eul_wid: swk-dt
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 37 (To Polycles) by Libanius of Antioch

Polycles had stopped calling on Libanius each afternoon, and Libanius makes public why. In a talk about Julian's reign Polycles had sneered at the emperor's gifts of villages to eunuchs and repeated, on Elpidius's oath, a tale that the jewels of Julian's mother paid a doctor for the death of Julian's wife; Libanius's retort ended the friendship. He reminds Polycles of the governorship of Phoenicia he owed to Julian, and mocks his taste for the company of sorcerers.

Part of Orations 1–64

ΠΡΟΣ ΠΟΛΥΚΛΕΑ.

Ὅτι μὲν εἶναί τι δεῖ τὸ τὴν συνήθειαν ἀνελὸν ἡμῶν καὶ τὸ εἰσιέναι σε παρʼ ἐμὲ καθʼ ἑκάστην ἡμέραν μετὰ μεσημβρίαν, παντί που δῆλον· ὑπὲρ δὲ τοῦ μὴ ζητεῖν τοὺς ἀνθρώπους, ὅθεν τοῦτο γέγονε, καὶ πράγματα ἔχειν εἰκάζοντας βούλομαι ποιῆσαι τὴν αἰτίαν φανεράν, ἀφʼ ἧς ἐγὼ μὲν οὐκ οἶμαι φανεῖσθαι κακός, ἄλλος δέ τις ἴσως οὐκ ἀγαθός.

Λόγων ἡμῖν γιγνομένων περὶ τῆς Ἰουλιανοῦ τοῦ σοφωτάτου βασιλείας καὶ θαυμαστὴν ἐκείνην εἶναί μου λέγοντος καὶ οἵαν εἰκὸς ἀνδρὸς εἶναι τοιούτου, δῆλος μὲν ἦσθα ταῦτα οὐχ ἡδέως ἀκούων, ἐν σχήματι δὲ ἐπαινοῦντος ἔψεγες μέγαν μὲν αὐτὸν ἐν ταῖς δωρεαῖς εἶναι λέγων, τούτου δὲ ἀπόδειξιν ποιούμενος τὰ τοῖς εὐνούχοις παρʼ αὐτοῦ δεδομένα. ταῦτα δὲ εἶναι κώμας. καὶ πολὺς περὶ αὐτῶν εἵπετο λόγος καὶ ὡς αὐταὶ τῶν οὐσῶν ἐν τῇ γῇ κεφάλαιον. ἐβούλου γὰρ ἐκ τοῦ μεγέθους τῶν δωρεῶν διαβάλλεσθαι τοῦ δεδωκότος τὸν τρόπον καί τινας ὑπονοίας κινεῖσθαι. ἤνεγκα ταῦτα μόλις μέν, ἤνεγκα δʼ οὖν εἰδὼς μέν, ὡς οὐκ ἀληθῆ οὐδὲ ταῦτα μέγιστα ὧν δέδωκεν, εἰς μάχην δὲ ἐπὶ τούτοις ἐμπίπτειν οὐ βουλόμενος. τούτοις προσέθηκας τῆς μητρὸς τῆς ἐκείνου τὸν κόσμον, ὃν ἰατρῷ τινι δοθῆναι μισθὸν τοῦ θανάτου τῆς οὔσης αὐτῷ γυναικός. ταυτὶ γὰρ ὀμνύντα λέγειν Ἐλπίδιον. καὶ προσῆν ἔπαινος Ἐλπιδίου, οὐχ ἵνʼ Ἐλπίδιος ἐπαινεθῇ, ἀλλʼ ἵνʼ ὁ ὅρκος πιστευθῇ. ἐνταῦθα ἀνεβόησα καὶ τὴν ψυχὴν πληγεὶς τῷ λόγῳ ἀλλʼ οὐχ ὡς οὐκ ἐπορνεύετο νέος ὤν, ὤμνυ ἂν Ἐλπίδιος, ἔφην. καὶ ταὐτὰ εἶπον ἃ Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος, ὡς