eul_wid: swk-di
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 26 (To Icarius) by Libanius of Antioch

Written as a friend's advice to Icarius, the new count of the East, this speech tells him that only a few men enriched under his predecessor Proclus long for Proclus's return, not the city as a whole. Libanius warns him against soldiers who still owe Proclus favours, against flattering the people, and against the booths set up between the columns to raise money. He ends by hoping that Icarius may prove a friend in return.

Part of Orations 1–64

ΠΡΟΣ ΙΚΑΡΙΟΝ.

Ὡς μὲν ἐπὶ τοῖς περὶ σὲ τετολμημένοις, ὦ φίλτατε, διετέθην καὶ οἷα μὲν εἶπον, οἷα δὲ ἔπραξα πρὸς τοὺς οὐ σωφρονοῦντας, τούς τε ἄλλους ἅπαντας εἰδέναι νομίζω σέ τε οὐδενὸς ἧττον. εἰ οὖν τινα πρὸς σὲ ποιοίμην καὶ παραίνεσιν, οὐκ ἂν εἰκότως ὑπολαμβάνοις ἑτέροις με μᾶλλον χαριζόμενον ἢ τῶν σῶν πρόνοιαν ποιούμενον ἐπὶ τοῦτο ἀφῖχθαι, οὐδʼ ἂν χαλεπῶς φέροις, εἴ τι τῶν νῦν οὐκ ὀρθῶς σοι δοκούντων ἐπανορθοίην. οὐ γὰρ οὓς οὐκ ἂν εἰκότως φιλοίης, φαίην ἄν σε προσήκειν φιλεῖν, ἀλλὰ μὴ μισεῖν οὓς οὐκ ἄξιον.

Οἶμαι δὴ δεῖν πρῶτον μὲν ὡς νῦν ἔχεις ἡμῖν πρὸς τὴν πόλιν, διελθεῖν, ἔπειθʼ ὡς ἔχοις ἂν εἰκότως, εἰπεῖν.

