ΠΕΡΙ ΤΟΥ ΣΑΜΟΘΡΑΙΚΩΝ ΦΟΡΟΥ
... καὶ γὰρ οἱ τὴν ἀρχὴν οἰκίσαντες τὴν νῆσον ἦσαν Σάμιοι, ἐξ ὧν ἡμεῖς ἐγενόμεθα. Κατῳκίσθησαν δὲ ἀνάγκῃ, οὐκ ἐπιθυμίᾳ τῆς νήσου· ἐξέπεσον γὰρ ὑπὸ τυράννων ἐκ Σάμου καὶ τύχῃ ἐχρήσαντο, καὶ ταύτῃ λείαν λαβόντες ἀπὸ τῆς Θρᾴκης ἀφικνοῦνται εἰς τὴν νῆσον.
Ἡ γὰρ νῆσος ἣν ἔχομεν δήλη μὲν καὶ πόρρωθεν ὅτι ἐστὶν ὑψηλὴ καὶ τραχεῖα· καὶ τὰ μὲν χρήσιμα καὶ ἐργάσιμα μικρὰ αὐτῆς ἐστι, τὰ δʼ ἀργὰ πολλά, μικρᾶς αὐτῆς οὔσης.
... ᾑρέθησαν γὰρ ἐκλογῆς παρʼ ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι.
Καίτοι οὐκ ἂν τῆς μὲν τῶν ἄλλων πολιτῶν ταλαιπωρίας προὐσκέψαντο, τῆς δὲ σφετέρας αὐτῶν ἑταιρίας οὐκ ἐνεθυμήθησαν.
ΠΡΟΣ ΕΡΑΣΙΣΤΡΑΤΟΝ ΠΕΡΙ ΤΩΝ ΤΑΩΝ
Εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι· ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται· τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλʼ οὐ τὸ σῶμα.
Ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει· τὰς δʼ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε· καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλʼ ἔτη πλέον ἢ τριάκοντά ἐστιν.
ΠΕΡΙ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ
... αἱρεθεὶς ἀρχὴν ἄρξαι χρήματα πολλὰ διεχείρισα καὶ εὔθυναί μοι ἦσαν ἃς ἐδεδοίκειν, ἢ ἄτιμος ἦν, ἢ κακόν τι ὑμᾶς εἰργασάμην, ἢ δίκην ἐπιρρέπουσαν ἐδεδοίκειν; οὐ δῆτα ἔγωγε, ἐπεὶ οὐδέν μοι ἦν τούτων. Ἀλλʼ ὡς χρήματα ἀφείλεσθε ἐμοῦ; ἀλλʼ ὡς τῶν προγόνων τῶν ἐμῶν κακόν τι εἰργασμένων ὑμᾶς ...
Οἱ δὲ πολλοὶ τούτου ἕνεκα ἄλλης τινὸς πολιτείας ἢ τῆς καθεστηκυίας ἐπιθυμοῦσιν, ἵνα ἢ ὧν ἠδίκησαν δίκην μὴ δῶσιν, ἢ ὧν ἔπαθον τιμώρωνται καὶ αὖθις μηδὲν πάσχωσιν· ἀλλʼ ἐμοὶ τοιοῦτον οὐδὲν ἦν. Ἀλλὰ μὲν δὴ λέγουσιν οἱ κατήγοροι ὡς συνέγραφόν τε δίκας ἄλλοις καὶ ὡς ἐκέρδαινον ἀπὸ τούτου· οὐκοῦν ἐν μὲν τῇ ὀλιγαρχίᾳ οὐκ ἂν ἦν μοι τοῦτο, ἐν δὲ τῇ δημοκρατίᾳ καὶ ὁ κρατῶν εἰμι ἐγὼ … τοῦ λέγειν, ἐν μὲν τῇ ὀλιγαρχίᾳ οὐδενὸς ἔμελλον ἄξιος ἔσεσθαι, ἐν δὲ τῇ δημοκρατίᾳ πολλοῦ. Φέρε δή, πῶς εἰκός ἐστιν ἐμὲ ὀλιγαρχίας ἐπιθυμεῖν; πότερον ταῦτα ἐκλογίζεσθαι οὐχ οἷός τʼ εἰμί, ἢ οὐ γιγνώσκειν τὰ λυσιτελοῦντʼ ἐμαυτῷ μόνος Ἀθηναίων ...
... περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦ καὶ ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός ... οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν.
Περὶ τοῦ μὴ ἐλεεῖν ὑμᾶς ἐμὲ ἐδεήθη, δείσας μὴ ἐγὼ δάκρυσι καὶ ἱκετείαις πειρῶμαι ὑμᾶς ἀναπείθειν.
ἄνδρες … καὶ γυναῖκες καὶ παῖδες ἔμελλον δεῖσθαι ὑμῶν ὅτι, ἀπ … σκον η … ἐξὸν, τούτοις ἀμύνειν εἱλόμεθα … που τιν … κτι … ωιεργ …
ΚΑΤʼ ΑΛΚΙΒΙΑΔΟΥ ΛΟΙΔΟΡΙΑΙ
Ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρʼ αὐτῶν τὰ σαυτοῦ χρήματα, ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ σαυτοῦ ἔχοις χρῆσθαι αὐτοῖς.
ΠΡΟΟΙΜΙΑ ΚΑΙ ΕΠΙΛΟΓΟΙ
Ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένος ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι δὲ καὶ πλείω ὑμᾶς ᾐσθημένος ἠδικημένους τοὺς ἄλλους πολίτας.
... κἀγὼ μὲν ὁ μοχθηρός, ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς κατάγελως.
ΡΗΤΟΡΙΚΑΙ ΤΕΧΝΑΙ
τὸ μὲν τὰ παρόντα — ἔφη — καὶ ὑπάρχοντα καὶ παρακείμενα αἰσθάνεσθαι κατὰ φύσιν εἶναι ἡμῖν· παρὰ φύσιν δὲ τὸ φυλάττειν αὐτῶν ἐκποδὼν γενομένων ἐναργῆ τὸν τύπον.
τὰ μὲν παροιχόμενα σημείοις πιστοῦσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις.