eul_wid: swk-da
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 18 (Funeral Oration for Julian) by Libanius of Antioch

Libanius's funeral speech for Julian, whose body had been brought back from the borders of Babylon. It follows the emperor's life from his youth and studies through Gaul and the march east, his restoration of the temples and of honour for learning, his appointment of educated governors, and two speeches, each written in a single night, one against a Cynic and one on the Mother of the Gods. It ends with an address to Julian as the gods' pupil and companion.

Part of Orations 1–64

ΕΠΙΤΑΦΙΟΣ ΕΠΙ ΙΟΥΛΙΑΝΩΙ.

Ἔδει μέν, ὦ παρόντες, ἅπερ ἤλπιζον ἐγώ τε καὶ πάντες ἄνθρωποι, τὸ τέλος εἰληφέναι καὶ τὴν μὲν Περσῶν ἀρχὴν νυνὶ καταλελύσθαι, τῆς δὲ ἐκείνων γῆς Ῥωμαίους ἄρχοντας ἀντὶ σατραπῶν ἐπιμελεῖσθαι νόμοις ἡμετέροις καὶ τὰ μὲν ἱερὰ κεκοσμῆσθαι τὰ παρʼ ἡμῖν τοῖς ἐκεῖθεν λαφύροις, τὸν δὲ ταύτην ἀνῃρημένον τὴν νίκην καθήμενον ἐπὶ τοῦ βασιλείου θρόνου δέχεσθαι τοὺς ἐπινικίους. ταυτὶ γὰρ ἦν, οἶμαι, καὶ δίκαια καὶ προσήκοντα καὶ τῶν πολλῶν θυσιῶν, ἃς ἐκεῖνος ἔθυσεν, ἄξια. ἐπεὶ δὲ μεῖζον μὲν ἴσχυσεν ὁ φθονερὸς δαίμων τῶν εὐλόγων ἐλπίδων, κεκόμισται δὲ νεκρὸς ἀπὸ τῶν Βαβυλῶνος ὅρων ὁ μικρὸν τοῦ τῶν ἔργων ἀπέχων τέλους καὶ δάκρυα μὲν ὁπόσα εἰκός, ἀπὸ πάντων ὀμμάτων ἐρρύη, κωλύσαι δὲ οὐκ ἔνι τὴν τελευτήν, ὃ λοιπὸν μέν ἐστιν, ἐκείνῳ δὲ μάλιστα κεχαρισμένον, ποιῶμεν, ἐν ἄλλοις ἀκροαταῖς περὶ τῶν ἐκείνου τι λέγοντες, ἐπειδήπερ αὐτὸς ἐκωλύθη τὸν ἔπαινον ὧν ἔπραξεν ἀκοῦσαι. πρῶτον μὲν γὰρ ἀδικοῖμεν ἄν, εἰ ὁ μὲν ὅπως ἐπαινεθείη, πάντα ἐτόλμησεν, ἡμεῖς δὲ αὐτὸν ἀποστερήσαιμεν τῶν ἄθλων. ἔπειτα πάντων αἴσχιστον οἷς ζῶντα ἂν ἐτιμῶμεν, ταῦτα τεθνεῶτι μὴ φέρειν. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης κολακείας εἶναι τὸ περιόντας μὲν θεραπεύειν, ἀπελθόντων δὲ ἀμνημονεῖν, τοῖς μὲν ζῶσιν, εἰ καὶ μὴ λόγῳ τις χαρίζοιτο, κατὰ πολλοὺς ἂν ἑτέρους δύναιτο τρόπους· πρὸς δὲ τοὺς οἰχομένους ἓν ἡμῖν ὑπάρχει μόνον, εὐφημίαι τε καὶ λόγοι τὰ πεπραγμένα μετʼ ἀρετῆς εἰς ἅπαντα παραπέμποντες τὸν χρόνον.

Ἀεὶ μὲν οὖν ἔγωγε τὸν ἄνδρα τοῦτον ἐγχειρῶν ἐγκωμιάζειν ἐλάττους εὗρον τοὺς ἐμοὺς λόγους τοῦ μεγέθους τῶν ἔργων, καὶ μὰ τοὺς θεοὺς οὐδεπώποτε ἠχθέσθην, εἰ φίλου βασιλέως ἀρετὴ νικῴη τὴν τοῦ φιλοῦντος σοφιστοῦ δύναμιν. κοινὸν γὰρ τοῦτό γε τῶν πόλεων κέρδος ἡγούμην τὸ τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων παρειληφότα τὴν ἀρχὴν μηδενὶ καταλιπεῖν λόγῳ τοῖς ἔργοις ἐξισωθῆναι τοῖς ἑαυτοῦ. ὁ δὲ οὐδὲ τὰς πρὸς Ὠκεανῷ δεδειγμένας ἀνδραγαθίας οἷός τʼ ὢν κοσμῆσαι κατὰ τὴν ἀξίαν μόνας, τίς ἂν εἴην τήμερον ἀνάγκην ἔχων ἐκεῖνά τε καὶ τὸν ἐπὶ τοὺς Πέρσας δρόμον ἑνὶ παραδοῦναι λόγῳ; οἶμαι γάρ, εἰ παρὰ τῶν κάτω θεῶν ἀνάστασιν ἐκεῖνος εὑράμενος ἐπὶ τῷ τουτονί μοι συμπονῆσαι τὸν λόγον λανθάνων τοὺς ἄλλους ἅπαντας ἐκοινώνει μοι τῆς σπουδῆς, μηδʼ ἂν οὕτω τὸ μέτρον ἀκριβῶς γενέσθαι τοῖς πράγμασιν, ἀλλὰ καλλίω μὲν ἂν ἢ νῦν ῥηθῆναι, πᾶν δὲ ὅσον εἰκός, οὐδὲ οὕτω. τί οὖν χρή με πείσεσθαι νομίζειν ἄνευ συμμαχίας τοιαύτης τοσοῦτον πόνον ἀναιρούμενον; ἀλλʼ εἰ μὲν μὴ καὶ πρότερον ὑμᾶς ᾐσθόμην οὐκ ἀγνοοῦντας μέν, ὡς ἡ νίκη τῶν ἔργων, ὅμως δὲ ἡδομένους τοῖς λόγοις, καλῶς ἂν εἶχέ μοι σιωπᾶν· ἐπεὶ δὲ καὶ τότʼ εὐθὺς ἐπῃνεῖτε καὶ ἐμένετε τοὺς λόγους ἀγαπῶντες, οὐκ εἶναι πρόφασιν ἡγούμενος τῇ σιωπῇ δικαίαν πειράσομαι τὰ δίκαια ποιεῖν πρὸς τὸν βασιλέα καὶ φίλον.

Ἐγένοντο μὲν οὖν οὐκ ὀλίγοι βασιλεῖς γνώμῃ μὲν οὐ κακοί, γένει δὲ οὐ λαμπροί, καὶ τὴν μὲν ἀρχὴν ἐπιστάμενοι σώζειν, αἰσχυνόμενοι δὲ εἰπεῖν, ἐξ ὧν ἐγένοντο, ὥστε καὶ τοῖς ἐγκωμιάζουσιν αὐτοὺς ἔργον εἶναι θεραπεῦσαι τὸ τραῦμα, τούτῳ δὲ οὐδέν ἐστιν, ὃ μὴ χορηγεῖ πρὸς ἔπαινον. αὐτίκα τὸ γένος, αὐτῷ πάππος μὲν βασιλεύς, ὃς μάλιστα δὴ χρημάτων ὑπεριδὼν μάλιστα δὴ τὰς τῶν ἀρχομένων εὐνοίας ἐκτήσατο, πατὴρ δὲ βασιλέως μὲν υἱός, βασιλέως δὲ ἀδελφός, δικαιότερος δὲ τοῦ σχόντος τὴν βασιλείαν ἔχειν, ἀλλʼ ὅμως ἡσύχαζε καὶ συνεύχετο τῷ λαβόντι καὶ συζῶν ἀδόλως καὶ φιλῶν διετέλει. γήμας δὲ ὑπάρχου θυγατέρα χρηστοῦ τε καὶ νοῦν ἔχοντος, ὃν ὁ πολέμιος νενικηκὼς ᾐδέσθη καὶ τοὺς αὑτοῦ παρεκάλεσεν εἰς ἐκεῖνον βλέποντας ἄρχειν, ποιεῖται τουτονὶ τὸν ἄριστον καὶ τιμᾷ τὸν κηδεστὴν τῇ προσηγορίᾳ τοῦ παιδός. Κωνσταντῖνος μὲν οὖν τετελευτήκει νόσῳ, τὸ ξίφος δὲ μικροῦ διὰ παντὸς ἐχώρει τοῦ γένους ὁμοίως πατέρων καὶ παίδων. οὗτος δὲ καὶ πρεσβύτερος ἀδελφὸς ὁμοπάτριος τὸν πολὺν διαφεύγουσι φόνον, τὸν μὲν νόσου ῥυσαμένης, ἣ πρὸς θάνατον ἀποχρήσειν ἐδόκει, τὸν δὲ τῆς ἡλικίας, ἄρτι γὰρ ἀπήλλακτο γάλακτος. ἐκεῖνος μὲν οὖν πρὸς ἄλλοις μᾶλλον ἦν ἢ λόγοις νομίζων ἧττόν γε ταύτῃ πειράσεσθαι τοῦ φθόνου, τοῦτον δὲ ὁ λαχὼν δαίμων ἐκίνει πρὸς ἔρωτα λόγων καὶ διέτριβε περὶ αὐτοὺς ἐν τῇ μεγίστῃ μετὰ τὴν Ῥώμην πόλει φοιτῶν εἰς διδασκαλεῖον, ὁ βασιλέως μὲν υἱιδοῦς, βασιλέως δὲ ἀδελφιδοῦς, βασιλέως δὲ ἀνεψιός, οὐ σοβῶν οὐδὲ λυπῶν οὐδὲ ἀξιῶν ἀποβλέπεσθαι διὰ πλῆθος ἀκολούθων καὶ τὸν ἀπʼ ἐκείνων θόρυβον. ἀλλʼ εὐνοῦχός τε βέλτιστος σωφροσύνης φύλαξ καὶ παιδαγωγὸς ἕτερος οὐκ ἄμοιρος παιδείας ἐσθής τε μετρία καὶ ὀφρὺς οὐχ ὑπὲρ τὰς ἄλλας καὶ τὸ φθάσαντα προσειπεῖν καὶ τὸ μὴ παρῶσαι τὸν πένητα καὶ τὸ καλούμενον εἰσελθεῖν καὶ τὸ πρὶν ἢ κληθῆναι μένειν καὶ τὸ στῆναι μὲν οὗ τοῖς ἄλλοις νόμος, ἀκοῦσαι δὲ ταὐτὰ τοῖς ἄλλοις καὶ μετὰ τῶν ἄλλων ἀπελθεῖν καὶ μηδαμοῦ ζητῆσαι πλέον, ὥστʼ ἔξωθέν τις ἐπελθὼν καὶ βλέψας εἰς τὸν χορὸν οὐκ εἰδώς, οἵτινες οὐδʼ ὧντινων, οὐκ ἂν εὗρεν ἐν συμβόλοις τισὶ τὴν ὑπεροχὴν τῆς τύχης.

Οὐ μὴν πάντα ἐκείνοις ἴσος ἦν, ἐπεὶ ἔν γε τῷ συνιέναι καὶ δέξασθαι τὸ ῥηθὲν καὶ φυλάξαι λαβὼν καὶ μὴ πονῶν ἀπειπεῖν πολὺ τοῖς ἄλλοις πρὸς αὑτὸν ἐποίει τὸ μέσον. ὃ ἐγὼ καθορῶν ἤλγουν οὐ σπείρων αὐτὸς εἰς τὴν τοιαύτην ψυχήν. σοφιστὴς γάρ τις πονηρὸς τοῦ κακῶς ἀγορεύειν τοὺς θεοὺς μισθὸν εἶχε τὸν νέον ἐν τοιαύτῃ καὶ αὐτὸν τῇ περὶ τῶν θεῶν τρεφόμενον δόξῃ καὶ φέροντα τὴν φαυλότητα τῶν λόγων διὰ τὸν πρὸς τοὺς βωμοὺς τοῦ διδασκάλου πόλεμον. ἤδη δὲ πρόσηβος ἦν, καὶ τὸ τῆς φύσεως βασιλικὸν πολλοῖς καὶ μεγάλοις τεκμηρίοις ἐμηνύετο. καὶ ταῦτα οὐκ εἴα καθεύδειν Κωνστάντιον, δείσας δέ, μὴ πόλις μεγάλη τε καὶ μεγάλην ψῆφον ἔχουσα καὶ πρὸς τὴν Ῥώμην εἰκασμένη τοῖς ὅλοις ἐπισπασθῇ πρὸς τὴν ἀρετὴν τοῦ νέου καὶ γένηταί τι τῶν ἐκείνῳ λυπηρῶν, πέμπει μὲν αὐτὸν εἰς τὴν Νικομήδους πόλιν, ὡς οὐ φοβήσουσαν ἴσα, παιδεύεσθαι δὲ δίδωσιν ἐξουσίαν. ὁ δὲ οὐ φοιτᾷ μὲν παρʼ ἐμὲ ποιούμενον αὐτοῦ τὰς συνουσίας ἤδη καὶ πόλιν ἀντὶ πόλεως ᾑρημένον τὴν γαλήνην ἔχουσαν ἀντὶ τῆς κινδύνων γεμούσης, τοὺς λόγους δὲ ὠνούμενος ὁμιλῶν οὐκ ἀνίει. τὸ δὲ αἴτιον τοῦ τοῖς λόγοις μὲν χαίρειν, φεύγειν δὲ τὸν ἐκείνων πατέρα, πολλοῖς καὶ μεγάλοις αὐτὸν ὅρκοις ὁ θαυμαστὸς ἐκεῖνος κατειλήφει σοφιστὴς ἦ μὴν ἐμὸν μήτε γενέσθαι μήτε κληθῆναι φοιτητὴν μήτʼ εἰς τὸν κατάλογον ἐγγραφῆναι τῶν ἐμῶν ὁμιλητῶν. ὁ δὲ τῷ μὲν ἐξορκίσαντι μεμφόμενος, τοὺς ὅρκους δὲ οὐ παραβαίνων, ἐμοῦ δὲ ἐπιθυμῶν εὗρεν ὅπως μήτε ἐπιορκήσει καὶ μετασχήσει τῶν λόγων, πορθμέα τινὰ τῶν καθʼ ἡμέραν λεγομένων δωρεαῖς μεγάλαις κτησάμενος. οὗ δὴ καὶ τὰ μάλιστα τῆς φύσεως διέδειξε τὴν ἰσχύν· αὐτῷ γὰρ ἥκιστά μοι συνὼν τῶν συνεχῶς συνόντων ἀμείνων εἰς μίμησιν ἦν καὶ διʼ ἀμυδροτέρας ὁδοῦ τὴν εἱλικρινῆ τὴν ἐκείνων τῇ τῶν καρπῶν παρῄει φορᾷ, ὅθεν, οἶμαι, καὶ τοῖς ὕστερον ὑπʼ αὐτοῦ πεποιημένοις λόγοις ἔνι τι πρὸς ἡμᾶς συγγενὲς καὶ ἔδοξεν εἷς εἶναι τῶν πεπλησιακότων.

Ἐκείνῳ μὲν οὖν περὶ ταῦτα ἡ σπουδή, τῷ δὲ ἀδελφῷ γίνεται μετουσία τῆς βασιλείας κατὰ τὸ δεύτερον σχῆμα. διπλοῦ γὰρ ἐγηγερμένου τῷ Κωνσταντίῳ πολέμου, τοῦ μὲν προτέρου Περσικοῦ, τοῦ δʼ ἐπʼ ἐκείνῳ τοῦ πρὸς τὸν τύραννον, ἔδει δήπου καὶ συνάρχοντος, καὶ πέμπεται Γάλλος ἐξ Ἰταλίας τὴν πρὸς ἕω φρουρήσων, καὶ ὅπερ τῷ τοῦδε πατρὶ πρότερον, τοῦτο ὑπῆρχε καὶ τῷδε, βασιλέως ἦν ἀδελφός. ἐκεῖνος μὲν οὖν καὶ διὰ τῆς Βιθυνίας δορυφορούμενος ἐχώρει καὶ εἶδον ἀλλήλω, τούτου δὲ τὴν γνώμην οὐκ ἠλλοίωσεν ἡ περὶ ἐκεῖνον τύχη, οὐδὲ τὸ βασιλεύειν οἱ τὸν ἀδελφὸν ἀφορμὴν εἰς ῥᾳθυμίαν ἔλαβεν, ἀλλʼ ἐπηύξησε μὲν τὴν ἐπιθυμίαν ἣν εἶχε περὶ τοὺς λόγους, ἐπηύξησε δὲ τοὺς πόνους οἷς ἐχρῆτο περὶ τὴν τούτων θήραν, νομίζων, εἰ μὲν ἐν ἰδιώτου μέρει μείνειεν, ἕξειν ἀντὶ τῆς βασιλείας τὴν σοφίαν, κτῆμα θειότερον, εἰ δʼ ἐπὶ σκῆπτρον ἄγοιτο, κοσμήσειν τῇ σοφίᾳ τὴν βασιλείαν. διὰ τοῦτο ἡλίῳ τε ἐχρῆτο πρὸς τὰς μαθήσεις καὶ νυκτὸς ἐπελθούσης πυρὶ καὶ τὴν μὲν οὐσίαν οὐκ ἐποίει μείζω ῥᾴδιον ὄν, τὴν δὲ γνώμην καλλίω. καί ποτε τοῖς τοῦ Πλάτωνος γέμουσιν εἰς ταὐτὸν ἐλθὼν ἀκούσας ὑπέρ τε θεῶν καὶ δαιμόνων καὶ τῶν ὡς ἀληθῶς τὸ πᾶν τοῦτο καὶ πεποιηκότων καὶ σωζόντων καὶ τί τε ἡ ψυχὴ καὶ πόθεν ἥκει καὶ ποῖ πορεύεται καὶ τίσι βαπτίζεται καὶ τίσιν αἴρεται καὶ τίσι καθέλκεται καὶ τίσι μετεωρίζεται, καὶ τί μὲν αὐτῇ δεσμός, τί δὲ ἐλευθερία, καὶ πῶς ἂν γένοιτο τὸ μὲν φυγεῖν, τοῦ δὲ τυχεῖν, ἁλμυρὰν ἀκοὴν ἀπεκλύσατο ποτίμῳ λόγῳ καὶ πάντα τὸν ἔμπροσθεν ἐκβαλὼν ὕθλον ἀντεισήγαγεν εἰς τὴν ψυχὴν τὸ τῆς ἀληθείας κάλλος, ὥσπερ εἴς τινα μέγαν νεὼν ἀγάλματα θεῶν πρότερον ὑβρισμένα βορβόρῳ. καὶ ἦν μὲν περὶ ταῦτα ἕτερος, ἐσχηματίζετο δὲ τὰ πρόσθεν, οὐ γὰρ ἐξῆν φανῆναι. Αἴσωπος δὲ ἐνταῦθα μῦθον ἂν ἐποίησεν οὐκ ὄνον λεοντῇ κρύπτων, ἀλλʼ ὄνου δορᾷ τὸν λέοντα. κἀκεῖνος ᾔδει μὲν ἃ εἰδέναι κρεῖττον, ἐδόκει δὲ τὰ ἀσφαλέστερα. τῆς φήμης δὲ πανταχοῖ φερομένης πάντες οἱ περὶ τὰς Μούσας καὶ τοὺς ἄλλους γε θεοὺς οἱ μὲν ὡδοιπόρουν, οἱ δὲ ἔπλεον σπεύδοντες ἰδεῖν τε ἐκεῖνον καὶ συγγενέσθαι καὶ εἰπεῖν αὐτοί τι καὶ ἀκοῦσαι λέγοντος. ἦν δὲ ἐλθοῦσιν οὐ ῥᾴδιον ἀπελθεῖν· κατεῖχε γὰρ ἡ σειρὴν οὐ λόγοις μόνον, ἀλλὰ καὶ τῷ πρὸς φίλτρον εὖ πεφυκέναι. τῷ δʼ ἄγαν φιλεῖν εἰδέναι καὶ τοὺς ἄλλους ἐπαίδευε καλῶς τοῦτο ποιεῖν, ὥστε συγκεραννύμενοι γνησίως οὐκ ἀπόνως ἀπηλλάττοντο.

Ἦν οὖν ἐκείνῳ παντοδαπὴ σοφία συνειλεγμένη καὶ δεικνυμένη, ποιηταί, ῥήτορες, γένη φιλοσόφων, πολλὴ μὲν Ἑλλὰς φωνή, οὐκ ὀλίγη δὲ ἁτέρα. τῷ δὲ ἦν φροντὶς ἀμφοτέρων εὐχή τε ἀπὸ παντὸς εὖ φρονούντων στόματος γενέσθαι τῶν πραγμάτων τὸν νεανίσκον κύριον καὶ στῆναι μὲν τὴν φθορὰν τῆς οἰκουμένης, ἐπιστῆναι δὲ τοῖς νοσοῦσι τὸν ἐπιστάμενον τὰ τοιαῦτα ἰᾶσθαι. οὐ μὴν φαίην ἂν ἐκεῖνον ἐπιτιμᾶν ταῖς εὐχαῖς οὐδʼ ἀλαζονεύσομαι τοῦτό γε ὑπὲρ αὐτοῦ, ἀλλὰ βούλεσθαι μὲν καὶ αὐτόν, βούλεσθαι δὲ οὐ τρυφῆς οὐδὲ δυναστείας οὐδὲ πορφύρας ἔρωτι, τοῦ δὲ τοῖς αὑτοῦ πόνοις ἀποδοῦναι τοῖς ἔθνεσιν ὧν ἐξεπεπτώκεσαν τά τε ἄλλα καὶ οὐχ ἥκιστα δὴ τὰς τῶν θεῶν λατρείας. ᾧ δὴ καὶ διαφερόντως τὴν καρδίαν ἐπλήττετο νεώς τε ὁρῶν κειμένους καὶ τελετὰς πεπαυμένας καὶ βωμοὺς ἀνατετραμμένους καὶ θυσίας ἀνῃρημένας καὶ ἱερεῖς ἐλαυνομένους καὶ τὸν τῶν ἱερῶν πλοῦτον εἰς τοὺς ἀσελγεστάτους μεμερισμένον, ὥστʼ εἴ τις αὐτῷ θεῶν ὑπισχνεῖτο τὴν τούτων ἐπανόρθωσιν διʼ ἑτέρων ἔσεσθαι, σφόδρα ἄν μοι δοκεῖ τὴν βασιλείαν φυγεῖν· οὕτως οὐ τοῦ κρατεῖν, τοῦ δὲ εὖ πρᾶξαι τὰς πόλεις ὠρέγετο.

Ταύτης τοίνυν τῆς ἐπιθυμίας ἐν ταῖς ψυχαῖς τῶν πεπαιδευμένων ἀκμαζούσης τοῦ τῇ τοῦδε γνώμῃ θεραπευθῆναι τὴν γῆν ἦλθεν ἐπὶ τὸν Γάλλον συκοφαντία καὶ γράμματα ἐπιβουλὴν ἔχοντα τὴν ἐσχάτην εὕρητο, δόντων δὲ δίκην τῶν ἀδικούντων, οὐ γὰρ ἔμελλεν αὐτοὺς στεφανώσειν ὁ τὰ τοιαῦτα ἠδικημένος, ἔδοξεν ἧς εἰλήφει δίκης ὀφείλειν δίκην ὁ λαβὼν καὶ ἀπέθνησκεν ἄφωνος φθάσαντος τὴν ἀπολογίαν τοῦ ξίφους. καὶ αὐτίκα οὗτος ἀνέσπαστό τε καὶ ἦν ἐν μέσῳ φυλάκων ὡπλισμένων ἄγριον μὲν βλεπόντων, τραχὺ δὲ φθεγγομένων, κοῦφον δὲ ἀποφαινόντων οἷς ἐποίουν τὸ δεσμωτήριον. καὶ προσῆν τὸ μηδὲ ἐφʼ ἑνὸς ἱδρύεσθαι χωρίου, τόπους δὲ ἐκ τόπων ἀμείβειν ἐπὶ ταλαιπωρίᾳ. καὶ ταῦτα ἔπασχεν ἐγκαλούμενος μὲν οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον. πῶς γὰρ ὅς γε διειστήκει μὲν τἀδελφοῦ σταθμοῖς πλείοσιν ἢ τριακοσίοις, γράμματα δὲ ἔπεμπεν, οὐδὲ ταῦτα πολλάκις, προσρήσεσιν ὁριζόμενα μόναις; διόπερ οὐδʼ ἦν οὐδʼ ὁ συκοφαντήσων, ἀλλʼ ὅμως οἷς ἔφην ἐπιέζετο κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δʼ εἷς ἀμφοτέροις πατὴρ γένοιτο. πάλιν τοίνυν ἐνταῦθα ἄν τις αὐτοῦ θαυμάσειε τὸ μήτε τοῖς κατὰ τοῦ τεθνεῶτος λόγοις κολακεῦσαι τὸν ἀπεκτονότα μήτε τοῖς ὑπὲρ ἐκείνου παροξῦναι τὸν ζῶντα, ἀλλὰ τὸν μὲν ἀφανεῖ λύπῃ τιμᾶν, τῷ δὲ μὴ δοῦναι πρὸς φόνον ἀφορμὴν σφόδρα γε βουλομένῳ. οὕτω γὰρ εὖ καὶ καλῶς ἐκράτησε τῆς γλώττης καὶ ταῦτα τῶν περιεστηκότων ἀνιαρῶν οὐ σφόδρα ἐπιτρεπόντων, ὥστε ἐνέφραξε τῇ καρτερίᾳ τοῖς πονηροτάτοις τὰ στόματα. οὐ μὴν οὐδὲ ταῦτα ἤρκει πρὸς σωτηρίαν οὐδὲ ἵστη τῷ μάτην θυμουμένῳ τὴν ὀργήν, τὸν δὲ εἶδε Κάδμου θυγάτηρ Ἰνὼ χειμαζόμενον, ἡ Κωνσταντίου γυνή, καὶ τὸν μὲν ἠλέησε, τὸν δὲ ἐμάλαξε καὶ πολλαῖς ταῖς ἱκεσίαις ἔπεισεν ἐρῶντα τῆς Ἑλλάδος καὶ μάλιστα δὴ τοῦ τῆς Ἑλλάδος ὀφθαλμοῦ, τῶν Ἀθηνῶν, εἰς γῆν ἐρωμένην πέμψαι. τοῦτο τοίνυν αὐτὸ πῶς οὐκ ἀτεχνῶς ψυχῆς ἐκ θεῶν ἀφιγμένης τὸ καταστάντα εἰς αἵρεσιν χωρίου μήτε κήπων μήτε οἰκιῶν μήτε αὐλῶν μήτε τῶν ἐπʼ αἰγιαλοῖς ἀγρῶν μήτε τῆς ἀπὸ τῶν ἄλλων ὄντων οὐκ ὀλίγων ἐπιθυμῆσαι τρυφῆς, ἃ πάντα ἦν ἐπὶ τῆς Ἰωνίας αὐτῷ, ἀλλʼ ἡγήσασθαι μικρὰ τὰ δοκοῦντα μεγάλα πρὸς τὴν τῆς Ἀθηνᾶς πόλιν, τὴν μητέρα Πλάτωνος καὶ Δημοσθένους καὶ τῆς ἄλλης τῆς πολυειδοῦς σοφίας; ἥκει μὲν οὖν ἐκεῖσε θέων, ὡς προσθήσων οἷς ἠπίστατο καὶ διδασκάλοις ἐντευξόμενος δοῦναί τι δυναμένοις ὧν εἶχε πλέον. συγγινόμενος δὲ καὶ πεῖραν αὑτοῦ τε παρέχων καὶ λαμβάνων ἐκείνων ἐξέπληττε μᾶλλον ἢ τοῦτο ἔπασχε καὶ μόνος ἐκεῖνος νέων τῶν Ἀθήναζε ἡκόντων διδάξας τι μᾶλλον ἢ μαθὼν ἀπῆλθε. τοιγαροῦν ἀεί τινα σμήνη περὶ αὐτὸν ἑωρᾶτο νέων, πρεσβυτέρων, φιλοσόφων, ῥητόρων. ἔβλεπον δὲ ἄρα εἰς αὐτὸν καὶ οἱ δαίμονες εὖ εἰδότες, ὡς οὗτος αὐτοῖς ἐπανάξει τὰ πάτρια. ὁ δὲ λέγων τε ἦν ὁμοίως θαυμαστὸς καὶ αἰδούμενος, οὐ γὰρ ἦν ὅ τι χωρὶς ἐρυθήματος ἐφθέγγετο. τῆς μὲν οὖν πρᾳότητος ἅπαντες ἀπέλαυον, τοῦ πιστεύεσθαι δὲ οἱ βέλτιστοι, κἀν τούτοις αὐτοῖς πρῶτος ἦν ὁ παρʼ ἡμῶν, ὁ μόνος ἐν ἀνθρώποις ἄμεμπτος, ὁ τὸν μῶμον ἀρετῇ νενικηκώς.

Ἦν μὲν οὖν γνώμη τῷ νεανίσκῳ ταῖς Ἀθήναις ἐμβιῶναί τε καὶ ἐντελευτῆσαι καὶ τοῦτο κέκριτο πέρας εὐδαιμονίας, τῶν πραγμάτων δὲ ἀπαιτούντων βασιλέα δεύτερον ἐφθαρμένων μὲν τῶν περὶ τὸν Ῥῆνον πόλεων, τῶν δʼ ἐκεῖσε πεμπομένων στρατηγῶν μείζονα ἢ ἐξῆν ζητούντων καλεῖται πρὸς ἀρχὴν ὁ φιλοσοφῶν Ἀθήνησιν ἐξ αὐτοῦ τοῦ φιλοσοφεῖν παρέχων θαρρεῖν τῷ πλεῖστα ἠδικηκότι. καὶ γὰρ εἰ φονεὺς ἐγεγόνει πατρός τε καὶ ἀδελφῶν, τῶν μὲν πάλαι, τοῦ δὲ ἔναγχος, ἀλλʼ ἤλπιζέ γε τὰς πίστεις ἐν βεβαίῳ κείσεσθαι καὶ τὸν ἐκείνου τρόπον κρείττω τῶν ἐγκλημάτων ἔσεσθαι. ὁ μὲν οὖν καλῶν οὐ κακῶς ἤλπιζε, τὸν δὲ οὐδὲν ἦν ὃ πιστεύειν ἔπειθεν, ὡς οὐκ εἰς ἐπιβουλὴν ἡ τιμὴ τελευτήσει, ταυτὶ γὰρ ἐδίδου τὸ ῥυὲν αἷμα μαντεύεσθαι, διαδύσεως δὲ οὐκ οὔσης καλεῖ σὺν δάκρυσι τὴν θεὸν καὶ δεηθεὶς ἀμύνειν ἐπορεύετο. μετασχὼν δὲ τῆς βασιλείας ἐπʼ ἆθλον εὐθὺς ἀποστέλλεται τῶν Ἡρακλέους χειρῶν δεόμενον. εἶχε γὰρ ὧδε τὰ περὶ τοὺς Γαλάτας, ὧν οἱ τελευταῖοι προσοικοῦσι τὸν ὠκεανόν.

Μαγνεντίῳ Κωνστάντιος πολεμῶν ἀφελομένῳ μὲν ἀλλοτρίαν ἀρχήν, ἄρχοντι δὲ αὐτῷ μετὰ φυλακῆς τῶν νόμων πάντʼ ᾤετο δεῖν κινεῖν ἐπὶ τῷ τὸν ἄνδρα ἑλεῖν. καὶ ἀνοίγει δὴ τοῖς βαρβάροις διὰ γραμμάτων τοὺς Ῥωμαίων ὅρους ἐξεῖναι φήσας αὐτοῖς ὁπόσην δύναιντο κτᾶσθαι. δοθείσης δὲ ἐκείνοις τῆς ἀδείας καὶ τῶν συνθηκῶν λελυμένων ταῖς ἐπιστολαῖς εἰσχυθέντες ἐπὶ πολλῆς τοῦ κωλύσοντος ἐρημίας, ὁ γὰρ δὴ Μαγνέντιος ἐν Ἰταλίᾳ τὰς δυνάμεις εἶχε, Μυσῶν λείαν ἐργάζονται τὰς εὐδαίμονας πόλεις, καὶ κατεσύροντο μὲν κῶμαι, κατεσείετο δὲ τείχη, χρήματα δὲ ἤγετο καὶ γυναῖκες καὶ παῖδες, καὶ οἱ δουλεύσοντες ἠκολούθουν τὸν αὑτῶν πλοῦτον οἱ δυστυχεῖς ἐπὶ τῶν ὤμων φέροντες, ὁ δὲ οὐ δυνάμενος δουλεύειν καὶ γυναῖκα καὶ θυγατέρα ὁρᾶν ἐν ὕβρει κλάων ἀπεσφάττετο, μετενηνεγμένων δὲ ἐκεῖσε τῶν παρʼ ἡμῖν ἀγαθῶν ἐγεώργουν οἱ κεκρατηκότες τὴν ἡμετέραν μὲν ταῖς αὑτῶν χερσί, τὴν δὲ αὑτῶν ταῖς τῶν εἰλημμένων. αἱ δʼ αὖ διαφυγοῦσαι τὴν ἅλωσιν ἰσχύι τειχῶν γῆν μὲν οὐκ εἶχον πλὴν ὀλίγην κομιδῆ, λιμῷ δὲ ἀνηλίσκοντο παντὸς ἁπτόμενοι τοῦ δυναμένου τρέφειν, ἕως εἰς τοσοῦτον σωμάτων κατέστησαν ἀριθμόν, ὥστε τὰς πόλεις αὐτὰς ἀγρούς τε εἶναι καὶ πόλεις καὶ τὸ εἴσω τῶν περιβόλων ἀοίκητον ἀρκοῦσαν γεωργίαν. καὶ γὰρ βοῦς ἐζεύγνυτο καὶ ἄροτρον εἵλκετο καὶ σπέρμα κατεβάλλετο καὶ ἀνῄει στάχυς, καὶ θεριστὴς καὶ ἅλως, καὶ πάντα ταῦτα εἴσω πυλῶν, ὥστʼ οὐκ ἄν τις ἔφησεν ἀθλιωτέρους εἶναι τοὺς ἁλόντας τῶν οἴκοι μενόντων.

Καὶ ὁ μὲν τοσούτου μισθοῦ τὴν νίκην πριάμενος εὐθὺς μὲν ἥδετο καὶ ἐγαυρία, τοῦ πολεμίου δὲ ἡττημένου καὶ τῆς προδοσίας ἐκφανείσης καὶ μονονουχὶ βοώσης τῆς Ῥώμης, ὡς ἠκρωτηρίασται, τοῖς μὲν αὑτοῦ κινδύνοις ἐξελάσαι τοὺς κωμάζοντας οὐκ ἐτόλμα, στρατεύειν δὲ τὸν ἐκ μουσείων ἄρτι πρὸς ὅπλα εἱλκυσμένον ἠξίου καὶ τὸ δὴ καινότατον, τὸν αὐτὸν ὁμοῦ κρείττω τε φανῆναι καὶ χείρω τῶν πολεμίων ηὔχετο, τῷ μὲν τῆς γῆς ἐπιθυμεῖν ἐκεῖνο ποιῶν, φθόνῳ δὲ τοῦτο. καὶ ὅτι γε ἀπολούμενον οὐχ ἧττον ἢ κρατήσοντα ἐξέπεμψεν, εὐθὺς ἔδειξεν. οὔσης γὰρ αὐτῷ στρατιᾶς, ὅση πρότερον τρεῖς βασιλείας συνεῖχε, καὶ πολλῶν μὲν ὁπλιτῶν, πολλῶν δὲ ἱππέων, ὧν, οἶμαι, φοβερώτατον τὸ παρὰ τῆς σκευῆς ἄτρωτον, τριακοσίους αὐτῷ τοὺς φαυλοτάτους τῶν ὁπλιτῶν ἐκέλευεν ἕπεσθαι· τοὺς γὰρ ἱδρυμένους αὐτὸν ἐκεῖ στρατιώτας εὑρήσειν. οὗτοι δὲ ἦσαν οἱ μεμαθηκότες ἡττᾶσθαι καὶ οἷς ἔργον ἦν πάλαι πολιορκεῖσθαι. τὸν δὲ οὐδὲν ἄρα τούτων ἐτάραξεν οὐδὲ ἔδειξε περίφοβον, ἀλλὰ τότε πρῶτον ὅπλων τε καὶ πολέμου γευόμενος καὶ μέλλων ἐπὶ τοὺς ἀεὶ νενικηκότας ἐξάγειν στρατιώτας τρέμοντας οὕτω μὲν ἤνεγκε τὴν σκευήν, ὥσπερ ἀντὶ βιβλίων ἐξ ἀρχῆς ἀσπίδα μεταχειριζόμενος, οὕτω δὲ ἐχώρει θαρρῶν, ὥσπερ μυρίων Αἰάντων ἡγούμενος. δύο δὲ ἄρα αὐτὸν ἐποίει τοιοῦτον· ἓν μὲν ἡ σοφία καὶ τὸ τὰ βουλεύματα εἰδέναι χειρῶν ὄντα δυνατώτερα, ἕτερον δὲ τὸ πιστεύειν αὐτῷ συστρατεύειν τοὺς θεούς. ᾔδει δὲ καὶ τὸν Ἡρακλέα τὴν Στύγα διαφυγόντα τῇ ῥοπῇ τῆς Ἀθηνᾶς.