ἀπηγγέλλετο δεῦρο παρὰ τῶν ἐκεῖ χρόνον διατριψάντων πολύν, καὶ ὡς ἀντὶ παλλακῆς γένοιτο τὰ μὲν ἄλλα ἀνδρὶ σπουδαίῳ, τουτὶ δὲ ἀτυχοῦντι. ἦσαν δὲ οἱ φάσκοντες αὐτὸν καὶ μέχρι τῆς τελευτῆς ἐνέχεσθαι τῇ νόσῳ. καὶ οὕτω δὴ κατεχώσθης ὑπὸ τῆς ἀληθείας, ὥστε καὶ αὐτὸς ὡμολόγεις παρά του τῶν παρηδρευκότων αὐτῷ τοιαῦτα ἀκηκοέναι. τὸν οὖν τοιοῦτον ἄτιμόν τε εἶναι ἔφην γυναῖκα ἑκόντα γενόμενον καὶ τὸ δύνασθαι κακῶς λέγειν ἕτερον ἀφῃρῆσθαι τῷ βίῳ. ταῦτʼ εἶπον. σὺ δέ με ἐβούλου σιγῇ δέχεσθαι τοὺς κατὰ τῆς ἱερᾶς κεφαλῆς ἐκείνης λόγους καὶ προδιδόναι καλὸν κἀγαθὸν βασιλέα καὶ φίλον. ἦν γὰρ δή μοι φίλος καὶ οὐκ ἂν ἀρνηθείην. ἀλλʼ οὐ ταῦτα τοῖς φίλοις ὀφείλεται παρὰ τῶν φίλων, ἀλλὰ βοήθεια, προθυμία, λόγος, ἔργα, ἡμῖν δὲ ἔργου μὲν οὐ παρῆν καιρός, λόγου δέ. ἔλεγον τοίνυν καὶ ἀντέλεγον ἀγαθὸν κακοῦ κακῶς ἠγορευκότος. ἠγανάκτουν δὲ οὐ τῷ φίλος εἶναι μόνον, ἀλλὰ καὶ τῇ συκοφαντίᾳ. τίς γὰρ Ἑλλήνων ἢ βαρβάρων πιστεύσειεν ἄν, οὐχ ὅτι τὴν γυναῖκα αὐτὸς τὴν αὑτοῦ, ἀλλʼ ὅλως τινὰ ἀνθρώπων ἀδίκως ἀπέκτεινεν; ἀπέκτεινε λέγω; τίνα μὲν οὖν πατρίδος ἐστέρησεν; ἢ τίνα γε χρημάτων ἄνθρωπος ἐν θυσίαις τε καὶ εὐχαῖς καὶ ὁμιλίαις δαιμόνων νύκτας τε καὶ ἡμέρας διάγων καὶ διὰ τῶν μάντεων αὐτοῖς συνὼν τάς τε τοῦ νικᾶν ἐν τοῖς πολέμοις ἐλπίδας ἐν τῇ ʼκείνων ῥοπῇ μᾶλλον ἔχων ἢ ταῖς χερσὶ τῶν στρατιωτῶν; ἑτέρῳ γάρ τι τοιοῦτον εἰργασμένῳ τὴν αὐτὴν ἂν ὑπῆλθεν ὀροφὴν ἢ λόγου μετέδωκεν ἢ λέγοντος ἤκουσεν; οὐκ οἶσθʼ ὅτι καὶ τοὺς ἐπʼ αὐτῷ ποτε συνελθόντας, ὅπως τὸν μὲν ἀνέλοιεν, αὐτοὶ δὲ ἄρχοιεν, μετʼ ἐλέγχους ἀφῆκεν; οὗτος οὖν τὴν γυναῖκα ἂν ἀπέκτεινε φαρμάκῳ μηδὲν ἔχων ἐγκαλεῖν ἢ καὶ ἐγκαλεῖν γε; καὶ τοιαύτας ἂν ἀφῆκε πρὸς τὸν ἰατρὸν φωνάς; κέρασον φάρμακον, ἔμβαλε, δὸς ἢ ὅτῳ γε βούλει τρόπῳ δεῖξόν μοι τῆς γυναικὸς τὸν νεκρόν, ὑπόμεινον ἔργον ἐναντίον τῇ τέχνῃ, μισθὸς δέ σοι τὰ κοσμοῦντά μοί ποτε τὴν μητέρα. τοιαῦτα ἂν προήκατο ῥήματα; διῆρεν ἂν ἐπὶ τοιούτοις τὸ στόμα; ἡ γλῶττα δὲ οὐκ ἂν ὤκλασε; τοῦτο δὲ διαπραξάμενος οὐκ ἂν αὑτὸν ἐξετύφλωσεν, ὅπως μὴ πρὸς ὃν ταῦτα εἶπεν ὄψεται; ἐμοὶ μὲν ὁ ταῦτα ψευσάμενος οὐδʼ ἂν τῶν ἐκ τῆς Φοινίσσης τῷ Διὶ γεγονότων ἀποσχέσθαι δοκεῖ τὸ μὴ τὰ δεινότατα ὑπʼ αὐτῶν φάναι παθεῖν τοὺς οἰκειοτάτους. δοκεῖ γάρ μοι μὴ κακῶς ἂν ἀκοῦσαι μαθητὴς οὗτος ἐκείνων τε καὶ τοῦ Αἰακοῦ. τῷ γε τοῦ Αἰακοῦ περὶ τοὺς αὐχμοὺς ἔχοι τις ἂν ἀντιθεῖναι τὰ τοῦδε περὶ τοὺς σεισμούς. ὁ μέν γε εὐξάμενος ἔπεισεν ὗσαι τὸν Δία, ὁ δὲ παῦσαι τὸν Ποσειδῶνα σεισμούς, ἐν οἷς ἦσαν μέγιστοι τῇ μεγίστῃ πόλει φόβοι. ὥσπερ οὖν τὸν περὶ ἐκείνων τολμῶντά τι τοιοῦτον εἰπεῖν μαίνεσθαι δεῖ νομίζειν, οὕτω καὶ τὸν περὶ τοῦδε, ἄλλως θʼ ὅτʼ οὐδὲ τοῖς ἀπὸ τοῦ γάμου μόνον δικαίοις ἐκωλύετʼ ἂν ἡ πρᾶξις, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ γένους. ἡ γὰρ αὐτὴ καὶ γυνὴ καὶ ἀνεψιά, Κωνσταντίου γὰρ ἦν ἀδελφή. ὁ δὲ οὐδετέρους δείσας θεούς, οὔθʼ οἷς γάμων οὔθʼ οἷς γενῶν μέλει, τοιαῦτα πρὸς ἰατρὸν διελέγετο, εἰ μὲν μεθʼ ἡμέραν, οὐκ αἰδούμενος τὸν Ἥλιον, εἰ δὲ νυκτός, τὴν Νύκτα; καὶ Ἐλπίδιος μὲν ὢν Ἐλπίδιος οὐδὲν οὐδενὶ τοιοῦτον ἐπέταξεν, ἀλλὰ καὶ ὧν ἐν ταῖς ἀρχαῖς ἃς ἦρξε κατέγνω θάνατον, δικαίως ἁπάντων κατεγνωκέναι φησίν, ὁ δʼ ἐν τοῖς βωμοῖς συνεχῶς ὤν, ὁ τῶν ἑδῶν ἐξηρτημένος, ὁ καὶ τῇ γαστρὶ θεραπεύων τοὺς θεοὺς οὗτος ὃ καὶ ἐννοῆσαι δυσσεβές, ἔδρα καὶ ἣν ἔσπειρε ταύτην ἀπέκτεινε; καὶ φαρμάκου μὲν ἔργον ὁ θάνατος, ἔλεγχος δὲ κειμένης οὐδείς; καίτοι οὐχ εἷς ἐν βασιλείοις ἰατρός, ἀλλʼ ὅτι πλεῖστοι. ὥσθʼ εἷς μὲν τὸν μισθὸν λαβὼν ἔκρυπτεν ἂν τὸ ἄγος, οἱ δʼ ἄλλοι πάντες ἂν ἐβόων. Κωνστάντιος δὲ οὔτʼ ἂν ἠγνόησεν οὔτʼ ἂν ἡσύχασεν, ἀλλʼ ὡς ἐπʼ ἀδελφῇ τε καὶ βασιλίδι πάντα ἂν ἔσεισε καὶ ταῦτα ἀφορμῆς δεόμενος εἰς τὸ τὸν ἄνθρωπον ἀφελέσθαι τὸ σκῆπτρον. μετέμελε γὰρ αὐτῷ μεταδόντι τῆς ἀρχῆς, οὐχ ὡς εὑρόντι κακόν, ἀλλʼ ὡς ἑαυτοῦ βελτίονα. καὶ ἦσαν οἱ πάντα ἐξετάσοντές τε καὶ μηνύσοντες, οἳ καὶ συκοφαντοῦντες εὔφραινον. ὧν πρῶτος Ἐλπίδιος, ὃν οὔτʼ ἂν ἔλαθεν ὕπαρχόν γε ὄντα πρᾶγμα τοσοῦτον οὔτʼ ἂν ἐσίγησεν αἰσθόμενος μέλλων γε εὐεργέτης ἔσεσθαι βασιλέως. εἰ μὲν οὖν ἔφρασε, δεῖξον· εἰ δʼ οὐκ εἶπεν, οὐδʼ ἐπέπρακτο, ἀλλʼ ὁ τὸ στρατόπεδον ἐφʼ αὑτὸν πολλοῖς καὶ μεγάλοις ἀδικήμασι κεκινηκὼς καὶ τοῖς Ἰουλιανοῦ διασωθεὶς δάκρυσιν ὧν ὤφειλε χάριν, τούτων ἀπαιτεῖ δίκας ψευδόμενος.

