eul_wid: swk-el
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 55 (To Anaxentius) by Libanius of Antioch

Anaxentius, a student at Antioch, has been unsettled by letters from his father calling him home, and Libanius advises him to stay. He insists on the honour owed to a father, but recalls that the Greeks stayed at Troy though their homes suffered, quoting Thucydides on the troubles of their late return; leaving early, the young man would be a sophist without a school or victories. He tells Anaxentius to treat those who advise otherwise as enemies of him and his father.

Part of Orations 1–64

ΠΡΟΣ ΑΝΑΞΕΝΤΙΟΝ.

Ὁρῶν σε πρὸς τὰς παρὰ τοῦ πατρός, ὦ φίλτατε, τεταραγμένον ἐπιστολὰς καὶ ἅμα τῶν ἐνταυθοῖ τινας αἰσθανόμενος ταὐτὰ ποιοῦντας τοῖς γράμμασιν οἶμαι δεῖν ποιεῖν ἀφʼ ὧν ἔσῃ βέλτιον βεβουλευμένος. ἴσως μὲν γὰρ ἔσται τι καὶ τῷ συμβούλῳ, πολὺ μέντοι τῷ πεισθέντι μεῖζον ἢ τῷ πεπεικότι τὸ κέρδος.

Τὰ μὲν οὖν ἀγγελλόμενα περὶ τὸν σὸν εἶναι νυνὶ πατέρα διὰ τὴν σὴν ὡς ἡμᾶς ὁδόν, τὰ μὲν ἔργοις, τὰ δὲ λόγοις, τῷ πάσχοντι λύπην οὐ μικρὰν ἔχοντα ἑκάτερα καὶ ἡμᾶς ἂν εἰκότως λυποίη. μὴ γάρ με ὑπολάβῃς ἐθίζειν σε τοῦ γεννήσαντος ὀλιγωρεῖν. ἅ τε γὰρ οἱ νόμοι λέγουσιν οἶδα καὶ πρὸς τοῖς ὑπʼ ἀνθρώπων κειμένοις τούτοις τὸν τῆς φύσεως οὐκ ἀγνοῶ καὶ ὅτι μετὰ τοὺς θεοὺς τοῦτο τίμιον καὶ ὅτι τούτῳ τὰ μέγιστα τῶν χρεῶν ὀφείλομεν καὶ οὐκ ἐλάττω γε ἢ πατρίσι καὶ ὅτι χείρων τῶν θηρίων ὁ περὶ ταῦτα ἁμαρτάνων. πᾶν γὰρ ἀδίκημα τοῦδε μετριώτερον, καὶ πολεμίων ἐπιόντων δεῖ γονεῦσιν ἀμύνοντα δέχεσθαι μεθʼ ἡδονῆς πληγήν, ἀφʼ ἧς ἔστιν ἀπελθόντα θαυμάζεσθαι καί, τό γε ἐπὶ τὴν δόξαν ἧκον, ζῆν τε ἀεὶ καὶ εἶναι. πατρὸς δὲ προδότῃ καὶ κακῷ περὶ τὰς τοιαύτας ἀμοιβὰς μήθʼ ὁμωρόφιός ποτε γενοίμην μήτε ὁμοτράπεζος μήθʼ ἑκὼν μήτʼ ἄκων. καὶ ταῦτα οὐκ ἄλλῳ παραινεῖν ἄμεινον ἢ ἐμαυτῷ. δυοῖν τε γὰρ ἐπιδειξέοιν, τῆς μὲν περὶ τὸν πατέρα, τῆς δὲ περὶ τὴν μητέρα, τὴν μὲν ὑπὸ τοῦ ταχέως ἐκεῖνον ἀποθανεῖν ἀφῃρέθην, τὴν δὲ οὐ φαύλην οἶμαι πεποιῆσθαι, ὥστε μοι καὶ μιμητὰς γενέσθαι τινὰς τῆς οὔσης μοι δόξης ἐπὶ τοῦτο ἀγούσης.

Καὶ νῦν εἰ ἐπανήκων παύσεις μὲν τοῦ κακῶς ποιεῖν τοὺς ἐπιβουλεύοντας, ἀνελὼν δὲ τὰ δυσχερῆ λεῖον αὖθις καὶ ἀπράγμονα τῷ πατρὶ καταστήσεις τὸν βίον, σπεῦδε, μὴ μέλλε, πορεύου, καὶ τοῦτό γε οὐκ ἂν οἶμαι τὸν Ἑρμῆν οὐκ ἐπαινέσαι· εἰ δὲ τὸν μὲν νῦν ἐχθρὸν οὐδὲν ἂν μεταβάλοι οὐδʼ εἴσεται χάριν ὧν αὐτὸς ἠνάγκασεν, οὐδὲν ἑκὼν ἔπραξας, ἃ δὲ μὴ βουλόμενος ἧξας, ἰσχυρότερα ποιήσεται, τί τὸ κέρδος τοῖς νῦν οὖσι δυσκόλοις προσθεῖναι τὴν περὶ τοὺς λόγους ζημίαν; ὅτι μὲν γὰρ ὡς ἐπὶ τὸ βέλτιον ἧκες, αὐτὸς ἥκων ὡμολόγησας. οὐ γὰρ ὅπως ἴδοις τὴν πόλιν, ἀφῖξαι, ἀλλʼ ἦν αἴτιον οἱ λόγοι. εἶναι δὲ ὁμοῦ παρʼ ἄλλοις καὶ τῶν τῇδε μετέχειν οὐχ οἷόν τε.