Τῆς δὲ τῶν θεῶν πρὸς αὐτὸν εὐνοίας εὐθὺς ἀπὸ γραμμῆς ἐναργὲς τὸ σύμβολον. κινηθεὶς γὰρ ἐξ Ἰταλίας τοῦ χειμῶνος μεσοῦντος, ἡνίκα τὸν μὴ στέγῃ σωζόμενον ἕτοιμον ἦν ἀπολωλέναι κρυμῷ τε καὶ νιφάσιν, οὕτω φαιδρᾶς ἀπολαύων ἐπορεύετο τῆς ἀκτῖνος, ὥστʼ ἔαρ ὀνομάζοντες τὴν ὥραν ἐχώρουν καὶ πρὸ τῶν πολεμίων τὸ ψῦχος ἥττητο. καὶ μὴν κἀκεῖνό γε σημεῖον τῆς βελτίονος τύχης. διεξιὼν γὰρ πολίχνιον τὸ πρῶτον ἧς παρελάμβανε γῆς στέφανόν τινα κλάδων, πολλοὺς δὲ ἐκ καλωδίων τεταμένων εἰς κίονας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώρους, τούτων εἷς τῶν στεφάνων, ᾧ καλλωπίζομεν τὰς πόλεις, ἐκλυθεὶς τοῦ δεσμοῦ καταβαίνων ἦν ἐν τῇ τοῦ βασιλέως κεφαλῇ καὶ ἥρμοσε, καὶ βοὴ πανταχόθεν. ἐδηλοῦτο γάρ, οἶμαι, τῷ στεφάνῳ τὰ μέλλοντα τρόπαια καὶ ὅτι νικήσων ἔρχεται.

Εἰ μὲν οὖν ὁ πέμψας ἐπέτρεψεν εὐθὺς ἐν ἔργοις τε εἶναι καὶ χρῆσθαι τοῖς λογισμοῖς, εὐθὺς ἂν ἐδέχετο τἀκεῖ τὴν μεταβολήν, νῦν δʼ ὁ μὲν πάντων ἦν ἄκυρος πλὴν τῆς χλαμύδος, οἱ στρατηγοὶ δὲ κύριοι, ταῦτα γὰρ ἐδέδοκτο τῷ πεπομφότι τοὺς μὲν ἐπιτάττειν, τὸν δὲ ὑπηρετεῖν. ὁ δὲ Ὀδυσσέως τε καὶ τῶν Ὀδυσσέως μεμνημένος ἠνείχετο, τοῖς στρατηγοῖς δὲ ἄρα ἤρεσκε καθεύδειν. τοῦτο δὲ ἐποίει τοὺς ἐναντίους μεγάλους, εἰ βασιλέως ἥκοντος ἔχοιεν ἃ πρότερον. ἀλλʼ ὅμως καὶ κεκωλυμένου πράττειν, περιιόντος δὲ μόνον κατὰ θέαν τὰ ἔθνη, τουτὶ γὰρ ἐδέδοτο μόνον, τοσοῦτον ἴσχυσε τοὔνομά τε καὶ τὸ πρόσωπον, ὥστʼ ἤδη τις τῶν κατακεκλεισμένων πολύν τινα χρόνον καὶ τεταριχευμένων ἐκπηδήσας εἷλε βάρβαρον πρὸς τῷ τείχει γεωργοῦντα καὶ ἄλλος ἄλλον καὶ ἕτερος ἕτερον καί τινα καὶ νυκτερινὴν ἐπιχείρησιν νεανίσκων ἀπεκρούσαντο πολλῶν γέροντες ὀλίγοι γήρᾳ τῶν ὅπλων ἀφειμένοι. οἱ μὲν γὰρ κλίμακας φέροντες κατὰ πύλας ἐρήμους προσέθεσαν, ᾧ δὴ τρόπῳ τῶν πόλεων τὰς πλείστας ᾑρήκεσαν, οἱ δὲ ὡς ᾔσθοντο, πᾶν τὸ φανὲν ὅπλον ποιησάμενοι παρηβηκόσι ποσὶν ἔτρεχον βοῶντες τὸ τοῦ βασιλέως ὄνομα. καὶ ἐνίκων οἱ γέροντες, ὥσπερ οἱ Μυρωνίδου, τοὺς μὲν αὐτοὶ κτείνοντες, οἱ δὲ καὶ σφᾶς αὐτοὺς ἄνωθεν ῥιπτοῦντες ἀπέθνησκον. ἐγένετο δὲ καὶ νέων ἑτέρωθεν ἐκδρομή τις ἐπὶ τοὺς βαρβάρους οὐ πρότερον εἰωθότων. καὶ οἱ μὲν τραπέντες ἔφευγον, οἱ δὲ ἐτρύφων ἐν ταῖς σφαγαῖς οὐχ ὁρῶντες μὲν τὸν βασιλέα, τῷ δὲ πλησίον αὑτῶν εἶναι τεθαρρηκότες. ἕτεροι μετανίστασθαι μέλλοντες ἐκβαλόντες τῶν ψυχῶν τὸν φόβον ἔμενον. βαρβάρων δὲ ἐκ δασείας ὕλης ἐπιθεμένων τοῖς ἐσχάτοις ἐν τῇ πορείᾳ τῆς στρατιᾶς πρὸς τοσοῦτον τὸ πρᾶγμα μετέστησεν, ὥσθʼ οἱ λυπήσειν ἐλπίσαντες ἀπεσφάττοντο. καὶ ὁ κτείνας μάρτυρα τοῦ φόνου τὴν τοῦ τεθνεῶτος ἐκόμιζε κεφαλήν, καὶ ἦν τις μισθὸς ἐπὶ τῇ κεφαλῇ καὶ ἡ πολλὴ σπουδὴ κεφαλὴν τεμεῖν. τῇ γὰρ ἐπιθυμίᾳ τοῦ κέρδους ὁ σοφώτατος ἐκεῖνος ἐκάθηρε τὰς ψυχὰς τῆς δειλίας, καὶ τὸ λαβεῖν ἐθέλειν τολμᾶν ἔπειθεν. οἱ δʼ εἰς τὰς νήσους ἃς ὁ Ῥῆνος ποιεῖ τῶν βαρβάρων καταφυγόντες θήρα τοῖς νέουσί τε καὶ πλέουσι τῶν ἡμετέρων ἦσαν, καὶ τοῖς ἐκείνων βοσκήμασιν αἱ πόλεις εἱστιῶντο. καὶ μὴν δυοῖν πόλεῳν ταῖν μεγίσταιν τὴν μὲν εὑρὼν μυρίαις προσβολαῖς κεκακωμένην, τὴν δʼ ἔναγχος ἐφόδῳ μιᾷ κεκενωμένην τε καὶ κειμένην τῇ μὲν χεῖρα ὤρεξεν εἰς ἀνάστασιν καὶ φρουρὰν ἐγκατέστησε, τὴν δʼ ἀπειρηκυῖαν τοῖς ἅπασιν, ὥστε καὶ ὅθεν οὐ νόμος ἀναγκασθῆναι τραφῆναι, παρεμυθήσατο ταῖς ἀμείνοσι τῶν ἐλπίδων. ταῦτα ὁρῶν τις βασιλεὺς μοίρας οὐ μικρᾶς βαρβαρικῆς ἧκεν ἀπολογίαν τε κομίζων, ὡς οὐ μεγάλα ἠδίκηκε, καὶ σπονδὰς αἰτῶν καὶ συμμαχήσειν λέγων, ὡς δʼ ἐδόκει τι λέγειν, σπένδεται βραχύν τινα χρόνον ποιῶν αὐτὸν ἐπιεικέστερον τῷ φόβῳ τῶν δευτέρων.

Ταυτὶ μὲν οὖν καὶ ἔτι πλείω τούτων τὴν χώραν ἐπιὼν ἴσχυσεν οὔπω τοῦ πᾶν ὃ διανοηθείη πράττειν εἰς ἐξουσίαν ἥκων. ὡς δὲ ἀπήλλακτο μὲν ὁ τοὺς πολεμίους δεδιὼς στρατηγός, εἰς δὲ τοὺς οἰκείους ὑβρίζων, ἧκε δὲ διάδοχος ἀνὴρ τά τε ἄλλα βέλτιστος καὶ πολέμων οὐκ ἄπειρος καὶ τῶν κωλυμάτων τὰ πολλὰ ἐπέπαυτο, τότε δὴ τότε τῷ βασιλεῖ καιρὸς ἐπιδείξεως ἀκριβοῦς παρῆν. σκοπείτω δέ τις· ὡς γὰρ ἐδόκει τῷ πρεσβυτέρῳ γενέσθαι δεῖν διάβασιν ἐπὶ τοὺς βαρβάρους, τούτου δὲ ὁ νεώτερος ἤρα πάλαι, καθάπερ ἵππος δρόμου, καὶ πρὸς τὴν ἀνάγκην ᾗ κατείχετο, ἤχθετο, μικρὰν οὖσαν ὁ Κωνστάντιος ὁρῶν τὴν ἐκείνου δύναμιν καὶ τοῦ τολμήματος ἥττονα πέμπει τῶν αὐτοῦ διπλασίαν, τρισμυρίους ὁπλίτας, ἐπιστήσας ἡγεμόνα δοκοῦντα ἐπίστασθαι δυνάμει χρῆσθαι. καὶ ἔδει δὴ στράτευμα ἓν ταῦτα ἀμφότερα γενέσθαι, καὶ ὡς ἦν οὐ πολὺ τὸ συνιοῦσι μέσον, δείσας ὁ πρεσβύτερος μὴ μετάσχῃ τῆς νίκης ἅτερος, καὶ ἅμα ἡγούμενος ἀρκέσειν τοὺς αὐτοῦ, κελεύει τῷ μὲν μηκέτι συμμίξαι, διαβῆναι δὲ μόνον. γεφυροῦντι δὲ αὐτῷ πλοίοις τὸν ποταμὸν τεμόντες τῆς ὕλης ἀφιᾶσιν ἄνω οἱ βάρβαροι κατὰ ῥοῦν πάχη ξύλων, ἃ προσπίπτοντα ταῖς ναυσὶ τὰς μὲν διέσπασε, τὰς δʼ ἀνέρρηξε, τὰς δὲ καὶ κατέδυσε. διαλελυμένης δὲ τῆς πρώτης πείρας ὁ μὲν ᾤχετο φεύγων καὶ αἱ τρεῖς μυριάδες, τοῖς βαρβάροις δὲ οὐκ ἤρκει τὸ μὴ παθεῖν, ἀλλʼ αὑτῶν ἤδη νομίσαντες εἶναι τὸ καὶ δρᾶσαί τι διαβάντες ἐδίωκον καὶ καταλαβόντες ἔκτεινον καὶ παιανίζοντες ἀνεχώρουν καὶ συνῆπτον ἔργον ἔργῳ, μᾶλλον δὲ ἀπὸ λόγων ἤρχοντο τῶν δευτέρων. ὡς γὰρ ἦσαν οἴκοι πάλιν, ὁ βασιλεὺς δὲ ἐνεπίμπλη πυρῶν καὶ φρούρια καὶ πόλεις ἀπὸ τῶν ἐκείνοις εἰργασμένων ληίων ταῖς τῶν στρατιωτῶν χερσίν, ὅπως οἷόν τε ἦν, ἐπὶ τούτῳ χρώμενος, καὶ τὰ κείμενα ἀνέστη καὶ πόρρω τοῦ Ῥήνου χειμάζοντι βασιλεῖ τὰς τῶν ἐχθρῶν ἐπιχειρήσεις ὀξέως μηνύσειν ἔμελλεν ἄλλων παρʼ ἄλλων δεχομένων τὸν λόγον—πρότερον δὲ τὸ μῆκος τῆς ἐρημίας ἀφῃρεῖτο τὴν τῶν ἐπιβουλῶν αἴσθησιν—ταῦτα δὴ πυνθανόμενοι Ῥωμαίους ἐν γῇ Ῥωμαίων τἀκείνων ἀμῶντας ἀγανακτήσαντες, ὥσπερ τῶν πατρῴων αὐτοῖς κειρομένων, πέμψαντες κήρυκα καὶ διʼ ἐκείνου δεικνύντες τὰς ἐπιστολάς, αἳ τὴν γῆν αὐτῶν ἐποίουν, πολεμεῖν αὐτὸν ἔφασκον τοῖς τῷ πρεσβυτέρῳ δόξασι καὶ δεῖν τοῦτο ὁμολογεῖν ἢ τοῖς γεγραμμένοις ἐμμένειν ἢ μηδέτερον βουλόμενον ἐλπίζειν μάχην. ὁ δὲ τὸν μὲν ἐπὶ κατασκοπὴν ἥκειν εἰπών, μὴ γὰρ ἂν οὕτω θρασὺν γενέσθαι τὸν ἐκείνων ἄρχοντα, κατεῖχεν, αὐτὸς δὲ μεμνημένος τῶν παρακελεύσεων ὧν ἤκουσεν ἐν ταῖς συγγραφαῖς τῶν παλαιῶν ἐκείνων διεξιόντων στρατηγῶν, καὶ καλῶς εἰδώς, ὅτι λόγος τοιοῦτος ἔργων ἡγούμενος εὔψυχον ἐπὶ τὴν συμπλοκὴν παραπέμπει τὸν στρατιώτην, εἶπε λόγον, ὃν ἥδιστα μὲν ἂν εἰς τὸν παρόντα λόγον ἐνέθηκα, τοῦ νόμου δὲ τοῦ περὶ ταῦτα οὐκ ἐῶντος τοσοῦτον εἴποιμʼ ἄν, ὅτι τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἢ πρότερον τὸ μηδὲν ποιεῖν. καὶ ἐδόκει δεῖν κέρας μὲν ἑκάτερον τοὺς ἱππέας ἔχειν, τὸ μέσον δὲ εἶναι τῶν ὁπλιτῶν, τοὺς δὲ ἀμείνους ἑκατέρων τούτων ἐν τῷ δεξιῷ περὶ τὸν βασιλέα. καὶ τοῦτο ἔδει μὲν τοὺς πολεμίους λανθάνειν, λαθεῖν δὲ οὐκ εἴασεν αὐτομόλων τινῶν κακία. γιγνομένης δὲ τῆς ἐκείνων διαβάσεως κωλύσαι μὲν ἐξὸν ὁ βασιλεὺς οὐκ ἐβουλήθη, ἀλλʼ οὐδὲ μέρει μικρῷ προσπεσὼν μαχέσασθαι, ἤδη δὲ ὄντων τρισμυρίων κατέβαινε, πρὶν ἐπιγενέσθαι πολλάκις τοσούτους· ἐγνώκεσαν γάρ, ὡς ἦν ἀκούειν ὕστερον, μηδένα τῶν μαχίμων οἴκοι μένειν. ἄμφω τοίνυν ἄξια θαυμάσαι, τὸ μήτε τοῖς πρώτοις ἀπαντῆσαι μήτε πᾶν τὸ κεκινημένον δέξασθαι· τὸ μὲν γὰρ ἦν οὐ μέγα, τὸ δὲ τοῦ μεγίστου κινδύνου, καὶ τὸ μὲν μικροῦ τὴν γνώμην, τὸ δὲ ἀλογίστου. διὰ τοῦτο πλείους μὲν ὧν ἦγε καὶ πολλῷ τινι περαιουμένους οὐκ εἶργε, τῇ δὲ ἐφόδῳ τὸ τούτοις ἐπιρρέον ἔστησε. τοῖς βαρβάροις δὲ πάντα πεπυσμένοις τὸ μὲν ἀνδρειότερον τῆς στρατιᾶς πρὸς τὸ κρεῖττον ἀντετέτακτο, τῷ δεξιῷ δὲ κέρᾳ σύμμαχον ἔδωκαν λόχον, ὃν ἔκρυψαν ὑπὸ ὀχετῷ μετεώρῳ καλάμων πυκνῶν, καὶ γὰρ ἦν ὑδρηλὸν τὸ χωρίον, τοὺς καθημένους ἀφανιζόντων. οὐ μὴν τούς γε ὀφθαλμοὺς τῶν ἐπʼ ἄκρῳ τῷ εὐωνύμῳ Ῥωμαίων ἐλάνθανον, ἀλλʼ ὡς εἶδον, ἅμα βοῇ δραμόντες τοὺς μὲν ἀναστήσαντες ἐδίωκον, τῆς στρατιᾶς δὲ εἰς ἥμισυ διʼ ἐκείνων διετάραξαν φυγῆς φυγὴν τεκούσης τῆς τῶν πρώτων τὴν τῶν δευτέρων. γίγνεται δέ τι παραπλήσιον ἐν τῇ μάχῃ τῷ περὶ τὴν τῶν Κορινθίων πρὸς Κερκυραίους ναυμαχίαν. καὶ γὰρ ἐν ταύτῃ νικᾶσθαί τε καὶ νικᾶν ἑκατέροις συνέβη. τὸ γὰρ εὐώνυμον ἑκατέρων ἐκράτει, ὥστʼ ἐπιέζετο τὸ περὶ τὸν βασιλέα Ῥωμαίων δεξιόν, λογάδες ὑπὸ λογάδων. καὶ οὐδὲ τοῖς τὰ σημεῖα φέρουσιν, οἳ φυλάττειν δὴ μάλιστα μεμελετήκασι τάξιν, ὁ νόμος ἐσώζετο. ὡς δὲ ἐνέκλιναν, μέγα βοήσας ὁ βασιλεὺς καὶ τοὺς τοῦ Τελαμωνίου μιμησάμενος λόγους, ὁ μὲν γὰρ εἶπεν οὐκ εἶναι τοῖς Ἕλλησι διαφθαρεισῶν τῶν νεῶν ἐπάνοδον, ὁ δὲ ἡττηθεῖσι τούτοις κεκλείσεσθαι τὰς πόλεις καὶ τροφὴν δώσειν οὐδένα, καὶ ἐπέθηκε δὴ τελευτῶν, ὡς εἰ δέδοκται φεύγειν, αὐτὸν δεήσει κτείναντας τότʼ ἤδη δραπετεύειν, ὡς ζῶντά γε οὐκ ἐπιτρέψειν, καὶ δείκνυσι δὴ τῶν βαρβάρων τοὺς ἐλαυνομένους ὑπὸ τῶν τρεψαμένων. ὡς δὲ τὰ μὲν ἤκουσαν, τὰ δὲ εἶδον, καὶ τὰ μὲν ᾐσχύνθησαν, τοῖς δὲ ἥσθησαν, ἀνέστρεφόν τε καὶ αὖθις συνέμισγον, καὶ τὸ αἰσχρὸν ἐλέλυτο, καὶ πᾶς ἦν ἐν τῷ διώκειν· ὥστε καὶ οἱ τῶν σκευοφόρων τῶν ἐν τῇ κορυφῇ φύλακες ἠράσθησαν τῶν γιγνομένων μετασχεῖν. ὡς δὲ ἠπείγοντο καὶ ὁ δρόμος δῆλος ἦν, δόξαν πλείονος δυνάμεως παρέσχον τοῖς βαρβάροις, καὶ οὐκ ἦν ὁ μένειν ἔτι βουλόμενος. ὥστε ἐκεκάλυπτο μὲν τὸ πεδίον ὀκτακισχιλίοις νεκροῖς, ἐκρύπτετο δὲ ὁ Ῥῆνος τοῖς ἀπειρίᾳ τοῦ νεῖν ἀποπνιγεῖσι, μεσταὶ δὲ ἦσαν τῶν κειμένων αἱ νῆσοι τοῦ ποταμοῦ τῶν νενικηκότων ἐπὶ τοὺς ἐν ταῖς ὕλαις ἐπτηχότας ἰόντων. τοῖς δὲ πορρωτάτω βαρβάροις νεκροὶ καὶ ὅπλα τὴν μάχην ἐμήνυον ὑπὸ τοῦ ῥεύματος φερόμενοι. τὸ δὲ μέγιστον, σαγηνεύοντες γὰρ τοὺς ἐν ταῖς νήσοις ἐν ταύτῃ τῇ θήρᾳ καὶ τὸν ἄρχοντα μετὰ τῶν ἀρχομένων εἶχον· ὃν ἦγον ἐχόμενοι τῶν χειρῶν, οὐ γυμνώσαντες τῶν ὅπλων, ἄνδρα μέγιστόν τε καὶ κάλλιστον καὶ τοὺς ἁπάντων ὀφθαλμοὺς ἐπιστρέφοντα καὶ σώματι καὶ σκευῇ. καὶ ὁ μὲν ἥλιος τοιοῦτον ἔργον ἐπιδὼν ἔδυ, τὸν ἄνδρα δὲ τοῦτον ὁ βασιλεὺς εἰς εὐθύνας ὧν ἐτόλμησε καταστήσας, μέχρι μὲν ἐχρῆτο λόγοις φρόνημα ἔχουσιν, ἐθαύμαζε, ταπεινὰ δὲ τὰ τελευταῖα γενναίοις τοῖς πρώτοις ἐπιθέντα καὶ δείσαντα περὶ τῇ ψυχῇ καὶ μνησθέντα σωτηρίας ὥσπερ ἐμίσησεν. οὐ μὴν ἔδρασέ γε δεινὸν οὐδὲν οὐδὲ ἔδησεν αἰδεσθεὶς τὴν ἄρτι τύχην καὶ λογιζόμενος, ὅσον ἴσχυσεν ἡμέρα μία.

Τίνα τῶν παρʼ Ἕλλησιν ἑορτῶν παρέβαλεν ἄν τις τῇ τότε ἑσπέρᾳ συμπινόντων μὲν ἀλλήλοις τῶν ἠγωνισμένων, ἀριθμούντων δὲ πρὸς ἀλλήλους, οὓς ἐν τῇ μάχῃ κατήνεγκαν, καὶ τῶν μὲν γελώντων, τῶν δὲ ᾀδόντων, τῶν δὲ ἀπειλούντων, ὁ δὲ εἰργόμενος σιτίων τοῖς τραύμασιν ἀρκοῦν εἶχε παραμύθιον αὐτὰ τὰ τραύματα; ἦ που κἀν τοῖς ὀνείρασιν ἐκεῖνοι τοὺς βαρβάρους ἐνίκων καὶ τὴν ἀπὸ τῶν ἐν ἡμέρᾳ πεπονημένων ἡδονὴν καὶ διὰ τῆς νυκτὸς ἐκαρποῦντο, χρόνιοι δή, μάλα χρόνιοι τρόπαιον στήσαντες βαρβάρων καὶ τῷ παρʼ ἐλπίδα μειζόνως εὐφραινόμενοι. καίτοι πότερον φύσει κακοὺς ὄντας Ἰουλιανὸς ἐποίησε βελτίους, ὥσπερ τις θεὸς μένος ἐμβαλών; καὶ τί μεῖζον τοῦ μεῖζον ἀνθρώπου δύνασθαι; ἀλλὰ χρηστὰς φύσεις ἔβλαπτεν ἡγεμόνων κακία; καὶ τί κάλλιον τοῦ τοὺς ἀγαθοὺς εἰς ἐπίδειξιν ὧν ἴσχυον ἀγαγεῖν; ἀλλὰ θεῶν τις ἐξ ἀφανοῦς τὰ τούτων ἐποίει βελτίω; καὶ τίνος οὐ σεμνότερον μετὰ τοιούτων ἀγωνίζεσθαι συμμάχων; ἐπεὶ καὶ τοῖς Ἀθηναίοις μεῖζον εἰς δόξαν, οἶμαι, τὸ μεθʼ Ἡρακλέους καὶ Πανὸς πρᾶξαι τὰ λεγόμενα Μαραθῶνι ἢ εἰ τῶν θεῶν χωρὶς ταῦτα ἐδεδύνηντο.

Ἄλλος μὲν οὖν ἄν τις ἐπὶ τοσαύτῃ νίκῃ τὴν στρατιὰν διαφεὶς αὐτὸς ἂν ἥκων εἰς πόλιν ἵππων ἁμίλλαις καὶ θεάτρων ἡδοναῖς εἱστίασεν ὀφθαλμούς, ἀνέπαυσε τὴν γνώμην. ἀλλʼ οὐκ ἐκεῖνος. ἀλλὰ τοῖς μὲν τὰ σημεῖα φέρουσιν, ὅπως εἰδεῖεν τηρεῖν τὴν τάξιν, δίκην ἐπέθηκε ζῶσι τὸ μὴ καὶ ἀποκτεῖναι τῇ νίκῃ δούς, τὸν δὲ μέγαν ἐκεῖνον, τὸν βασιλέα, τὸν αἰχμάλωτον πέμπει Κωνσταντίῳ τῶν αὑτοῦ συμφορῶν μηνυτήν, οἰόμενος δεῖν αὑτὸν μὲν πονεῖν, τῶν δὲ τοιούτων ἄθλων ἐκείνῳ παραχωρεῖν, Ἀχιλλεὺς Ἀγαμέμνονι τῆς λείας ἀφιστάμενος. ὁ δὲ ἦγέ τε ἐπʼ αὐτῷ πομπὴν καὶ ἡβρύνετο καὶ ἦν λαμπρὸς ἀπὸ τῶν ἑτέρου κινδύνων, ἐπεὶ καὶ τὸν τῷδε μὲν συνδιαβάντα δυνάστην, παραινοῦντα δὲ μὴ μάχεσθαι φοβήσας τοῖς γιγνομένοις εἰς τὰς Κωνσταντίου χεῖρας φεύγοντα ἐνέβαλε, καὶ ἦν ἀμφοῖν διὰ τοῦτον βασιλέοιν δεσπότης, τοῦ μὲν αὑτὸν δόντος, τοῦ δὲ ἁλόντος.

Ἀλλʼ ἐπάνειμι γάρ, ὅτι μὴ ταὐτὸν τοῖς νικῶσιν ἔπαθε πάθος, οὓς ἐπὶ τέρψεις ἀφιᾶσι καὶ ῥᾳθυμίας αἱ νῖκαι. ἀλλʼ ἐπειδὴ τῇ γῇ τοὺς πεπτωκότας παρέδωκεν, οὐκ ἐπέτρεψε τοῖς στρατιώταις καὶ μάλα βουλομένοις καταθέσθαι τὰ ὅπλα, ἀλλʼ ἡγούμενος τὸ μὲν πεπραγμένον εἶναι τῇ σφῶν αὐτῶν βοηθούντων ἀνθρώπων, δεῖν δὲ τοὺς ἀγαθοὺς καὶ τιμωρίαν ὧν πεπόνθασι λαμβάνειν, ἦγεν ἐπὶ τὴν τῶν πολεμίων διδάσκων καὶ λέγων, ὡς βραχὺ τὸ λειπόμενον καὶ τρυφὴ μᾶλλον ἢ πόνος, ὡς ἐοίκασιν οἱ βάρβαροι θηρίῳ βεβλημένῳ καὶ δευτέραν περιμένοντι πληγήν. καὶ οὐκ ἐψεύσατο· διαβάντων γὰρ οἱ μὲν ἐν ἡλικίᾳ γυναῖκας καὶ τέκνα ταῖς ὕλαις ἐγκαταθέμενοι φεύγοντες ἐσώζοντο, ὁ δὲ πυρὶ μὲν ἀνήλισκε τὰς κώμας, ἐξῆγε δὲ πᾶν τὸ κεκρυμμένον, καὶ τὰ δένδρα οὐκ ἐκώλυε, καὶ παρῆν αὐτίκα πρεσβεία ταπεινοὺς φθεγγομένη λόγους καὶ πρέποντας τοῖς παροῦσι κακοῖς. οἱ δὲ ἦσαν αὐτοῦ στῆναι καὶ λήξαντα τοῦ φθείρειν χρῆσθαι τοῦ λοιποῦ φίλοις. σπένδεται δή, καὶ τῶν σπονδῶν χρόνος ὁ χειμὼν μόνος, παρʼ οὗ καὶ σπονδῶν ἄνευ τύχοι τις ἂν ἴσως ἀναπαύσεως. τοῖς μὲν οὖν ἡττημένοις τοσοῦτον ἔδωκεν, αὐτὸς δὲ οὐκ ἠξίωσε καθῆσθαι, ἀλλʼ ἐν χειμῶνι μέσῳ τοῦτο μὲν Φρακτοὺς χιλίους, οἷς ταὐτὸν εἰς ἡδονὴν χιών τε καὶ ἄνθη, κώμας τινὰς πορθοῦντας, ὧν ἐν μέσῳ φρούριον ἔρημον, περιστοιχισάμενος καὶ κατακλείσας εἰς τοῦτο λιμῷ λαβὼν ἔπεμψε δεδεμένους τῷ μείζονι, πρᾶγμα καινότατον, καὶ γὰρ ἐκείνοις νόμος ἢ νικᾶν ἢ πίπτειν. ἀλλʼ ὅμως ἐδέθησαν ταὐτόν, οἶμαι, παθόντες τοῖς ἐν Σφακτηρίᾳ Λάκωσιν. ἐκείνους μὲν οὖν λαβὼν ὁ βασιλεὺς δῶρά τε ὠνόμαζε καὶ τοῖς αὑτοῦ λόχοις ἀνέμιξε πύργους τινὰς σφίσιν ἐγκαταμιγνύναι πιστεύων. οὕτως ἀντὶ πολλῶν σωμάτων ἕκαστος ἦν. ἓν μὲν τοίνυν τοῦτο τοσοῦτον ἔργον χειμερινόν, ἕτερον δὲ οὐκ ἔλαττον. ἔθνος γὰρ ὅλον ἐξαίφνης καταθέον τὴν χώραν ἔθει μὲν αὐτὸς ὡς ἐξελῶν μετὰ τῶν φυλάττειν τεταγμένων τὸ πιεζόμενον, οἱ δὲ αἰσθόμενοι τοῦ δρόμου φθάσαντες αὐτοὶ τοὺς πολεμίους ἐξέβαλον ἀποβαλόντας οὐκ ὀλίγους. οὕτως ὁ βασιλεὺς παρών τε καὶ μέλλων ὁμοίως ἐνίκα. καὶ ταῦτα ἔπραττεν ἐκ μέσων ἀνιστάμενος καὶ τότε τῶν βιβλίων, μᾶλλον δὲ χωρῶν ἐπὶ τοὺς ἐναντίους μετὰ τούτων ἐχώρει. ἀεὶ γὰρ εἶχεν ἐν χεροῖν ἢ βίβλους ἢ ὅπλα νομίζων μεγάλα πόλεμον ὑπὸ σοφίας ὠφελεῖσθαι καὶ μείζω γε φέρειν ῥοπὴν βασιλέα βουλεύεσθαι δυνάμενον ἢ μαχόμενον. αὐτίκα δύο ταυτὶ πῶς οὐ λυσιτελέστατα μὲν τοῖς ἄλλοις, γνώμης δὲ δεξιωτέρας τὸ τιμαῖς μὲν αὐξῆσαι τὴν προθυμίαν τῶν ἀγαθῶν, ἃς αὐτοῖς προὐξένησε παρὰ τοῦ τὰ τοιαῦτα νέμοντος, ποιῆσαι δὲ τοὺς τὰ τῶν πολεμίων λῃστεύοντας ὧν κρατήσαιεν δεσπότας; ἐοικὸς γὰρ δὴ τοῦτο ἐκείνῳ σαφῶς τῷ τὸν κομίσαντα πολεμίου κεφαλὴν χρυσίον δέχεσθαι τῆς τόλμης. τῆς φήμης δὲ ἐπὶ τὴν οἰκουμένην ἄμφω φερούσης ἤρα μὲν αὐτοῦ πᾶς στρατιώτης ὅστις ἔργων ἐραστής, ἤρων δὲ οἱ περὶ τοὺς λόγους, καὶ τῶν Ἀθήνησι διατριβόντων οἱ συνειδότες αὑτοῖς τι καλὸν ὡς ἐκεῖνον ᾔεσαν, ὥσπερ πάλαι ποτὲ εἰς Λυδίαν οἱ σοφισταὶ παρὰ τὸν Κροῖσον. ἀλλὰ Σόλωνι μὲν Κροῖσος τοὺς θησαυροὺς τῶν χρημάτων ἐδείκνυεν, ὡς ἂν οὐδὲν τοῦδε κεκτημένος τιμιώτερον, ὁ δὲ τοῖς ἀφικνουμένοις τοὺς τῆς ψυχῆς θησαυροὺς ἀνεπετάννυεν, ἐν οἷς ἦν τὰ παρὰ τῶν Μουσῶν, καὶ ἅπερ ὁ βασιλεὺς ᾖδεν ἔπη τούτοις τοὺς ἥκοντας κοσμῶν, καὶ νῦν ἔξεστιν ἀναγνῶναι λαβόντα.

Τοιαῦτα τοίνυν συναναβακχεύσας τοῖς Ἑρμοῦ τε καὶ Διὸς ὀπαδοῖς τοῦ καιροῦ τὸ σημεῖον αἴροντος εὐθὺς στρατεύει καὶ περὶ τὸν ποταμὸν ἀστράψας ἔθνος ὅλον οὕτως ἐξέπληξεν, ὥστʼ ἠξίουν μετοικεῖν καὶ μέρος εἶναι τῆς αὐτοῦ βασιλείας τῆς οἰκείας τὸ ζῆν ὑπʼ ἐκείνῳ κρίνοντες ἥδιον καὶ γῆν ᾔτουν καὶ ἐλάμβανον. καὶ βαρβάροις ἐπὶ βαρβάρους ἐχρῆτο πολὺ κάλλιον ἡγουμένοις μετὰ τούτου διώκειν ἢ μετʼ ἐκείνων φεύγειν. καὶ ταυτὶ μὲν ἀμαχεί, γνοὺς δὲ πάλιν διαβαίνειν καὶ σπάνει πλοίων ἵππους τε καὶ ὁπλίτας νεῖν ἀναγκάσας προῄει τὰ μὲν δῃῶν, τὰ δὲ κτώμενος, ἐκώλυε δὲ οὐδείς. ὀψὲ δέ ποτε οἱ δυστυχεῖς ἱκέτευον δέον πρὸ τοῦ πυρός. ὁ δὲ ἥκειν τὴν ἡμέραν νομίσας, ἣ τὰ τῶν Γαλατῶν θεραπεύσειν ἔμελλε, τὸ μὲν πρῶτον αὐτοὺς ἀτίμως ἀπέπεμψεν, ὡς δʼ αὖθις ἧκον αὐτοὺς ἄγοντες ἱκέτας τοὺς βασιλεῖς καὶ τὸ σκῆπτρον ἔχοντες εἰς γῆν ἔκυπτον, ἀναμνήσας τῆς πολλῆς ὕβρεως καὶ τῶν μυρίων παθημάτων ὠνεῖσθαι τὴν εἰρήνην ἐκέλευε τῆς ἰάσεως τῶν κακῶν πόλεις μὲν ἐγείροντας, σώματα δὲ ἄγοντας. οἱ δὲ ὡμολόγουν τε καὶ οὐκ ἐψεύδοντο, καὶ ἐκομίζετο μὲν ξύλα τε καὶ σίδηρος εἰς ἀνάστασιν οἰκιῶν, ἐλέλυτο δὲ πᾶς εἰς ἐπάνοδον αἰχμάλωτος ὑπὸ τοῦ μαστιγοῦντος πρότερον θωπευόμενος, ὅπως αὐτῷ μὴ μνησικακήσειεν, οὓς δὲ οὐκ ἄγοιεν ὧν εἰλήφεσαν, τεθνεῶτας ἐδείκνυον, τὸ δὲ ἐν τούτοις ἀληθὲς ὑπὸ τῶν ἀφειμένων ἐκρίνετο. τοῖς μὲν δὴ Κυρείοις στρατιώταις θάλαττα φανεῖσα τὸ πρῶτον μετὰ τὸ πλῆθος τῶν ὀρῶν τε καὶ πόνων κραυγήν τε ἐκίνησε καὶ δάκρυα σὺν χαρᾷ καὶ περιέβαλλον ἀλλήλους οἱ κοινωνοὶ τῶν κινδύνων ἐκείνων, οὗτοι δὲ οὐ θάλατταν, ἀλλʼ ὡς εἶδον ἀλλήλους, ταὐτὸν ἔδρων, οἱ μὲν οἰκείους ὁρῶντες ἐκφυγόντας δουλείαν, οἱ δʼ οἰκείους τε καὶ τὴν οἰκείαν ἀπολαμβάνοντες. συνεδάκρυε δὲ καὶ ὅσον γένους μὲν αὐτοῖς οὐ μετεῖχεν, ἑώρα δὲ τὰς περιπλοκάς, καὶ ἔρρει δάκρυα δακρύων ἀμείνω, ὧν τὰ μὲν ἦν διοικιζομένων πάλαι, τὰ δὲ συνιόντων τότε.

