eul_wid: swk-dz
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 43 (On the Treaties) by Libanius of Antioch

Students at Antioch moved freely from one teacher to another, and Libanius argues here for a compact among the teachers to stop it. He answers the fathers who claim the right to place their sons wherever they like, holding that once a teacher is chosen the boy should stay with him, and calls desertions the worst of the schools' troubles. He ends by proposing that the agreements be examined and kept.

Part of Orations 1–64

ΠΕΡΙ ΤΩΝ ΣΥΝΘΗΚΩΝ.

Ὁ μὲν ἀμείνων καιρός, ὦ φίλοι, τοῦ νῦν ῥηθησομένου λόγου παρελήλυθεν. ἔδει μὲν γάρ, ἡνίκα τῇδε τὸ πρῶτον ἡπτόμην τοῦ διδάσκειν, πεποιῆσθαι πρὸς ὑμᾶς γεγραμμένῳ λόγῳ ταύτην τὴν συμβουλήν, ὀλίγοις δὲ χρησάμενος ῥήμασιν οὐ πείσας ἀπέστην τοῦ καὶ μᾶλλον φροντίσαι καὶ συνθεὶς τὴν παραίνεσιν ἐνεγκεῖν. μεμφόμενος δὴ τὸ μὴ πάλαι τοῦτο πεποιηκέναι ποιήσων ἥκω τὸ μὴ γεγενημένον. βουλοίμην δʼ ἂν ὑμᾶς τῷ πεισθῆναι τιμῆσαί μοι τὸν λόγον, ἄλλως θʼ ὅτε κοινὸν ἐμοῦ τε καὶ τῶν τὸν λόγον ἐπαινεσομένων τὸ κέρδος. ἐμοὶ μὲν γὰρ αἴτιοι δόξης, ὑμῖν δὲ αὐτοῖς τοῦ μεγάλων ἀπηλλάχθαι κακῶν ἔσεσθε. εἰ μὲν οὖν μὴ τὴν ἴσην ἔχων πρὸς ἕκαστον ὑμῶν εὔνοιαν εἰς τήνδε διετέλεσα τὴν ἡμέραν, ἀλλὰ τοῖς μὲν συμπράττων, τοῖς δʼ ἐναντιούμενος, εἰκότως ἂν καὶ νῦν ὑπωπτευόμην οὐ τὸ κοινῇ συμφέρον ζητεῖν, τῇ δὲ πρὸς ἐνίους χάριτι πρὸς τοῦτο ἥκειν· ἐπεὶ δὲ πολλῶν πατέρων κύριόν με ποιουμένων ἐν ταῖς ὑπὲρ διδασκάλων ἐκλογαῖς οὐδαμοῦ προκρίνας ἕτερον ἑτέρου φανήσομαι, δικαίως ἂν πιστευοίμην τήμερον ἀπὸ τοῦ πάντων ὁμοίως κήδεσθαι πρὸς τὴν τῶν οὐ δοκούντων μοι καλῶς ἔχειν ἐπανόρθωσιν ὡρμηκέναι. ὃ γὰρ ἐμὲ μὲν οὐδὲν τῷ μὴ εἶναί μοι τὸν ἀντικαθήμενον, τὰ δὲ τῶν ἄλλων ὑμῶν βέβλαφέ τε πολὺν ἤδη χρόνον καὶ εἰ μή τις ἐπισχήσει, βλάπτον οὐ στήσεται, τοῦτʼ ἄξιον ἐνταῦθα δέξασθαι τὴν τελευτήν.

