The temples, above all the shrines of the countryside, which monks were attacking and stripping without the emperor's order, are the subject of this appeal to Theodosius. Libanius argues that worship must be won by persuasion, not force, that those who claim converts have won only pretence, and that the temples do the empire no harm. If the attacks go on without the emperor's consent, he warns, the owners of the land are ready to defend themselves and the law.

Part of Orations 1–64

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΥΠΕΡ ΤΩΝ ΙΕΡΩΝ.

Ἐπὶ πολλῶν πρότερον συμβουλῶν, ὦ βασιλεῦ, δόξας σοι τοῦ προσήκοντος τετυχηκέναι καὶ τῶν τἀναντία καὶ βουλομένων καὶ λεγόντων τῷ βελτίω παραινεῖν κεκρατηκὼς ἥκω ταὐτὸ καὶ νῦν ποιήσων ἀπὸ τῆς αὐτῆς ἐλπίδος. σὺ δὲ μάλιστα μὲν καὶ νῦν πεισθείης· εἰ δὲ μή, μήτοι νομίσῃς τοῖς σοῖς ἐχθρὸν εἶναι πράγμασι τὸν εἰρηκότα λογιζόμενος μὲν ἄνευ τῶν ἄλλων τὸ μέγεθος τῆς τιμῆς ἧς με τετίμηκας, ἐνθυμούμενος δέ, ὡς οὐκ εἰκὸς μὴ σφόδρα τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ πεποιηκότα. τοῦτʼ αὐτὸ γάρ ἐστι καὶ διʼ ὃ συμβουλεύειν οἶμαι δεῖν περὶ ὧν ἂν ἡγῶμαι χρηστόν τι λέξειν. ἄλλως μὲν γὰρ οὐκ ἂν τῷ βασιλεῖ δυναίμην ἀποδοῦναι χάριτας, λόγοις δʼ ἂν ἴσως μένοις καὶ τοῖς ἀπὸ τῶν λόγων.

Δόξω μὲν οὖν οὐκ ὀλίγοις κίνδυνον πολὺν ἔχουσιν ἐπιχειρεῖν ὑπὲρ ἱερῶν σοὶ καὶ τοῦ μὴ δεῖν κακῶς αὐτὰ πάσχειν ᾗπερ νῦν, μέλλων διαλέγεσθαι, δοκοῦσι δέ μοι πλεῖστον ἁμαρτάνειν τῆς σῆς φύσεως οἱ τοῦτο τὸ δέος ἔχοντες. ὀργίλου μὲν γὰρ οἶμαι καὶ χαλεποῦ τὸ εἴ τι λέγοιτο τῶν οὐκ ἀρεσκόντων αὐτῷ, χωρεῖν εὐθέως ἐπὶ τὴν τῶν εἰρημένων δίκην, ἠπίου δὲ καὶ φιλανθρώπου καὶ πρᾴου, ταῦτα δὴ τὰ σά, τὸ μὴ δέχεσθαι μόνον τὴν οὐκ ἐπαινουμένην ὑφʼ ἑαυτοῦ συμβουλήν. οὗ γὰρ τοῦ πεισθῆναί τε καὶ μὴ κύριος ὁ τῶν λόγων ἀκροώμενος, οὔτε φεύγειν τὴν ἀκρόασιν ἄξιον οὐκ οὔσης βλάβης ἐντεῦθεν οὐδεμιᾶς οὔτʼ εἰ μὴ κατὰ νοῦν εἴη τὰ λεγόμενα, χαλεπαίνειν τε καὶ τιμωρίαν ζητεῖν, εἴ τις ἃ βέλτιστα ἔχειν ὑπελάμβανε, ταῦτα ἐθάρρησεν εἰπεῖν. δέομαι οὖν εἰς ἐμέ τε τείνειν τὸν λέγοντα τὴν ὄψιν, ὦ βασιλεῦ, καὶ μὴ τοῖς διὰ πολλῶν ἐκκρούειν καὶ σὲ κἀμὲ βουλησομένοις διδόναι τοὺς ὀφθαλμούς. ὡς πολλάκις γε νευμάτων δύναμις πλέον τῆς ἀπὸ τῶν ἀληθῶν ἰσχύος ἠνέγκατο. φημὶ δὲ δεῖν κἀκείνους ἐάσαντάς με καθʼ ἡσυχίαν τε καὶ χωρὶς ἐπηρείας διεξελθεῖν τὸν λόγον ὕστερον αὖ πειρᾶσθαι καὶ αὐτοὺς λόγῳ κρατῆσαι τῶν ἡμῖν εἰρημένων.

Οἱ πρῶτοι φανέντες ἐπὶ γῆς, ὦ βασιλεῦ, τὰ μετέωρα καταλαβόντες σπηλαίοις τε καὶ καλύβαις αὑτοὺς διασώζοντες θεῶν εὐθὺς ἔννοιαν λαβόντες καὶ γνόντες ὁπόσον ἡ ʼκείνων εὔνοια τοῖς ἀνθρώποις, ἱερά τε οἷα εἰκὸς τοὺς πρώτους φύντας, καὶ ἀγάλματα σφίσιν αὐτοῖς ἐποίησαν. τῶν πραγμάτων δὲ εἰς πόλεις προελθόντων ἤδη τῆς περὶ ταῦτα τέχνης εἰς τοῦτο ἀποχρώσης πολλαὶ μὲν ἐν ὑπωρείαις, πολλαὶ δὲ ἐν πεδίοις ἐφάνησαν, ἐν ἑκάστῃ δὲ μετὰ τὸ τεῖχος ἀρχὴ τοῦ λοιποῦ σώματος ἱερὰ καὶ νεῴ. παρὰ γὰρ δὴ τῶν τοιούτων κυβερνητῶν ἡγοῦντο μεγίστην αὑτοῖς καὶ τὴν ἀσφάλειαν ἔσεσθαι. κἂν ἐπέλθῃς τὴν γῆν ἅπασαν ἣν οἱ Ῥωμαῖοι νέμονται, πανταχοῦ τοῦτο εὑρήσεις, ἐπεὶ κἀν τῇ μετὰ τὴν μεγίστην πρώτῃ νεῴ τινες ἔτʼ εἰσιν, εἰ καὶ τῶν τιμῶν ἐστέρηνται, ὀλίγοι μὲν ἐκ πάνυ πολλῶν, οὐ μὴν ἐξῆλθέ γε ἅπαν ἐξ αὐτῆς τοῦτο. καὶ μετὰ τῆς τῶν θεῶν τουτωνὶ συμμαχίας ἐπιόντες Ῥωμαῖοι τοῖς ἐναντίοις μαχόμενοί τε ἐνίκων καὶ νενικηκότες βελτίω τοῖς ἡττημένοις τοῦ πρὸ τῆς ἥττης τὸν ἐπʼ αὐτῇ χρόνον ἐποίουν φόβους τε ἀφελόντες καὶ πολιτείας τῆς αὑτῶν μεταδόντες.

Παίδων τοίνυν ἡμῶν ὄντων καθαιρεῖ μὲν τὸν περιυβρίσαντα τὴν Ῥώμην ὁ Γαλατῶν ἐπʼ αὐτὸν ἀγαγὼν στρατόπεδον, οἳ θεοῖς ἐπῆλθον πρότερον εὐξάμενοι, κρατήσας δὲ καὶ ἀνδρὸς ἐπʼ ἐκείνῳ ταῖς πόλεσιν ἀνθεῖν παρεσχηκότος ἡγησάμενος αὑτῷ λυσιτελεῖν ἕτερόν τινα νομίζειν θεὸν εἰς μὲν τὴν τῆς πόλεως περὶ ἣν ἐσπούδασε ποίησιν τοῖς ἱεροῖς ἐχρήσατο χρήμασι, τῆς κατὰ νόμους δὲ θεραπείας ἐκίνησεν οὐδὲ ἕν, ἀλλʼ ἦν μὲν ἐν τοῖς ἱεροῖς πενία, παρῆν δὲ ὁρᾶν ἅπαντα τἄλλα πληρούμενα. καταβάσης δὲ τῆς ἀρχῆς ἐπὶ τὸν ἐξ ἐκείνου, μᾶλλον δὲ τοῦ σχήματος, ὡς τό γε κρατεῖν ἑτέρων ἦν, οἷς ἡ ἐξ ἀρχῆς παιδαγωγία καὶ τὸ μέχρι παντὸς ἴσον δύνασθαι παρέσχεν, οὗτος οὖν ἐν τῷ κελεύεσθαι παρʼ αὐτῶν βασιλεύων ἄλλα τε οὐ καλὰ πείθεται καὶ μηκέτʼ εἶναι θυσίας. ταύτας ὁ ʼκείνου μὲν ἀνεψιός, ἀρετὴν δὲ ἅπασαν κτησάμενος ἐπανάγει καὶ τεθνεῶτος ἐν Πέρσαις, ὅ τι δεδρακὼς ἢ μέλλων, ἀφίημι νῦν, μένει μέν τινα τὸ θύειν ἱερεῖα χρόνον, νεωτέρων δέ τινων συμβάντων ἐκωλύθη παρὰ τοῖν ἀδελφοῖν, ἀλλʼ οὐ τὸ λιβανωτόν. ἀλλὰ τοῦτό γε καὶ ὁ σὸς ἐβεβαίωσε νόμος, ὥστε μὴ μᾶλλον ἀλγεῖν ἡμᾶς οἷς ἀφῃρέθημεν ἢ χάριν εἰδέναι τῶν συγκεχωρημένων. σὺ μὲν οὖν οὔθʼ ἱερὰ κεκλεῖσθαι ἐκέλευσας οὔτε μηδένα προσιέναι οὔτε πῦρ οὔτε λιβανωτὸν οὔτε τὰς ἀπὸ τῶν ἄλλων θυμιαμάτων τιμὰς ἐξήλασας τῶν νεῶν οὐδὲ τῶν βωμῶν, οἱ δὲ μελανειμονοῦντες οὗτοι καὶ πλείω μὲν τῶν ἐλεφάντων ἐσθίοντες, πόνον δὲ παρέχοντες τῷ πλήθει τῶν ἐκπωμάτων τοῖς διʼ ᾀσμάτων αὐτοῖς παραπέμπουσι τὸ ποτόν, συγκρύπτοντες δὲ ταῦτα ὠχρότητι τῇ διὰ τέχνης αὐτοῖς πεπορισμένῃ μένοντος, ὦ βασιλεῦ, καὶ κρατοῦντος τοῦ νόμου θέουσιν ἐφʼ ἱερὰ ξύλα φέροντες καὶ λίθους καὶ σίδηρον, οἱ δὲ καὶ ἄνευ τούτων χεῖρας καὶ πόδας. ἔπειτα Μυσῶν λεία καθαιρουμένων ὀροφῶν, κατασκαπτομένων τοίχων, κατασπωμένων ἀγαλμάτων, ἀνασπωμένον βωμῶν, τοὺς ἱερεῖς δὲ ἢ σιγᾶν ἢ τεθνάναι δεῖ· τῶν πρώτων δὲ κειμένων δρόμος ἐπὶ τὰ δεύτερα καὶ τρίτα, καὶ τρόπαια τροπαίοις ἐναντία τῷ νόμῳ συνείρεται. τολμᾶται μὲν οὖν κἀν ταῖς πόλεσι, τὸ πολὺ δὲ ἐν τοῖς ἀγροῖς. καὶ πολλοὶ μὲν οἱ καθʼ ἕκαστον πολέμιοι, ἐπὶ δὲ μυρίοις κακοῖς τὸ διεσπαρμένον τοῦτʼ ἀθροίζεται καὶ λόγον ἀλλήλους ἀπαιτοῦσι τῶν εἰργασμένων καὶ αἰσχύνη τὸ μὴ μέγιστα ἠδικηκέναι. χωροῦσι τοίνυν διὰ τῶν ἀγρῶν ὥσπερ χείμαρροι κατασύροντες διὰ τῶν ἱερῶν τοὺς ἀγρούς. ὅτου γὰρ ἂν ἱερὸν ἐκκόψωσιν ἀγροῦ, οὗτος τετύφλωταί τε καὶ κεῖται καὶ τέθνηκε. ψυχὴ γάρ, ὦ βασιλεῦ, τοῖς ἀγροῖς τὰ ἱερὰ προοίμια τῆς ἐν τοῖς ἀγροῖς κτίσεως γεγενημένα καὶ διὰ πολλῶν γενεῶν εἰς τοὺς νῦν ὄντας ἀφιγμένα. καὶ τοῖς γεωργοῦσιν ἐν αὐτοῖς αἱ ἐλπίδες ὅσαι περί τε ἀνδρῶν καὶ γυναικῶν καὶ τέκνων καὶ βοῶν καὶ τῆς σπειρομένης γῆς καὶ τῆς πεφυτευμένης. ὁ δὲ τοῦτο πεπονθὼς ἀγρὸς ἀπολώλεκε καὶ τῶν γεωργῶν μετὰ τῶν ἐλπίδων τὸ πρόθυμον· μάτην γὰρ ἡγοῦνται πονήσειν τῶν εἰς δέον τοὺς πόνους ἀγόντων ἐστερημένοι θεῶν. τῆς γῆς δὲ οὐκέθʼ ὁμοίων πόνων ἀπολαυούσης οὐδʼ ἂν ἴσος ὁ τόκος τῷ πρὶν ἀπαντῴη. τούτου δὲ ὄντος τοιούτου πενέστερος μὲν ὁ γεωργός, ἐν βλάβῃ δὲ ὁ φόρος. καὶ γὰρ ἂν σφόδρα ἐθέλῃ τις, τό γε μὴ δύνασθαι κωλύει.

Οὕτως ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων βαδίζει τὰ διὰ τὴν τούτων ἀσέλγειαν κατὰ τῶν ἀγρῶν τολμώμενα, οἳ φασὶ μὲν τοῖς ἱεροῖς πολεμεῖν, ἔστι δὲ οὗτος ὁ πόλεμος πόρος τῶν μὲν τοῖς ναοῖς ἐγκειμένων, τῶν δὲ τὰ ὄντα τοῖς ταλαιπώροις ἁρπαζόντων τά τε κείμενα αὐτοῖς ἀπὸ τῆς γῆς καὶ ἃ τρέφουσιν. ὥστʼ ἀπέρχονται φέροντες οἱ ἐπελθόντες τὰ τῶν ἐκπεπολιορκημένων. τοῖς δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ γῆν σφετερίζονται τὴν τοῦ δεῖνος ἱερὰν εἶναι λέγοντες, καὶ πολλοὶ τῶν πατρῴων ἐστέρηνται διʼ ὀνόματος οὐκ ἀληθοῦς. οἱ δʼ ἐκ τῶν ἑτέρων τρυφῶσι κακῶν οἱ τῷ πεινῆν, ὥς φασι, τὸν αὑτῶν θεραπεύοντες θεόν. ἢν δʼ οἱ πεπορθημένοι παρὰ τὸν ἐν ἄστει ποιμένα, καλοῦσι γὰρ οὕτως ἄνδρα οὐ πάνυ χρηστόν, ἢν οὖν ἐλθόντες ὀδύρωνται λέγοντες ἃ ἠδίκηνται, ὁ ποιμὴν οὗτος τοὺς μὲν ἐπῄνεσε, τοὺς δὲ ἀπήλασεν ὡς ἐν τῷ μὴ μείζω πεπονθέναι κεκερδακότας. καίτοι τῆς μὲν σῆς ἀρχῆς, ὦ βασιλεῦ, καὶ οὗτοι, τοσούτῳ δὲ χρησιμώτεροι τῶν ἀδικούντων αὐτούς, ὅσῳ τῶν ἀργούντων οἱ ἐργαζόμενοι. οἱ μὲν γὰρ ταῖς μελίτταις, οἱ δὲ τοῖς κηφῆσιν ἐοίκασι. κἂν ἀκούσωσιν ἀγρὸν ἔχειν τι τῶν ἁρπασθῆναι δυναμένων, εὐθὺς οὗτος ἐν θυσίαις τέ ἐστι καὶ δεινὰ ποιεῖ καὶ δεῖ στρατείας ἐπʼ αὐτὸν καὶ πάρεισιν οἱ σωφρονισταί, τοῦτο γὰρ ὄνομα τίθενται ταῖς λῃστείαις, εἰ μὴ καὶ μικρὸν εἶπον. οἱ μέν γε πειρῶνται λανθάνειν καὶ ἃ τολμῶσιν ἀρνοῦνται, κἂν καλέσῃς λῃστήν, ὕβρισας, οἱ δὲ φιλοτιμοῦνται καὶ σεμνύνονται καὶ τοὺς ἀγνοοῦντας διδάσκουσι καὶ γερῶν ἀξίους εἶναί φασιν αὑτούς. καίτοι τοῦτο τί ἕτερόν ἐστιν ἢ ἐν εἰρήνῃ πολεμεῖσθαι τοὺς γεωργούς; οὐδὲν γὰρ αὐτοῖς ἐλάττους ποιεῖ τὰς συμφορὰς τὸ παρὰ τῶν οἰκείων πάσχειν κακῶς, εἰ μὴ καὶ δεινότερον τὸ οὓς εἰκότως ἂν ἐν ταραχαῖς εἶχον συμμάχους, ὑπὸ τούτων ἐν ἡσυχίας καιρῷ πάσχειν οἷα διῆλθον.

