ΤΙΒΕΡΙΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΔΗΜΟΣΘΕΝΕΙ ΣΧΗΜΑΤΩΝ
Μέλλοντι τὴν τῶν σχημάτων θεωρίαν τῶν παρὰ Δημοσθένει κατανοεῖν, ἀνάγκη εἶναί μοι δοκεῖ πρῶτον εἰπεῖν τί τὸ σχῆμά ἐστιν.
Ἔστι τοίνυν σχῆμα τὸ μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρον μηδὲ ἐπʼ εὐθείας, ἀλλʼ ἐκτρέπον καὶ ἐξαλλάσσον τὴν διάνοιαν τῇ φράσει κόσμου τινὸς ἢ χρείας ἕνεκα. ὁ γὰρ χαριέστερος ὅρος πλειόνων ὄντων καὶ ἄλλων οὗτος καὶ ἐν λέξεσί μοι φαίνεται ... ὥσπερ ἀμέλει καὶ λέξεως σχῆμά ἐστιν ἐξαλλαγὴ τοῦ ἐν ἔθει, κατά τινα πλάσιν κόσμον ἢ χρείαν τινὰ τοῖς λόγοις παρέχουσα.
Ὁ μὲν οὖν σαφέστερος ὅρος τοῦ τῆς λέξεως σχήματος οὗτός ἐστι· δοκεῖ δέ πως συνῆφθαι κατὰ τὸ πρῶτον μόριον τῷ τοῦ σολοικισμοῦ ὅρῳ, εἶτα κατὰ τὸ τελευταῖον μέρος διεστηκέναι. καὶ γὰρ ὁ σολοικισμὸς ἐξαλλαγὴ τοῦ ἐν ἔθει ἐστίν, ἀλλʼ οὔτε χρείας ἕνεκα, οὔτε κόσμου τινὸς χάριν γίνεται.
Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.
Πρῶτον οὖν τὰ τῆς διανοίας σχήματα δεικτέον, ἐπεὶ τὸν νοῦν παντὸς λόγου δεῖ προηγεῖσθαι.
Ἔστι δὲ ταῦτα· εἰρωνεία, ἐπιτίμησις, παράλειψις, διαπόρησις, ἀποστροφή, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, ἠθοποιΐα, προσώπου ὑποβολή, πυσματικόν, ἔμφασις, ἀπὸ τοῦ ἀντικειμένου, παρὰ προσδοκίαν, αὐτοσχέδιον, ἀντίθετον, διαλεκτικόν, τόπου ἐμβολὴ ἐξ ὀνόματος, καθόλου, ὅρκος.
Περὶ εἰρωνείας
Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐναντίον σημαῖνον, οἷον· ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες οὐδὲ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων. καὶ πάλιν· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει; ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφʼ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται· ἐγὼ δέ, ὃς—εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν — μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν — εἴτε φιλοτιμίαν—χορηγὸς ὑπέστην.
Περὶ ἐπιτιμήσεως
Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας· ὑμεῖς δὲ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, πόρρωθεν δʼ ὁρῶντες οὐ φυλάττεσθαι. καὶ πάλιν οὕτως· ὡς ἔοικεν, πολύ τι σκότος ἐστὶ παρʼ ὑμῖν πρὸ τῆς ἀληθείας.
Περὶ παραλείψεως
Παράλειψις δέ ἐστιν ὅταν τις τῷ δοκεῖν τινα παραλείπειν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ἐγὼ δέ, ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφʼ ὑμῶν ἴσως γινώσκεται. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην· ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον· οὐδενὸς τούτων μέμνημαι· Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν καὶ ὅσα ἄλλα τοιαῦτα ἡ πόλις ἠδικεῖτο, οὐδʼ εἰ γέγονεν οἶδα.
Τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῄρηται.
Περὶ διαπορήσεως
Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον· ἀλλʼ εἰς τοσοῦτον ἀφῖχθε μωρίας, ἢ παρανοίας, ἢ—οὐκ ἔχω τί λέγω. καὶ πάλιν· οὐκ ἀπορῶν δʼ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ· πότερʼ ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευε παρʼ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον; ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλεισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε;
Ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν, πάντα εἴρηκε.
