eul_wid: swk-em
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 56 (Against Lucianus) by Libanius of Antioch

Few of Antioch went out to meet Lucianus, and Libanius, though he went himself, argues that the slight was deserved. He lists the insults Lucianus heaped on the council: audiences cut to four days a month, latecomers shut out, orders unfit for its members, and a claque raised above it that reviled even the prefects from Lycia, father and son. He ends faulting the council for failing to defend itself when it could.

Part of Orations 1–64

ΚΑΤΑ ΛΟΥΚΙΑΝΟΥ.

Εἰμὶ μὲν τῶν ἀπηντηκότων Λουκιανῷ οὐ διὰ τὸ μηδὲν ἔχειν ἐγκαλεῖν, ἀλλʼ ὅτι πάντα διαγέγονα τὸν χρόνον πρᾴως μᾶλλον τὰ τοιαῦτα φέρειν ἀξιῶν ἢ τιμωρίας ἐπιθυμῶν· ἐπεὶ δὲ ᾐσθόμην τινῶν αἰτιωμένων τὸ μὴ καὶ πάντας εἶναι τοὺς ἀπηντηκότας τῷδε, τὸ οὕτως ὀλίγους οἶμαι δεῖν ἐπιδεῖξαι τοῦτο δικαίως γεγενημένον καὶ μὴ τοῖς ἡδέως τινὰς ἐξαπατῶσι δεδόσθαι τινὰ κατὰ τῆς πόλεως ἀφορμήν.

Οἱ μὲν οὖν ἐπὶ ταῖς εὐφημίαις οὗτοι τεταγμένοι καὶ τοῦτʼ ἔχοντες τέχνην ἀπήντησάν τε καὶ τὸν εἰωθότα κατειλήφεσαν τόπον μείζους ἢ χρῆν ὑπʼ αὐτοῦ γεγενημένοι καὶ τιμαῖς ταῖς κατὰ τῆς βουλῆς τετιμημένοι, ὥστε ὑφʼ ὧν εἶχον ἐπὶ τὴν ἀντίδοσιν παρεκέκληντο· τοὺς δὲ ἀπὸ τῶν ἀρχῶν οὐδὲν ἦν τὸ πεῖθον ταῦτα ποιεῖν. ὅσοι γὰρ ὕβρεων τρόποι, παρέλιπεν οὐδένα τέτταρας μὲν ἡμέρας μόνας τοῦ μηνὸς ποιήσας προσρήσεως, δείλης δὲ ἀπειπὼν εἰς ἅπαξ μὴ βαδίζειν ὡς αὐτόν, ἐπιτάγματα δὲ μηδαμῆ προσήκοντα τοῖς τῆς μεγάλης βουλῆς ἀναγκάζων δέχεσθαι. αὐτὴν τοίνυν τὴν ἔχουσαν τὰς εἰσόδους ἡμέραν οὐκ ἔχειν καὶ μικρὸν ὑστερήσαντας ἐκέλευσεν, ἀλλʼ ὁ τοῦ πλείονος ἀποσχισθεὶς ἀπεκέκλειτο. δεομένοις δὲ τοιούτοις καὶ τοσούτοις ὑπὲρ ἀνθρώπων ἀθλίων μέχρι μὲν ῥήματος διδοὺς τὴν χάριν, ἔργῳ δὲ πᾶν τοὐναντίον ποιῶν, πότερʼ ὕβριζεν ἢ οὔ; καὶ πάνυ γε φαίην ἂν προσόντος τοῦ καὶ καταγελᾶσθαι παρʼ αὐτοῦ τοὺς οὐκ ἀπιστήσαντας. ἔτι τοίνυν τοὺς ταὐτοῦ μετέχοντας αὐτῷ θρόνου κατὰ τὸν νόμον βουλόμενος ἀφελέσθαι τὴν τιμήν, εἶτʼ ἐκβάλλειν οὐκ ἔχων προσκεφαλαίοις αὑτὸν ὕψωσεν, ὡς τοῖς μὲν ἐπὶ τῆς σανίδος, αὐτῷ δὲ ἐπʼ ἐκείνων εἶναι καθῆσθαι καὶ τὸν ὦμον ἔχειν ἀνωτέρω τῆς ἐκείνων κεφαλῆς. τὸ δʼ ἱδρύειν μὲν πρὸ τῶν θυρῶν τοὺς αὐτὸν ὀψομένους, ποιεῖν δὲ ταύτην τὴν καθέδραν ὑπὸ πλήθουσαν ἀγορὰν ἐξεπίτηδες πῶς οὐ τρυφῶντος ἦν ἐν τῇ διὰ τούτων ὕβρει;

