ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ.
........ Ἐπειδὴ περὶ τούτων οὐ κακῶς, ὥς γε ἐμαυτὸν πείθω, διελέχθην, φέρε κἀν τοῖς ἄλλοις οἷός τις εἰς ἐμὲ γεγένηται διέλθω καὶ πείσω τοὺς βελτίστους τούτους συνδίκους ὄντας γέ μοι φίλους, ὡς παρεώραμαι μᾶλλον ἢ τοῦτο πεποίηκα.
Μικρὸν δὲ ἀναλήψομαι. τὰ μὲν τοῦ παντὸς οὐ λέγω χρόνου, τὰ δʼ ἐν τῷ περὶ τῆς βασιλείου προσόδου δεξαμένῳ φροντίδας. ἐν τοίνυν τούτῳ τὰς μὲν νύκτας ἐκείνοις οὗτος προσέκειτο, τὴν δʼ ἡμέραν εἰς ταὐτόν τε καὶ τὴν ἐμὴν συνουσίαν ἔτεμνεν. ἔστι δʼ ὅτε καὶ πλέον ἔνεμε τούτῳ λόγους τε ποιῶν καὶ συντιθεὶς καὶ κριτὴν ἐμὲ ποιούμενος καὶ ἐπαινούμενος. καὶ γὰρ ἐπῄνουν, ὅπως ἡδίων ἀπέρχοιτο μᾶλλον ἢ λυπούμενος. ᾤμην γὰρ αὐτὸν ἐκ τοῦ τοιοῦδε πρός τι προβήσεσθαι κάλλιον. ὁ δʼ ἀντὶ τούτων φιλῶν μοι τὰ γόνατα καὶ τὸν υἱὸν εὐχόμενος ἐπιδεῖν ἐν ἐμοῖς ὁμιληταῖς καὶ λέγων, ὡς, εἰ τῆσδε λάβοιτο τῆς ἀρχῆς ἣν ἔχει, καὶ γὰρ ὑπῆσαν ἐλπίδες ἐκ τῶν παρʼ αὐτοῦ δεδομένων τοῖς εἰδόσι λαμβάνειν, λέγων οὖν ὑπερβολὰς τιμῶν αἷς εἰς ἐμὲ χρήσεται καὶ μικρὰ πάντα ἀποφανεῖν τὰ πρόσθεν καὶ τοὺς πρότερον ἄρξαντας τοῦ τιμᾶν σοφιστὴν ἀνεπιστήμονας, τί γενόμενος ἐπὶ τῆς ἀρχῆς ἐποίησεν; ἐν μὲν Φοινίκῃ πρὸς Ὀλύμπιον καθʼ ἑκάστην ἡμέραν πολὺ τοῦτο ἦν· ἆρά ποτε τὸν ἄνδρα ἐκεῖνον ὄψομαι; ἆρʼ ἐρῶ τι πρὸς αὐτόν; ἆρʼ ἀκούσομαι φθεγγομένου; μικρὰ μὲν οἴκοι διατρίψει, τὰ πολλὰ δὲ ἐμοὶ συνέσται τοῦτο ἐμοῦ πείθοντος ἢ καὶ βιαζομένου. καὶ ἦν οὐδὲν ἐν τῷ στόματι τοσοῦτον ὁπόσον ἐγώ. καὶ ταῦτα ἐπανήκων ἤγγελλεν Ὀλύμπιος. ὃ καὶ πολλοὺς ἐποίησεν ὡς ἐμὲ βαδίζειν, ὅπως, εἴ τι τῆς ἀρχῆς ὕστερον δέοιντο, διʼ ἐμὲ τούτου τυγχάνοιεν ἔχοντες τῶν εἰς ἐμὲ γεγενημένων αὐτοῖς ἀναμιμνήσκειν. καὶ προσδοκίας οὔσης ἐμὲ κεκλήσεσθαι παρʼ αὐτοῦ διὰ τῶν ἡμεροδρόμων ἀλλήλοις ἀπαντώντων, τῶν μὲν ἡκόντων, τῶν δὲ ἀναστρεφόντων καὶ ῥήματα ἑκατέρωθεν εἰς ἑκατέρους φερόντων αἱ μὲν ἐλπίδες αὗται, κέκλημαι δὲ διʼ οὐδενὸς εἰς τήνδε τὴν ἡμέραν ἡμεροδρόμου οὔτε ἀρχομένης ἡμέρας οὔτε μεσούσης, οὐ δείλης ὀψίας, οὐ περὶ λύχνων ἁφάς. οὐδʼ ἀναλώσαμεν μέρος τι τῆς νυκτὸς εἰς λόγους, οὐ σπουδαίους, οὐ παιδιὰν ἔχοντας. ἀλλὰ ταῦτα μὲν πρὸς τὸν δεῖνα καὶ τὸν δεῖνα καθʼ ἑκάστην ἡμέραν. κἂν πολλάκις ἐπεισέλθωσι τὰ αὑτοῦ δρῶντος, τὰ μὲν εὐθὺς ἔρριπται καὶ κεῖται χαμαί, οἱ δὲ ἐμπιμπλᾶσιν αὐτῷ τὰ ὦτα λόγων ἀδίκων κατὰ μὲν τῶν παροξύνοντες, ἐπιεικῶν ἀνθρώπων, εὔνουν δὲ ποιοῦντες τοῖς ὀφείλουσι δίκας.
Τὸ δὲ μέγιστον, ἐν ᾧ μάλιστʼ ἄν τις κατίδοι τὴν ὕβριν, ἔστι μοι παῖς αἰσχυνόμενος καὶ τοῦτʼ ἐκ τοῦ συνδικεῖν οὐκ ἀπολωλεκώς, ἀλλʼ οὐ κακὸς μὲν εἰπεῖν, ἧττον δὲ ἔχων τῶν τοῦτο οὐκ εἰδότων. τοῦτον οὗτος καὶ ᾔδει καὶ ἐπῄνει καὶ λαμπρὸν ὑπισχνεῖτο ποιήσειν, εἰ τοῦτον παραλάβοι τὸν θρόνον. ἡγούμεθʼ οὖν αὐτόν, ἐπειδὴ παρέλαβεν, ἐμπεδώσειν τε τὰς ὑποσχέσεις καὶ καλέσειν εὐθέως καὶ δώσειν ἐξουσίαν εἰσόδων καὶ τὸν κορυφαῖον τῆς στρατιᾶς κελεύσειν τοῦτον δέχεσθαι καὶ πρὸς ἅπαντας ἐρεῖν τοὺς ῥήτορας, ὅτι βούλοιτʼ ἂν ἕκαστον ὅ τι δύναιτο συμπράττειν καὶ τοῦτο σφίσιν ἐν ἁμίλλῃ γενέσθαι. ὁ δʼ οὐδὲν τοιοῦτον, οὔτε μεῖζον οὔτε ἔλαττον. καίτοι χρῆν ἐπιστέλλοντά τε αὐτὸν πρὸς ἐμὲ θεῖναί που τῆς ἐπιστολῆς τὸν ἄνθρωπον ἤ, εἰ μὴ τοῦτο, μετʼ ἐκείνην κελεῦσαι προσειπεῖν οὐ φανέντα τε ἐν τοῖς ἀπηντηκόσι ζητῆσαι πάλιν τε ἐν ταῖς δίκαις οὐ φανέντα ζητῆσαι. ἢ πολλῆς ἦν πραγματείας ποῦ δὲ ὁ δεῖνα; εἰπεῖν; ἀλλʼ οὐδὲ πρὸς αὐτὸν ἐμὲ μετὰ ταῦτα ῥῆμα τοιοῦτον οὐδέν. ἐγὼ δὲ ἠξίουν καὶ πάντων ἀκουόντων εἴσω τε κεκλῆσθαι τὸν ἐξ ἐμοῦ καὶ εἰσελθόντα γε δευτέρᾳ κλήσει τῇ διʼ αὐτοῦ πλησίον αὐτῷ γενέσθαι καὶ συναριστῆσαί τε καὶ συνδειπνῆσαι. οὐ γὰρ δὴ τοῦ πάντας ἑστιᾶν τοὺς συνδίκους ταῦτʼ ἂν εἶχεν ἀνάγκην οὐ τῆς ἐκείνου τέχνης, τῆς δὲ πρὸς ἐμὲ τοῦ τιμήσειν εἰπόντος οἷς οὐκ ἄλλος ἐπαγγελίας τοῦτο πεποιηκυίας, ὥστε μὴ εἶναι μηδενὶ θαυμάζειν, εἰ παρὰ μηδενὸς ἄλλου γε ταῦτα ἀξιώσας ἔχειν νῦν ἠξίουν.
Καίτοι, φησί, πέμψας ἠρόμην, ὅτῳ κωλύοιτο μὴ ποιεῖν τὸ τοῦ συνδίκου. οὐκ αὐτός γε ἔπεμψας. πόθεν; οὐδʼ εἶχες ἐν τῇ ψυχῇ τοὔνομα οὐδὲ σὸν ἦν τὸ μὴ σόν. πῶς γὰρ σὸν ὃ μηδʼ ἐνεθυμήθης; δῆλον δὲ ἐκεῖθεν· ἤδη διὰ πολλῶν ἥκων ἡμερῶν καὶ δικῶν καὶ πραγμάτων οὐκ ἤρου ταῦτα τὸν οὐ φαινόμενον ἀφεὶς ἠρωτηκέναι, ἀλλά τις ἀνὴρ τὸν διδάσκαλον αἰσχυνόμενος οἷς ἡμάρτανες εἶπεν ὡς δεῖ πέμπειν καὶ ταῦτα πυνθάνεσθαι, καὶ ὡς οὐκ ἄπεισι παρὰ σοῦ μὴ τοῦτο ποιήσαντος. ἔπεμπες οὖν οὐχ ἡδέως, τοῦτο δὲ τὸ τῶν ἠναγκασμένων. ὡς δὴ ταῦθʼ οὕτω, σὺ κατὰ σαυτοῦ μάρτυς. ὡς γὰρ οὐχ ὑπήκουσεν ἔχων μέν τινα καὶ παρὰ τοῦ σώματος πρόφασιν, τὸ πλέον δὲ ἀθυμίας ποιούσης, οὐκ ἂν εἰπεῖν ἔχοις δευτέραν ἐρώτησιν ὑπὲρ τῶν αὐτῶν διʼ ἀνθρώπου δευτέρου.