Οἴει τὴν πόλιν ἅπασαν τήνδε τὴν Ἀντιόχου Πρόκλου τε ἐρᾶν καὶ πρὸς ἐκεῖνον βλέπειν καὶ τὰ ʼκείνου ποθεῖν καὶ τοῖς σοῖς ἄχθεσθαι καὶ δυσχεραίνειν ταυτηνὶ τὴν μεταβολὴν καὶ πάντα μὲν λόγον, ἅπαν δὲ ἔργον δύο ταῦτα βούλεσθαι, τὰ ʼκείνου μὲν αἴρειν, τὰ σὰ δὲ καταβάλλειν. ταῦτα τοίνυν ὅταν περὶ ἁπάσης δοξάζῃς τῆς πόλεως, τοῦ προσήκοντος ἁμαρτάνεις. ἔχει γὰρ οὐχ οὕτω τἀληθές, ἀλλʼ ἔστι ταῦτα ὀλίγων τῶν ἐκ τῆς ἀρχῆς τῆς ἐκείνου πεπλουτηκότων, τῶν τὰς ἀδίκους καὶ μεγάλας εἰληφότων χάριτας. ἔλαβον μὲν γὰρ πολλοὶ καὶ μεστὴ τούτων ἡ γῆ, τοῖς δὲ τὰ ἐλάττω λαβοῦσι φθόνος ἔνεστι πρὸς τοὺς τὰ μείζω καὶ οὐκ ἀμείβονται τηλικούτοις. οἱ δὲ πάντα ποιοῦντες καὶ οἷς ἐστι καὶ πρὸ τῶν θεῶν ὁ Πρόκλος, ὀκτώ τινές εἰσιν· οὕς, εἰ βούλει, ποιήσωμεν εἴκοσι καὶ τούς γε ἢ φόβῳ τούτοις ἑπομένους ἢ χρήμασιν, εἰ δοκεῖ, τοσούτους εἶναι πάλιν τιθῶμεν. καὶ πόσον ἂν εἴη τοῦτο πρὸς τοσαύτας μυριάδας τὰς μὲν ἀνδρῶν, τὰς δὲ γυναικῶν; ὧν ἐν ἑκατέραις ἀμύθητόν τι φίλτρον τῆς σῆς κεφαλῆς ἐνίδρυται καὶ μέγα μὲν ἀγαθὸν εἶναι δοκεῖ τὸ μηκέτʼ ἐκεῖνον ἄρχειν, μέγα δὲ τὸ σὴν τὴν ἀρχὴν γεγενῆσθαι. ὅταν οὖν τι τῶν ἀγροικοτέρων γένηται, μὴ τῆς πόλεως, ὦ φίλτατε, τοῦτο εἶναι δοκείτω, τῶν δὲ ἐν τῇ πόλει τὰ χείριστα νοσούντων ἐκείνων τῶν ὀλίγων. κἀν ταῖς ἀγρυπνίαις μὴ λέγε πρὸς αὑτόν, ὅτι ταῦτα ἡ πόλις, ἀλλʼ ὅτι ταῦτά ἐστι τῶν ἐν τῇ πόλει κακίστων. ὧν ἐστι δήπου καὶ τἀν τοῖς βαλανείοις οἵ τε ἐν ταῖς κολυμβήθραις λίθοι καὶ αἱ πολλῶν θανάτων ἄξιαι λοιδορίαι καὶ νὴ Δία γε εὐφημίαι, ἄδικοι μὲν αὗται πονηρῷ γιγνόμεναι, ἄδικοι δὲ ἐκεῖναι κατὰ δικαίου τολμώμεναι τὴν αἰτίαν ἐπὶ τὸν ἄρχοντα ἄγουσαι τοῦ τὴν θερμότητα εἶναι μαλακωτέραν. τουτὶ δὲ ἦν μὲν ἀεὶ ταυτασὶ τὰς ἡμέρας κἀν ταῖς τῶν λίαν εὐπόρων δαπάναις τοῦ λειτουργεῖν αὐτοῦ τὸ τοιοῦτο ποιοῦντος καὶ ἦν ἐν ἔθει καὶ οὐδεὶς ἠγανάκτει καὶ ταῦτα πολλάκις χεῖρον ἢ νῦν τοῦ πράγματος ἔχοντος, ὥστε χορούς τε ἔνδον ἑστάναι καὶ ἔνια τῶν ἐπὶ τῆς σκηνῆς ᾄδεσθαι. ἀλλʼ ὅμως ἐν τούτῳ τῶν βαλανείων καθεστηκότων οὐδεὶς ἄρχων ἤκουε κακῶς, ἀλλʼ ἔφερον τὰ κεκρατηκότα. οὐ γὰρ ἦν ὁ τὰ στόματα αὐτῶν ἐφʼ ὕβρει μισθούμενος. νῦν δὲ εἰδότες μὲν τὴν τοῦ λειτουργοῦντος πενίαν, εἰδότες δὲ ὡς οὐ καινὸν τὸ πεπραγμένον, ἐχαρίζοντο τοῖς αὑτῶν παιδικοῖς τὴν παροινίαν νωθείᾳ σῇ τὰ μὴ σὰ περιάπτοντες, ἀναισχυντότατα ἀνθρώπων συκοφαντοῦντες, καὶ ᾔεσάν τε πρὸς ταῦτα λαβόντες ἀπῄεσάν τε ληψόμενοι. τὴν δὲ ἀσέλγειαν τουτωνὶ τῶν μισθωτῶν καὶ τήν γε τῶν τούτους μισθωσαμένων, οὐ γὰρ ἠγνοεῖτό γε ταῦτα, ἅπαντες μὲν ἐμίσουν οἱ λούμενοι, δίκην δὲ παρʼ ὧν ἐξῆν ἐλάμβανον ἕλκοντες, ὠθοῦντες, πλήττοντες, καὶ τοῦτο ἐποίει τῶν τὰ αὐτὰ φρονούντων φυγήν. πῶς οὖν εἰκότως ἂν ἄχθοιο πρὸς πόλιν ἧς τὸ μὲν κακῶς φρονοῦν ὀλίγον, τὸ δὲ εὖ πολύ; οὐ τοίνυν οὐδὲ τὸν θόρυβον τόν τε πρότερον τόν τε δεύτερον τῆς πόλεως εἶναι χρὴ νομίσαι. οὐ γὰρ οἷς γυναῖκες καὶ παῖδες καὶ οἰκίαι καὶ τέχναι καὶ ἡ διὰ τούτων τροφή, οὐχ οὗτοι πληροῦσι τὸ θέατρον, ἀλλὰ τῶν μὲν στρατιωτῶν οἱ τὰς τάξεις τὰς αὑτῶν λελοιπότες, τῶν δὲ δούλων οἱ δουλεύειν οὐκ ἀξιοῦντες, τὸ δὲ λοιπόν, ὄχλος ἐν τῇ σκηνῇ τοῦ βίου τὰς ἐλπίδας ἔχων. εἰ δέ τι καὶ ἐπιεικὲς ἐν μέσῳ τούτων, ὑπὸ τῶν ἐκείνοις δοκούντων ὠθεῖται πρὸς τὰ αὐτὰ καὶ ἐπαινεῖν τε τὸν ἄρχοντα ἐθέλον διεκωλύθη καὶ φεύγειν βουλόμενον κατηναγκάσθη μένειν. τὸ δὲ ἀναγκάζον τοῦτο λέγειν τε ἃ μὴ δεῖ καὶ μὴ λέγειν ἃ δεῖ παρὰ τῶν ὀλίγων ἐκείνων ὧν ἔφην ἐπιτάττεται. οὕτως ἀκριβεῖ λόγῳ κομιδῆ μικρὸν τὸ τὴν ἐναντίαν σοι τεταγμένον.