Ἀντὶ οὖν ἀτιμίας καὶ ὕβρεως τρέχειν ἔδει τοὺς ταῦτα πεπονθότας ἄλλον πρὸ ἄλλου πειρώμενον ἰδεῖν τε καὶ περιβαλεῖν καὶ φιλῆσαι; ἀλλʼ οὐ ταῦτα μισούντων τε καὶ μισουμένων ἐστίν, ἀλλʼ ἐν οἷς τἀναντία. νοῦν γὰρ ἐχόντων ἀνθρώπων τὸ ἀμύνασθαι καὶ τοὺς θεοὺς ὁρώντων ἀμυνομένους καὶ τὴν φύσιν αὐτὴν εἰσηγουμένην.

Οὐ τοίνυν ἐπʼ ἐκείνας ἂν ἔλθοιμι τὰς αἰτίας, ὅτι ὁ μὲν οὐκ ἤκουσεν, ὁ δὲ βραδέως, ὁ δʼ ἠρρώστησεν, ὁ δʼ ἦν ἐν ἀνάγκῃ μείζονι. τούτων οὐδὲν αἰτιώμενος τοὺς μὲν ἀπαντήσαντας σιδηροῦς καλῶ, τοὺς δʼ οὐκ ἀπηντηκότας εἰκός τί φημι παθεῖν. τί γὰρ ἂν αὐτοὺς καὶ ἐξῆγε; τὸ δούλους ἀντʼ ἐλευθέρων γεγενῆσθαι; τὸ δεσμῶν ἄνευ περὶ τὰς θύρας δεδέσθαι; τὸ τοὺς μὲν ἐν φόβῳ βεβιωκέναι πληγῶν, τοὺς δὲ καὶ εἰληφέναι; τὸ γυμνοὺς ἐν τοῖς χιτωνίσκοις ὑπὸ ταῖς πικραῖς τῶν βασανιστῶν φωναῖς εἰσῆχθαι μυριάκις; τὸ πρανεῖς χαμαὶ κειμένους ἐν οἴκτου μέρει τὴν σωτηρίαν αἰτεῖν; τὸ πρὸ τοῦ ζεύγους πλανᾶσθαι κατὰ τὴν πόλιν ἀπειρηκόσι ποσίν; ἀλλὰ τὸν ἐπὶ τῶν σκληροτάτων ὕπνον; ἀλλὰ τοὐν μέσῳ δεῖπνον τὸ καθʼ ἑκάστην ἑσπέραν; ἀλλὰ τῆς καταδίκης τὸν ὄμβρον; ἀλλὰ τὸ τοὺς δεσπότας δακρύεσθαι παρὰ τῶν ἀκολούθων ὁρώντων ἐν ἐκείνοις ὧν οὐδὲν ἐν ἑαυτοῖς; τῷ ποτʼ οὖν ἐξήγοντʼ ἄν; ἢ τῷ τὴν μὲν λύπην τῆς βουλῆς εἶναι χαρὰν ἐκείνῳ, τὴν δὲ χαρὰν ἀνίαν, καὶ τὴν μὲν αὐτοῖς ἐντιθέναι, τὴν λύπην, τὴν δὲ ἢ κωλύειν ἢ ἐνοῦσαν ἐκβάλλειν; ἀλλʼ ὅτι Ταντάλους ἅπαντας ἐποίησε τοὺς ὑπὸ τῷ λίθῳ; λίθος γὰρ ὁ φόβος εἰρήσθω μοι. εἰ γὰρ ἅμα ῥοπάλοις ἀπαντήσαντες παίοντες κατήνεγκαν, οὐκ ἂν ἦν ψόγος καὶ τῷ θυμῷ καὶ ταῖς πληγαῖς, οἶμαι μέν, εἰ καὶ Πενθέα τὸν κατάρατον ποιησάμενοι