Καίτοι, φησί, καὶ διὰ γραμμάτων ἐκάλουν προσείων, ὥσπερ τινὰ θαλλόν, τὸ διὰ τῶν δικῶν χρυσίον καὶ ἅμα ἐρωτῶν, εἰ πλέον ἄλλοθεν παραπεσὸν ὑπεροφθῆναι τὸν ἐντεῦθεν μισθὸν αἴτιον γεγένηται. τὸν αὐτὸν τοίνυν ἔχω λόγον κἀνταῦθα μετὰ τῆς ἴσης ἰσχύος τὸν ἔλεγχον φέροντα. οὐδὲ γὰρ ταυτὶ γράμματα τοῦ πέμψαντος ἦν, ἀλλὰ τοῦ πέμψαι πείσαντος. τίς δʼ οὗτος ἦν; Ἡράκλειος ἦν ὁ ῥήτωρ γήμας μὲν ἐκ τοῦ ʼκείνου γένους, ὁρῶν δὲ ἡμᾶς ἀμελουμένους, τὴν δʼ ἀμέλειαν ἐν ἀδοξίᾳ τὸν ἀμελοῦντα καθιστᾶσαν. διαλεχθεὶς τοίνυν τινὶ τῶν ἔνδον καὶ τὸ πλῆθος εἰπὼν τῶν τὸ πρᾶγμα αἰτιωμένων καὶ ὡς οὐκ εἴη λόγος αὐτῷ πρὸς τοὺς ἐγκαλοῦντας, ἐξέβαλεν ἐξ αὐτοῦ τὰ μικρὰ ταῦτα ῥήματα. καὶ τἀπὶ τούτοις πάλιν πιστοῦταί μοι τὸ ῥηθέν, ὡς ἄρα ἦν ὁ γράψας Ἡράκλειος. οὐχ ὑπακούσαντος γὰρ τοῦ Κίμωνος δυνηθέντος μαθεῖν ὅπως τοῦτο ἐπράχθη, οὔτε λύπην οὔτε ὀργὴν ἔδειξεν οὔτε ὡς οὐκ ἀνέξεται πεπλασμένης νόσου. χρῆν δὲ καλεῖν τε ἰατροὺς καὶ πέμπειν ὡς τὸν ἄνδρα καὶ ζητεῖν, εἴθʼ ἑκὼν εἴτʼ ἄκων ἀπέστη τῶν δικῶν. καλὸν δὲ ἦν, οἶμαι, καὶ καταβοῆσαι καὶ ἀπειλῆσαι καὶ πληγῶν ἐγγύς. ἀπειλήσας γὰρ ἑκάστῳ ὁ φίλος ἐδείκνυτʼ ἂν καὶ ὁ δείσας ἐξ αὐτῶν τούτων κἂν ἔχαιρε τὴν εὔνοιαν τοῦ δικάζοντος θεώμενος ἐν οἷς ἐθορυβήθη. ἀλλʼ, οἶμαι, καλῶν εὔχετο μάταιον γενέσθαι τὴν κλῆσιν καὶ τοὺς ἀπεσταλμένους ἀπράκτους ἐπανελθεῖν, ὅπως τῷ μὲν καλεῖν χρηστὸς εἶναι δοκοῖ, κερδαίνοι δὲ καὶ διὰ τῶν δευτέρων οὐχ ὁρῶν ὃν οὐδὲ ἐβούλετο. ἔτι τοίνυν ἐν εἰσφορῶν μνήμῃ τοῦ διακόνου φήσαντος ὀφείλειν τι Κίμωνα ψευσαμένου, ἔκειτο γάρ, εἰπόντος δʼ οὖν τοὔνομα καὶ γενομένης τοιαύτης ἀνάγκης εἰς τὸ ποῦ δὲ οὗτος; εἰπεῖν, πῶς δʼ οὐκ ἀμύνει δικαζομένοις; οὐδενὸς αὐτὸν ἀξιώσας ῥήματος ἐφʼ ἕτερον ᾤχετο. οὕτω σφόδρα ἐσκόπει, τί ἄν μοι ποιῶν χαρίσαιτο.
Καὶ τί δεῖ θαυμάζειν, εἰ ἐν εἰσφορῶν λόγῳ ταῦτα πεπόνθαμεν; χθὲς γὰρ ἔχειν μοι χάριν ὑπὲρ τοῦ παιδὸς λέγων ὡς ἐν οὐ πολλαῖς ἡμέραις πολὺ προσλαβόντος ..... οὐδʼ ἐν τῷ αὑτοῦ παιδὶ τὸν ἐμὸν ἰδεῖν οὐδʼ ἐν τοῖς ἐκείνῳ παρʼ ἐμοῦ γενομένοις τὸ μηδὲν τούτῳ παρʼ ἑαυτοῦ, δίκαιον εἶναι νομίζων τὰ αὑτοῦ ἐν τοῖς ἐμοῖς γίνεσθαι κρείττω, τὰ δὲ τοῖς αὑτοῦ χείρω. πρὸς τοσοῦτον ἡμῖν ἥκει δικαιοσύνης ὁ δικαστής. ὃς οὐδὲ ἐκεῖνο δύναιτʼ ἂν εἰπεῖν· ἔχεις, ἄνθρωπε, μισθὸν τῶν ὑπὲρ τῶν λόγων πόνων εἰς μὲν τὴν χεῖρά σοι θέντος τοῦ παιδὸς στατῆρας, πρὸς δὲ τοῖς ποσὶν ἄργυρον τοῦ παιδαγωγοῦ. καίτοι μυρίους διδασκάλους παρὰ πολλῶν ἀρχόντων ὑπὲρ υἱέων μισθὸν ἴσμεν λαβόντας μεθʼ ἡδονῆς τῆς τῶν διδόντων εὐξαμένων, ὡς εἰκός, ἐν ἱεροῖς πολλάκις ἐλθεῖν ἐκεῖνον τὸν χρόνον ὃς αὐτοῖς τοῦτο ποιήσει τὸ ἀνάλωμα. ὁ δὲ ἀντὶ τοῦ καὶ φεύγοντα τὸ λαβεῖν ἀναγκάσαι λαβεῖν ...... ἀξιῶν καὶ τοῦτο τῆς ἀρχῆς ἀπολαύειν.
Ἀλλʼ εἰ καὶ μὴ χρυσὸν μηδʼ ἄργυρον, τῶν ἐν τῇ γῇ τῇ Τυρίων τρυγωμένων ἔπεμψέ τι καὶ τούτῳ με ἐδουλώσατο; ἀλλʼ οὐδὲ κοτύλην οὔτʼ οἴνου οὔτʼ ἐλαίου. οὐκ ἂν οὖν εἰς τὸ μηκέτι ὀφείλειν μοι τῷ δεδωκέναι μισθὸν καταφεύγοι.
Ἀλλʼ ἔστι τὸ ὅλον μῖσος παλαιὸν τὸν μὲν ἄλλον χρόνον κρυπτόμενον, ἐν δὲ τῷ τῆς ἀρχῆς ἐκφανέν. ἢ πόθεν οὐκ ἐπετίμησεν οὐκ ἰόντι παρʼ αὐτὸν διʼ ὅσωνπερ παρὰ τοὺς ἄλλους ἡμερῶν οὐδʼ εἶπεν· ἀδικεῖς οὐ θαμίζων ἡμῖν, ἀλλὰ ποιῶν ὅσα πρὸς τοὺς οὐδὲν ἐοικότας μοι τά γε πρὸς σέ; εἶπε μὲν τοιοῦτον οὐδέν, ἡδέως δʼ ἄν, εἴπερ ἐξῆν, ὅτι σοι βέλτιον, ὦ γέρον, οἴκοι μένειν ἢ τοιαῦτα κινεῖσθαι. ἔδειξε δὲ οἷς ἄφωνος τὸ λυπήσειν εἶπε. τήν τε γὰρ δόσιν τῶν στατήρων ἐπῆγε τῷ ποιητῇ τῷ τὸν ἡμέτερον χορὸν διὰ τῶν ἐπῶν ὑβρικότι φέρων αὖ μετὰ τὸν τύραννον τὰ αὐτὰ καὶ ἐπὶ τούτοις ἅ γε ᾔδει μάλιστα κακῶς ἀκούοντα τῶν ἐπῶν, ἐν τούτοις αὐτὸν ἔφασκεν αὑτὸν νενικηκέναι βλέπων εἰς ἐμὲ μόνον ἐν τοσούτοις τοῖς παρακαθημένοις, προκαλούμενος εἰς ἔριν ὡς εὐθὺς καταπαλαίσων. εἶθʼ ὁ πάνυ βούλεσθαι φήσας ὑπὲρ πολλῶν πραγμάτων εἰπεῖν τέ τι πρὸς ἐμὲ καὶ ἀκοῦσαι παρόντος οὐδενός, ἐπειδήπερ ἀνέστην ὡς οἰχησόμενος, μόνον οὐκ ἐώθει καὶ σχήματι καὶ βλέμματι καὶ τοῖς ἐν τῷ τοιούτῳ ῥήμασι τὴν ἐν τῷ θοἰμάτιόν με πρὸς τὸ δέον ἄγειν μέλλησιν τὴν μικρὰν μεγάλην ἡγούμενος. ἐμὲ μὲν οὖν ἡδέως εἶδεν ἀπιόντα, τοὺς δʼ ἐφʼ ἅπερ αὐτῷ βούλεται συλλαμβάνοντας καθημένους ὁ φάσκων ἐν Φοινίκῃ πάνυ βούλεσθαι τὴν ἡμετέραν ἰδεῖν, οὐχ ἵνα τῶν ἄλλων ἀπολαύσειεν, ἀλλʼ ἵνʼ ἐμοῦ.