Ἕνεκα μὲν οὖν τοῦ μηδὲν τῶν τοιούτων εἶναί σοι βλάβην ἐᾶν ἐχρῆν, νῦν δʼ ὑπὲρ αὐτοῦ τοῦ ταῖς πόλεσι τὴν σωφροσύνην λυσιτελεῖν προσήκει τι καὶ ἐπανορθῶσαι, κἂν δέῃ τινὸς ἐνταῦθα δίκης. οὐ γὰρ ἀπολεῖταί σοι τὸ δοκεῖν εἶναι πρᾴῳ διὰ τὴν τιμωρίαν· οὐδὲ γὰρ τῷ Διῒ τὸ δοκεῖν εἶναι μειλιχίῳ διὰ τὰς τιμωρίας. ποιεῖ γὰρ ἀμφότερα. καὶ σὺ τοίνυν τὸ μὲν ἱκανῶς ἐπιδέδειξαι, τὸ δὲ ἐκείνῳ πρόσθες, ὅπως ἀμφοτέρωθεν παιδεύῃς τὸ ὑπήκοον, τῷ μὲν πείθων, τῷ δὲ ἀναγκάζων. οὐδὲ γὰρ φιλανθρωπίαν ἔτι τοῦτο καλοῦσιν οἱ κακοήθεις. ἀλλʼ ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, τοῖς δʼ οὐδὲν ἄρρητον. μαθέτωσαν τοίνυν οἱ κάκιστοι πάντων ἀνθρώπων, ὡς οὐχ ἡδέως μὲν κολάζεις, ταῖς δὲ ἀνάγκαις εἴκεις. παίδευε δὲ αὐτοὺς μήτε θανάτοις μήτε πληγαῖς, ἀλλʼ ἀρκείτω δεσμός, κἂν τὸ ἄμεμπτον ὑπὲρ τοῦ πεπλημμεληκότος ἱκετεύῃ, τυγχανέτω τῆς φιλανθρώπου ταύτης χάριτος, ὅπως ὅσον ἑτέρων καὶ ταύτῃ διαφέρεις, μανθάνωσι. τοὺς μὲν οὖν πολλοὺς τούτους ἐκ τῶν θεάτρων ἔστιν ἑλεῖν σοι, τοὺς δʼ εἰ μὴ τῶν ἀρχόντων ἄρχοιεν ἀγανακτοῦντας διὰ τῶν τὰ παρʼ ἐκείνων ἐν παραβύστῳ πραττόμενα οὐκ ἀγνοούντων, ἃ εἴ τις εἰς φῶς ἄγοι, τῶν δώδεκα θεῶν δέοιντʼ ἂν εἰς σωτηρίαν. οἱ γὰρ δὴ νῦν ἀδικούμενοι μέν, ὅπως δὲ τοῦτο πάσχουσιν οὐκ εἰδότες γνόντες ἥξουσιν ἐπὶ τὴν δίκην, παῖδες καὶ γυναῖκες καὶ ὅσον ἐν γήρᾳ τροφῆς ἀποστερεῖται. ἔστι δὲ αὐτῶν οὐ τοῦτο ἀδίκημα μόνον, ἀλλʼ οὐδʼ ἀριθμῆσαι ῥᾴδιον τὰ καθʼ ἑκάστην ἡμέραν, τὰ μὲν εἴσω τειχῶν, τὰ δὲ ἔξω, ὥστε τοῖς οὐκέτι δυναμένοις ἀντέχειν ἀναγκαῖον γίγνεται τὸ ὑποκύπτειν, οἱ δʼ ὅ τι ἂν ἐθέλωσι τῶν ἐκείνων λαβεῖν, ἔλαβον. ταῦτα τοίνυν ἅπαντα τὰ βεβιασμένα τοῦ βοηθοῦντος εἰ λάβοιτο, δείξει τὴν γνώμην ἀποσεισάμενα τὴν ἀνάγκην, καὶ κατηγόρους ὄψει πολλοὺς καὶ τοὺς νῦν θρασεῖς περιδεεῖς.

Οἶσθα μὲν οὖν τῶν ἐν ζώνῃ γεγενημένων τοὺς κακούς, χρῆν μέντοι σε καὶ τοὺς ἀγαθοὺς εἰδέναι καὶ μὴ μόνον ἐκείνους μισεῖν, ἀλλὰ καὶ τούσδε φιλεῖν. οὐκ ἔνι δὲ αὐτοὺς ἀγνοουμένους φιλεῖσθαι. προσήκει τοίνυν σε καὶ πυνθάνεσθαι καὶ βούλεσθαι μανθάνειν καὶ βελτίονί τε βλέμματι τούτους ὁρᾶν καὶ λαλεῖν τούτοις ἥδιον καὶ δικαίων τιμῶν ἀξιοῦν καὶ μὴ διὰ τὴν ἐνίων πονηρίαν πρὸς ὅλον διαβεβλῆσθαι τὸ ἔθνος.