Ἀλλὰ μὴν οὐδεὶς ἐγγυητής, ὡς ὁ δυσμενὴς ἐκεῖνος καὶ πικρὸς καὶ χαλεπὸς ἐκβαλεῖ μὲν ἐκ τῆς ψυχῆς τὴν ἀπέχθειαν, σπείσεται δὲ πρὸς τὸν λελυπηκότα, ἀντὶ δὲ τοῦ κακὰ παρέχειν τῶν εἴ τις ἐπʼ αὐτὸν ἴοι συμμαχησόντων ἔσται. ἀλλὰ ἀνιάσει μὲν ἐκεῖνον οἷσπερ νῦν ἢ καὶ ἔτι πλείοσι, προσθήσει δὲ σὲ τῷ πατρὶ νομίζων αὑτῷ δίκην ὀφείλεσθαι παρʼ ἀμφοῖν, σοῦ μὲν τὴν τοῦ τῶν ἐμῶν ἐπιθυμῆσαι, τοῦ πατρὸς δὲ τὴν τοῦ συγκεχωρηκέναι. καίτοι μὴ νόμιζε τὸν μὲν ἔμπειρον πραγμάτων ἐλαύνεσθαι καὶ πάσχειν κακῶς, πατέρα τὸν σόν, σὲ δʼ ἂν τὴν ἐκείνου δύναμιν διαφυγεῖν, ἣν ἐκ τοῦ μόνος κατειληφέναι τὴν πόλιν ἔχει. ἐὰν οὖν ἐξ αἰτίας ψευδοῦς ἐπιστήσας σοι συκοφάντην ἢ ὅλως ἀναρπάσῃ ἢ δήσῃ, πολλοὺς δὲ ἴσμεν πολλοῖς τοιαῦτα ἄρχοντας κεχαρισμένους, πότερον τῷ πατρὶ λελυκὼς ἔσῃ συμφορὰς ἢ τῶν οὐσῶν ἐκείνῳ κεκοινωνηκώς; οἶδα δὲ ἔγωγέ τισι τὸν δεσμὸν ἐξ ἐπιβουλῆς ἐνεγκόντα θάνατον, ὃ σύ γε μηδʼ ὄναρ πάθοις.

Ἐρεῖς, νὴ Δία, χρηστὸς ἔσεσθαι περὶ αὐτὸν καὶ δίκαιος καὶ ποιήσειν οὐδὲν ἔτι τοιοῦτον. καὶ τίς ὅρκος οὕτως εἶναι δόξει φοβερός, ὃς τῆς ἀπιστίας ἐκείνου περιέσται; ἡγήσεται γὰρ ἀναβολὴν εἶναι τῆς γνώμης τὸν ὅρκον, καιροῦ δὲ διδόντος πάλιν σε τὸν αὐτὸν ἔσεσθαι καὶ τῶν αὐτῶν ἀντιλήψεσθαι διατριβῶν καὶ λόγων. οὐκοῦν μισήσει μὲν ταῦτα λογιζόμενος, μισοῦντα δὲ ἕξει σὲ τὸν ὑπʼ αὐτοῦ μισούμενον. οὕτω δὲ πρὸς ἀλλήλους ἔχοντας ἓν ποιμαίνειν ποίμνιον καὶ χαίρειν μὲν τοῖς ἀλλήλων κακοῖς, προσποιεῖσθαι δὲ τοῖς ἀγαθοῖς, εἰ καὶ μὴ ʼκείνῳ δεινόν, σοί γʼ ἂν εἴη βελτίστῳ γε ὄντι καὶ δικαίῳ καὶ ὡς ἀληθῶς ἐλευθέρῳ. ζῆν γὰρ ἀνάγκη σὺν ἀηδίᾳ γε καὶ τῷ μοχθηρὸν ἑαυτὸν ὑπολαμβάνειν καὶ τῷ κατεγνωκέναι μὲν ὧν ποιεῖς, φυγεῖν δὲ αὐτὰ μὴ δύνασθαι. ὁριεῖ δὲ ὑμῖν οὐ τὰ χωρία τῶν λόγων τὰς ὁμιλίας οὐδὲ λουτρά τε καὶ ἐργαστήρια καὶ αἱ τῶν ἀρχόντων ὁδοὶ χωρούντων τε ἄλλοσε καὶ ἐπανερχομένων. ἀλλὰ καλεῖ μὲν κἀπὶ τράπεζαν ἐκεῖνος, πολλοὶ δὲ οἱ τοῦτο ποιοῦντες καιροὶ καὶ ἄνευ γε τῶν καιρῶν πολλάκις ὁ τρόπος. πολλοῖς γε ἥδιον ἑστιᾶν ἤ τισιν ἑστιᾶσθαι. τί οὖν τότε ποιήσεις; τὸ μὲν γὰρ οὐχ ὑπακούειν χαλεπὸν ἂν εἴη ποιοῦντος, τὸ δʼ ὑπακούειν ἀναισθήτου τε καὶ οὐ βουλομένου τὰ πεπραγμένα εἰδέναι καὶ ὃν καὶ γράψαιτʼ ἄν τις τὸν πατέρα τε λέγων καὶ οἷα ἠδικημένος οἷα ποιοῦντα τὸν παῖδα ὁρᾷ τὸν ἑαυτοῦ. καὶ μὴν εἰ μὲν ἐκείνου προαπέλθοις, ἀλγῶν ἂν ἀποθνήσκοις οὐ τυχὼν ὧν ἐπιθυμεῖς· εἰ δὲ ἐκδέξαιο τεθνεῶτος αὐτοῦ τὴν ἀρχήν, ζητῶν ἃ λαβεῖν ἐκωλύθης αὑτὸν ἂν κατεσθίοις.