Τῆς αὐτῆς δὲ κἀκεῖνο ψυχῆς. εἶπέ τις Ἰουλιανόν, τῶν δὲ τὴν βαρεῖαν ὑποστάντων λειτουργίαν ἀνὴρ τὴν διὰ τῶν ἁρμάτων καὶ τὸν ἀγρὸν αὐτῷ τὸν μόνον ὄντα ἀπέδοτο καὶ κατέστησεν ἐν θρήνῳ τὸν πατέρα συνεχεῖ πάνυ πρεσβύτην ἥκοντα διʼ ἐτῶν ἑκατόν, τοῦτον δὴ τὸν Ἰουλιανὸν ἐπειδή τις εἶπεν ὡς Λουκιανὸν κομίζειν τὰ δόξαντα τῷ δικάζοντι, δεσμωτηρίῳ παρέδωκεν οὐκ εἰσκαλέσας, οὐκ ἐξετάσας τὴν αἰτίαν, οὐκ ἔλεγχον ἀναμείνας, οὐκ εἰς ἀπολογίαν ἐξουσίαν δούς, ἀλλʼ ἀρκεῖν νομίσας εἰπεῖν τινα τῶν ἐκείνῳ δυσμενῶν, ὡς ἀδικεῖ. εἶτα δήσας εἴα δεδέσθαι καὶ οὔτε τῆς ἡμέρας πολύ τι μέρος ἀναλωθὲν οὔτε προσιοῦσα ἡ νὺξ οὔτε λαβοῦσα τέλος οὔθʼ ἡμέρα προστεθεῖσα δευτέρα τὸ κακὸν ἔστησε καὶ ταῦτα ἀνθρώπου συνήθους αὐτῷ καὶ ἀνυπόπτου πολλὰ ἐπὶ πολλοῖς γράφοντος λῆξαι συμβουλεύοντος ὧν οὐδὲ ἄρξασθαι χρῆν. τῷ μὲν οὖν δοκεῖν ἓν σῶμα ἠδικεῖτο, τῇ δʼ ἀληθείᾳ μετὰ τοῦ σώματος οἱ νόμοι. οἳ ταῖς μὲν αἰτίαις ἕπεσθαι τὴν κρίσιν ἀξιοῦσι, τῷ δὲ ἐλέγχῳ τὴν δίκην, ὅταν τὰ παρὰ τοῦ διώκοντος κρατῇ τῶν παρὰ τοῦ φεύγοντος. νῦν δὲ οὐκ ἐκράτει. πῶς γὰρ τῶν οὐδὲ εἰρημένων; πῶς δʼ ἂν ὅ γε ἀπὼν ἔλεγεν; εἶτα παρὼν κελευόμενος σιγᾶν ἠδίκητʼ ἄν, ἀπὼν δὲ ἐξελήλεγκτο; καὶ τὸ μέτρον δὲ αὐτὸ τῆς τιμωρίας σκεψώμεθα. δεσμὸς ἦν ἡ τιμωρία καὶ ἔδει κείμενον ἐν μέσῳ τῶν τὰ δεινότατα εἰργασμένων ταῖς τε ἐξ αὐτῶν ὀσμαῖς ἀπόλλυσθαι καὶ τοῖς τῶν ἁλύσεων κτύποις καὶ δακρύειν τε αὐτὸν καὶ παρὰ τῶν οἰκείων ἀκούειν ὑπὲρ τῶν τῆς γυναικὸς οἰμωγῶν. βοὴ γὰρ οὐκ ἂν ἤρκεσεν οὐδὲ ἀπειλὴ καὶ τὸ μὴ εἰσίτω τῆς βουλῆς εἰσιούσης. οἶδα δὲ ἔγωγε καὶ τὴν εἰς ἀργύριον ζημίαν ἧττον εἰς λύπην δεσμοῦ κεκριμένην παρὰ τοῖς εὖ φρονοῦσιν. ἀλλὰ πάντως ἔδει δεθῆναι. καλῶς, ἀλλὰ μίαν ὥραν ἢ δύο ἤ, εἰ βούλει γε, δὶς τοσοῦτον, ὅπερ ἐπὶ τῶν ἔμπροσθεν χρόνων, εἴ που συμβαίη παθεῖν τινα τῶν πολιτευομένων, καὶ μακρόν γε τὸ τοσοῦτον ἐδόκει, τὰ πολλὰ δὲ πρὸ τῶν δεσμῶν αἱ λύσεις τῶν κωλυόντων φθανόντων τὰς εἰς τὴν εἱρκτὴν εἰσόδους.
Καὶ τουτὶ μὲν ἐπʼ ἀδικήμασιν, ἐνταῦθα δὲ τί ἂν εὕροι τις; οὐδέν. εἰ γὰρ δὴ τὰ μάλιστα τῶν ἐν τῷ δικαστηρίῳ ῥηθέντων ἢ πραχθέντων μηνυτὴς οὗτος ἐγίγνετο πρὸς Λουκιανόν, οὐκ ἀπόρρητα ἐξέφερεν οὐδʼ ὅσα σεσιγῆσθαι χρῆν, ἀλλʼ ἃ τῶν ὑπογραφέων ᾀδόντων ἐπὶ τῆς στοᾶς ἅπασιν ὑπῆρχεν εἰδέναι. καὶ ταῦτα ἐποίει καὶ παρέβαινε τοὺς νόμους οὐχ ὡς πονηρὸν μισῶν ἐκεῖνον οὐδʼ ὡς σκαιὸν εἰς τὰ δικαστήρια οὐδʼ ὡς εἰς αὐτὸν κακόν, ἀλλʼ ὡς εἰς ἐμὲ χρηστὸν καὶ νικῶντα τὴν τῶν οἰκετῶν θεραπείαν. διʼ ἥν, εἰ καὶ μὴ λίαν ἦν ἄμεμπτος, παρά γε τούτου τυγχάνειν ἦν δίκαιος ἐπιεικείας. ᾔδει γὰρ αὐτὸν συνόντα τε ἐμοὶ καὶ προνοίας ἀξιούμενον. καὶ ἦν καὶ τῶν εὖ τι πεποιηκότων αὐτόν, ὥστε μηδʼ εἰς ἄγνοιαν τῆς οὔσης αὐτῷ πρός με συνηθείας ἀναχωρεῖν. αὐτὸς γὰρ ἦν ὁ πρὶν ὑβρίζειν ἐμὲ τῆς βοηθείας ἣν ἐβοήθησεν αὐτῷ τὴν πρὸς ἐμὲ χάριν αἰτιώμενος, οὐ πρὸς ἕτερον, ἀλλὰ πρὸς αὐτὸν ἐμὲ ταῦτα λέγων.
Καὶ μὴν καὶ Καλλίμαχον ἐν μὲν ταύτῃ ζῶντα τῇ βουλῇ, παρενοχλούμενον δὲ ὑπὸ τῆς σεμνοτέρας, δεόμενον δὲ μὴ τοῦτο πάσχειν, οὐδὲ γὰρ τὸν νόμον κελεύειν, κύριος ὢν διʼ ἐπιστολῆς παῦσαι τὴν ἀδικίαν οὐκ ἐβουλήθη διὰ τὸ λίαν ἐμὲ βούλεσθαι. ἔστι γὰρ ὁ Καλλίμαχος οὗτος τῶν ἡμῖν τε πεπλησιακότων καὶ πρὸς τῷ δύνασθαι λέγειν κατὰ τὸν τρόπον εὐδοκιμῶν. φεύγων οὖν οἷς εὐφραίνειν εἶχέ με, διʼ ὧν ᾔδει λυπήσων ἔπραξε.
Καὶ τί ἂν δέοι περὶ ταῦτα διατρίβειν; ἀλλὰ προσέπεσε μὲν ἡ περὶ τὰ ἄρθρα μοι νόσος καὶ φλέβα ἐτμήθην καὶ ὕπνος οὐδαμοῦ, κακὸν οὐκ ἔλαττον τῆς νόσου. καὶ τοῦτο αὐτὸς οὐκ ἠγνόει. πῶς γὰρ ὄντος τε αὐτῷ παρʼ ἐμοὶ κατὰ τοὺς λόγους υἱέος καὶ πολλῆς ἀνάγκης οὔσης ἐκείνῳ φράζειν πρὸς τοῦτον ἅττα πραχθείη καθʼ ἑκάστην ἡμέραν; οὐκοῦν ὁ μὲν εἶπεν ἂν τὴν τοῦ μηδὲν λαβεῖν αἰτίαν, ὁ δὲ ἤκουσε. τίς οὖν ἀκούσας γεγένηται; ἆρʼ ἐβόησε τὴν τῶν ἀλγούντων βοὴν καὶ τῶν ἡμεροδρόμων τὸν εἰσόμενον ἐν οἷς εἴην ἔπεμψεν; ἀλλʼ οὔτε τῶν ἄλλων οἰκετῶν οὗτος οὐδένα οὔθʼ οἳ φέρουσι τῷ παιδὶ τὰ βιβλία. τοσοῦτον ἀπέσχε τὸν παιδαγωγόν. ἀλλʼ ἡ μὲν νόσος ἔδωκεν ἐπὶ τοὺς λόγους ἐπανελθεῖν ὀγδόης διηκούσης ἡμέρας, ὁ δὲ ἦν οὐδὲν βελτίων, ἀλλʼ οὐδʼ αὐτοῦ τοῦ πάλιν ἐν συνουσίαις ἡμᾶς εἶναι τὸν ὡς συνήδοιτο ἐροῦντα ἔπεμψε.