Ταὐτὸ δὲ λέγω καὶ περὶ τῶν πολιτευομένων, ὅτι τοὺς μὲν οἶσθα καὶ ἀποστρέφῃ, τοὺς δὲ οὔτε οἶσθα οὔτε τιμᾷς. εἰ δὲ τοῖς μὲν τὰ Πρόκλου θαυμάζουσιν ἔσται τὰ παρʼ ἐκείνου, τοῖς δὲ τὰ σὰ τὸ μηδὲ ἐγνῶσθαι παρὰ σοῦ, πρῶτον μὲν ἐπίχαρτοι τοῖς τἀναντία φρονοῦσιν ἔσονται, ἔπειτα ἀμβλύτεροι τὰ σὰ σεμνύνειν. δεῖ δὲ αὐτοὺς ταῖς τιμαῖς ἐγείρεσθαι καὶ τῆς ὑπὲρ σοῦ νίκης ἐπιθυμεῖν.

Τὸ δὲ φεύγειν σε πολλάκις τὰς βαρείας τραπέζας ἐπαινῶν ἀντὶ τοῦ πολλάκις ἀεί σε βουλοίμην ἂν τοῦτο ποιεῖν. καὶ γὰρ εἰ λυπήσεις οὐχ ὑπακούων, ἀλλʼ ἕξεις ἐν προϊόντι τῷ χρόνῳ τὸν μεμψάμενον ἐπαινέτην, ὅταν τὸ μὲν ἄριστον ᾖ παρελθόν, ἄνευ δὲ ὀργῆς ἐξετάζηται τὸ πρᾶγμα. καλόν σου καὶ τὸ μηδένα καλεῖν ἑστιασόμενον. χρόνον τε γὰρ οὐκ ἂν παραναλίσκοις πλείω τε οὐκ ἂν ἢ βούλοιο πίνοις χώρα τε οὐκ ἂν εἴη πονηραῖς αἰτήσεσιν. ἀλλʼ ὅπως μοι φυλάξεις διὰ τέλους τὸν νόμον καὶ μὴ δέξαιτό σοι τῆς ἀρχῆς ὁ χρόνος τοιούτους δαιτυμόνας. ἀλλὰ μηδʼ ἀναπετάσειας δείλης πολλοῖς ποσὶ τὰς θύρας ἐχθροῖς τῆς Δίκης· ὡς οὐδὲν οὕτω τῇ θεῷ ταύτῃ πολέμιον. ἐκ γὰρ ὧν οὐκ ἐῶσιν ἰσχύειν τοὺς νόμους, ἐκ τούτων κερδαίνουσιν. οὕτω δὲ μέγα τοῦτο ἄρχουσι κακόν, ὥστε κἂν μηδὲν ἐντεῦθεν βλάπτηται τὸ δίκαιον, ἀλλὰ δοκεῖ γε. σωφρονοῦντος δʼ ἂν εἴη καὶ τοῦτο δεδιέναι. τὰς μὲν εἰσόδους ταύτας μηδέποτε ἴδοιμεν μηδʼ αὖ τὰς ἐπὶ τοὺς δυνατοὺς τῶν ἀσθενεστέρων καταφυγάς, αἳ τοὺς μὲν ἐγύμνωσαν, τοῖς δὲ χρήματα ἤνεγκαν.