Μάλιστα μὲν οὖν, εἰ καὶ χρηστῆς ἀπήλαυε τῆς τύχης τὰ τῶν ἡμετέρων λόγων καὶ πλεῖν ἐξ οὐρίων ὑπῆρχεν, ὥσπερ τοῖς πρὸ ἡμῶν ταῖς τῶν νέων ἐφεστηκόσιν ἀγέλαις, οὓς τὸ πολλοὺς εἶναι τοὺς ἐπιθυμοῦντας μανθάνειν εὐδαίμονας ἐποίει, καὶ τότε μὲν ἂν εἰκὸς ἦν σκοπεῖν, ὅπως μηδὲν μηδαμόθεν ἔσται τὸ ζημιῶσον· νῦν δέ, ὡς ὁρᾶτε, βαπτιζομένου τοῦ πράγματος καὶ πάντων ἐπʼ αὐτὸ κεκινημένων τῶν πνευμάτων οὐδʼ εἰ σφόδρα βούλοισθε, κακῶς ἔξεστι φρονεῖν καὶ προστιθέναι τοῖς ἀναγκαίοις ἑκούσιον ζημίαν. ἴστε γάρ, ὡς ὁ παρὼν οὑτοσὶ καιρὸς ἃ μὲν ἦν τῶν ἡμετέρων λόγων, τοῖς ἑτέροις ἔδωκε, τὰ δὲ ἐκείνων ἐπὶ τουτουσὶ μετήνεγκε μᾶλλον μὲν ἀγαπᾶσθαι ποιήσας τοὺς ἧττον θαυμαζομένους, ἧττον δʼ αὖ τοὺς μᾶλλον, μᾶλλον δὲ τοὺς μὲν χορηγοὺς ἁπάντων ἀγαθῶν νομίζεσθαι ποιήσας, τοὺς δʼ οὐδὲν ἄλλο πλὴν ὕθλον καὶ πόνων καὶ πενίας ἀφορμήν. ἐντεῦθεν ἀγωγαὶ συχναὶ νέων καὶ πλοῖα πλοῦν ἕνα τὸν ἐπὶ Ῥώμης φερόμενα κρότος τε τῶν κομιζομένων παιδαρίων ἐπὶ ταῖς μελλούσαις ἐλπίσιν. αἱ δέ εἰσιν ἀρχή, δυναστεία, γάμος, ἐν βασιλείοις διατριβαί, τὸ διαλέγεσθαι βασιλεῖ. καὶ κομιδῆ μὲν ὀλίγοις ὁ πλοῦς ἐκεῖνος ἐλυσιτέλησεν, ὡς τοῖς γε πλείοσι πρὸς τῷ μηδὲν ἐνεγκεῖν παρείλετό τι καὶ τοῦ φρονεῖν. ὅμως δʼ ἕλκονταί τε καὶ προσδοκῶσι, καὶ τὸ οὔπω κτηθὲν ἔχεται καὶ τῷ μὲν ἐλάττονι τὸ πρᾶγμα κρίνεται, τῷ πλείονι δὲ οὐ δοκιμάζεται. τοιαῦτα τῷ δαίμονι δέδοκται περὶ ἑκατέρων τῶν λόγων. διὰ ταῦτα λύπην ἐκ τῶν διδασκαλείων οἴκαδε κομίζομεν πλὴν τοῦ καταβοῆσαι τοῦ καιροῦ ποιεῖν οὐδὲν ἔχοντες.

Ἀλλὰ τοῦτο μὲν ἀτύχημα καὶ τῆς αἰτίας ἐκτὸς ἡμεῖς, ἀφʼ ἧς τὰ εἰρημένα· περὶ δὲ τῶν ἀποστάσεων αἷς γέγονε τὸ διδάσκειν πονηρότερον, τίνα ἀνθʼ ὑμῶν αὐτῶν αἰτιάσεσθε; ἢ μικρὰν ἀθυμίαν ταύτας ἔχειν φήσετε; οὐ δεδηγμένος ἀπέρχεταί τις τὴν καρδίαν, εἰ ὁ χθὲς μαθητὴς σήμερον ἑτέρου γεγένηται; οὐκ ἀηδὲς ἄριστον; οὐκ ἀπορία δείλης; οὐ πικρὸν τὸ δεῖπνον; οὐ τὸ πλέον τῆς νυκτὸς ἐν ἀγρυπνίᾳ; οὐ τῆς ὑστεραίας μισεῖται μὲν ὁ θρόνος, ἐχθρὸν δὲ τὸ τῶν λόγων χωρίον, ὕποπτον δὲ τὸ μένον ἔτι, θρασὺς δὲ ὁ ἀποστὰς ἀπαντῶν ἐξεπίτηδες σὺν ὕβρει τῷ τέως διδασκάλῳ, πάντων ἐπιλελησμένος, ἐκβαλὼν μὲν τῶν ὀμμάτων τὴν ὀφειλομένην αἰδῶ, μεστὸν δὲ αὑτὸν πεποιηκὼς τῆς εἰς ἐκεῖνον ἀσελγείας, ἀπὸ παντὸς ἔργου τε καὶ σχήματος ἀνιᾶσαι προθυμούμενος, κεκραγώς, εἰ μισθοῦ τις μνησθείη, τὸ καὶ τὸν χρόνον αὑτῷ τηνάλλως ἀνηλῶσθαι καὶ μηδὲν εἰδέναι καὶ μηδὲν ἀκηκοέναι καὶ βραδέως ἀφεστάναι καὶ χρῆναι πάλαι τοῦτο πεποιηκέναι καὶ μισθὸν ἀμαθίας οὐ νενομίσθαι. τὰς αὐτὰς δὲ καὶ πρὸς πατέρας φωνὰς ὁ πατὴρ ἀφίησι, ψευδόμενοι μὲν ἀμφότεροι, ὅ τε παῖς ὅ τε πατήρ, λέγειν δὲ ὅμως τολμῶντες, ὅπως μὴ κακοὶ περὶ τὸν μισθὸν εἶναι δοκοῖεν. ὁ δὲ ἀποπνίγεται τὸ πλῆθος τῶν πόνων οὓς ἐπόνησεν ἐννοῶν καὶ ὡς εἰς ἀχαρίστου ψυχὴν οἰκοδομῶν οὐκ ᾔδει. μισθοῦ τοίνυν μεμνημένος μὲν εἰς τοιαῦτα ἐμπίπτει, φόβῳ δὲ τούτων σιωπῶν ἀλγεῖ τῷ μηδὲ λέγειν ἔχειν, ἐκ δὲ τούτων καθέζοιτʼ ἂν αὑτὸν ἐσθίων. ἐπὶ βιβλίον δὲ καὶ τὴν ἐκεῖθεν τροφὴν ἢ οὐχ ἧκεν ἢ μάτην οὐκ ἔχων τεῖναι τὸν νοῦν ἀκριβῶς εἰς τὸ κέρδος. γίγνεται οὖν ἐντεῦθεν φαυλότερος. οὕτω πρὸς τῇ τοῦ μισθοῦ στερήσει καὶ τὸ χείρω γίγνεσθαι τὴν διάνοιαν ἔστι.

Παλαιὸν μὲν οὖν τι τοῦτο τὸ τῶν ἀποστάσεων, ἀλλʼ ὅσον γε νῦν, οὐδεπώποτε συμβάν. δύο ἢ τρεῖς ἐπὶ τῆς ἐμῆς οἶδα νεότητος τοῦτο πεποιηκότας οὐ καλὴν δόξαν ἐκ τῆς ἀποστάσεως λαβόντας, ὅθεν αὐτοῖς καὶ σπάνις ἐπιτηδείων τε καὶ φίλων. ὁ γὰρ περὶ τὸν αὑτοῦ διδάσκαλον ἄπιστον αὑτὸν ἐπιδείξας προὔλεγεν ἅπασιν, ὡς οὐκ οἶδε φιλεῖν. τὸ πάλαι μὲν οὖν μικρόν τι, τὸ δὲ νῦν τοῦτο πολύ· μικροῦ γὰρ ἰσάριθμοι ταῖς ἡμέραις αἱ ἀποστάσεις. καὶ τοὺς αὐτοὺς εὕροις ἂν διὰ πάντων ἥκοντας, ἕως ἦλθον ἐπʼ ἐκεῖνον ἀφʼ ὅτου πρῶτον ἀπέστησαν. καὶ δευτέρα περίοδος καὶ τρίτη. καὶ περὶ ἕκαστον τῶν διδασκάλων πολλάκις ἀμφότερα, ὁ μὲν ὡς ἕτερον ἀπῆλθε νέος, ὁ δʼ ἦλθεν ἄλλον ἀφείς. οἱ δὲ μείναντες διὰ τέλους οὐκ ἄνευ τοῦ τὴν ἴσην παρασχεῖν προσδοκίαν ἔμειναν, ὡς ἄρα τὸ αὐτὸ δράσουσιν, ὥστε κἀκ τῶν βελτιόνων γενέσθαι τινὰ λύπην.

