ πράγματα; μᾶλλον δὲ ἀπόκριναί μοι· ἆρά γε τὸ πόλεων ἄρχειν καὶ θεραπεύειν ἔθνος καὶ πολλοῖς ὁμοῦ πορίζειν εὐδαιμονίαν ψυχῆς ἐστι κακῶς ἠγμένης καὶ διεφθαρμένης καὶ μεστῆς ἡδονῶν καὶ βεβαρημένης ὑπὸ τῶν τῆς ψυχῆς νοσημάτων ἢ τοὐναντίον πεπαιδευμένης, σώφρονος, ἐκκεκαθαρμένης, κούφης, ὀξὺ βλεπούσης, κρείττονος ἡδονῶν, τὸ δίκαιον ζητούσης τε ἀνδρείως καὶ ποιούσης ἰσχυρότερον ἀδικίας; ἐγὼ μὲν οὐδὲν ἡγοῦμαι μεῖζον ἀρχῆς εἰς γνώμης βάσανον, οἶμαι δὲ καὶ τῇ παροιμίᾳ ταὐτὰ δοκεῖν, ἥ φησιν ἐν ἀρχῇ τὸν ἄνδρα δείκνυσθαι. τούτων τοίνυν, Ἀριστείδη, τῶν πρὸς ὄρχησιν οὐκ ἀηδῶς ἐσχηκότων εἰς ἀρχάς τινες κατασταθέντες πῶς ἄν, εἴπερ ἦσαν διεφθαρμένοι, μετεχείρισαν τὰς πόλεις; βούλει σοι διέλθω; κατεφρόνησαν μὲν ἂν θεῶν, ἐξήλασαν δʼ ἂν τὴν δίκην, παρέβησαν δʼ ἂν τοὺς νόμους, ἀπέδοντο δʼ ἂν τὴν ψῆφον, διεξῆλθον δʼ ἂν τὸν χρόνον μετὰ μὲν τῶν ἀνομωτάτων ταττόμενοι, τοῖς βελτίστοις δὲ πολεμοῦντες, χρήματα τὰ μὲν κλέπτοντες, τὰ δὲ ἁρπάζοντες, τῇ γαστρὶ χαριζόμενοι, μέθῃ προσκείμενοι, παῖδας ἐν ἴσῳ καὶ γυναῖκας ὑβρίζοντες. ἀλλʼ ὁρᾷς τούτων μὲν οὐδέν, ἃ δʼ ἂν συνεύξαιτό τις καὶ παισὶ καὶ φίλοις, σωτῆρες πόλεων οὐκ ὀλίγοι τούτων ἐγένοντό τε καὶ ἀνεκηρύχθησαν καλλίω στέφανον τὸν ἔπαινον τοῦ ἐκ Πίσης ἀνῃρημένοι φόβῳ καὶ πειθοῖ καὶ κολάσει πρὸς τὸ δίκαιον καὶ τὸ δέον ἑκάστῳ χρησάμενοι, τῇ μὲν τὸ ἀνίατον ἐκκόπτοντες, τῇ δὲ τὸ δυνάμενον εἴκειν ἄγοντες, τῷ δὲ τὸ μέλλον ἀσελγαίνειν κατέχοντες, οὔτε τὸ σωφρονοῦν ἐν πενίᾳ περιορῶντες πλούτοις τε ἀδίκοις ἐμφράττοντες τὰς ὁδούς, οἶνον διωθούμενοι, τρυφὴν φεύγοντες, ὕπνου ῥώμην ἐλέγχοντες, τῇ ψήφῳ συμμαχοῦντες τῇ δίκῃ, πόλεων μεγέθη μὲν φυλάξαντες, μικρότητας δὲ μεταθέντες, ὁμοίαις χερσὶν ἁψάμενοί τε τῆς ἀρχῆς καὶ ἀπελθόντες. τούτους οὐχ ὑπὸ τῶν ὀρχηστῶν ἀγαθοὺς γεγενῆσθαι λέγω, φημὶ δέ γε μηδὲ κεκωλύσθαι παρὰ τῶν ὀρχηστῶν ἀγαθοὺς γενέσθαι.
Καὶ ἐπιρρεῖ δὴ ῥητόρων ὄχλος καὶ τῶν ἑκασταχοῦ πολιτευομένων, ὧν οὔτε ὀρχηστῶν ὡς εἰπεῖν ἀθέατος οὐδεὶς οὔτʼ αὖ σιγῇ δέξεται τὴν παρὰ σοῦ μέμψιν, ὡς ἄρα διέφθαρται, τὴν παρὰ τῶν πραγμάτων αὐτῶν ἔχων μαρτυρίαν ὡς ὑγιαίνει. πρὸς Διός, αὐτὸς δὲ σὺ τοὺς σαυτοῦ λόγους ἡδέως ἂν δεικνύοις ἀνθρώποις διεφθαρμένοις καὶ παρὰ τοῖς οὕτως ἔχουσι θαυμάζοιο καὶ διατρίβοις ἐν πόλεσι τὰ τοιαῦτα νοσούσαις; ἀλλʼ ἐῶ τὴν διατριβήν, πολλαὶ γὰρ ἀνάγκαι διʼ ἃς ἄν τις οὗ μὴ βούλοιτο διατρίβοι. ἀλλὰ τὸν παρὰ τῶν διεφθαρμένων θηρεύειν ἔπαινον οὐκ αἰσχρόν; σὺ τοίνυν ὁ τοῖς Λακεδαιμονίοις φάσκων παραινεῖν μόνοις διὰ τὸ τοὺς ἄλλους εἰδέναι δυσχερανοῦντας τὸν λόγον ποῦ τοὺς πολλοὺς καὶ καλοὺς ἐδημιούργεις λόγους; ἐν ποίαις ἀνεγίνωσκες τῶν πόλεων; τοῖς τίνων ἐμετεωρίζου κρότοις; οἶμαι μέν, οὐ Σπάρτην ἐργαστήριον ἐποιήσω τῆς τέχνης οὐδὲ παρὰ τὸν Εὐρώταν ῥεῖν ἀφῆκας τοὺς λόγους, ἀλλὰ τὸν Ἑλλήσποντον ἐπῄεις, τὴν Ἰωνίαν, Πέργαμον, Σμύρναν, Ἔφεσον καὶ τὴν πρώτην τεκοῦσαν τὸ κακόν, ὡς αὐτὸς λέγεις, Αἴγυπτον. ἐπέβης δὲ καὶ Ῥώμης, ἐν ᾗ τὸ τῆς ὀρχήσεως ἔντιμον. οὐκοῦν ἐν μὲν τῇ τούτων κατηγορίᾳ φὴς διεφθάρθαι τὰς πόλεις, ἐν οἷς δὲ ἔπραττες σωφρονεῖν ὁμολογεῖς τὰς πόλεις. ἑλοῦ δὴ δυοῖν θάτερον, ἢ τῶν διεφθαρμένων δοκεῖν ἐπιθυμεῖν ἢ τούτοις οὐ καλῶς ἐγκαλεῖν. οὕς, οὐκ οἶδʼ ὅ τι προπαθών, οὕτω μισεῖς ὥσθʼ ἵνα τὸ τούτων εἴποις κακῶς, πορνείας διώκεις τὴν οἰκουμένην, εἴ γε οἱ μὲν οὕτω πόρρω κακίας ἤλασαν, ὡς μηδʼ ἂν ὑπομεῖναι τὸν περὶ τοῦ παύσασθαι λόγον, Λακεδαιμόνιοι δὲ πολὺν ἤδη χρόνον τὴν διαφθορὰν δεξάμενοι καὶ ἀγαπῶντες οὕτω ποιοῦσιν ἀλλότρια τῶν νόμων, ὡς μηδʼ ἂν ἐνεγκεῖν τὸ τοῦ Λυκούργου πρόσωπον παρόντος ἐξαίφνης. ἔπειτα οὐ συνίης διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθῶν; τὸν μὲν γὰρ ἄπειρον τῆς τῶν ὀρχηστῶν θέας οὐκ ἦν οὕτω δήπου περὶ τοῦ πράγματος διελθεῖν, τὸν δὲ καθόσον μετασχόντα τῆς θέας εὐθὺς μετειληφέναι τῆς λύμης λέγεις. ὥσθʼ ὁ καλὸς ἡμῖν Ἀριστείδης οὐ διαφεύγει τὸ μὴ οὐ τῶν διεφθαρμένων εἷς γεγονέναι. ἀλλʼ εἶδε μέν, οὐ διεφθάρη δέ. καλῶς καὶ πειθομένῳ γε λέγεις. οὕτω συγχωρείτω δὴ καὶ τοὺς ἄλλους ἀγαθοὺς ἐν τῇ θέᾳ μεμενηκέναι καὶ νομιζέτω καὶ παρʼ ἑτέροις εἶναι τῆς τοῦ καλοῦ μερίδος πρόνοιάν τινα καὶ λόγον.