Οὕτω Γαλάτας ὁ πόλεμος καὶ διέσπασε καὶ συνήγαγεν, ὁ μὲν δειλίᾳ τῶν ἐφεστώτων, ὁ δὲ ἀνδρίᾳ πολεμηθείς. καὶ βουλευτήρια δὲ ἐπίμπλατο καὶ δῆμοι, καὶ τέχναι καὶ πόροι χρημάτων ηὔξοντο, καὶ θυγατέρων ἐκδόσεις καὶ γάμοι νέων καὶ ἀποδημίαι καὶ ἑορταὶ καὶ πανηγύρεις εἰς κόσμον τὸν ἔμπροσθεν ᾔεσαν. ὥστʼ εἴ τις οἰκιστὴν καλοίη τῶν πόλεων ἐκείνων τὸν ἄνδρα τοῦτον, οὐκ ἂν ἁμαρτάνοι. τὰς μὲν γὰρ ἤγειρεν οἰχομένας, ταῖς δὲ μικροῦ κεκενωμέναις τοὺς οἰκήτορας ἀπέσωσε καὶ τὸ μηκέτι τὸν ἴσον φοβεῖσθαι φόβον ἀπέδωκεν. οὔκουν οὐδεὶς ἔτι βαρβάρων χειμῶνος ἐπελθόντος ἐπὶ τὰς εἰωθυίας λῃστείας ἐξέπλευσεν, ἀλλʼ οἴκοι μένοντες τὰ αὑτῶν ἤσθιον οὐκ αἰδοῖ συνθηκῶν μᾶλλον ἢ φόβῳ πολέμου, ἐπεὶ καὶ τοῖς οὔπω σπονδῶν τετυχηκόσι τὸ προσδοκώμενον δέος ἡσυχάζειν παρῄνει.

Τίνα δὴ τὰ ἐπὶ τῆς ἡσυχίας; τὴν μεγίστην τῶν ὑπὸ τὸν ἥλιον νῆσον ἣν ὠκεανὸς ἔχει, τοῖς λογισμοῖς ἑώρα καὶ πέμπει δὴ λογιστὰς τῆς δαπάνης, ἣ τοὔνομα μὲν ἦν στρατιωτική, τῷ δὲ ἔργῳ πρόσοδος τῶν ἡγουμένων. καὶ τοὺς μὲν ταῦτα ἀδικοῦντας δικαίους ἐποίησεν, ἕτερον δὲ πολλῷ μεῖζον καὶ μάλιστα Γαλάταις σωτήριον. τοῦ σίτου γὰρ ἀπὸ τῆς νήσου πάλαι φοιτῶντος μετὰ τὴν θάλατταν διὰ τοῦ Ῥήνου καὶ τῶν βαρβάρων οὐκέτʼ ἐπειδήπερ ἴσχυσαν, ἐπιτρεπόντων ὁλκάδες αἱ πάλαι μὲν ἀνειλκυσμέναι κατεσάπησαν, ὀλίγαι δὲ ἔπλεον, ὧν ἐν λιμέσι τὸν γόμον ἐξαιρουμένων ἀμάξας ἐχρῆν ἀντὶ τοῦ ποταμοῦ τῷ σίτῳ γενέσθαι, καὶ τὸ πρᾶγμα ἦν ἡ μεγίστη δαπάνη. τοῦτʼ οὖν ἀνανεούμενος καὶ δεινὸν νομίζων, εἰ μὴ πρὸς τἀρχαῖα καταστήσει τὴν σιτοπομπίαν, ναῦς τε ὀξέως ἔδειξε πλείους ἢ πρότερον καὶ διεσκοπεῖτο, πῶς ἂν αὐτῷ δέξαιτο τὸν σῖτον ὁ ποταμός.

Ἐν τούτῳ δὲ ὄντος κλοπῆς ἐδίωκεν ἄρχοντα ἀρχόμενος, Φλωρέντιος δέ, ὡς μὲν ὕπαρχος, ἐδίκαζεν, ὡς κλέπτειν δὲ εἰδὼς καὶ τότε εἰληφώς, ἐπὶ τὸν γραψάμενον τὴν ὀργὴν ἦγεν αἰδούμενος τὸν ὁμότεχνον. ὡς δὲ οὐκ ἐλάνθανεν ἀδικῶν, ἀλλʼ ἦσαν οἱ πρὸς ἀλλήλους φθεγγόμενοι καὶ ὁ θροῦς αὐτῷ τὰ ὦτα ἐκέντει, τὸν βασιλέα δικαστὴν ἐκάθιζεν. ὁ δὲ τὰ πρῶτα ἔφευγεν, οὐ γὰρ αὑτῷ καὶ τοῦτο δεδόσθαι. καὶ ταῦτα ἐποίει Φλωρέντιος οὐ τῷ τὰ δίκαια ἐψηφίσθαι, τῷ δὲ νομίζειν ἐκεῖνον αὐτῷ θήσεσθαι, κἂν ἀδικεῖν δοκῇ. ὡς δὲ τῆς πρὸς αὐτὸν χάριτος πλέον εἶδεν ἐσχηκυῖαν τὴν ἀλήθειαν, ἤλγησέ τε τὴν ψυχὴν καὶ ἄνδρα ᾧ μάλιστα ἐχρῆτο, διαβαλὼν γράμμασιν ὡς ἐπαίροντα τὸν νέον, ἐξέβαλε τῶν βασιλείων, ὃς ἦν ἀντὶ πατρὸς τῷ βασιλεῖ. πάλιν τοίνυν τοῦτον ἐτίμησε λόγοις οἳ τὴν ἐπὶ τῷ τότε χωρισμῷ κηρύττουσιν ἔτι λύπην, καὶ ἅμα μὲν ἔστενεν, ἅμα δὲ τῶν ὑπολοίπων εἴχετο. καὶ οὐκ ἐγένετο χείρων τὴν γνώμην τοσαῦτα ἀδικούμενος. οὐδʼ ᾠήθη δεῖν ὧν ὑπὸ τούτων ἔπασχε παρὰ τῆς Ῥωμαίων ἡγεμονίας δίκην λαβεῖν, ἀλλὰ κατέβαινε μὲν ἐπʼ αὐτὸν ὠκεανόν, πόλιν δὲ Ἡράκλειαν, Ἡρακλέους ἔργον, ἀνίστη. τὰ πλοῖα δὲ εἰς τὸν Ῥῆνον εἰσῆγε τῶν προσδοκωμένων κωλύσειν ἀποπνιγομένων μέν, εἴργειν δὲ οὐκ ἐχόντων. ὁ δὲ ἐχώρει τὴν τῶν ἐνσπόνδων παρεξιών, ὅπως μὴ διʼ αὐτῶν ἐπὶ τοὺς πολεμίους ἰὼν ἀνάγκῃ τι βλάψειε. καὶ ἅμα τὰ πλοῖα παρέπλει καὶ τῶν ἐναντίων ὁ στρατὸς ἀντιπροσῄεσαν, ὡς δὴ σχήσοντες ζευγνύναι πειρωμένων. ἐνταῦθα μοί τις ἀθρείτω τὸν στρατηγικώτατον, καὶ ὡς οὐδὲν ἦν τῶν ἀμηχάνων, ὃ μὴ ῥᾴδιον ἐξήλεγχεν. ὡς γὰρ βαδίζων καὶ περισκοπῶν τὴν ἀντιπέρας ὄχθην κατεῖδεν ἐπίκαιρον τόπον, οἷον κατασχεθέντα παρέχειν ἀσφάλειαν τοῖς κατειληφόσι, πλοῖά τινα καὶ μοῖραν τῆς δυνάμεως μικρὰν ἀφανῶς ἐν κοίλῳ τινὶ τῆς οἰκείας ὄχθης χωρίῳ καταλιπὼν αὐτός τε ἐπορεύετο καὶ τοὺς ἐχθροὺς ἠνάγκαζεν ἴσῃ πορείᾳ χωρεῖν, ἑσπέρας δὲ στρατοπεδευσάμενος τοῖς καταλειφθεῖσιν ἐκείνοις σημαίνει διαπλεύσασι κρατῆσαι τοῦ χωρίου. καὶ οἱ μὲν πεισθέντες ἐκράτουν, οἱ δὲ ἀναστρέψαντες ἐζεύγνυον ὁρμώμενοί τε ἐξ οἰκείων καὶ τελευτῶντες εἰς τὸ κατειλημμένον. ταῦτα τοῖς βαρβάροις δόξαν πλειόνων γεφυρῶν ἐνέβαλε καὶ τῶν περιεστηκότων αὐτοὺς κακῶν οὐκ ὀλίγα ἀγνοεῖν ἡγοῦντο. καὶ τότε δὴ τοὺς ἐπὶ τὴν εἰρήνην καταφυγόντας ἐπῄνουν καὶ ἧκον τῶν αὐτῶν ἐπὶ τοῖς αὐτοῖς ἀξιοῦντες τυχεῖν, ὁ δὲ καὶ τὴν τούτων αἴθων τε καὶ τέμνων, ἐπειδή ποτε ἐνεπλήσθη, διαλλάττεται. καὶ πάλιν αἰχμαλώτων λύσεις καὶ τἄλλα πάντα ἄχρι τῶν δακρύων ἐοικότα τοῖς πρώτοις.

Ἀντιλαβόντων δὴ τὰς τύχας ἀλλήλων Γαλατῶν τε καὶ τῶν ἐν κύκλῳ βαρβάρων καὶ τῶν μὲν ἀνηνθηκότων, τῶν δὲ κατερρυηκότων καὶ τῶν μὲν ἐν θαλίαις, τῶν δὲ ἐν στεναγμοῖς κειμένων καὶ τῶν μὲν ἀπολωλεκότων τὸ κράτος, ὃ διὰ τέλους ἕξειν ἐνόμιζον, τῶν δὲ ἀπειληφότων τὴν δύναμιν, ἐφʼ ἧς οὐκέτʼ ἤλπιζον ἔσεσθαι, καὶ πάσης φωνῆς ταυτὸν ᾀδούσης, ὡς οὐχ ὅπλων ταυτὶ μᾶλλον ἢ τῆς ἐκείνου διανοίας, ἦλθεν ἐπʼ αὐτὸν φθόνος παρὰ τοῦ στεφάνους ὀφείλοντος. καὶ τοῦ στρατοῦ τὸ μὲν ἀκμάζον τε καὶ πρὸς τὰς χρείας ἕτοιμον ἐκάλει καὶ μετεπέμπετο, τὸ δὲ παρηβηκός τε καὶ συνεισφέρον ἀριθμὸν ἀντʼ ἔργων εἴα μένειν. πρόφασις δὲ ὁ Περσικὸς πόλεμος καὶ τὸ μὴ δεῖσθαι τὴν Γαλατῶν εἰρήνην στρατιωτῶν, ὥσπερ οὐ ῥᾳδίως ὅρκων πατουμένων ὑπὸ βαρβάρων ἀπιστίας ἢ ὡς οὐ δέον προσεῖναι ταῖς συνθήκαις τὸ παρὰ τῶν ὅπλων ἐχυρόν. ἀλλʼ, οἶμαι, στρατιᾶς μὲν μείζονος τῆς αὐτῷ παρούσης ἐπὶ τοὺς Πέρσας οὐκ ἐδεῖτο. μέρος τε γὰρ ἐκείνης ἐξήρκει καὶ πολλάκις τὴν αὐτὴν ἀγείρας οὔποτʼ ἂν ἦλθε διὰ μάχης ἐγνωκὼς ἀεὶ μέλλειν. ἀλλʼ ἕτερος ἦν ὁ λογισμός. στῆσαι γὰρ αὐτῷ καὶ τὰ ἔργα καὶ τὴν δόξαν ἤθελεν αὐξομένην, μᾶλλον δὲ καὶ διαφθεῖραι τὴν ὑπάρχουσαν ἐπαγαγὼν αὐτῷ τε καὶ τοῖς ὀλίγοις καὶ σαπροῖς στρατιώταις τὴν τῶν βαρβάρων νεότητα. ἐπεθύμει γὰρ τὸν ἐναντίον τῷ τότε κομισθῆναι πανταχοῖ λόγον, ὡς ὁ μὲν κατακέκλεισται καὶ πολιορκεῖται, τοὺς πολεμίους δὲ οὐδὲν χωρεῖ, ἀλλʼ αἱροῦσι πόλεις καὶ κατασκάπτουσι πάλιν καὶ ἀροῦσι καὶ σπείρουσι τὴν ἀλλοτρίαν. ᾔδει γάρ, ὡς εἰ καὶ λίαν στρατηγικὸς ἐκεῖνος, ταὐτὸν ἂν πάθοι κυβερνήτῃ μεγίστης νεὼς ἐστερημένῳ ναυτῶν. οὐδὲ γὰρ ἡ ʼκείνου τέχνη δύναιτʼ ἂν ἀνθʼ ὅλου πληρώματος γενέσθαι τῇ νηί. οὕτως ὁ βέλτιστος βασιλεὺς ἧς ἔδωκεν ἀρχῆς ἐφθόνει τῷ διασεσεικότι τὴν βάρβαρον.

Πεσὼν τοίνυν εἰς ἀπορίαν ὁ γενναῖος ἐκεῖνος καὶ τῷ τε πεισθῆναι καὶ μὴ τὸν ὄλεθρον ὁρῶν ἀκολουθοῦντα, τό τε γὰρ γυμνωθῆναι τῆς δυνάμεως τὴν παρὰ τῶν ἐναντίων εἶχε σφαγὴν τό τε ἔχεσθαι τὴν παρὰ τῶν οἰκείων, μᾶλλον εἵλετο πειθόμενός τι παθεῖν ἢ δοκῶν ἀπειθεῖν κουφοτέραν κρίνων τὴν παρὰ τῶν πολεμίων πληγὴν ἧς ἔμελλε πλήξειν ὁ συγγενής. οὕτω δὴ πράττειν ἔδωκεν ἃ βούλοιντο τοῖς τοῦ πρεσβυτέρου κόλαξιν. οἱ δὲ ἀπʼ αὐτῶν ἀρξάμενοι τῶν δορυφόρων καὶ οἷς μάλιστα ἐπίστευεν ἐκλέγοντες διὰ πάντων ᾔεσαν, ἕως αὐτῷ κατέλιπον ὁπλίτας εὔξασθαι μόνον δυναμένους.

Καὶ ὁ μὲν ἔστεργεν, οὐκ ἀδακρυτὶ μέν, ὅμως δὲ ἠξίου φέρειν, κινουμένων δὲ πανταχόθεν τῶν διεσπαρμένων λόχων οἰμωγὴ πανταχόθεν ᾔρετο πρὸς οὐρανὸν πενήτων, εὐπόρων, οἰκετῶν, ἐλευθέρων, γεωργῶν, ἀστικῶν, ἀνδρῶν, γυναικῶν, νέων, πρεσβυτέρων μόνον οὐκ εἰσβεβληκέναι τοὺς πολεμίους ἡγουμένων καὶ τὰ μόλις ἐκτμηθέντα κακὰ πάλιν ἀναβλαστήσειν ἡγουμένων. μάλιστα δʼ ἐξ ὧν ἐγεγόνει τέκνα τοῖς στρατιώταις, αὗται δεικνῦσαι παιδία τά τε ἄλλα καὶ τὰ ἐν τῷ γάλακτι καὶ ταῦτα ἀντὶ θαλλοῦ σείουσαι μὴ προδοῦναι σφᾶς ἐδέοντο. ταῦτα ὡς ἤκουσεν ὁ βασιλεύς, παρῄνει τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἑτέραν ἄγειν τοὺς στρατιώτας πολὺ τῆς πόλεως, ἐν ᾗ καθῆστο καὶ διέτριβεν, ἀπέχοντας. ἐδεδίει γάρ, οἶμαι, μὴ δράσειαν, ὃ καλῶς ποιοῦντες ἔδρασαν. ὡς δὲ οὐ προσεῖχον ἐκεῖνοι τοῖς λόγοις, ἀλλʼ εἰσῆγον τοὺς ἄκρους τῶν λόχων ὧν ἐξήρτηται τὸ λοιπόν, ὁ μὲν ὄχλος αὐτῶν ἅπας ἐδεῖτο καὶ μένειν καὶ σώζειν ἅπαντα ὑπὲρ ὧν ἐπεπονήκεσαν, οἱ δὲ ἠλέουν τε τοὺς ἱκετεύοντας καὶ ἐδυσχέραινον τὴν ὁδόν. αἰσθόμενος δὲ ὁ βασιλεὺς εἶπεν ἐν αὐτοῖς ἀπὸ τοῦ εἰωθότος πρὸ τῆς πόλεως βήματος, ὡς οὐκ εἴη βουλὴ περὶ ὧν ἤδη τῷ κρείττονι δέδοκται. μακρὸν δὲ ἐκεῖνοι σιωπῇ δεξάμενοι λόγον καὶ προσειπόντες οὐδὲν ἑσπέρας ἤδη, μᾶλλον δὲ περὶ μέσας νύκτας ὅπλα ἐνδύντες περιστάντες τὸ βασίλειον ἐβόων διδόντες τὴν μείζω τάξιν τε καὶ προσηγορίαν. ὁ δὲ ἠγανάκτει μὲν τοῖς γιγνομένοις, δρᾶσαι δὲ ἦν οὐδὲν ἕτερον πλὴν τοῦ μηδένα τῶν ἔνδον μοχλῶν ἐᾶν ἅπτεσθαι. φανείσης δὲ ἡμέρας ἀνασπάσαντες τὰς θύρας καὶ ξίφη δεικνύντες εἷλκον αὐτὸν ἐπὶ ταὐτὸ βῆμα, καὶ μάχη μακρὰ λογισμῶν καὶ βοῆς, τοῦ μὲν οἷς ἡγεῖτο κωλύσειν διεξιόντος, τῶν δὲ ἀξιούντων τῇ κραυγῇ νικᾶν. φεύγοντος δὲ τὴν ταινίαν τὴν χρυσῆν καὶ καταφεύγοντος ἐπὶ τὸν ἀρχαῖον νόμον ἀνήρ τις μέγας καὶ τἄλλα βέλτιστος ὄπισθεν αὐτῷ παραστὰς οἷον εἶχε στρεπτὸν περὶ τῇ ʼκείνου τίθησι κεφαλῇ, καὶ ἐδέδοτο τὰ μείζω. τῆς τοίνυν ἀνάγκης ἡττηθεὶς καὶ τοσούτων ὁπλιτῶν ὁρμὴν ζέουσαν οὐ δυνηθεὶς προκαταπαῦσαι τοῦ φρονήματος εὐθὺς ἀπὸ τῶν ταῦτα δεδωκότων ἤρξατο. ἀντὶ γὰρ τοῦ ζητεῖν, ὅν τινα σφίσι δώσει μισθόν, καὶ δώροις μεγάλοις κολακεύειν, ὅτι νόμον ἡγητέον τὴν αὐτοῦ γνώμην, ἐκήρυξε. δοκεῖν τοίνυν αὐτῷ μηδένα τῶν ἠναντιωμένων τοῖς πεπραγμένοις μηδεμίαν ἀπαιτεῖν δίκην μηδὲ ξίφος ἐπʼ αὐτοὺς ἕλκειν μηδὲ βλέμματι φοβεῖν μηδὲ ῥήματι λυπεῖν, ἀλλʼ οἷς ἂν ἐχρῶντο πρὸς αὐτοὺς κεκοινωνηκότας, ταῦτα ποιεῖν πρὸς μεμαχημένους. καίτοι τίς οὐκ ἂν καὶ ῥᾳθυμοῦντας παρώξυνεν; ἀλλʼ οὐκ ἐκεῖνος. οὐδενὶ γὰρ αἵματι τὴν βασιλείαν ἐβουλήθη τυραννίδος ἐγκλήματι μολῦναι. διὰ ταῦτα ἐπέταξε σωφρονεῖν. καὶ παρῆσαν αὖθις οἱ τρέμοντες φαιδροὶ καὶ τεθαρρηκότες καὶ περιειστήκεσαν τὸν θρόνον τοῦ μὴ τεθνάναι χάριν εἰδότες. ὧν οὐ προσηκούσας ἀμοιβὰς ἀπέδωκαν· ἀντὶ γὰρ εὐεργεσίας οὐκ ἔδησαν κατὰ τὴν παροιμίαν, ἀλλʼ ἐβουλήθησαν ἀποκτεῖναι τῶν εὐνούχων τὸν μάλιστα περὶ τὴν εὐνὴν ἐλπίσιν ἀναπτερώσαντες. ἤδη δὲ ὄντος ἐγγὺς τοῦ φόνου στρατιώτης ἐξ Ἀπόλλωνος ἐσείετο καὶ τὸ γενησόμενον ᾖδε καὶ συνεκάλει τὸν ὄχλον εἰς ἐπικουρίαν, οἱ δὲ ἔθεόν τε καὶ τὸ συντεθὲν ἀνίχνευον. καὶ τὸ μέγιστον, οὐδὲ ὁ ταῦτα ὑπηρετῶν ἀπεσφάττετο. ὁρῶν δὲ τοὺς τἀκείνου φρονοῦντας ἐγγύθεν ἐπιβουλεύοντας καί που καὶ τολμῶντας λέγειν, ὡς ἄρα ἄμεινον εἰς τὰ πρότερα καταβῆναι καὶ τῶν παρόντων ἀποστῆναι, θεοὺς μόνους ἀξιόχρεως ἐν τοῖς τηλικούτοις ἡγησάμενος συμβούλους ἐρόμενος ἤκουσεν, ὡς ἐμμενετέον οἷς εἶχε. λαβὼν δὴ ψῆφον τὴν ἐξ οὐρανοῦ καὶ τὴν κοινὴν τῆς δυνάμεως ἄρχοντάς τε ἐπὶ τὰς πόλεις ἐξέπεμπεν ἀντὶ πονηρῶν μὲν ἀγαθούς, ἀντὶ δὲ σκαιῶν πεπαιδευμένους καὶ στρατόπεδον ἀπὸ τῶν λῃστεύειν ἠναγκασμένων συνήγαγεν, οἳ Μαγνεντίῳ συναράμενοι τοῦ κινδύνου πράξαντες κακῶς τὰς ὁδοὺς κατειλήφεσαν ἀδίκοις τρεφόμενοι πόροις. τούτους ἐφʼ ὅπλα καλέσας καὶ δοὺς ἄδειαν φανῆναι τοὺς μὲν τοῦ παρανομεῖν ἀπήλλαξε, τοὺς δὲ ὁδοιπόρους τῶν φόβων. ἐλθὼν δʼ ἐπὶ τὸν Ῥῆνον καὶ δείξας τοῖς βαρβάροις τὴν κεφαλὴν καὶ δευτέροις ὅρκοις τὰς ὁμολογίας ἐνδήσας ἔτρεχεν ἐπὶ τὸν ἀκούσιον ἀγῶνα, μᾶλλον δʼ ἐπὶ τὴν ἄνευ τῆς πρὸς τὸν οἰκεῖον μάχης τοῦ σκήπτρου διαδοχήν· ᾔδει γὰρ παρὰ τῶν θεῶν ἀκούσας, ὃ συμβήσεται.

Ἀλλὰ γὰρ ὑπερέβην τι τῶν ἀξίων εἰρῆσθαι. τοῦτο δὴ λεκτέον. πρεσβειῶν γὰρ οὐκ ὀλίγων ἀμφοτέρωθεν γενομένων, ὧν αἱ μὲν ἐκεῖθεν ἠξίουν ἐπὶ τοῦ σχήματος μένοντα μηδὲν ἔργῳ πλέον ἢ πρόσθεν ἔχειν, αἱ δʼ ἐνθένδε πάντως δεῖν ἀφίστασθαι τῆς τιμῆς καὶ διὰ πάντων εἶναι τὸν πρότερον, ἐν τούτῳ δὲ ἦν αὐτὸν ἀπολωλέναι καὶ τοῦ στρατοπέδου τὸ πλέον καὶ συνήθεις καὶ φίλους, τῷ δὲ τῆς μὲν αὑτοῦ σφαγῆς βραχὺς ἦν ὁ λόγος, δεινὸν δὲ ἐδόκει προδότην καταστῆναι τῶν φιλτάτων. ἐπειδὴ ταῦτα ἦν καὶ πάλιν ἐπὶ ταὐτὸ πάλαισμα Κωνστάντιος ἀφῖκτο καλῶν γράμμασι τοὺς βαρβάρους ᾗ πρότερον καὶ χάριν αἰτῶν καταδουλοῦσθαι τὴν Ῥωμαίων, ἔπειθεν ἐπιορκεῖν ἐκ πολλῶν ἕνα. ὁ δὲ ὁμοῦ μὲν ἐλῄστευεν, ὁμοῦ δὲ ἐν τοῖς ἀγροῖς, οὓς εἰλήφει μισθόν, ἐτρύφα καὶ ὡς ἂν ἄκακός τις συνεδείπνει τοῖς ἐνθένδε στρατηγοῖς. καὶ τὸν μὲν λῦσαι τὰς σπονδὰς ὑπομείναντα πίνοντα εἶχε, διαβὰς δὲ εἰς τὴν ἐκείνου δίκην ἐπέθηκε τῆς ἐπιορκίας οὐ μεμπτήν. συνδραμόντων δὲ περιφόβων τῶν τὰ δίκαια τετηρηκότων καὶ τοῖς ἁμαρτήμασιν ἐκείνου δεινῶς αἰσχυνομένων καὶ προστιθέντων ὅρκοις ὅρκους ἀναβὰς ἐπὶ βῆμα ὑψηλὸν ἐν μέσῃ τῇ βαρβάρῳ καὶ τοὺς ἐκείνων ἄρχοντας ἄνωθεν ὁρῶν ἐν ὑπηκόων τάξει μετὰ τῶν πολλῶν ἑστηκότας τὰ μὲν ἀναμνήσας, τὰ δὲ ἀπειλήσας ἀπῆλθε. καὶ ἤδη δύναμις συνείλεκτό τις, ἧς οὐ τὸ πλῆθος μᾶλλον ἄν τις ἢ τὴν προθυμίαν ἠγάσθη. οἳ συνθήκαις τε καὶ δεξιαῖς ἀλλήλους κατελάμβανον ἦ μὴν πᾶν μὲν ποιήσειν, πᾶν δὲ πείσεσθαι ὑπὲρ νίκης, φοβηθῆναι δὲ ἓν μόνον, τὴν ἐκ τοῦ μὴ φυλάξαι γενησομένην αἰσχύνην.

Τοῦ δὲ ὅρκου διὰ πάντων χωροῦντος Νεβρίδιός τις ἀνήρ, μᾶλλον δὲ ἀνδρόγυνος, ὕπαρχος ὢν παρὰ τοῦ πρεσβυτέρου τοῦτο λαβών, ἐπετίμα τοῖς γιγνομένοις καὶ τὸν ὅρκον ἐμέμφετό τε καὶ ἔφευγε βαρβάρους καλῶν τοὺς ὀμωμοκότας. οὕτως ἐκολάκευε. πᾶσαν δὲ ὀργὴν ἐφελκυσάμενος καὶ χεῖρα καὶ δικαίως ἂν κατακοπεὶς ὑπὸ τοῦ πρώτου πλήξαντος ἂν εἰκότως ὥσπερ νεφέλῃ καλυφθεὶς διεσώζετο. καὶ μέμψαιτο μὲν ἄν τις τὴν ἐνταῦθα φιλανθρωπίαν, ἡ δʼ οὖν φιλανθρωπία τοῦ βασιλέως ἡμῖν τοσαύτη.

Ἐκεῖθεν τοίνυν ὥσπερ χειμάρρους ἐφέρετο παντὸς ἐμποδίσματος κρείττων ἀεὶ γιγνόμενος, γεφύρας προκαταλαμβάνων, καθεύδουσιν ἐφιστάμενος, ἄλλοσε μὲν αὐτοὺς ἀναγκάζων βλέπειν, κατόπιν δὲ αὐτοῖς προσιών, ἐλπίζειν μὲν ἕτερα ποιῶν, πειρᾶσθαι δὲ ἄλλων, ἠπείρῳ μὲν χρώμενος οὐχ ὁρωμένων ποταμῶν, πλέων δὲ σὺν ὀλίγοις, ἡνίκα ἐξείη, τοὺς μὲν ἐν τοῖς ὅροις ἐῶν καθῆσθαι, τὰς πόλεις δὲ αὐτὰς ἔχων ὧν προβέβληντο, πείθων, βιαζόμενος, ἐξαπατῶν· οἷον γὰρ αὖ κἀκεῖνο· ὧν ἐκράτησε στρατιωτῶν ὅπλοις τοὺς ἑαυτοῦ κοσμήσας ἔπεμπεν ἐπὶ πόλιν εὖ πεφραγμένην, οἱ δὲ οἰκείους τε ἡγοῦντο τοὺς προσιόντας καὶ τὰς πύλας ἀνοίξαντες ἐδέχοντο τοὺς ἐναντίους. τὸ δὲ πάντων ἥδιστον, ὅτι προσλαβὼν μὲν Ἰταλίαν τὴν καλήν, προσλαβὼν δὲ Ἰλλυριοὺς τοὺς μαχιμωτάτους καὶ πόλεις πολλάς τε καὶ ἰσχυρὰς καὶ χώραν ἀρκοῦσαν εἰς βασιλείαν μεγάλην οὐδαμοῦ μάχης ἐδεήθη καὶ φόνων, ἀλλʼ ἀπέχρησεν ἡ φρόνησις καὶ τὸ ποθεῖσθαι τὸν ἄρχοντα. μεγίστη δὲ συμμαχία τὰ τοῦ δειλοῦ καὶ προδότου γράμματα πρὸς τοὺς βαρβάρους, ἃ πλέων τε καὶ πεζεύων ἀνεγίνωσκε μὲν πόλεσιν, ἀνεγίνωσκε δὲ στρατοπέδοις παρεξετάζων τοὺς αὑτοῦ πόνους ταῖς καλαῖς ἐπιστολαῖς. αἱ δὲ τῷ μὲν ἐξεπολέμουν τὸν ἀκούοντα, τῷ δὲ προσετίθεσαν καὶ ταῦτα πολλοστὸν ἄγοντι μέρος τῆς ἐκείνου στρατιᾶς. ἀλλʼ ὅμως ἀφίσταντο μὲν Μακεδόνες εὐθέως, ἀφίστατο δὲ ἡ Ἑλλὰς καὶ τὸν καιρὸν ἥρπαζεν ὃν ᾔτει παρὰ τῶν θεῶν σιγῇ τε καὶ βωμῶν χωρίς, οὐ γὰρ ἦσαν. ἀνεῴγνυτο δὴ νεώς τε ὁ τῆς Ἀθηνᾶς καὶ οἱ τῶν ἄλλων θεῶν τοῦ βασιλέως ἀνοίγοντός τε καὶ τιμῶντος ἀναθήμασι καὶ αὐτοῦ τε θύοντος καὶ τοὺς ἄλλους παρακαλοῦντος. εἰδὼς δέ, ὡς καὶ θεοὶ παρʼ Ἀθηναίοις ἐκρίθησαν, εὐθύνας ἠξίωσε δοῦναι τῶν πεπραγμένων, καὶ τοὺς Ἐρεχθείδας ὁ βασιλεὺς ἐποίει δικαστὰς πέμπων ἀπολογίαν ἐν γράμμασι. τυράννου μὲν γὰρ ἕρμαιον ἡγεῖτο τὸ μὴ κρίνεσθαι, βασιλέως δὲ τὸ περὶ ὧν ἔδρασεν εἰς λόγον καθίστασθαι. ὁδοῦ δὲ πάρεργον, στάσιν ἐμπεπτωκυῖαν ἱεροῖς γένεσι διιστᾶσαν τρόπον τινὰ τὴν πόλιν ἐπιστολαῖς ἔπαυσεν, ὡς ἂν ἐν ὁμονοίᾳ καὶ καθʼ ἡσυχίαν τὰ πάτρια τελοῖτο τοῖς κρείττοσι.

Καὶ Ἀθηναῖοι μὲν ἔθυόν τε χρόνιοι καὶ τοῖς θεοῖς ηὔχοντο ταῦτα ἃ καὶ μηδενὸς εὐχομένου δώσειν ἔμελλον, ὁ δὲ ἤλαυνε τρίχα διελὼν τὴν δύναμιν καὶ ταῦτα τῆς Θρᾴκης ὑπὸ τῶν ἐναντίων κατειλημμένης· ἤλπιζε γὰρ τῶν μὲν εὐθὺς κρατήσειν, ἐλθὼν δὲ ἐπὶ τὸν Βόσπορον τὸ διαπλέον σχήσειν. τῷ δὲ ἄρα ἀγγέλους ἐκ Κιλικίας ἔφερον ἵπποι φράσοντας τὴν ἐπὶ ταῖς Κρήναις τοῦ πρεσβυτέρου τελευτήν, ὃν ἀπειλοῦντα μείζω τοῦ Ξέρξου καὶ περὶ τοῦ τί χρήσεται τῷ σώματι τοῦ πολεμίου σκοποῦντα, τὸν γὰρ ἀντεπιόντα ἔχειν ἡγεῖτο πρὶν ἑλεῖν, Ζεὺς ὁ κατὰ Σοφοκλέα μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρων νόσῳ πεδήσας ἀπήνεγκε. τοῖς μὲν οὖν ἄλλοις πλάσμα τε ὁ λόγος ἐδόκει καὶ παράκρουσις καὶ μηχάνημα καὶ δεῖν ἀπιστεῖν, ὁ δὲ ἐκ κιβωτίου τινὸς βιβλίον μεταπεμψάμενος ἐδείκνυ λόγια πρεσβύτερά τε πολὺ τῆς ἀγγελίας καὶ τῇ τότε ἀγγελίᾳ βεβαιούμενα καὶ ὡς θεοῦ πέμποντος ἤρχοντο καθαρὰν αἵματος αὐτῷ τὴν νίκην ἐπηγγελμένου καὶ παραινοῦντος ἐπείγεσθαι τοῦ μή τινα τολμῆσαι μακρὰν ἀπόντος τὴν βασιλείαν ἁρπάσαι. ἀναγινώσκων τοίνυν καὶ τὸν πόλεμον ὁρῶν οὕτω καλὴν καὶ πολλοῦ τινος ἀξίαν λαβόντα κρίσιν καὶ τελευτὴν ἀκούων ἀνθρώπου συὸς ἀγρίου θυμὸν ἐπʼ αὐτὸν ἔχοντος οὐκ ἐπὶ θοίνην καὶ πότον καὶ τὰς ἀπὸ τῶν μίμων ἡδονὰς ἐτράπετο, ἀλλʼ ἐκβεβηκότων μὲν τῶν χρησμῶν, γῆς δὲ καὶ θαλάττης ὑπʼ αὐτῷ γεγενημένης, ἀντιβλέποντος δὲ οὐδενός, ἑνὸς δὲ εἶναι τὰ πάντα πάντων ὁμολογούντων, οὐδὲν δὲ ἀναγκασθεὶς ὧν οὐκ ἐβούλετο δρᾶσαι, πάντων δὲ αὐτῷ βασιλείων ἀνεῳγμένων εἰς θρῆνον κατηνέχθη καὶ δάκρυα κατὰ τῶν λογίων ἔρρει. καὶ οὐδὲν ἦν ἰσχυρότερον τῆς φύσεως, ἀλλʼ ἐρώτημα πρῶτον ὁ νεκρὸς καὶ ποῦ τὸ σῶμα καὶ εἰ τιμᾶται τὰ εἰκότα. οὕτως ἦν χρηστὸς περὶ τὸν τὰ τοῦ Κρέοντος ἂν ἐπʼ αὐτῷ μιμησάμενον. καὶ οὐκ ἐνταῦθα τὰ πρὸς τὸν οἰχόμενον ἔστη, ἀλλὰ κατέβη μὲν εἰς τὸν λιμένα τῆς μεγάλης πόλεως πάντα ἀγείρας τὸν ὅμιλον, ἔτι δὲ κομιζομένου διὰ τῆς θαλάττης ᾤμωζεν. ἥψατο δὲ ταῖν χεροῖν τῆς σοροῦ πάντα βασιλείας σύμβολα πλὴν τῆς χλαμύδος ἀπορρίψας οὐκ ἀξιῶν ἐγκαλεῖν τῷ σώματι περὶ τῶν τῇ ψυχῇ βεβουλευμένων.