Πῶς οὖν ἂν ἕκαστος ἔχοι βεβαίως οὓς ἔχει; εἰ τὰς ἀποστάσεις συνθήκαις ἀνέλοιμεν καὶ μὴ ἐξείη τρέχειν παρὰ μὲν τούτων ὡς ἐκείνους, παρὰ δὲ ἐκείνων ὡς τούτους, οἷόν τι τοῖς παίζουσι παισὶ γίγνεται περὶ τὰς γωνίας. γνώτω νέος ἅπας, ὡς ἡ διὰ τῶν ἀποστάσεων αὕτη πέπαυται τρυφή. γνώτω πατήρ, γνώτω μήτηρ, γνώτω παιδαγωγός. οἳ νῦν μέν εἰσιν ἅπαντες τῶν ἐπὶ θρόνων καθημένων δεσπόται, γενομένων δὲ ὧν εἶπον γνωριοῦσι σφᾶς τε αὐτοὺς κἀκείνους καὶ ἀντὶ τοῦ βλέπειν εἰς αὐτοὺς ἀξιοῦν τοὺς ἡγεμόνας ἀκολουθήσουσιν οἷς ἡ τοῦ δικαίου τάξις βούλεται. ἔσονται δὲ ἐνεργοὶ μὲν ἱμάντες, ἐνεργοὶ δὲ ῥάβδοι. ὡς νῦν γε παρὰ μὲν τοῖς οὐδʼ εἰσί, παρὰ δὲ τοῖς ἀφοσιοῦνται σαφῶς εἰδότων τῶν χρωμένων, ὡς, εἰ γένοιτό τι τοσοῦτον ὁπόσον ἄξιον, ἄλλου τὸν νέον ἐποίησε. δυναμένων δὲ τοῦτο τῶν πληγῶν ταὐτὸ ποιεῖ καὶ παιδαγωγὸς οὐ θεραπευόμενος. ἡ θεραπεία δὲ βάθρου τυχεῖν, ἀργύριον λαβεῖν, ἑστιαθῆναι, πολλὰ ἕτερα. ἂν ταῦτα ὑπομείνῃς, ἔχεις τὸν νέον· ἂν δʼ οὐκ ἀνάσχῃ, τὴν ἀπόστασιν ἤκουσας. οὐκοῦν οὐ μόνον ὑμῖν ὑπάρξει κομίσασθαι διὰ τῶν συνθηκῶν τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοῖς νέοις ἀμείνοσι γενέσθαι βλακεύειν διὰ τὰς ἀνάγκας οὐκ ἔχουσι. δεῖ γὰρ δὴ μένοντας ἢ βούλεσθαι πονεῖν ἢ προσαναγκάζεσθαι. πληγὰς δὲ οὐ κωλύσει φόβος ἀποστάσεων. νῦν δʼ οἱ μὲν ῥᾳθυμοῦσιν, οἱ δʼ οὐκ ἐπιτιμῶσι, καὶ οἱ μὲν καθεύδουσιν, οἱ δʼ οὐκ ἐπεγείρουσι, καὶ οἱ μὲν πλημμελοῦσιν, οἱ δὲ σιωπῶσιν εἰδότες μέν, ὡς οὐ δίκαια ποιοῦσιν, οὐκ ἀκινδύνους δὲ αὑτοῖς τὰς νουθεσίας εὑρίσκοντες.