Ὁ πατὴρ γὰρ ἀδικεῖται παρὰ τοῦ κριθέντος ὑπὸ σοῦ μὴ σπουδαίου διδάσκειν. πόσοι δὲ ἄλλοι πατέρες ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐξωργισμένων τῶν διδασκόντων ὑβρίσθαι λεγόντων, χωρούντων δὲ ἐπὶ τὰς τιμωρίας τῶν παρόντων οὐκ ἐχόντων τοὺς ἀπηρκότας λαβεῖν; οὐχ αἱ μητέρες τεθνεώτων τῶν πατέρων εἱλκύσθησαν εἰς ἀγορὰν ἀήθεις οὖσαι τοῦ πράγματος καὶ κλύδωνί τε καὶ χερσὶ στρατιωτῶν παρεδόθησαν; οἷς δὲ οὐδέτερον, οὔτε πατέρες οὔτε μητέρες, ἐπί τε τοὺς οἰκέτας καὶ τοὺς ἀγροὺς ἧκον τοὺς αὐτῶν καὶ οἷς τούτων ἔμελεν ἄγχοντες καὶ ἀποπνίγοντες ἀναγκάζοντες τῶν ἄλλοσε δεσποτῶν πεπορευμένων καταβοᾶν.

Εἶδον δὲ ἔγωγέ τινας δρασμῷ μὲν ἐπὶ τοῖς λόγοις χρησαμένους ἐν ἀγνοίᾳ γονέων τοῦτο πεποιηκότας, οὐ μὴν ὀνήσαντάς γε τοὺς γονέας τῷ μαθεῖν οὐδὲ ἀπηλλαχότας παρὰ τοῦτο τῶν παρὰ τῶν σοφιστῶν αὐτοῖς κακῶν, ἀλλʼ οἱ μὲν ἐμάνθανον, οἱ δὲ ἐπολεμοῦντο. καὶ οὐδένα τούτων οὐδὲν πρὶν ἢ προσήκειν ἐπανήγαγεν. οὔτε γὰρ οἱ πατέρες τοιαύτας κλήσεις ἐκάλουν οὔθʼ αὑτόν τις τῶν νέων τοιαῦτα ἠδίκησεν, ἀλλʼ οἱ μὲν ἐν τοῖς αὑτῶν καμάτοις παρεῖχον τοῖς ἐξ ἑαυτῶν κτᾶσθαι λόγους, οἱ δὲ οὐκ ἐποίουν κακῶς ῥιπτοῦντες ἃ διώκοντες ἧκον. ἐνοχλεῖται νῦν ὁ σὸς πατήρ; καινὸν οὐδέν. ἕξῃ μένων αὐτὸς τῶν λόγων; καὶ τοῦτο τῶν εἰωθότων. ἢ δεῖξόν μοι παῖδας ἐκ μέσου τοῦ μανθάνειν ἀνασπωμένους, ἔπειτα ἐλθόντας οἴκαδε παρεστηκότας τοῖς φύσασιν ἀτιμίᾳ μόνῃ τὴν βοήθειαν πορίζοντας. τί γὰρ ἂν καὶ προσετίθεσαν; ἀλλʼ οὔτε Ῥώμη ταῦτα ἐπεῖδεν οὔτε τῶν αὐτοχθόνων ἡ πόλις οὔθʼ ἡ τέρπειν πεφυκυῖα Βηρυτὸς οὔθʼ ᾗ τὰς ἀρχὰς Ἀλέξανδρος ὁ Φιλίππου δέδωκεν ἤ, εἰ βούλει γε, ὁ τοῦ Διός.