Τετιμημένου δὲ ἐκείνου ταῖς προσηκούσαις τιμαῖς ἀπὸ τῶν θεῶν τῶν τῆς πόλεως τῆς θεραπείας ἤρχετο σπένδων μὲν ἐν ὀφθαλμοῖς ἁπάντων, χαίρων δὲ τοῖς ἑπομένοις, καταγελῶν δὲ τῶν οὐκ ἀκολουθούντων καὶ πείθειν μὲν ἐπιχειρῶν, βιάζεσθαι δὲ οὐκ ἀξιῶν. καίτοι φόβος ἐπεκρέματο τοῖς διεφθαρμένοις καὶ ἦν ἐλπίς, ὡς ἐκκοπήσονται μὲν ὀφθαλμούς, ἀποτετμήσονται δὲ κεφαλάς, ποταμοὶ δὲ αἵματος ῥυήσονται τοῖς φόνοις, ἀνάγκας δὲ καινὰς ὁ καινὸς δεσπότης εὑρήσει, μικρὸν δὲ εἶναι δόξει πῦρ καὶ σίδηρος καὶ τὸ καταποντίζεσθαι καὶ τὸ ζῶντα κατορύττεσθαι καὶ τὸ περικόπτεσθαι καὶ τὸ κατατέμνεσθαι. ταυτὶ μὲν γὰρ τοῖς πρόσθεν ἐπέπρακτο, πολὺ δὲ τούτων ἠλπίζετο χαλεπώτερα. ὁ δὲ τῶν τε ἐκεῖνα δεδρακότων ὡς οὐ πραττόντων ὃ ζητοῦσι κατεγίνωσκεν αὐτός τε οὐδὲν ὄφελος εὕρισκε τῆς ἐνταῦθα ἀνάγκης. τοὺς μὲν γὰρ τὰ σώματα νοσοῦντας δήσαντά ἐστιν ἰάσασθαι, δόξαν δὲ περὶ θεῶν οὐκ ἀληθῆ τέμνων καὶ καίων οὐκ ἂν ἐκβάλοις, ἀλλὰ κἂν ἡ χεὶρ θύῃ, μέμφεται ἡ γνώμη τὴν χεῖρα καὶ κατηγορεῖ μὲν τῆς τοῦ σώματος ἀσθενείας, θαυμάζει δὲ ἃ πρόσθεν, καὶ ἔστι σκιαγραφία τις μεταβολῆς, οὐ μετάστασις δόξης, καὶ συμβαίνει δὴ τοὺς μὲν τυγχάνειν συγγνώμης ὕστερον, τοὺς δὲ ἀποθανόντας τὰ θεῶν τιμᾶσθαι. ταῦτʼ οὖν αἰτιώμενος καὶ ταῖς σφαγαῖς ὁρῶν ηὐξημένα τἀκείνων ἔφυγεν ἃ κατεμέμφετο καὶ τοὺς μὲν δυναμένους γενέσθαι βελτίους εἰσῆγεν εἰς τἀληθές, τοὺς δὲ τὰ χείρω στέργοντας οὐχ εἷλκεν. οὐ μέντοι βοῶν ἐπαύετο· ποῖ φέρεσθε, ὦ ἄνθρωποι; καὶ τοῦ φωτὸς τὸν σκότον ἡγούμενοι φανότερον οὐκ αἰσχύνεσθε οὐδὲ αἰσθάνεσθε τὰ τῶν ἀσεβῶν γιγάντων νοσοῦντες; ὧν τὰ σώματα μὲν οὐδὲν διέφερε τῶν ἄλλων, ὥστʼ ἀφιέναι τὰ λεγόμενα βέλη, τὸ δʼ, ὥσπερ ὑμεῖς, ἀτιμάζειν τὰ θεῶν ἐποιήσατο τὸν μῦθον. ᾔδει γάρ, ὡς ὁ σὺν ἐπιστήμῃ τῆς θεραπείας ἁπτόμενος τῆς ψυχῆς πρὸ τῶν ἄλλων φροντιεῖ καὶ τῶν γε τῆς ψυχῆς ἀγαθῶν τῆς εὐσεβείας πρώτου. ταὐτὸν γάρ, ταὐτὸν δύνασθαι ταύτην γε ἐν ἀνθρωπίνῳ βίῳ καὶ τρόπιν ἐν νηὶ καὶ θεμέλιον ἐν οἰκίᾳ. καὶ γὰρ εἰ πάντας μὲν ἀπέφηνεν εὐπορωτέρους Μίδου, μείζω δὲ πόλιν ἑκάστην τῆς ποτὲ Βαβυλῶνος, πόλεως δὲ ἑκάστης τῷ περιβόλῳ περιέτηξε χρυσόν, τῶν δʼ αὖ περὶ τὸ θεῖον ἡμαρτημένων ἐπηνώρθου μηδέν, ἴσον ἂν ἔπραττεν ἰατρῷ παραλαμβάνοντι μὲν σῶμα καθʼ ἕκαστον τῶν μερῶν γέμον κακῶν, πάντα δʼ ἰωμένῳ πλὴν ὀμμάτων. διὰ τοῦτʼ ἐπὶ πρώτην ᾔει τὴν ἰάτρευσιν τῶν ψυχῶν ἡγεμὼν γιγνόμενος ἐπὶ τὴν γνῶσιν τῶν ὡς ἀληθῶς τὸν οὐρανὸν ἐχόντων καὶ νομίζων αὐτῶν συγγενῶν οἰκειοτέρους τοὺς ταῦτα παιδευομένους καὶ φίλον μὲν ἄγων τὸν Διὶ φίλον, ἐχθρὸν δὲ τὸν ἐκείνῳ, μᾶλλον δὲ φίλον μὲν τὸν ἐκείνῳ φίλον, ἐχθρὸν δὲ οὐ πάντα τὸν οὔπω Διὶ φίλον. οὓς γὰρ ᾤετο τῷ χρόνῳ μεταθήσειν, οὔτʼ ἀπήλαυνε κατεπᾴδων τε ἐνῆγε τὴν πρώτην τε ἀναινομένους περὶ βωμοὺς ὕστερον χορεύοντας ἔδειξε.

Πρῶτον μὲν οὖν, ὅπερ ἔφην, ὥσπερ φυγάδα, τὴν εὐσέβειαν κατήγαγε νεὼς τοὺς μὲν ποιῶν, τοὺς δὲ ἐπισκευάζων, εἰς δὲ τοὺς εἰσάγων ἕδη. χρήματα δὲ ἐτέλουν οἱ τοῖς τῶν ἱερῶν λίθοις σφίσιν αὐτοῖς οἰκίας ἐγείραντες. καὶ κίονας εἶδεν ἄν τις τοὺς μὲν ναυσί, τοὺς δὲ ἐπʼ ἀμαξῶν τοῖς σεσυλημένοις κομιζομένους θεοῖς, καὶ πανταχοῦ βωμοὶ καὶ πῦρ καὶ αἷμα καὶ κνίσσα καὶ καπνὸς καὶ τελεταὶ καὶ μάντεις ἐλεύθεροι φόβου καὶ ἐν ὀρῶν κορυφαῖς αὐλοὶ καὶ πρόσοδοι καὶ βοῦς ὁ αὐτὸς ἀποχρῶν θεραπεία τε εἶναι θεῶν καὶ δεῖπνον ἀνθρώποις. ἐπεὶ δὲ οὐ ῥᾴδιον μὲν βασιλεῖ καθʼ ἑκάστην ἡμέραν ἔξω βασιλείων ἐφʼ ἱερὰ βαδίζειν, λυσιτελέστατον δὲ συνεχὴς ὁμιλία θεῶν, ἐν μέσοις τοῖς βασιλείοις ἱερὸν μὲν οἰκοδομεῖται τῷ τὴν ἡμέραν ἄγοντι θεῷ καὶ μυστηρίων μετέσχε τε καὶ μετέδωκε μυηθείς τε ἐν μέρει καὶ μυήσας, χωρὶς δὲ πᾶσι θεοῖς βωμοὺς ἱδρύσατο. καὶ πρῶτον ἔργον ἐξ εὐνῆς ἀεὶ συγγενέσθαι διὰ θυσιῶν τοῖς κρείττοσι καὶ νικῆσαι ταύτῃ γε τὸν Νικίαν. οὕτως ἐξέτεινε τῆς περὶ ταῦτα σπουδῆς τοὺς ὅρους τὰ μὲν ἀπολωλότα πρὸς ταὐτὸν αὖθις ἄγων, καινὰ δὲ παλαιοῖς προστιθείς. ἔπειθε δὲ ταῦτα θαρρεῖν τὸ σωφρονεῖν. καὶ σύνεγγυς ἔχειν ἱεροῦ τὸ δωμάτιον ἐξῆν τῷ γε κρείττονι ἡδονῶν. οὐδὲν γὰρ ἐπράττετο τῆς νυκτὸς τῶν τοιούτων γειτόνων ἀνάξιον. ἃ μὲν οὖν ὑπέσχετο καὶ τοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις περὶ τῶν θεῶν πρὸ τῆς βασιλείας, οὕτω λαμπρῶς ἐπʼ αὐτῆς ἀπέδωκεν, ὥστε καὶ τῶν πόλεων αἷς μὲν ἦν ἱερὰ μένοντα, καὶ προσορῶν ἥδετο καὶ τοῦ τὰ μέγιστα εὖ παθεῖν ἀξίας ἐνόμιζε, τὰς δὲ ἀνεσπακυίας ἢ πάντα ἢ τὰ πλείω μιαράς τε ὠνόμαζε καὶ τῶν ὠφελειῶν μετεδίδου μὲν ὡς ὑπηκόοις, οὐ μὴν ἄνευ τοῦ δυσχεραίνειν. ταῦτʼ οὖν ποιῶν καὶ τοὺς θεοὺς ἐφιστὰς τῇ γῇ καὶ διαλλάττων ἐῴκει ναυπηγῷ νηὶ μεγάλῃ τοὺς οἴακας ἀποβαλούσῃ προστιθέντι πάλιν ἑτέρους, πλὴν ὅσον οὗτος τοὺς αὐτοὺς ἀπεδίδου σωτῆρας.

Τοιαῦτα δὴ περὶ τῶν πρώτων καὶ μεγίστων πεπολιτευμένος βλέψας εἰς τὴν βασιλικὴν θεραπείαν καὶ κατιδὼν ὄχλον ἄχρηστον τηνάλλως τρεφόμενον, μαγείρους μὲν χιλίους, κουρέας δὲ οὐκ ἐλάττους, οἰνοχόους δὲ πλείους, σμήνη τραπεζοποιῶν, εὐνούχους ὑπὲρ τὰς μυίας παρὰ τοῖς ποιμέσιν ἐν ἦρι, καὶ τῶν ἄλλων ἑκάστων ἐθνῶν ἀμυθήτους κηφῆνας, μία γὰρ δὴ τοῖς ἀργοῖς καὶ φαγεῖν ἀγαθοῖς καταφυγὴ τῶν διακόνων βασιλέως καὶ κληθῆναι καὶ νομισθῆναι καὶ ταχὺ τὸ χρυσίον ἐποίει τὴν ἐγγραφήν, τούτους τοίνυν οὓς μάτην ἔβοσκεν ἡ βασιλικὴ δαπάνη, ζημίαν, οὐχ ὑπηρέτας νομίσας ἐξέωσεν εὐθέως. συνεξέωσε δὲ καὶ τοὺς πολλοὺς ὑπογραφέας, οἳ τέχνην ἔχοντες τὴν τῶν οἰκετῶν ὑφʼ ἑαυτοῖς ἔχειν τοὺς ὑπάρχους ἠξίουν καὶ οὐκ ἐξῆν αὐτῶν οὐ πλησίον οἰκεῖν, οὐκ ἐντυχόντα προσειπεῖν, ἀλλʼ ἀπεστέρουν, ἥρπαζον, πωλεῖν ἐπηνάγκαζον, τιμὴν οἱ μὲν οὐκ ἐτίθεσαν, οἱ δʼ οὐ τὴν ἀξίαν, οἱ δὲ ἀνεβάλλοντο, οἱ δὲ τὸ μὴ ποιῆσαι κακῶς ἀντὶ τῆς τιμῆς ὀρφανοῖς ἐλογίζοντο, καὶ περιῄεσαν κοινοὶ τῶν καλόν τι κεκτημένων ἐχθροί, οἷον ἵππον ἢ ἀνδράποδον ἢ δένδρον ἢ ἀγρὸν ἢ κῆπον· αὑτῶν γὰρ μᾶλλον ἢ τῶν ἐχόντων εἶναι ταῦτα ἠξίουν. καὶ ὁ μὲν ἀφιστάμενος τοῖς ἰσχύουσι τῶν πατρῴων βέλτιστος καὶ ἀπῄει φέρων ἀντὶ τῆς οὐσίας τὸ ῥῆμα, ὅτῳ δὲ ἐφαίνετο δεινὸν ταῦτα παθεῖν, ἀνδροφόνος, γόης, πλήρης ἀδικημάτων, πολλῶν ὀφείλων δίκας. ποιοῦντες δὲ τοὺς μὲν ἄλλους ἀπόρους ἐξ εὐπόρων, αὑτοὺς δὲ ἐξ ἀπόρων εὐπόρους καὶ τῇ τῶν πρότερον εὐδαιμόνων πενίᾳ πλουτοῦντες καὶ τὴν ἀπληστίαν εἰς τὰ τέρματα τῆς οἰκουμένης ἐκτείνοντες ὅ τι βούλοιντο παρὰ τοῦ κρατοῦντος ἐπήγγελλον καὶ οὐκ ἦν ἀρνηθῆναι, ἀλλʼ ἡρπάζοντο παλαιαὶ πόλεις, καὶ κάλλη νενικηκότα χρόνον διὰ θαλάττης ἤγετο ποιήσοντα κναφέων υἱέσιν οἰκίας τῶν βασιλείων φαιδροτέρας. οὕτω δὲ ὄντων ἐκείνων οὐ φορητῶν πολλοὶ ζηλωταὶ καθʼ ἕκαστον, αἱ κύνες, φασί, τὰς δεσποίνας μιμούμεναι. τῶν γὰρ οἰκετῶν οὐδεὶς ἦν, ὃς οὐχ ὕβριζε δέων, σπαράττων, ἀφαιρούμενος, παίων, ἐκβάλλων, ἐλαύνων, γεωργεῖν ἀξιῶν, ἐπὶ ζεύγους φέρεσθαι, δεσπότης εἶναι καὶ τοσοῦτός γε, ὅσος ἦν ὁ δεσπότης αὐτῷ. οἷς γε οὐκ ἐξήρκει πλουτεῖν, ἀλλʼ εἰ μὴ καὶ κοινωνοῖεν ἀξιώματος, ἠγανάκτουν, ὡς ταύτῃ δὴ κρύψοντες τὴν δουλείαν. καὶ ζώνην εἶχον μετὰ τῶν κεκτημένων φρίττειν ἀναγκάζουσαν καὶ στενωπὸν καὶ φυλακὴν καὶ πόλιν. τούτους δὴ τοὺς Κερβέρους καὶ πολυκεφάλους εἰς ἰδιώτας ἐξέβαλε προσειπὼν κέρδος ἡγεῖσθαι τὸ μὴ τεθνάναι τούτους. τρίτην μοῖραν κακούργων ὑπηρετῶν κλεπτόντων καὶ λωποδυτούντων καὶ πᾶν καὶ λεγόντων καὶ ποιούντων ἐπὶ τῷ λαβεῖν τῶν βασιλείων ὑπερώρισε θυρῶν, οἳ τὰς αὑτῶν πατρίδας τῆς παρʼ αὑτῶν ἀπεστερηκότες χρείας βουλὰς ἀποδράντες καὶ νόμους λειτουργιῶν εἰς ἀγγελιαφόρους τελέσαντες ἐωνοῦντο μὲν πευθῆνες καταστῆναι καὶ τὸ σχῆμα ἦν φυλάκων, ὅπως μηδὲν ἀγνοοῖ βασιλεὺς τῶν ἐπʼ αὐτὸν συντιθεμένων, τὸ δὲ ἔργον καπήλων. ὥσπερ γὰρ ἐκεῖνοι τὰς θύρας ἕωθεν ἀνοίγοντες σκοποῦσι περὶ τῆς ἐμπολῆς, οὕτως οὗτοι κερδῶν ἐμέμνηντο πρὸς τοὺς τούτων προσαγωγέας, οἳ τοὺς χειροτέχνας σιγῶντας ὡς λοιδοροῦντας τὴν βασιλείαν ἦγον ὑπὸ τὰς ἐκείνων μάστιγας, οὐχ ἵνα ξαίνοιντο, ἀλλʼ ἵνα τὸ μὴ τοῦτο παθεῖν πρίαιντο. καὶ οὐδεὶς ἦν ἔξω βελῶν, οὐ πολίτης, οὐ μέτοικος, οὐ ξένος, ἀλλʼ ὁ μὲν οὐδὲν ἀδικῶν καὶ συκοφαντούμενος ἀπώλλυτο μὴ διδούς, ὁ δὲ καὶ σφόδρα πονηρευόμενος προϊέμενος ἐσώζετο. ὁ μέγιστος δὲ τῶν πόρων ἑλεῖν τι κακούργημα περὶ τὴν βασιλείαν· ἀντὶ γὰρ τοῦ παραδοῦναι τῇ τῶν ἀδικουμένων ὀργῇ τὸν ἁλόντα ἀντὶ τῶν καταπεπιστευκότων τοῖς ἐπιβουλεύουσιν ἐπὶ τῷ λαβεῖν ἐβοήθουν. ἔτι τοίνυν τοῖς μὲν σωφρονοῦσιν ὥρας ἐπιπέμποντες νέων καὶ καθιστάντες εἰς ἀδοξίας φόβον, τοὺς δὲ τῶν γοήτων ἐλέγχους τοῖς πόρρω τῆς αἰτίας προσάπτοντες δύο ταύτας ὑπερβαλλούσας ἐκαρποῦντο προσόδους, μᾶλλον δὲ τρίτην ἑτέραν ἁδροτέραν ἀμφοῖν. διδόντες γὰρ ἐξουσίαν τοῖς τὸ νόμισμα διαφθείρειν τολμῶσιν ἀπὸ τῶν σπηλαίων ἐν οἷς ταῦτα ἐτολμᾶτο, δόκιμον ὑπὲρ τοῦ παρασήμου φέροντες ἐτρύφων. ὅλως δὲ τῶν ἀφορμῶν ἡ μὲν ἐν ἀφανεῖ τε καὶ συχνή, ἡ δʼ ἐν φανερῷ τε καὶ δήλη, σχῆμα δὴ νόμου λαβοῦσα, καὶ οὐ σφόδρα τῆς ἑτέρας ἐλάττων. ὥστʼ ἔθνους μεμνημένοι καὶ τὸν ἀριθμὸν τῶν χρημάτων εὐθὺς προσετίθεσαν, ὃν ὑπῆρχεν ἐκεῖθεν ἔχειν.

Οὗτοι τοίνυν οἱ βασιλέως ὀφθαλμοὶ καὶ φάσκοντες ἅπαντα εἰς φῶς ἄγειν καὶ ποιεῖν τοὺς πονηροὺς μετρίους τῷ μὴ ἐξεῖναι λανθάνειν πάσας ἀνίεσαν εἰς πονηρίαν ὁδοὺς καὶ μόνον οὐκ ἐκήρυττον, ὡς ἀκίνδυνα δράσουσιν. ὥσθʼ οἱ κωλυταὶ τῶν ἀδικημάτων αὐτοὶ τοὺς ἀδικοῦντας ἔσωζον κυσὶν ἐοικότες συμπράττουσι τοῖς λύκοις. διὰ ταῦτα ἴσον ἦν θησαυρῷ τε ἐντυχεῖν καὶ τούτων μετασχεῖν τῶν μετάλλων. ὁ γὰρ ἥκων Ἶρος ἐν βραχεῖ χρόνῳ Καλλίας. ἄλλου τοίνυν ἀντλοῦντος ἐπʼ ἄλλῳ καὶ γιγνομένων τῶν μὲν πόλεων πενεστέρων, τῶν δὲ ταῦτα καπηλευόντων εὐδαιμόνων πάλαι τε ὁ βασιλεὺς ἡμῖν ἤχθετο καὶ παύσειν ἠπείλει δυνηθεὶς καὶ δυνηθεὶς ἔπαυσεν ὅλην μὲν ἐκείνην διασκεδάσας τὴν φατρίαν, ἀφελόμενος δὲ καὶ προσηγορίαν καὶ τάξιν, ἀφʼ ἧς πάντα ἐπόρθουν τε καὶ διώρυττον, αὐτὸς δὲ τοῖς αὑτοῦ χρώμενος μὲν εἰς γραμμάτων πομπάς, τῆς δὲ τοῦ ταῦτα δρᾶν ἐξουσίας οὐ μεταδιδούς. τοῦτο δὲ ἦν ἀκριβῶς ἐλευθέρας γενέσθαι τὰς πόλεις, ἐφεστηκότος δὲ τοῦ ταῦτα ποιεῖν ἔχοντος οὐκ ἦν ἀναπνεῦσαι καθαρῶς. ἀλλʼ ὁ μὲν ἐβάλλετο, ὁ δὲ ἔμελλε, καὶ τῷ γε μὴ πεισομένῳ τὸ πείσεσθαι προσδοκᾶν ἀντὶ τοῦ παθεῖν καθίστατο. τῶν τοίνυν ἀγγάρων ἡμιόνων τῇ τε συνεχείᾳ τῶν πόνων καὶ τῷ τοὺς ἄρτι ῥηθέντας τὰς μὲν λιμοκτονεῖν, αὑτοῖς δὲ τῷ ʼκείνων λιμῷ παρασκευάζειν Σύβαριν—ἐποίει δὲ πολὺν τὸν πόνον καὶ τὰ νεῦρα οἷον ἐξέτεμνε τὸ τῷ βουλομένῳ ῥᾴδιον εἶναι ζεύξαντα ζεῦγος ἐλαύνειν καὶ ταὐτὸν δύνασθαι βασιλέως τε περὶ ταῦτα καὶ πευθῆνος γράμματα. διὸ στῆναι μὲν οὐκ ἦν οὐδὲ μικρὸν οὐδὲ ἀπολαῦσαι φάτνης, ἡ πληγὴ δὲ ἀσθενοῦσαν οὐκ ἀνίστη πρὸς δρόμον, ἔδει δὲ εἴκοσιν ἢ καὶ πλειόνων πρὸς ἕλξιν ὀχήματος, αἱ πολλαὶ δὲ αἱ μὲν ἄρτι λυθεῖσαι πίπτουσαι ἔθνησκον, αἱ δὲ ὑπὸ τῷ ζυγῷ πρὶν ἢ λυθῆναι—κᾆτʼ ἐκωλύετο μὲν ἀπὸ τοῦ τοιούτου τὰ δεόμενα τάχους, τὴν βλάβην δὲ πάλιν εἰς χρημάτων λόγον αἱ πόλεις ἐδέχοντο. τοῦ δὲ ἀθλίως ταῦτα ἔχειν ἔλεγχος σαφέστερος ὁ χειμὼν τότε δὴ μάλιστα διακοπτομένης πολλαχοῦ τῆς τῶν ὀρέων διαδοχῆς, ὥστʼ ὀρεωκόμοι φεύγοντες ἐν ὀρῶν ἦσαν κορυφαῖς, ἡμίονοι δὲ χαμαί, τοῖς δʼ ἐπειγομένοις πλὴν βοῆς τε καὶ τοῦ πλῆξαι τὸν μηρὸν οὐδέν. καιροὶ δὲ οὐκ ὀλίγων πραγμάτων ἐξέφυγον τὰς ἀρχὰς ταῖς κατὰ τοῦτο βραδυτῆσι. καὶ ἐῶ λέγειν ἵππους ὅμοια πεπονθότας καὶ ὄνους πολλῷ δεινότερα. τοῦτο δὲ ἦν τοὺς ταῦτα λειτουργοῦντας ἀπολωλέναι. ἵστησι δὴ καὶ ταύτην Ἰουλιανὸς τὴν μέθην στήσας ὡς ἀληθῶς τοὺς οὐκ ἀναγκαίους δρόμους καὶ τὰς μὲν τοιαύτας χάριτας ἐπικινδύνους ἀποφήνας καὶ δοῦναι καὶ λαβεῖν, διδάξας δὲ τοὺς ἀρχομένους ὑποζύγια τοὺς μὲν κτᾶσθαι, τοὺς δὲ μισθοῦσθαι. καὶ πρᾶγμα ἀπιστούμενον ἑωρᾶτο, γυμνάζοντες ἡνίοχοι μὲν ἡμιόνους, ἱπποκόμοι δὲ ἵππους. ὥσπερ γὰρ πρότερον ἐπεπέδηντο ταῖς ταλαιπωρίαις, οὕτω δέος ἦν, μὴ καὶ τότε τῷ μήκει τῆς ἀργίας. τουτὶ δὲ τοὺς οἴκους τῶν ὑπηκόων εὐπορωτέρους καθίστη.

Ἐπεδείξατο δὲ τὴν αὐτὴν πρόνοιαν καὶ περὶ τὰς ἐν ταῖς πόλεσι βουλάς, αἳ πάλαι μὲν πλήθεσί τε καὶ πλούτοις ἔθαλλον, ἔπειτα ἦσαν οὐδὲν μετερρυηκότων πλὴν ὀλίγων κομιδῆ τινων τῶν μὲν εἰς τὰ στρατιωτῶν, τῶν δʼ εἰς τὸ μέγα συνέδριον. τοὺς δʼ ἦν ἕτερόν τι τὸ δεξόμενον καὶ οἱ μὲν ἐκάθευδόν τε καὶ ἐχαρίζοντο τῷ σώματι καὶ τῶν οὐ τὴν αὐτὴν αὐτοῖς ἐλθόντων κατεγέλων. τὸ δὲ ὑπολελειμμένον ὀλίγον ὂν ἐβαπτίζετο, καὶ τὸ λειτουργεῖν τοῖς πλείοσιν εἰς τὸ προσαιτεῖν ἐτελεύτα. καίτοι τίς οὐκ οἶδεν, ὡς ἡ τῆς βουλῆς ἰσχὺς ψυχὴ πόλεώς ἐστιν; ἀλλὰ Κωνστάντιος μὲν λόγῳ ταῖς βουλαῖς βοηθῶν ἔργοις ἦν ἐχθρὸς μετατιθεὶς ἑτέρωσε τοὺς ἐκείνας φεύγοντας καὶ διδοὺς ἀτελείας παρανόμους. ἐῴκεσαν οὖν ῥυσοῖς γραϊδίοις ἠσθημένοις ῥάκια, καὶ ὠδύροντο μὲν οἱ σεσυλημένοι βουλευταί, δεινὰ δὲ αὐτοὺς ὡμολόγουν πεπονθέναι τε καὶ πάσχειν οἱ δικάζοντες, βοηθεῖν δὲ ὄντες ἕτοιμοι βοηθεῖν οὐκ εἶχον. ἀλλʼ ἔδει ποτὲ καὶ ταύτας τὴν αὑτῶν ῥώμην ἀπολαβεῖν. τὸ γὰρ δὴ πολλῶν ἐπαίνων ἄξιον ἐκεῖνο γράμμα τὸ δεῖν πάντα ἄνδρα πρὸς βουλὴν καλεῖν καὶ μηδὲν ἔχοντα ἰσχυρὸν εἰς ἄφεσιν ἐγγράφειν οὕτω τὸ πρᾶγμα ἐπηνώρθωσεν, ὥστʼ ἠλέγχετο μικρὰ τῷ πλήθει τῶν εἰσιόντων τὰ χωρία. οὐ γὰρ ἦν ὑπογραφεὺς οὐδὲ εὐνοῦχος ὁ χρημάτων ἀφήσων, ἀλλʼ οἱ μέν, ὡς εὐνούχοις προσῆκε, τὰ δούλων ὑπηρέτουν οὐδὲν ἐπὶ τοῖς χιτῶσι φρονοῦντες, οἱ δʼ ὅσα χεῖρα καὶ μέλαν ἀπαιτεῖ καὶ κάλαμον, ἐπλήρουν, τἄλλα δὲ ἠπίσταντο σωφρονεῖν μαθόντες ὑπὸ τοῦ διδασκάλου πενίαν δικαίαν ἀγαπᾶν. τοιγαροῦν καὶ νῦν πολλοὺς ἂν εὕροις ἀπʼ ἐκείνης τῆς συνουσίας φιλοσόφων βελτίους. οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν ταῖς τάξεσιν ἥκιστα δὴ τότε κέρδη θαυμάσαντας μάλιστα δόξης ἐπιθυμῆσαι. μέμνησθε δέ, ὡς ὧν πρότερον προϊόντων πρηνεῖς κατεπίπτομεν ὥσπερ ἐν ἀστραπαῖς, τούτοις ἐκ τῶν ἵππων ἀποβαίνουσιν ἐπʼ ἀγορᾶς ἐμβάλλοντες δεξιὰν διαλεγόμεθα καὶ τὸ μὴ μείζω τῶν ἄλλων φρονεῖν τοῦ φοβεῖν ἡγοῦνται κάλλιον.

Ἀλλὰ μὴν νόμους βασιλεῦσι θεῖναι μὲν ῥᾴδιον, ἔξεστι γάρ, συμφέροντας δὲ οὐ ῥᾴδιον, φρονήσεως γὰρ ἤδη τοῦτό γε. ὁ δὲ τοιούτους μὲν ἔθηκεν, οἷς εὗρεν, ὥστε μεγάλα τοὺς πρὸ τούτων γενομένους ἀνθρώπους ἐζημιῶσθαι, τοὺς δὲ τούτοις μὲν ἐοικότας τῶν πάλαι κρατούντων, λελυμένους δὲ αὐθαδείᾳ δυνάστου πάλιν κυρίους ἀπέφηνε τὸ τοῖς εὖ ἔχουσι συμφέρεσθαι τοῦ μάτην τῶν κειμένων ἐπιλαμβάνεσθαι κάλλιον εἰς φιλοτιμίαν ἡγούμενος.

Φέρε δὴ καὶ περὶ τῶν δίκην δεδωκότων σκεψώμεθα.

Οὐκοῦν τριῶν ὄντων οἳ σφαγαῖς ἐτελεύτησαν ὁ μὲν συκοφαντῶν ἐπεληλύθει τὴν οἰκουμένην καὶ ταῖς ἠπείροις ἀμφοτέραις μυρίους θανάτους ὤφειλεν, ὥστʼ ἤλγουν οἱ τὸν ἄνθρωπον εἰδότες, ὅτι μὴ οἷόν τε ἦν καὶ τεθνεῶτα κτεῖναι καὶ τρὶς τοῦτο ποιῆσαι καὶ πολλάκις. ὁ δʼ ἄνευ τοῦ τὸν Κωνστάντιον δεδουλῶσθαι δοῦλος αὐτὸς ὢν καὶ τὸ τοῦδε δεινότερον, εὐνοῦχος, αἰτιώτατος ἐγεγόνει τῷ Γάλλῳ τῆς ὠμοτάτης τελευτῆς. ὅ γε μὴν τρίτος ὀργῇ μὲν τῆς στρατιᾶς ἀνηρπάσθη δώρων βασιλικῶν αὐτούς, ὡς ἔλεγον, ἀπεστερηκώς, ἔτυχε δὲ καὶ μεταστὰς παραμυθίας τινὸς τῇ θυγατρὶ τοῦ βασιλέως μοῖραν οὐ μικρὰν τῶν πατρῴων ἀφέντος. οἵ γε μὴν εἰς αὐτὸν ὑβρικότες, ἦσαν γάρ, ἦσαν οἳ παρεκάλουν τινὰς ἐπὶ τὸ σκῆπτρον, οὐδενὸς κατʼ οὐδὲν φειδόμενοι ῥήματος τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὔκουν ἀπέθανον, νήσοις δὲ ἐνδιατρίβοντες τῆς γλώττης ἐπαιδεύοντο κρατεῖν. οὕτως ἐκεῖνος ἑτέροις μὲν ἠδικημένοις ἠπίστατο τιμωρεῖν καλῶς, ἐν δὲ τοῖς εἰς αὐτὸν μεγαλόψυχος ἦν.

Εἰσῆλθε καὶ εἰς τὸ συνέδριον καὶ τὴν μεγάλην βουλὴν περὶ αὑτὸν ἐκάθισε πολὺν δὴ χρόνον ταύτης τῆς τιμῆς ἐστερημένην. εἰς μὲν γὰρ τὸ βασίλειον εἰσεκαλεῖτο πρότερον ἑστήξουσά τε καὶ μικρὰ ἀκουσομένη, βασιλεὺς δὲ οὐκ ᾔει παρʼ αὐτὴν συγκαθεδούμενος· τῷ γὰρ μὴ δύνασθαι λέγειν ἔφευγε χωρίον δεόμενον ῥήτορος, ὁ δέ, ὥσπερ Ὅμηρος ἔφη τὸν δεινὸν λέγειν, ἀσφαλέως ἀγορεύων ἐδίωκε τοὺς τοιούτους συλλόγους διδοὺς μὲν τῷ βουλομένῳ παρρησιάσασθαι πρὸς αὐτόν, διεξιὼν δὲ καὶ αὐτὸς νῦν μὲν παῦρά τε καὶ λιγέως, νῦν δὲ νιφάδεσσιν ἐοικότα χειμερίῃσι τοὺς Ὁμηρικοὺς ἐκείνους δημηγόρους νῦν μὲν μιμούμενος, νῦν δʼ ἐν ᾧπερ ἑκάτερος εὐδοκίμει, παριών. λέγοντος δὲ αὐτοῦ καὶ τὰ μὲν ἐπαινοῦντος, τὰ δὲ ἐπιτιμῶντος, τὰ δὲ νουθετοῦντος ἀγγέλλει τις προσιέναι τὸν διδάσκαλον, ἄνδρα Ἴωνα, φιλόσοφον ἐξ Ἰωνίας κεκλημένον, ὁ δὲ ἐκ μέσων ἀναπηδήσας τῶν γερόντων ἔθει πρὸς τὰς θύρας τὸ τοῦ Χαιρεφῶντος πρὸς Σωκράτην πεπονθώς, ἀλλʼ ἐκεῖνος μὲν Χαιρεφῶν τε ὢν καὶ ἐν τῇ Ταυρέου παλαίστρᾳ, ὁδὶ δὲ πάντων τε κρατῶν κἀν τῷ μεγίστῳ συνεδρίῳ, δεικνὺς ἅπασι καὶ κηρύττων τοῖς ἔργοις, ὅτι σοφία βασιλείας τιμιώτερον καὶ ὡς ὅ τι ἐν αὐτῷ καλὸν ἐνείη, τοῦτο δῶρον φιλοσοφίας. περιβαλὼν οὖν καὶ ἀσπασάμενος ᾗ νόμος τοῖς ἰδιώταις ἀλλήλους ἢ βασιλεῦσί γε ἀλλήλους, εἰσῆγεν οὐ μετέχοντα τῆς βουλῆς, κοσμεῖν ἡγούμενος οὐ τὸν ἄνδρα τῷ τόπῳ, τῷ δὲ ἀνδρὶ τὸν τόπον, καὶ διαλεχθεὶς ἐν ἅπασιν, οἷος ἐξ οἵου διʼ ἐκεῖνον γένοιτο, τῆς δεξιᾶς ἐχόμενος ἀπηλλάττετο. τί διὰ τούτων ποιῶν; οὐκ ἀμοιβάς, ὡς ἄν τις ὑπολάβοι, μόνον ἐκτίνων τῆς παιδείας, ἀλλὰ καὶ τὴν πανταχοῦ νεότητα, προσθείην δʼ ἂν καὶ γῆρας, πρὸς παιδείαν παρακαλῶν, ἐπεὶ καὶ γέροντες ἤδη πρὸς μαθήσεις ἐκινήθησαν. πᾶν γὰρ ὑπὸ τῶν ἀρχόντων ἀτιμαζόμενον μὲν ὑφʼ ἁπάντων ἀμελεῖται, τιμώμενον δὲ ἀσκεῖται.