Ἀλλὰ δεινὸν εἶναι φήσουσιν οἱ πατέρες, εἰ μὴ τὰ δοκοῦντα σφίσι περὶ τῶν παίδων ἔσται μηδὲ ἐπιτρέψει τις ὅτῳ βούλονται παραδοῦναι. καὶ γὰρ οἱ διδάσκαλοι δεινὸν εἶναι φήσουσιν, εἰ μηδεὶς αὐτοὺς ἐάσει διακρίνειν οἷς τε δεῖ συνεῖναι τῶν νέων καὶ οἷς μή. ἔστι σοι παῖς. τοῦτον βούλει τῆς τοῦ λέγειν δυνάμεως μετασχεῖν. κάθηνται πολλοὶ διδάσκαλοι χρόνῳ μακρῷ βεβασανισμένοι πεῖραν σφῶν αὐτῶν ἐν οἷς ἤδη τινὰς πεπαιδεύκασι δεδωκότες. τούτων ὃν ἂν οἱ λογισμοὶ πείθωσιν ἑλόμενος ἔα παραδοὺς μένειν. τὸ δὲ νῦν μὲν ὡς τοῦτον, νῦν δὲ ὡς ἄλλον ἄγειν οὐ τοῦτόν ἐστι θαυμάζοντος, ἀλλʼ ἐκεῖνον ἀτιμάζοντος. τοῦτʼ οὖν ὁ δεύτερος οὗτος αἰσθανόμενος ἐρεῖ πρὸς σὲ μικρὰ καὶ μέτρια, ὅτι οὐκ ἂν αὑτόν σοι πρὸς τὰ τοιαῦτα παράσχοι οὐδʼ ἂν ὑβρίσαι μετὰ σοῦ τὸν ὁμότεχνον. εἰ δʼ ἕλκοις αὐτὸν εἰς τὸ δικαστήριον καὶ κατηγοροῖς, οὐκ ἀπορήσει λόγων, ἀλλʼ ἕξει καὶ πολλοὺς καὶ δικαίους δεικνύντας, ὡς οὐ καλὸν τὰ τοιαῦτα κωμάζειν, ἀλλʼ ἐξ ἀρχῆς βουλευσάμενον μένειν ἐν τοῖς δόξασιν. ὅτι γὰρ οὐχ ὡς ἐπὶ βελτίω τὸν δεύτερον ἄγουσι, παντί τῳ δῆλον. τούς τε γὰρ τὰ τοιαῦτα εἰδότας ἦν ἐξ ἀρχῆς ἐρωτᾶν, σφαλέντα δὲ καὶ ἐξηπατημένον εὐθὺς ἔδει ποιεῖν τὸ δεύτερον. νῦν δὲ ἐνιαυτῶν παριόντων καὶ τῶν ὡρῶν τὸν περὶ τοῦ μισθοῦ λόγον εἰς μέσον ἀγουσῶν τότε τὴν ἀχλὺν ἀφαιρεθέντες διορῶσι τό τε βέλτιον καὶ τὸ χεῖρον. καί φασιν ἀπενεχθῆναι τὴν ἀρχὴν τοῦ δέοντος οὐκ ἄλλο τι νομίζοντες εὑρηκέναι κάλλιον, ἀλλʼ ὅπως μετʼ εὐπρεπείας ἀγνωμονοῖεν καὶ δοκῶσιν ἐρᾶν τοῦ κρείττονος. σημεῖον δέ, πολλοὶ πάλιν ἐπὶ τοὺς αὐτοὺς ἐπανῆκον ὡς ἀμείνους ὧν ἀπέστησαν ὡς χειρόνων. καίτοι πῶς ἔνι τὸν αὐτὸν βελτίω τε καὶ φαυλότερον εἶναι; οὐκ ἔστιν. ἀλλʼ ἔτος, οἶμαι, πάλιν παρὰ τῷ δευτέρῳ διελθὸν καὶ αἱ ὧραι πάλιν καὶ μισθοῦ καιρὸς τὴν δόξαν ἐκίνησαν.