Φθόροι, φησίν, οὗτοι καὶ λύμη πόλεων. πρὶν δὲ γενέσθαι τήνδε τὴν ὄρχησιν, τὸν τῶν ἱερέων, εἰπέ μοι, καὶ προφητῶν βίον ἐβίουν ἅπαντες; καὶ ὑπὸ τούτων ἐγένοντο θηλυδρίαι Κλεισθένης, Φιλόξενος, Ἀμυνίας, Ἀριστόδημος, Βάθυλλος, Διόγνητος, Δῆμος, Κλεινίας, Ἀγάθων, Χρύσιππος, Πολυπαίδης, Ἁρμόδιος, Κτήσιππος, Φίλιππος, Τίμαρχος, ἕτεροι μυρίοι; τί δʼ ὑπὸ τούτων ἐπαιδεύθησαν τὸ ἄρρεν διώκειν Εὔμνηστος, Θράσυλλος, Λάϊος, Ἀριστογείτων, Παμμένης, Δημοκράτης, Χαβρίας, Μισγόλας, Καλλίας, Κριτίας, Παυσανίας, Ἀρχίδαμος, οἱ Λακεδαιμονίων βασιλεῖς τῆς ἐπαινουμένης πόλεως; καὶ τί δεῖ πάντας καταλέγειν, ἔργον πεντετηρίδος ὅλης, ἀλλʼ οὐκ ἐκεῖνο λέγειν, ὅτι, εἰ μὲν τούτοις συνεισῆλθε τοῖς ὀρχησταῖς ἡ παράνομος Ἀφροδίτη, καιρὸν ἂν εἶχε τῷ σοφιστῇ τὰ ἐγκλήματα, εἰ δʼ οὔπω ταύτης εἰς μέσον ἡκούσης ἦσαν οἱ τὴν φύσιν ἀδικοῦντες, τί ἄν τις τὰ τοσούτῳ πρότερα τῆς ὀρχήσεως τῇ χρόνοις ὕστερον ἐκφανείσῃ περιάπτοι; ὥσπερ ἂν εἰ καὶ τὸν πυρετὸν καὶ τὰ ἄλλα ἀρρωστήματα τῶν ὀρχηστῶν ἔφασκεν εἶναι εὑρήματα. τὸν Μενέλεων δὲ φὴς αὐτὸν ῥίψαι τὸ ξίφος οὐκ ἔχων ὀρχηστὴν αἰτιάσασθαι τῆς κακίας, πλὴν εἰ τὸν Μηριόνην. Βοιωτοῖς δὲ ποῖος ὀρχηστὴς ἔθηκε τὸν κάκιστον νόμον εἶναι κάλλιστον ἐραστῇ χαρίσασθαι; τὴν δὲ Ἦλιν τίς ἔπεισε τούτοις αὐτοῖς χρήσασθαι καὶ τὸν ἐπὶ τοὺς νέους δρόμον ἀνοῖξαι τοῖς περὶ τὰ κάλλη κεκινημένοις; οὔτε τὸ μὴ πάλαι τὴν ὄρχησιν εἶναι ταύτην σωφρονεῖν ἔπειθε τὰς πόλεις οὔτʼ ἐπειδήπερ εἰσῆλθεν, ἡγήσατο πρὸς ἀσέλγειαν, ἀλλὰ τῇ προαιρέσει τῶν νόμων, ὥσπερ τὰ ἄλλα, καὶ ταῦτα ἀκολουθεῖ χαλεπότητι μὲν κωλυόμενα, πρᾳότητι δὲ παρακαλούμενα. οὗ μὲν οὖν ἐπαινεῖται, πολὺ πράττεται· οὗ δὲ μέσως κολάζεται, τολμᾶται μέσως· τῆς δίκης δὲ λαβούσης μέγεθος ἐπιεικῶς εἴργεται· ἐξ οὗ τοίνυν ὀρχησταί, λέγω τοὺς νῦν, θάνατος ἡ δίκη τοῖς τὰ τοιαῦτα ἀδικοῦσιν. ὥστε εἰ παρὰ Βοιωτοῖς ἀπὼν ὁ φόβος πάντας ἐνῆγε τοὺς μὲν ἐρᾶν, τοὺς δὲ χαρίζεσθαι, τό γε νῦν τὸν ἔσχατον ἐπικεῖσθαι φόβον τοὺς μὲν ἐν σωφροσύνῃ τηρεῖ, τοὺς δʼ ἀνέδην οὐκ ἐᾷ πλημμελεῖν τῆς οὐ καλῆς ἡδονῆς ὑπὸ τῆς τοῦ ζῆν ἐπιθυμίας νικωμένης. ὁπότʼ οὖν πρὸ μὲν τῶν ὀρχηστῶν ἦν ἐξουσία τῆς ὕβρεως, ἐν ᾧ δὲ οὗτοι χρόνῳ, θάνατος τοῖς ὑβρίζουσιν ἡ δίκη, πῶς ἐξ οὗπερ ὀρχησταί, πόλεων ἡ λύμη;
Τῶν γὰρ ᾀσμάτων ἐπιλαμβάνεται καὶ τοῦ χοροῦ, τοῦ μὲν ὡς οὐκ ἀπὸ σπουδαίων οὔτʼ ἀνδρῶν οὔτε γυναικῶν ἠθροισμένου, τῶν δὲ ὡς μαλθακώτερον ἐχόντων καὶ βλαπτόντων εἰς ἀνδρείαν, ὥσπερ ἐκείνου τε καὶ ἡμῶν οὐκ ἂν ἡδέως καλλίω μὲν ἰδόντων χορόν, βελτίω δὲ δεξαμένων μέλη. ὡς ἔδει γε τῆς Ἀνακρέοντος μούσης ἀπορροήν τινα τούτοις ἐργάζεσθαι τὰς ᾠδάς. τὸ γὰρ αὐτὸ τὴν ὄρχησιν μὲν ἂν ἀπελάμπρυνε τούτοις, τῷ θεάτρῳ δʼ ἂν ἐπηύξησε τὴν εὐωχίαν ἀλλʼ εἰ μὴ Σαπφοῦς εὐποροῦσι, διὰ τοῦτο ἀδικοῦσιν; ὥσπερ ἂν εἴ τις τὴν τῶν ἀριστέων ἀνδραγαθίαν ψέγοι τῇ τῶν σκευοφόρων