ΑΠΑΡΑΣΗΜΑ
Ἀψίνου Τέχνη Ῥητορική Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἢ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν μᾶλλον ἔχει τῶν ἀκουόντων αὐτὰ ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· Θῆβαι δὲ Θῆβαι, πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀλλʼ οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθὼν τόπον καὶ ἄλλα μὲν εἶπε δεινά, διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες.
… ἀδυνατ … καταισχῦναι τὴν δικαίαν κρίσιν μηδὲ τὴν τοῦ δήμου καταχειροτονίαν, ἣν καταχειροτονήσας αὐτοῦ παρέδωκεν ὑμῖν· ὥστε δεῖξαι πᾶσιν ὅτι πολὺν χρόνον διαπεφευγότες ὄντες πονηροί, καὶ διαφεύξεσθαι νομίζοντες
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Δείναρχος καὶ ἀδίκημα καὶ ἀδικία.
ἀθέμιστα καὶ ἀνόσια δρᾶν Δείναρχος εἶπε καὶ Σοφοκλῆς.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀλειτούργητον δὲ οὐσίαν Δείναρχος εἴρηκεν.
Οὐαλέριος Ἁρποκρατίων ἀνάγειν· τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπʼ ἐκεῖνον ἰέναι Λυσίας ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος, καὶ Δείναρχος.
Σοῦδα ἄναλτον· Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχος δὲ ἀντὶ τοῦ χωρὶς ἁλῶν.
ἀντέχει· ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος. ἀντὶ δὲ τοῦ σῴζεται Δημοσθένης. καὶ Ὑπερείδης ἀντὶ τοῦ ἀντιλαμβάνει.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ τὸν ἀντωνητήν, ὡς Δείναρχος.
ἀπογνούς· Δημοσθένης μὲν ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ ἀντὶ τοῦ ἀποψηφισάμενος.
Οὐαλέριος Ἁρποκρατίων ἀποσάξαντα· Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀποπληρώσαντα.
Οὐαλέριος Ἁρποκρατίων ἀποπεφασμένον· ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης Κατὰ Νεαίρας· ἀποπεφασμένως πωλοῦνται, ἀντὶ τοῦ φανερῶς.
Οὐαλέριος Ἁρποκρατίων βουλεία· τὸ ἐκ τῆς βουλῆς ὄντα πράττειν ἃ τοῖς βουλευταῖς προσήκει. Δείναρχος καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις.
Οὐαλέριος Ἁρποκρατίων γοργύρα· τὸ κατὰ γῆς ὄρυγμα Δείναρχος, Αἰσχίνης. ἔστι καὶ παρʼ Ἡροδότῳ ἐν γʹ.
Οὐαλέριος Ἁρποκρατίων δόσις· ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφόμενον, ὅταν τις τὰ αὑτοῦ διδῷ τινι διὰ τῶν ἀρχόντων, ὡς παρὰ Δεινάρχῳ.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Δείναρχος δὲ καὶ δοῦσαν τὴν δεσμεύουσαν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀπὸ δὲ τοῦ φυγὴ φυγὰς φεύγειν φυγαδευθῆναι, διωχθῆναι — Ὑπερείδης δέ που καὶ ἐξεδιώχθη λέγει, καὶ Δείναρχος ἐδίωξεν —, ὑπερορισθῆναι, ἐκπεσεῖν.
Οὐαλέριος Ἁρποκρατίων ἐπὶ κόρρης ... Δείναρχος δὲ ἐπὶ κόρρης ἐπάταξε τὸν ἄνδρα φησίν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ Δείναρχος ἡμιπόδιον.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης κεραμοπῶλαι, κεραμοπωλεῖον, κεραμοπωλία ὡς Δείναρχος· καὶ τὸ ῥῆμα κεραμοπωλεῖν Ἄλεξις.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ κιβωτὸς καὶ κιβωτοποιός, ὡς Δείναρχος· —ὁ δʼ αὐτὸς Δείναρχος καὶ βυρσοποιὸν εἴρηκε καὶ κωθωνοποιόν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης κρηπιδουργός, ὡς Δείναρχος.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ μετρητικὸν Δείναρχος.
Φώτιος μοχθηρός· ἐπίπονος ἢ πονηρὸς ἢ κακός. καὶ μοχθηρία ἐπὶ τῆς κακίας τέτακται. οὕτω Δείναρχος. Ἀντιφῶν δὲ ...
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ... μυριάκις καὶ τὰ ὅμοια. μυρίανδρος. μυριοφόρος ὡς Θουκυδίδης, ὡς δὲ Δείναρχος μυριαγωγῆσαι.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ὁμότιτθον δὲ Δείναρχος εἴρηκεν.
τοὺς ὁρκίους θεούς· Ἀπόλλωνα πατρῷον καὶ Δήμητρα καὶ Δία, ὥς φησι Δείναρχος ὁ ῥήτωρ
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Δείναρχος δὲ καὶ παλιμπροδότης λέγει.
Φώτιος πομπεία λοιδορία· καὶ οἱ δικανικοὶ χρῶνται τῷ ὀνόματι τὴν πομπείαν αὐτὸς ὁ τεχνικὸς ἡρμήνευσε καὶ μάλα σαφῶς· εἴληπται δὲ αὐτῷ τὸ τοιόνδε ὄνομα ἀπὸ τῶν λόγων Λυσίου καὶ Ὑπερείδου καὶ Δεινάρχου· πολὺ γὰρ παρʼ αὐτοῖς τὸ ὄνομα.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης τοὔνομα μέντοι ὁ πρόγονος ἔστι μὲν καὶ παρὰ Δεινάρχῳ, ὀνομάζεται δὲ καὶ παρὰ Στράττιδι ἡ πρόγονος· καὶ παρʼ Ὑπερείδῃ ...
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ προκαταδικάζεσθαι ὡς Δείναρχος.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ὁ δὲ τοῖς πιπράσκουσι προξενῶν προπράτωρ, ὡς Δείναρχος καὶ Ἰσαῖος εἴρηκεν· προπώλην δʼ αὐτὸν Ἀριστοφάνης καλεῖ, προπωλοῦντα δὲ Πλάτων. Λυσίας δὲ τούτους μὲν προπράτας, τοὺς δὲ σὺν ἄλλοις πιπράσκοντας συμπράτας λέγει.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ σκευασάμενοι, ὡς Δείναρχος, τὰ ἐκ τῆς οἰκίας.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Δεινάρχου δὲ τὸ συγκατήρξατο.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης καὶ τὸ συγκαταδουλώσασθαι παρʼ Ὑπερείδῃ καὶ οἱ συνδουλεύοντες παρὰ Δεινάρχῳ.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Δείναρχος δὲ καὶ συνιεροποιὸν καὶ συμπρύτανιν καὶ συμβουλευτὴν εἴρηκεν.
συναλλάσσειν· ἐπὶ τῶν συμβολαίων καὶ τῆς διʼ αὐτῶν πραγματείας· οὕτω Δημοσθένης καὶ Δείναρχος.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης γνώριμα δικαστήρια ἡ Ἡλιαία, τὸ Τρίγωνον, οὗ μέμνηται Δείναρχος ...
Οὐαλέριος Ἁρποκρατίων φάσις· λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων ... τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ Πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἔλεγον δʼ οἱ ποιηταὶ καὶ φιλόστροφον τὸν εὐμετάβολον, Δείναρχος δὲ καὶ φιλοπόνηρον.