Ὃ τοίνυν οὐδʼ ἐνθάδε ἴσμεν γεγονὸς ἀπὸ τοιαύτης προφάσεως, ἐπʼ ὀρφανίᾳ γέ τινες τοῦτʼ ἐποίησαν, μᾶλλον δὲ οἱ ταῖς ὀρφανίαις εἰς ῥᾳθυμίαν χρησάμενοι. οἷς γὰρ αὖ ἔρως παιδείας, τὰ μὲν ἀφεῖσαν ἐπιτρόποις καὶ νόμοις, αὐτοὶ δὲ ἔπινον, οἷα δὴ τῶν Μουσῶν αἱ πηγαί. σοὶ δʼ ὁ πατήρ, εἰ καὶ ἀνθρώπῳ δυσχερεῖ συμπέπλεκται, ἀλλὰ ζῇ γε καὶ φωνὴν ἔχει καὶ φθέγγεται καὶ οὐκ ἀκούει τι μᾶλλον τῶν ἀηδεστέρων ἢ λέγει. ἴσως δʼ ἄν τι καὶ παιόμενος ποιοῖ παραπλήσιον πύκταις ἐκείνοις οἳ τῷ δύνασθαι πληττόμενοι φέρειν τοὺς πλήττοντας ἀπειπεῖν ἠνάγκασαν. καὶ μὴν εἰ μὲν πλουτεῖτε, κατὰ τοῦτʼ ἂν ἀντέχοιτε· εἰ δʼ ὀλίγα τὰ ὄντα ὑμῖν, οὐδὲν ἂν ὑμῖν ἐν ταῖς προσβολαῖς ἀπολλύοιτο μέγα.

Τῇ μητρὶ τἠμῇ συμμάχων μὲν ἔδει ποτέ, ἐβοήθει δὲ οὐδείς. ἀπεδήμουν δὲ αὐτός, ἐν οἷς δὲ ἦν, ἤκουον. ἀλλʼ ὅμως οὔτε ἀνεκαλούμην οὔτε ἄκλητος ἀνιστάμην. οὐδετέρῳ γὰρ τοῦτʼ ἐφαίνετο πρέπειν. ἀλλὰ τὰ μὲν τῆς οὐσίας ὑπέρρει καὶ τῶν πωλούντων ἦν ἀγρούς, πολλὴν γῆν ἀπὸ πολλῶν ἐργαζομένην. ὅμως δὲ ἦν οὗπερ ἦν, νομίζων οὐ τὸ τὴν ἐν τῇ μάχῃ τάξιν λιπεῖν εἶναι μόνον κακόν, ἀλλὰ καὶ τὸ τὴν τοῦ μανθάνειν, εἴτε τις ὑπὸ τοῦ πατρὸς εἴη ταχθεὶς εἴτε αὐτὸς ὑφʼ ἑαυτοῦ. πρὸς μὲν οὖν τὰς ἀγγελίας ἔκυπτον εἰς γῆν ἀπὸ λύπης καὶ τῆς λύπης μὲν οὐ περιῄειν ζητῶν φάρμακον, ἀλλʼ εἶχον ἐγγὺς ἐπʼ αὐτῶν τῶν χειρῶν αὐτὰ τὰ βιβλία, καὶ τῶν ἐξιόντων ἀγρῶν ἃ παρὰ τούτων ἦν ἀντιλαβεῖν ἐφαίνετό μοι καλλίω καὶ τιμιώτερα.

Ἀλλʼ οὐδὲ Δημοσθένης ὁ Παιανιεὺς ἐν τῇ τῶν ἐπιτρόπων ἀδικίᾳ καὶ ταῖς κλοπαῖς καὶ ταῖς ἁρπαγαῖς τῇ μητρὶ παρεστηκὼς ἐθρήνει, ἀλλὰ καίτοι νοσήμασι τῶν περὶ τοὺς λόγους ἱδρώτων εἰργόμενος ὅμως ἦν ἐν τοῖς πόνοις, ἀφʼ ὧν ἔμελλεν εἰς ἄνδρας ἥκων δείξειν Ἀφόβῳ καὶ τοῖς ἄλλοις, ὡς οὐκ ἀκίνδυνα ἐτρύφων.

Πόσα μὲν ἤκουεν Ὀρέστης ἐν Φωκεῦσι τρεφόμενος περὶ τῶν ἐν Μυκήναις Αἰγίσθῳ τολμωμένων, ὃς οὕτω γήμας κακῶς οὐδὲ τὰς θυγατέρας εἴα τοῦ μετὰ Τροίαν ἐν δείπνῳ πεσόντος ἀναπνεῖν, ἀλλʼ ὅμως ἀνέμενε τῆς καθόδου τὸν καιρόν. εἰ δὲ προηπείχθη, τὸν μὲν βουλόμενον δίκην λαβεῖν ἐδείκνυεν ἄν, τούτου δὲ οὐδὲν ἂν εἶχε πλέον.