Καὶ τὰ πρὸς τοὺς τοῖς ὀρχουμένοις ὑπηρετοῦντας, οἳ τοὺς ἄρχοντας αὐτοῖς ὑπηρετεῖν ἠξίουν, οὕτως ὥσπερ νῦν ἐχέτω, μᾶλλον δέ, ὥσπερ εἶχε πρὸ τοῦ τὴν πολλὴν ὕβριν δεξαμένου θεάτρου. ἐποίει δὲ ταῦτα ἡ ἐπὶ τὸ θέατρον ὁδός σου τῆς αὐτῆς ἡμέρας δευτέρα, πρᾶγμα οὐκ εἰωθός σοι. καὶ ἧκες μὲν εὖ ποιῶν ἄσιτος καὶ ἄποτος, ὡς μηδέτερον ἐν τῷ προσώπῳ δείξαις τοῖς κεκληκόσι, τοὺς δὲ τὸ τούτων γέμειν συρίττειν ἀνέπειθεν. ταῖς μὲν οὖν τοιαύταις κλήσεσιν ἐρρῶσθαι λέγειν, ἐν δὲ ταῖς παρουσίαις, ἃς οὐκ ἔνεστι διαφυγεῖν, τῶν μὲν δεικνυμένων μηδὲν φαίνου θαυμάζων μηδὲ ἱστὰς πρὸς αὐτὰ τοὺς ὀφθαλμούς, τὸν ὅμιλον δὲ μήτε ἐκφόβει μάτην μήτε θεράπευε, ἀλλʼ ἴσον ἀπεχέτω τρυφῆς τε καὶ ἀθυμίας. εἰ δὲ ἀσελγαίνοι τι, ἀπειλαῖς σωφρονιζέσθω. ὃ καὶ πρὸς τὸν Ἀλεξανδρέων δῆμον ἐκεῖνον τὸν ἕτοιμον εἰς ὀργὴν ἤδη τις ποιήσας ἴσχυσε. τῇδε δὲ παρὰ πολλῶν ἀρχόντων διεφθάρη κολακευόμενος ὠνουμένων τὰς καταγελάστους ταύτας εὐφημίας. τῶν στρατιωτῶν τινας, παρʼ ὧν ἔστιν ἀκοῦσαί τι περὶ πραγμάτων δεομένων φροντίδος, ὑφορῶ καὶ νόμιζε κακῶς τῇ γνώμῃ καὶ οὐκ ἀδόλως διακονεῖν χάριν τινὰ ταύτην τῷ πεπαυμένῳ φέροντας. σοὶ μὲν γὰρ οὐκ ἔχουσιν ἐγκαλεῖν οὐδʼ εἰπεῖν, ἀνθʼ ὅτου μισοῦσιν, ἐκείνῳ δὲ ἴσασιν ὀφείλοντες ἀμοιβὰς ὧν παρὰ τῶν ὑπʼ αὐτοῦ κακῶς πασχόντων ἐκέρδαινον. βούλοντʼ οὖν εἶναι περὶ ταύτας δίκαιοι καὶ τὸν ἄνθρωπον ἀντευποιεῖν ἐκ τῆς περὶ τὰ παρόντα βλάβης. δεῖ δή σε πάνυ δοκιμάζειν τῶν λεγομένων ἕκαστον καὶ ὥσπερ ἐν πολέμῳ λίαν ἐγρηγορέναι.

Παρρησιάσομαι δὴ καὶ περὶ τῶν ἀπὸ τῶν ἐν μέσῳ τῶν κιόνων σκηνῶν, τί γὰρ ἂν ἄλλο τις εἴποι ταῦτα; συλλεγομένων χρημάτων. τουτὶ γὰρ ἥκιστα χρῆν γεγονέναι τὸ ἔργον, ἐφʼ ᾧ κακῶς μετὰ δακρύων ἀκούομεν ὑπὸ τῶν οὐκ ἐπὶ τούτοις αὐτὰς τὴν ἀρχὴν πεποιηκότων, ἀλλʼ ὅπως ἐντεῦθεν εἴη τι τοῖς ἀνηλωκόσι. τούτου τοίνυν αὐτοῖς ἀπολλυμένου τί οἴει μισθώσασθαι σοφιστήν, ὅστις αὐτοῖς τὸν τούτων αἴτιον ἐπαινέσεται; τί δʼ αὐτὰς διασώσει τὰς καλύβας, ὅταν ὁ μὲν χρόνος, ὃ δὴ πέφυκε ποιεῖν, φθείρῃ, βοηθῇ δὲ μηδείς, ἢ καὶ διασπάσας ἔχῃ ἕκαστος τάς τε σανίδας καὶ τὰ ἄλλα, τὸ δὲ ἐνοικῆσον οὐκ ᾖ; πόθεν οὖν ἔσται τοῦτο τὸ ἀργύριον; ἐῶ γάρ, ὡς οὐκ ἔσται τοῖς πένησιν οἴκησις τούτων μὲν ἀνῃρημένων, τοῦ δὲ τῶν οἰκημάτων μισθοῦ μείζονος ἢ κατʼ ἐκείνους ὄντος.