φαυλότητι. ἦν δέ, οἶμαι, κάλλιον ἐῶντα τὴν ὄρχησιν ἐπανορθοῦν τὰ περὶ τὸν χορὸν ἢ ταῖς κατὰ τῶν χορευτῶν αἰτίαις τὴν ὄρχησιν ἀναιρεῖν. προσήκειν μὲν οὖν μουσικῇ ἀκριβείᾳ τὰς ᾠδὰς οὐκ ἂν φαίην, ὅτῳ δὲ βλάπτουσι τοὺς ἀκροωμένους εὑρεῖν οὐκ ἔχω. σὺ δὲ τὴν τῆς μουσικῆς ἐξετάζων φύσιν λέγεις μὲν ἀληθῆ, τῶν παρόντων δὲ ἀλλότρια. οὐ γὰρ ὡς γενναίων ᾀσμάτων ἀκουσόμενοι καὶ προσέξοντες τὸν νοῦν ἐρχόμεθα οὐδὲ τὸ μὴ κατασχεῖν ἅ τις ἤκουσε ζημία, τοσοῦτον δὲ ἀπαιτοῦμεν μόνον, ὑπηρετῆσαι τὴν φωνὴν τοῖς σχήμασιν. οὐ γὰρ ἡ ὄρχησις ὑπὸ τῶν ἀσμάτων πληροῦται, τῆς ὀρχήσεως δὲ εἵνεκα τὰ ᾄσματα εὕρηται. καὶ τὴν ἡμέραν κρίνομεν τῷ τῆς ὀρχήσεως κάλλει καὶ αἴσχει, οὐ τοῖς τῶν ᾀσμάτων ὀνόμασιν ἢ ῥυθμοῖς, ἀλλʼ ἐκείνων μὲν βραχὺς ὁ λόγος, ἡ δὲ ἐξέτασις τοῦ ναύτου καὶ τοῦ θηρατοῦ καὶ τοῦ ποιμένος. ἢν δὲ λέγῃς εἰς τὰς ψυχὰς καταδύεσθαι μουσικήν, ἐκείνην λέγεις ἣν ἐλάμβανον εἰς κιθαριστοῦ βαδίζοντες οἱ νέοι παρὰ Κόννον ἰόντες, παρὰ Λάμπρον φοιτῶντες, πλείω σπουδὴν τούτῳ νέμοντες ἢ παλαίστραις καὶ γράμμασιν ἤ, εἰ βούλει γε, τὴν ἴσην χρόνῳ καὶ πόνῳ καὶ μαθήσει κτώμενοι τὸ μουσικῆς ἀγαθόν. ἐντεῦθεν ὁ μαθὼν τοῦ μὴ μαθόντος κατεγέλα καὶ ὁ βαρβίτῳ τὰς χεῖρας οὐκ εἰδὼς προσάγειν ἐκωμῳδεῖτο. εἰ δὲ ἴσον ἦν τῷ μαθεῖν τὸ παρατρέχοντα ἀκοῦσαι καὶ τὰς ψυχὰς ὁμοίας εἰργάζετο, πάντας ἂν ὁμοίους ἐποίει τότε τὰ θέατρα κοινῆς τῆς ἀκροάσεως οὔσης. οὕτω δὴ καὶ νῦν, ἂν μὴ δείξῃς, ὡς οἱ τῶν ᾀσμάτων τούτων ποιηταὶ περιρρέονται μαθηταῖς καὶ ὑφηγοῦνται τὰ μέλη καὶ τῆς ἴσης φροντίδος τούτοις τε συγγενέσθαι καὶ σοφισταῖς, οὐδεμία βλάβη παρὰ τοῦ χοροῦ ψυχαῖς εἰς τὴν ὄρχησιν τεταμέναις καὶ τὴν ᾠδὴν ἐν ἐλάττονι ποιουμέναις. ὥστʼ οὐ κατακλῶνται μὲν οὐδʼ ἄθυμοι παντάπασιν ἀποβαίνουσιν, εἰς τοῦτο γάρ, οἶμαι, σοὶ τὸ κατακλᾶσθαι φέρει. εἰ δὲ δὴ τὰ ᾄσματα τὸν θυμὸν οὐκ ἐᾷ ζεῖν ἐν ἑκάστῳ, τὰ μέγιστα τὴν οἰκουμένην εὖ ποιοῦντα λανθάνει. δήμων γὰρ ἀστρατείας ἀπολαυόντων, εἰ μὴ τὸ θυμοειδὲς πραΰνοιτο, περὶ τοὺς πολέμους οὐκ ἔχον ἀναλωθῆναι στάσεων ἀφορμὰς ἐκπορίζει τῷ πλήθει. τούτους οὖν εἰ κατεπᾴδει τὰ ᾄσματα, καθάπερ ὄφεις τινὰς, καὶ παρασκευάζει τὴν ἡσυχίαν στέργειν, ὑπὸ τῶν ᾀσμάτων αἱ πόλεις σωζόμεναι τῶν τὰ μέγιστα εὐεργετούντων ἠμελήκασι ποιητῶν. οὑτωσὶ μὲν κἂν πάνυ σε φῶμεν ἀληθῆ λέγειν, ἔστιν εὐσχήμων ὁ λόγος τοῖς ᾄσμασιν, ὡς δʼ οὐ παντάπασιν ἐκτρίβει τοῦ θυμοῦ τὴν φύσιν οὐδὲ ἐκλύει καθάπαξ οὐδὲ πᾶς ἀκροατὴς ἐκνενευρισμένος κάθηται, δῆλον ἐκεῖθεν. ὅταν γὰρ διῃρημένοι ταῖς σπουδαῖς, οἱ μὲν ὡς τοῦτον, οἱ δὲ ὡς ἐκεῖνον, οἱ δὲ ὡς ἕτερον, βοὴν μὲν ἐγείρωσι τραχεῖαν, συμπεσόντες δὲ ἐρίζωσι προτιθεὶς ἕκαστος τῶν ἄλλων ὃν ᾕρηται τὼ χεῖρε μὲν παρʼ αὑτοῖς ἔχοντες διὰ τὸ σωφρονεῖν, λόγῳ δὲ μαχόμενοι διὰ τὸ ἐρρῶσθαι, τότε τοὺς ὁρῶντας διδάσκουσιν ὡς οὐ σφόδρα γεγόνασι μαλθακοὶ διὰ τῶν ᾀσμάτων.