Ἀναμιμνήσκου δὲ καὶ τοῦ μετὰ λύτρων ἐπὶ τὸν νεκρὸν τὸν Ἕκτορος ἥκοντος. ὁ τοίνυν Πρίαμος ἄγων εἰς ἔλεον Ἀχιλλέα διὰ τῆς μνήμης τοῦ Πηλέως καὶ τῶν λόγων ταύτην ἀρχὴν ποιησάμενος κἀκεῖνον ἔφη βαρυτάτων πειρᾶσθαι τῶν περιχώρων. καὶ οὐκ ἀντεῖπεν Ἀχιλλεὺς ἀκούων τούτῳ τῷ μέρει τῶν λόγων, ὡς ἄν τις εἰδώς, ὅτι ταῦθʼ οὕτως ἔχει. ἀλλʼ οὐ διὰ τοῦτο τὸν πόλεμον καὶ τὰ τοῦ πολέμου πράγματα ἀφεὶς καθελκύσας τὰς ναῦς ἧκεν εἰς Φθίαν κουφότερον τῷ Πηλεῖ ποιήσων τὸν βίον, ἀλλὰ τοὺς μὲν ἐμίσει, τῶν δὲ οὐκ ἀφίστατο. οἶμαι δʼ ἐν οἷς Πηλεύς, καὶ πολλοὺς ἑτέρους εἶναι συγγενεῖς τῶν τῇ Τροίᾳ προσεδρευσάντων. μάρτυς δὲ ἱκανὸς τῶν τοιούτων κακῶν ὁ Θουκυδίδης λέγων· ἥ τε γὰρ ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσεν, ὥστε μὴ εἶναι τοῖς ἐπανήκουσιν ἡσυχίαν εὑρεῖν. ἀλλʼ οὔτε τῶν ἄλλων οὐδεὶς τῶν οἴκοι φροντίζειν μᾶλλον ἠξίωσεν οὔθʼ ᾧ τοσαύτη πρόφασις ἀποπλεῖν ὑπῆν τὰ περὶ τὸ γέρας καὶ τὴν ὕβριν. ὁ δὲ οὐδὲ τῶν ὀμωμοκότων εἷς ἦν. ἔτι τοίνυν οἱ μὲν ἔμενον ἐν τῷ πολεμεῖν, ὅπως εἷς τὴν αὑτοῦ γυναῖκα κομίσαιτο. μόνος γὰρ ὁ Μενέλαος ἠδίκητο καὶ σῶμα ἓν ἥρπαστο, ἡ Ἑλένη. σὺ δὲ οὐκ ἄλλῳ πονήσεις, ἀλλὰ σὸν τοῦτο ἔστιν. ὥσπερ ἐκεῖνος ἐκείνην, οὕτως αὐτὸς τοῦθʼ ἕξεις.

Ἐδείκνυον μὲν οὖν ἄνω που τῶν ἀμηχάνων ὂν τῷ σοφιστῇ πρὸς ὑμᾶς ἐπὶ τοῖς πεπραγμένοις γενέσθαι ποτʼ ἂν φιλίαν, δῶμεν δὲ πολλὴν καὶ μεγάλην καὶ οἵαν ταῖς ὑμνουμέναις παραβάλλεσθαι γενήσεσθαι. ὑμεῖς δὲ μὴ τοῦτο λογίζεσθε μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν ἐσομένην ζημίαν. ἢ θησαυροῦ μὲν κωλυόμενοι τυχεῖν οὐ πρᾴως οἰστὸν ἡγεῖσθε, λόγων δὲ κωλυόμενοι τυχεῖν πρᾴως ἀξιώσετε φέρειν; καίτοι τί τοσοῦτον ὁ Μίδας ὁπόσον ὁ Δημοσθένης; τί τοσοῦτον ὁ Κινύρας ὁπόσον Ἰσοκράτης; τί τοσοῦτον ὁ Λυδὸς ὁπόσον ὁ Λυσίας; τίς ἐγγὺς τῶν Ἀθηνῶν θήσεται τὰς Αἰγυπτίας Θήβας; τίς ἴσον κρινεῖ τὸν ἑκατέρας πλοῦτον, χρήματα καὶ σοφίαν; οὗτος γὰρ δὴ τῶν Ἀθηνῶν ὁ πλοῦτός ἐστι. φέρʼ εἰ σοῦ τις δεῦρο βαδίζοντος λαβόμενος ἤρετο· σὺ δὲ δὴ τί μαθὼν ταύτην ποιῇ τὴν ὁδὸν καὶ διὰ τί τῶν παρόντων ἀμελῶν τὰ ἀπόντα ζητεῖς; οὐκ εἰς μέτρον ἂν ἑκατέρων καταστὰς πλέον ἂν ἐπειρῶ τι δεικνύειν ἐν τοῖς δευτέροις; ἔγωγε ᾑρούμην ἂν πρᾶγμα δὴ πωλῆσαι πᾶν τῆς τοιαύτης οὐσίας ἣ λαμπροτέρους ποιεῖ τοὺς ἔχοντας οὐ μόνον τῶν ἐν λειτουργίαις δειξάντων αὑτούς, ἀλλὰ καὶ τῶν ἐν μάχαις καὶ πολέμοις καὶ στρατηγίαις. τίς γὰρ ἀριστεύς, τίς ἡγεμὼν στρατεύματος οὐκ ἐλάττων ῥήτορος περὶ πολέμου καὶ εἰρήνης λέγοντος ἐν ἐκκλησίαις ἄγοντος ἐφʼ ἑκάτερον, ὁπότε βέλτιον;