Πρόκλου γὰρ εἶναι τοῦτο ἔργον φήσει τις. οὐ μὰ τὸν Δία καὶ τὴν Ἀθηνᾶν, ἀλλὰ τῶν εἰσπραττόντων ἡμῶν. τὸ μὲν γὰρ ἐκείνου γράμματα ἦν καὶ λόγος, τὸ δὲ νῦν καταβάλλουσι τἀργύριον. θαυμάζω δέ, εἴ τις οἴεται καλὸν αὐτὸ δείξειν τῷ Πρόκλῳ. τῷ γὰρ ἄν τις σὲ μᾶλλον ἀποτρέψειεν ἢ τῷ ὀνόματι τούτῳ; τί γὰρ γένοιτʼ ἂν αἴσχιον ἢ τὸ τῶν Πρόκλου κακῶν Ἰκάριον κληρονομεῖν καὶ τὸν μὲν ἡγεῖσθαι, τὸν δὲ ἕπεσθαι; τὸ δὲ ἔτι δεινότερον, ὅτι κἀκείνου χείρους γινόμεθα. πῶς; Πρόκλος τῶν λειτουργούντων τοῖς πένησι πόρον τινὰ τοῦτον ἀνεῦρεν, οὐ καλὸν μὲν οὐδὲ ἄξιον τῆς πόλεως, οὐ γὰρ ἴσον ἡμεῖς τε καὶ Βηρυτός, προσῆν δʼ οὖν τι σχήματος τῷ πράγματι. νῦν δὲ ἐπὶ τὴν σκηνὴν τοῦτο τέτραπται, ὅπως ἃ κλάων ὁ χειροτέχνης τίθησιν, ἐκ τούτων εἴη τρυφᾶν ὀρχησταῖς τε καὶ μίμοις, ὑφʼ ὧν χείρους μὲν ἐλεύθεροι, χείρους δὲ οἰκέται καὶ νέοι καὶ γέροντες. πάνυ γε ἄξιον τῆς τούτων ἕνεκα ἡδονῆς ἱεροσυλεῖν καὶ μετὰ τοῦτον τὸν πόρον ζητεῖν ἕτερον καὶ πάλιν ἄλλον, ἵνʼ ἃ μὲν λαμβάνουσι, μικρὰ λέγωσιν εἶναι, δεῖν δὲ τὸν ἄρχοντα σκοπεῖν, ὅπως ἕξουσι πλείω. δεῖν γὰρ αὐτοὺς κατέχειν δόσεσι καὶ δεδιέναι δρασμόν. εἶτʼ οὐκ εὐχόμεθα τοῦτο γενέσθαι τἀγαθὸν καὶ τὴν νῦν οὐ καθαρὰν καθαρὰν γενέσθαι πόλιν; τούτων γὰρ τῶν ὀλέθρων οὐ μεῖζον κακὸν οὐδὲ ἀνδροφόνος.

Τὰς τέρψεις οὖν ἀφαιρῇ τὴν πόλιν; ἐγὼ μὲν ἡδέως ἂν τὰς πονηράς, εἴπερ οἷός τʼ ἦν, νῦν δὲ κἂν πάνυ βούλωμαι, μένουσιν, εἰ καὶ μηδεὶς τοῦτο διδοίη τἀργύριον, μετενεγκόντες μὲν ἐφʼ ἑαυτοὺς πολλῶν οὐσίας, οὐκ ὀλίγων δὲ μέλλοντες ἡγούμενοι τοὺς πλουτοῦντας οὐχ αὑτοῖς μᾶλλον ἢ ʼκείνοις ἔχειν ἃ κέκτηνται.

Μηδεὶς οὖν δεδιττέσθω τὸν καλὸν κἀγαθὸν Ἰκάριον ὡς κακῶς πράξοντος τοῦ θεάτρου μὴ τούτων προεθέντων τῶν χρημάτων. οὐ γὰρ τὸν παρελθόντα χρόνον οἱ μὲν ἐδραπέτευον, ἡμῖν δὲ πραγμάτων ἐπʼ αὐτοὺς ἐδέησεν, ἀλλʼ ἔμενον ὀρφανίας τρυγῶντες οἵ τε ὀρχούμενοι οἵ τε μιμούμενοι αἵ τε μιμούμεναι.

Τούτων μὲν οὖν μὴ σφόδρα φαίνου προνοούμενος μηδὲ νομίζων ἀγαθὸν πόλει τηλικοῦτον κακόν, τοῦ δὲ μὴ προστεθῆναι τῷ παρέδρῳ πάρεδρον μελέτω σοι. καὶ γὰρ ᾐσθόμην τινῶν τοῦτο μηχανωμένων οὐ πόνων ἐπιθυμούντων, ἀλλʼ ὅπως ἐν δυνάμει τοῦ χρηματίζεσθαι γένοιντο. ἀλλʼ οἱ μὲν ἐθελόντων, σὺ δὲ τὸ πλείω ταλαιπωρεῖν τοῦ τοιαῦτα κινδυνεύειν αἱρετώτερον ἡγοῦ. τό τε γὰρ ἀσφαλὲς ἔνι, καὶ κάλλος ἀρχῆς οὐ μικρὸν ἄρχων εἰς μέσας νύκτας διὰ τῶν γραμμάτων ἐρχόμενος κἀν τοῖς ἀπειποῦσι διακόνοις κρείττων ὢν ἢ ἀπειπεῖν. ὅσοι δὲ πολλοῖς μὲν ὀφθαλμοῖς, πολλαῖς δὲ χερσὶ ταῦτα ἀφέντες εὕροντο διʼ αὐτῶν τὸ περιπατεῖν τε καὶ πρὸς τὸ εἰσρέον λαλεῖν, ἄμεινον δὲ εἰπεῖν φλυαρεῖν, ἐξήλεγξαν ἑαυτοὺς ἐλάττους ὄντας τοῦ πράγματος καὶ σαφῶς τὴν τάξιν ἔλιπον μονονουχὶ βοῶντες, ὡς ὧν οὐκ ἐφικνούμεθα, ταῦτα ἐζητήσαμεν.