τοῦτον τὰ μέλη διέρριψαν; ἐπεὶ καὶ αὐτὸ τό τινας γενέσθαι τοὺς ἀπαντῶντας τέχνης ἔργον ἦν. οἱ γὰρ δὴ κήρυκες κινοῦντες εἰς ἔξοδον τὴν πόλιν τοὔνομα τῆς ἀρχῆς λέγοντες καὶ παρακρουόμενοι καὶ τὸν οὐκέτʼ ὄντα φόβον ἐπάγοντες ὡς ἔχοντος, εἰ βούλοιτο, ἔτι καὶ τρῶσαι, τοῦτο δὴ τοῦ συνδίκου ῥάψαντος, ἀνθρώπου πᾶν ἂν ὑπὲρ αὐτοῦ μηχανησαμένου πρᾶγμα οὕτως ἐξέβη. τῆς ἐσθῆτος δὲ ἕτερα μηνυούσης καὶ τῶν πρὸ τοῦ ζεύγους οὐκ ἂν φαίην, ὡς κατηρώμεθα τοῖς κήρυξιν, ἀλλʼ ὡς ᾔδειμεν χάριν μᾶλλον ὄψιν ἡδίστην θεώμενοι, Λουκιανὸν ἀσθενῆ καὶ ζητοῦντα τὴν ἀρχήν, οὐκ ἔχοντα, ἃ χρῆν οὐκ αὐτὸν ἐνθυμούμενον, κλέψαι τῇ νυκτὶ τὴν εἴσοδον, ἐπεὶ μὴ πρίασθαί γε ἐξῆν ποθεν τὸν Γύγου δακτύλιον ἢ μισθωσάμενον γοητείαν ὑπὸ τοῖς ἐκείνης μαγγανεύμασι δραμεῖν. τὸ μὲν προσῆκον τοῦτʼ ἦν, ὁ δʼ ὥσπερ Ὀλύμπια νενικηκὼς οὐ μόνον γυμνῇ τῇ κεφαλῇ καὶ πανταχῆ βλέπων ἤλαυνεν, ἀλλʼ ἦν ὑβριστὴς καὶ ἰδιώτης. καὶ τοῦτο μὲν ἄνδρα Λαρισαῖον ἐκ λόγων τε ἐν δίκαις δυνηθέντα καὶ πόλεις ἐν ἀρχῇ σεσωκότα τιμῶντα ἠτίμασε μετὰ τοῦ περὶ ταῦτα νόμου, τοῦτο δὲ φόβους αὖθις ἐπέσεισε τῇ βουλῇ τήν τε ἑαυτοῦ πολιὰν λέγων τήν τε ἐκείνων νεότητα, ὡς διὰ ταύτην αὐτὸς μὲν ἐκείνων ἄρξων, ἐκείνους δὲ ὑπʼ αὐτῷ κεισομένους. καὶ τίς σοι ταῦτα Βάκις, τίς Ἀμφίλυτος, ὅτι καὶ γηράσεις καὶ ἄρξεις καὶ ὧν, ᾖδε; διὰ τί δέ, εἰ καὶ ταῦθʼ οὕτως ἕξει, τὴν διάνοιαν οὐ κατέχεις, ἀλλʼ ἤδη βοᾷς, ὡς τὴν ἔννομον ἀρχὴν τυραννίδα ποιήσεις τῇ προτέρᾳ τήνδε προστιθείς; ἔν τε γὰρ ἐκείνῃ τοὺς πρὸ αὐτῆς οὐ πτήξαντας ἐποίεις κακῶς καὶ νῦν ποιήσειν λέγεις. ταυτὶ δὲ οὐ ποιμένος, ὅπερ ἐστὶν ὁ ἄρχων, ἀλλὰ λύκου.