Ὁ δὲ νομίζων ἀδελφὰ λόγους τε καὶ θεῶν ἱερὰ καὶ τὸ μὲν ὅλως ἀνῃρημένον ὁρῶν, τοῦ δὲ τὸ πλέον, ὅπως τελέως καὶ τὸ τούτων ἔχοι καὶ πάλιν ἐρασθεῖεν ἄνθρωποι λόγων, ἔπραττε, τοῦτο μὲν ταῖς τῶν ἐπισταμένων τιμαῖς, τοῦτο δὲ τῷ λόγους αὐτὸς ποιεῖν. δύο γοῦν εὐθὺς τότε ἔδειξεν, ἔργον μιᾶς ἡμέρας, μᾶλλον δὲ νυκτὸς ἑκάτερον, ὧν ὁ μὲν ἐπάταξεν ἄνθρωπον νόθον Ἀντισθένους μιμητὴν ἀλογίστῳ θράσει τὸ πρᾶγμα ὁριζόμενον, ὁ δὲ πολλά τε καὶ καλὰ λέγει περὶ τῆς μητρὸς τῶν θεῶν. τῆς αὐτῆς δὲ διανοίας καὶ τὸ τὰς πόλεις ὑπὸ τοῖς λέγειν ἐπισταμένοις ποιεῖν καὶ παῦσαι τοὺς βαρβάρους τῶν ἐθνῶν κυβερνήτας, οἳ γράφοντες μὲν σὺν τάχει, νοῦν δὲ οὐκ ἔχοντες ἀνέτρεπον τὰ σκάφη. ὁ δὲ τοὺς πεπληρωμένους ποιητῶν τε καὶ λογοποιῶν καὶ παρʼ ὧν ἦν εἰδέναι, τίς ἄρχοντος ἀρετή, τούτους παρεωσμένους ὁρῶν ἔδωκε τοῖς ἔθνεσι. τοιγαροῦν ἕκαστος αὐτὸν ἐπὶ Συρίας ἐλαύνοντα λόγῳ περὶ τοὺς ὅρους ἐδέχετο, δώρῳ πολὺ βελτίονι συῶν τε καὶ ὀρνίθων καὶ ἐλάφων, ἃ σιγῇ τοῖς βασιλεῦσιν ἤγετο, τότε δὲ ἀντὶ τούτων οἱ λόγοι. καὶ διεδέχοντο τὴν παραπομπὴν ἄρχοντες ῥήτορες. ὧν ὁ τῆς Κιλικίας, ἐμὸς μὲν ὁμιλητής, ἐκείνῳ δὲ φίλτατος, τεθυκότι τε καὶ παρεστηκότι τῷ βωμῷ τὸν ἔπαινον διῆλθε. καὶ ἱδρὼς ἀφʼ ἑκατέρου πολὺς ἔρρει, τοῦ μὲν ὁ τοῦ λέγοντος, τοῦ δὲ ὁ τοῦ τὸν λέγοντα φιλοῦντος.

Ἀπὸ τούτων πολὺς αὖθις ὁ λειμὼν τῆς σοφίας. καὶ αἱ τῶν τιμῶν ἐλπίδες ἐπὶ τὴν τῶν λόγων μεθειστήκεσαν κτῆσιν, καὶ τοῖς σοφισταῖς τὰ πράγματα βελτίω τῶν μὲν ἀπʼ αὐτῶν τοῦ μανθάνειν ἀρχομένων, τῶν δὲ ὀψὲ παρʼ αὐτοὺς μεταχωρούντων πώγωνας ἐκεῖσε φερόντων καὶ τὸ τῶν δακτύλων ἔργον. οὕτως αὖθις παρεσκεύασε τὰ τῶν Μουσῶν χλοῆσαι καὶ τὰ ὡς ἀληθῶς ἄριστα κάλλιστα νομισθῆναι καὶ μὴ τὰ τοῖς δούλοις προσήκοντα τῶν τοῖς ἐλευθέροις πρεπόντων δύνασθαι πλεῖον.

Καίτοι τί μεῖζον εἴποι τις ἂν τοῦ θεούς τε καὶ θεῶν δῶρον τὸ μέγιστον, τοὺς λόγους, ἐκ τῆς ἐσχάτης ἀτιμίας εἰς τὸ τιμᾶσθαι προαγαγεῖν παρέχοντα μὲν αὑτὸν διὰ πάσης τῆς πορείας σοφισταῖς, ἐκτρεπόμενον δὲ τῆς εὐθείας ὁδοῦ κατὰ θέαν ἱερῶν, ἐνεγκόντα δὲ ῥᾳδίως καὶ μῆκος ὁδοῦ καὶ χαλεπότητα καὶ θάλπος. οὗ δὴ καὶ μέγαν τῆς εὐσεβείας τὸν μισθὸν ἠνέγκατο γνοὺς παρὰ τῶν αὐτόθι δαιμόνων, ὅτι τε ἐπιβουλεύοιτο καὶ ἥτις ἡ σωτηρία. διὰ τοῦτο τῆς πορείας τὸν ῥυθμὸν μεθαρμόσας θᾶττον ἢ πρόσθεν ἐχώρει καὶ διέφευγε τὴν ἐνέδραν.

Καὶ ἐπιβὰς Συρίας χρέα τε λύσας ταῖς πόλεσι καὶ φανεὶς ἐν τεμένεσι καὶ λαλῶν βουλευταῖς πρὸς ἕδεσιν ὥρμησε μὲν εὐθὺς ἐπὶ τὴν Περσῶν τιμωρίαν καὶ οὐκ ἠξίου μέλλειν οὐδʼ ἐν τῇ καθέδρᾳ τὴν ὥραν ἀναλοῦν, ὁπλιτῶν δὲ καὶ ἵππων ἀπειρηκότων καὶ μικρὰν αἰτούντων ἀναβολὴν ἄκων μέν, ὡς ἂν ἐν τῇ ψυχῇ τοῦ θυμοῦ ζέοντος, εἶξε δὲ ὅμως ταῖς ἀνάγκαις τοσοῦτον ἐπιφθεγξάμενος, ὡς ἔσται τις ὁ σκῶμμα ἐπʼ αὐτὸν ἀφήσων, ὡς ὄντως εἴη τοῦ προτέρου συγγενής.

Σκοπῶμεν δὴ κἀν τῇ καθέδρᾳ τὸν βασιλέα καὶ εἰ καιρὸς ἅπας εἶχε πράξεις ἐγκωμίων ἀξίας.

Ἧκεν αὐτῷ γράμματα Περσικὰ δέξασθαι δεόμενα πρεσβείαν καὶ λόγῳ τὰ διάφορα τεμεῖν. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπηδῶμεν, ἐκροτοῦμεν, ἐβοῶμεν δέχεσθαι, ὁ δὲ ῥίψαι κελεύσας ἀτίμως τὴν ἐπιστολὴν πάντων ἔφη δεινότατον εἶναι κεῖσθαι μὲν τὰς πόλεις, αὐτοὺς δὲ διαλέγεσθαι καὶ ἀντεπέστειλέ γε μηδὲν δεῖν πρέσβεων αὐτοῦ τάχιστα ἐκεῖνον ὀψομένου. οὐκοῦν τοῦτο ἦν νίκη πρὸ συμβολῆς καὶ πρὸ μάχης τρόπαιον, ὃ συμβαῖνον ἴσμεν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὅταν τῷ πολὺ διαφέροντι φανῆναι μόνον ἀρκῇ. καὶ τὸ μὲν ἤδη τοῦ βασιλέως παρόντος ἐκεῖνον τοῦτο παθεῖν οὐ σφόδρα ἄν τις θαυμάσειε, καίτοι καὶ τοῦτο θαυμαστὸν τρέμειν τὸν εἰωθότα φοβεῖν, τὸ δὲ Κωνσταντίου μὲν γεγυμνωκότος τήνδε τὴν χώραν ὅπλων, Ἰουλιανοῦ δὲ τἀκείνου μὲν λαβόντος, ἔτι δὲ τῶν τῇδε ἀπόντος ἤδη μηδένα Πέρσην μηδεμιᾷ πόλει προσβαλεῖν, ἀλλʼ ἀπὸ ψιλῆς τῆς προσηγορίας ἠρεμεῖν πῶς οὐ πάντα ἀποκρύπτει θαύματα;

Καὶ ταυτὶ μὲν ἔγνω περὶ τῆς πρεσβείας ὅπλων, οὐ λόγων δεῖσθαι τὰ πεπραγμένα, τῶν δʼ αὖ στρατιωτῶν, οὓς μὲν ἐκέκτητο πρότερον, πάντα ἔχειν ἡγεῖτο καλῶς, καὶ γὰρ τὰ σώματα ἔρρωντο καὶ ταῖς μάχαις ἔχαιρον καὶ τὰ ὅπλα αὐτοῖς τέχνης οὐ φαύλης καὶ θεοὺς καλοῦντες ἐμάχοντο, οὓς δʼ αὖ προσειλήφει, καλοὺς μὲν ἑώρα καὶ μεγάλους καὶ ὅπλα ἐπίχρυσα φέροντας, τῷ δὲ πεφευγέναι τοὺς πολεμίους πολλάκις πάσχοντας πρὸς τὴν θέαν τῶν Περσῶν, ὅπερ ἐν ὄρεσιν Ὅμηρος ἄνθρωπον ἔφη πρὸς δράκοντα, ἤ, εἰ βούλει γε, ὅπερ ἔλαφοι πρὸς κύνας. νομίσας οὖν αὐτοῖς βλάπτεσθαι τὰς ψυχὰς οὐχ ἡγεμόνων φαυλότητι μόνον, ἀλλὰ καὶ τῷ θεῶν ἄνευ πολεμεῖν μῆνας ἐννέα ταύτην αὐτοῖς ἐκάθητο προξενῶν τὴν ῥοπήν, νομίζων καὶ πλῆθος σωμάτων καὶ σιδήρου κράτος καὶ ἀσπίδων ἰσχὺν καὶ πάνθʼ ἁπλῶς φλυαρίαν εἶναι θεῶν οὐ συμπολεμούντων. ὅπως οὖν συμπολεμοῖεν, ἐποίει πείθων τὴν ἁψομένην δόρατος δεξιὰν ἅπτεσθαι καὶ σπονδῆς καὶ λιβανωτοῦ, ὥστʼ ἔχειν βελῶν φερομένων εὔχεσθαι τοῖς ταῦτα δυναμένοις κωλύειν. οὐκ ἀρκούντων δὲ τῶν λόγων χρυσὸς καὶ ἄργυρος συνέπραττεν εἰς πειθώ, καὶ διὰ κέρδους μικροῦ μεῖζον εἶχε κέρδος ὁ στρατιώτης, διὰ χρυσίου φιλίαν θεῶν πολέμου κυρίων. οὐ γὰρ ᾤετο δεῖν ὁ βασιλεὺς Σκύθας καλεῖν εἰς ἐπικουρίαν οὐδὲ ὄχλον ἀθροίζειν βλάψοντα τῷ πλήθει καὶ πολλὰς ἐμποιήσοντα τὰς ἀπορίας, ἀλλὰ τὴν πολὺ βαρυτέραν χεῖρα τὴν τῶν κρειττόνων. τούτους γὰρ ἐδίδου τοῖς θύουσι συμμάχους, τὸν Ἄρη, τὴν Ἔριν, τὴν Ἐνυώ, τὸν Δεῖμον, τὸν Φόβον, ὧν τὰ νεύματα ποιεῖ τροπάς· ὥστʼ εἴ τις αὐτὸν φαίη βάλλειν Πέρσας καὶ τιτρώσκειν ἐπʼ Ὀρόντῃ διατρίβοντα, μετʼ ἀληθείας ἂν λέγοι.

Περὶ ταύτην τὴν σπουδὴν οὐκ ἀρνοῦμαι πλοῦτον ἀνηλῶσθαι μέγαν, καλλίων δὲ ἄρα ἥδε ἡ δαπάνη τῆς περὶ τὰ θέατρα καὶ τοὺς ἡνιόχους καὶ ὅσοι τεταριχευμένοις ἀπαντῶσι θηρίοις. ὧν οὐδὲν ἐπεσπάσατο τὸν ἄνδρα τοῦτον, ὅς γε καὶ καθιζούσης αὐτὸν ἀνάγκης ἐν ἱπποδρόμῳ πρὸς ἄλλοις εἶχε τὰ ὄμματα τιμῶν ὁμοῦ τήν τε ἡμέραν καὶ τὰ αὑτοῦ, τὴν μὲν τῷ παρεῖναι, τὰ δὲ τῷ μένειν ἐπʼ αὐτῶν. οὐδεμία γὰρ ἔρις οὐδὲ ἅμιλλα οὐδὲ κραυγὴ τὴν γνώμην μετέστησεν ἀπὸ τῶν φροντισμάτων, ἐπεὶ καὶ ἑστιῶν ὄχλον σύμμικτον κατὰ τὸν νόμον πίνειν ἄλλοις ἐπιτρέπων αὐτὸς λόγους ἀνεμίγνυ τῷ πότῳ τοσοῦτον τῆς θοίνης μετέχων, ὅσον μὴ δοκεῖν ἀπεσχῆσθαι. τίς γὰρ οὕτω πώποτε γαστρὸς ἐκράτησε τῶν ἐν οἰκήματι μικρῷ φιλοσοφούντων; τίς οὕτως ἄλλοτε ἄλλων ἀπέστη σιτίων ἄλλοτε ἄλλον θεραπεύων θεόν, τὸν Πᾶνα, τὸν Ἑρμῆν, τὴν Ἑκάτην, τὴν Ἴσιν, τῶν λοιπῶν ἕκαστον; τίς οὕτω πολλὰς ἀσιτίας μεθʼ ἡδονῆς ἤνεγκε θεοῖς συνών; ὁ γὰρ δὴ τῶν ποιητῶν λόγος ἔργον ἦν, καί τις αὐτοῦ τῆς κόμης ἥψατο τῶν ἐξ οὐρανοῦ καταβάντων καὶ εἰπών τι καὶ ἀκούσας ᾤχετο. καὶ τὰς μὲν ἄλλας συνουσίας μακρὸν ἂν εἴη λέγειν, ἀλλʼ εἰς τὸ Κάσσιον ὄρος παρὰ τὸν Κάσσιον ἀναβὰς Δία μεσημβρίας σταθερᾶς εἶδέ τε τὸν θεὸν καὶ ἰδὼν ἀνέστη καὶ συμβουλὴν ἐδέξατο, διʼ ἧς πάλιν διαφεύγει λόχον. εἰ μὲν οὖν οἷόν τʼ ἦν ἄνθρωπον οὐρανοῦ κοινωνῆσαι θεοῖς, μετʼ ἐκείνων ἂν ἦν αὐτῷ τῆς αὑτῶν μεταδιδόντων χώρας, τοῦ σώματος δὲ ταῦτα οὐκ ἐῶντος αὐτοὶ παρʼ ἐκεῖνον ᾔεσαν διδάσκαλοι τοῦ τί δεῖ ποιεῖν καὶ τί μὴ ποιεῖν γιγνόμενοι. τῷ μὲν γὰρ Ἀγαμέμνονι Νέστωρ σύμβουλος ἦν ὁ Πύλιος, πάνυ μὲν γέρων, ἄνθρωπος δέ γε· τούτῳ δὲ ἀνθρώπων οὐδενὸς πρὸς ταῦτα ἔδει, πάντων γὰρ ἦν ἀνθρώπων ἐν βουλαῖς ὀξύτατος, παρὰ δὲ τῶν ἅπαντα εἰδότων ἦσαν αἱ παραινέσεις.

Τοιούτοις μὲν σωτῆρσιν ἐφυλάττετο καὶ τὰ πολλὰ συνῆν, νήφων δὲ συνεχῶς καὶ τὴν γαστέρα οὐ βαρύνων τοῖς περιττοῖς τούτοις φορτίοις, ὥσπερ πτηνός, διὰ τῶν πραγμάτων ἤρχετο πρεσβείαις ἀποκρινόμενος συχναῖς ἐπὶ μιᾶς ἡμέρας, πόλεσιν ἐπιστέλλων, στρατοπέδων ἄρχουσι, πόλεων ἄρχουσι, φίλοις ἀποδημοῦσι, φίλοις ἐπιδημοῦσιν, ἀκούων ἐπιστολῶν, δοκιμάζων αἰτήσεις, βραδείας ἀποφαίνων χεῖρας ὑπογραφέων τῷ τάχει τῆς γλώττης. μόνος δὲ ἐκεῖνος τριῶν ἔργων εἰργάσατο σύνοδον, ἀκοῆς, λόγου, γραφῆς· τῷ μὲν γὰρ ἀναγινώσκοντι τὰ ὦτα παρεῖχε, τῷ γράφοντι δὲ τὴν φωνήν, τοῖς δὲ αὐτοῦ ζητοῦσι γράμματα τὴν δεξιάν, καὶ τὸ μηδὲν ἁμαρτεῖν πανταχοῦ προσῆν. τὸ μὲν οὖν ἀναπαύεσθαι τῶν διακόνων ἦν, αὐτοῦ δὲ ἐπʼ ἔργον ἀπʼ ἔργου μεταπηδᾶν. ὁπότε γὰρ λήξειε τοῦ διοικεῖν, ἀριστήσας ὅσον παρεῖχε ζῆν, οὐκ ἐλείπετο τῶν τεττίγων, ἀλλʼ ἀφιεὶς αὑτὸν ἐπὶ τοὺς σωροὺς τῶν βιβλίων ᾖδεν, ἕως αὐτὸν πάλιν ἐκάλει δείλης ἡ πρόνοια τῶν ὅλων, καὶ τὸ δεῖπνον μᾶλλον τῆς προτέρας τραπέζης κεκολασμένον καὶ ὕπνος ὃς ἂν ἐκ τοσούτου γένοιτο μέτρου σιτίων, καὶ πάλιν ὑπογραφεῖς ἕτεροι τὴν ἡμέραν ἐπʼ εὐνῆς ἀνηλωκότες. τοῖς μὲν γὰρ διακόνοις διαδοχῆς ἔδει καὶ παρʼ ἀλλήλων εἶχον τὰς ἀναπαύσεις· ὁ δὲ εἴδη μὲν πόνων ἤμειβε, πάντα δὲ ἐπόνει μόνος τὰς Πρωτέως μεταβολὰς ἐν τοῖς πραττομένοις παριών, ὁ αὐτὸς ἱερεύς, λογογράφος, μάντις, δικαστής, στρατιώτης, διὰ πάντων σωτήρ. ἔσειε μὲν ὁ Ποσειδῶν τὴν μεγάλην ἐν Θρᾴκῃ πόλιν, ἀγγελίαι δὲ ἐφοίτων, ὡς, εἰ μή τις διαλλάξει τὸν θεόν, περιέσται τῆς πόλεως τὸ κακόν· ὁ δὲ ὡς ἤκουσε στὰς ἐν μέσῳ τῷ κήπῳ καὶ τῷ σώματι δεχόμενος τὸν ὄμβρον τῶν ἄλλων ὑπὸ ταῖς ὀροφαῖς ὄντων τε καὶ ὁρώντων καὶ ἐκπληττομένων διακαρτερήσας ὁ δαιμόνιος εἰς δείλην ὀψίαν τὸν μὲν θεὸν ἐπράϋνε, τὸν δὲ κίνδυνον ἔλυσε, καὶ μετʼ ἐκείνην ἰόντες ἐμήνυον λογιζομένῳ τὴν ἡμέραν ᾗ ἔληξε τὸ κινοῦν, καὶ οὐδὲ αὐτοῦ τῷ σώματι λυπηρὸν οὐδὲν ὁ ὄμβρος ἐνέβαλε. τοῦ χειμῶνος δὲ τὰς νύκτας ἐκτείνοντος ἄνευ πολλῶν καὶ καλῶν ἑτέρων λόγων ἐπιθέμενος ταῖς βίβλοις αἳ τὸν ἐκ Παλαιστίνης ἄνθρωπον θεόν τε καὶ θεοῦ παῖδα ποιοῦσι, μάχῃ τε μακρᾷ καὶ ἐλέγχων ἰσχύι γέλωτα ἀποφήνας καὶ φλήναφον τὰ τιμώμενα σοφώτερος ἐν τοῖς αὐτοῖς δέδεικτο τοῦ Τυρίου γέροντος. ἵλεως δὲ οὗτος ὁ Τύριος εἴη καὶ δέχοιτό γε εὐμενῶς τὸ ῥηθέν, ὡς ἂν υἱέος ἡττώμενος.

Ταυτὶ τοῦ μήκους τῶν νυκτῶν ἀπολέλαυκεν ἡμῖν ὁ βασιλεύς· ἑτέροις δὲ ἐν ταῖς τηλικαύταις τῶν Ἀφροδίτης ἐμέλησεν. ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ ζητεῖν, εἴ τῳ θυγάτηρ ἢ γυνὴ καλή, ὥστʼ εἰ μὴ θεσμῷ γάμων ἐζεύχθη παρὰ τῆς Ἥρας, ἐτελεύτα ἂν λόγῳ μόνον τὰς ἀνθρώπων ἐπιστάμενος μίξεις. νῦν δὲ τὴν μὲν γυναῖκα ἐπένθησεν, ἑτέρας δὲ οὔτε πρότερον οὔθʼ ὕστερον ἥψατο φύσει τε δυνάμενος σωφρονεῖν καὶ τῆς ἐν ταῖς μαντείαις διατριβῆς συμπαρακαλούσης. ἐν αἷς διῆγε μάντεών τε τοῖς ἀρίστοις χρώμενος αὐτός τε ὢν οὐδενὸς ἐν τῇ τέχνῃ δεύτερος, ὥστε μηδʼ ἐξεῖναι τοῖς μάντεσι παρακρούεσθαι συνεξεταζόντων τὰ δεικνύμενα τῶν ὀφθαλμῶν ἐκείνου. καί που καὶ τῶν ἓν τοῦτο ἐπισταμένων ἀπῆλθε κρατῶν, οὕτως εὐρεῖά τε καὶ πάμφορος ἡ ψυχὴ τῷ βασιλεῖ, καὶ τὰ μὲν εὕρισκε τῇ φρονήσει, περὶ δὲ τῶν ἀνεκοινοῦτο τοῖς κρείττοσιν. ἐντεῦθεν οἷς τε οὐκ ἐδόκει δώσειν ἀρχὰς ἔδωκεν οἷς τε ἐνομίζετο δώσειν, οὐκ ἔδωκε, ψήφῳ θεῶν καὶ διδοὺς καὶ μὴ διδούς.

Ἀλλὰ μὴν ὡς γνήσιος ἦν κηδεμὼν τῆς ἀρχῆς καὶ ὡς τἀκείνης ἦγε πρὸ τῶν ἑαυτοῦ, πολλαχόθεν μὲν δεδήλωται, σαφέστερον δʼ ἂν ὡδὶ γένοιτο. παρακαλούμενος γὰρ ἐπὶ γάμον παρὰ τῶν ἐπιτηδείων, ὅπως παῖδας φυτεύσειε κληρονόμους τῆς ἀρχῆς, τοῦτʼ αὐτὸ δεδιὼς ἔφη μέλλειν, μὴ κακοὶ φύντες νόμῳ παραλαβόντες διαφθείρωσι τὰ πράγματα τὸ τοῦ Φαέθοντος παθόντες. οὕτω τὴν ἀπαιδίαν τὴν αὑτοῦ τῆς εἰς τὰς πόλεις λύμης κουφότερον ἔκρινεν.

Οὐ τοίνυν οὐδὲ τὸν περὶ τὰς δίκας πόνον ὡς ἂν εἰς τοσαῦτα μέρη τὴν ψυχὴν διανέμων ἔφευγεν, ἀλλὰ καὶ τοῖς δικάσαι δεινοτάτοις καὶ πάντων ἀδωροτάτοις ὑπάρχοις ἔχων ἀφεῖναι τὸν περὶ ταῦτα μόχθον ὅμως ἕνα καὶ αὑτὸν τῶν δικαζόντων ἀπέφηνε καὶ πρὸς τὸν ἆθλον ἀπέδυ, πλὴν εἴ τις ἐπιλαμβάνοιτο τοῦ ῥήματος φάσκων οὐκ ἆθλον, ἀλλὰ καὶ ῥᾳστώνην αὐτῷ καὶ παιδιὰν γενέσθαι τὰς δίκας. οὕτως ἀπεκρούετο μὲν εὐχερῶς τῶν συνηγόρων τὰς ἀπάτας, τὸ δὲ ἐν ἑκάστῳ δίκαιον ἀμυθήτῳ τάχει τῆς γνώμης ᾕρει λόγοις λόγους κρίνων ἀληθέσι ψευδεῖς καὶ νόμοις νικῶν σοφίσματα. καὶ οὐ τοῖς μὲν πλουτοῦσιν ἠναντιοῦτο καὶ δίκαια λέγουσι, μετὰ δὲ τῶν πενομένων καὶ ἀναισχυντούντων ἦν, ὡς ἄν τις τοῖς μὲν φθονῶν τῆς τύχης, πρὸς δὲ τοὺς ἐλέῳ καιρὸν οὐκ ἔχοντι χρώμενος, ἀλλʼ ἀφιστὰς τὴν γνώμην τῶν ἀγωνιζομένων τῇ φύσει τῶν πραγμάτων προσῆγε τὴν κρίσιν, ὥστʼ ἀπῆλθέ ποτε καὶ πλούσιος νενικηκὼς καὶ πένης ἡττημένος. καὶ εἶχε μέν, εἴπερ ἐβούλετο, παραβαίνειν τοὺς νόμους καὶ οὐκ ἔμελλεν εἰς δικαστήριον εἰσαχθεὶς δώσειν δίκην, οὕτω δὲ ἀκριβέστερον τῶν σμικροτάτων δικαστῶν ᾤετο δεῖν τοῖς κειμένοις ἐπὶ τῶν κρίσεων ἐμμένειν, ὥστέ τινος τῶν διὰ τὴν ἄλλην ἀδικίαν ὑπʼ αὐτοῦ μισουμένων γράμμασι πεπλασμένοις βιαζομένου τὸ δίκαιον ᾔσθετο μέν, τοῦ δὲ ἀδικουμένου γράφεσθαι τὸ γράμμα οὐκ ἔχοντος ἔκρινε τὸν ἀδικοῦντα νικᾶν ἐπειπών, ὡς οὐκ ἀγνοήσειε μὲν τὴν κακοτεχνίαν, ἡσυχάζοντος δὲ τοῦ βεβλαμμένου τῷ νόμῳ δουλεύων διδοίη τὴν ψῆφον τῷ κεκακουργηκότι. ὥστε μετὰ μείζονος ἀπῄει λύπης ὁ νενικηκὼς τοῦ νενικημένου, ὁ μὲν εἰς γῆν, ὁ δὲ εἰς δόξαν ζημιωθείς. οὕτως εὗρε μήτε τὸν νόμον κινῆσαι καὶ τὸν ἀδικοῦντα κολάσαι. ἀνεῳγμένου δὲ τοῦ βασιλέως δικαστηρίου καὶ πᾶσιν οὔσης ἐξουσίας ἐκεῖσε καταφυγεῖν πάντες ὅσοι διʼ ἰσχύος ἀδίκου τὰ τῶν ἀσθενεστέρων εἶχον, οἱ μὲν ἀναιδῶς ἁρπάσαντες, οἱ δὲ ἐν πράσεως σχήματι, οἱ μὲν ἐγκαλοῦσιν, οἱ δὲ καὶ σιωπῶσιν ἀποδώσοντες προσῄεσαν φθάνοντες τὰς κρίσεις τῷ φόβῳ, καὶ δικαστὴς ἦν αὐτὸς αὑτῷ τῶν ἠδικηκότων ἕκαστος. ὥσθʼ ὅπερ ἐφʼ Ἡρακλέους γενέσθαι φασὶ τοὺς ὅπου δὴ γῆς ἢ θαλάττης πάσχοντας κακῶς ἐκεῖνον καὶ ἀπόντα καλεῖν καὶ τοὔνομα πρὸς ἐπικουρίαν ἀρκεῖν, τοῦτο καὶ τὴν τοῦδε προσηγορίαν δεδυνημένην ἴσμεν. καὶ πόλεις καὶ κῶμαι καὶ ἀγοραὶ καὶ οἰκίαι καὶ ἤπειροι καὶ νῆσοι καὶ νέοι καὶ γέροντες καὶ ἄνδρες καὶ γυναῖκες τῷ τὸν δεῖνα βασιλεύειν λέγειν τοὺς λυποῦντας ἀπεωθοῦντο, καὶ χεῖρα πρὸς πληγὴν ἕτοιμον τὸ ῥῆμα τοῦτο συνέστειλε πολλάκις. ἐδέξατο δὴ τὸ δικαστήριον ἐκεῖνο καὶ πόλεις ὑπὲρ πρωτείων ἀμφισβητούσας, αἳ τῶν ἐν Συρίᾳ μετὰ τὴν ἡμετέραν μέγισται, κάλλος δὲ θατέρᾳ πλέον ἅτε καὶ τὴν θάλατταν καρπουμένῃ. λόγων δὲ μακρῶν εἰρημένων καὶ τῶν μὲν ἄλλα τε διεξελθόντων ἃ τῆς ὥρας ἦν καὶ πολίτου τινὸς σοφίαν, τῶν δὲ ἐν μεσογείᾳ ξένου τε καὶ πολίτου, τοῦ μὲν ταύτην προκρίναντος ἐμφιλοσοφεῖν, τοῦ δὲ ἐκεῖνόν τε καὶ τοὺς ἀκολουθοῦντας ἐκείνῳ πανταχόθεν ἀσμένως δεξαμένου, τὴν μὲν τῶν λίθων αὐγὴν χαίρειν ἀμφοτέροις ἀφείς, τοὺς ἄνδρας δὲ ἀλλήλοις παραθεὶς προτέραν ἐποίησε τῇ τιμῇ τὴν τούτοις κρατοῦσαν. ταυτὶ δὲ ψηφισάμενος ἆρʼ οὐ πρὸς ἀρετὴν παρεκάλει τὰς πόλεις ἀμελήσας τοῦ τῶν ἀψύχων κάλλους, ὡς οὐ δυναμένου φέρειν παρὰ κριτῇ σπουδαίῳ πλεονεξίαν;

Ἄρτι μὲν οὖν τῆς ἐν τοῖς ἱεροῖς ἐμεμνήμην κοινότητος, νῦν δὲ ἔχω τι μεῖζον εἰπεῖν, ὅτι καὶ δικάζων πλείστῳ τούτῳ πρός τε τοὺς ῥήτορας καὶ πρὸς ἐκείνους ὧν οἱ ῥήτορες προέκαμνον, ἐχρῆτο διδοὺς ἐξουσίαν καὶ βοῆς ἀμετρίᾳ καὶ χειρὸς ἀνασείσει καὶ πᾶσι σχήμασι καὶ τοῖς εἰς ἀλλήλους σκώμμασι καὶ οἷς ὅλως ἑκάτεροι κρατήσειν ἐπίστευον. καὶ πολὺ πρὸς ἕκαστον, ὦ ἑταῖρε. τουτὶ μὲν καὶ πρὸς ἅπαντας, οὐ μόνον πρὸς ῥήτορας νῦν δὴ πρῶτον ἀρχομένοις ὑπὸ τοῦ κρατοῦντος δοθὲν ῥῆμα ἴυγγος δυνατώτερον εἰς εὔνοιαν. οὐ γὰρ τοὺς φόβους καὶ τὰς σιγὰς καὶ τὸ εἴσω τὴν χεῖρα ἔχειν καὶ τὸ κύπτειν εἰς γῆν καὶ τὸ βλέπειν εἰς τὸ ὑπόδημα μᾶλλον ἢ τὸ πρόσωπον καὶ τὸ δούλους ἀντʼ ἐλευθέρων ὁρᾶσθαι κἀν τοῖς λεγομένοις κἀν τοῖς πραττομένοις, οὐ ταῦτα ἡγεῖτο τὴν βασιλείαν αὔξειν, ἀλλὰ τὸ μηδένα τῶν ἐκείνῳ συγγινομένων μὴ αὐτὸν ἔχειν μᾶλλον ἢ ʼκεῖνα θαυμάσαι. ἐπεὶ καὶ τὴν ἁλουργῆ χλαμύδα φέρων, ἣν οὐκ ἦν βασιλεύοντα μὴ φορεῖν, ὡς οὐδὲν τῶν ἄλλων διαφέρουσαν ἔφερεν. οὔκουν αὑτὸν περιεσκόπει φορῶν οὐδὲ ἐβασάνιζε βαφὴν οὐδὲ βελτίω λαβὼν ἡγεῖτο γεγονέναι βελτίων οὐδὲ τὴν ἀρίστην ἄριστος, οὐδὲ τῇ τῆς χρόας ὑπερβολῇ τῆς ἀρχῆς τὴν εὐδαιμονίαν ἐμέτρει, ἀλλʼ ἐκεῖνο μὲν ἠφίει βαφεῦσι καὶ ὑφάνταις ὅ τι βούλοιντο δρᾶν, αὐτὸς δὲ ἐν τῇ τῆς φρονήσεως φορᾷ καὶ τῇ τῶν πόλεων ἐκεῖθεν ὠφελείᾳ ὑψηλήν τε ᾤετο τὴν βασιλείαν ποιεῖν καὶ διὰ τούτων εἶναι λαμπρότερος. ἔμεινε δὲ καὶ ὁ χρυσὸς περὶ τῇ κεφαλῇ θεῶν οὕτω γνόντων· διʼ ὅ, θεῶν, οἶμαι, καὶ τοῦτο εἰδέναι. ὡς ἐκεῖνός γε οὐκ ὀλιγάκις ὥρμησεν ἄχρυσον ποιῆσαι τὴν κεφαλήν, ἀλλʼ ἦν ἀμείνων ὁ κωλύων.

Ὁ χρυσὸς δὲ οὗτος ἀνέμνησέ με χρυσῶν στεφάνων οὓς αἱ μὲν πόλεις ἔπεμπον διὰ πρέσβεων ἀλλήλας ὑπερβάλλουσαι τῷ σταθμῷ, χιλίων οὗτος στατήρων, δισχιλίων δὲ ἐκεῖνος, τούτων ὁ παρʼ ἑτέρων ἕλκων πλέον. ὁ δὲ ἐπιτιμήσας τῷ μεγέθει σαφῶς εἰδώς, ὡς οὐκ ἄνευ πόνου τὰ τοιαῦτα συλλέγοιτο, νομοθετεῖ τὸν στέφανον ἀπὸ στατήρων ἑβδομήκοντα φοιτᾶν τὴν μὲν τιμὴν ἴσην νομίζων ἑκάτερον δύνασθαι, φιλοχρημάτου δὲ εἶναι κέρδη ζητεῖν ἐν τιμῶν σχήματι. καὶ τούτους οἱ κομίζοντες τοὺς νόμους καὶ πολλὰ ἕτερα γράμματα τὰ μὲν οὐ χείρω, τὰ δὲ καὶ βελτίω τοσοῦτον ἀπεῖχον τοῦ μισθὸν ἐπὶ τοιούτοις αἰτεῖν, ὥσθʼ ἑκόντων διδόντων οὐ προσίεντο· τοσοῦτος ἐπῆν κίνδυνος τοῖς οὐ καλοῖς λήμμασι, καὶ ἦν δῆλον, ὡς εἰληφότι λαθεῖν τε οὐκ ἔσται καὶ δοῦναι δίκην ἀνάγκη. οὕτως ἀγαθοῦ βασιλέως οὐ κατῃσχύνετο δόξα τῇ τῶν ὑπηρετούντων κακίᾳ.