Ἀλλά, νὴ Δία, τῷ θαρρεῖν ἔχειν ἀπὸ τῶν συνθηκῶν δόξομεν νωθροτέρας ποιήσεσθαι τοῦ λοιποῦ τὰς συνουσίας ὡς οὐκ ὂν ἑτέρωσε μεθορμίσασθαι. ἀλλʼ οὐκ εἰδότων ἡμᾶς ἥ γε τοιαύτη δόξα. καὶ πρός γε εἰς διδαχὴν τῆς ἡμετέρας φιλοπονίας ἱκανὸν τὸ καὶ τὰς ἡμέρας ἐν αἷς ἔξεστιν ἀργεῖν, ἐργάζεσθαι. λέγω δὲ ταύτας ἐν αἷς οἱ τὰς ἀρχὰς ἔχοντες νῦν μὲν εἰς θέατρον, νῦν δʼ εἰς ἱππόδρομον ἀγείρουσι τὸν ὄχλον τιμῶντες αὐτὰς ὥς τι τοῖς βασιλεῦσιν ἐνεγκούσας ἀγαθόν. οἱ μὲν οὖν κήρυκες βοῶσι χωρούντων τε ἐκείνων ἐφʼ ἅπερ ἔφην καὶ πάλιν ἀναστρεφόντων, ἡμεῖς δὲ ἀκούοντές τε καὶ τὸ πρᾶγμα εἰδότες πονοῦμεν ἃ μὴ πονεῖν βουλομένοις ὑπῆρχεν. οὐ γὰρ ἂν ἀπόστασιν ἐν κοινῇ τοῦτʼ ἐποίει σιωπῇ. ἔτι τοίνυν τὸ προσθήκης ἐπιθυμεῖν παράκλησιν ἂν ἔχοι πρὸς τὸ πονεῖν ἑκάστου βουλομένου χρηστόν τι περὶ αὑτοῦ λέγεσθαι διὰ τὴν ἀπὸ τῶν παραδειγμάτων γενησομένην ὠφέλειαν. οἱ γὰρ ἐπαινούμενοι μαθηταὶ καὶ τοῖς οὔπω πεφοιτηκόσιν ὁδός. πρὸς δὲ τούτοις ἐξετάζεσθαι μὲν ἄξιον ὑπὸ τῶν πατέρων τοὺς υἱεῖς τῶν μὲν παρόντων, τῶν δὲ ἀπόντων, ἢ κρίνειν αὐτῶν δυναμένων ἢ τοῖς κρίνειν ἐπισταμένοις χρωμένων, ὁρωμένης δέ τινος ἐν τοῖς νέοις τῶν ἐφεστώτων ῥᾳθυμίας ἐξέστω μέμφεσθαι, κατηγορεῖν, ἐγκαλεῖν, αἰτιᾶσθαι, καὶ καθιζέτω μέν, εἰ βούλοιτο, δικαστὰς ὁπόσους ἂν ἐθέλῃ, τῶν ἔξωθέν τινας τοῖς διδάσκουσιν ἀναμιγνύς, γραφέσθω δὲ τὸν ἠμεληκότα παραστησάμενος τὸν νέον. κἂν μὲν ἀρκῇ ποιῆσαι προθυμότερον τὸν ἐξεληλεγμένον, πρᾷός τις καὶ μέτριος νομισθεὶς ἀπερχέσθω, νικῶντος δὲ μεθιστάναι τὸν νέον ψήφῳ τῶν δικαζόντων τοῦτο ποιήσας μένειν ἐάτω τὰ συγκείμενα. καὶ προσγεγράφθω δέ, ὦ φίλοι, τό· εἰ δέ τις ἁλοίη περί τινα τῶν νέων ἀργότερος γεγονώς, τοῦτον μηδὲν ἀδικεῖσθαι νομίζειν, ἢν τῷ νέῳ τις βοηθεῖν οἴηται δεῖν.

Τοῖς μὲν οὖν γονεῦσιν ἀποχρήσειν ταῦτα ὑπολαμβάνω, ἴσως δέ τις ὑμῶν ἐν ἐλπίσιν ὢν ἕξειν τινὰς διʼ ἀποστάσεων νέους δυσχεραίνει τὴν περὶ τῶν συνθηκῶν παραίνεσιν. δεῖ δὲ τοῦτον μὴ μόνον ὃ λήψεται σκοπεῖν, ἀλλʼ ὡς καὶ αὐτὸς ἴσως ἄν τινας τὸν αὐτὸν ἀφαιρεθείη τρόπον. πέφυκε δὲ ἄνθρωπος οὐχ οὕτως εὐφραίνεσθαι κερδαίνων, ὡς ἀλγεῖν ζημιούμενος. πότερον οὖν κρεῖττον μήτʼ ἐκείνην ἥδεσθαι τὴν ἡδονὴν μήτε ταύτην λυπεῖσθαι τὴν λύπην ἢ ζῆν ἐν ἀμφοτέροις, ἐλπίδι τε τοιαύτῃ καὶ φόβῳ, καὶ χειμαζόμενον τὴν ψυχὴν νύκτα τε καὶ ἡμέραν διάγειν τοῦ μὲν ἐρῶντα, πρὸς δὲ ἐκεῖνο τρέμοντα; καὶ μὴν νῦν μὲν ἀρῶν ἡμῖν γέμει τὰ διδασκαλεῖα τῶν ὑπὸ τῶν μαθητῶν ἀδικουμένων Ἐριννῦς ἐπʼ ἐκείνους καλούντων λεγόντων οἷα ἀνθʼ οἵων εἰσὶ κεκομισμένοι, τότε δὲ οὐδὲν τοιοῦτον οὐδὲ εἷς θεῶν ἀκούσεται τῆς ἀφορμῆς τῶν δυσχερεστέρων περιῃρημένης. εἴτʼ οὖν τῆς ἐλπίδος ἐκκρούεται, ταύτῃ τὴν ἀηδίαν ἀντιτιθεὶς σωφρονείτω, εἴθʼ ὧν ἔπαθεν ἀμύνεσθαι βούλεται, πρῶτον μὲν ἃ καὶ αὐτὸς δέδρακε λογιζέσθω, ἔπειτʼ εἰ καὶ προσδεῖν ἔτι τινὸς εἰς τὴν δίκην οἴεται, νομίσας Ἑλληνικὸν εἶναι τὸ τὰ τοιαῦτα ἀφιέναι φερέτω καὶ μὴ τῶν παροξυνόντων τὸν διαλλάττοντα μηδὲ τῶν προσαγωγέων τὸν σοφιστὴν μηδὲ τῶν νεωτέρων τὸν πρεσβύτερον χείρονα νομιζέτω.