Τὸ ψεῦδος δὲ τοῦτο σὺ διηγούμενος ἡμῖν τὴν παρὰ σαυτοῦ ψῆφον προσετίθεις καὶ φωνῇ καὶ βλέμματι καὶ τοῖς ἀπὸ τῆς κεφαλῆς ἀνθρώπῳ κιναίδῳ κατὰ ἀνδρὸς σώφρονος συναγορεύων οὐκ ἀναμνησθεὶς τῆς Φοινίκης οὐδὲ τῆς Φοινίκων ἀρχῆς, ἣ πρώτη πρώτῳ σοι μετὰ τὴν μοναρχίαν ἐδόθη. σὲ μὲν γὰρ οὐκ ἠπίστατο, ὑπὸ φίλου δὲ ἐξηπατᾶτο. παροινοῦντος δὲ σοῦ καὶ σωφρονεῖν οὐ δυναμένου τὰ πονηρὰ καλὰ νομίζειν οὐκ εἶχεν, ἀλλʼ ἤχθετο. σὺ δʼ ἀντὶ σαυτοῦ τὸν ἄριστον ἐκεῖνον ἐμίσεις δέον τῷ μὲν εἰδέναι τῆς ἀρχῆς χάριν, ἐγκαλεῖν δὲ τοῖς σοῖς ὀφθαλμοῖς ἢ ὅτῳ ταῦτα δὴ τὰ τῶν ἐρώτων γίγνεται.

Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι κοινὸν Ἐλπιδίου τε καὶ σοῦ τὸν κατʼ ἐκείνου λόγον ἐποίεις ἐπαινῶν μὲν τὸν εἰπόντα φανερῶς, ἐπαινῶν δὲ οἷς ἔφην ἄρτι τὰ εἰρημένα. καίτοι καὶ τὸ μὴ κακῶς λέγειν κἀκεῖνον καὶ ταῦτα δεινὸν ἂν ἦν, σὺ δʼ ὡς ᾤου με πείσειν, οὕτως ἐχρῶ τοῖς λόγοις, οὐκ ἐνεγκόντος δέ μου δικαίως καὶ ἐμαυτῷ μὲν ἥκιστα, μάλιστα δὲ Ἐλπιδίῳ πρέποντα φθεγξαμένου τότε μὲν οὐδεμίαν δείξας ὀργὴν ἀπῆλθες, σκοπῶν δὲ ὅπως ἂν ἀμύναιό με, τῷ καταλῦσαι τὰς παρʼ ἡμᾶς εἰσόδους τοῦτο ἐποίησας. διὰ τί; οὐ γὰρ ταὐτὸν Ἐλπίδιός τε καὶ Πολυκλῆς. οὐδʼ εἰ τὴν ὥραν ἔφην ἐκεῖνον ἀποδεδόσθαι, καὶ σέ, οὐδὲ τὸ τοῦ δεῖνος ἐν Ῥώμῃ κελεύοντος ἰέναι συγκοιμησόμενον τοῦτο ἦν Πολυκλέους, οὐδʼ εἰ δεδέσθαι χρῆν ἐκ τούτων ἐκείνῳ τὴν γλῶτταν, παρὰ σοῦ σιγὴν ἀπῃτοῦμεν. ἀλλὰ γὰρ ὁρᾶν μοι τὴν αἰτίαν τῆς ὀργῆς δοκῶ. κοινὰ κατʼ ἀμφοτέρων, ὡς ἔοικεν, ἦν ἐκεῖνα τὰ λεγόμενα· ἴσα μὲν ὑμῖν τὰ λήμματα, ἴσαι δὲ νύκτες· ἴσα μὲν ἐκερδάνατε, ἴσα δὲ κεχάρισθε. ᾤου τοίνυν οὐ περὶ ἐκείνου μᾶλλον ἢ σαυτοῦ ταῦτα ἀκούειν. καὶ τοῦ μὲν ἐγὼ κατηγόρουν, σὺ δὲ σαυτοῦ. ταὐτὸ δʼ ἄν μοι δοκοῦσι παθεῖν, εἰ καὶ πλείους ταὐτὰ παθόντες ἐκείνῳ τῶν