Θεωρείσθω δὴ κἀκ τῶν δευτέρων. τίνα δὴ ταῦτά ἐστι τὰ δεύτερα; κατείληπτο μὲν ἡ δεξιά μοι χεὶρ ὑπὸ τῆς αὐτῆς νόσου μᾶλλον ἢ πρότερον, ὥστε τοῦ πειρᾶσθαί μοι βοηθεῖν ἀποστάντας τοὺς ἰατροὺς βλέποντας εἰς ἀλλήλους ἀθυμεῖν, ὁ δʼ ᾔδει μὲν οὗ κακῶν ἦν, ὥσπερ πρότερον, ἔπεμψε δὲ οὐδένα. τῶν δὲ αὐτῷ χρωμένων αἰτιωμένων τε καὶ λεγόντων αὐτὸν ἀδικεῖν τοιοῦτον ἐν τοιούτοις φαινόμενον ὠθούμενος καὶ νυττόμενος ἔπραξεν ἃ οὐκ ἐβούλετο. πέμπει τὸν υἱὸν πάντα ἐροῦντα μᾶλλον ἢ ἃ τοῖς παροῦσι συνέβαινεν. ἔπειτα οὔθʼ ὁ παῖς ἧκεν οὔθʼ ὧν ἐστι τὸ τρέχειν. καίτοι πρός γε τῶν ἄλλων πολλοὺς πολλοὶ πόδες ἤνεγκον καθʼ ἑκάστην ἡμέραν καλούντων τε ὁμοῦ καὶ τὸ μὴ ἥκειν αἰτιωμένων, καὶ ταῦτʼ οὐκ ἐποίει μικροτέραν τὴν ἀρχήν, εἰ δʼ ὡς ἐμέ τις ἀπεστάλη, καταβέβλητʼ ἂν εὐθὺς καὶ καταπεπάτητο καὶ οὐκ ἂν ἦν οὗπερ ἦν.
Καίτοι φησίν· αὐτὸς ἐλθεῖν ὡς σὲ βουληθεὶς ἐκωλύθην ὑπὸ σοῦ. ὁ δʼ οὐκ ἠβουλήθη μέν, ἔφη δέ. καὶ τοῦ γε μὴ βεβουλῆσθαι μαρτύρια τὰ παραλελειμμένα πολλῷ γε ὄντα ἐλάττονα. ὁ γὰρ οὐδʼ ἐκείνων ἄξιόν με νομίσας πῶς ἂν τηλικούτων; πολλάκις τοίνυν εἰς ἱππόδρομον ἰὼν ἐπὶ τὰς τῶν ἁρμάτων ἁμίλλας παριὼν τὰς ἐμὰς θύρας καὶ ἅμα βλέπων τὴν ὑπὲρ τῶν κιόνων ὀροφὴν εἰδώς με κείμενον καὶ στένοντα καὶ σιτίων καὶ τῶν ἐμοὶ φιλτάτων ἀποκεκλεισμένον, λόγων, οὐκ ἠξίωσεν ἐρωτήματος πρέποντος ἀνδρὶ φίλῳ περὶ φίλου οὐδʼ ἀκοῦσαί τι κάλλιον εὔξατο. καίτοι διὰ πέντε βημάτων ἦν ἂν εἰς ἐμοῦ. ἀλλʼ οὐκ ἐβούλετο τοῦτο εἰδέναι τὴν πόλιν οὐδὲ ἔπεμψεν οὔτε τι οὔτε τινὰ τῶν τιμιωτέρων οὔθʼ οἷς ἐν χερσὶν αἱ μάστιγες. τρεῖς τοίνυν ἡμέρας διαλιπὼν πέμπει γραμματεῖον τῶν ἐλεφαντίνων ἀξιῶν τοῦ βαδίζειν ὡς ἐμὲ δοθῆναί οἱ τὴν ἐξουσίαν, εἰδὼς μέν, ὡς οὐκ ἐπιτρέψω, τὴν δὲ τοῦ βεβουλῆσθαι τοῦτο δόξαν ἔχειν ἐθέλων. ἐγὼ δὲ οὔτʼ ἠγνόουν ἃ φρονοῖ καὶ μένων ἐν τοῖς ἐμαυτοῦ κανόσιν οὐκ ἐπέτρεπον. ἐκεῖνο μέντοι γε οὐκ ἠγνόουν, ὡς οὐδὲ καλοῦντος ἧκεν ἄν. εἰ γὰρ ἐβούλετο, τί τοιαῦτα γράφειν ἔδει; τί δʼ ὧν ἦν κύριος, ταῦτα παρʼ ἐμοῦ ζητεῖν ἀκούειν, εἰ τοῦτο αὐτῷ ποιητέον; ἢ δέος ἦν μὴ τῶν τοῦ θυρωροῦ χειρῶν ἡττηθῶσιν αἱ τῶν ἐκείνου στρατιωτῶν; ᾔδει Μουσήλιος ἣν ἔχω πρὸς τὰ τοιαῦτα γνώμην καὶ ὡς βαρύ μοι τὸ τοῖς τοιούτοις τιμᾶσθαι. ἀλλʼ ὅμως οὐδὲν προειπὼν ἧκεν ἔργοις ἀντὶ ῥημάτων χρησάμενος. ἐβούλετο γὰρ ἐλθεῖν, οὐκ ἔφασκε βούλεσθαι. ἀλλʼ, οἶμαι, παιδιὰ πᾶν τοῦτο ἦν καὶ γέλωτος ἀφορμὴ τοῖς σὺν αὐτῷ τῆς νυκτὸς ἀναλίσκουσι τὸ πλέον ἐν ἀστείοις τε καὶ χάρισιν ἀδίκοις, ἐν αἷς δεῖ τινα καὶ παθεῖν κακῶς. μάθοι δʼ ἄν τις, ὅτι τοῦθʼ οὕτως ἔχει, κἀκεῖθεν. ἀπῄει μὲν γὰρ ἔκ τινος ἐπιδείξεως ἐπῶν ἀκηκοώς, μαθὼν δὲ ὕστερον, ὡς παρέλθοι με τῆς ἀκτῖνος ἐπὶ τὸ ψῦχος ἀπολαύοντα αὐτοῦ που πλησίον, ἠδικῆσθαι παρὰ τῶν οὐκ εὐθὺς τοῦτο διδαξάντων ἔλεγε· καταβῆναι γὰρ ἄν, οὗ καθήμενος ἐτύγχανον, καὶ τῆς ἐντεῦθεν τιμῆς οὐκ ἀμελῆσαι. ὁ δὲ τότε ταῦτʼ εἰπὼν ῥήτορος ὕστερον ἀκηκοὼς ἀπιὼν οὐκ ἐζήτησεν ὃν τότε οὐκ ἰδὼν ἠδίκητο.
Ἀλλʼ ὅμως φιλῶν οὐ φιλεῖσθαί φησι. πάνυ φιλοῦντος τὰ περὶ τὸν ἄθλιον Δομνῖνον τὸν συγκοπέντα, τὸν δεθέντα, τὸν ἀποστερηθέντα τῶν ἀπὸ τῶν νόμων, ἐν οἷς καὶ ὁ συνήγορος. τῷ δʼ οὐδʼ ὁ τῶν ἐτῶν ἀριθμὸς ἐδίδου δικάσασθαι, ἀλλʼ ὅμως καὶ κατέγνωστο καὶ κατείχετο καὶ εἰσεπράττετο καὶ μάτην ἐκάλει τοὺς νόμους. τῶν τοίνυν τὸν νέον ἐλεούντων δεομένων αὐτοῦ σβέσαι τὴν ὀργὴν ὑπισχνεῖται μέν, ἦν δʼ ὁ αὐτός. τῶν δʼ ἠπατημένων ὑποσχέσεις μὲν ἕτεραι, ἵστων δὲ οὐδʼ οὕτω τὴν ὀργήν. τὸ δὲ αἴτιον, οἶδεν ὡς βουλοίμην ἂν σεσῶσθαι τὸν ὀρφανὸν φίλων τε ὄντα παῖδα καὶ οὐ ῥᾴθυμον χορευτήν.
Ῥωμύλῳ τοίνυν, ἡλικιώτης δὲ οὗτος ἐμὸς καὶ πένης ἐξ εὐπόρου καὶ πάλαι ποτʼ οἰκίας εὐδαίμονος, ἐγὼ μὲν οὖν ἐβοήθουν τὰ εἰωθότα μὴ λείπεσθαι τοῦτον ἀξιῶν ἐνταῦθα τῶν προτέρων ἀρχόντων, ὁ δὲ πεισθεὶς καὶ δοὺς τὴν καλὴν ταύτην χάριν εἶτα μετετάξατο καὶ γίγνεται μετὰ τῶν πολεμούντων Ῥωμύλῳ τήν τε ὑπὲρ ὧν ἐνεκάλει κρίσιν ἀπαιτοῦντα τοὺς ὑπηρέτας ὠθεῖν ἐκέλευε καὶ δεικνύναι χαμαὶ κείμενον, οἱ δʼ ἦσαν φιλανθρωπότεροι καὶ τὸ μὲν ἐποίησαν, ὦσαν, τὸ δὲ οὐ προσέθεσαν. ἀλλʼ ὅμως ἀξιοῖ δοκεῖν ταῖς εἰς ἐμὲ τιμαῖς νενικηκέναι τὰ παρὰ τῶν ἔμπροσθεν γεγενημένα. ἀλλʼ οὐκ ἐᾷ Ῥωμύλος πάλιν σῖτον πέμπειν ἐπὶ νεῶν ἀναγκαζόμενος, ὃν οὐκ ἐνῆν ἐκ τῆς ἐπικειμένης πενίας. καίτοι σαφῶς ἤκουσεν, ὡς ἡ περὶ τοῦτο ἀνάγκη τὸν μὲν σῖτον οὐδὲν μᾶλλον πέμψει, ἄξει δʼ ἐμὲ μετʼ ἀτιμίας μεγίστης εἰς Ἰταλίαν συκοφαντούμενον, ὡς ἄρα κινοίην μαντικὴν ἐπὶ τὸν βασιλέως οἶκον εἰδέναι βουλόμενος ἃ δίκαιον ἦν ἀγνοεῖν. καὶ προσετίθει, ὡς, εἰ καὶ σωθείην, τό γε τῆς ὁδοῦ δεινότερον ἐμοὶ θανάτου. ἠξίουν τοίνυν αὐτὸν ἀκολουθῆσαι παραδείγμασιν, ὅσοι τὸν Ῥωμύλον ἀφεῖσαν διὰ τὴν ἄγαν πενίαν. ὁ δὲ μόλις εἴξας καὶ στήσας βίᾳ τὴν εἴσπραξιν καὶ παύσας τὰς ἀνάγκας αὖθις περιέθηκεν εὐθὺς τῆς ὑστεραίας ὥσπερ συμβούλῳ τῇ νυκτὶ χρησάμενος. καὶ ἦν τὰ δεύτερα τῶν προτέρων πολλῷ χαλεπώτερα. τὰ μὲν γὰρ ἦν ἀπειλὰς ἀκούειν ὑπηρετῶν, τὰ δʼ ἐν τῷ δικαστηρίῳ τε ἑστάναι καὶ ταῖς βοαῖς τοῦ δικαστοῦ βάλλεσθαι καὶ τὸ μετάφρενον ἔχειν ὑπὸ χερσὶ τῶν βασανιστῶν.