Πάλιν τοίνυν Ἀριστείδης εἷς γίνεται τῶν κατακεκλασμένων. λέγει γὰρ ὡς ὁ τούτοις ὑποθεὶς τὰ ὦτα διέφθαρται. τῶν τοίνυν ὑποθέντων ἐστὶν ἡμῖν καὶ αὐτός. τῶν γὰρ δὴ παίδων τινὲς διακονοῦντες δεσπόταις εἰς ἀγορὰν τρέχοντες κἀκεῖθεν οἴκαδε τῶν ᾀσμάτων ἅττα ἂν διασώσωνται διὰ τῶν στενωπῶν σπεύδοντες ᾄδουσιν, ὥστε καὶ τοῖς μὴ βουλομένοις ἀκούειν ἀνάγκην ἀκούειν εἶναι καὶ τῇ συνεχείᾳ παρὰ τοῖς οὐκ ἐθέλουσιν ἀκούειν τὴν μνήμην ἐνίοτε πήγνυσθαι. διεφθάρης οὖν καὶ αὐτός. ἢ κατὰ τὸν Ζάμολξιν ὑπὸ γῆς ἐδιῃτῶ καὶ διέφευγες τὴν ἅλμην; ἢ κηρὸν ἐμβαλὼν τοῖς ὠσὶ περιῄεις καὶ τὰς Σειρῆνας παρέπλεις; καὶ μὴν κατηγορεῖς γε τῶν ᾀσμάτων. τοῦτο δὲ οὐκ ἂν ἀρνήσαιο μὴ δικαίως ποιεῖν, εἰ μὴ πᾶν, ὡς ἔοικε, τὸ ἐν αὐτοῖς βλαβερὸν ἐξήτακας. τοῦτο δὲ οὐκ ἔστιν ἀνηκόῳ τῶν ᾀσμάτων ποιῆσαι. γέγονας τοίνυν ἀκροατὴς τῶν ᾀσμάτων καὶ τὴν ἀσπίδα ἔρριψας. καὶ τί δεῖ μακρολογεῖν; οἷς γὰρ ἐπιστούμην ὑπὸ τῆς ὀρχήσεως οὐ διεφθάρθαι τοὺς θεατάς, ἐν ᾧ καὶ τῶν ἀρχόντων ἐμνήσθην, ταῦτα καὶ τὸν ὑπὲρ τῶν ᾀσμάτων ἔλεγχον ἔχει. οἱ γὰρ μετὰ τῆς ὀρχήσεως καὶ τῶν ᾀσμάτων κεκοινωνηκότες εἰ πεφήνασιν ἀγαθοί, μαρτυροῦσι μηδέτερον αἴτιον εἶναι διαφθορᾶς. εἰ γὰρ ἡ μὲν ὄρχησις οὐκ ἦν κακόν, τὰ δὲ ᾄσματα, πάντως ἄν, εἰ μὴ παρʼ ἐκείνης, ἔκ γε τούτων διεφθείροντο. νῦν δὲ οὐ διεφθάρησαν. ἑκάτερον ἄρα τοῦ λυμαίνεσθαι κεχώρισται. σὺ δὲ σεμνότερος εἶ τοῦ δέοντος καὶ περικόπτεις ὥσπερ λειμῶνος τὰ τῆς εἰρήνης ἡδέα.
Ὧι τοίνυν τοὺς πολλοὺς ἀνήρτηται καὶ ὃ πλεῖστοι περιφέρουσιν ἐν στόμασιν, οἱ θαυμάζειν δὲ εἰδότες ἀγνοοῦσι διότι θαυμάζωσι, τοῦτο τυράννου ῥήματι προσέοικε μᾶλλον ἢ λόγῳ πίστιν ἔχοντι. μνησθεὶς γὰρ τῶν ἀπὸ τοῦ ποδὸς συντελούντων τοῖς δρωμένοις τούτοις, φησίν, ὅσον τῆς βλαύτης περίεστι, τοσοῦτον ἐχρῆν ἀφαιρεῖν τῶν ποδῶν. διὰ τί, πρὸς θεῶν; ἢ διὰ τοῦτο μόνον, διότι σοι τοῦτο δέδοκται; εἶτα τὴν τοῦ ῥήτορος τάξιν ἔχων ἁρπάζεις τὴν τοῦ δικαστοῦ τὸ μὲν ὡς ἀδικοῦσι δεικνύειν φυγών, ἃ δʼ ἐχρῆν παθεῖν, εἴπερ ἑάλωσαν, λέγων; μὴ σύ γε, ἀλλʼ ἔλεγχε μέν. καὶ γὰρ διώκεις, τῆς ζημίας δὲ ἕτερος ὁριστής. ἀλλʼ, οἶμαι, τοὺς ἐγείροντας ψόφον οὐκ ἔχων εἰπεῖν ὡς εἰς μαλακίαν ἄγουσιν ἀπορίᾳ τῶν ἐλέγχων τὴν τιμωρίαν ἔταξε. τῷ ποδί, φησί, τὴν σκηνὴν καταρρηγνύντες. ἀλγεῖς οὖν ὑπὲρ τῶν ξύλων καὶ τοῦτο ἔστι τὸ ἔγκλημα; ἀλλὰ τὸν κτύπον δυσχεραίνεις ὅλως; οἱ οὖν τοῖς ξίφεσι τὰς ἀσπίδας κρούοντες ἐν παρατάξει καὶ προκατασείοντες τὰς γνώμας τῷ φόβῳ τὰς χεῖράς εἰσιν ἀποκόπτεσθαι δίκαιοι πρὸς μέτρον τῶν ξιφῶν; οἱ δὲ κυμβάλοις θεραπεύοντες τοὺς θεούς, ἔστι δὲ κἀκεῖ πολλάκις τῶν ποδῶν τὸ ἔργον, οἵ τε τυμπάνοις ἱλεούμενοι τὸ θεῖον τί παθεῖν ἄξιοι; πόσον ἀποκοπῆναι; κτύπου δεῖ τοῖς ὀρχησταῖς, ὦ δαιμόνιε, μείζονος, ὃς τά τε τοῦ χοροῦ διοικήσεται πρὸς τὴν χρείαν καὶ συμβαλεῖ τοῖς ὀρχησταῖς εἰς εὐρυθμίαν. οὗτος δʼ ἀπὸ ψιλοῦ τοῦ ποδὸς οὐκ ἂν ἀποχρῶν εἴη. δεῖ δή τινα κανόνα σιδηροῦν ἀπὸ τῆς βλαύτης ὁρμώμενον ἀρκοῦσαν ἠχὴν ἐργάσασθαι. διὰ τοῦτʼ ἄρα τοὺς συντελεῖς παραιρῇ τὸν πόδα καὶ μιμῇ τὴν παλαιὰν ὠμότητα συμβουλεύων πόδας ἀποκόπτειν, ὡς χεῖράς τινες, μᾶλλον δὲ καὶ χεῖρας ἐκ τῶν αὐτῶν λογισμῶν καὶ κεφαλάς, χεῖρας μὲν ὅσαι σεῖστρα φέρουσιν, ἐπειδὴ τοῦ κρότου τοῦ διʼ αὐτῶν ἐζήτησάν τι πλέον, κεφαλὰς δέ, διότι κυνῆν ἐπέθεντο καὶ ὑπὲρ αὐτῆς ἀνέστησαν λόφους. τραγῳδοὺς δὲ ποίει βραχυτέρους γόνατα διατέμνων, ἐπειδήπερ ἐμβάτας ἀναβάντες ἐμηχανήσαντο τοὺς ἄλλους ὑπεραίρειν. τὸν δὲ σαλπιγκτήν σοι λείπεται ζῶντα κατορύττειν, ὡς οὐδὲν αὐτοῦ τοῦ σώματος ἰσομέτρητον τῇ σάλπιγγι, μᾶλλον δὲ οὐδὲ ἅπαν τὸ σῶμα. πολλὰ δὲ καὶ παραλείπω, τόξον, βέλος, ἀκόντιον, δόρυ, σμινύην, ἄροτρον, ἃ τοὺς χρωμένους ἀκρωτηριάσεται τοῦ σοῦ νικῶντος δόγματος. εἰ γὰρ ἐν οἷς ὀργάνων ἄνθρωποι προσδέονται δεῖ τοσοῦτον ἀποκόπτεσθαι τοῦ σώματος, ὁπόσον ἐστὶ τὸ ὄργανον, οἱ μὲν τὸν Ἱππολόχου δέξονται θάνατον, τοὺς δέ, εἰ μὴ μέλλουσι δώσειν δίκην, ἴσους δεῖ τοῖς Ἀλωέως γενέσθαι παισίν, ὥστε καὶ τῶν μηχανημάτων ἃ προσάγουσι τοῖς τείχεσιν εἶναι δίκην λαβεῖν. ὁρᾷς οἷ τὸ πρᾶγμα βαδίζει διὰ τὴν ὀργήν σου τὴν κατὰ τῆς βλαύτης;
Ἴσως τοίνυν τις ὑπολήψεται· καὶ πῶς, εἴπερ ἡγῇ τὸ πρᾶγμα καθαρεύειν βλάβης, αὐτός τε ἀπέχῃ τούς τε νέους κωλύεις; ὅτι τὸ μὲν ἐμόν, ὦ βέλτιστε, τοιοῦτόν ἐστιν, ὥστε μόλις εἰς τὰ ἀναγκαῖα σχολῆς ἀπολαύειν. ὁ γὰρ Ἑρμῆς ἐπιὼν ἀποσπᾷ καὶ τραπέζης καὶ λουτρῶν καὶ δεῖ πάσας ἀφελόντα τὰς ἔξωθεν ἡδονὰς προσηλῶσθαι τοῖς λόγοις. ὅθεν δὴ καὶ τοῖς πολλοῖς δύσκολος εἶναι δοκῶ οἷα δὴ τὴν ἀνάγκην ἥ με καθείρξασα ἔχει μὴ προσενθυμουμένοις. ἐγὼ δὲ καὶ τῆς ὑγιείας προδότης γεγένημαι τῇ περὶ τοὺς πόνους ἀπληστίᾳ, καὶ νουθεσίαις οἰκείων καὶ φίλων οὐδὲν ἐνδιδοὺς παραπαίειν δοκῶ. πῶς οὖν ἔμελλον καταλήψεσθαι θέαν καὶ καλοῦσιν ὀρχησταῖς ὑπακούσεσθαι τοιούτοις οἴκοι δεδεμένος παιδικοῖς; νέῳ δὲ ὀρχηστὴν ἐξέσται μὲν θεωρεῖν, νῦν δὲ οὐκ ἔξεστι, καὶ περὶ ὃ σπουδάζων ὕστερον οὐκ ἀδικήσει, τούτου νῦν ἐχόμενος οὐκ εὖ φρονήσει. διὰ τί; ἐκ Δελφῶν ἡ συμβουλή σοι φοιτᾷ τὸν καιρὸν ἐπαινοῦσα. τίνος οὖν ὁ παρὼν καιρός; πόνων καὶ τοῦ μαθεῖν. τίνος δὲ ὁ μετὰ ταῦτα; σπουδαίων ὁμοῦ καὶ τερπνῶν. ὁ τοίνυν ἐπειγόμενος παραβαίνει μὲν τὸν νόμον τῇ σπουδῇ, ζημιοῦται δὲ τῷ παρακαίρῳ. οὐ δὴ τῆς ὀρχήσεώς ἐστι κακία τῶν καιρῶν ἡ φυλακή. καὶ γὰρ τὰς τῶν ἵππων ἁμίλλας, αἷς οὐδαμοῦ μέμφῃ, βλαβερὸν ἡγοῦμαι τοῖς νέοις, εἰ μεταφέροιεν ἑαυτοὺς ἐπʼ αὐτὰς ἀπὸ τῶν λόγων. καὶ γὰρ τὸ πολιτεύεσθαι καὶ γαμεῖν καὶ καλὰ καὶ δίκαια καὶ πόλεσιν ἀσφάλεια μεγίστη καὶ σωτηρία, ἀλλʼ ἐὰν οἷς οὔπω ταῦτα προσήκει καὶ γαμῶσι καὶ πολιτεύωνται καὶ μὴ συνᾴδῃ τὰ γιγνόμενα τῷ χρόνῳ, τὸ φύσει καλὸν τοῦ καιροῦ στερηθὲν οὐ τοιοῦτον ἀπέβη. τῶν λόγων ὁ νέος ἔστω νῦν ὥσπερ ὁ πλέων τῆς θαλάττης, ἐπειδὰν δὲ λιμένος ἀμφότεροι λάβωνται, τότε τοῖς ἑκατέρων ἐμπόροις ὑπάρξει τοῖς ἀπὸ τῆς σκηνῆς χαρίσασθαι τῇ γνώμῃ. ὁ δὲ τὸ μὴ τοῖς νέοις δεδόσθαι θεωρεῖν κατὰ τῆς ὀρχήσεως λαμβάνων παραπλήσιον ποιεῖ τῷ κακίζοντι τὴν ὄρχησιν, ὅτι τοῖς τὰ πελάγη διαβάλλουσιν οὐκ ἔστι θεωρεῖν ἐν τῷ πλεῖν.