Καὶ ὁ μὲν ἐν τούτοις ἦν, βοὴ δὲ ἐξαίφνης ἐν ἱπποδρόμῳ δήμου πεινῶντος, ὡς τῆς μὲν γῆς ὑπὸ τῶν ἀέρων ἠδικημένης, τῆς πόλεως δὲ ὑπὸ τῶν εὐπόρων οὐ φερόντων εἰς μέσον χρονίου συλλογῆς θησαυρούς, ἀλλὰ τοῦ σίτου τὰς τιμὰς συνιστάντων. συγκαλέσας δὴ γεωργοὺς καὶ χειροτέχνας καὶ καπήλους καὶ πάντων ἁπλῶς τιμητὰς ὠνίων ἀναγκάσας νόμῳ σωφρονεῖν καὶ πρῶτος αὐτὸς ἀκολουθήσας τῷ νόμῳ τοὺς αὑτοῦ πυροὺς εἰς ἀγορὰν ἐνεγκών, ἐπειδὴ τῷ νόμῳ μαχομένην ᾔσθετο τὴν βουλὴν καὶ τοῖς μὲν αὐτοῦ χρωμένην, τὰ δὲ αὑτῆς κατακρύπτουσαν, οἴεταί τις ἀκοῦσαι τῶν οὐκ ἐπισταμένων τὰ τότε δόρυ καὶ ξίφος καὶ πῦρ καὶ θάλατταν, ταῦτα γὰρ ὀφείλειν δοκοῦσιν οἱ τῶν ὑπηκόων πολεμοῦντες βασιλεῖ, καὶ γὰρ οὗτος ἄνευ ὅπλων πόλεμος ἐξεπίτηδες ἀπειθεῖν καὶ παρὸν συνᾴδειν διαφωνεῖν καὶ ἃ κυροῦν ἐκεῖνος ἐσπούδακε, πάσῃ τῇ τέχνῃ ποιεῖν ἄκυρα. τὸ μὲν οὖν τῆς ἀρχῆς δίκαιον καὶ ταῦτα εἰσηγεῖτο καὶ τούτων χαλεπώτερα, καὶ πάντως ἂν ἄλλος σκηπτοῦ δίκην ἐπὶ τοὺς ὑβρικότας ἠνέχθη, ὁ δὲ πανταχοῦ τε τὸν θυμὸν ἀνέχων καὶ τότε δὴ διαφερόντως νενικηκὼς τὰς μὲν προσηκούσας τιμωρίας ἀφῆκε, δεσμωτηρίου δὲ ὀνόματι μᾶλλον ἢ δεσμῷ τὴν δίκην ἐπράξατο. οὔκουν εἴσω θυρῶν ἐγένετο τῶν πολιτευομένων οὐδείς. ἀλλʼ οὐδὲ νὺξ ἐπεγένετο τῷ βραχεῖ τούτῳ καὶ κούφῳ, ἀλλʼ ὀλίγον τὸ μέσον ἑκατέρων τῶν διακόνων, ὧν οἱ μὲν ἦγον ἐκεῖσε, οἱ δὲ ἀπήλλαττον. καὶ οἱ μὲν ἐδείπνουν τε καὶ ἐκάθευδον, ὁ δὲ οὐδέτερον. οἱ μὲν γὰρ οἷς οὐκ ἐπεπόνθεσαν ἔχαιρον, ὁ δὲ οἷς ἐπεπόνθεσαν ἤλγει καὶ τοῦτο ἔφη μέγιστον ἠδικῆσθαι παρὰ τῆς πόλεως τὸ τοιαύτην δίκην ἀναγκασθῆναι λαβεῖν. οὕτω τοῦτο καίτοι σμικρότατον ὂν μέγιστόν τε ἡγεῖτο καὶ τοὺς αὑτοῦ τρόπους ἐκβαίνειν καὶ οὐκ ἀνέμεινε τῶν φίλων τινὰ μέμψασθαι τὸ πεπραγμένον, ἀλλʼ αὐτὸς ᾐτιᾶτο τὸ ἔργον, οὐχ ὡς εἰς ἀναμαρτήτους, οἶμαι, γεγενημένον, ἀλλʼ ὡς αὐτῷ προσῆκον μηδʼ ἐπʼ ἀδικήμασιν εἴς γε βουλὴν τῶν τοιούτων τι ποιεῖν.

Μικρὸν γοῦν ὕστερον ἑτέρων τῇ πόλει μειζόνων τετολμημένων, καὶ γὰρ εἰ περὶ πατρίδος οἱ λόγοι, τῆς γε ἀληθείας οὐδὲν πρεσβύτερον, τὰς τῶν δυναστευόντων τιμωρίας ὑπερβὰς ἐπὶ τὴν τοῦ ῥήτορος ἧκε καὶ παρὸν στρεβλῶσαι καὶ ἀποκτεῖναι λόγῳ τὴν πόλιν ἀμύνεται, ταὐτόν, οἶμαι, καὶ πρόσθεν πεποιηκὼς πρὸς ἄνδρα Ῥωμαῖον θρασυνόμενόν τι τοιοῦτον, ἐφʼ ᾧ δικαίως ἄν, εἰ καὶ μηδὲν ἕτερον, ἐξέπεσε τῶν ὄντων. ὁ δὲ τῆς μὲν οὐσίας οὐκ ἀπεστέρησε, βέλει δὲ αὐτὸν ἔβαλεν ἐπιστολῆς. ἀλλʼ ὅμως τὸν οὕτω βραδὺν εἰς φόνον πάλιν ἐβούλευσαν ὁπλῖται δέκα κτεῖναι καὶ μελέτης τῶν τακτικῶν ἀνέμενον ἡμέραν. μέθη δὲ εὖ ποιοῦσα προλαβοῦσα τὸν καιρὸν πάντα ἐξήλεγξε καὶ τὸ τέως λανθάνον ᾔδετο.

Θαυμάζει τις οὖν ἴσως, εἰ πρᾷος καὶ ἥμερος καὶ δίκας τὰς μὲν οὐ λαμβάνων, τὰς δʼ ἐλάττους τῶν τεταγμένων εἶχεν ἀεί τινας ἐν τοῖς ἀρχομένοις δυσμενεῖς. ἐγὼ δὲ τούτου τὴν αἰτίαν ἐν τῇ μνήμῃ τῆς ὀδυνηρᾶς ἐμοὶ τελευτῆς φράσω. νῦν δʼ ἄξιον εἰπεῖν περὶ τῶν συνήθων τῶν ἐκείνου τοσοῦτον, ὅτι τῶν ἐκείνῳ γενομένων συνήθων οἱ μὲν ἦσάν τε ἀγαθοὶ καὶ ἐδόκουν, οἱ δὲ ἐδόκουν μέν, ἦσαν δὲ οὐ τοιοῦτοι. καὶ τοὺς μὲν τῶν πάντων οὐδὲν μετέβαλε, τοὺς δὲ ὁ χρόνος διήλεγξεν. ὡς γὰρ ἐλάβετο τῆς βασιλείας καθαρῶς καὶ κύριος κατέστη τῶν τε θησαυρῶν καὶ τῶν ἄλλων ὅσα τὸν πλοῦτον ποιεῖ τὸν βασιλέως, οἱ μὲν προῖκά τε αὐτῷ συνῆσαν καὶ οὐκ ἐποίουν τὰ αὑτῶν μείζω ταῖς παρʼ ἐκεῖνον εἰσόδοις, ἀλλʼ ἱκανὸν ἡγοῦντο κέρδος φιλεῖν τε καὶ φιλεῖσθαι καὶ τὸν αὑτῶν ἐρώμενον ὁρᾶν ἄρχοντά τε τὴν τηλικαύτην ἀρχὴν καὶ σὺν ἐπιστήμῃ καὶ πολλάκις γε αὐτοῦ κελεύοντος λαμβάνειν καὶ νὴ Δία γε καὶ δεομένου γῆν, ἵππους, οἰκίαν, ἀργύριον, χρυσίον εὐπορεῖν λέγοντες διέφευγον τὰς δόσεις. οἱ βέλτιστοι μὲν οὕτως. οἱ δὲ χρημάτων πάλαι μὲν ἐπιθυμοῦντες, προσποιούμενοι δὲ καταφρονεῖν, καιρὸν δὲ ἀναμένοντες ἐχρῶντο φανέντι καὶ ᾔτουν καὶ λαμβάνοντες ᾔτουν πάλιν καὶ λαβόντες οὐκ ἔληγον, οὐδʼ ἦν ὅ τι αὐτοῖς ἵστη τὴν ἀπληστίαν. ὁ δὲ μεγαλοψυχίᾳ μὲν προΐετο, χρηστοὺς δὲ οὐκέτʼ ἐνόμιζεν. ἀλλʼ ἠπατημένος μὲν ἤλγει, τὸν χρόνον δὲ αἰσχυνόμενος ἠνείχετο καὶ τὸ δοκεῖν εἶναι βέβαιος εἰς φιλίαν τοῦ τοιούτων ὄντων ἀπηλλάχθαι κρεῖττον ἡγεῖτο. ὥστʼ ἠγνόει μὲν οὐδενὸς τῶν πλησιαζόντων τὴν φύσιν, χαίρων δʼ αὐτῶν τοῖς σπουδαίοις καὶ συμφορὰν τοὺς ἑτέρους κρίνων τῶν μὲν εἴχετο, τοὺς δὲ οὐκ ἀπήλαυνεν, ἀλλὰ καὶ σοφιστὴν κρείττω τῆς προσηγορίας παρεχόμενον τὸν τρόπον ἐθαύμαζε καὶ φιλόσοφον χείρω τοῦ σχήματος ἐλεγχόμενον ἐκάκιζε, τὸ δὲ μὴ δοκεῖν ἐν τῇ βασιλείᾳ παλαιὰς ἀτιμάζειν συνηθείας πάντα ἔπειθε φέρειν.

Ἀλλὰ γὰρ ἐπιθυμεῖν μοι δοκεῖτε τῆς τῶν τελευταίων καὶ μεγίστων ἀκοῆς, ἃ Πέρσας καὶ τὴν ἐκείνων γῆν ἐπιστρατεύσας διέθηκε. καὶ θαυμαστὸν οὐδέν, εἰ πάλαι πρὸς ταύτην τὴν μερίδα κεχήνατε τὸ μὲν κεφάλαιον εἰδότες, ὡς νικῶν ἔπιπτε, τῶν δὲ ἐν μέρει τὰ μὲν οὐδὲ ἀκούσαντες, τὰ δʼ οὐχ ὡς ἔχει. ποιεῖ δὲ ὑμᾶς ὡρμῆσθαι πρὸς τὴν ἀκρόασιν λογισμὸς τῆς Περσῶν ἰσχύος καὶ ὅσην οὖσαν ἐνίκων τὴν Κωνσταντίου δύναμιν καὶ ἐφʼ ὅσον φρόνημα καὶ θάρσος οὑτοσὶ χωρῶν οὐκ ἔδεισε. Κωνστάντιος γὰρ χωρὶς τῶν τε ἄλλων νήσων καὶ τῶν ἐν ὠκεανῷ κειμένων τὴν ἐξ αὐτῶν τῶν ᾐόνων ὠκεανοῦ γῆν μέχρι τῶν Εὐφράτου ῥευμάτων ἐκέκτητο τά τε ἄλλα φέρουσαν πάντα πολλὰ καὶ σωμάτων μεγέθη καὶ ψυχῶν ἀνδρίαν, ἀφʼ ὧν ἂν γένοιτο στρατόπεδον ἀρραγές. ἀλλʼ ὅμως οὗτος ὁ μέγας ταῖς παρασκευαῖς, ὁ τὰς μυρίας πόλεις καὶ λαμπρὰς ἔχων, ὁ τοὺς πολλοὺς δεχόμενος φόρους, ὁ τὸν πολὺν χρυσὸν ἐκ τῶν μετάλλων ἐξαγαγών, ὁ καλύψας ἱππέων σιδήρῳ σώματα Περσῶν ἀκριβέστερον, ὁ καὶ τοὺς ἵππους ὅπλοις ῥυόμενος τραυμάτων οὗτος πόλεμον παρὰ τοῦ πατρὸς ἐκδεξάμενος θάρσους δεόμενον βασιλέως καὶ ψυχῆς ἐπισταμένης δυνάμει χρῆσθαι καλῶς, ὥσπερ συμπολεμήσειν τοῖς ἐναντίοις ὀμωμοκώς, ὅπως μὲν λήψεται τἀκείνων ἢ μή τι τῶν αὑτοῦ γένοιτο ὑπʼ ἐκείνοις, οὐκ ἐσκέψατο, στράτευμα δὲ ἄγων καθʼ ἕκαστον ἔτος ἀρχομένου θέρους ἅμα ἦρι τειχομαχούντων διαβὰς Εὐφράτην καὶ περὶ αὑτῷ τοσαύτην στρατιὰν καθίσας καὶ διανοούμενος, εἰ φανεῖεν οἱ πολέμιοι, φεύγειν, τῶν πολιορκουμένων μόνον οὐκ ἀκούων τὰς οἰμωγὰς στρατηγικώτερον ἡγεῖτο τὸ μὴ μάχεσθαι μηδὲ τοῖς οἰκείοις ἀπολλυμένοις ἀμύνειν. τίς οὖν ὁ τῆς καθέδρας καρπός; ὁ μὲν κατέσειε τείχη καὶ κατέσκαπτε πόλεις καὶ χρήματα καὶ σώματα ἄγων ἀνέστρεφεν, ὁ δὲ τοὺς ὀψομένους τὴν ἐρημίαν ἔπεμπε καὶ τοῦ μὴ πλέον τι πεπονθέναι χάριν ᾔδει τῇ Τύχῃ καὶ διὰ τῶν πόλεων ἐπανῄει μεθʼ ἡμέραν τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς παρὰ τῶν δήμων δεχόμενος. καὶ τοῦτο ἦν ἔργον ἔτους ἑκάστου· διέβαινεν ὁ Πέρσης, ὁ δὲ ἔμελλε. προσέβαλλε περιβόλοις, ὁ δὲ ἐκινεῖτο. ἐγγὺς ἦν ἑλεῖν, ὁ δὲ ταῦτα ἐπυνθάνετο. ᾕρει, τῷ δὲ ἤρκει μὴ μεμαχῆσθαι. ὁ μὲν αἰχμαλώτων ἡβρύνετο πλήθεσιν, ὁ δὲ ἵππων ἁμίλλαις. τὸν μὲν ἐστεφάνουν αἱ πόλεις, ὁ δὲ τοὺς ἡνιόχους. ἆρʼ οὐκ εἰκότως μοι προσείρηται Περσῶν οὗτος σύμμαχος; τὸ γὰρ παρὸν κωλύειν ἐπιτρέπειν ἐγγὺς ἂν εἴη τοῦ ταῖς χερσὶ συντελεῖν. καὶ μή με οἰέσθω τις ἀγνοεῖν μήτε τὴν νυκτομαχίαν, ἐν ᾗ δράσαντές τι καὶ παθόντες διεκρίθησαν, μήτε τὴν ἐν ἠπείρῳ ναυμαχίαν, ἐν ᾗ μόλις τὴν πολλὰ παθοῦσαν πόλιν ἔσωσαν. αὐτὸ γὰρ δὴ τοῦτο καὶ τὸ σχέτλιόν ἐστιν, ὅτι ψυχὰς παραλαβὼν εἰδυίας πολεμίους φοβεῖν φοβεῖσθαι συνείθισε καὶ πονηρᾷ μελέτῃ γενναίας φύσεις ἐξέλυσεν. ὅση δὲ ἡ τῆς μελέτης ἰσχὺς ἐν ἅπασι πράγμασι, δηλοῦσι μὲν οἱ σοφοί, δηλοῖ δὲ καὶ ὁ μῦθος. αὕτη καὶ τὸν βελτίω καὶ τὸν χείρω πρὸς τοὐναντίον ἂν μεταστήσαι τῷ μὲν χείρων τῆς φύσεως, τῷ δὲ δοθεῖσα βελτίων. αὕτη καὶ γυναῖκας ἐφʼ ἵππους ἀνεβίβασε καὶ κρείττους ἀνδρῶν ἐν ὅπλοις ἐποίησε, κἂν τὸν ἀρετῆς φύσει μετειληφότα ζῆν ἐν κώμοις καὶ μέθαις ἀναγκάσῃς, ἡ μὲν αὐτὸν ἀπολείπει, μαθὼν δὲ ταῦτα ἀντὶ τῶν ἐκείνης καλῶν ζῇ τούτοις ἡδόμενος, ἐχθρὰ δὲ αὐτῷ τὰ πρότερα, καὶ ἡ συνήθεια τὴν φύσιν ἐξέκρουσε. τοιοῦτόν τί φημι καὶ τοὺς ἐκείνου στρατιώτας ὑπʼ ἐκείνου πεπονθέναι τὰ μὲν ὅπλα λαμβάνοντας, συμπίπτειν δὲ κωλυομένους καὶ διδασκομένους ὑπὸ σκηναῖς καθεύδειν συγγενῶν ἁλισκομένων καὶ μὴ φοβεῖσθαι τὴν αἰσχύνην καὶ δεδοικέναι τὴν τελευτήν. ἃ τὸ μὲν πρῶτον ἐδυσχέραινον, ὡς εἰκὸς εὐψύχους, ἔπειθʼ ἧττον, εἶτα προσίεντο, εἶτα ἐπῄνουν. διὰ ταῦτα πόρρωθεν κονιορτὸς ἀρθείς, οἷος ἂν ἐξ ἵππων γένοιτο, οὐκ ἀνίστη πρὸς συμβολήν, ἀλλʼ ἔτρεπεν εἰς φυγήν. ἴλης μὲν γὰρ ἐπιφανείσης ἱππέων οὐδὲ ταύτης μεγάλης χανεῖν αὑτοῖς εὔχοντο τὴν γῆν πᾶν παθεῖν αἱρούμενοι μᾶλλον ἢ Πέρσην ἐγγύθεν προσιδεῖν, ἐξῃρημένης δέ σφισι τῆς ἀνδρίας συναφῄρητο καὶ ἡ παρρησία, καὶ οὕτως ἀνωμολόγητο τὸ δέος, ὥσθʼ ὁπότε παρʼ οἷς καταλύοιεν, ὑπὸ τούτων ἠξίουν θεραπεύεσθαι, τοὔνομα τὸ Περσῶν ἔπαυεν ἐνοχλοῦντας. καὶ πᾶς ἂν εἶπεν ἐπισκώπτων, ὅτι Πέρσης ἐκεῖνος ἔρχεται, οἱ δʼ ἄρʼ ἠρυθρίων τε καὶ ἀπεπήδων. ἐπὶ μὲν οὖν τοὺς ὁμοφύλους ἀγόμενοι καὶ πλήττειν ᾔδεσαν καὶ πληγῆναι, Περσικὸς δὲ αὐτοῖς οὕτω πολὺς ἐνίδρυτο φόβος ἐν πολλοῖς ἔτεσι συλλεγείς, ὥστʼ ἔφη τις ἂν αὐτοὺς καὶ τοὺς ἐν ταῖς γραφαῖς πεφρικέναι.

Τούτους δὴ τοὺς οὕτω διεφθαρμένους οὗτος ὁ θαυμάσιος ἐπὶ Πέρσας ἦγεν, οἱ δὲ ἠκολούθουν κατὰ μικρὸν ἀναμιμνησκόμενοι τῆς ἀνδρίας ἣν εἶχον, καὶ πιστεύοντες διὰ πυρὸς ἐλθεῖν ἂν ἀπαθεῖς ταῖς ἐκείνου βουλαῖς. τίνες οὖν αὗται; μεγάλην οὖσαν εἰδὼς ἐν ἀπορρήτοις ῥοπήν, ὃ γὰρ οὐδὲν ἂν ὀνήσαι προρρηθέν, μέγα ἂν ὠφελήσαι κρυφθέν, οὐκ εἰσόδου χρόνον, οὐκ εἰσβολῆς ὁδόν, οὐ μηχανημάτων τρόπον, οὐδὲν ὧν ἔστρεφεν ἐπὶ τῆς ψυχῆς ἐξήνεγκεν εἰδώς, ὅτι πᾶν ἐκλαληθὲν εὐθύς ἐστιν ἐν ὠσὶ κατασκόπων. ἀλλὰ πλοίων ἐμπλῆσαι τὸν Εὐφράτην καὶ τροφῆς τὰ πλοῖα πρὸς τὸν ὕπαρχον εἴρητο, πρὶν δὲ τὸν χειμῶνα ἐξήκειν, ὑπερβὰς τὰς ἁπάντων ἐλπίδας καὶ κατὰ τάχος διαβὰς τὸν ποταμὸν οὐκ ἐπὶ τὴν πλησίον μεγάλην τε καὶ πολυάνθρωπον πόλιν ἦλθεν, ὡς ἴδοι τε καὶ ὀφθείη καὶ τὰ εἰωθότα τοῖς βασιλεῦσι τιμηθείη, ἀλλʼ ὀξύτητος δεῖσθαι τὸν καιρὸν εἰδὼς ἧκε μὲν εἰς πόλιν ἔχουσαν μέγα Διὸς ἱερὸν ἀρχαῖον, θαυμάσας δὲ καὶ εὐξάμενος δοῦναί οἱ κακῶσαι τὰ Περσῶν ἀποσχίσας τῆς δυνάμεως μυριάδας ὁπλιτῶν δύο τούτους μὲν ἐπὶ τὸν Τίγρητα πέμπει φυλάξοντάς τε τὴν γῆν, εἴ τι ταύτῃ προσίοι δεινόν, καὶ παρεσομένους αὐτῷ κατὰ καιρὸν καλοῦντι. χρῆν δὲ ἄρα καὶ τὸν Ἀρμένιον παραπλήσιόν τι ποιεῖν, διὰ γὰρ τῆς ἐκείνου γῆς τῆς ἀρίστης ἐλθόντα μετὰ πυρός, ὥσπερ εἰκός, τὸν ἐχθρὸν συμμίξαι τῷ βασιλεῖ, καὶ γενομένους ἀθρόους ἢ ἐκβαλεῖν τῶν ὅρων τοὺς ἐναντίους φεύγοντας ἢ καταπατῆσαι μένοντας. τούτων δὲ παρηγγελμένων αὐτὸς ἐχόμενος Εὐφράτου πιεῖν τε παρέχοντος καὶ παραπέμποντος τὴν ἐν τοῖς πλοίοις τροφὴν ἐχώρει. πλῆθος δὲ καμήλων θεώμενος, κάμηλον ἐξηρτημένην καμήλου φορτίοις βαρυνομένας, τὰ δὲ ἦν οἶνός τε ἥδιστος ἄλλος ἐξ ἄλλης γῆς καὶ ὅσα εἰς ἡδίω πόσιν οἴνου τοῖς ἀνθρώποις μεμηχάνηται, τί φέροιντο, ἐρόμενος ἐπειδὴ ἐπύθετο, μένειν κελεύει τὰς πηγὰς τῶν ἡδονῶν. πρέπειν γὰρ στρατιώταις ἀγαθοῖς πίνειν οἶνον ὃν αὐτοῖς κτᾶται τὸ δόρυ, τῶν στρατιωτῶν δὲ εἷς καὶ αὐτὸς εἶναι καὶ προσήκειν αὑτῷ τοῖς πολλοῖς ἰσοδίαιτον εἶναι.

Οὕτω δὴ τὰ τρυφὴν ἔχοντα πάντα ἀποκόψας, ὧν μάλιστα καὶ μόνων ἐδεῖτο τὰ παρόντα, ταῦτα ἔχων ἐπορεύετο τῆς γῆς αὐτῷ τὰ ὑποζύγια βοσκούσης πόᾳ χρηστῇ, τὸ γὰρ ἔαρ ὑπὲρ ἐκείνης ἤδη τῆς χώρας εἱστήκει. καὶ προϊόντες φρούριον εἶδον ἐν χερρονήσῳ τοῦ ποταμοῦ κείμενον, πρῶτον καὶ φανὲν καὶ ληφθὲν οὐχ ὅπλοις, ἀλλὰ φόβῳ. ὡς γὰρ εἶδον τοὺς ἀπαντικρὺ λόφους ὑπὸ τῆς στρατιᾶς κεκαλυμμένους οὐκ ἐνεγκόντες τὰς μαρμαρυγὰς τῶν ὅπλων ἀνέῳξάν τε τὰς πύλας καὶ δόντες αὑτοὺς ἦλθον τὴν ἡμετέραν οἰκήσοντες. τὸ δὲ τῶν ἐπιτηδείων πλῆθος πολλῶν ἡμερῶν ἦν ἑκάστῳ τροφή, ὥστε διʼ ἐρήμου τῆς ἐχομένης ἰόντες ὅσωνπερ ἐν ἄστεσιν ἀπολαύειν εἶχον.

Φρούριον ἕτερον ἦν ἐν νήσῳ περιεξεσμένῃ καὶ τεῖχος περὶ πᾶσαν ἐληλαμένον μηδὲν ἔξω καταλελοιπὸς αὑτοῦ μηδʼ ὅσον δοῦναι χώραν ποδί. μακαρίσας δὴ τοὺς οἰκοῦντας τῆς τοῦ τόπου φύσεως καὶ γνούς, ὡς, εἰ τοῖς ἀνηνύτοις ἐπιχειροίη, χαρίζοιτʼ ἂν τοῖς πολεμίοις καὶ ὅτι τῆς ἴσης ἀνοίας παριέναι τε ἃ λαβεῖν ἔνι καὶ προσπαλαίειν τούτοις ἃ λαβεῖν οὐχ οἷόν τε, ταχέως ἐπʼ αὐτοὺς ἥξειν εἰπὼν καὶ δέος σφίσιν οὐ μικρὸν ἐγκατοικίσας καὶ ταράξας τὴν γνώμην τοῖς ῥήμασι πάλιν διʼ ἐρήμου πορευθεὶς ἅπτεται τῆς Ἀσυρίων γῆς, ἣ ποιεῖ τοὺς οἰκήτορας εὐδαίμονας τοῦτο μὲν πλήθει καὶ κάλλει καρπῶν ἀπʼ ὀλίγου σπέρματος, τοῦτο δὲ ἀμπέλων τε καὶ φοινίκων τόκῳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς, ἃ δῶρα γῆς ἀγαθῆς. ταῦτα βλέποντες καὶ τούτων μετέχοντες οἱ στρατιῶται πολλῶν ὄντων ἐν ἑκάστῃ κώμῃ, πολλαὶ δὲ αἱ κῶμαι καὶ μεγάλαι καὶ πόλεσιν οὐ σφόδρα μεγάλαις αἱ πολλαὶ παρισούμεναι διὰ πάσης τῆς Ἀσυρίων ἐκτισμέναι, τούτοις οὖν ἐντυχὼν ὁ στρατὸς οὐκ ἐμέμψατο τῇ περὶ τὴν πορείαν ταλαιπωρίᾳ. τὸ γὰρ ἆθλον ἄξιον ἦν τῶν πεπονημένων διὰ τῆς ἐρήμου τὴν ἥμερον ἔχειν. ἐνταῦθα φοίνικας ἐξέτεμνον, ἀμπέλους ἀνέσπων, ἐκίνουν ταμιεῖα, κατέσκαπτον μετʼ ὀργῆς, ἤσθιον, ἔπινον, οὐ μὴν μέχρι μέθης, οὐ γὰρ εἴα τοῦ διὰ μέθην ἀρτίως ἀποσφαγέντος ὁ φόβος, ἀλλὰ τὴν μὲν δύναμιν συνεῖχον, ὅπως δὲ καὶ νήψουσιν, ἐσκόπουν. οἱ δὲ δυστυχεῖς Ἀσύριοι πόρρωθεν ἀπὸ τῶν ὀρῶν ἑώρων τὰ σφῶν αὐτῶν κακά, φεύγοντες μέντοι καὶ τὸ πεδίον ἐκλιπόντες πολέμιόν σφισι σύμμαχον ἀντιστήσαντες τὸν ποταμὸν οὕτως ἀπῆλθον. πῶς οὖν τοῖς μὲν ἐπεκούρει, τοῖς δʼ ἐμάχετο; πολὺς ὢν ὁ ποταμὸς Εὐφράτης καὶ πολλῶν ποταμῶν ἀντίρροπος μικρὸς μὲν οὐδέποτε, μέγιστος δὲ αὐτὸς αὑτοῦ γίνεται τῶν ἠρινῶν ὄμβρων λυόντων εἰς ὕδωρ τὴν ἐν Ἀρμενίᾳ χιόνα τοῦ χειμῶνος οἰκοδομηθεῖσαν, οἱ δὲ περὶ αὐτὸν γεωργοὶ διώρυχας ἔνθεν καὶ ἔνθεν κατατέμνοντες, ὁπόσα Αἰγύπτιοι τῷ Νείλῳ, χρῶνται καὶ οὗτοι τῷ ποταμῷ, καὶ ἔστιν ἀμφοῖν ὁ γεωργὸς κύριος, εἰσδραμεῖν τε τὸ ὕδωρ καὶ μή. τοῦ στρατοῦ τοίνυν ἐπιόντος ἀνέντες πάσας εἰσόδους τῷ ῥεύματι τάς τε διώρυχας ἔπλησαν καὶ διʼ ἐκείνων τὴν ἄλλην γῆν. οὗτος μόχθων ἐκείνοις ὁ χαλεπώτατος παντὸς μὲν τοῦ λιμνάζοντος λυποῦντος, τοῦ δὲ ἐν ταῖς διώρυξι τοῖς μὲν εἰς στέρνον ἀναβαίνοντος, τοῖς δʼ εἰς πρόσωπον, ἔστι δὲ οὓς καὶ ὑπεραίροντος. ἀγὼν οὖν ἔσχατος αὑτόν τε σῶσαι καὶ ὅπλα καὶ τροφὴν καὶ ὑποζύγια. καὶ τοῖς μὲν ἐπισταμένοις νεῖν βοηθὸς ἦν ἡ τέχνη, τοῖς δʼ ἀπειροτέροις μείζων ὁ πόνος. ὥσθʼ οἱ μὲν ἐγεφύρουν, οἱ δʼ ἀντὶ τοῦ μέλλειν ἐτόλμων. καὶ τοῖς μὲν διʼ ὄχθης ὑψηλῆς τε καὶ στενῆς ἐλαύνουσι τὸ μὴ βραχῆναι ὑπῆρχε, σφαλερὸν δὲ ἡ στενότης, οἱ δʼ ἐκεῖνο φεύγοντες ἐν τοῖς ὕδασιν ὠχοῦντο, καὶ δεσπότῃ τε δοῦλος χεῖρα ὤρεγε καὶ δοῦλον ὁ δεσπότης ἀνέσπα. καὶ διὰ τοσούτων γε περαιούμενοι τῶν δεινῶν οὐκ ᾤμωξαν, οὐκ ἐδάκρυσαν, οὐκ ἐμέμψαντο τὴν στρατείαν, οὐ ῥῆμα ἀπέρριψαν πικρόν, οὐ πρὸς αὑτοὺς ἐνενόησαν, ἀλλʼ ὥσπερ διὰ τῶν Ἀλκίνου κήπων ἰόντες οὕτως ἥδοντο τοῖς παροῦσιν ἐλπίδος τε, οἶμαι, βελτίονος ὑπούσης καὶ ἅμα τοῦ βασιλέως ταὐτὰ τοῖς πολλοῖς ἑκόντος ταλαιπωροῦντος. οὐ γὰρ ταῖς τῶν στρατιωτῶν ἐπιτείνας κεφαλαῖς σανίδας, ὅπερ ἂν ἄλλος ἴσως ἐποίησεν, ἐβάδιζεν ἀπόνως ἐν πονοῦσι μόνος, ἀλλὰ πρῶτος τῷ σώματι πηλὸν καὶ ἰλὺν καὶ ὕδωρ τέμνων οὕτω παρεκάλει τοὺς ἄλλους ἔργοις, οὐ λόγοις διάβροχον στρατιώταις καὶ σκευοφόροις τὴν χλαμύδα δεικνύων.

Καὶ οἱ μὲν τὴν λίμνην εἰργασμένοι τὴν πολλὴν Ἀσύριοι τὸ σόφισμα ἤλπιζον ἢ ἀποστρέψειν τὴν στρατιὰν ἢ ἀποπνίξειν, οἱ δέ, ὥσπερ ὑπόπτεροι πάντες ἢ τοῦ Ποσειδῶνος αὐτοῖς διϊστάντος τὸ ὕδωρ, οὕτω διαφυγόντες οὐκ ὀλίγοι προσέβαλλον οὐκέτι φρουρίοις, ἀλλʼ ἦν πόλις Ἀσυρίων μεγάλη τοῦ μὲν τότε βασιλεύοντος ἐπώνυμος, τεῖχος δὲ εἴσω τοῦ τείχους ἔχουσα δεύτερον, ὥστʼ εἶναι πόλιν ἐν πόλει βραχυτέραν ἐν μείζονι κατὰ τοὺς κάδους τοὺς ἐν ἀλλήλοις κειμένους. γιγνομένης δὲ τῆς ἐφόδου συνῆγε τοὺς οἰκήτορας ὁ φόβος εἰς τὸ βραχύτερον τεῖχος, ὡς ἂν ἰσχυρότερον. οἱ δὲ τὸ μὲν ἔχοντες, τῷ δὲ προσιόντες βάλλονται μὲν ὑπὸ τῶν ἄνωθεν τοξοτῶν καὶ ἀπέθανόν τινες, χώματα δὲ αἴροντες ὑπὲρ τὸ τεῖχος παρεστήσαντο τοὺς συνειλημένους ὁμολογίᾳ. ἡ δὲ ἦν μηδὲ ἐν σπονδαῖς ποτε ἐκείνους ἀποδοῦναι Πέρσαις. ᾔδεσαν γὰρ τὰς παρʼ ἐκείνοις δοράς. ὃ καὶ σημεῖον τοῦ μὴ βλακεύοντας, παντὶ δὲ σθένει μαχομένους εἰλῆφθαι.

Οὕτω πάντα ἦν τοῦ βασιλέως ἥττω καὶ οὐδὲν τὸν ἄνδρα ἔφερεν. ἀλλʼ ἦν χαλεπὸς μὲν πολεμίοις, χαλεπὸς δὲ τῶν οἰκείων τοῖς οὐκ εἰδόσιν ἢ κρατεῖν ἢ πίπτειν. τῶν τοίνυν προβεβλημένων τῆς προνομῆς τῶν ἱππέων κακῶς ἠγωνισμένων, ὥστε αὐτοῖς καὶ τὸν ἵππαρχον ἀποθανεῖν, τοὺς ἀξιοῦντας τιμᾶσθαι πρὸ τῶν πολλῶν τοῖς ἀποκτενοῦσι παρέδωκεν οὐκ ἀπὸ τῆς σκηνῆς ἐκπέμπων τὴν τιμωρίαν, ἀλλʼ εἰς μέσους ἀναστρέφοντας εἰσελθών, καταβιβάζων ὡπλισμένους πολλοὺς αὐτὸς ἔχων δορυφόρους οὐδὲ τρεῖς. οὕτως ἦν πεπαιδευκὼς ἄρχεσθαι τοὺς στρατιώτας καὶ πᾶν τὸ δοκοῦν τῷ κρατοῦντι δέχεσθαι. τοῖς οὖν ἱππεῦσιν ἀπαντήσας σὺν βοῇ τὸν ἀπολωλότα ζητοῦσι καὶ δίκην τὴν ἀξίαν ἐπιθεὶς τοῖς οὐκ ἐπαμύνασι καὶ δείξας τοῖς ἄλλοις ἅπασιν, οἷα μένει τοὺς ἀπορρᾳθυμοῦντας, εἰσῆλθεν εἰς τὴν σκηνὴν θαυμαστότερος γεγονώς. βουλόμενος δὲ ὡς πλείστην τῆς πολεμίας κακουργεῖσθαι πυκνὰς ἐποιεῖτο τὰς ἀναπαύλας, ὅπως τὸ μὲν ἄλλο στρατόπεδον ἐν χαρακώματι μένοι, τοῖς δὲ κούφοις τε καὶ εὐρωστοτέροις εἴη διερευνᾶσθαι τὴν γῆν ἄλλοις ἄλλοσε σκεδαννυμένοις. οἳ καταγείους τε οἰκήσεις ἀνεῦρον καὶ ἧκον ἄγοντες Ἀσυρίων τέκνα μετὰ μητέρων, ὥστε τὸν τῶν αἰχμαλώτων ἀριθμὸν πλείω τοῦ τῶν κτησαμένων εἶναι. σπάνις δὲ τροφῆς οὐδὲ οὕτως.