Καίτοι τί μαθών, ὦ βασιλεῦ, τὰς δυνάμεις συνέχεις καὶ ὅπλα κατασκευάζῃ καὶ στρατηγοῖς κοινολογῇ καὶ τοὺς μὲν ἐκπέμπεις οἷ συμφέρει, τοῖς δὲ ἐπιστέλλεις ὑπὲρ τῶν ἐπειγόντων, τοῖς δὲ ἀντεπιστέλλεις ὑπὲρ ὧν ἐρωτῶσι; τὰ δὲ τείχη ταῦτα τὰ καινὰ καὶ οἱ θερινοὶ πόνοι τί βούλεται ταυτὶ πάντα καὶ ποῖ βλέπει; καὶ τί προξενεῖ ταῖς τε πόλεσι καὶ τοῖς ἀγροῖς τὸ ζῆν τε ἐν ἀδείᾳ καὶ καθεύδειν ἀκριβῶς καὶ μὴ θορυβεῖσθαι ταῖς ἀπὸ τῶν πολέμων ἐλπίσιν, ἀλλʼ εὖ εἰδέναι πάντας, ὅτι κἂν ἐπίῃ τις, λαβών τι κακὸν μᾶλλον ἢ λυπήσας ἄπεισιν; ὅταν οὖν σοῦ τοὺς ἔξωθεν πολεμίους ἀνείργοντος τῶν ὑπό σοι τινες ἐπί τινας τῶν ὑπό σοι φέρωνται τῶν κοινῶν ἀγαθῶν οὐκ ἐῶντες μετέχειν, πῶς οὐ τὴν σὴν πρόνοιαν καὶ φροντίδας καὶ πόνους ἀδικοῦσιν, ὦ βασιλεῦ; πῶς δὲ οὐκ ἐν οἷς πράττουσι καὶ τῇ σῇ γνώμῃ πολεμοῦσι;

Παραβαίνοντας γάρ φησι τὸν οὐκ ἐῶντα θύειν νόμον καὶ θύοντας ἐτιμωρούμεθα. ψεύδονται, ταῦτα ὅταν λέγωσιν, ὦ βασιλεῦ. οὐδεὶς γὰρ οὕτω θρασὺς τούτων δὴ τῶν τῆς ἀγορᾶς ἀπείρων, ὡς ἀξιοῦν εἶναι κυριώτερος νόμου, νόμον δὲ ὅταν εἴπω, τὸν τεθεικότα λέγω. πιστεύεις οὖν, ὡς οἱ μηδὲ τὴν τοῦ πράκτορος χλαμύδα φέροντες οὗτοι βασιλείας ἂν κατεφρόνουν; ταυτὶ δὲ τὰ παρὰ τούτων ἐλέγετο μὲν καὶ παρὰ Φλαβιανῷ πολλάκις, ἠλέγχθη δὲ οὐδεπώποτε. οὐδὲ γὰρ νῦν. ἰδοὺ γὰρ δὴ προκαλοῦμαι τοὺς κηδεμόνας τοῦδε τοῦ νόμου· τίς εἶδέ τινας τούτων τῶν ἀναστάτων ὑφʼ ὑμῶν γενομένων τεθυκότας ἐπὶ τῶν βωμῶν, ὡς ὁ νόμος οὐκ ἐᾷ; τίς νέος, τίς πρεσβύτης, τίς ἀνήρ, τίς γυνή, τίς τῶν τὸν αὐτὸν οἰκούντων ἀγρὸν οὐ συμφερόμενος τοῖς θύσασι τὰ περὶ τοὺς θεούς, τίς τῶν ἐν τοῖς πλησίον; πολλὰ δʼ ἂν καὶ δυσμένεια καὶ φθόνος ἐμποιήσειε γείτοσιν, ἀφʼ ὧν ἔλθοι τις ἂν ἡδέως ἐπʼ ἔλεγχον, ἀλλʼ ὅμως οὔτε τούτων οὔτε ἐκείνων οὐδεὶς ἧκεν, ἀλλʼ οὐδὲ ἥξει δεδιὼς ἐπιορκίαν, ἵνα μὴ πληγὰς λέγω. τίς οὖν ἡ πίστις τῆς αἰτίας ἢ τὸ λέγειν τούτους, ὡς ἅπερ οὐκ ἐξῆν ἔθυσαν; ἀλλʼ οὐκ ἀρκέσει τοῦτο τῷ βασιλεῖ.

Οὐκ ἔθυσαν οὖν; ἐρήσεταί τις. πάνυ γε, ἀλλʼ ἐπὶ θοίνῃ καὶ ἀρίστῳ καὶ εὐωχίᾳ τῶν βοῶν ἀλλαχοῦ σφαττομένων, βωμοῦ δὲ οὐδενὸς τὸ αἷμα δεχομένου οὐδὲ μέρους οὐδενὸς καομένου οὐδὲ οὐλῶν ἡγουμένων οὐδὲ σπονδῆς ἀκολουθούσης. εἰ δέ τινες συνελθόντες εἴς τι φαιδρὸν χωρίον μόσχον ἢ πρόβατον ἢ ἄμφω θύσαντες τὰ μὲν ἑψήσαντες, τὰ δὲ ὀπτήσαντες κατακλιθέντες ἐπὶ τῆς γῆς ἔφαγον, οὐκ οἶδʼ εἴ τινας οὗτοι παρέβαινον τῶν νόμων. οὐδὲ γὰρ κεκώλυκας ταῦτα, ὦ βασιλεῦ, νόμῳ, ἀλλʼ ἓν εἰπὼν δεῖν μὴ ποιεῖν τἄλλα πάντα ἀφῆκας. ὥστʼ εἰ καὶ μετὰ πάντων θυμιαμάτων συνέπινον, οὐ παρέβαινον νόμον οὐδέ γε εἰ πάντες ἐν ταῖς φιλοτησίαις ᾖδόν τε καὶ ἐκάλουν θεούς, εἰ μὴ καὶ τὴν οἴκοι δίαιταν γιγνομένην ἑκάστῳ συκοφαντήσεις. ἦν ἔθος πολλοὺς ἀγρότας εἰς τοὺς γνωριμωτέρους συνιόντας ἐν ταῖς ἑορταῖς θύσαντας εἶτα εὐωχεῖσθαι. τοῦθʼ ἡνίκα ἐξῆν ποιεῖν, ἐποίουν. μετὰ ταῦτα πλὴν τοῦ θύειν ἡ περὶ τἄλλα ἔμεινεν ἐξουσία. καλούσης τοίνυν τῆς εἰωθυίας ἡμέρας ὑπήκουον καὶ οἷς ἀκίνδυνον ἐτίμων αὐτήν τε καὶ τὸ ἕδος. ὅτι δὲ καὶ θύειν ἄξιον, οὐδεὶς οὔτʼ εἶπεν οὔτʼ ἤκουσεν οὔτʼ ἔπεισεν οὔτʼ ἐπείσθη. οὐδʼ ἂν εἴποι τις τῶν ἐκείνοις ἐχθρῶν, ὡς ἢ αὐτόπτης θυσίας γέγονεν ἢ ὡς ἔχει τὸν μεμηνυκότα. εἰ δʼ ἦν ταῦτα ἢ τὸ ἕτερόν γε, τίς ἂν ἤνεγκε τούτους ἕλκοντας καὶ βοῶντας καὶ κατηγοροῦντας οὐκ ἐν τῷ Φλαβιανοῦ δικαστηρίῳ, ἀλλʼ ἐν τοῖς ὡς ἀληθῶς δικαστηρίοις; οὕτω γὰρ μᾶλλον ᾤοντο ἂν ἀναιρήσειν τὸ θύειν ἀνελόντες τῶν τεθυκότων τινάς. ἀλλʼ οὐκ αὐτῶν ταῦτα εἶναι φήσουσι παραδιδόναι τοῖς ἀποκτενοῦσιν ἄνθρωπον, οὐδʼ ἢν τὰ δεινότατα εἰργασμένος ᾖ. ἐγὼ δὲ ὅσους μὲν ἐν στάσεσιν ἀπεκτόνασιν οὐδὲ τὴν τῆς προσηγορίας αἰσχυνόμενοι κοινωνίαν, παρίημι, μή τις εἰς τὸ ἀπερίσκεπτον τὰ τοιαῦτα ἀνενέγκῃ· ἀλλʼ ἐν οἷς ἐξηλάσατε τοὺς ταῖς αὑτῶν ἐπιμελείαις πενίᾳ βοηθοῦντας ἔν τε γραυσὶ καὶ πρεσβύταις οὔσῃ καὶ παιδίοις ὀρφανοῖς καὶ τούτων τοῖς πλείοσι τὰ πολλὰ πεπηρωμένοις τοῦ σώματος, ταῦτα οὐ φόνος; ταῦτα οὐ θάνατος; ταῦτα οὐκ ἔστιν ἀποκτεῖναι καὶ πικροτάτῳ γε θανάτῳ, διὰ τοῦ λιμοῦ; τοῦ τρέφεσθαι γὰρ αὐτοῖς ἀπολωλότος τοῦτʼ ἐλείπετο δήπου. εἶτʼ ἐκείνους μὲν ἀπολλύντες οὐδὲν αἰτιαθέντας ἀπώλλυτε, τούτους δʼ ἂν παραβεβηκότας νόμον οὔ; οὕτω τὸ τὰ δικαστήρια φυγεῖν τὸν τοῦ μὴ τεθυκέναι τοὺς ἀνθρώπους ἔλεγχον ἔχει. οὕτως οὓς ἔκτειναν οὐ κρίναντες τὸ μηδʼ ἀφορμῆς εἰς τὸ κρίνειν εὐπορεῖν ὡμολογήκασιν.