Πολὺν ἤδη χρόνον πεπείρασθε πολέμου καὶ στάσεως. λάβετε δὴ πεῖραν καὶ ὁμονοίας καὶ φιλίας. ἴσως γὰρ ἂν παύσαισθε τῶν νῦν θρήνων μεταπεσόντων ὑμῖν τῶν πραγμάτων. οἱ δέ εἰσι· γεωργεῖν με χρῆν, εἶπέ τις, ἕτερος δέ γε πλεῖν, ἄλλος ἄλλην ἐργάζεσθαι τέχνην, ἄλλος ἄρχουσιν ὑπηρετεῖν. καὶ τραγῳδεῖ δὴ τὴν παροῦσαν πενίαν ἕκαστος καὶ ὡς ἐξ ἐκείνων ἑκάστου μείζων ἂν ἦν πρόσοδος. ταῦτʼ ἐπειδὰν εἰς τὸ βουλευτήριον ἔλθητε παρʼ ἐμὲ μετὰ τὰς συνουσίας, θρηνεῖτε. καὶ παρόντας μὲν ἀλλήλους κακῶς οὐ λέγετε, ἠριστηκότες δὲ ἤδη τὸ λοιπὸν τῆς ἡμέρας περὶ τοῦτο ἀναλίσκετε, οἱ μὲν ἐν μέσοις τοῖς συνδίκοις, οἱ δὲ ἐν μέσοις τοῖς στρατιώταις καθήμενοι, τοὺς δʼ ἴδοις ἂν εἰς οἰκίαν ἰόντας ἐπὶ τοῖς ἴσοις τὸ τῶν μισούντων ποιοῦντας. τῷ μίσει δὲ ἀφορμὴ τάχα μέν τι καὶ ἄλλο, μεγίστη δὲ αἱ ἀποστάσεις.

Εἰ μὲν οὖν ἦν μοι τὰ πάντα ἰάσασθαι, τοῦτʼ ἂν ἐποίουν· τῶν πολλῶν δὲ οὔπω φαινομένης ἐπανορθώσεως, ὃ δυναίμην ἂν παῦσαι, τοῦτο ἵστημι. καὶ σκοπεῖτε, πρὸς Διός, τίνες ἀντὶ τίνων ἔσεσθε τοῦ μάλιστα ἐρεθίζοντος ἐκκεκομμένου. ἥδιον μὲν ἀλλήλους ὄψεσθε, καλλίω δʼ ἂν εἴποιτε περὶ ἀλλήλων. οἷς δὲ νῦν ὑποπεπτώκατε, φθέγξεσθέ τι πρὸς τούτους ἐλεύθερον. παύσεσθε μὲν τοὺς ἐν τοῖς ἄλλοις βίοις εὐδαιμονίζοντες, ὑπάρξει δὲ ὑμῖν ἐξελαύνειν τοὺς φάσκοντας μὲν λόγων ἐπιθυμεῖν, ἕλκοντας δʼ ἐπὶ ῥᾳθυμίαν τοὺς παῖδας. ᾧ γὰρ ἂν τοὺς ἐφʼ οἷς τολμῶσιν ἀγανακτοῦντας τρώσαιεν, οὐκέτʼ ἂν ἔχοιεν.

Ἀρχὴν τοίνυν ἐπιεικεστέρων πραγμάτων ταυτηνὶ ποιησάμενοι τὴν ἡμέραν ἴωμεν ἐπὶ τὰς συνθήκας κἂν μὲν εὑρίσκωμεν οἵας ἔφην, ἐμμείνωμεν, ἂν δʼ οὐ τοιαύτας, ἡ παρὰ τῶν ἔργων κρατείτω παραίνεσις.