Τἄλλα τοίνυν ἀφεὶς ἐξετάσω τὸν ῥητορικῆς διδάσκαλον. καὶ τὴν μὲν πρόσοδον ἐῶ τὴν ὑπὸ τῶν ἐν ταῖς ὥραις περὶ γῆν νοσημάτων ἐμποδιζομένην, ἀλλὰ τὸ ἄρχειν εὐγενοῦς νεότητος πόσον τι; τὸ δὲ περὶ τοὺς λόγους ἐπιδιδοῦσαν ὁρᾶν; τὸ δὲ χωροῦσαν ἐπὶ βίων ὁδούς; τιμὰς δὲ τὰς παρὰ τούτων, τὰς παρὰ τῶν πατέρων, τὰς παρὰ τῶν πολιτῶν, τὰς παρὰ τῶν ξένων; οὗτοι καὶ τοῖς ἄρχουσιν αἰδέσιμοι τοῖς τε ἐλάττοσι τοῖς τε μείζοσι, κἂν αὐτοὺς τοὺς ἐν βασιλείᾳ λέγῃς. λέγω δὲ αἰδεσίμους τοὺς κεκλημένους τε καὶ ὄντας, οὗ κατʼ ἔρωτα καὶ αὐτὸς ἡμῖν ἀφῖξαι. ὡς ὅστις ὄνος ἐστὶ λεοντῇ κεκαλυμμένος, ἀθλιώτερος ἐν ἐλέγχῳ καὶ γέλωτι ζῶν ἢ εἰ σιγᾶν ἐγνώκει καὶ ποιεῖσθαι τὸν βίον ἀπὸ τοῦ λίθους τοῖς οἰκοδομοῦσι φέρειν ἤ τινος ἑτέρας τοιαύτης ταλαιπωρίας. τοὺς μέν γε κἂν ἐλεήσαι τις, τοῖς δὲ οὐκ ἂν συγγνοίη, οὐδὲ γὰρ τῷ Φαέθοντι, ᾧ βέλτιον ἦν μὴ πεπεικέναι τὸν πατέρα μηδὲ χάριν εἰληφέναι τοιαύτην ἧς τὸ πέρας ἐκπεσόντα κεῖσθαι τὸν ἡνίοχον.

Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι οὐδὲν φαιδρότερον ἐν θεάτρῳ σοφιστοῦ τὰ πρέποντα κινουμένου τε καὶ σχηματιζομένου, ὅτε δὴ καὶ τοῖς κρατοῦσιν αὐτοῖς ἐκεῖνον ἐπέρχεται μᾶλλον ἢ σφᾶς αὐτοὺς εὐδαιμονίζειν, ὡς αὐτοῖς μὲν ἐν τοῖς ἑτέρων σώμασι τῆς ἰσχύος, τῷ σοφιστῇ δὲ ἐν τῇ ψυχῇ κειμένης. διὰ τοῦτο πατρὸς ἂν ἀκούσαις λέγοντος, ὡς ὑπὲρ τοῦ τῷ παιδὶ τοῦτο ἐγγενέσθαι τὸ κτῆμα πάντα ἂν ἡδέως τὰ ὄντα εἰσενέγκαι, κἂν εἴ τί ποθεν ἕτερον γένοιτο. τό τε γὰρ ἀντὶ τούτων ἐσόμενον εἶναι πολὺ κάλλιον δύνασθαί τε ἀντὶ τῶν προειμένων ἀντεισενεγκεῖν ἴσα, ἔστι δὲ οὗ καὶ πλείω. καὶ τεθναίη δʼ ἂν ὑπὲρ τοῦ τοιοῦδε πατὴρ ἥδιον τῷ τῆς φύσεως δικαίῳ προστιθεμένων τῶν ἀπὸ τῶν λόγων. σκόπει τοίνυν πηλίκου πηλίκον καταθήσεις τὸν μισθόν, χάριτος ἀνονήτου δόξαν ἀθάνατον. εἰ δὲ καὶ τῆς οἰκείας τοῦτʼ ἔφερε τῷ πατρί σου χρόνον τινὰ στέρησιν, οὐκ ἂν εὖ φρονεῖν ἐδόκει παρʼ ἑτέροις μετοικῶν τοῦτον τὸν χρόνον ἢ σοὶ φθονῶν τοσαύτης δυνάμεως; πόνον ἔχει τὸ πρᾶγμα αὐτῷ. τί δʼ οὐ τῶν καλῶν τοιοῦτον; τοῦτο καὶ ἀθλητὴν στεφανοῖ καὶ στρατιώτην, τοῦτο καὶ κυβερνήτῃ παρέχει διασῶσαι τὸ σκάφος, τοῦτο καὶ ἰατρῷ τὸν νόσῳ δαπανώμενον, τοῦτο καὶ γεωργῷ τὰ διὰ τῆς γῆς. λόγος δὲ καὶ τοὺς θεοὺς ταύτην τῶν ἀγαθῶν ζητεῖν παρὰ τῶν ἀνθρώπων τιμήν, ἀντʼ ἀργυρίου καὶ χρυσίου τοὺς πόνους.