Εἰ δέ μοι γράμματα λέγουσιν ἀπὸ βίβλων αἷς φασιν ἐμμένειν, ἐγὼ τὰ πράγματα ἀντιθήσω τὰ παρὰ φαῦλον ἐκείνοις πεποιημένα. εἰ δὲ μὴ τοῦτο τοιοῦτον ἦν, οὐδʼ ἂν ἐτρύφων. νῦν δʼ ἴσμεν αὐτοὺς καὶ ὅπως χρῶνται μὲν ταῖς ἡμέραις, χρῶνται δὲ ταῖς νυξίν. οὔκουν ἦν εἰκὸς τοὺς οὐκ ὀκνοῦντας ἐκεῖνα τοῦτο φυλάξασθαι; ἀλλʼ ἐξῄρηται τοσαῦτα τοσούτων ἀγρῶν ἱερὰ ὕβρει καὶ παροινίᾳ καὶ κέρδει καὶ τῷ μὴ βούλεσθαι κατέχειν αὑτούς. τεκμήριον δέ, ἦν ἄγαλμα ἐν Βεροίᾳ τῇ πόλει χαλκοῦν, Ἀσκληπιὸς ἐν εἴδει τοῦ Κλεινίου παιδὸς τοῦ καλοῦ καὶ ἡ τέχνη τὴν φύσιν ἐμιμεῖτο, τοσοῦτον δὲ ἦν τὸ τῆς ὥρας, ὥστε καὶ οἷς ὑπῆρχεν αὐτὸν καθʼ ἡμέραν ὁρᾶν, εἶναι τῆς θέας ὅμως ἐπιθυμίαν. τούτῳ θύεσθαι θυσίας οὐδεὶς οὕτως ἀναιδής, ὡς εἰπεῖν ἂν τολμῆσαι. τοῦτο τοίνυν, ὦ βασιλεῦ, τὸ τοιοῦτον πολλῷ μέν, ὡς εἰκός, πόνῳ, λαμπρᾷ δὲ ἠκριβωμένον ψυχῇ κατακέκοπται καὶ οἴχεται, καὶ τὰς Φειδίου χεῖρας πολλαὶ διενείμαντο. διὰ ποῖον αἷμα; διὰ ποίαν μάχαιραν; διὰ ποίαν ἔξω τῶν νόμων θεραπείαν; ὥσπερ οὖν ἐνταῦθα καίτοι θυσίαν οὐδεμίαν εἰπεῖν ἔχοντες ὅμως πολλὰ μέρη τὸν Ἀλκιβιάδην, μᾶλλον δὲ τὸν Ἀσκληπιὸν ἔτεμνον ἀποκοσμοῦντες τὴν πόλιν τοῖς περὶ τὸ ἄγαλμα, οὕτω χρὴ νομίζειν αὐτοῖς καὶ τὰ περὶ τοὺς ἀγροὺς ἐσχηκέναι. τέθυκε μὲν ἱερεῖον οὐδείς, ἐν οἷς δὲ καμόντες αὑτοὺς ἀνέπαυον ἱεροῖς, ταῦτα ἀνῄρηται μείζω τε ὁμοίως καὶ ἐλάττω. καὶ νεναυαγηκόσιν οἱ ταῦτα παθόντες ἐοίκασιν ἀνθρώποις ἐκπεσοῦσι τῶν νεῶν ἐφʼ ὧν ἔπλεον.

Πότεροι τοίνυν τῶν δίκην ὀφειλόντων εἰσίν, οἱ τετηρηκότες τοὺς νόμους ἢ οἱ τὴν αὑτῶν βούλησιν ἀντʼ ἐκείνων πεποιημένοι; εἰ γὰρ δεινὸν μέν, ὦ βασιλεῦ, τὸ τοῖς ὑπὸ σοῦ γραφεῖσιν ἀπειθεῖν, φαίνονται δὲ πεισθέντες μὲν οἱ μὴ τεθυκότες, ἐναντία δὲ πεποιηκότες οἱ διαφθείραντες ἃ μένειν τοῖς ἔχουσιν ἐδέδοκτό σοι, οἱ δίκην εἰληφότες ἐν αὐτῷ τῷ λαβεῖν ὀφείλουσιν· ἣν γὰρ οὐ προσῆκεν ἔλαβον ζῆν μὲν ἐάσαντες οἷς ἐνεκάλουν, ἃ δʼ οὐκ ἦν αἰτιάσασθαι τῶν γε ἀψύχων ὄντα κατεσκαφότες.

Καὶ μὴν εἰ καὶ σφόδρα τοῦτο ἦν ἀδίκημα, τὸ μὲν ἀξίους δεῖξαι δίκης ἐκείνους τούτων ἦν, τὸ δὲ ἐπιθεῖναι τὴν δίκην τοῦ δικαστοῦ. δικαστοῦ δὲ οὐκ ἦν ἀπορῆσαι τῶν ἐθνῶν ὑπʼ αὐτοῖς ὄντων ἁπάντων. οὕτω καὶ τοὺς φονέας οἱ τῶν ἀπεσφαγμένων οἰκεῖοι τιμωροῦνται λόγοις μὲν τοῖς παρʼ ἑαυτῶν, ψήφῳ δὲ τῇ τῶν δικαζόντων. οὐδεὶς δὲ ἁρπάσας ἐπὶ τὸν ἀνδροφόνον ξίφος προστίθησιν αὐτὸ τῷ ʼκείνου τραχήλῳ χρησάμενος ἀντὶ τοῦ δικαστηρίου τῇ χειρί, οὐδὲ γὰρ ἐπὶ τυμβωρύχον οὐδὲ προδότην οὐδὲ τῶν τὰ ἄλλα ἀδικούντων οὐδένα οὔτε πρότερον οὔθʼ ὕστερον, ἀλλʼ ἀντὶ τῶν ξιφῶν εἰσαγγελίαι καὶ γραφαὶ καὶ δίκαι. καὶ τὸ διʼ ὧν ὁ νόμος βούλεται γενέσθαι τὴν τιμωρίαν ἀρκοῦν οἶμαι τῷ δικάζοντι. ἀλλʼ οὗτοι μόνοι τῶν ἁπάντων περὶ ὧν κατηγόρουν ἐδίκαζον καὶ δικάσαντες αὐτοὶ τὰ τῶν δημίων ἐποίουν. τί δὴ ζητοῦντες; εἰργομένους ἐντεῦθεν τοὺς τὰ τῶν θεῶν τιμῶντας ἐπὶ τἀκείνων ἐνεχθῆναι. τουτὶ δʼ ἐστὶ πάντων εὐηθέστατον. τίς γὰρ οὐκ οἶδεν, ὡς αὐτοῖς οἷς ἔπαθον μᾶλλον ἢ πρὶν ἐν οἷς ἦσαν ταῦτα τεθαυμάκασιν; ὥσπερ οἱ τῶν σωμάτων ἐρῶντες ἐκ τοῦ κωλύεσθαι μὴ τοῦτο ποιεῖν μᾶλλον τοῦτο ποιοῦσι καὶ γίγνονται τῶν αὐτῶν ἐρασταὶ σφοδρότεροι. εἰ δὲ ταῖς κατασκαφαῖς ἐγίγνοντο τῆς γνώμης αἱ περὶ ταῦτα μεταβολαί, πάλαι ἂν σῇ ψήφῳ τὰ ἱερὰ κατέσκαπτο· πάλαι γὰρ ἂν ἡδέως ταύτην εἶδες τὴν μεταβολήν. ἀλλʼ ᾔδεις οὐ δυνησόμενος. διὰ τοῦτʼ ἀπέσχου τῶν ἱερῶν τούτων. τούτους δʼ, εἰ καί τι τοιοῦτον προσεδόκων, μετὰ σοῦ προσῆκεν ἐλθεῖν ἐπʼ αὐτὸ καὶ μεταδοῦναι τῷ κρατοῦντι τῆς φιλοτιμίας. ἦν δέ, οἶμαι, μηδὲν ἁμαρτάνοντας κατορθοῦν ἅπερ ἤθελον κάλλιον ἢ μετὰ τοῦ πλημμελεῖν.