Τί δʼ ἂν καὶ ἐγκαλοίης τῇ βουλῇ λαβὼν τὴν ἀρχήν; —δῶμεν γάρ—ὅτι δεινότερα πάσχουσα τῶν ἀργυρωνήτων καὶ τῶν μὲν ὑπὲρ φυγῆς διαλεγομένων πρὸς αὐτὴν καὶ ὀρῶν καὶ ἄντρων καὶ κορυφῶν, τῶν δʼ ὑπὲρ βασιλείων εἰκόνων ἅσπερ ἔχουσιν αὑτοῖς χειμαζομένοις λιμένας, ἑτέρων δὲ τόπους λεγόντων ἰσχύοντας καὶ τραπέζας τοῖς κράτος ἔχουσιν αἰδεσίμους, ἃς ὑπελθοῦσιν ἄδειαν εἶναι, μὴ γὰρ εἶναι τὸν ἁψόμενον, τοιαῦτα ἀκούοντες ἃ καὶ πρὶν ἀκούειν ὑπῆρχεν αὐτοῖς ὁρᾶν, οὔτε αὑτοὺς ἔπεισαν οὔθʼ ὑφʼ ἑτέρων ἐπείσθησαν οὐδέτερα, οὔτε φεύγειν οὔτε λαβόντες τοὺς εἰς τὰ θέατρα φερομένους τῶν βασιλέων τύπους ἐκεῖσε καταφυγόντες ἀπολυθῆναι τῶν δεινῶν, ἀλλὰ μᾶλλον ᾑροῦντο πάσχειν ἃ διῆλθον ἢ τυχεῖν τοιαύτης ἀπαλλαγῆς; οὐ τοίνυν οὐδὲ διὰ τῆς πρεσβείας οὐδὲν ἀγνοούμενον τὸν ὕπαρχον ἐδίδαξαν, ἀλλʼ ἧκόν τε παρʼ εἰδότα καὶ ἃ μεθʼ ἡμῶν ἐπεπόνθεσαν ἀντὶ τοῦ δεῖσθαι λέγειν ἤκουον. εἰκότως. πολὺ γὰρ θάττω τὰ τῆς φήμης πτερὰ τῶν ἐκείνους φερόντων τροχῶν. ἐχρήσαντο δὲ οὐδὲν οὐδὲ τῷ διὰ τῶν ἀνωνύμων γραμμάτων ἐπὶ σὲ πολέμῳ τῶν μυρία δὴ στησάντων τρόπαια καὶ φρόνημα ἄρχουσι καθελόντων. μὴ θρηνεῖν δὲ ἐλαυνομένους οὐκ ἦν. εἰ δέ σοι τούτου δίκην ὤφειλον, καὶ τοῖς τυράννοις οἱ τυραννούμενοι. ἀλλʼ οὔτε ἐκείνοις ἐκεῖνοι οὔθʼ οἵδε σοί, ἀλλʼ οἱ τῆς κραυγῆς αἴτιοι τοῖς ταύτης ἄξια παθοῦσιν.