Ἐντεῦθεν τοίνυν ἐχώρουν ἐπὶ τὸν αὐτὸν ἆθλον, τὰς διώρυχας, μᾶλλον δὲ ἐπʼ αὐτὸ τοῦ ἄθλου τὸ χαλεπώτατον· πλείους γὰρ αἱ τομαὶ τῆς γῆς, κἀν τῷ βάθει πάλιν τὸ πλέον. οὗ δὴ καὶ σαφέστατα σωτὴρ ἐγένετο τῆς στρατιᾶς πάσης. ἐπαινουμένης γὰρ ὑφʼ ἑτέρων ἑτέρας ὁδοῦ μακροτέρας μέν, τῶν δὲ ὑδάτων ἔξω, τοῦτʼ αὐτὸ τῆς ὁδοῦ μάλιστα φήσας δεδοικέναι τὸ διψῆν τε ὁμοῦ καὶ παντὸς εἴδους ὑδάτων ἐστερῆσθαι καὶ προσθείς, ὡς ἐν τούτῳ μὲν εἴη πόνος, ἐν ἐκείνῳ δὲ ὄλεθρος, καὶ πολὺ βέλτιον παρʼ ὑδάτων ἐνοχλουμένους βαδίζειν ἢ ζητοῦντας ὕδωρ οὐκ ἔχειν, καὶ μνησθεὶς δή τινος παλαιοῦ Ῥωμαίων στρατηγοῦ διὰ τοιαύτης ἀβουλίας αὑτόν τε καὶ οὓς ἦγεν ἀπολέσαντος καὶ δείξας εὐθὺς ἐκ βιβλίου τὴν πανωλεθρίαν, τοιαῦτα λέγων τοὺς μὲν οὐ τὰ συμφέροντα εἰπόντας αἰσχυνθῆναι κατηνάγκασε, τοὺς δὲ ἔπεισεν ὀκνῆσαι μηδέν. καὶ αὐτίκα πλείους μὲν ἐπὶ γῆς οἱ φοίνικες, συχναὶ δὲ ἀπὸ τούτων αἱ γέφυραι, ῥᾳστώνη δὲ ὑπερβῆναι τοῖς πλείοσιν. εἶχε δὲ πολλὴν φιλοτιμίαν καὶ τὸ φθάσαι τὸν διὰ τῆς γεφύρας ἐρχόμενον ἐμβάντα αὐτὸν εἰς τὸ ὕδωρ. καὶ τὸ μὲν ἰσχυρὸν τῶν πολεμίων οὕτως ἐξελήλεγκτο καὶ τὸ ὕδωρ ἐνενίκητο πάνυ δὴ νικήσειν ἐλπισθέν.

Ἔμελλε δὲ ἄρα καὶ ἕτερον ἰσχυρὸν οὐκ εἰς μακρὰν ἀσθενὲς ἐπιδειχθήσεσθαι. ἦν γάρ τι φρούριον καρτερὸν καὶ τοῦτο ἐν νήσῳ ὄχθου τε καὶ τείχους μέτρῳ πρὸς ἀέρα μέσον ἀνεστηκός, τοσοῦτον ἦν ἑκατέρου τὸ ὕψος. τὸ μὲν οὖν κάτω πλὴν κομιδῆ τινος μικροῦ περιέζωστο δονάκων πυκνότητι κρυπτούσῃ τοὺς ὑδρευομένους, οἳ διὰ καταβάσεως ἀδήλου τοῖς ἔξω κατὰ πολλὴν ἐξουσίαν ὑπὸ ταῖς τῶν δονάκων κόμαις ἐχρῶντο τῷ ποταμῷ, τὸ τεῖχος δὲ κρεῖττον ἦν μηχανημάτων, τοῦτο μὲν ἐπὶ νήσου πεποιημένον, ἣν εἴσω πᾶσαν εἶχεν αὑτοῦ, τοῦτο δὲ ἐφʼ οὕτως ὑψηλῆς, καὶ προσῆν τὸ πλίνθον ὀπτὴν πρὸς ἑαυτὴν ἀσφάλτῳ δεδέσθαι. ἡ μὲν οὖν ἰσχὺς τοῦ φρουρίου συνεβούλευε μὴ πειρᾶσθαι, τὸ δὲ ἐκδραμόντας τινὰς τοῖς πρώτοις τῆς στρατιᾶς προσπεσεῖν καὶ μικρὸν ἀποσχεῖν τοῦ καὶ τὸν βασιλέα τρῶσαι θυμῷ πρὸς πολιορκίαν τοὺς πεπονθότας ἦγε. καὶ οἱ μὲν προσεκάθηντο, Πέρσαι δὲ ἄνωθεν ἐγέλων, ἐτώθαζον, ὕβριζον, ἐτόξευον, ἐτύγχανον· ἴσον αὐτοὺς ἡγοῦντο ποιεῖν, ὥσπερ ἂν εἰ καὶ τὸν οὐρανὸν ἐπεχείρουν ἑλεῖν. ὁ δὲ πρῶτον μὲν καὶ αὐτὸς πέτραις καὶ βέλεσι τῶν ἐπὶ τοῦ τείχους ἥψατο, καί τις φέρων τὸ βέλος ἐν τῷ σώματι κατέπιπτεν, ἔπειτα γεφύρᾳ τὴν νῆσον πρὸς τὴν ἤπειρον συνῆψεν, οἱ δὲ ἐργαζόμενοι φυλακὴν εἶχον τὰ σκύτινα τῶν πλοίων· τούτων γὰρ τὰ ἄνω κάτω ποιήσαντες καὶ δύντες ὑπʼ αὐτοῖς καὶ τοὔδαφος τῶν πλοίων ἀντʼ ὀροφῆς πεποιημένοι οἱ μὲν εἴσω τῶν τοίχων τὸ αὑτῶν ἔδρων, Πέρσαις δὲ ἦν καὶ πῦρ καὶ πᾶν βέλος ἐπὶ ταῦτα μάταιον, ἅ γε οὐκ ἦν ἀκίσιν, οὐ συντρίψαι λίθοις, οὐ καῦσαι φλογί. οὐ μὴν παρὰ τοῦτο ἐθορυβοῦντο, ἀλλʼ εἰδότες μὲν ὀρύττοντας τοὺς πολεμίους, εἰδότες δὲ πᾶν τεχνωμένους, νύκτα καὶ ἡμέραν ἐκώμαζον, ὡς ἂν ἀπέραντα πονούντων. οἱ δὲ ἐνέκειντό τε καὶ οὐκ ἔκαμνον καὶ πρὸς τὰ ἄνω χωροῦντες ὡδοποίουν. τοῦ δὲ ὀρυττομένου τὸ εὖρος εὖρος ἦν ἀνθρώπου, καὶ ὁ πρῶτος ἀναρριχώμενος ἐν μέσαις νυξὶν εἰς μέσα πύργου τινὸς διαδὺς ἔλαθε, τῷ δὲ εἵπετο δεύτερος, καὶ τρίτος ἐκείνῳ, καὶ πᾶς ἐβούλετο τῶν ἀναβαινόντων εἶναι. γραῦν δʼ αὐτοῦ μόνην σὺν παιδίῳ κατακειμένην, ἐπειδὴ ᾔσθετο, σιγᾶν ἀναγκάσαντες τὰς θύρας τῶν πύργων καταλαβόντες σύνθημα τοῖς κάτω πρὸς βοὴν δείξαντες ῥαγείσης πολλῆς ἐκείνης καὶ τῶν φυλάκων σὺν ἐκπλήξει τῶν εὐνῶν ἐκπηδώντων οὐδὲν ἔδει ἢ τοὺς ἐπιστάντας σφίσι φονεύειν ἅπαντας, οἱ γὰρ δὴ πλείους αὑτοὺς ἀπώλλυσαν ταῖς ἀπὸ τοῦ τείχους ῥίψεσι, θήρα τε ἦν πολλὴ τῶν πειρωμένων λαθεῖν καὶ οὐδεὶς ἔχειν αἰχμάλωτον ἐβούλετο μᾶλλον ἢ διαφθείρειν, ὥστʼ ἀφίεσαν ἄνωθεν, αἱ δὲ αἰχμαὶ κάτωθεν ἀπήντων τοῖς ζῶσι, τοῖς ἡμιθνῆσι, τοῖς τεθνεῶσιν. ἤρκει γὰρ ἡ φορὰ πρὸς θάνατον. τοιαῦτα ἐχόρευσαν μὲν ἐν νυκτὶ τοῖς πολεμικοῖς δαίμοσιν, ἔδειξαν δὲ ἀνίσχοντι τῷ θεῷ. καὶ τοῦτο μόνον ἠπείθησαν τῷ βασιλεῖ. ὁ μὲν γὰρ ἐκέλευε ζωγρεῖν καὶ τὸν εἰλημμένον ἐλεεῖν, οἱ δὲ μεμνημένοι τῶν βελῶν καὶ τοὺς βεβλημένους εἰδότες καὶ τῆς ὀργῆς τὴν δεξιὰν κινούσης παρεμυθοῦντο τὴν ἐπὶ τοῖς πόνοις λύπην τῷ φόνῳ καὶ ἐδέοντο βασιλέως συγγνώμην ἔχειν, εἰ δρῶσι πεπονθότες. ἀπολωλόσι δὴ τοῖς ἀνθρώποις ἐπαπώλλυτο τὸ φρούριον μάλιστα δὴ τῶν ἐκεῖ φρουρίων ἐκτριβέν. ὅσῳ γὰρ κατασκευῇ τῶν ἄλλων διέφερε, τοσούτῳ τὴν παντελῶς ἀφανίζουσαν ἐπεσπάσατο ψῆφον. διχόθεν γὰρ ἡ βλάβη Πέρσαις ἀντικαθιστᾶσί τε καὶ μὴ τὸ φρούριον. οὕτω δὴ λαμπρὸν καὶ μεῖζον ἀνθρωπείας φύσεως τὸ πεπραγμένον, ὥσθʼ οἱ μὲν ᾑρηκότες οὐδὲν ἔτι αὑτοὺς ἐνόμιζον οἴσειν, τῶν δὲ ἐναντίων συγκατενήνεκτο τὸ φρόνημα τῷ τείχει καὶ ᾤοντο δὴ σφίσι πάντα εἶναι σαθρά. καὶ βασιλεὺς ἀεὶ μὲν ἐργαζόμενος μεγάλα, μικρὰ δὲ πάντα ἡγούμενος οὐκ ἔσχε τοῦτο μὴ νομίσαι πάμμεγα. ἐφθέγξατο γοῦν ὅπερ οὐ πρόσθεν, ὡς εἴη τῷ Σύρῳ δεδωκὼς ἀφορμὴν εἰς λόγον, ἐμὲ δὴ λέγων. ἀλλʼ ἡ μὲν ἀφορμὴ θαυμαστή, πάντων ἐμοὶ φίλτατε, σὲ δὲ οὐκ ἔχοντι τίς ἡδονὴ τοῦ βίου;

Ἀλλʼ ἐκεῖσε ἐπανέρχομαι, ὅτι τὸ φρούριον παθὸν ἃ διεξῆλθον, τῇ φήμῃ τοῦ πεπραγμένου πολλὴν ἐπὶ πλεῖστον τῆς ὁδοῦ τῶν ἐναντιωσομένων ἐρημίαν ἐποίησεν. ὥστε καὶ τὰς κώμας ἐπῄεσαν οἱ σκευοφόροι λαμβάνοντες ἃ μὴ λαβόντες οἱ κατοικοῦντες ᾤχοντο. μᾶλλον δὲ τὰ μὲν ἐλάμβανον, ἃ δὲ φέρειν οὐκ ἦν, τὰ μὲν ἐδίδοσαν τῷ ποταμῷ, τὰ δὲ τῷ πυρί, ὥσπερ ἀμέλει καὶ βασίλεια τοῦ Πέρσου κείμενα μὲν ἐπὶ τῷ ποταμῷ, κάλλος δὲ ἅπαν ἔχοντα Περσικὸν ὅσον τε ἐν οἰκοδομήσεσι καὶ ὅσον ἐν κήποις τε καὶ φυτῶν ὥραις καὶ ὀσμαῖς ἀνθέων, συῶν δὲ ἀγέλην ἀγρίων ἔτρεφεν ἀπαντικρὺ χωρίον, ἐν οἷς αὑτὸν ἐγύμναζεν ὁ Πέρσης, τότε δὲ Ῥωμαίους εὐώχουν ἅπαντας. ταῦτα ἐνεπρήσθη τὰ βασίλεια τῶν ἐν Σούσοις οὐδέν, ὥς φασιν, ἀτιμότερα καὶ δεύτερα ἐπὶ τούτοις καὶ τρίτα ἐπὶ κάλλει μὲν ἐκείνων λειπόμενα, κάλλους δὲ οὐκ ἄμοιρα.

Τοιαῦτα δρῶντες ἐπὶ τὰς πάλαι ποθουμένας ἀφικνοῦνται πόλεις, αἳ τὴν Βαβυλωνίαν γῆν ἀντὶ Βαβυλῶνος κοσμοῦσι. ῥεῖ δὲ αὐταῖν μέσος Τίγρης ὁ ποταμὸς καὶ παραμείψας οὐ μικρὸν δέχεται τὸν Εὐφράτην. ἐνταῦθα οὐκ ἦν εὑρεῖν, ὃ ποιητέον· εἴτε γὰρ παρίοιεν οἱ στρατιῶται τοῖς πλοίοις, οὐκ ἦν προσελθεῖν ταῖς πόλεσιν, εἴτʼ ἐπʼ ἐκείνας ἴοιεν, ἀπώλλυντʼ ἂν αὐτοῖς αἱ νῆες, εἴτʼ ἀναπλέοιεν διὰ τοῦ Τίγρητος, μόχθος τε μέγας καὶ μέσαι ταῖν πόλεῳν ἐγίγνοντʼ ἄν. τίς οὖν ἔλυσε τὴν ἀπορίαν; οὐ Κάλχας οὐδὲ Τειρεσίας οὐδʼ ἄλλος οὐδεὶς τῶν μάντεων. λαβὼν γὰρ αἰχμαλώτους τῶν αὐτοῦ που πλησίον οἰκούντων ἐζήτει διώρυχα ναυσίπορον καὶ ταύτην ἐκ βίβλων, ἔργον μὲν παλαιοῦ βασιλέως, ἄγουσαν δὲ τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα ταῖν δυοῖν ἀνωτέρω πόλεῳν. τῶν δὲ αἰχμαλώτων τοῦ μὲν τῆς νεότητος οὐδὲν ἐπισταμένης, τοῦ δʼ ἐν γήρᾳ πάντα ὑπʼ ἀνάγκης εἰπόντος, καὶ γὰρ ἑώρα τὸν βασιλέα περὶ τῶν τόπων οὕτως ἀκριβῶς τοῖς λόγοις χρώμενον ὥσπερ τινὰ τῶν ἐπιχωρίων, οὕτως ἐν τοῖς γράμμασιν ἀπὼν ἑωράκει πάλαι τὴν χώραν, φράζει τοίνυν ὁ πρεσβύτης, οὗ τέ ἐστι καὶ ὡς κέκλειται καὶ ὡς ἀναχωσθεῖσα τὸ πρὸς τῷ στόματι σπείροιτο. νεύσαντος δὲ τοῦ κρατοῦντος ἅπαν τὸ κώλυμα ἐξῄρητο καὶ τοῖν ῥείθροιν τὸ μὲν ξηρὸν ἑωρᾶτο, τὸ δὲ ἦγεν ἐπὶ τὸν Τίγρητα πλοῖα παραπλέοντα τῷ στρατῷ, καὶ τοῖς ἐν ταῖς πόλεσι μείζων ἐπελθὼν ὁ Τίγρης ἅτε προσλαβὼν τὸν Εὐφράτην φόβον ἐπήνεγκε μέγαν, ὡς οὐ φεισόμενος τῶν τειχῶν. ἐκφαίνεται δὴ Περσῶν τὸ δοκιμώτατον καὶ κατεῖχον τὴν ὄχθην ἀσπίσι τε λαμπούσαις καὶ ἵπποις χρεμετίζουσι καὶ τόξοις ἠσκημένοις καὶ μεγέθεσιν ἐλεφάντων, οἷς ἴσον ἔργον διʼ ἀσταχύων ἐλθεῖν καὶ φάλαγγος. οὗτοι μὲν οὖν ἦσαν ἀντιμέτωποι, ποταμὸς δὲ ἔνθεν καὶ ἔνθεν, ὁ μὲν ἐγγύς, ὁ βεβιασμένος, ὁ δέ τις ἀπωτέρω, καὶ στρατιὰ Περσῶν ἑτέρα, τὰ δὲ κατόπιν ὠμῶς πεπορθημένα καὶ οὐ διδόντα τὴν αὐτὴν πάλιν ἐλθεῖν. ἐδεῖτο δὴ τόλμης ὑπερφυοῦς ὁ καιρὸς τοῖς οὐ μέλλουσιν ἀπολεῖσθαι λιμῷ, καὶ πάντες τεταραγμένοι πρὸς ἕνα ἔβλεπον. ὁ δὲ πρῶτον μὲν ἃ τῶν εὐθυμουμένων ἐστίν, ἐποίησεν ἱππόδρομόν τε λεάνας καὶ ἱππέας ἐπʼ ἀγῶνα καλέσας καὶ ἆθλα κέλησι θείς, θεαταὶ δὲ τῶν δρωμένων οὕτω πρὸς τοῖς οἰκείοις ἦσαν οἱ πολέμιοι, οἱ μὲν κάτω περικαθήμενοι τὰς ἁμίλλας, οἱ δὲ ἀπὸ τῶν ἐπάλξεων, τὸν μὲν μακαρίζοντες, ὡς ἂν ἐν ταῖς εὐφροσύναις τῶν νενικηκότων ὄντα, σφᾶς δὲ αὐτούς, ὡς ἂν οὐκ ἔχοντας ταῦτα κωλύειν, θρηνοῦντες. ἐν ᾧ δὲ τοῖς δρόμοις τῶν ἵππων ὁ στρατὸς ἐψυχαγωγεῖτο, κεναὶ τῶν φορτίων ἐκ παραγγέλσεως ἦσαν αἱ νῆες, τῷ λόγῳ μέν, ὅπως ὀφθείη τὸ σιτηρέσιον, εἴ πῃ παρανάλωται, τὸ δὲ ἔργον ἦν, οὐ προειδότας ἐξαίφνης ἐμβιβάσαι τοὺς στρατιώτας ἐβούλετο. δεδειπνηκότας τοίνυν ἀγείρας τοὺς ἐν τέλεσι καὶ δείξας, ὡς μία λέλειπται μόνη πρὸς σωτηρίαν ὁδὸς Τίγρητα διαβάντας γῆς ἀκεραίου πάλιν ἀπολαύειν ἔχειν, τοὺς μὲν ἄλλους εἶχε σιγῶντας, ὑφʼ ᾧ δὲ ἦν τῆς δυνάμεως τὸ πλέον, ἀντέλεγε τῷ τε ὕψει τοῦ κρημνοῦ καὶ τῷ πλήθει τῶν πολεμίων φοβῶν. ὁ δὲ τὴν μὲν τοῦ τόπου φύσιν καὶ διαμελλόντων τὴν αὐτὴν εἰπὼν ἔσεσθαι, τοὺς πολεμίους δὲ πλείονας, ἕτερον ἄνδρα ἐκέλευε καὶ προεῖπεν, ὡς κρατήσει μὲν οὗτος, οὐκ ἄνευ δὲ τραύματος. τοῦτο δὲ αὐτὸν τῇ χειρὶ δέξεσθαι καὶ οὗ τῆς χειρὸς προσέθηκε καὶ τούτῳ πάλιν τὸ μικροῦ δεήσειν φαρμάκου. καὶ αἱ μὲν νῆες εἶχον ἤδη τοὺς μαχουμένους, ὁ δʼ εἱστήκει βλέπων εἰς οὐρανόν, ὡς δὲ ἔλαβεν ἐκεῖθεν τὸ σύνθημα, δίδωσιν αὐτὸ τοῖς ταξιάρχοις, οἱ δὲ τοῖς ἄλλοις ὡς οἷόν τε μάλιστα διʼ ἡσυχίας. οἱ δὲ ἔπλεόν τε καὶ ἐξέβαινον αἴσθησίν τε ἤδη τοῖς ἐγγὺς παρέχοντες καὶ βαλλόμενοι, ἀλλʼ ὅμως ὃν οὐκ ἂν ἐν εἰρήνῃ τε καὶ μηδενὸς εἴργοντος μεθʼ ἡμέραν εὔζωνοι κρημνὸν ἐθάρρησαν, διὰ νυκτὸς ὁπλῖται τοὺς πολεμίους ὑπὲρ κεφαλῆς ἔχοντες ἀναβεβήκεσαν· ὅπως μέν, οὐδʼ ἂν νῦν ἔχοιμεν ἐρωτηθέντες εἰπεῖν. οὕτως οὐκ ἀνθρώπων μᾶλλον ἦν τὸ ἔργον ἢ θεοῦ τινος ταῖς αὑτοῦ χερσὶ μετεωρίζοντος ἕκαστον. τῇ δʼ οὖν ἀναβάσει τὸν φόνον συνάψαντες τοὺς μὲν ἀνισταμένους κατήνεγκαν, τοῖς δὲ κακὸν ἐπιστάντες ὄναρ ἔτι καθεύδοντας ἔκτεινον. οἱ δὲ ἀφυπνισθέντες τοσοῦτον εἶχον τῶν κοιμωμένων πλέον, ὅσον ᾔδεσαν ἃ πάσχουσιν, ἐπεὶ ἀμύνεσθαί γε τοὺς ἐπικειμένους οὐδὲ τούτοις ἦν. οἷα δὲ ἐν νυκτὶ καὶ σκότῳ, πολλὰ μὲν ἐφέρετο κατὰ τῶν σωμάτων ξίφη, πολλὰ δὲ κατὰ τῶν δένδρων, ἐδήλου δὲ ταῦτα ὁ κτύπος, οἰμωγὴ δὲ ἠκούετο τετρωμένων, τιτρωσκομένων, μελλόντων, ἀπολλυμένων, ἱκετευόντων. οἱ δὲ προῄεσαν σφάττοντες, καὶ τῆς γῆς τοσοῦτον ἐκέκρυπτο τοῖς τῶν πεπτωκότων σώμασιν, ὅσον ἂν καλύψαιεν ἑξακισχίλιοι νεκροί. εἰ δὲ μὴ σκύλων ἐπιθυμίᾳ περὶ τοὺς τεθνεῶτας διέτριψαν, ἀλλʼ ἐπὶ τὰς πύλας ἀΐξαντες ἢ ἀνέσπων ἢ κατέσχισαν, εἶχον ἂν Κτησιφῶντα τὴν πολυύμνητον. νῦν δὲ χρυσὸν μὲν καὶ ἄργυρον καὶ ἵππους τοὺς τῶν οἰχομένων ἐκτῶντο, ἅμα δὲ ἡμέρᾳ πρὸς ἱππέας ἠναγκάζοντο μάχεσθαι, οἳ τὰ μὲν πρῶτα ἐλύπουν, ἔπειτα δὲ ὑφʼ ἑνὸς ἐξ αἱμασιᾶς ἀναδραμόντος στρατιώτου κυκηθέντες ἔφυγον. διαβαίνει δὲ τὸ λοιπὸν στρατόπεδον, καὶ τούτων πανταχοῖ τοὺς ὀφθαλμοὺς φερόντων μετὰ θαύματος οἱ κτείνοντες περιέπλυνον αὑτοὺς τῷ ποταμῷ, καὶ ὁ Περσῶν Τίγρης τῷ Περσῶν αἵματι χρωσθεὶς ἔρρει.

Λογιζέσθω δή τις τὰς ἐκείνων εἰς τὴν ἡμετέραν εἰσβολὰς καὶ τὸ καθʼ ἕκαστον ἔργον καὶ παραβαλλέτω ταύτην τὴν μίαν ταῖς συχναῖς ἐκείναις καὶ τάχα εὑρήσει λαμπρὰ μὲν κἀκεῖνα, πολὺ δὲ μείζω ταῦτα καὶ τὰ μὲν οὐδενὸς ἀπαντῶντος πεπραγμένα, τὰ δὲ ὄντων τῶν μαχομένων τετολμημένα, ὥστʼ εἴ τις ἤρετο Πέρσας, εἰ ἐβούλοντʼ ἂν μήτε ἃ δεδράκασι, δεδρακέναι μήτε ἃ πεπόνθασι, πεπονθέναι, πάντας ἂν εἰπεῖν ἀπὸ τοῦ βασιλέως ἀρξαμένους, ὡς ἐπὶ πολλῷ τὰ τότε ἐνίκων. γνοίη δʼ ἄν τις κἀκεῖθεν· Κωνστάντιος γὰρ ἐν οὐδεμιᾷ τῶν εἰσβολῶν εἰς αἴτησιν σπονδῶν ἠναγκάσθη πεσεῖν, ὁ δὲ ὧν ἔφην πεπραγμένων ἔπεμψε τὸν δεησόμενον ἐνταυθοῖ στῆναι τὸν πόλεμον καὶ τὸν νενικηκότα τοῦ πλείονος ἀποσχόμενον φίλην ἔχειν καὶ σύμμαχον τὴν αὐτῶν ἀρχήν. καὶ ὁ μὲν ἐπὶ τούτοις ἥκων τῶν εὖ γεγονότων εἰσελθὼν ὡς τὸν ἀδελφὸν τοῦ πέμψαντος μεθʼ ἡμῶν ἐπʼ ἐκεῖνον ἰόντα γονάτων ἁπτόμενος ἐδεῖτο κοινῶσαι βασιλεῖ τὸν λόγον. ὁ δὲ κατὰ σπουδήν τε καὶ μεθʼ ἡδονῆς, ὡς δὴ χρηστόν τι μηνύσων, ἦλθε μειδιῶν καὶ διηγεῖτο καὶ δῶρα προσεδόκα τῶν λόγων. ὁ δὲ αὐτόν τε σιγᾶν ἐκέλευε καὶ τὸν ἥκοντα ἀποπέμψαι σιγῶντα καὶ συγγένειαν τὴν πρὸς αὐτὸν ἐκείνου πλάσαι τῆς συνουσίας πρόφασιν. οὔτε γὰρ καταθέσθαι τὸν πόλεμον ἠξίου τό τε τῆς εἰρήνης ὄνομα δεινὸν ἐνόμιζεν ἀμβλῦναι στρατιώτην. ὁ γάρ, οἶμαι, πεισθείς, ὡς ἔξεστι μὴ μάχεσθαι, κακῶς ἂν ἀναγκαζόμενος μάχοιτο. διὰ τοῦτο εἴσω τῶν ὀδόντων προσέταξε μένειν τὸ γλυκὺ τῶν σπονδῶν ὄνομα. καίτοι τίς οὐκ ἂν ἐνδεικνύμενος τοῖς ἑαυτοῦ, πόσον τι δεδύνηται στρατηγῶν, ἤγειρε σύλλογον ἐπʼ ἀκροάσει τῶν ῥημάτων; ἀλλʼ οὗτός γε ἐπὶ συνθήκας καλούμενος τῷ τείχει προσελθὼν ἐπὶ μάχην τοὺς τειχήρεις ἐκάλει γυναικῶν μὲν εἶναι λέγων ὃ πράττουσιν, ἀνδρῶν δὲ ὃ φεύγουσι. τῶν δὲ εἰπόντων δεῖν τὸν βασιλέα ζητεῖν κἀκείνῳ δεικνύειν αὑτὸν ἐπεθύμησε μὲν Ἄρβηλα καὶ ἰδεῖν καὶ διελθεῖν ἢ ἄνευ μάχης ἢ καὶ μαχεσάμενος, ὥστε μετὰ τῆς Ἀλεξάνδρου νίκης τῆς αὐτόθι καὶ ταύτην ὑμνεῖσθαι, καὶ γνώμην δὲ εἶχεν ἐπιβῆναι πάσης ὅση Πέρσαις ὁρίζει τὸ κράτος, μᾶλλον δὲ καὶ τῆς ὁμόρου, καίτοι μηδετέρας αὐτῷ μοίρας ἐλθούσης μήτε τῆς οἰκείας μήτε τῆς συμμάχου, τῆς μὲν ἀδικίᾳ τοῦ τὸ ἔθνος ἔχοντος, ἡ δέ, ὥς φασι, κατʼ ἀρχὰς εὐθὺς τοξευθέντων τινῶν ἐν τῷ Τίγρητι λουομένων, μεῖζον αὑτοῖς ἡγήσατο τὸ μάχεσθαι πρὸς αὐτούς. καὶ ἅμα ἡ τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλονεικία ῥᾳθυμεῖν τοῖς ἀρχομένοις ἐπέτρεπεν. ὁπότε γὰρ ἅτερος κινοίη, μένειν ἅτερος παραινῶν χαριζόμενος ἔπειθεν. οὐ μὴν χείρω γε ταῦτα ἐποίει τὸν βασιλέα. ἀλλʼ οὐκ ἐπῄνει μὲν ἀπόντας, πράττειν δὲ ὅσαπερ ἄν, εἰ παρῆσαν, ἠξίου καὶ πρὸς τὴν Ὑρκανίαν ἔτεινε τὸν λογισμὸν καὶ τοὺς Ἰνδῶν ποταμούς. ἤδη δὲ τῆς στρατιᾶς ἐπὶ ταῦτα ὡρμημένης καὶ τῶν μὲν πορευομένων, τῶν δὲ συσκευαζομένων θεῶν τις τοῦ μὲν ἀφίστησι, νόστου δὲ κατὰ τὸ ἔπος παρῄνει μεμνῆσθαι. τὰ πλοῖα δὲ πρὸς τὴν προτέραν βουλὴν ἀφεῖτο πυρί, κάλλιον γὰρ ἦν ἢ τοῖς πολεμίοις. ταὐτὸν δʼ ἂν εἰκότως ἐδρᾶτο καὶ τοῦ προτέρου μὲν οὐ βουλευθέντος, τοῦ δὲ ἐπανιέναι νικῶντος. ὀξὺς γὰρ καὶ πολὺς ὁ Τίγρης ἐμπίπτων ταῖς πρώραις πολλῶν ἠνάγκαζε δεῖσθαι χειρῶν τὰ πλοῖα καὶ ἔδει τοὺς ἀνέλκοντας ὑπὲρ ἥμισυ τῆς στρατιᾶς γενέσθαι. τοῦτο δὲ ἦν κρατεῖσθαι μὲν τοὺς μαχομένους, ἔχεσθαι δὲ ἀμαχεὶ μετʼ ἐκείνους τὰ ἄλλα. πρὸς δὲ τούτοις καὶ τὴν εἰς τὸ μαλακίζεσθαι παράκλησιν ἀνῃρήκει τὸ πῦρ. ὁ γὰρ μηδὲν ποιεῖν ἐθέλων ἀρρωστεῖν σκηπτόμενος ἔκειτο καθεύδων ἐν πλοίῳ, πλοίων δὲ οὐκ ὄντων ἅπας ἦν ἐν ὅπλοις. ὡς τοίνυν οὐδὲ σφόδρα βουλομένοις ἦν ἔχειν ναῦς τοσαύτας, ἔδειξε τὸ μηδὲ τὰς ὑπολειφθείσας, αἱ δὲ ἦσαν πεντεκαίδεκα γεφυρῶν εἵνεκα πεφυλαγμέναι, μηδὲ ταύτας ἀρκέσαι σῶσαι. βιαιότερος γὰρ ὢν καὶ ναυτῶν τέχνης καὶ τῆς ἄλλης πολυχειρίας ὁ πόρος αὐτάς τε καὶ τοὺς ἐμπλέοντας εἰς τὰς τῶν πολεμίων χεῖρας ἐξέβαλεν, ὥστʼ εἰ δεῖ κατηγορεῖν ἐκείνου τοῦ πυρὸς τοὺς ἐζημιωμένους, ὁ Πέρσης ἂν εἰκότως ὁ μεμφόμενος εἴη. καὶ πολλάκις γε, ὥς φασιν, ἐμέμψατο.

Οὕτω μὲν τοῦ Τίγρητος πίνοντες ἐχώρουν κατʼ ἀριστερὰν χεῖρα τὸν ποταμὸν ἔχοντες καὶ διὰ χώρας ᾔεσαν τῆς προτέρας ἀμείνονος, ὥστε οἷς εἶχον αἰχμαλώτοις θαρρούντως προσετίθεσαν. ἐπεὶ δὲ τῆς μὲν πεφυτευμένης ἐπὶ τέλει, τῆς δὲ ψιλῆς τε καὶ οὐδὲν φαυλοτέρας ἦσαν ἐν μέσῳ, κηρύττει σιτία φέρεσθαι τὸν στρατὸν ἡμερῶν εἴκοσι, τοσαύτη γὰρ ὁδὸς ἐπὶ τὴν ἀρίστην τε πόλιν καὶ ἅμα τῆς ἡμετέρας ὅμορον. τότε δὴ πρῶτον ὁρᾶται Περσικὴ παράταξις, πλῆθος οὐκ ἄτακτον, καὶ χρυσὸς πολὺς ἐν τοῖς ὅπλοις. πεσόντος δὲ ἡμετέρου τινὸς προμάχου καὶ συμπεσόντων ἁπάντων οὔθʼ ἱππεὺς οὔθʼ ὁπλίτης ἤνεγκε τὰς παρʼ ἡμῶν ἀσπίδας, ἀλλʼ εὐθὺς ἐκκλίναντες ἔφευγον ἓν εὖ τοῦτο ἠσκηκότες τοῦ πολέμου τὸ μέρος. καὶ τοῦ λοιποῦ παράταξις μὲν οὐδεμία, κλοπαὶ δὲ καὶ ἀγεννεῖς ὀλίγων ἱππέων ἔφοδοι τοῖς ὑστάτοις ἐκ τάφρων ἐπιπηδώντων οὐδὲ τότε κτεινόντων μᾶλλον ἢ θνησκόντων. τοῦ γὰρ ἱππέως ὑπιὼν ὁ ὁπλίτης τὸ δόρυ ξίφει τὸν ἵππον ἀναρρηγνὺς ἀμφοτέρους εἶχεν ἐπὶ γῆς καὶ ἕτοιμόν γε εἰς πληγὴν τὸν ἐν τῷ χιτῶνι τῷ σιδηρῷ. οἱ μὲν οὖν προσιόντες τοιαῦτα ἔπασχον, οἱ δὲ πόρρωθεν ἰσχύοντες, οἱ τοξόται, τὸ βέλος ἀφιέντες ἐπὶ γυμνὰ τοῦ στρατιώτου τὰ δεξιὰ πρὸς αὐτούς τε βλέπειν ἠνάγκαζον καὶ σχολῇ προϊέναι. προῄεσαν μέντοι καὶ τὸ νέφος οὐκ ἐκώλυε τῶν βελῶν εἰς ἅπαν. ἐλαύνων γὰρ πανταχῆ τὸν ἵππον ὁ βασιλεὺς ἐπεκούρει τῷ πιεζομένῳ λόχους τε ἀπὸ τῶν ἐν ἀδείᾳ τοῖς δεομένοις ἄγων καὶ τοὺς ἀρίστους τῶν στρατηγῶν ἐπʼ οὐρὰν πέμπων.

Μέχρι μὲν οὖν τούτων ἐκεῖνός τε νικῶν ἐχώρει καὶ ἐμοὶ λέγειν ἡδύ, τὸ δὲ ἐντεῦθεν, ὦ θεοὶ καὶ δαίμονες καὶ μεταβολαὶ τύχης, ἐφʼ οἷον ἄγομαι λόγον. βούλεσθε σιγήσω τὰ λοιπὰ καὶ στήσω τὸν λόγον ἐν τοῖς εὐφημοτέροις; πολλὰ ὑμῖν, ὦ παρόντες, ἀντὶ τῆς οἰμωγῆς ἀγαθὰ γένοιτο. τί οὖν δὴ δοκεῖ; κλαίωμεν ἢ λέγωμεν; ἐοίκατε τῷ μὲν ἔργῳ πλήττεσθαι, τὸν δὲ λόγον ἀπαιτεῖν. ῥητέον δὴ καὶ δόξαν οὐκ ἀληθῆ περὶ τῆς τελευτῆς παυστέον.