Εἰ δέ σοι φήσουσί τινας ἑτέρους ὑπὸ τούτων γεγενῆσθαι τῶν ἔργων καὶ μετʼ αὐτῶν εἶναι τῇ περὶ τοῦ θείου δόξῃ, μή σε λανθανέτωσαν δοκοῦντας, οὐ γεγενημένους λέγοντες. ἀφεστᾶσι μὲν γὰρ οὐδὲν μᾶλλον αὑτῶν, φασὶ δέ. τοῦτο δέ ἐστιν οὐκ ἐκείνους ἕτερα τιμᾶν ἀνθʼ ἑτέρων, ἀλλὰ τούτους πεφενακίσθαι. ἔρχονται μὲν γὰρ ἐπὶ τὰ φαινόμενα καὶ τὸν τούτων ὄχλον καὶ διὰ τῶν ἄλλων ὧν οὗτοι πορεύονται, καταστάντες δὲ εἰς σχῆμα τὸ τῶν εὐχομένων ἢ οὐδένα καλοῦσιν ἢ τοὺς θεούς, οὐ καλῶς μὲν ἐκ τοῦ τοιούτου χωρίου, καλοῦσι δʼ οὖν. ὥσπερ οὖν ἐν ταῖς τραγῳδίαις ὁ τὸν τύραννον εἰσιὼν οὐκ ἔστι τύραννος, ἀλλʼ ὅπερ ἦν πρὸ τοῦ προσωπείου, οὕτω καὶ ἐκείνων ἕκαστος τηρεῖ μὲν αὑτὸν ἀκίνητον, δοκεῖ δὲ τούτοις κεκινῆσθαι. καίτοι τί τὸ πρᾶγμα αὐτοῖς γεγένηται βέλτιον, ὅταν λόγος μὲν ᾖ τὰ ʼκείνων, τὸ δὲ ἔργον ἀπῇ; δεῖ γὰρ δὴ τά γε τοιαῦτα πείθειν, οὐ προσαναγκάζειν. εἰ δʼ ὁ μὴ τοῦτο δυνάμενος ἐκείνῳ χρήσεται, εἴργασται μὲν οὐδέν, οἴεται δέ. λόγος δὲ μηδʼ ἐν τοῖς τούτων αὐτῶν τοῦτο ἐνεῖναι νόμοις, ἀλλʼ εὐδοκιμεῖν μὲν τὸ πείθειν, κακῶς δὲ ἀκούειν τὴν ἀνάγκην. τί οὖν μαίνεσθε κατὰ τῶν ἱερῶν, εἰ τὸ πείθειν μὲν οὐκ ἔστι, βιάζεσθαι δὲ δεῖ; σαφῶς γὰρ οὕτως καὶ τοὺς ὑμετέρους ἂν αὐτῶν παραβαίνοιτε νόμους.

Ἀλλὰ τὸ μηδʼ εἶναί φασιν ἱερὰ χρήσιμον εἶναι τῇ γῇ καὶ τοῖς ἐπʼ αὐτῆς ἀνθρώποις. ἐνταῦθα τοίνυν δεῖ μέν μοι πολλῆς, ὦ βασιλεῦ, τῆς παρρησίας, δέδοικα δὲ μή τινα λυπήσω τῶν ἐμαυτοῦ κρειττόνων. χωρείτω δʼ οὖν ὅμως ὁ λόγος ἓν τοῦτο ἀπαιτούμενος, τὴν ἀλήθειαν.

Εἰπάτω γάρ μοί τις τῶν τὰς μὲν πυράγρας καὶ σφύρας καὶ ἄκμονας ἀφέντων, περὶ δὲ οὐρανοῦ καὶ τῶν τὸν οὐρανὸν ἐχόντων ἀξιούντων διαλέγεσθαι, ποτέροις ἀκολουθοῦντες οἱ τὰ μέγιστα ἀπὸ μικρῶν καὶ φαύλων τῶν πρώτων ἀφορμῶν Ῥωμαῖοι δυνηθέντες ἐδυνήθησαν, τῷ θεῷ τούτων ἢ οἷς ἱερὰ καὶ βωμοὶ καὶ παρʼ ὧν ὅ τι χρὴ ποιεῖν ἢ μὴ ποιεῖν, ἤκουον διὰ τῶν μάντεων; Ἀγαμέμνονα δὲ τὸ πανταχοῦ τεθυκέναι πλέοντα ἐπʼ Ἴλιον αἰσχρῶς ἐπανήγαγεν ἢ νενικηκότα τῆς Ἀθηνᾶς αὐτῷ τὸ τέλος εὑρούσης; Ἡρακλέα δὲ τὸν πρὸ τούτου τὴν αὐτὴν καθελόντα πόλιν οὐ θυσίαις ἴσμεν τῶν θεῶν προσλαβόντα τὴν ῥοπήν; ἔτι τοίνυν λαμπρὸς μὲν ὁ Μαραθὼν οὐ διὰ τοὺς μυρίους μᾶλλον Ἀθηναίων ἢ διὰ τὸν Ἡρακλέα καὶ Πᾶνα, θεία δὲ ἡ Σαλαμὶς οὐ διὰ τὰς τριακοσίας τῶν Ἑλλήνων μᾶλλον ναῦς ἢ τοὺς ἐξ Ἐλευσῖνος συμμάχους, οἳ μετʼ ᾠδῆς τῆς αὑτῶν ἐπὶ τὴν ναυμαχίαν ἧκον. μυρίους δʼ ἄν τις ἔχοι λέγειν πολέμους τῇ τῶν θεῶν εὐνοίᾳ κυβερνηθέντας καί, νὴ Δία γε, καὶ εἰρήνης καὶ ἡσυχίας χρόνους.

Τὸ δὲ μέγιστον, οἱ μάλιστα τοῦτο τὸ μέρος ἀτιμάσαι δοκοῦντες καὶ ἄκοντες τετιμήκασι. τίνες οὗτοι; οἱ τὴν Ῥώμην τοῦ θύειν οὐ τολμήσαντες ἀφελέσθαι. καίτοι εἰ μὲν μάταιον ἅπαν τοῦτο τὸ περὶ τὰς θυσίας, τί μὴ τὸ μάταιον ἐκωλύθη; εἰ δὲ καὶ βλαβερόν, πῶς οὐ ταύτῃ γε μᾶλλον; εἰ δʼ ἐν ταῖς ἐκεῖ θυσίαις κεῖται τὸ βέβαιον τῆς ἀρχῆς, ἁπανταχοῦ δεῖ νομίζειν λυσιτελεῖν τὸ θύειν καὶ διδόναι τοὺς μὲν ἐν Ῥώμῃ δαίμονας τὰ μείζω, τοὺς δʼ ἐν τοῖς ἀγροῖς ἢ καὶ τοῖς ἄλλοις ἄστεσιν ἐλάττω, δέξαιτο δʼ ἄν τις εὖ φρονῶν καὶ τὰ τηλικαῦτα. καὶ γὰρ ἐν τοῖς στρατεύμασιν οὐκ ἴσον μὲν τὸ παρʼ ἑκάστου, φέρει δέ τι τῇ μάχῃ τὸ παρʼ ἑκάστου. οἷον δή τι κἀν ταῖς εἰρεσίαις· οὐκ ἴσοι μὲν ἅπαντες οἱ βραχίονες, συντελεῖ δέ τι καὶ ὁ τοῦ πρώτου λειπόμενος. ὁ μέν τις τῷ σκήπτρῳ τῷ τῆς Ῥώμης συναγωνίζεται, ὁ δέ τις ταύτῃ σώζει πόλιν ὑπήκοον, ὁ δέ τις ἀγρὸν ἀνέχει παρέχων εὖ πράττειν. ἔστω τοίνυν ἱερὰ πανταχοῦ ἢ ὁμολογούντων οὗτοι δυσμενῶς ὑμᾶς πρὸς τὴν Ῥώμην ἔχειν δόντας αὐτῇ ποιεῖν ἀφʼ ὧν ζημιώσεται.