Ἕτερον δέ γε πρὸ τοῦδε, ἐν ᾧ πάλιν οἱ βασανισταί. μῖμός τις εἶναι φοβερὸς βουλόμενος τοῖς τὰ λάχανα πωλοῦσιν, ὅπως αἰτῶν ἀργύριον λαμβάνοι, ῥῆμά τι κακόηθες ἐπʼ αὐτοὺς ἀφῆκεν. ὁ δὲ διδασκάλῳ περὶ τούτων ὥσπερ ἑνὶ τῶν καλῶν κἀγαθῶν τῷ καταπτύστῳ μίμῳ χρησάμενος θήραν νυκτὸς τῶν ταῦτα πωλούντων ἐποιήσατο τὸ σείειν τοῖς στρατιώταις ἐκδούς. τοῦ δὲ ἐπιστατοῦντος αὐτοῖς, ἀνδρὸς πολιτευομένου, καλοῦντός με ἐπὶ συμμαχίαν ἧκον. πῶς δὲ οὐκ ἔμελλον οὔτε ἀδικημάτων ὄντων εἴτε τι καὶ μικρὸν ἡμάρτανον, τοῦ καιροῦ τὴν αἰτίαν ἔχοντος; ἤλπιζον μὲν οὖν οἱ περὶ τὰς θύρας φανέντα με μόνον παύσειν εὐθέως τὸ φοβοῦν, ὁ δʼ ἔνδον ὄντος ἤδη εἰσάγει μὲν τὸν πολιτευόμενον ὑπὸ φωνῶν αἳ τὴν καρδίαν σείουσι. καὶ πάλιν αἱ δεξιαὶ τοῖς βασανισταῖς ὑπὲρ αὐχένος. καινὸν μέν τι τοῦτο καὶ πρῶτον ὑπὸ σοῦ γενόμενον, εἴ τις ἕτερος βοηθήσων ἀφῖκτο, ἀλλʼ ὁ τὴν ὀργὴν πεποιηκὼς ἦν ὁ τιμώμενος ἐγώ. οὗ παρακαθημένου στήθη τε καὶ ὤμους καὶ νῶτα καὶ γαστέρας ἀνθρώπων ταλαιπώρων ἐδείκνυες, ἕνα δὲ σφῶν ὑποθεὶς μάστιξιν ἔξαινες, ὃ ἐμοὶ κἀν ὀνείρασιν ἀφόρητον, ὥστʼ ἰλιγγιῶν τῇ καρδίᾳ πηδώσῃ τὴν δεξιὰν προσῆγον. τοιαῦτα τοῖς ἐμοῖς ὀφθαλμοῖς τε καὶ ὠσὶν ἐχαρίζετο καὶ ὡς ἐξεφερόμην, ῥήματα ἠφίει κατʼ ἐμοῦ πολλὴν ἔχοντα βλασφημίαν ἁμιλλωμένην πρὸς τὴν πρὶν εἰσελθεῖν με γεγενημένην. ὑπὲρ ὧν ἀμφοτέρων ὕστερον ἐπυθόμην τῶν συνήθων τινὸς καὶ μηνύσαντος καὶ παραινέσαντος μήτε θαμίζειν ὡς αὐτὸν μήτʼ ἀξιοῦν τινος τυγχάνειν.
Τὰ τοίνυν Ἰουλιανόν, οὗ διατετέλεκα κηδόμενος, καθελόντα πῶς οὐχὶ καὶ τἀμὰ καθῄρει τῷ μηδὲν ὠφελεῖν δύνασθαι; τὸ μὲν γὰρ βούλεσθαι πᾶσιν ἦν δήπου δῆλον. τὸν οὖν ἄνθρωπον τοῦτον τὸν τὴν μικρὰν οὐσίαν ἣν εἶχεν ἀνηλωκότα περὶ τοὺς τῶν ἁρμάτων δρόμους, καταστάντα πραγμάτων ἐπιμελητὴν ὑπʼ ἀρχῆς οὐκ ἀφανοῦς, ὧν τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ ἐπιόντα τοὺς ἀγροὺς ἔδει θεραπεύειν, τοῦτον τοίνυν αὐτὸς ἀπήλασεν οὔτε κατηγόρων γραψαμένων οὔτε πραγμάτων ἀντὶ τῆς ἐκείνων φωνῆς γεγενημένων, ἀλλʼ ὅτι πάλαι κακῶς ὑπὸ τοῦδε πάσχων ἐκεῖνος οὐκ ἐσιώπησε. καὶ οὐκ ἐνεθυμήθη πρὸς αὑτόν, ὅτι τοιαῦτα οὐκ οἴσω ῥᾳδίως οὐδʼ ὅτι πολλάκις εἴποιμι πρὸς αὐτόν, ὅτι βουλοίμην ἂν εὖ πράττειν τὸν ἄνθρωπον.
Ἆρʼ οὖν καὶ τούτοις τετίμημαι; ἢ καὶ τοῖς περὶ τὸν παῖδα τὸν Βύζου; ὃν ὕβρισε μέν τις ὑπʼ ὀργῆς, νήψας δʼ αὑτὸν κατεμέμφετο καὶ τῷ δεδομένῳ παρὰ τῶν νόμων χρώμενος ἐπʼ ἀμυθήτοις γε τοῖς κεκριμένοις ἐδεῖτο τῆς αἰτίας ἀφίστασθαι καὶ μηδένα εἶναι τὸν ἀναγκάζοντα διώκειν. ὁ δέ, ἀλλὰ δίς, ἔφασκε, διώκειν, κἂν εἰ μὴ βούλοιο, βουλόμενος λαβεῖν ὑπὸ χεῖρα τὸν νέον. ἐνταῦθα τί μὲν οὐκ εἶπον; τί δὲ τῶν εἰς δεήσεις φερόντων παρέλιπον, οὐκ ἀδικοῦντα ῥυόμενος, ἀλλʼ ὅπως μὴ πάθοι τι κακὸν ἀδίκως; ὁ δʼ ἔμενε πολεμῶν τε τῷ νόμῳ καὶ τὴν ἐπιθυμίαν τὴν αὑτοῦ πρὸ τῆς ἐκείνου φιλανθρωπίας ποιούμενος.
Καλή γε ἡ τιμὴ καὶ πρὸς ταύτῃ γε ἐκείνη. ἠξίουν μὲν αὐτὸν ἐλευθερῶσαι τῆς σιτηγίας τοῦ θεοῖς ἐοικότος τε καὶ ὁμιλοῦντος τοῦ φιλοσόφου τὴν ναῦν καὶ δοῦναί οἱ διʼ ἐμοῦ τὴν χάριν οὐδὲν αὐτοῦ μου δεδεημένου, μὰ τοὺς θεούς, ἐπαγγεῖλαι τὴν χάριν. τουτὶ δὲ αὐτῷ πρὸς πολλοὺς ἐπέπρακτο διʼ ἀφθονίαν πλοίων τοὺς οὐ πάντα ἡμῶν βελτίους. ἀλλʼ ἡ ναῦς αὕτη τὴν σωτηρίαν ἔφερε καὶ βασιλεῖ καὶ στρατιώταις καὶ πόλεσι ταῖς ὑπὲρ τὰς ἄλλας. καὶ κίνδυνος ἦν αὐτῷ μηκέτʼ ἔχειν τὴν κεφαλήν. οὐ γὰρ ἐχρῆν ἐμὲ αἰτεῖν τὴν ἄφεσιν, ἀλλʼ ἕτερον εἶναι τῶν ἐν δουλείᾳ διὰ τῆς κολακείας αὐτὸν ἐχόντων.
Καὶ γὰρ Δομνίνῳ γε τῷ σοφιστῇ τὴν παρὰ τῶν πολιτῶν αὐτοῦ Χαλκιδέων ἐψηφισμένην τιμὴν τοῦτʼ ἂν ἐποίησε κυρίαν. νῦν δʼ ὃ δίκαιον ἂν ἦν καὶ καλὸν καὶ εὔλογον τῆς παρʼ ἄλλου σπουδῆς τυγχάνον, τοῦτο καὶ ἄδικον καὶ αἰσχρὸν καὶ λόγον οὐκ ἔχον μέλλον γέ τινα ἡδονὴν οἴσειν ἐμοί.
Ὅτι δʼ οὐ κακῶς εἰκάζω, γνοίη τις ἂν ἐντεῦθεν. τὸ δεσμωτήριόν ποτε διορύξαντές τινες τῷ τοῖς σώμασι περικειμένῳ σιδήρῳ τῆς νυκτός σφισι συναγωνιζομένης ἐτράποντο πρὸς λῃστείαν. καὶ οἱ μὲν ἐπετίθεντο τοῖς ὁδοιπόροις, ὁ δὲ ἄρχων ἐφʼ οἷς ἦν ἡ θύρα τὴν αἰτίαν ἦγεν. οἱ δʼ ἀπέφαινον αὑτοὺς ἀναιτίους, ὡς μὴ εἶναι τιμωρίᾳ χώραν. ἕτερος ἄρχων καὶ κρίσις ἑτέρα καὶ τὸ μὴ μετὰ τῶν φυλάκων τετολμῆσθαι τὸ ἔργον ἀνωμολόγητο. τρίτος οὗτος ἧκεν ἐπὶ τὰ κεκριμένα κατʼ οὐδεμίαν τοῦτό γε ἐξουσίαν ποιῶν, ὥσπερ οὐδʼ ὁ δεύτερος. οἱ δʼ εἶναί μέ τι παρʼ αὐτῷ νομίζοντες ὧν ἐπὶ τὰ σώματα ἐβάδιζεν ἐλθόντες ἱκέτευον ἐμέ, τοῦτον δὲ εὐθὺς ἐγώ. ὁ δὲ τραγῳδεῖ τε τὴν διορυχὴν καὶ τὰ πραχθέντα τοῖς ἀνδράσι καὶ ὡς ἀσελγαίνοιεν γράμμασιν ἐκεῖνοι καὶ ὡς πραχθείη τοῖς καταράτοις ὑπὸ τῶν φυλάκων ὁ δρασμός. τῆς οὖν ἐμῆς ἀδυναμίας ἐξελεγχομένης καταφεύγουσιν ἐφʼ ἕτερον. ᾧ πολλῶν οὐκ ἐδέησε ῥημάτων καὶ ὅ τε φόβος ἐλέλυτο οἵ τε λῃσταὶ τῶν φυλάκων εἰδότων οὐδὲν σφᾶς αὐτοὺς ἀπηλλάχεσαν.