Παῖδας ἤδη μοί τις ἑαυτοῦ παραδοὺς ξένος οὐκ ἀνέστρεφεν, ἀλλʼ εἰσιὼν ἐκαθέζετο καὶ παιδαγωγὸς οὐδαμοῦ τῶν παίδων ἐφαίνετο. ἐρομένου δή μου ποῦ δʼ οὗτος καὶ τίς; οὐ γὰρ δὴ δώσεις, ἔφην, ταύτην τοῖς υἱέσι τὴν ἐλευθερίαν, αὑτὸν ἔφησεν εἶναι τῶν αὑτοῦ τὸν παιδαγωγόν. καὶ οὕτως ἐποίησε καὶ τοῦτο οὐκ ἐν ὀλίγοις ἔτεσιν. οὗ πραττομένου τῶν οἴκοι δήπουθεν ἠμέλει καὶ τοῖς μοχθηροτέροις τῶν οἰκετῶν ὑπῆρχεν ἄδεια κακουργεῖν. καὶ ὁπότε τις πρὸς αὐτὸν ταῦτα λέγοι, πρὸς εἰδότα μὲν μᾶλλον ἔφασκε λέγεσθαι, πάνυ δὲ φαῦλον πρὸς τοῦτο τὸ κέρδος ἡγούμενον τὴν περὶ ἐκεῖνα βλάβην. ἥγησαι δὴ καὶ αὐτὸς παρεῖναί τέ σοι τὸν πατέρα καὶ παρέχειν αὑτὸν εἰς θεραπείαν τὴν σήν, εὐχὴ δέ, οἶμαι, πατρὶ νοῦν ἔχοντι παιδὶ παιδευομένῳ καὶ τὰ τῶν οἰκετῶν εἰσφέρειν, ἃ δʼ ἀπὼν ἐβλάπτετʼ ἄν, οὐκ ἂν ἦν ἐλάττω δήπου τῶν νυνὶ γιγνομένων. οἶμαι δὲ καὶ θεῶν τινας αὐτῷ παρέσεσθαι καὶ βοηθήσειν καὶ οὐχ ἥκιστά γε τοὺς λογίους ἀμειβομένους ὑμῶν τὴν σπουδὴν τὴν περὶ τὰ παρʼ ἐκείνων δοθέντα. οἶμαι δὲ καὶ ἀνθρώπων τινὰς φανεῖσθαι τοὺς οὐκ αἰτιασομένους τὰ πραττόμενα μόνον, ἀλλὰ καὶ διακωλύσοντας λέγοντας, ὡς οὐ ταύτῃ ἐκεῖνον προσήκει τοῦ θρόνου ποιεῖσθαι φυλακὴν μᾶλλον ἢ τῷ δεικνύειν, ὡς ἀμείνοσιν ἑτέραις οὐκ ἐντεύξονται πηγαῖς. δεῖν γὰρ νικῶντα λόγοις κατέχειν τοὺς μαθητάς, ἀλλʼ οὐ φόβῳ τῶν τοὺς πατέρας αὐτοῖς περιστησομένων δεινῶν, εἰ μὴ μένοιεν αὐτοί. λυθείη δʼ ἂν καὶ τὰ νῦν ἐπικείμενα ταῦτα παύσαντος διαδοχῇ τὸν νῦν ταῦτα χαριζόμενον ἀνδρὸς δικαιοτέρου. τάχα δʼ ἂν εἴη μοι πρὸς αὐτὸν καὶ φιλία.