Οἷς μὲν οὖν εἶχον αὐτὸς ἐξελέσθαι τῆς συκοφαντίας τὸ πρᾶγμα, ταῦτά ἐστι, γένοιτο δʼ ἂν ἴσως καὶ μείζων βοήθεια τοῖς ὀρχησταῖς ἀπὸ βελτίονος ῥήτορος· αἰσχυνοίμην δʼ ἄν, εἰ ψόγου πόρρω καταστήσας τὴν ὄρχησιν μὴ καὶ τῷ τῆς εὐφημίας μέρει προσήκουσαν ἐπιδείξαιμι.
Πρῶτον μὲν οὖν οὐ παντός ἐστι σώματος ὑποδέξασθαι τὸ πρᾶγμα, ἀλλʼ ὥσπερ ἐπὶ σκυλάκων καὶ πώλων καὶ τῶν εἰς ἀθλητὰς μελλόντων τελεῖν οἱ τούτων ἕκαστον δεινοί γε ἰδεῖν δοκιμασίαν προσάγοντες τὰ μὲν ἐγκρίνουσιν ὅσα τῷ τύπῳ τῶν σωμάτων μηνύει τὴν ἐπὶ τῶν πράξεων ἀρετήν, τὰ δʼ οὐκ ἀρκέσοντα τοῖς ἔργοις ἀπορρίπτουσιν, οὕτω δεῖ καὶ τὸν παῖδα δηλοῦν, ὡς ὕψους μὲν ἐφίξεται μετρίου, πολυσαρκίας δὲ οὐχ ἅψεται. δεῖ δὲ αὐτῷ καὶ αὐχένος ὀρθοῦ καὶ βλέμματος οὐχ ὑπτίου καὶ δακτύλων εὖ πεφυκότων καὶ ὅλως κάλλους, ὃ πλεῖστον ἐν τοῖς τῶν θεῶν πράγμασι, μάλιστα δὴ μεταληπτέον ὀρχηστῇ. παραλαβὼν δὲ αὐτὸν ὁ παιδοτρίβης εἰς πλείους καὶ θαυμασιωτέρας καμπὰς ἢ τὸν παλαιστὴν περιάξει ἐπὶ τὴν κεφαλὴν ἀνάγων ὑπὲρ τῶν νώτων τὼ πόδε καὶ πρός γε ἔτι προκύπτειν τοῦ προσώπου καταναγκάζων, ὥστε τὰς πτέρνας τοῖς ἀγκῶσι πελάζειν. ἐπειδὰν δὲ ἐργάσηται τὸ σῶμα κύκλον, ὥσπερ τινὰ λύγον, κινεῖ πρὸς δρόμον οἷα τροχόν, τὸ δὲ θεῖ. καὶ τοῖς μέλεσιν ὁ δρόμος οὐ γίνεται βλάβη. πάλαι γὰρ δὴ πεπαίδευται τούτων ἕκαστον ὑγρὸν εἶναι μικροῦ διοικίζοντος ἀπʼ ἀλλήλων τοῦ παιδοτρίβου τὰ μέλη καὶ τὰς συμβολὰς τηροῦντός τε αὐτοῖς ὁμοῦ καὶ διιστάντος, ὥστε καὶ χεῖρας καὶ πόδας ὅποι τις ἂν ἄγῃ τοῦ λοιποῦ σώματος ἀκολουθεῖν, ὥσπερ, οἶμαι, κηροῦ φύσιν. τοιοῦτον μὲν ὁ γυμναστὴς τῷ διδασκάλῳ παρασκευάσει τὸ σῶμα, λαβὼν δὲ ἐκεῖνος εὐπειθῆ τῶν μελῶν τὴν ἁρμονίαν εἰς ἅπαντος σχήματος καταστήσει μίμησιν. μόχθος δὲ ἀμφοῖν οὐ μικρός, τοῦ μέν, ὅπως ὑφηγήσαιτο, τοῦ δέ, ὅπως εἰσδέξαιτο. καὶ τοῦ χρόνου τὸ μὲν τὰς μελέτας ἔχει, τὸ δὲ τῶν μελετηθέντων ἔννοιαν. δεῖ γὰρ καὶ τοῦ κινεῖσθαι πεπαυμένον φυλάττειν ἐν τῇ ψυχῇ τὰ πεπονημένα. ὥστε καὶ οὗτοι σαφῶς ἴσασιν, ὅτι τῶν πόνων πωλοῦσιν ἅπαντα οἱ θεοὶ τἀγαθά. ὥσπερ γὰρ οἷς ἔρως συλλέξασθαι λόγους, τούτοις μέγιστον εἰς τὴν ἐπιθυμίαν ἐφόδιον οἱ πόνοι καὶ οὐκ ἔστιν ὁμοῦ τό τε σῶμα παχύνειν καὶ τὴν ψυχὴν θεραπεύειν, οὕτως οὐκ ἔστιν ὄρχησιν καὶ πλησμονὴν συνελθεῖν, ἀλλʼ ἀνάγκη τὸν θατέρου γλιχόμενον ἀφεστάναι θατέρου. ὥστε ἢν ἐπιστὰς ὀρχηστῇ δειπνοῦντι τοῦτον ἴδῃς ὑπερεσθίοντα, ψηφίζου τὸν ἄνδρα μὴ πολὺ βελτίω τῶν λίθων εἶναι· τὴν γὰρ τέχνην ὑπὸ τῆς τρυφῆς ἀπολωλεκέναι. καὶ μᾶλλον ἄν τις εὕροι λόγους σπουδαίους μετʼ οἴνου συντεθέντας ἢ σωθεῖσαν ὄρχησιν ἐν σώματι μὴ τῆς γαστρὸς κολαζομένης. οὔτε γὰρ λαβεῖν ἔστι τὸ πρᾶγμα τὴν ἀρχὴν ἢ διʼ ἐγκρατείας καὶ λαβόντι τοῦτʼ αὐτὸ τῶν κτηθέντων φυλακτήριον. ὡς ὅστις αὑτὸν ἐπαφῆκε τραπέζαις, εἰς μόλυβδον ἀντὶ πτηνοῦ μεταβέβληκεν. εἰ οὖν ἐν πλησμονῇ μὲν Κύπρις, ἐν πεινῶντι δὲ οὔ, πόρρω τῶν ἀφροδισίων οἱ πλησίον ἀκριβοῦς ὀρχήσεως καὶ παράδειγμα ταύτῃ γε χρηστοῦ τινος, οὐκ ἐπιζημίου. τοιαύτη μὲν εἴσοδος εἰς τὴν τέχνην καὶ φρουρὰ τῆς τέχνης τοῖς ἀσελγέσι καὶ φθόροις, ὡς ἄν τις εὖ φαίη, παντελῶς ἄβατος.