Ἀλλʼ ὅμως μέγαν με πεποιηκέναι φησί. ποῦ ποτε; ὅτε Μόνιμον τὸν πολιτευόμενον, τὸν ἐμὸν ὁμιλητήν, τὸν ὁμιλητοῦ πατέρα ταῖς διὰ τοῦ μολύβδου πληγαῖς ἀπώλλυ; τούτοις οὖν με μέγαν καὶ ζηλωτὸν ἐποίεις ἐπʼ ἐμῇ λύπῃ πληγαῖς χρώμενος. ὧν οὐ δεῖν καθαρὰ τηρεῖν τὰ σώματα τῶν πολιτευομένων. ἐφʼ αἷς ἐγὼ συγκεκαλυμμένος ἀπῄειν αὐτὸς ἡγούμενος εἰληφέναι τὰς πληγάς, εἰ καὶ Μόνιμος ἦν ὁ κομισθεὶς ὑπὸ τῶν ἰατρῶν ἐπὶ τὸ βαλανεῖον. οὐ δεῖ δὴ συμμάχου τοῖς τὰ τοιαῦτα ἰωμένοις.
Νὴ Δίʼ, ἀλλʼ ἐν τοῖς πρὸς Εὐσέβιον τὸν σοφιστήν, τὸν οὐχ ἧττον ἄξιον ἢ ʼγὼ καλεῖσθαι σοφιστήν, ὑπὲρ τῶν εἰς Μόνιμον ἀπολελόγηται. ἀλλʼ εἰ καὶ μὴ κακῶς εἶχεν αὐτῷ τὰ πρὸς ἐκεῖνον, τούτοις ἂν ἐδείκνυ τὴν ὕβριν κινῶν μὲν ὑπάρχου γνώμην, τὰ δʼ εἰληφότα τέλος εἰς ἀρχὴν αὖθις ἀνάγων, παρακαλῶν δὲ πρὸς μάχην ὑπὲρ τῶν ἥκιστα δεομένων ἀγῶνος. καίτοι γραμμάτων ἔδει τῶν σεμνοτέρων ποιήσασθαι τὴν ἀνάγνωσιν, εἶτʼ ἐμὲ περὶ τῆς ἐν Εὐσεβίῳ δυνάμεως ἐρέσθαι, εἶτʼ ἐκείνους, εἰ μὴ συνίσασιν αὑτοῖς γεγραφόσι περὶ αὐτοῦ τέτταρα ψηφίσματα. τί οὖν αὐτοὺς ἔδει διδάσκειν, ἀφʼ ὧν ἐκκρούσειν ἔμελλον τὸ περὶ τούτων πέρας; τί δὲ ποιεῖν καταγέλαστον ἐμέ τε καὶ ἐκεῖνον; ἢ τοῦτʼ αὐτὸ καὶ τὸ κατασκευαζόμενον ἦν γενέσθαι καταγελάστους ἡμᾶς; τοῦτʼ οὖν τιμὴν ποιήσεταί τις; τί δέ, ἐκεῖνο τιμὴν τὸ μετὰ χλευασίας ἐκβάλλειν με τοῦ δικαστηρίου; ἐβούλετο μὲν γὰρ ἀπελθεῖν με ὡς ἂν οὐχ ἡδέως ὁρῶν, φυγὼν δὲ τὸ διαρρήδην εἰπεῖν, ὡς ἀπελθὼν χαριοῦμαι, τὴν ὁδὸν προστησάμενος καὶ τὸ αὐτίκα ἅψασθαι τοῦ πράγματος ἐμὲ μὲν ἤπειξε καλέσαι χεῖρας αἵ με διεξοίσουσι, καὶ ἦν ἔξω τῶν πυλῶν τιμᾶν αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δʼ ἔκαμνον, ὁ δʼ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπʼ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό τε ἄριστον καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα ὑγιαίνων.
Ἀλλʼ ἐν τοῖς περὶ Δίφιλον τὸν Δαναοῦ τοῦ γραμματιστοῦ τοῦ νέους πολλοὺς πεπαιδευκότος, πράττων δὲ οὗτος ταὐτὸ τῷ πατρὶ νικᾷ τὸν πατέρα τῷ καὶ ποιητὴς ἀγαθὸς εἶναι, τούτοις οὖν τετίμημαι; ἀλλʼ ὡς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεόμενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπʼ αὐτῶν χρυσὸν καὶ ὡς εἰς Κιλικίαν ἀγαγὼν μετʼ οὐδεμιᾶς τῆς παρʼ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν ἀριθμήσαντα τὰς πόλεις καὶ τῇ καθʼ ἡμέραν δαπάνῃ κάμνοντα, ταυτὶ μὲν ἐάσω. ἀλλʼ εἰσελθών ποτε ὡς αὐτὸν ἑσπέρας καὶ περὶ τῆς ἀθυμίας τοῦ ποιητοῦ διελθὼν καὶ ὡς ἡγοῖτο ἀδικεῖσθαι μηδέτερον ἀκούων, μήτʼ εἰ μένειν μήτʼ εἰ ἀπιέναι χρή, πρὸς τοίνυν ταῦτα ἀπολογίας ἀπορῶν, ἠδίκει γὰρ σαφῶς, ἀλλʼ ἐγώ, φησί, μέρος αὐτὸν ποιήσω τῆς ἑορτῆς καὶ λήψεται τὸν Μουσηγέτην ἀκροατὴν ἐν Δάφνῃ. λυπηρὸν μὲν οὖν καὶ τοῦτο τῷ Διφίλῳ ἀντὶ τοῦ ἄστεος τὸ προάστειον ἔχειν, ὅμως δὲ ἐπείθετό μοι φέρειν καὶ προσεδόκα κλήσεις διʼ ἐπιστολῆς εἰς Δάφνην μετὰ τὴν Σελεύκειαν. ὁ δὲ καταγελάσας μὲν Διφίλου, καταγελάσας δὲ ἐμοῦ παρεῖχεν αὑτὸν ἑτέροις ἔπεσιν ἃ πρόσθεν ἐπεφεύγει. Δίφιλος δὲ ἦν οὐδαμοῦ οὐδʼ ἐγώ. δεινὸν γὰρ ἐνόμιζεν, εἰ πρὸς τὴν Παλαιστίνην ὑπάρξει Διφίλῳ λέγειν εἶναί μοί τινα δύναμιν οἵαν φίλον ὠφελεῖν. ἐκεῖνος μὲν οὖν ἀπῆλθεν εἰπὼν οὐκ ἀμελήσειν τῆς δίκης ἣν οἶδεν ὀφειλομένην αὑτῷ, ἐμοὶ δʼ ἀρκεῖ τὸ δεῖξαι πᾶσιν ἀνθρώποις, ὡς κἀν τούτοις ἠτιμαζόμην. τὰ δʼ ἐπὶ τούτοις οὐ παρʼ ἐμοῦ δεῖ τινα μαθεῖν, ἀγνοεῖ γὰρ οὐδείς. πῶς γὰρ τά γε ἐν μέσῳ δεδειγμένα καὶ βεβοημένα; ὧν ὑβριστικώτερα τὰ οἴκοι πλείονος ἐκεῖ τῆς ἐξουσίας οὔσης. ἃ σιωπᾶν ἐμοὶ κάλλιον.
Ἀλλʼ ὅμως φιλεῖν με καὶ φησὶ καὶ ὄμνυσι καὶ μηδενὸς ταύτῃ λείπεσθαι καὶ μηδὲ τῶν ἄγαν δοκούντων φιλεῖν. εἰ δὲ τοιοῦτός ἐστι φιλῶν, ποῖόν τι χρὴ νομίζειν αὐτοῦ τὸ μῖσος εἶναι; ἐγὼ δὲ οἶδα τοὺς φίλους αὔξοντας τὰ τῶν φίλων, ἀλλʼ οὐ καθαιροῦντας καὶ μεγάλα ποιεῖν πειρωμένους ἐκ μικρῶν, ἀλλʼ οὐκ ἐκ μεγάλων μικρά, τῷ δὲ οὐδὲν παρεῖται τῶν εἰς τοῦτο φερόντων. καὶ οὐκ ἠδυνήθη μὲν διὰ τοὺς θεοὺς ὁπόσον ἐβούλετο, δῆλος δὲ ἐγένετο πλέον βουλόμενος ἢ ὅσον ἐδυνήθη. ἀλλʼ ὅμως φησὶν ὑπὲρ ἅπαντάς με φιλεῖν καὶ τῇ γνώμῃ παριέναι τὴν φύσιν καὶ προσόμνυσι, πρᾶγμα ποιῶν ἀρχαῖον, ἐπιορκῶν, ὡς δὴ πλεῖστον τῆς γῆς τῶν θεῶν ἀπεχόντων καὶ οὐδὲν ἐν αὐτῇ τῶν πραττομένων ἢ λεγομένων εἰδότων. ὅτι δὲ οὕτω ταῦτʼ ἔχει, μάθοι τις ἂν ἐκεῖθεν. τοῦ γὰρ νόμου καθʼ ὃν οὐκ ἔξεστι τοῖς ἄλλοις εἰς τὰς τῶν ἀρχόντων καταγωγὰς βαδίζειν ἥκοντός τε καὶ κρατοῦντος καὶ τὰς εἰσόδους κωλύοντος τὰ μὲν τῶν ἄλλων ἐκεῖσε γραμματεῖα καθʼ ἑκάστην φέρεται τὴν ἡμέραν γιγνομένων ἀντὶ τῆς γλώττης τῶν γραμμάτων, ἐμὸν δὲ οὐδέποτε. τὸ δʼ αἴτιον, πρὸς τοὺς μὲν εἶπεν, ὅτι δεῖ πέμπειν καὶ περιεῖναι τοῦ νόμου, πρὸς ἐμὲ δὲ οὔ. καίτοι καὶ μὴ πειθόμενον τοῖς πρώτοις ῥήμασι δευτέροις ἔδει καὶ τρίτοις ἐπαναγκάζειν καὶ τὴν σπουδὴν ἐκτεῖναι μέχρι τοῦ τέλους ἔχουσάν τι καὶ ἀπειλῆς ἣ γένοιτʼ ἂν ἐκ φιλίας. νῦν δέ μοι δοκεῖ τῶν μὲν ἄλλων εἵνεκα καταμέμφεσθαι τὸν νόμον, τῷ δὲ πρὸς ἐμὲ μέρει θαυμάζειν.