Μὴ τοίνυν ἀπείπῃς μήτε σὺ μήτʼ ἐκεῖνος μήτʼ ἀμείνονος θελήσῃς εἶναι φαυλότερος μηδὲ ὧν κατηγορήσεις ὕστερον, ταῦθʼ ὡς καλὰ ποίει νῦν μηδʼ ἀπελθόντα πόθει τὸν χρόνον ἀντὶ τοῦ παρόντι χρήσασθαι μηδὲ τίς ἂν ἦσθα τοῦτʼ οὐχ ἁμαρτών, λέγε πρὸς τοὺς συνόντας ἀντὶ τοῦ συνήδεσθαι σαυτῷ τῆς παρούσης ἰσχύος. Ὀδυσσεὺς μὲν οὖν αἰσχρόν φησιν εἶναι δηρόν τε μένειν κενεόν τε νέεσθαι, σοὶ δὲ οὐ καλὸν πρὶν ὅσον ἄξιον διατρίψαι παρʼ ἡμῖν, Γαζαίοις φανῆναι. οὐδὲ γὰρ ἡδέως ὄψονται τὸν οὕτως ἐπανήκοντα οὐδʼ ὡς ἔχοντα τὸ πᾶν ἀσπάσονται οὐδʼ ἐννοήσουσι συλλόγους καὶ τὴν ἐν αὐτοῖς δοκιμασίαν, ἀλλʼ ἀπʼ αὐτοῦ τοῦ τῆς ἀποδημίας χρόνου τὴν σὴν ἐπάνοδον κακιοῦσιν οὔτʼ ἀπαιτοῦντες λόγον αὐτῷ τε τῷ μηδένα λόγον ἀπαιτεῖν κατεγνωκότες τοῦ πράγματος. ἀλλʼ ἢν μένῃς ὁπόσον ἄξιον καὶ τῆς τέχνης ἀεί τι λαμβάνῃς, ὥστʼ αὐτὴν ὅλην ἔχειν τε καὶ διδόναι δύνασθαι, προεκπέμψεις μὲν ἐλπίδας χρηστὰς περὶ ἑαυτοῦ, λυπήσεις δὲ μέλλων, εὐφρανεῖς δὲ φανείς. ἔπαινοι δὲ σοὶ καὶ τῷ πατρί, τῷ μὲν οὐ καταναγκάσαντι πρὶν ἢ συμφέρειν παρεῖναι, σοὶ δʼ ὁμοῦ τήν τε ἐπʼ ἐκείνῳ λύπην τούς τε ὑπὲρ τῶν λόγων ἐνηνοχότι πόνους. ἀντίθες τοῖς νῦν ἀνιαροῖς καὶ τοῖς τοῦ πατρὸς δάκρυσιν, οὐ γὰρ ἀπιστῶ, τήν τε ἐξάξουσάν σε παρʼ ἡμῶν μετʼ εὐφημιῶν ἡμέραν τήν τε εἰς τὴν τῆς Ἰοῦς πόλιν εἰσάξουσαν ἡμέραν, ἣν ἐκ καλῆς γυναικὸς βοῦν ἐποίησε κατʼ ἀνάγκην ὁ Ζεύς. καὶ πολλαὶ πίστεις τῷ λόγῳ, ὃς ἐμοὶ μὲν εἴρηται διὰ βραχέων, μᾶλλον δὲ οὐχ ὅλος, σοὶ δʼ ἅπας εἰρήσεται τὴν πόλιν ἐγκωμιάζοντι. δῆλον γάρ, ἐντεῦθεν ἄρξῃ τῶν ἄθλων ὑμνῶν πόλιν ἀρχαίαν καὶ τῆς Ῥωμαίων προβεβλημένην ἀρχῆς καὶ λόγων εἶναι βουλομένην ἐργαστήριον. ὁ πατὴρ δέ σοι καθεδεῖται μερίτης τῶν ἐπαίνων τοῦ θεάτρου κἀκεῖνον στεφανοῦντος. τότε τὰ νῦν πικρὰ καὶ χαλεπὰ φίλα τε καὶ ἥδιστα κρινεῖ, τότε τῷ πάντα γενναίως ἐνεγκεῖν αὑτὸν ἐπαινέσεται. οἶμαι δὲ καὶ περὶ τὸν Ὀδυσσέα τουτὶ γενέσθαι ἤδη τε ὄντα ἐν Ἰθάκῃ καὶ τὴν ἀρχὴν μετὰ τοῦ παιδὸς καὶ τῆς γυναικὸς αὖθις εἰς ἑαυτὸν ἔχοντα. ἔχαιρε πεπονθὼς ἃ ἐπεπόνθει διὰ θαλάττης ἐρχόμενος, καὶ παρεῖχεν ἑορτὴν αὐτῷ τῶν φοβερῶν ἐκείνων ἕκαστον καὶ αὐτός γε ὁ Κύκλωψ καὶ τὸ σπήλαιον αὐτοῦ καὶ ἡ θύρα καὶ ὁ λίθος. τίς ἔσῃ ψηφίσματι καὶ γνώμῃ κοινῇ πρὸς θρόνον ἀγόμενος; τίς πλατεῖ διδασκαλείῳ τὸ μεταχωροῦν δεχόμενος; τίς εἰς ἀγῶνα προκαλούμενος; τίς ἀγωνιζόμενος; τίς κρατῶν; τίς κηρυττόμενος; ὁ δʼ ἢ πτήξας καὶ πεσὼν ἀπὸ τοῦ φρονήματος πεσεῖται καὶ θεραπεύσει τὸν κρείττονα τοῦ μὴ καὶ τῆς προσηγορίας ἐκπεσεῖν χάριν εἰδὼς τοῖς θεοῖς ἢ φιλονεικῶν ἀγαθὸν ἡγήσεται σύμβουλον τὸν Ἡσίοδον οὐκ ἐῶντα τοῖς κρείττοσιν ἀντιφερίζειν.

Ταῦτα καὶ τὰ τοιαῦτα μάλιστα μὲν ὁ σὸς πατὴρ ἐπίδοι καὶ τὴν ψυχὴν ἐν πολλοῖς ἀγαθοῖς ἀφεὶς μετασταίη, εἰ δʼ οὖν καὶ φθαίη, τῶν ταῦτʼ ἀγγελούντων οὐκ ἀπορήσει. οἱ γὰρ ἀεὶ καταβαίνοντες ἐκεῖσε τὸ τῶν ζώντων πρὸς τοὺς ζῶντας ποιοῦσι πρὸς τοὺς τεθνεῶτας.

Ὅταν οὖν, ὦ Ἀναξέντιε, τῶν τἀναντία τοῖς εἰρημένοις ὑπʼ ἐμοῦ παραινούντων ἀκούῃς, ἐχθρούς τε αὐτοὺς ἡγοῦ καὶ σοῦ καὶ τοῦ σοῦ πατρὸς καὶ μεμνημένος ὧν διῆλθον διέλεγχε τῆς συμβουλῆς τὴν βλάβην.