Ἀλλά, νὴ Δία, τὰ μετὰ τὴν πύλην τῶν πρὸ αὐτῆς ἐπιεικέστερα; ἀλλʼ οὐκ ἂν μὲν φαίην, ὡς οὐκ εὐπόρησε τῶν ἐπαινούντων, ἦσαν δὲ οὗτοι τίνες; οἷς ἄρουρα μὲν τὰ τῶν ὀρχηστῶν κάτω, μᾶλλον δὲ ἄμφω, τά τε κάτω τά τε ἄνω. λέγεται δὲ πᾶν τὸ ἐπελθόν, κἂν πάντες κωλύωσί με. τούτοις πρὶν ἥκειν δεῦρο διαδοὺς χρυσίον καὶ πρότερον ἑτέραις κατειλημμένοις χάρισι ταῖς διὰ τῶν ὀρχηστῶν ἐπὶ ῥήματα τοιαῦτα ἐξήγαγεν, ἃ θαυμάσαιμʼ ἂν εἰ μὴ κοινὴν τῆς πόλεως ποιήσει τὴν ζημίαν. ἀρξάμενοι γὰρ ἀπὸ τῶν θεῶν καὶ τούτους μαστιγώσαντες ἐν τοῖς λόγοις ἠσέβησαν μὲν εἰς τὸν αὐξόμενον τοῖς Ῥωμαίων πράγμασι τὸν καλὸν Ἀρκάδιον, οὐκ ἀπέσχοντο δὲ τῆς τῶν ἐπάρχων συνωρίδος, τοῦ μὲν πατρός τε καὶ διδασκάλου, τοῦ δὲ παιδός τε καὶ μαθητοῦ, λύκους ἐπαφιέντες τοῖς Λυκίοις. ἔτι τοίνυν ἔπαυσαν μὲν τὰς τέχνας, ἀπεῖπον δὲ τῷ λαβόντι τὴν ἀρχὴν μὴ προσιέναι τῇ πόλει. καὶ ταύτης τῆς μανίας τιμὴν ὁ μὲν ἔδωκεν, οἱ δὲ ἔλαβον. καὶ τούτων ἑτοιμασθέντων αὐτῷ καλλωπισάμενος ἱματίοις ὁ θεοῖς ἐχθρὸς προελθών, ὡς δὴ λουσόμενος, εἰς μέσους αὐτοὺς ἐμπεσὼν ἑσπέρας τῷ λουτρῷ χαίρειν εἰπὼν ἀναστρέψας οἴκαδε ἐβάδιζε παραπεμπόμενος ὑπὸ τοσαύτης ἀσελγείας. καὶ οἱ μὲν ἠσέλγαινον, ὁ δὲ ἐβρενθύετο ὥσπερ ἐν τοῖς ἐκείνων ἢ αὐτοῦ βελτίονος ἀντὶ χείρονος ἢ χειρόνων ἐκείνων ἀντὶ κρειττόνων ἐσομένων. καὶ ὅπως διὰ πάσης γε ὑπερβολῆς ἔλθοι τὰ τῆς ὕβρεως καὶ παραλειφθείη μηδὲν μηδὲ σιωπηθείη, σκότῳ ποιεῖ πλείω τὴν παρρησίαν ἀφελὼν τὴν λαμπάδα. οἱ δʼ οὔτε πυρὸς οὔτε σελήνης ἐλεγχούσης ἐκώμαζον. ἥλωσαν μέντοι καὶ οὕτω τινὲς φωνῇ τε καὶ γέλωτι καὶ τῷ καλεῖν ἀλλήλους. καὶ τῶν θεῶν γε βουλομένων δώσουσιν αὐτίκα δίκην. ἣν αἰσχρῶς διαφυγὼν Λουκιανὸς ὁδοὺς ἀναισχύντους, ὡς ἔστιν ἀκούειν, ἔρχεται τὴν πόλιν ἡμῖν εἰς αἰτίας ἑτέρας ἐμβεβληκώς. ἐν γὰρ δὴ τοῖς τοιούτοις κακοῖς, κἂν τὸ πλέον σωφρονῇ, μετὰ τοῦ μανέντος ἐγκέκληται συκοφαντούμενον μέν, ἔξω δʼ οὐκ ἔνι καταστῆναι μέμψεως.

Τούτων τοῖς ἐπαίνοις γαυριᾷ Λουκιανός. οἷς ἄν τις εἰκότως χρήσαιτο τεκμηρίοις τοῦ πρὸς ἔσχατον ἥκειν αὐτὸν κακίας. ὥστʼ εἰ καὶ τοῦτο μόνον ἤγγειλέ τις βασιλεῖ, ὅτι συμφορὰ μὲν τοῖσδʼ ἐστὶ τὸ τῆς ἀρχῆς τὸν δεῖνα πεπαῦσθαι, πλείστου δʼ ἂν τιμήσαιντο πάλιν αὐτὸν ἐπὶ τῆς αὐτῆς ἰδεῖν, καὶ κατὰ τοῦτʼ ἂν αὐτὸν ὀφείλειν ἐνόμισε δίκην.