Ὡς δὲ λέγει μὲν φιλεῖν, πράττει δὲ τοὐναντίον, Ῥωμύλος πάλιν ἑλκόμενος δείκνυσιν. ὃν ἑλκόμενον ᾔδει πάλιν ἐγκείμενον ἐμοί. καίτοι τοῦ γε φιλοῦντος ἦν οὐ κακὸν εὗδον ἀνεγείρειν, ἀλλʼ εἰ καί τις ἄλλος ἐπεγείροι, κοιμίζειν. νῦν δὲ κἀκείνῳ περιέστησε τοὺς δάκνοντας, ὅπως ἐκεῖνος ἐμέ. καὶ τοῦτο δρᾶται πολλάκις καθʼ ἑκάστην ἡμέραν οὐκ ἐωμένης τῆς πρὸς τοὺς νέους ὁμιλίας κόσμῳ χωρεῖν.
Ἀλλʼ ἐκεῖνο φιλοῦντος, εἰπέ μοι, τὸ φυγεῖν δικάσαι τὴν δίκην ἐν ᾗ διὰ τὴν τῶν δικαίων ἰσχὺν ᾔδει μοι θησόμενος; καίτοι καὶ παρεκάλει πρότερον εἰσελθεῖν καὶ τὸ μέλλειν ἐμέμφετο καὶ μεθʼ ἡμῶν ἔλεγεν εἶναι τοὺς νόμους. ἀλλʼ ἐκεῖνο μὲν ἦν ἑαυτῷ τι πράττοντος, τουτὶ δὲ ἐπʼ ἐκείνῳ τετελεσμένῳ τοῦ πρὸς ἐμὲ μίσους. ἐκεῖνο μὲν οὖν ζητῶν ἐξηπάτα, ἔχων δὲ οὐκ εἴα, ἀλλʼ ἐπεβούλευε καὶ τῆς πάντως ἑπομένης μοι νίκης ἀποστερῶν, ὡς χαρίσαιτο τοῖς κόλαξιν, εἰς τοῦθʼ ὑπήγαγε τὴν δίκην, ὥστʼ αὐτὴν σεσιγῆσθαι τῷ μηνί.
Ἤκουσεν ὅτι προσήκει λῦσαι κακῶς τινα δεθέντα μέλλοντα τὴν βουλὴν ὠφελήσειν. οὐκ ἔλυσε. διὰ τί; ὅτι ὁ τοῦ δεσμώτου μνησθεὶς ἦν ἐγώ. τῶν αὐτῶν δὲ παρʼ ἄλλου λεγομένων λόγων ἐλύετο ἂν οὐκ ὄντος ἀχρήστου τοῦ λέγοντος τοῖς Εὐσταθίου πράγμασιν, ὥσπερ ἐγώ.
Ἦν δέ, ὡς ᾤετο, χάρις καὶ ἐν οἷς ἠπείλει Θαλασσίῳ βουλεύσειν αὐτόν. καὶ ἡ πρόφασις μάλʼ ἐπιεικής, τὸ κύριον ὄντα ἐκεῖνον τῶν δεδειγμένων ἡμῖν λόγων αἰτοῦντι μὴ διδόναι τηροῦντα τὴν δίψαν. ὁ δὲ ἐδίψησε μὲν τούτων οὐδεπώποτε, δοκεῖν δὲ ἐβούλετο, κερδαίνειν ἴσως τι νομίζων εἰς δόξαν, οἷόν τι καὶ περὶ τὸν υἱόν. ὃν ποτὲ μὲν ἄξειν, ποτὲ δὲ μεταπέμψεσθαι, ποτὲ δὲ πέμψειν λέγων ὡς ἐπὶ βελτίω ῥεύματα εἶχεν ἐν Τύρῳ τε καὶ τοῖς χείροσιν, ὡς αὐτὸς ἔφασκε, λόγοις, πρὶν δὴ ἡ ἀρχὴ δεῦρο μετὰ τῶν ἀδελφῶν τὸν νεανίσκον ἐκάλεσε. καὶ μὴν εἰ μὲν ἐκέκτητο, τῶν ἡμετέρων λόγων οὐκ ἐδίψη κατὰ τὸν αὑτοῦ λόγον, εἰ δʼ οὐκ ἦν κεκτημένος, οὐκ ἐπεθύμει. πῶς γὰρ οὐκ ἂν εἶχε βουλόμενος; τί οὖν ἔδει παίζειν καὶ προσποιούμενον ἐρᾶν ὧν κατεφρόνει γενναῖον ὑβρίζειν ἄνθρωπον ἀπειλῇ, θεοὺς φοβούμενον, φίλους αἰσχυνόμενον, δίκαιον, σώφρονα, κρατοῦντα μὲν γλώττης, κρατοῦντα δὲ ἡδονῶν, τοὺς μὲν κόλακας ἐλεοῦντα τοσοῦτον ἀπέχοντα κολακείας, τοὺς δʼ ἐν τῷ λοιδορεῖν ζῶντας ἀμυνόμενον σιωπῇ; ᾔτεις διφθέραν, οὐχ ὡς ἐκγραψάμενος ἔχῃς τὰ ʼκεῖθεν, ἀλλʼ ὅπως αὐτὴν ἐκείνην. τουτὶ δὲ οὐκ ἐραστοῦ μηδὲ στατῆρι τὰ παιδικὰ τιμᾶν. τί οὖν ἠδίκει μὴ διδοὺς τῷ μὴ ἀποδώσοντι; κτήσασθαι δὲ οὕτω βούλεσθαι καὶ τὰ οὐ πολλοῦ λόγου παντὸς ἂν εἴη.
Σὺ δὲ ὅστις εἰς ἐμέ, δεδήλωται μὲν οἷς ἔφην, εἰ καὶ πολλὰ παραλέλειπται, σαφὲς δὲ ἔσται καὶ τῷδε. τοῖς γὰρ ἐν τῷ διαφθεῖραι τὰ πρὸς τὸν διδάσκαλον δίκαια κακοῖς ἐξελεγχθεῖσι συζῇς, σύνει, συνδιατρίβεις, ὁμιλεῖς, συνδειπνεῖς, συμπίνεις, συναριστᾷς, κἂν αὐτοῦ βουληθῶσι καθεύδειν, ἐξουσία πολλὴ καὶ τὸ κωλύον οὐδέν. οἱ δὲ ἐν ἑκάστῳ τούτων λόγοι κατὰ τῶν ἐμῶν τρόπων, ἔχοντες μὲν ὑγιὲς οὐδέν, πολλὴν δὲ ἡδονὴν ἀμφοτέροις, τοῖς τε ψευδομένοις τῷ τε ἀκούοντι. καὶ ὅ τι ἂν ἐκείνοις δόξῃ, τοῦτο δεῖ κρατεῖν, κἂν τἀναντία βούλωμαι. παῖδες μὲν γὰρ αὐτοῖς οὐκ εἰσί, χρυσὸς δὲ πολύς, καρπὸς πατρῴας πονηρίας, πρεσβυτέρων δὲ νεωτέρους πρότερον οἶδεν ἀποφέρειν ἡ Μοῖρα. ὠνεῖτʼ οὖν τῇδε τῇ θεραπείᾳ διαθήκην ἑαυτῷ συμφέρουσαν. θηρατῇ δὲ τοιούτῳ καὶ πάντα ἐλάττω νομίζοντι χρημάτων εἰκότως τοὐμὸν ἐν οὐδενί. τί οὖν μὴ ταῦτα ὁμολογεῖ καὶ οὕτως ἀπολογεῖται, ἀλλʼ ἀξιοῖ πείθειν ὑβρίζων περιφανῶς, ὡς τιμῶν οὐ πέπαυται; ὅς γε καὶ διὰ τοῦ πολλὰ ἀγαθὰ αὐτῷ συνειδότος θυρωροῦ χθὲς ταὐτὸν ἐποίησε μιμουμένου τὸν διδάσκαλον. ὡς γὰρ ἔλαβεν ὁ τοιχωρύχος γράμματά μου μεμφόμενα δεσμὸν μητρὸς καὶ κόρης ἄδικον, ἀπήλασε τὸν δόντα τὰ γράμματα φήσας οὐκ ἐμὰ ταῦτα, τοῦ δεδωκότος δὲ εἶναι. τοιούτους τοὺς ἐμοὺς θεράποντας ἐποίησε τῷ λόγῳ διαβάλλων μου τὸν βίον ἐν τοῖς ἐκείνων τολμήμασιν εἴτʼ οὐκ εἰδότος μου ταῦτα εἴτε εἰδότος. καίτοι τά γε τοιαῦτα πλάττειν οὐ κακὸν μέλλοντά γε λύειν τι κακόν. ὅμως δέ γε οὗπερ ἐλέγετο καὶ ἦν, ἐμοῦ τοῦ τοῖς ἀδικουμένοις συναχθομένου καὶ τοῖς ἐκείνων οὐχ ἧττον ἢ ʼκεῖνοι πληττομένου.