Οὐ μὴν ἔστιν εἰπεῖν, ὡς ταλαιπωροῦνται μέν, εἰς ἄχρηστον δὲ τοῖς δήμοις, ἀλλά μοι δοκεῖ πάντων εἶναι χρησιμώτατον ὡς ἐν τοῖς παροῦσι. σκόπει δέ. ἐγὼ νομίζω τοὺς ποιητὰς ἐν δόξῃ καὶ θαύματι καὶ λόγῳ καὶ πᾶσι γέρασιν εὐθύς τε ἐξ ἀρχῆς γενέσθαι καὶ νῦν ἔτι καθεστάναι, οὐχ ὅτι τῶν ἔργων τοὺς ἀνθρώπους ἀπάγοντες ἐν τῇ τῶν ἐπῶν ἀκροάσει κατανήλισκον τὸν χρόνον τηνάλλως ᾄδοντες, ἀλλʼ ὅτι μνήμῃ παλαιῶν ἔργων ἐπαίδευον τοὺς συλλόγους κατὰ τῶν πρὸ τοῦ γεγενημένων οὐκ ἐῶντες ἰσχύσαι τὴν λήθην ὑπὲρ τῶν ἔτι ζώντων. ὁ γὰρ δὴ πεπληρωμένος τῆς τῶν ἡρώων καὶ γνώμης καὶ τύχης ἀμείνων ὁμιλῆσαι πράγμασιν ἐν τοῖς ἐκείνων παθήμασι τὸν αὑτοῦ βίον ὀρθῶν. ἀκούων γὰρ σωμάτων καὶ χρημάτων καὶ τυραννίδων ἔρωτας εἰς συμφορὰν τοῖς τετυχηκόσι τελευτήσαντας καὶ τοὺς ἀδικοῦντας ἀπολλυμένους καὶ τοὺς ἠδικημένους κρατοῦντας τὴν τοῦ δικαίου τάξιν εὑρίσκων ἀσφαλεστέραν αὑτῷ παραινεῖ τὴν δικαιοσύνην τιμᾶν. ᾧ δὲ μάλιστα ἄνθρωπος πιέζεται, παίδων θανάτοις, τοῦτο πῶς οὐκ ἂν ἐνέγκοι πεντήκοντα παῖδας ὁρῶν ἐν ὀφθαλμοῖς πατέρων κειμένους καὶ θυγατέρα σφαττομένην ἀνθʼ ἱερείου πατρὸς ἄγοντος καὶ πάλιν ἑτέρους ὑπὸ τῶν χειρῶν τῆς μητρός, πῆ μὲν μανείσης, πῆ δὲ ἐπισταμένης. τὸ δὲ μηδʼ ἐκείνῃ λυσιτελῆσαι τῇ Κόλχῳ ξένῳ συμπρᾶξαι κατὰ τῆς οἰκείας μηδέ γε τῷ σωθέντι τῆς σεσωκυίας ὑπεριδεῖν, ταῦτα πάντα παιδεύματα τῶν ἴσων ἀνείργοντα. καλὸν εἰς τὸν βίον καὶ καρτερία. ταύτην ἡμᾶς ἀνὴρ Ἰθακήσιος διδάξει μετὰ τὴν πολλὴν θάλατταν καὶ τὸ σπήλαιον τοῦ Κύκλωπος καὶ τὴν ὑπὲρ τοῦ πορθμοῦ τὰς πολλὰς προβάλλουσαν κεφαλὰς οἴκοι τοὺς οἰκέτας παίοντας καὶ ἐναλλομένους φέρων. καὶ ὅλως ἢ φιλοτίμων πράξεις ἀκούοντες ἢ προπετῶν ἁμαρτίας ἢ συμφορῶν ὑπερβολὰς τὰ μὲν μιμεῖσθαι, τῶν δὲ ἀπέχεσθαι παιδευόμεθα. ἕως μὲν οὖν ἤνθει τὸ τῶν τραγῳδιοποιῶν ἔθνος, κοινοὶ διδάσκαλοι τοῖς δήμοις εἰς τὰ θέατρα παρῄεσαν· ἐπειδὴ δὲ οἱ μὲν ἀπέσβησαν, τῆς δὲ ἐν μουσείοις παιδεύσεως ὅσον εὐδαιμονέστερον ἐκοινώνησε, τὸ πολὺ δὲ ἐστέρητο, θεῶν τις ἐλεήσας τὴν τῶν πολλῶν ἀπαιδευσίαν ἀντεισήγαγε τὴν ὄρχησιν διδαχήν τινα τοῖς πλήθεσι παλαιῶν πράξεων, καὶ νῦν ὁ χρυσοχόος πρὸς τὸν ἐκ τῶν διδασκαλείων οὐ κακῶς διαλέξεται περὶ τῆς οἰκίας Πριάμου καὶ Λαΐου.
Φροντίζουσα δὲ ἡ τέχνη τοῦ τὰς ψυχὰς ἐγρηγορέναι παύσασα πολλάκις τὴν φωνὴν τοῦ χοροῦ διὰ τῶν σχημάτων παιδεύει τὸν θεατὴν αἱρεῖν τὸ πρᾶγμα. καὶ τὸ μὲν Ἀθηνᾶς δεικνυμένης Ἀθηνᾶν ἐννοεῖν καὶ Ποσειδῶνος Ποσειδῶ καὶ Ἡφαίστου γε Ἥφαιστον οὔπω πάμμεγα, τὸ δὲ διʼ Ἀθηνᾶς μὲν τὸν Ποσειδῶ, διὰ δὲ Ἡφαίστου τὴν Ἀθηνᾶν, διὰ δὲ Ἄρεος Ἥφαιστον, διὰ δὲ Γανυμήδους Δία, διὰ δὲ Ἀχιλλέως Πάριν, ταῦτα ποίων οὐ γρίφων ἱκανώτερα ψυχὴν ἀκονᾶν; τοιγαροῦν ὅστις ταῦτα ὀξύς, οὐ ῥᾷστος ἐν τοῖς ἄλλοις κλαπῆναι. τὸ δὲ αὐτὸ καὶ τοῖς πολλοῖς καὶ τοῖς δεξιωτέροις χρήσιμον. τοὺς μὲν γὰρ ἅπερ οὐκ ἐπίστανται δύναται διδάσκειν, τοὺς δὲ ἅπερ ἴσασιν ἀναμιμνήσκει. καὶ εἴ γε τὴν ἀμβλυτέραν γνώμην ἐν ταῖς πράξεσιν ἀχρηστοτέραν ἡγούμεθα, τήν γε ὑπὸ τῶν ὀρχηστῶν θηγομένην πῶς οὐ φήσομεν ἐπιτηδείαν εἶναι πράγμασι χρῆσθαι; βούλει μαθεῖν ὅπως ἰσχύσεις ψυχὴν λύπῃ βεβαπτισμένην ἀνενεγκεῖν καὶ ῥᾴω καταστῆσαι; λαβὼν ἄνθρωπον ἐστερημένον φιλτάτων ἢ χρημάτων ἢ περιυβρισμένον ἢ πεπληγμένον ἄγε πρὸς τὸ θέατρον, δεῖξον αὐτῷ διʼ ὀρχηστοῦ παλαιὰς βασιλείας καθῃρημένας καὶ κουφιεῖς. ἀπένεγκε τὴν διάνοιαν ἀπὸ τῶν τυράννων εἰς κώμους καὶ πανηγύρεις καὶ τάχα ὄψει τὴν κατήφειαν ἀπιοῦσαν, εἰ δὲ μὴ πᾶσαν, τὸ γοῦν πλέον. ὥστʼ οὐ πολὺ τῆς παρὰ τοῦ ῥήτορος τοῖς πενθοῦσι βοηθείας ὀρχηστὴς δεύτερος.