Ἀλλʼ ὅμως τινὲς ἠξίουν καὶ τοὺς οὐ τοιούτους τὰ τούτων ἁμαρτάνειν καὶ θρηνεῖν ὡς πηγῆς ἀγαθῶν ἀπολωλυίας τῇ πόλει. κακῶν μὲν οὖν ἀφορμῆς. ταῦτα δέ ἐστιν ἀτιμίαι, πληγαί, νόμων καὶ δίκης ἀσθένεια, φόβος συνδίκοις, περιοφθεὶς γυμνὸς ὁ πολιτευόμενος, ἔφεσις κεκωλυμένη δέει, φρόνημα τῶν οὐδενὸς ἀξίων, ταπεινότης τῶν πολλοῦ, μέγας ὁ μῖμος, οὐδὲν ὁ διδάσκαλος, πολλαὶ ψευδολογίαι, τούτων ἐν ταῖς πλείοσιν ἐπιορκίαι.

Ταῦτα καὶ ἃ μηδὲ ἐξειπεῖν ῥᾴδιον πεπαῦσθαι μὲν ἀγαθὸν μέγα, εὐεργέτης μὲν ὁ στρατηγὸς ὁ τὸν ὕπαρχον κεκινηκώς, εὐεργέτης δὲ Τατιανὸς οἷς ἤκουσε πληγείς, εὐεργέται δὲ ἄμφω πάλιν τοῖς ὡς βασιλέα περὶ τούτων γράμμασι ταὐτὰ μὲν βουλομένοις, ταὐτὰ δὲ φθεγγομένοις, ἀλλʼ ἀδικοῦμεν ἡσθέντες χρημάτων μὲν κακῶς δοθέντων καλῶς ἀναστρεφόντων, ἐθῶν δὲ τῶν τε ῥωμαλεωτέρων τῶν τε ὡραιοτέρων ὅθεν ἐκινήθησαν ἐπανιόντων, εἰκόνων δὲ τῶν ἴσων ἀξιουμένων, παρέδρου τε συνειλημμένου στρατιωτῶν τε, τῶν μὲν ταῦτα ἐπαινεσάντων, τῶν δὲ εἰσηγησαμένων; εἰ γὰρ ἀποκτεῖναί τε αὐτὸν ἔδοξε βασιλεῖ καὶ προσαποστερῆσαι ταφῆς, οὐ καὶ τόθʼ ἡμᾶς χαίρειν ἐχρῆν καὶ ᾠδαῖς ἀμείβεσθαι τὸ ἔργον; τί δʼ ἂν ἥδιον γένοιτο τοῦ παμπόνηρον ἄνθρωπον καὶ ἔχιν σφάττεσθαι, καίεσθαι, κατακόπτεσθαι;