Ὁ δὲ πολλάκις μὲν αὔριον ἕξων τὴν ἄφεσιν Εὐσέβιος ὁ γέρων, ἔργου δὲ οὔπω τυχών, τί σοι φαίνεται μηνύσειν; οὐ τὸ βλάβην αὐτῷ γενέσθαι τοὺς ἐμοὺς ὑπὲρ αὐτοῦ λόγους ἑτέρων ἀφειμένων ἐπʼ ἄλλους καταφυγόντων, ὧν οἱ οἰκέται ταλάρους καὶ σπυρίδας φέροντες ἐκεῖσε βαδίζουσιν, ἃ ἰχθῦς ἔχει τῷ δικαιοτάτῳ καὶ τὰ ἀπὸ τῶν δένδρων;
Ἕτερον τοίνυν οὐδὲν ἔλαττον. ἥκων γὰρ εἰς τὸ βουλευτήριον ὡς μείζω ποιήσων τὴν βουλὴν κατὰ τὸν νόμον τὸν νῦν οὐκ ἐκάλεσέ με ἐγγύθεν εἰδὼς ἐγγύς με καθήμενον ἐν ἀλλοτρίῳ χωρίῳ καὶ ταῦτα πολλοῦ χρόνου τὴν κοινωνίαν ταύτην ἑωρακότος τῶν ἀρχόντων, εἰ καθευδήσειε, τὴν βουλὴν ἐπεγειρόντων. τούτῳ οὖν ἔδει χρῆσθαι τῷ πράγματι καὶ μὴ πεφυλαγμένον ἐπανάγειν, ἦσαν δὲ αὐτῷ λόγοι πολλοὶ καὶ καλοὶ βουλομένῳ τι τῶν δικαίων ποιεῖν. νῦν δʼ ὁμοίως ᾤετό μοι προσήκειν ἀπεῖναι τῷ μυρίους ἔχοντι καταλέξαι προγόνους πεπολιτευμένους τοῖς οὐκ οἶδʼ ὁπόθεν ἥκουσι. καί μοι δοκεῖ κἂν καλέσαι τινὰς ἐκείνων ἡδέως ἐμὲ παρείς, εἰ μὴ τὴν ὑπερβολὴν τῆς ὕβρεως ἔδεισε.
Τὴν αὐτὴν τοίνυν αὖθις αἰτούμενος χάριν ἣν πολλάκις ὑποσχόμενος ἔδωκεν οὐδεπώποτε, ἀλλὰ σοφῶς, ὡς ᾤετο, διεκρούσατο λόγους ἀνταιτήσας ἐμούς, ἐπαίνους δήπουθεν ἑαυτοῦ, εἰδὼς μέν, ὡς οὐκ ἐροίην πολλῶν ἕνεκα, σχῆμα δὲ πορίζων τῷ μὴ δεδωκέναι τὴν πολλάκις ἀτιμασθεῖσαν χάριν, καὶ ἐποίει δὴ τῶν λόγων τούτων αὑτὸν ἐραστὴν τῷ λόγῳ, ἐπεὶ τῇ γε ἀληθείᾳ λόγος οὐδεὶς αὐτῷ τῶν ἡμετέρων λόγων. εἰ δʼ ἦν, περὶ αὐτοὺς ἂν οἱ δέκα μῆνες ἀνάλωντο, ἀλλʼ οὐκ εἰς οὓς νῦν ἀνθρώπους οὓς ἅπαντες ἴσασιν. ὧν ἔν τε τοῖς γόνασιν ἔν τε ταῖς χερσὶν αὐτῶν συνεχῶς ὁ καταγέλαστος τόκος, τὰ δεδειγμένα, καὶ πρὸ τῶν Πλάτωνος ἀγαπώμενος. τὸ δὲ δὴ νῦν τοῦτο, ὁ πολὺς ἔρως καὶ τὸ τῷ μὴ τυγχάνειν ἀνιᾶσθαι λέγειν οὐκ ἔρως ἐστίν, ἀλλʼ ἀνὴρ πολλοῦ μὲν τοῖς δικαζομένοις ἄξιος διʼ ἰσχὺν τῆς τέχνης, γήμας δὲ ἐκ τῆς τούτων οἰκίας καὶ νομίζων προσήκειν αὐτοὺς εὖ ποιεῖν ὁρῶν αὐτὸν ἄλλοσέ ποι φερόμενον, ὧν δʼ οὐκ ἄξιον ἠμεληκότα, ὦσεν ἥκιστα βουλόμενον εἰς ταῦτα τὰ ῥήματα ὅτι δεῖ με λόγου τυχεῖν καὶ ὅτι δεινὰ ἂν πάθοιμι μὴ τυχών. ἃ μὲν οὖν ἤθελεν, ἦν ἐκεῖνα, ἃ δὲ ἠνάγκασται, ταῦτα. ἃ οὐκ αὐτοῦ δίκαιον νομισθῆναι μᾶλλον ἢ τοῦ βιασαμένου, πλὴν εἰ τοῦτο δύναιτο πείθειν, ὡς ἅπαντα τοῦτον ἐκάθευδε τὸν χρόνον. ἀλλʼ οὐκ ἐκάθευδεν, ἀλλʼ ἦν ἐν οἷς ἦν, ἐν μέσῳ ψῆφον θέμενος πάντας ἐξεληλέγχθαι λόγους.
Καὶ τὸν Ῥωμύλον φήσει τοῦτʼ ἂν σῶσαι μόνον. διὰ τί; καὶ γὰρ ἂν μὴ τοῦτό σοι γένηται, ἕτερα δήπου γεγένηται. ὧν ἕν ἐστιν ἃ παρʼ ἡμῶν ὁ παῖς σοι κτησάμενος ἔχει μεγάλα καὶ αὐτῷ σοι δοκοῦντα καὶ τῆς εὐνῆς ἀναστήσαντά σε πολλάκις. οὐκ ἐχρῆν οὖν τούτοις δοθῆναι τὴν χάριν, εἰ καὶ μηδὲν ἦν προσλαβεῖν; ἢ καὶ πρὸς ἀριστέα δωρεᾶς μεμνημένον ταῦτα ἂν ἔλεγες, ὡς ἐπὶ δευτέρᾳ ἂν ἀριστείᾳ λάβοι, τὸ πραχθὲν δὲ οὔπω τιμῆς ἄξιον; εἰπόντος δώσεις. τί οὖν; οὐκ εἶπον ἤδη; ἢ οὐδὲν τὰ τότε ῥηθέντα καὶ τὰ διὰ τὰ ῥηθέντα πραχθέντα πᾶσαν ἁπάντων θεάτρων ἀποκρύψαντα τὴν βακχείαν; σὺ δὲ τότε μὲν οἷς οὐκ ἄλλος ὡμολόγεις τετιμῆσθαι, νῦν δʼ ὡς ἀντʼ οὐδενὸς δώσων, εἰ δοίης, λαβεῖν ἀξιοῖς πρότερον, εἰ μέλλοις δώσειν. καίτοι χάριν μὲν ἐκείνων ἔχων ἐπὶ τὴν ἀμοιβὴν ἴθι, μικρὰ δὲ αὐτὰ νομίζων καὶ οὐδέν, θαυμαστὸν οὐδέν, εἰ μηδὲ ταῦτʼ οἰήσῃ τι εἶναι, ὥστʼ οὐχὶ θαυμάσαιμʼ ἄν, εἰ καὶ λαβὼν οὐ δώσεις. ὅρκων δὲ τῶν σῶν αὐτὸς ἀφῄρησαι τὴν πίστιν τῷ πλήθει τῶν ὅρκων τῶν ὠλιγωρημένων, ὥστε καὶ ὅστις ὠνεῖται παρὰ σοῦ τὸ δίκαιον ὀμνύντος, οὐκ ἔχει θαρρεῖν, ἀλλʼ ἔστιν ἐν φόβῳ μὴ τοῖς ὀμωμοσμένοις τὸ πέρας οὐκ ἀκολουθήσῃ. ἔστιν οὖν κἀνταῦθα δέος μὴ τὸ μὲν καὶ αὐτὸς δοῦναι φύγῃς, λαβὼν δὲ καὶ ἔχων καταγελάσῃς.
Εἰ δὲ δεῖ τι καὶ ἕτερον εἰπεῖν, ἀνθʼ ὅτου προσῆκέ μοί τι παρʼ αὐτοῦ γεγενῆσθαι, τῶν ὑπʼ αὐτοῦ γραφομένων, τὰ δὲ ἦν φλυαρία, πολλῶν μὲν ἤκουσα πρὸ ταυτησὶ τῆς ἀρχῆς, πολλῶν δὲ ἐν αὐτῇ τῶν αἰκισομένων, ἀπὸ γὰρ δὴ τούτων ἤρχετο. οἷς ἐτιτρωσκόμην μὲν τὰ ὦτα, φέρειν δὲ ἦν ἀνάγκη καί, τὸ δεινότατον, καὶ ἐπαινεῖν. ὥστʼ οὐδὲν ἔδει παρʼ ἡμῶν ἕτερον αἰτεῖν πεποιημένων μοί τινων χάριτος ἀξίων. τῷ δὲ εἰς ἡμᾶς ἀγαθὸν οὐδὲν οὔτε πρότερον οὔθʼ ὕστερον, ἐπεὶ καὶ τὴν δίκην αὐτήν, ἀφʼ ἧς ἦν ἂν ἡμῖν κριθείσης διαφυγεῖν ζημίαν ἄδικον, οὔτε εἰσήγαγεν οὔτε ἔκρινεν ὁρῶν τῶν ἀντιδίκων τό τε πλῆθος τό τε σχῆμα. δίκαιον μὲν γὰρ εἶχον οὐδέν, πολλοὶ δὲ ἦσαν. τὸ δʼ εἶναι πολλοὺς νενοσηκυίᾳ μέν γʼ ἀρχῇ φοβερόν, ἐρρωμένῃ δὲ οὔ. καὶ ἅμα οὐδεὶς ἦν ἐμοῦ λόγος αὐτῷ πεπεισμένῳ λόγους ποιεῖν καλούς.
Τοιοῦτος εἰς ἡμᾶς ὁ γεννάδας οὗτος. ὅς, ὅτι μὴ τῆς ἀρχῆς αὐτῷ λυθείσης πεσόντες ἐκλαύσαμεν, ἀγανακτεῖ. ἔδει δέ, ὡς ἔοικεν, ἐπʼ αὐτὴν ἐρχομένου τοῦτο πεπρᾶχθαι.