Οὐ τοίνυν τῇ Ῥώμῃ μόνον ἐφυλάχθη τὸ θύειν, ἀλλὰ καὶ τῇ τοῦ Σαράπιδος τῇ πολλῇ τε καὶ μεγάλῃ καὶ πλῆθος κεκτημένῃ νεῶν, διʼ ὧν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ τὴν τῆς Αἰγύπτου φοράν. αὐτὴ δὲ ἔργον τοῦ Νείλου, τὸν Νεῖλον δὲ ἑστιάματά ἐστιν ἀναβαίνειν ἐπὶ τὰς ἀρούρας πείθοντα, ὧν οὐ ποιουμένων ὅτε τε χρὴ καὶ παρʼ ὧν, οὐδʼ ἂν αὐτὸς ἐθελήσειεν. ἅ μοι δοκοῦσιν εἰδότες οἱ καὶ ταῦτα ἂν ἡδέως ἀνελόντες οὐκ ἀνελεῖν, ἀλλʼ ἀφεῖναι τὸν ποταμὸν εὐωχεῖσθαι τοῖς παλαιοῖς νομίμοις ἐπὶ μισθῷ τῷ εἰωθότι. τί οὖν; ἐπεὶ μὴ ποταμός ἐστι καθʼ ἕκαστον ἀγρὸν τὰ τοῦ Νείλου τῇ γῇ παρέχων, οὐδʼ εἶναι τἀν τούτοις ἱερὰ δεῖ, ἀλλʼ ὅ τι δόξειε τοῖς γενναίοις τουτοισὶ πάσχειν; οὓς ἡδέως ἐκεῖνο ἂν ἐροίμην, εἰ τολμήσουσι παρελθόντες γνώμην εἰπεῖν πεπαῦσθαι μὲν τὰ γιγνόμενα τῷ Νείλῳ, μὴ μετέχειν δὲ αὐτοῦ τὴν γῆν μηδὲ σπείρεσθαι μηδὲ ἀμᾶσθαι μηδὲ διδόναι πυροὺς μηδʼ ὅσα δίδωσι μηδʼ ἀνάγεσθαι γῆν ἐπὶ πᾶσαν ἃ νῦν. εἰ δʼ οὐκ ἂν ἐπὶ τούτοις διάραιεν τὸ στόμα, οἷς οὐ λέγουσι διελέγχουσιν ἃ λέγουσιν. οἱ γὰρ οὐκ ἂν εἰπόντες δεῖν τῶν τιμῶν ἀποστερεῖσθαι τὸν Νεῖλον ὁμολογοῦσι τοῖς ἀνθρώποις συμφέρειν τὰς τῶν ἱερῶν τιμάς.

Ὅταν τοίνυν καὶ τοῦ σεσυληκότος μνημονεύωσι, τὸ μὲν ὡς οὐκ ἐπὶ τὰς θυσίας προῆλθε, παρείσθω, ἀλλὰ τίς οὕτω μεγάλην τῶν περὶ τὰ ἱερὰ χρήματα δέδωκε δίκην τὰ μὲν αὐτὸς αὑτὸν μετιών, τὰ δʼ ἤδη καὶ τεθνεὼς πάσχων ἐπʼ ἀλλήλους τε ἰόντων τῶν ἐκ τοῦ γένους καὶ λελειμμένου μηδενός; καίτοι πολὺ βέλτιον ἦν αὐτῷ τῶν ἀπʼ ἐκείνου τινὰς ἄρχειν ἢ τὴν ἐπώνυμον αὐτῷ τοῖς οἰκοδομήμασιν αὔξεσθαι πόλιν, διʼ ἣν καὶ αὐτὴν πλὴν τῶν ἐκεῖ κακῶς τρυφώντων ἅπαντας ἀνθρώπους ἔχει καταρωμένους τῇ σφῶν αὐτῶν ἀπορίᾳ τὴν εὐπορίαν ἐκείνῃ παρέχοντας.

Καὶ ὅταν τοίνυν μετʼ ἐκεῖνον τὸν ἐκείνου λέγωσι καὶ ὡς καθεῖλε νεὼς οὐκ ἐλάττω περὶ τοῦτο πονησάντων τῶν καθαιρούντων ἢ τῶν οἰκοδομησάντων, —οὕτως οὐκ ἦν ῥᾴδιον ἀλλήλων διαζεῦξαι τοὺς λίθους δεσμοῖς ἰσχυροτάτοις εἰσενηνεγμένους, —ὅταν οὖν ταῦτα λέγωσιν, ἐγὼ μεῖζόν τι προστίθημι, ὅτι ἐκεῖνός γε καὶ δῶρα ναοὺς τοῖς ἀμφʼ αὑτὸν ἐδίδου καθάπερ ἵππον ἢ ἀνδράποδον ἢ κύνα ἢ φιάλην χρυσῆν, κακὰ δὲ ἀμφοῖν τὰ δῶρα τοῖς τε δοῦσι τοῖς τε λαβοῦσιν. ὁ μὲν γὰρ ἐν τῷ τρέμειν καὶ δεδιέναι Πέρσας ἅπαντα τὸν βίον ἐβίω φοβούμενος ἔαρ ἕκαστον ἔξοδον ἔχον, ὥσπερ τὰ παιδία τὰς Μορμόνας, τῶν δὲ οἱ μὲν ἄπαιδες καὶ πρὸ διαθηκῶν ἀπῆλθον οἱ δυστυχεῖς, τοῖς δʼ ἦν ἄμεινον μὴ παιδοποιήσασθαι. τοιαύταις μὲν ἀδοξίαις, τοσούτῳ δὲ πολέμῳ τῷ πρὸς ἀλλήλους συζῶσιν οἱ ἀπὸ τούτων ἐν μέσῳ τῶν ἀπὸ τῶν ἱερῶν κιόνων στρεφόμενοι, διʼ οὕς, οἶμαι, ταῦτα. τοιαύτας τοῖς τέκνοις εἰς εὐδαιμονίαν ἀφορμὰς οἱ πλουτεῖν εἰδότες ἐκεῖνοι παρέδωκαν. καὶ νῦν οὓς ἄγει μὲν εἰς Κιλικίαν νοσήματα τῆς τοῦ Ἀσκληπιοῦ χρῄζοντα χειρός, αἱ δὲ περὶ τὸν τόπον ὕβρεις ἀπράκτους ἀποπέμπουσι, πῶς ἔνεστι μὴ κακῶς τὸν τούτων αἴτιον λέγοντας ἀναστρέφειν;

Βασιλεῖ δὲ τοιαῦτα ἔστω τὰ βεβιωμένα, ὥστε τοῖς ἐπαίνοις ζῆν καὶ τετελευτηκότα, οἷον γενόμενον ἴσμεν περὶ τὸν τὴν μὲν ἀρχὴν ἐκδεξάμενον τὴν ἐκείνου, τὴν Περσῶν δὲ καθελόντα ἄν, εἰ μὴ προδοσία τὸ πέρας ἐκώλυσε. μέγας δέ ἐστιν ὅμως καὶ τεθνεώς. δόλῳ μὲν γὰρ ἀπέθανεν, ὥσπερ Ἀχιλλεύς, ἐκ δὲ τῶν πρὸ τοῦ θανάτου πεπραγμένων, ὡς ἐκεῖνος, ᾄδεται. καὶ ταῦτα τούτῳ παρὰ τῶν θεῶν οἷς ἀπέδωκεν ἱερὰ καὶ τιμὰς καὶ τεμένη καὶ βωμοὺς καὶ αἷμα. παρʼ ὧν ἀκούσας, ὡς τὸ τῶν Περσῶν αὔχημα ταπεινώσας εἶτα ἀποθανεῖται, τῆς ψυχῆς ἐπρίατο τὸ κλέος πολλὰς μὲν πόλεις ἑλών, πολλὴν δὲ γῆν δῃώσας, παιδεύσας δὲ τοὺς διώκοντας φεύγειν, μέλλων δέ, ὡς ἅπαντες ἴσασι, δέξεσθαι πρεσβείαν κομίζουσαν τῶν πολεμίων δουλείαν. τοιγαροῦν ἠσπάζετό τε τὸ τραῦμα καὶ βλέπων ἠγάλλετο καὶ μὴ δακρύων αὐτὸς τοῖς τοῦτο δρῶσιν ἐπετίμα, εἰ μὴ νομίζοιεν αὐτῷ παντὸς ἀμείνω γήρως εἶναι τὴν πληγήν. καὶ αἱ πρεσβεῖαι τοίνυν αἱ πολλαὶ αἱ μετʼ ἐκεῖνον ἐκείνου πᾶσαι καὶ τὸ λόγοις ἀνθʼ ὅπλων χρῆσθαι τοὺς Ἀχαιμενίδας ἐκείνου τοῦ δέους αὐτῶν ἐγκατατεθειμένου ταῖς ψυχαῖς. τοιοῦτος ἡμῖν ὁ τὰ ἱερὰ τοῖς θεοῖς ἀνιστάς, κρείττω μὲν ἔργα λήθης ἐργασάμενος, κρείττων δὲ λήθης γεγενημένος.