Ταυτὶ μὲν οὖν ὅ τε Ἥλιος ἥ τε Θέμις ἐπίδοι θεοί τε ὧν ἐπὶ τοῖς ἡμετέροις ὄρεσιν ἱερὰ παρὰ τῶν ἐκ τῆς Ἑλλάδος δεῦρο μετῳκηκότων ἱδρυμένα· τοῖς δʼ Ἀντιοχέων ὑγιαίνουσι καὶ τὰ πεπραγμένα αἰτιωμένοις μὴ τοσοῦτον ἀρκείτω μηδʼ ὀμνύτωσαν οἱ βουλεύοντες μόνον ἀλγεῖν τοῖς τετολμημένοις, ἀλλʼ ἔργῳ τοῦτο δεικνύτωσαν. τοῦτο δέ ἐστιν ἑλεῖν διʼ ὅσων ἔνεστι τοὺς γλώττας ἀκολάστους ἔχοντας καὶ παραδοῦναι τοῖς νόμοις, τῶν ξένων διακρῖναι τοὺς μετριωτέρους ἀπὸ τῶν κατορωρύχθαι δικαίων καὶ τῶν μὲν συνήδεσθαι τῇ πόλει μενόντων, τῶν δʼ αὐτὴν ἐλευθεροῦν ἐκβάλλοντας, ἐξωθοῦντας, ἐκκηρύττοντας. ἡ δὲ κρίσις· οἷς μέν ἐστιν οἶκος καὶ γυνὴ καὶ τέκνα καὶ τέχνη, τούτοις μὲν μεταδιδόναι τῆς πόλεως ἄξιον ὡς ἐν τούτοις αὐτῶν τῆς εὐταξίας δηλουμένης, οἷς δʼ ἀντὶ τούτων ἁπάντων τὰ παρὰ τῶν ὀρχουμένων, ζητεῖν κελεύειν ἑτέραν αὑτοῖς πόλιν ἐπʼ ὤμων τοὺς ὀρχηστὰς φέροντας. ἔστι δὲ οὐκ αἰσχρὸν ἡμῖν αἰτῆσαι ταύτην παρὰ βασιλέως τὴν χάριν ἀφʼ ἧς εἶναι δόξομεν αὐτῷ βελτίους ἐν τῷ ψηφίσματι τοὺς τρόπους ὁρῶντι τῆς πόλεως. μὴ γὰρ οἰέσθω μηδεὶς ξίφει ταῦτά ποτε στήσεσθαι καὶ θανάτοις, οὐδὲ γὰρ τὰ νῦν ἐπέπρακτο ἂν ἕνεκά γε θανάτων, εἴπερ ἦν τι τοσοῦτον ἐν τοῖς θανάτοις. νῦν δʼ ὁμοῦ περί τε τῶν οὕτως ἀπελθόντων ἐν τῷ θεάτρῳ πρὸς ἀλλήλους λέγουσι καὶ τὰ πρότερα κρύπτεται τοῖς δευτέροις τῶν ὀρχηστῶν αὐτοὺς τὸ φρονεῖν ἀφαιρουμένων πλέον τι τῶν προτέρων δυνηθέντων ἐχόντων πολλοὺς ἑτοίμους ὑπὲρ αὐτῶν τελευτᾶν.