Βούλομαι δή τι καὶ περὶ τοῦ φόβου διελθεῖν, ὃν ἔχεις περὶ τῶν ἀδίκων λημμάτων. ὅσον γὰρ αὐτὸς τούτων ἀπέχεις, τοσοῦτον ἀξιοῖς καὶ τοὺς σοὺς φίλους, εὖ ποιῶν. οἱ δὲ τοῦτο μὲν ποιοῦσιν, ὑποπτεύονται δὲ οὐ ποιεῖν, ἀλλʼ ἢν μνησθῇ τις συμφορᾶς ὡς δικαίας λελύσθαι, ῥῆμα πᾶν ἐν ὑποψίᾳ καὶ μισθὸς ἤδη δέδοται ἢ ὡμολόγηται. εἶθʼ οἱ μέν, ἵνα μὴ τοῦτο νομισθῶσι, σιγῶσι, μεθίσταται δὲ τῶν κακῶς ἐχόντων οὐδέν. φήσεις οὐδεπώποτε πρὸς ἐμὲ τοῦτο παθεῖν. οἶδα. ἀλλὰ καὶ πρὸς ἄλλον καὶ ἄλλον ἄξιον εἶναι τοιοῦτον· πρὸς ἅπαντας μὲν γὰρ τοὺς ὁμιλοῦντας οὔ. πολλοῖς γὰρ τὰ δικαστήρια μέταλλα. δεῖ δὲ οὐδὲ ἁπάντων κατεγνωκέναι κακίαν. ἔσται δέ σοι πίστις ἀζήμιος, εἰ τοῖς μὲν προσέχοις, τοὺς δὲ φυλάττοιο. δῆλοι δὲ οἱ τρόποι ταῖς δόξαις.

Καὶ περὶ τῶν χθὲς πληγῶν ἐκεῖνο λέγω. πληγῶν μὲν ἦν ὁ καιρός, οὐ μὴν τοσούτων γε, ὡς τοῖς μὲν ἔδοξας τὸ Κόκκου πεποιηκέναι, τοῖς δὲ καὶ παρελθεῖν. εἰ δʼ ᾧ κρείττους ἐσμὲν ἐκείνου, τοῦτο προησόμεθα, τί τοῖς ἐκεῖνον ὑμνοῦσιν ἀντιθήσομεν; εἶθʼ ὁ μὲν οὐκ ὀρθῶς ἐφʼ οἷς ἐπέστη διῳκηκὼς ἐπαίετο, πονηρὸς ἴσως στρατιώτης, ὁ δʼ οὐ παντὶ σθένει μαστιγοῦν δοκῶν πληγαῖς εἰς τοῦτʼ ἠναγκάζετο ταὐτὰ ποιῶν καὶ πάσχων, τύπτων ὁμοῦ καὶ τυπτόμενος. πῶς οὖν οὐ καὶ τέταρτος ἦν ποιῶν τοῦτο πρὸς τὸν τρίτον ὃ ʼκεῖνος πρὸς τὸν δεύτερον; ἦν γὰρ δὴ καὶ τῷ τρίτῳ τὴν αὐτὴν αἰτίαν ἐπενεγκεῖν καὶ τῷ τετάρτῳ γε, καὶ οὐκ ἂν ἦν οὗ στῆναι τοῦτο ἔδει. πάντα τὰ τοιαῦτά σοι φυλακτέον, Ἰκάριε, πόρρω τοῦ τῆς ὑμετέρας οἰκίας ἤθους ὄντα. πολὺ δέ, οἶμαι, βέλτιον ἐν ἐλάττονι δοῦναι τὸν ἡμαρτηκότα τὴν δίκην ἢ σὲ δόξαι τῶν προσηκόντων ὑμῖν ὅρων ἐξενηνέχθαι. ὁρᾷς, ὡς ἐκεῖνο καλὸν καὶ ὑμέτερον ἀκριβῶς ἀκολουθεῖν ταῖς πληγαῖς τὴν ἄφεσιν, ἀλλὰ μὴ δεσμόν, ὃ τοῖς ἄλλοις, ὥσπερ ὑπὸ νόμου προστεταγμένον, ἐπράττετο; ἐν δὲ τούτῳ πρῶτον μὲν ἦν κακὸν ὁ τόπος· ποῦ γὰρ ἴσον οἰκία καὶ δεσμωτήριον πολλοὺς ἐν ὀλίγῳ φυλάττον; δεύτερον δὲ τὸ μὴ τῶν οἰκείων εἰς θεραπείαν ἀπολαύειν· τρίτον τὸ τὴν λύσιν ὠνεῖσθαι χρημάτων διὰ τῶν ὡς τὸν ἄρχοντα εἰσιόντων ἄνευ τῶν τῷ τῆς θύρας κυρίῳ καθʼ ἑκάστην διδομένων ἡμέραν· τέταρτον οἱ παρὰ τὸ δεδέσθαι γιγνόμενοι θάνατοι. τουτὶ γὰρ δὴ τοῖς τε ἰδιώταις ἦν σαφὲς καὶ παρὰ τῶν ἰατρῶν ἦν ἀκούειν, ὅτι, εἰ μή τις αὐτοὺς ἐπὶ ταῖς πληγαῖς ἔδησεν, οὐκ ἂν ἐτεθνήκεσαν. τούτοιν δὴ τοῖν δυοῖν τοῦ μὲν ἀφεκτέον σοι, πικρότερον γάρ, τὸ δὲ τηρητέον, καλὸν γάρ.