Ἀπειρηκότος γὰρ ἤδη τοῦ Πέρσου καὶ σαφῶς καταπεπολεμημένου καὶ δεδιότος μὴ τὰ κράτιστα τῆς αὐτοῦ γῆς κατασχόντες ἐπιχειμάσωσι, καὶ πρέσβεις ἑλομένου καὶ δῶρα ἀριθμοῦντος, ἐν οἷς ἦν καὶ στέφανος, καὶ μέλλοντος δὴ ταῦτα τῆς ἐπιούσης σὺν ἱκετηρίᾳ πέμπειν καὶ ποιεῖν ἐκεῖνον τῶν συνθηκῶν ὁριστὴν διασπᾶται μέν τι τῆς τάξεως τῶν μὲν τοὺς προσβάλλοντας ἀμυνομένων προϊόντων, αἰγίδος δὲ ἐξαίφνης λαμπρᾶς κόνιν τε ἐπεγειρούσης καὶ νέφη συναγούσης καὶ τοῖς βουλομένοις τι κακουργεῖν συναιρομένης ὁ μὲν βασιλεύς, ὡς συνδήσων τὸ διαρραγέν, ἔσπευδεν σὺν ἑνὶ θεράποντι, δόρυ δὲ ἱππέως ἐπʼ αὐτὸν ἐνεχθὲν ἄοπλον, τῷ γάρ, οἶμαι, σφόδρα κρατεῖν οὐδὲ ἐφράξατο, διὰ τοῦ βραχίονος δραμὸν εἰς τὴν πλευρὰν εἰσέδυ. καὶ πεσὼν ἐπὶ γῆς ὁ γενναῖος τὸ αἷμα ὁρῶν καταρρέον κρύπτειν ἐθέλων τὸ συμβὰν ἐπὶ τὸν ἵππον αὖθις ἀναβάς, ἐπειδὴ τὸ αἷμα τὴν πληγὴν ἤλεγχεν, ἐβόα καθʼ οὓς ἀεὶ γίγνοιτο, μὴ δεδιέναι τὸ τραῦμα, μηδὲ γὰρ θάνατον ἔχειν. ἔλεγε μὲν ταῦτα, τοῦ δεινοῦ δὲ ἡττᾶτο. καὶ κομίζεται πρὸς τὴν σκηνὴν καὶ τὴν μαλακὴν εὐνήν, τὴν λεοντῆν καὶ τὸν φορυτόν, ταυτὶ γὰρ ἡ ʼκείνου στρωμνή. τῶν ἰατρῶν δὲ μὴ εἶναι σωτηρίαν λεγόντων δεξαμένη τοῦ θανάτου τὸν λόγον ἡ στρατιὰ, πάντες μὲν ὠλοφύροντο, πάντες δὲ ἐκόπτοντο, παρὰ πάντων δὲ ἡ γῆ δάκρυσιν ἐβρέχετο, τὰ ὅπλα δὲ τὰς χεῖρας ἐκφυγόντα ἔρριπτο, ᾤοντο δὲ μηδʼ ἄγγελον ἐκεῖθεν ἀναστρέψειν οἴκαδε. ὁ δὲ δὴ Πέρσης δῶρα μὲν ἃ τούτῳ πέμπειν ἔδει, θεοῖς σωτῆρσιν ἀνέθηκεν, αὐτὸς δὲ τὴν εἰωθυῖαν παρέθετο τράπεζαν πρότερον τοὔδαφος ἀντʼ ἐκείνης ποιούμενος ἐκόσμησέ τε τὴν κόμην κατὰ τὸν νόμον κατερρᾳθυμημένην πάντα τὸν τῶν κινδύνων χρόνον, ἃ δὲ χάσματι γῆς ἀφανισθέντων πασσυδὶ τῶν ἐναντίων ἔπραττεν ἄν, τούτοις ἑνὸς ἐκείνου τελευτῶντος ἐχρῆτο. ἀμφότεροι τοίνυν ἔθεντο ψῆφον εἰς τὴν ἐκείνου γνώμην τὰ πράγματα ἀνακεῖσθαι Ῥωμαίοις, οἱ μὲν οἷς ἐπένθουν, οἱ δὲ οἷς ὠρχοῦντο, καὶ οἱ μὲν οἷς ἡγοῦντο ἀπολωλέναι, οἱ δʼ οἷς ἤδη κεκρατηκέναι.

Ἴδοι δʼ ἄν τις αὐτοῦ τὴν ἀρετὴν κἀκ τῶν τελευταίων ῥημάτων. ἁπάντων γὰρ τῶν περιεστηκότων εἰς θρῆνον πεπτωκότων καὶ οὐδὲ τῶν φιλοσοφούντων δυναμένων καρτερεῖν ἐπετίμα τοῖς τε ἄλλοις καὶ οὐχ ἥκιστα δὴ τούτοις, εἰ τῶν βεβιωμένων αὐτὸν εἰς Μακάρων νήσους ἀγόντων οἵδε ὡς ἀξίως Ταρτάρου βεβιωκότα δακρύοιεν. ἐῴκει δὴ ἡ σκηνὴ μὲν τῷ δεξαμένῳ δεσμωτηρίῳ τὸν Σωκράτην, οἱ παρόντες δὲ τοῖς ἐκείνῳ παροῦσιν, ἡ πληγὴ δὲ τῷ φαρμάκῳ, τὰ ῥήματα δὲ τοῖς ῥήμασι, τῷ δὲ μὴ δακρύσαι τὸν Σωκράτην μόνον τὸ μηδὲ τοῦτον. δεομένων δὲ τῶν φίλων ἀποφῆναι τῆς ἀρχῆς κληρονόμον οὐδένα αὑτῷ παραπλήσιον ἐγγὺς ὁρῶν ἀφῆκε τῇ στρατιᾷ τὴν ψῆφον. οἷς δὴ καὶ ἐπιστέλλει πάντα τρόπον σώζειν αὑτούς, καὶ γὰρ αὐτὸν ἐκείνους σώζοντα πάντα ἀνατλῆναι πόνον.

Τίς οὖν ὁ κτείνας, ποθεῖ τις ἀκοῦσαι. τοὔνομα μὲν οὐκ οἶδα, τοῦ δὲ μὴ πολέμιον εἶναι τὸν κτείναντα σημεῖον ἐναργὲς τὸ μηδένα πολέμιον ἐπὶ τῇ πληγῇ τετιμῆσθαι. καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐπὶ γέρας ἐκάλει τὸν ἀπεκτονότα καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. ἀλλʼ ὅμως οὐδεὶς οὐδʼ ἔρωτι τῶν γερῶν ἠλαζονεύσατο. καὶ πολλή γε τοῖς πολεμίοις ἡ χάρις, ὅτι ὧν οὐκ ἔδρασαν οὐ προσέθεντο τὴν δόξαν, ἀλλʼ ἔδοσαν ἡμῖν παρʼ ἡμῖν αὐτοῖς τὸν σφαγέα ζητεῖν. οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν, οὗτοι δὲ ἦσαν οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους, πάλαι τε ἐπεβούλευον καὶ τότε δυνηθέντες εἰργάσαντο τῆς τε ἄλλης ἀδικίας αὐτοὺς ἀναγκαζούσης οὐκ ἐχούσης ἐπὶ τῆς ἐκείνου βασιλείας ἐξουσίαν καὶ μάλιστά γε τοῦ τιμᾶσθαι τοὺς θεούς, οὗ τὸ ἐναντίον ἐζήτουν.

Ἃ δʼ ὑπὲρ τοῦ Περικλέους ὁ Θουκυδίδης φησίν, ὅτι τῇ τελευτῇ λαμπρότερον ἔδειξεν, ὅσον ἦν αὐτὸς τοῖς πράγμασι, ταῦτʼ ἂν ἔχοι τις εἰπεῖν καὶ περὶ τοῦδε. τῶν γὰρ ἄλλων ἁπάντων τῶν αὐτῶν ὧνπερ καὶ πρότερον ὄντων, τῶν ἀνδρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν ταξιαρχῶν, τῶν συνταγμάτων, τῶν αἰχμαλώτων, τῶν χρημάτων, τῆς τροφῆς, ἐν μιᾷ τῇ περὶ τὸν βασιλεύοντα μεταβολῇ τὰ πάντα συνετρίβη. πρῶτον μὲν γὰρ οὐκ ἤνεγκαν οὓς πρότερον ἤλαυνον, ἔπειτα δὲ δελεασθέντες εἰρήνης ὀνόματι, τὸ γὰρ αὐτὸ προσήνεγκαν οἱ πολέμιοι μηχάνημα, πάντες ἐβόων δέχεσθαι καὶ στέργειν, καὶ πρῶτος ὁ βασιλεύων εἵλκετο. λαβὼν δὲ αὐτοὺς πρὸς τὴν ἡσυχίαν ὡρμηκότας ὁ Μῆδος διῆγε, διέτριβεν ἐρωτῶν, ἀποκρινόμενος, τοῦτο δεχόμενος, ἕτερον ἀναβαλλόμενος, ἐν πλήθει πρεσβειῶν ἀναλίσκων αὐτοῖς τὴν τροφήν. ὡς δὲ σίτου τε καὶ τῶν ἄλλων ἁπάντων ἐσπάνιζον καὶ ᾔτουν καὶ πάντα δεινὴ δὴ συγχωρεῖν ἀνάγκη περιειστήκει, τότε δὴ τὸν κουφότατον ᾔτει μισθόν, πόλεις καὶ χώρας καὶ ἔθνη, τὰ τείχη τῆς Ῥωμαίων ἀσφαλείας. ὁ δὲ ἐπένευέ τε καὶ παντὸς ἀφίστατο καὶ δεινὸν οὐδὲν ἐδόκει. ὥστʼ ἔγωγε πολλάκις ἐθαύμασα τοῦ Μήδου, ὡς παρὸν πλείω λαβεῖν οὐκ ἠθέλησε. τίς γὰρ ἂν ἀντεῖπεν ἐπὶ τὸν Εὐφράτην προάγοντι τὴν ἐπιθυμίαν, τίς δʼ ἂν ἐπὶ τὸν Ὀρόντην, τίς δʼ ἂν ἐπὶ τὸν Κύδνον, τίς δʼ ἂν ἐπὶ τὸν Σαγγάριον, τίς δʼ ἂν ἐπὶ τὸν Βόσπορον αὐτόν; ἦν γὰρ ὁ διδάξων τὸν Ῥωμαῖον πλησίον, ὡς ἀρκέσει καὶ τὸ λοιπὸν εἰς ἀρχὴν καὶ τρυφὴν καὶ μέθην καὶ λαγνείαν. ὥστʼ εἴ τις χαίρει τούτων οὐ πεπραγμένων, Πέρσαις ἴστω τὴν χάριν, οἳ πολλοστὸν μέρος ὧν ἐξῆν ἔχειν ἐπήγγειλαν. ὡς οὗτοί γε τὰ ὅπλα ῥίψαντες ἐκείνοις ἔχειν, ὥσπερ ἐκ ναυαγίας, γυμνοί, προσαιτοῦντες οἱ πλείους, ἐπανῄεσαν, ὁ δὲ ἀσπίδος ἥμισυ φέρων ἢ δόρατος τρίτον ἢ τῶν κνημίδων τὴν ἑτέραν ἐπʼ ὤμων Καλλίμαχος ἦν οὗτος, ἀπολογία δὲ μία πᾶσι τοῖς ἀσχημονοῦσιν ἡ τελευτὴ τοῦ ταῦτα ἂν τρέψαντος εἰς τοὺς ἐναντίους.

Διὰ τί οὖν, ὦ θεοὶ καὶ δαίμονες, μὴ ταῦτα ἐκυρώσατε; διὰ τί μὴ τὸ μὲν ὑμᾶς ἐπιστάμενον γένος εὔδαιμον, τὸν δὲ τούτοις εὐδαιμονίας αἴτιον κατεστήσατε; τί μεμψάμενοι τῆς γνώμης, τί δὲ οὐκ ἐπαινοῦντες τῶν πεπραγμένων; οὐ βωμοὺς ἀνέστησεν; οὐ νεὼς ἐποίησεν; οὐκ ἐθεράπευσε μεγαλοπρεπῶς θεούς, ἥρωας, αἰθέρα, οὐρανόν, γῆν, θάλατταν, πηγάς, ποταμούς; οὐκ ἐπολέμησε τοῖς ὑμῖν πεπολεμηκόσιν; οὐ σωφρονέστερος μὲν Ἱππολύτου, δίκαιος δὲ κατὰ τὸν Ῥαδάμανθυν, συνετώτερος δὲ Θεμιστοκλέους, ἀνδρειότερος δὲ Βρασίδου; οὐ τὴν οἰκουμένην ὥσπερ λειποψυχοῦσαν ἔρρωσεν; οὐ μισοπόνηρος, οὐ πρᾷος δικαίοις, οὐκ ἀκολάστοις ἐχθρός, οὐκ ἐπιεικέσι φίλος; ὢ στρατιᾶς μεγάλης, ὢ πολλῶν κατασκαφῶν, ὢ πολλῶν τροπαίων, ὢ τέλους τῆς διανοίας ἀναξίου. ἡμεῖς μὲν ᾠόμεθα τὴν Περσῶν ἅπασαν μέρος τῆς Ῥωμαίων ἔσεσθαι καὶ νόμοις τοῖς ἡμετέροις οἰκήσεσθαι καὶ ἀρχὰς τὰς ἐνθένδε δέξεσθαι καὶ φόρους οἴσειν καὶ γλῶτταν ἀμείψειν καὶ στολὴν μετακοσμήσειν καὶ κερεῖν κόμας καὶ σοφιστὰς ἐν Σούσοις Περσῶν παῖδας ἐκκροτήσειν ῥήτορας, ἱερὰ δὲ τὰ παρʼ ἡμῖν τοῖς ἐκεῖθεν κοσμηθέντα λαφύροις διδάξειν τοὺς ἐπιγιγνομένους τὸ τῆς νίκης μέγεθος, τὸν δὲ ταῦτα εἰργασμένον ἀγωνοθετήσειν τοῖς ἐγκωμιάζουσι τὰ πεπραγμένα τοὺς μὲν θαυμάζοντα, τοὺς δὲ οὐκ ἐκβάλλοντα, καὶ τοῖς μὲν ἡδόμενον, τοῖς δὲ οὐκ ἀχθόμενον, λόγους δέ, εἴπερ ποτέ, ἔσεσθαι ἡδίους καὶ τοῖς ἱεροῖς ὑποχωρήσειν τοὺς τάφους πάντων ἑκόντων ἐπὶ τοὺς βωμοὺς τρεχόντων καὶ τῶν πρότερον ἀνατρεπόντων αὐτῶν ἱδρυομένων καὶ τῶν τὸ αἷμα φευγόντων αὐτῶν θυόντων, τοὺς δὲ ἰδίους ἑκάστων οἴκους εἰς εὐπορίαν ἐπιδώσειν ἄλλαις τε ἀφορμαῖς μυρίαις καὶ σμικρότητι τῶν εἰσφορῶν, καὶ γὰρ αὖ καὶ τοῦτο λέγεται τοῖς θεοῖς ἐν μέσοις εὔξασθαι τοῖς κινδύνοις, οὕτω λυθῆναι τὸν πόλεμον, ὥστʼ αὐτῷ γενέσθαι τὴν εἰσφορὰν εἰς τἀρχαῖα πάλιν ἀπενεγκεῖν.

Ταῦτα καὶ ἔτι πλείω προσδοκώμενα χορὸς φθονερῶν ἀφείλετο δαιμόνων καὶ τὸν ἀθλητὴν ἐγγὺς ὄντα τοῦ στεφάνου κεκρυμμένον ἡμῖν ἐν σορῷ κεκόμικεν. εἰκότως ἄρα διὰ πάσης γῆς καὶ θαλάττης ὁ θρῆνος ἦλθεν, εἰκότως οἱ μὲν ὡς ἥδιστα μετʼ ἐκεῖνον ἐτελεύτησαν, οἱ δʼ ἀλγοῦσι τῷ μὴ τεθνάναι νύκτα μὲν συνεχῆ τὰ πρὸ ἐκείνου, νύκτα δὲ τὰ μετʼ ἐκεῖνον νομίζοντες, τὸν δὲ τῆς ἐκείνου βασιλείας χρόνον ἀκτῖνα ὡς ἀληθῶς καθαράν. ὢ πόλεων, ἃς ἐποίησας ἄν, ὢ τῶν σαθρῶν, ἃς ἐπηνώρθωσας ἄν, ὢ λόγων, οὓς ἦρας ἂν εἰς ἀξίωμα, ὢ τῆς ἄλλης ἀρετῆς, ὅσον ἴσχυσεν ἄν, ὢ δίκης, ἣ κατέβη μὲν ἐξ οὐρανοῦ πάλιν εἰς γῆν, ᾤχετο δὲ πάλιν ἐνθένδε εἰς οὐρανόν, ὢ μεταβολῆς ἀγχιστρόφου, ὢ κοινῆς εὐδαιμονίας ἀρξαμένης τε ὁμοῦ καὶ πεπαυμένης. παραπλήσιον γὰρ δή τι πεπόνθαμεν, οἷον εἴ τις ἀνδρὸς διψῶντος καὶ προσάγοντος τοῖς χείλεσι φιάλην ψυχροῦ τε καὶ διαφανοῦς ὕδατος γευσαμένου τὸ πρῶτον ἁρπάσας οἴχοιτο. ἡμᾶς δέ, εἴπερ ἐχρῆν εὐθέως στέρεσθαι, κρεῖττον ἦν μηδὲ μετασχεῖν τὴν ἀρχὴν ἢ πρὸ τοῦ κόρου στερηθῆναι. νῦν δʼ οὐχ ἵνα ἀπολαύσαιμεν, ἀλλʼ ἵνα οἵων οὐκέτʼ ἀπολαύομεν εἰδότες στένοιμεν, γεύσας ἀφείλετο, ὥσπερ ἂν εἰ τοῖς ἀνθρώποις δείξας τὸν ἥλιον ὁ Ζεὺς ἐπεῖχε παρʼ ἑαυτῷ μηκέτι ποιῶν ἡμέραν.

Καίτοι καὶ τοῦ ἡλίου ταὐτὰ μὲν ἔτι δρῶντος, τὴν αὐτὴν δὲ ἰόντος οὐχ ὁμοία τοῖς βελτίστοις ἡ χάρις. ἡ γὰρ ἐπὶ τῷδε λύπη βαπτίζουσα μὲν τὴν ψυχήν, συνθολοῦσα δὲ τὴν γνώμην ἀχλύν τινα καὶ τοῖς ὄμμασιν ἐπιφέρει, καὶ μικρόν τι διαφέρομεν τῶν ζώντων ἐν σκότῳ. οἷα γὰρ αὖθις ἐπεισῆλθε τῇ τοῦ βασιλέως σφαγῇ. σεμνοὶ μὲν οἱ κατὰ τῶν θεῶν δημηγοροῦντες, ἱερεῖς δὲ ἐν εὐθύναις παρανόμοις. οἷς δὲ ἐθεραπεύθη τὸ δαιμόνιον ἱεροῖς καὶ ἃ τὸ πῦρ ἔλαβε, τούτων ἡ τιμὴ τίθεται, μᾶλλον δὲ ὁ μὲν εὐπορῶν οἴκοθεν ἔθηκεν, ὁ δʼ οὐκ εὐπορῶν δεθεὶς τέθνηκε. νεῶν δὲ οἱ μὲν κατεσκάφησαν, οἱ δʼ ἡμιτέλεστοι γέλως ἑστᾶσι τοῖς μιαροῖς, φιλοσόφων δὲ ἀνδρῶν αἰκίζεται σώματα, καὶ τὸ εἰληφέναι τι βασιλέως διδόντος ὄφλημα γέγονε καὶ πρόσεστιν αἰτία κλοπῆς καὶ δεῖ γεγυμνωμένον μέσου θέρους ἐν μεσημβρίᾳ ταῖς ἀκτῖσι πιεζόμενον πρὸς οἷς εἴληφεν ἃ μήτε φαίνεται λαβὼν μήτε δύναται δοῦναι, διδόναι καταναγκάζεσθαι, οὐχ ἵνα δῷ, πῶς γάρ, ἃ μὴ δυνατόν; ἀλλʼ ἵνα τῷ μὴ δύνασθαι στρεβλούμενος καὶ φλεγόμενος κατατείνηται. ῥητορικῆς δὲ διδάσκαλοι συζῶντες πρότερον τοῖς ἀρχὰς ἔχουσιν ἀπελαύνονται τῶν θυρῶν, ὥσπερ ἀνδροφόνοι, πλήθη δὲ νέων τὰ περὶ αὐτοὺς πρότερον ταῦτα ὁρῶντες φυγόντες ὡς ἀσθενεῖς τοὺς λόγους ἄλλην ἰσχὺν ζητοῦσι. βουλευταὶ δὲ τὴν δικαιοτάτην θεραπείαν ὑπὲρ τῶν πατρίδων ἀποδράντες τὴν ἄδικον ἐλευθερίαν. ἐδίωξαν, ὁ δὲ ἐπισχήσων τὸν πλημμελοῦντα οὐκ ἔστι, πάντα δὲ μεστὰ πρατήρων, ἤπειροι, νῆσοι, κῶμαι πόλεις, ἀγοραί, λιμένες, στενωποί· πωλεῖται δὲ οἰκία καὶ ἀνδράποδα καὶ τροφεὺς καὶ τροφὸς καὶ παιδαγωγὸς καὶ προγόνων τάφοι, πανταχοῦ δὲ πενία καὶ πτωχεία καὶ δάκρυα καὶ τοῖς γεωργοῖς ἄμεινον εἶναι δοκεῖ προσαιτεῖν ἢ γεωργεῖν, ὁ δὲ τήμερον δοῦναι δυνάμενος αὔριον χρήζει τοῦ δώσοντος. Σκύθαι δὲ καὶ Σαυρομάται καὶ Κελτοὶ καὶ πᾶν ὅσον βάρβαρον ἠγάπα ζῆν ἐν σπονδαῖς, αὖθις τὰ ξίφη θήξαντες ἐπιστρατεύουσι, διαπλέουσιν, ἀπειλοῦσι, δρῶσι, διώκοντες αἱροῦσι, διωκόμενοι κρατοῦσιν, ὥσπερ οἰκέται πονηροὶ δεσπότου τετελευτηκότος ὀρφανοῖς ἐπανιστάμενοι.

Ἐπὶ τούτοις τίς οὐκ ἂν νοῦν ἔχων ἐκτείνας ἑαυτὸν ἐπὶ γῆς καὶ καταχεάμενος τέφραν καὶ τίλλων νέος μὲν ἴουλον, γέρων δὲ πολιὰς αὑτόν τε καὶ τὴν οἰκουμένην, εἰ δεῖ δὴ τοῦτʼ ἔτι προσειπεῖν αὐτήν, πενθήσειεν; ἡ μέν γε Γῆ καλῶς τε ᾔσθετο τοῦ πάθους καὶ προσηκούσῃ κουρᾷ τὸν ἄνδρα ἐτίμησεν ἀποσεισαμένη, καθάπερ ἵππος ἀναβάτην, πόλεις τόσας καὶ τόσας, ἐν Παλαιστίνῃ πολλάς, τὰς Λιβύων ἁπάσας. κεῖνται μὲν αἱ μέγισται Σικελίας, κεῖνται δὲ Ἑλλήνων πλὴν μιᾶς αἱ πᾶσαι, κεῖται δὲ ἡ καλὴ Νίκαια, σείεται δὲ ἡ κάλλει μεγίστη καὶ θαρρεῖν περὶ τοῦ μέλλοντος οὐκ ἔχει· ταῦτα αὐτῷ παρὰ τῆς Γῆς ἢ εἰ βούλει γε, τοῦ Ποσειδῶνος, παρὰ δὲ αὖ τῶν Ὡρῶν λιμοὶ καὶ λοιμοὶ φθείροντες ὁμοίως ἀνθρώπους τε καὶ βοσκήματα, ὡς οὐκ ὂν θέμις ἐκείνου μεθεστηκότος εὐθενεῖν τὰ περὶ γῆν.

Τί οὖν θαυμαστόν, εἴ τις τούτων ὄντων τοιούτων, ὥσπερ ἐγώ, ζημίαν ἡγεῖται τὸ μήπω τεθνάναι. καίτοι ἔγωγε τοὺς θεοὺς ἠξίουν οὐ ταύτῃ γεραίρειν τὸν θαυμαστὸν ἐκεῖνον, ἀλλὰ παίδων γενέσει καὶ γήρᾳ βαθεῖ καὶ μήκει βασιλείας. ἀλλὰ Λυδῶν μὲν βασιλεῖς, ὦ Ζεῦ, σπέρμα Γύγου τὴν χεῖρα οὐ καθαροῦ, ὁ μὲν εἰς ἔτη προῆλθεν ἐννέα καὶ τριάκοντα, ὁ δὲ εἰς ἑπτὰ καὶ πεντήκοντα καὶ αὐτὸς δὲ ἐκεῖνος ὁ δυσσεβὴς δορυφόρος εἰς δυοῖν δέοντα τετταράκοντα, τούτῳ δὲ τρίτου προσάψασθαι μόνον ἐπὶ τοῦ μείζονος θρόνου δέδωκας, ὃν ἔδει πλείονος, εἰ δὲ μή, μήτοι γε ἐλάττονος ἢ Κῦρον τὸν μέγαν ἀξιῶσαι χρόνου τὰ πατέρων καὶ αὐτὸν πρὸς τοὺς ἀρχομένους τετηρηκότα.

Ἀλλὰ γὰρ ἐννοήσας τὴν ἐπιτίμησιν ᾗ τῶν ἐν τῇ σκηνῇ δακρυόντων καθήψατο, καὶ νῦν αὐτὸν ἡγοῦμαι τὴν ἐν τῷ θρήνῳ μερίδα τοῦ λόγου μέμψασθαι, καί μοι δοκεῖ κἂν δεῦρο εἰσελθών, εἴπερ ἐνῆν, τοιούτοις ἂν πρὸς ἡμᾶς χρήσασθαι λόγοις, ὅτι τὴν ἐμὴν ὑμεῖς ὀδυρόμενοι πληγὴν καὶ τὸν ἐν τῇ νεότητι θάνατον, εἰ μὲν τὸ συνεῖναι θεοῖς χεῖρον ἡγεῖσθε τοῦ τοῖς ἀνθρώποις, οὐκ εὖ φρονεῖτε. εἰ δʼ οὐκ οἴεσθέ μοι ταύτης μεταδεδόσθαι τῆς χώρας, πᾶν τοὐμὸν ἀγνοεῖτε καὶ πρᾶγμα πεπόνθατε ἀτοπώτατον τοῦτον ἥκιστα εἰδότες, ὃν σφόδρα εἰδέναι πέπεισθε. ἔτι τοίνυν μηδὲ τὸ ἐν πολέμῳ καὶ διὰ σιδήρου δεινὸν ὑμῖν δοκείτω. οὕτως ἀπῆλθε Λεωνίδας, οὕτως Ἐπαμινώνδας, οὕτω Σαρπηδών, οὕτω Μέμνων, οἱ τῶν θεῶν. εἰ δʼ ὁ χρόνος τῇ βραχύτητι λυπεῖ, φερέτω παραμυθίαν ὑμῖν Ἀλέξανδρος ὁ Διός.

Ταυτὶ μὲν ἐκεῖνος ἄν, ἐγὼ δὲ τούτοις ἔχοιμʼ ἄν τινα προσθεῖναι, ἓν μὲν πρῶτον καὶ μέγιστον, ὅτι τὰ μὲν τῶν Μοιρῶν ἀνίκητα, Μοῖρα δὲ ἴσως ἐπέχει τὴν Ῥωμαίων, ὁποία ποτὲ τὴν Αἴγυπτον. καὶ ἐπειδὴ κακῶς μὲν ἔδει ταύτῃ γενέσθαι, ζῶν δὲ ἐκεῖνος ἐκώλυεν εὐδαιμονίαν εἰσάγων, ὑπεχώρησε τῇ φορᾷ τῶν χειρόνων, ὅπως μὴ εὖ πράττοιεν οὓς ἐχρῆν κακῶς. δεύτερον ἕτερον λογιζώμεθα πρὸς ἡμᾶς αὐτούς, ὡς εἰ καὶ νέος ἀπῆλθεν, ἀλλὰ πᾶν γῆρας βασιλέων νικήσας ταῖς πράξεσι. τίνος γὰρ οὕτω πολλὰ καὶ μεγάλα μνημονεύει τις τριπλάσιον βεβιωκότος χρόνον; δεῖ τοίνυν ἀντʼ ἐκείνου τὴν ἐκείνου δόξαν ἔχοντας φέρειν καὶ μὴ διὰ τὴν τελευτὴν μᾶλλον ἀλγεῖν ἢ διὰ τὰ πρὸ ταύτης εὐφραίνεσθαι. οὗτός ἐστιν ὁ τῆς Ῥωμαίων γῆς ἔξω τε ὢν ὁμοῦ καὶ κρατῶν καὶ τὸ μὲν σῶμα ἔχων ἐν τῇ πολεμίᾳ, τὴν δʼ οἰκείαν ὑπὸ τῇ βασιλείᾳ καὶ ταὐτὸν δυνηθεὶς πρός γε τὸ πάντα ἡσυχάζειν ἀπών τε ὁμοίως καὶ παρών. οὔτε γὰρ βάρβαρος ὅπλων ἥψατο παρὰ τὰς συνθήκας οὔτʼ ἔνδοθεν ἀνεφύη θόρυβος οὐδὲ εἷς, οἷα πολλὰ καὶ βασιλέων ἐφεστηκότων ἐτολμήθη πολλάκις. καίτοι τοῦτο εἴτε φίλτρον εἴτε φόβος ἐποίει, μᾶλλον δὲ εἰ φόβος μὲν ἐπεῖχε τοὺς βαρβάρους, φίλτρον δὲ τοὺς ὑπηκόους, πῶς οὐκ ἄξιον ἑκάτερον θαυμάσαι, καὶ τὸ τοῖς ἐναντίοις δέος ἐμβαλεῖν καὶ τὸ τοῖς οἰκείοις εὔνοιαν ἐνθεῖναι ἢ εἰ βούλει γε, ἀμφοτέροις ἀμφότερα; οὐκοῦν καὶ τοῦτο τῆς λύπης ἡμῖν ἀφαιρείτω καὶ πρὸς τούτῳ γʼ ἐκεῖνο τὸ μηδένα τῶν ἀρχομένων ἔχειν ποτὲ πρὸς αὑτὸν εἰπεῖν, ὡς ἄρα οὐχ ὑπὸ κρείττονος ἄρχοιτο. τίς γὰρ ἐκείνου δικαιότερος βασιλεύειν, εἰ τὸν καὶ τῷ φρονεῖν καὶ τῷ δύνασθαι λέγειν καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντα τῶν ἄλλων τοῖς ἧττον ἀγαθοῖς ἐπιστατεῖν ἄξιον; αὐτὸν μὲν οὐκ ἂν ἴδοιμεν, τοὺς δὲ ἐκείνου λόγους ἔστιν ἰδεῖν τοὺς πολλοὺς καὶ πάντας σὺν τέχνῃ. καίτοι τῶν ἐν τῷ γράφειν καταγεγηρακότων οἱ πολλοὶ πλείους ἔφυγον λόγων ὁδοὺς ἢ ὅσας ἐλθεῖν ἐθάρρησαν, ὥστε μὴ εἶναι πλείω φιλοτιμίαν αὐτοῖς ἐκ τῶν πεποιημένων ἢ ψόγον ἐκ τῶν μὴ γεγραμμένων, ὁ δὲ πολεμῶν τε ὁμοῦ καὶ πλάττων λόγους πάσας μορφὰς καταλέλοιπεν ἁπάσαις μὲν ἅπαντας νικῶν, τὰ δʼ αὑτοῦ τῇ τῶν ἐπιστολῶν. ταῦτα ἐγὼ λαμβάνων παραμυθίαν πορίζομαι, διὰ τούτων ὑμεῖς τῶν ἐκγόνων τὴν λύπην οἴσετε. παῖδας τούτους ἐκεῖνος ἀθανάτους καταλέλοιπεν, οὓς οὐκ ἂν ὁ χρόνος δύναιτο μετὰ τῶν ἐν ταῖς σανίσιν ἐξαλεῖψαι χρωμάτων.

Ἐπεὶ δὲ εἰκόνων ἐμνήσθην, πολλαὶ πόλεις ἐκεῖνον τοῖς τῶν θεῶν παραστήσαντες ἕδεσιν ὡς τοὺς θεοὺς τιμῶσι, καί τις ἤδη καὶ παρʼ ἐκείνου διʼ εὐχῆς ᾔτησέ τι τῶν ἀγαθῶν καὶ οὐκ ἠτύχησεν. οὕτως ἀτεχνῶς παρʼ ἐκείνους τε ἀναβέβηκε καὶ τῆς τῶν κρειττόνων δυνάμεως παρʼ αὐτῶν ἐκείνων μετείληφε. βέλτιστοι δὲ ἄρα ἦσαν οἱ καὶ τὸν πρῶτον ἄγγελον τῆς τελευτῆς μικροῦ καταλεύσαντες, ὡς θεοῦ καταψευδόμενον. παραμυθοῦνται δέ με καὶ Πέρσαι γραφαῖς αὐτοῦ δηλοῦντες τὴν προσβολήν. λέγονται γὰρ αὐτὸν εἰκάσαντες κεραυνοῦ πυρὶ γράψαντες κεραυνὸν προσπαραγράψαι τοὔνομα δεικνύντες, ὡς μείζω φύσεως ἀνθρωπίνης ἀφῆκεν εἰς αὐτοὺς κακά. τοῦτον ἐδέξατο μὲν τὸ πρὸ Ταρσῶν τῆς Κιλικίας χωρίον, εἶχε δʼ ἂν δικαιότερον τὸ τῆς Ἀκαδημίας πλησίον τοῦ Πλάτωνος, ὥστʼ αὐτῷ παρὰ τῶν ἀεὶ νέων τε καὶ διδασκάλων ἃ καὶ τῷ Πλάτωνι τελεῖσθαι. τούτῳ δεῖ ποιεῖν σκόλια, τούτῳ παιᾶνας, τούτῳ πᾶν εἶδος ἐγκωμίων, τοῦτον σύμμαχον ἐπὶ βαρβάρους ἀρχομένους πολέμων καλεῖν, ὃς ἔχων τὸ μέλλον ἅπαν ἐκ μαντικῆς ἑλεῖν τὸ μὲν εἰ κακώσει Πέρσας, ᾠήθη δεῖν προμαθεῖν, τὸ δʼ εἰ σῶς ἐπάνεισιν, οὐκ ἠξίωσεν ἔργῳ δείξας, ὅτι δόξης ἦν, οὐ ζωῆς ἐπιθυμητής. βασιλεύεσθαι μὲν οὖν ὑπὸ τοιαύτης ἀρετῆς πάντων εὐδαιμονέστατον, ἐστερημένους δὲ φάρμακον δεῖ ποιεῖσθαι τῆς λύπης τὸ ʼκείνου κλέος, ὃν καὶ μετὰ θεῶν ὀμνύναι τοῦ σήματος ἁπτομένους μᾶλλον εὔλογον ἤ τισι τῶν βαρβάρων τοὺς παρʼ αὐτοῖς δικαιοτάτους.

Ὦ δαιμόνων μὲν τρόφιμε, δαιμόνων δὲ μαθητά, δαιμόνων δὲ πάρεδρε, ὦ μικρὸν μὲν τῆς γῆς μέρος κατέχων διὰ τοῦ τάφου, πᾶσαν δὲ τῷ θαύματι τὴν οἰκουμένην, ὦ νενικηκὼς μάχαις μὲν τοὺς ἀλλοφύλους, ἀμαχεὶ δὲ τοὺς ὁμοφύλους, ὦ πατράσι μὲν παίδων, παισὶ δὲ πατέρων, ἀδελφοῖς δὲ ἀδελφῶν ποθεινότερε, ὦ μεγάλα μὲν δράσας, μείζω δὲ μέλλων, ὦ θεῶν μὲν ἐπίκουρε, θεῶν δὲ ὁμιλητά, ὦ πάσας μὲν ἡδονὰς καταπατήσας πλὴν ὅσαι λόγων, ταυτί σοι παρὰ τῶν ἡμετέρων λόγων τῶν μικρῶν, οὓς αὐτὸς ἦγες μεγάλους.