Ἀλλὰ μήν, εἴ γε τὸ βλέπειν εἰς ἀγάλματα θεῶν σωφρονεστέρους ἀπεργάζεται τῇ θέᾳ, τὰ πάντων οὗτός σοι δίδωσιν ἐπὶ τῆς σκηνῆς ὁρᾶν οὐκ ἐν λίθῳ μιμούμενος, ἀλλʼ ἐν αὑτῷ παριστάς, ὥστε κἂν τὸν ἄκρον ἀγαλματοποιὸν εἶξαι τῶν πρωτείων ὀρχησταῖς ἐν κρίσει τοῦ περὶ ταῦτα κάλλους. ποία γὰρ γραφή, τίς λειμὼν ἥδιον ὀρχήσεως καὶ ὀρχηστοῦ θέαμα περιάγοντος εἰς ἄλση τὸν θεατὴν καὶ κατακοιμίζοντος ὑπὸ τοῖς δένδρεσιν ἀγέλας βοῶν, αἰπόλια, ποίμνια καὶ τοὺς νομέας ἱστῶντος ἐπὶ φρουρᾷ τῶν θρεμμάτων τοὺς μὲν σύριγγι χρωμένους, τοὺς δὲ αὐλοῦντας ἄλλον ἐν ἄλλοις ἔργοις; τίς δʼ οὐκ ἂν ἡμερώτερος εἴη καὶ γυναικὶ καὶ οἰκέταις δεῖπνον αἱρούμενος ἐπὶ τοιαύτῃ θέᾳ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς ἐνδιαιτωμένης ἐπὶ πλεῖστον τῇ γνώμῃ; ποίοις δὲ εἰκὸς ὀνείρασι τὸν ἐκ τούτων ἀναπαυόμενον ὁμιλήσειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῖς ψυχαγωγίαν ἔχουσι. τίς δʼ οὐκ ἂν γέρων καὶ ῥᾴθυμος, ὁ μὲν τῆς φύσεως, ὁ δὲ τῆς ἡλικίας ἀμείνων εἰς τὸ κινεῖσθαι γένοιτο παρακαλούμενος ὑπὸ τῶν ἐκείνου πηδημάτων; πότερον δὲ τὰς Φαιάκων ναῦς ἢ τὰς τούτων στροφὰς εὐλογώτερον εἰς τάχος εἰκάσαι νοήματι καὶ πτερῷ; τό γέ τοι διʼ ἀκριβείας ὀφθῆναι τῶν δρωμένων ἕκαστον ὑπὸ τῆς ὀξύτητος ἡρπάσθη πολλάκις μεταπίπτοντος εἰς ὅ τι βούλει τοῦ σώματος. Πρωτεὺς Αἰγύπτιος μικροῦ τούτων ἕκαστος. φαίης ἂν αὐτοὺς τῇ ῥάβδῳ τῆς Ἀθηνᾶς, ἣ τὴν ἰδέαν τοῦ Ὀδυσσέως τρέπει, πάντα φαίνεσθαι. πρεσβύτας, νέους, ταπεινούς, ὑψηλούς, κατηφεῖς, ἀνειμένους, διακόνους, δεσπότας. τὼ πόδε δὲ κἂν διερευνήσαιτό τις μὴ Περσέως αὐτοῖς ἐνῇ πλεονέκτημα. πότερον δὲ ἄν τις ἀγασθείη μειζόνως τὴν τῆς περιφορᾶς ἐν πλήθει συνέχειαν ἢ τὴν ἐξαίφνης ἐπὶ τούτῳ πάγιον στάσιν ἢ τὸν ἐν τῇ στάσει τηρούμενον τύπον; ὡς μὲν γὰρ ὑπόπτεροι περιάγονται, τελευτῶσι δὲ εἰς ἀκίνητον στάσιν ὥσπερ κεκολλημένοι, μετὰ δὲ τῆς στάσεως ἡ εἰκὼν ἀπαντᾷ. πόνος δὲ μείζων ἕτερος συγκαταλῦσαι τῷ ᾄσματι. τοσοῦτος τοῦ μέτρου λόγος ἐν ὀρχησταῖς. παρʼ ὧν ἡ τέρψις ταῖς πόλεσιν ἀμιγὴς κακῶν. παλαιστὴς μέν γε παλαιστὴν ἤδη κατέαξε καὶ παγκρατιαστὴς ἐν τῷ πόνῳ τὸν ὀφθαλμὸν ἐξεκόπη καὶ τὸν ἀντίτεχνον ἡνίοχος ἀνατρέψας ἀπώλεσεν, ἵππου δὲ ἤδη φόνος καὶ πόλιν ὅλην διέστησε καὶ πρὸς λίθους καὶ πῦρ καὶ σφαγὰς προήγαγεν· ὄρχησις δὲ κακὸν οὐδὲν οὔτε ἔτεκεν οὔτε μὴ τέκῃ. δικαίως. καὶ γὰρ αὐτὴν ἔτεκεν ὁ καιρῶν εἰρηνικώτατός τε καὶ φιλοπαίγμων, ὁ δρέπανα μὲν ἐπὶ βότρυς ἄγων, βότρυς δὲ ἐπὶ ληνούς, ἑορτὴν δὲ ποιῶν τοῦ Διονύσου τὸ δῶρον. διόπερ καὶ τοὔνομα τοῖς ὀρχησταῖς ἀπὸ τῶν ἐν ἀρχῇ περὶ τοὺς ὄρχους σκιρτημάτων.
Ὃ τοίνυν μέγιστον εἰς φιλοτιμίαν τῶν φιλοσόφων ἐνίοις, τὸ ταῖς αὑτῶν πατρίσι λῦσαί τινας δυσκολίας, τούτῳ καὶ Πριηνεὺς ὀρχηστὴς σεμνύνεται. συνῆν μὲν γὰρ Ἀντιόχῳ τῷ βασιλεῖ. Πριήνην δὲ ἑλὼν ἐκεῖνος ᾆσμα ἐκέλευεν ὀρχεῖσθαι, τὸ δὲ ᾆσμα ἦν ἐλευθερία. τοῦ δὲ φήσαντος ἀδικήσειν, εἰ τὰ τοιαῦτα ὀρχοῖτο ἐν δουλευούσῃ τῇ πόλει, ποιεῖ πάλιν Ἀντίοχος Πριήνην ἐλευθέραν.
Ταύτην τοίνυν, Ἀριστείδη, τὴν δικαιοσύνην καὶ παρρησίαν ἐκ διεφθαρμένης ψυχῆς γεγενῆσθαι νομίζεις; ἢ τὸν οὕτω καλὸν καὶ γενναῖον πολίτην καὶ τὸ τῇ πατρίδι βοηθῆσαι περὶ πλείονος ποιησάμενον τοῦ κολακεῦσαι δυνάστην φθόρον προσερεῖς; οὐκ ἄρα δόξεις ἔξω φιλονεικίας εἶναι.