Τὴν μὲν οὖν τήμερον ὀργὴν ὑμῶν ἐπαινῶ καὶ τὸ φάσκειν οὐκ οἴσειν, εἰ μὴ λάβοιτε δίκην· ἣν δʼ ὑπὲρ τοῦ μέλλοντος ἔχω γνώμην, ἐγὼ πιστεύω οὐ λειφθήσεσθαι τῶν μάντεων. οὗτοι γὰρ οἱ χαλεποὶ καὶ ὦ Γῆ τε καὶ Ἥλιε βοῶντες λουσάμενοί τε καὶ δειπνήσαντες καὶ πολὺν τοῖς ἐκπώμασιν ἐπισπασάμενοι τὸν ὕπνον καὶ μόλις ἐγερθέντες οὔτε πρὸς ἑαυτὸν ἕκαστος οὔτε πρὸς ἄλλον ἐρεῖ τι περὶ τούτων, ἀλλὰ καὶ τῶν τε πεπραγμένων τῶν πολλῶν οὐδὲν εἴρηται οὔτʼ εἶπέ τις οὐδένα κακῶς οὐδὲ ἤκουσεν, ἡκούσης δὲ ἤδη τῆς φλογὸς ἢ τῆς νεφέλης ἢ τῶν κυμάτων πολὺ τὸ τοῦ Δημοσθένους ἐν στόμασι· νὴ τὸν Δία, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι. τὸ δʼ αἴτιον, μισοῦσιν ἀλλήλους καὶ τοῖς ἀλλήλων φθονοῦσιν ἀγαθοῖς, κἂν εἴπῃ τις γνώμην τῷ κοινῷ λυσιτελοῦσαν, στέρεσθαι τοῦ κέρδους ἕλοιτʼ ἄν τις ἢ κερδᾶναι διὰ τῆς ἑτέρου φρονήσεως. ὃ δὴ καὶ καθεῖλε τὴν βουλήν. καὶ μικρὰν ἐκ μεγάλης ἐποίησε τὸ μὴ ταὐτὰ φρονεῖν, τὸ μὴ συμπνεῖν, τὸ μὴ τῶν αὐτῶν ὀρέγεσθαι, τὸ μὴ συνεστάναι, τὸ διῃρῆσθαι, τὸ διακεκόφθαι, τὸ πολλὰς εἶναι τὴν μίαν, τὸ τὰ τοῦ λέγοντος ἐν τοῖς δικαστηρίοις ὑπὸ τῶν οὐ λεγόντων διὰ τῶν προσώπων ψέγεσθαι μετὰ σιγῆς, τὸ τὸν ὑβριστὴν ἄρχοντα τῶν ἐπαινούντων εὐπορεῖν. τὰ δὲ τῶν ἔμπροσθεν οὐ τοιαῦτα, ἀλλʼ ὁμοθυμαδὸν ἐπὶ τὰς πράξεις ᾔεσαν καὶ ὅ τι φαίνοιτο συμφέρειν, ταῖς ἁπάντων ψήφοις κύριον ἦν ὅ τε παροινῶν ἄρχων εἰς ὁντινοῦν εἰς ὅλην ἐδόκει τοῦτο ποιεῖν, καὶ τὸ κοινὸν σχῆμα πλέον εἶχε τῶν πρὸς ἀλλήλους ἐγκλημάτων εἰπόντες τέ τι δράσειν ἔδρων μὴ ποιήσειν τε οὐκ ἐποίουν. τί δὲ νῦν; χθὲς ἐγώ τε κἀκείνων τέτταρες μικρόν τι μετὰ μεσημβρίαν συγκαθήμενοι τὴν ἐν ὑπαίθρῳ κατειληφότες ὁδὸν λόγοις ἐχρώμεθα κατὰ τῶν ἠσελγημένων καὶ ὅτι δεινὰ ποιήσομεν, εἰ ταῦτα περιοψόμεθα. καὶ ἐδόκει δὴ δεῖν καλεῖν τε τὴν βουλὴν εἰς τὸ βουλευτήριον καὶ ψηφίσματα γράφειν ἀφʼ ὧν ὅτι πορρωτάτω τῆς αἰτίας ἔσται. ταῦτα εἴρηται, ταῦτα οὐ πέπρακται. τῆς γὰρ ἐπιούσης ἐγὼ μὲν ἐχώρουν ὡς τὴν βουλὴν ἐν τῷ βουλεύειν οὖσαν εὑρήσων, τῶν δὲ δύο μὲν ἀπηντήκεσαν καὶ ἦσαν οὐ κακοὶ περὶ τὰς συνθήκας, δύο δὲ ἀφανεῖς ἤστην παραινέσαντες, οἶμαι, καὶ τοῖς ἄλλοις σφᾶς αὐτοὺς ἀφανίζειν. σημεῖον δέ· ἐκφανέντες γὰρ ἑσπέρας οὔτʼ αὐτοὶ πρόφασιν ἔλεγον ἐκείνους τε ᾐτιῶντο. εἶτα ἔτι θαυμάζουσιν, εἰ μηδὲν ποιοῦντες ὧν τοῖς κρατήσουσι προσήκει κρατοῦνται ῥᾳδίως καὶ τὸ νικᾶν ἐστι τῶν πολλῶν.

Ἡ μὲν οὖν βουλὴ παρὸν αὑτῇ βοηθεῖν οὐκ ἠβουλήθη, ὁ δʼ ἡμμένος ἡμῖν τῆς ἀρχῆς ἥκων ποιήσεται μὲν τῶν ἐνταυθοῖ πραγμάτων προοίμιον τὴν τῶν ὑβρικότων δίκην, οἱ δὲ γονάτων ἅψονται τῶν νῦν ὑπερορωμένων. οἷς οὐ δίκαιον μὲν ἀμύνειν, οἱ δὲ καὶ οὕτως ἀμυνοῦσιν.