λεγομένων παρόντες ἤκουον· τρωθῆναι γὰρ ἂν ὑφʼ ἑαυτῶν καὶ ὧν ἑαυτοῖς συνῄδεσαν. ἴσμεν δὲ ταὐτὸ κἀν ταῖς ἐπιδείξεσι τῶν λόγων γιγνόμενον. ὁ μὲν γὰρ τὸν λόγον ἐργαζόμενος δεηθεὶς τοιούτων τινῶν ἐμνήσθη, ὁ δέ τις εἰδὼς αὑτὸν ἐρυθριάσας κατέδυ τὴν μὲν γνώμην οὐκ ἔχων τοῦ μνησθέντος αἰτιάσασθαι, τῷ ῥηθέντι δὲ πεπληγμένος. ἀλλʼ οὐ πολεμεῖ τῷ σοφιστῇ καταβὰς οὐδʼ ὑβρίσθαι φησὶν οὐδʼ ὀφείλειν αὐτὸν τῶν εἰρημένων δίκην οὐδʼ εἰ τῶν λαλούντων ἦν αὐτῷ καὶ προσιόντων, ταῦτα οὐκέτι ἐποίει. σὺ δὲ ἀνέστης καὶ ἀπεπήδησας, ὥσπερ αὐτὸς ὢν Ἐλπίδιος. εἰ δʼ ἀχθεσθῆναι φῂς οὐκ ἐν δίκῃ κακῶς ἀκηκοότος τοῦ φίλου, χρῆν ἐλέγχειν καὶ ταύτῃ τῷ φίλῳ βοηθεῖν. ἀλλʼ οὐκ ἐνῆν. πῶς γὰρ τῷ καὶ αὐτῷ φάσκοντι τοιοῦτόν τινα περὶ αὐτοῦ δεδέχθαι λόγον;

Διὰ δὴ τῆς δεινῆς ταυτησὶ τιμωρίας ἴσθι διδάξας ἡμᾶς, ὃς ἐν νεότητι γένοιο. τί δὴ καὶ βεβλάμμεθα ταύτῃ τῇ δίκῃ, μάθοιμʼ ἂν ἡδέως. οὔτε γὰρ χείρω μοι τὰ περὶ τὴν τέχνην οὐκέτʼ εἰσιὼν ἐποίεις οὔθʼ ἡνίκα εἰσῄεις, βελτίω, ὃς εἰς φλυαρίαν μὲν οὐκ ὀλίγον κατανήλισκες τοῦ χρόνου, ὃν δὲ λέγοντα κατελάμβανες νέον, ἀθυμεῖν ἠνάγκαζες τῇ περὶ τὴν ἀκοὴν ὠμότητι. φίλος δὲ ἦσθα μὲν οὐδέποτε, δοκεῖν δὲ ἠξίους. ἀεὶ δὲ οὗ λήσειν ἤλπισας, ἔβαλλες. ὃς καὶ τὰ περὶ τῶν ἀστέρων καὶ τῆς διʼ αὐτῶν ἐπικουρίας ῥήματα διαστρέψας ἐχθροὺς ἡμῖν ἐποίεις, ὧν τὴν εἱμαρμένην ᾐτιώμεθα, ταῦτʼ ἐπʼ ἐκείνους μεταφέρων, ἐμὲ μὲν ἀδικῶν, κολακεύων δὲ ἐκείνους, ἐν ταῖς ἐκείνων κακοτεχνίαις τὰς ὑπὲρ τῶν μεγίστων ἐλπίδας πεποιημένος, ἀρχῶν καὶ γάμων· καὶ γὰρ γάμων ἔτι σε φροντίζειν ἀκούω μέλλοντα τοσαύτην στεφανώσειν πολιάν. δύνασθαι δὴ ταῦτα ποιεῖν νομίζεις τούτους τοὺς καταράτους διὰ καμίνων τε καὶ τέφρας τῆς ἐκεῖ καὶ πυρός. καὶ πολλὰ μὲν ἐξηπάτησαι, τοῦ δʼ ἕξειν τι διʼ αὐτῶν νομίζειν οὐκ ἔληξας. ἀλλʼ ἀντὶ τοῦ τι σχεῖν τὸ σχήσειν προσδοκᾶν ἀρκεῖ καὶ περιέρχῃ πυνθανόμενος οὐ μόνον εἴ τις ἄκρος ἐν τούτοις ὡς ἀληθῶς, ἀλλὰ καὶ εἴ τις μέσως μετέχει τοῦ πράγματος καὶ εἴ τις φαύλως, καὶ πείθῃ κἀν τούτοις εἶναί γε πολλάκις μείζω τῶν παρὰ τοῖς τελείοις καὶ βαδίζεις παρʼ αὐτοὺς κἀκείνους ἀξιοῖς παρὰ σὲ καὶ τοὺς ἡλικιώτας ἀφεὶς ταῖς μετὰ τούτων χαίρεις διατριβαῖς ταῖς μὲν ἐν ἐρημίᾳ, ταῖς δὲ καὶ ἐν πλήθεσιν, ἀφαιρῶν τὴν τῶν προτέρων ὑποψίαν τοῖς δευτέροις. καὶ οὕτω σφόδρα τούτων εἵνεκα τοὺς τοιούτους διώκεις, ὥστʼ οὐδεὶς τῶν ὁρώντων οὐχὶ μάντις ἐστὶν ἀληθὴς ὑπὲρ τούτων ὑμῖν εἶναι λέγων τοὺς λόγους. τούτοις ἀντὶ χρημάτων παρέχεις τὰ κατʼ ἐμοῦ ῥήματα καὶ φῂς ἐκφέρειν τἀπόρρητα καὶ τὰ ʼκείνων πρὸ τῶν ἐμῶν ποιεῖσθαι. εἰ δὲ μᾶλλον εἶναί σοι δόξαιμι γόης ἐγώ, ἐγὼ μὲν ἠδίκημαι, οἱ δὲ ἠδικήκασι καὶ μετʼ ἐμοῦ σοι τετάχθαι κάλλιον.

Εἶπον μὲν οὖν δεήσεσθαι τῶν ἀστέρων καὶ πειράσεσθαι πολλαῖς ἱκετείαις ποιῆσαι τὸν Ἄρη πρᾳότερον, θῶμεν δὲ εἰρῆσθαι τὰς τούτων ἐπιχειρήσειν ἀπώσασθαι βολάς. κατʼ ἄμφω τοίνυν ἐχρῆν ἐμοί σε συνάχθεσθαι, εἴτʼ ἐπʼ ἐμοί τι συνέκειτο εἴτε κενὸς ἦν ὁ φόβος καὶ δείματα μάταια. δυστυχῶ γὰρ δὴ τοῦτό γε. σὲ δὲ οὔτε ὑπώπτευον οὔτʼ ἔφην κατʼ ἐμοῦ τι καμεῖν. τί οὖν τὸ τῆς μεταβολῆς αἴτιον; τί τὸ τῆς φυγῆς; ἦ σοι δοκοῦμεν ἀδικεῖν οὐκ ἐγκώμια γράφοντες τῶν ἐπʼ ὀλέθρῳ πολλῶν ἐν μὲν ἡμέρᾳ καθευδόντων, νυκτὸς δὲ ἀξιούντων ἐπιτάττειν δαίμοσι; καίτοι φῂς οὐδενὸς ἐν τοῖς τοιούτοις κακοῖς ὕστερος εἶναι, μᾶλλον δὲ τῶν μὲν οὐκ ἐλάττω, τῶν δὲ ἐπίστασθαι πλείω. ἀλλʼ ὅμως καὶ τοῖς χείροσι κατὰ τὰς τοιαύτας βλάβας ὡς ἥδιστα σύνει τό τι περὶ τοιούτων ἀκούειν ἢ λέγειν ἥδιον ἑορτῆς ἄγων. καίτοι χρῆν τοῖς πάλαι κινδύνοις πεπαιδεῦσθαι. σὺ δʼ, ὡς ἔοικε, κακίων τῷ διαφυγεῖν γεγένησαι.