Δεῖται δέ σου διʼ ἐμοῦ πᾶν ὅσον ἐν ὑπηρέταις, τηρῆσαι τὸ μέχρι μέσων νυκτῶν ἡσυχίᾳ. προστιθέναι γάρ σε τῇ ἡμέρᾳ τοῦτό γε τοσοῦτον ὄν. ὑφʼ ὅτου κακῶς διακεῖσθαι λέγουσιν ἄλλος ἄλλο τι τοῦ σώματος καὶ μόλις ὀρθοῦσθαι καὶ μόλις ἑστάναι καὶ ὅλως ἀπειρηκέναι, μηδὲ γὰρ τὰ αὐτὰ σοὶ δύνασθαι. ταῦτʼ οὖν οἱ μὲν αἰτοῦσιν, ἐγὼ δὲ παρασχεῖν σέ φημι δεῖν καὶ μὴ θαυμάζειν, εἴ τις ἐφʼ οἷς σε ζηλοῖ, ταῦτα οὐκ ἔχει μιμεῖσθαι. οὐδὲ γὰρ τὰ Ἡρακλέους, καίτοι τίς οὐκ ἂν ἡδέως; νῦν δʼ οὐδʼ αὐτὸς ὁ Θησεύς. σοὶ μὲν οὖν ἕστηκε τὸ ὄμμα καὶ τὸ νικᾶν τὸν ὕπνον ἐστὶν ἐν συνηθείᾳ, τοῖς δʼ οὐδὲ σφόδρα βουλομένοις τοῦτʼ ἔνι δυνηθῆναι. τρέπεται γὰρ αὐτοὺς μετὰ πολλὴν μάχην καὶ πόνον, καὶ τὴν Νύκτα ἱκετεύουσι κινῆσαι πρὸς ᾠδὴν ἀλεκτρυόνας. ἤδη δέ τις καὶ γνώμην εἶπεν ἀλεκτρυόνα κατακλείσαντας ἔν τινι τῶν ἐγγὺς οἰκημάτων εἰς ἀνάγκην αὐτὸν ᾠδῆς ἀκαίρου καθιστάναι σοὶ μὲν ἀπάτην φερούσης, τοῖς δὲ ἀπελθεῖν διδούσης. ὡς νῦν γε στερήσει τε λουτρῶν κάμνουσι καὶ μέσον σφίσιν οὐδὲν δείπνου τε καὶ τοῦ παρὰ σὲ δρόμου. καὶ δεινόν, εἰ διὰ τὴν σὴν περὶ ταῦτα ἀρετὴν ἀπολεῖταί τις. βέλτιον γὰρ σὲ βιασθῆναι πρὸς ὕπνον ἢ ἐκείνους πρὸς ἀγρυπνίαν. ἐκεῖνοι μὲν οὖν οὕτως ἂν μόνως περισωθεῖεν, οἱ δὲ ἐν τιμαῖς τε καὶ κέρδεσιν ὄντες μεγάλοις ἐπὶ τοῦ πρὸ σοῦ τήνδε τὴν ἀρχὴν ἐσχηκότος πονηροί τε δοκούντων, εἴπερ ἦσαν πονηρῷ φίλοι, καὶ μὴ μετὰ τῶν τότε ὑβριζομένων διὰ τὸ μὴ δύνασθαι τὰ τότε πραττόμενα ἐπαινεῖν ἐν τῷ τιμᾶσθαι πάλιν ἔστων. ἀγχόνης γὰρ δὴ τὸ πρᾶγμα ἄξιον, εἰ ἐν ᾧ καιρῷ χρῆν αὐτοὺς γενέσθαι ταπεινούς, μενοῦσιν ἐπὶ τοῦ κακῶς αὐτοῖς πεπορισμένου φρονήματος.

Νῦν μὲν ἐν τούτοις, ὦ Ἰκάριε, δείκνυμέν σοι τὸν φίλον, ἴσως δέ τις ἔσται λόγος καὶ μετὰ τοῦτον τὸν λόγον δεικνύναι τὸν φίλον καὶ αὐτὸς βουλόμενος·