Ἐγὼ δὲ ἠξίουν τὸν πρὸ τοῦδε τὰ μὲν τῶν ἐναντίων καθαιρεῖν καὶ κατασκάπτειν καὶ κατακάειν, ἐπειδήπερ ἐγνώκει τῶν θεῶν καταφρονεῖν, εἰ καὶ ἱερῶν γε καὶ ὁ τῶν ὄντων τοῖς πολεμίοις φειδόμενος ἀμείνων, οἰκείων μέντοι ναῶν πόνῳ καὶ χρόνῳ καὶ πολυχειρίᾳ καὶ πολλοῖς ταλάντοις κατεσκευασμένων καὶ προκινδυνεύειν ἄξιον. εἰ γὰρ πανταχόθεν μὲν σωστέον τὰς πόλεις, λάμπουσι δὲ τούτοις μᾶλλον ἢ τοῖς ἄλλοις αἱ πόλεις καὶ οὗτοι τῶν ἐν αὐταῖς μετά γε τὰ κάλλη τῶν βασιλείων κεφάλαιον, πῶς οὐ καὶ τούτοις μεταδοτέον προνοίας καὶ ὅπως ἐν τῷ σώματι τῶν πόλεων εἶεν σπουδαστέον; πάντως δέ εἰσιν οἰκοδομήματα κἂν εἰ μὴ νεῴ γε. δεῖ δέ, οἶμαι, τῷ φόρῳ τῶν δεξομένων. δεχέσθω τοίνυν ἑστώς, ἀλλὰ μὴ καταφερέσθω. μηδὲ τὸ χεῖρα μὲν ἀποκόπτειν ἀνθρώπου δεινὸν ἡγώμεθα, πόλεων δὲ ὀφθαλμοὺς ἐξορύττειν μέτριον μηδʼ ἐν μὲν τοῖς σεισμοῖς τὸ πίπτον ὀδυρώμεθα, σεισμῶν δὲ οὐκ ὄντων οὐδὲ βλαπτόντων αὐτοὶ τὸ ʼκείνων ποιῶμεν. οὐκοῦν τῶν μὲν βασιλέων οἱ νεῲ κτήματα, καθάπερ καὶ τὰ ἄλλα, τὸ δὲ τὰ αὑτῶν καταποντίζειν ὅρα εἰ σωφρονούντων. ἀλλʼ ὁ μὲν βαλάντιον ῥίπτων εἰς τὴν θάλατταν οὐχ ὑγιαίνει οὐδʼ εἴ τις κυβερνήτης τέμνοι κάλων οὗ δεῖ τῷ πλοίῳ, καὶ ναύτην δὲ εἰ κελεύσειε τῇ θαλάττῃ τὴν κώπην ἀφεῖναι, δεινὰ ἂν δοκοῖ ποιεῖν· πόλιν δὲ εἴ τις ἄρχων ποιοῖ μέρει τηλικούτῳ χείρονα, τὰ μέγιστα ὤνησε; τί γὰρ δεῖ διαφθείρειν, οὗ τὴν χρείαν ἔνι μεταποιῆσαι; πῶς δὲ οὐκ αἰσχρὸν στρατόπεδον πολεμεῖν λίθοις οἰκείοις καὶ στρατηγὸν ἐφεστηκότα παρακαλεῖν κατὰ τῶν πάλαι πολλῇ σπουδῇ πρὸς ὕψος ἀναβάντων, ὧν τὸ πέρας ἑορτὴν τοῖς τότε βασιλεῦσιν ἔθηκε;

Καὶ μηδεὶς οἰέσθω σὴν ταῦτʼ εἶναι κατηγορίαν, ὦ βασιλεῦ. κεῖται μὲν γὰρ πρὸς τοῖς ὁρίοις Περσῶν νεὼς ᾧ παραπλήσιον οὐδέν, ὡς ἔστιν ἁπάντων τῶν τεθεαμένων ἀκούειν. οὕτω μέγιστος μεγίστοις ἐγεγόνει τοῖς λίθοις, τοσοῦτον ἐπέχων τῆς γῆς ὁπόσον καὶ ἡ πόλις. ἤρκει γοῦν ἐν τοῖς ἐκ τῶν πολέμων φόβοις τοῖς οἰκοῦσι τὴν πόλιν μηδὲν εἶναι πλέον τοῖς ἑλοῦσι τὴν πόλιν οὐκ ἔχουσι κἀκεῖνον προσεξελεῖν τῆς ἰσχύος τοῦ περιβόλου πᾶν ἐλεγχούσης μηχάνημα. ἦν δὲ δὴ καὶ ἐπὶ τὸ τέγος ἀναβᾶσι πλεῖστον ὅσον τῆς πολεμίας ὁρᾶν, οὐ μικρὸν πολεμουμένοις πλεονέκτημα ἀνθρώποις. ἤκουσα δὲ καὶ ἐριζόντων τινῶν, ἐν ὁποτέρῳ τὸ θαῦμα μεῖζον ἱερῷ, τῷ μηκέτʼ ὄντι τούτῳ ἢ ὃ μήποτε πάθοι ταὐτόν, ἐν ᾧπερ ὁ Σάραπις. ἀλλὰ τοῦτο μὲν τὸ τοιοῦτο καὶ τοσοῦτον ἱερόν, ἵνʼ ὑπερβῶ τὰ τῆς ὀροφῆς ἀπόρρητα καὶ ὅσα ἀγάλματα σιδήρου πεποιημένα κέκρυπτο τῷ σκότῳ διαφεύγοντα τὸν ἥλιον, οἴχεται καὶ ἀπόλωλε, θρῆνος μὲν τοῖς ἰδοῦσιν, ἡδονὴ δὲ τοῖς οὐχ ἑωρακόσιν, οὐ γὰρ ἴσον ἐν τοῖς τοιούτοις ὀφθαλμοί τε καὶ ὦτα, μᾶλλον δὲ τοῖς οὐκ ἰδοῦσιν ἄμφω, καὶ λύπη καὶ ἡδονή, τὸ μὲν ἐκ τοῦ πτώματος, τὸ δʼ ὅτιπερ οὐ τεθέανται. ἀλλʼ ὅμως εἴ τις ἀκριβῶς σκοπήσειεν, οὐ σὸν τοῦτο, τοῦ δὲ ἠπατηκότος ἀνθρώπου μιαροῦ καὶ θεοῖς ἐχθροῦ καὶ δειλοῦ καὶ φιλοχρημάτου καὶ τῇ τικτόμενον αὐτὸν δεξαμένῃ γῇ δυσμενεστάτου, ἀλογίας μὲν ἀπολελαυκότος τύχης, κακῶς δὲ χρωμένου τῇ τύχῃ δουλεύοντος τῇ γυναικί, πάντα ἐκείνῃ χαριζομένου, πάντα ἐκείνην ἡγουμένου. τῇ δʼ ἀνάγκη πάνθʼ ὑπηρετεῖν τοῖς ταῦτα ἐπιτάττουσιν, ὧν τῆς ἀρετῆς ἀπόδειξις τὸ ζῆν ἐν ἱματίοις πενθούντων καὶ μείζων γε ταύτης τὸ ἐν ἐκείνοις ὧν οἱ καὶ τῶν σάκκων ὑφάνται. τοιοῦτον ἐργαστήριον ἠπάτησέ σε, ἐφενάκισεν, ὑπηγάγετο, παρεκρούσατο, πολλοὺς δὲ καὶ θεοὺς παρὰ τῶν παίδων τῶν θεῶν μαθόντες ἴσμεν ἀπατηθέντας. ὡς γὰρ δὴ καὶ θυόντων ἱερεῖα καὶ οὕτως ἐγγύς, ὡς ἐπὶ τὰς ἐκείνων ῥῖνας τὸν καπνὸν εἰστρέχειν, καὶ ὡς ἀπειλούντων καὶ μείζω μικροῖς ἐπαγόντων καὶ κομπούντων καὶ πεπιστευκότων μηδὲν ἂν αὐτῶν ποτε φανῆναι δυνατώτερον, τοιούτοις πλάσμασι καὶ τέχναις καὶ ῥήμασι μεμηχανημένοις δεινοῖς ἐμβαλεῖν ὀργὴν τὸν πρᾳότατον βασιλέων ἐξήγαγόν πως αὑτοῦ, ἐπεὶ τά γε ὄντως αὐτοῦ φιλανθρωπία, ἔλεος, οἶκτος, ἡμερότης, ἐπιείκεια, τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι. ἀλλʼ ὄντων τῶν τὰ δικαιότερα λεγόντων, ὅτι, εἴπερ τι τοιοῦτον εἴη, δίκην μὲν δεῖ τοῦ τολμήματος λαβεῖν, τούτῳ δὲ αὐτῷ προνοηθῆναι τοῦ μέλλοντος. ὁ τὴν Καδμείαν νικῆσαι νίκην οἰόμενος δεῖν πανταχόθεν ἐνίκησεν.

Ἔδει δὲ αὐτὸν μὴ μετὰ τὰς οἰκείας ἡδονὰς τὰ σαυτοῦ θεραπεύειν μηδʼ ὁρᾶν ὅπως μέγας εἶναι δόξῃ τοῖς τὴν μὲν γεωργίαν ἀποδρᾶσιν, ὁμιλεῖν δὲ ἐν τοῖς ὄρεσι λέγουσι τῷ τῶν ὅλων ποιητῇ, ἀλλʼ ὡς τὰ σὰ καλὰ καὶ ἐπαίνων ἄξια παρὰ πᾶσιν ἀνθρώποις δοκοῖ. νῦν δὲ μέχρι μὲν τοῦ λαβεῖν καὶ κενῶσαί σοι τοὺς θησαυροὺς πολλοὶ φίλοι καὶ ἐπιτήδειοι καὶ πρὸ τῶν ψυχῶν αὐτοῖς ἡ σὴ βασιλεία, καιροῦ δὲ ἥκοντος καὶ βουλῆς παρούσης εὔνοιαν ἀπαιτούσης ταυτὶ μὲν ἠμέληται, τὰ δὲ ἴδιά σφισιν ἐσπούδασται. κἂν προσελθών τις αὐτοῖς τί ταῦτα; ἔρηται, τὸ μὲν αὑτῶν ἔξω τῆς αἰτίας ποιοῦσι, καὶ ὅτι πεποιήκασιν ἀποκρίνονται ἅ γε τῷ βασιλεῖ ἔδοξε καὶ ἐκεῖνον τὴν ἀπολογίαν ὀφείλειν καὶ τοιαῦτα λέγουσιν. οἱ δʼ ὀφείλοντες ἦσαν οὗτοι οἱ οὐδέποτε λόγον ἕξοντες οὐδένα ὑπὲρ τῶν πεπραγμένων· τίς γὰρ ἂν ὑπὲρ τοιούτων κακῶν γίνοιτο λόγος; οἱ δὲ πρὸς μὲν τοὺς ἄλλους ἀρνοῦνται μὴ σφῶν εἶναι τοῦτο τὸ ἔργον, ἐντυγχάνοντες δὲ σοὶ καταμόνας διʼ οὐδενὸς ἄλλου τὸν σὸν οἶκον οὕτως εὖ πεποιηκέναι φασίν. ὧν τὸν σὸν ἀπαλλάξειαν οἶκον οἱ γῇ τε καὶ θαλάττῃ τὴν σὴν ἐπιστήσαντες κεφαλήν· ὡς οὐκ ἔσθʼ ὅ τι μεῖζον ἂν παρʼ αὐτῶν λάβοις. οἱ γὰρ ἐν φίλων ὀνόματι καὶ κηδεμόνων ἀφʼ ὧν ἂν βλάψαιεν λέγοντες τῷ πιστεύεσθαι πρὸς τὴν βλάβην ἀφορμῇ χρώμενοι ῥᾳδίως ἐζημίωσαν.

Ἀλλʼ ἐπὶ τούσδε μέτειμι τῆς ἀδικίας αὐτῶν τὴν ἀπόδειξιν ἐκ τῶν νῦν εἰρημένων ποιησόμενος.

Φέρε γάρ, διὰ τί φατε κατασκαφῆναι τὸ μέγα τοῦθʼ ἱερόν; οὐ διὰ τὸ δόξαι τῷ βασιλεῖ; καλῶς. οὐκοῦν οἱ καθαιροῦντες οὐκ ἠδίκουν τῷ τὰ δοκοῦντα τῷ βασιλεῖ ποιεῖν. ὅστις οὖν τὰ μὴ δοκοῦντα τῷ βασιλεῖ πεποίηκεν, ἀδικεῖ; οὐκοῦν ὑμεῖς οὗτοί γέ ἐστε οἷς οὐδὲν ἔνι τοιοῦτον εἰπεῖν ὑπὲρ ὧν δεδράκατε. εἰπέ μοι, διὰ τί τὸ τῆς Τύχης τοῦτο σῶν ἐστιν ἱερὸν καὶ τὸ τοῦ Διὸς καὶ τὸ τῆς Ἀθηνᾶς καὶ τὸ τοῦ Διονύσου; ἆρʼ ὅτι βούλοισθʼ ἂν αὐτὰ μένειν; οὔ, ἀλλʼ ὅτι μηδεὶς τὴν ἐπʼ αὐτὰ δέδωκεν ὑμῖν ἐξουσίαν. εἰλήφατε δὲ τὴν κατʼ ἐκείνων ἃ διεφθάρκατε; οὔ. πῶς οὖν οὐκ ὀφείλετε δίκην; ἢ πῶς ἃ δεδράκατε καλεῖτε δίκην τῶν πεπονθότων οὐδὲν ἐν οὐδενὶ πεποιηκότων ὃ δέχοιτʼ ἂν αἰτίαν;

Ἦν σοι, βασιλεῦ, κηρύξαι· μηδεὶς τῶν ὑπʼ ἐμοὶ νομιζέτω θεοὺς μηδὲ τιμάτω μηδὲ αἰτείτω τι παρʼ αὐτῶν μήθʼ ἑαυτῷ μήτε παισὶν ἀγαθὸν πλὴν εἰ σιγῇ τε καὶ λανθάνων, ἅπας δὲ ἔστω τοῦ παρʼ ἐμοὶ τιμίου καὶ βαδιζέτω μεθέξων τῶν ἐκείνῳ δρωμένων καὶ τάς τε εὐχὰς ᾗπερ ἐκείνῳ ποιείσθω καὶ τὴν αὑτοῦ κεφαλὴν ὑπαγέτω τῇ τοῦ τὸν λεὼν ἁρμοττομένου χειρί. τὸν δʼ ἀπειθοῦντα πᾶσα ἀνάγκη τεθνάναι. ταῦτʼ ἦν μέν σοι κηρύξαι ῥᾴδιον, οὐ μὴν ἠξίωσάς γε οὐδʼ ἐπέθηκας ζυγὸν ἐνταῦθα ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλʼ οἴει μὲν τοῦτʼ ἐκείνου βέλτιον εἶναι, οὐ μὴν ἀσέβημά γε ἐκεῖνο οὐδʼ ἐφʼ ᾧ τις ἂν δικαίως κολασθείη. ἀλλʼ οὐδὲ τῶν τιμῶν τούς γε τοιούτους ἀπέκλεισας, ἀλλὰ καὶ ἀρχὰς ἔδωκας καὶ συσσίτους ἐποιήσω καὶ τοῦτό γε πολλάκις καὶ προὔπιες καὶ νῦν πρὸς ἄλλοις τισὶ παρέζευξας σεαυτῷ συμφέρειν τῇ βασιλείᾳ νομίσας ἄνδρα ὀμνύντα θεοὺς πρός τε τοὺς ἄλλους καὶ σὲ καὶ οὐκ ἀγανακτεῖς οὐδʼ ἀδικεῖσθαι τοῖς τοιούτοις ὑπολαμβάνεις ὅρκοις οὐδʼ εἶναι πάντως κακὸν τὸν ἐν τοῖς θεοῖς ἔχοντα τὰς βελτίους ἐλπίδας.

Σοῦ τοίνυν οὐκ ἐλαύνοντος ἡμᾶς, ὥσπερ οὐδʼ ὁ τοὺς Πέρσας ἐκεῖνος μεθʼ ὅπλων ἐληλακὼς τοὺς ἐναντίως ταύτῃ τῶν ὑπηκόων πρὸς ἑαυτὸν ἔχοντας, πῶς ἐλαύνουσιν οὗτοι; κατὰ τί δὲ δίκαιον ποιοῦνται τὰς ἐφόδους; πῶς δʼ ἀλλοτρίων ἅπτονται μετʼ ὀργῆς ἀγρῶν; πῶς δὲ τὰ μὲν καταφέρουσι, τὰ δὲ ἀράμενοι φέρουσιν ὕβρει τῇ τοῦ τὰ τοιαῦτα ποιεῖν προστιθέντες ὕβριν τὴν ἐκ τοῦ καλλύνεσθαι τοῖς πεπραγμένοις;

Ἡμεῖς, ὦ βασιλεῦ, σοῦ μὲν ταῦτα καὶ ἐπαινοῦντος καὶ ἐπιτρέποντος οἴσομεν οὐκ ἄνευ μὲν λύπης, δείξομεν δʼ ὡς ἄρχεσθαι μεμαθήκαμεν. εἰ δʼ οὐχὶ καὶ σοῦ διδόντος οἵδε ἥξουσιν ἢ ἐπὶ τὸ διαπεφευγὸς αὐτοὺς ἢ διὰ τάχους ἀναστάν, ἴσθι τοὺς τῶν ἀγρῶν δεσπότας καὶ αὑτοῖς καὶ τῷ νόμῳ βοηθήσοντας.