Περὶ ἀποστροφῆς
Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τις τὸν λόγον, οἷον· μηδὲν οὖν φιλονείκει, Λεπτίνη. καὶ πάλιν· οὓς ἅπαντας ἡ πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη.
Κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.
Περὶ προδιορθώσεως
Προδιόρθωσις δέ ἐστιν ὅταν ὑποπτεύων προσκρούειν τὸ ῥηθησόμενον παραιτῆται τοὺς ἀκούοντας, οἷον· ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναίσθητον, ὅμως δʼ ἐπεπείσμην. καὶ πάλιν· ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν. καί μοι, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ.
Εἰ γὰρ καὶ δυσχερὲς ἦν τὸ λεγόμενον καὶ προσέκρουε, παραιτούμενος ἠκούσθη διὰ τὴν ὑπόσχεσιν.
Περὶ ἐπιδιορθώσεως
Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ· ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην· ὀψὲ γάρ ποτε—ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρῴην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονεν.
Περὶ ἀποσιωπήσεως
Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, οἷον· ἀλλʼ ἐγὼ μὲν—οὐ βούλομαι δυσχερὲς εἰπεῖν οὐδὲν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ. καὶ πάλιν πρὸς τὸν Χαρίδημον· ᾧ μήτηρ μὲν—οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι.
Οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.
Περὶ ἠθοποιΐας
Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφʼ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ Δημοσθένει· φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρείκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν· εἶτʼ, ὦ πάντων ἀνθρώπων φαυλότατοι. πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων.
Κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα· «τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι». ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών· ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· «ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται». τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ.
Καὶ Ὀδυσσεὺς παρʼ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον· Ἀτρεΐδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν, Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
Τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπʼ αὐτῶν ἐγκαταλειφθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.
Περὶ προσώπου ὑποβολῆς
Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τις εἰπεῖν τι πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς· ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους.
Πιστοῦται γὰρ ὡς παρʼ εἰδότος ἀκούσας τὰ λεγόμενα.
Μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφʼ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον· ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι· «πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις καὶ λέγετε ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσις τοῖς Ἕλλησι» καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην· ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς;
Ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον τὸν τρόπον ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.
Περὶ πυσματικοῦ
Τὸ πυσματικὸν δὲ σχῆμα ἔργα μὲν ἔχει δʹ· προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον.
Προσοχὴ μὲν οὖν ἐστιν, οἷον· διὰ τί; καὶ πάλιν· τίνος οὖν ἕνεκα ταῦτα λέγω; ἐπιστρέφει γὰρ τοὺς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις.
Σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς; καὶ πάλιν· ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. καὶ πάλιν· ἀλλὰ πῶς; «ὡς ἐν τῷ ἄξονι εἴρηται» φησίν. ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ δοῦναι τὸ σχῆμα δυνάμενον.
Ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον· πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο; καὶ πάλιν· καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή;
Ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ· τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν; καὶ πάλιν· τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετʼ ἄν; καὶ τρίτον εἰς τὸ αὐτό· τί τὴν πόλιν, Αἰσχίνη, προσήκει ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον; καὶ τέταρτον· ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς. καὶ πάλιν· πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή; οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.
Περὶ ἐμφάσεως
Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ διʼ ἑτέρων ἐμφαίνῃ, οἷον· τί τὸ κωλῦον ἔτʼ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται; ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος· ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα. οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.
Περὶ τοῦ ἀντικειμένου
Ἀπὸ τοῦ ἀντικειμένου δέ ἐστιν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφʼ ἑτέρου προσώπου, διʼ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν· οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρασκευαζόμενα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε. ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν· οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγώ, γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι. τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.
Περὶ τοῦ παρὰ προσδοκίαν
Παρὰ προσδοκίαν δʼ ἐστὶν ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλο μετά τινος χάριτος ἐπενέγκῃ, οἷον· τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.
Περὶ αὐτοσχεδίου
Αὐτοσχέδιον δʼ ἐστὶν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον· ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην. καὶ πάλιν· τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν.
Περὶ τοῦ ἀντιθέτου
Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ τοῖς ἐπιβεβουλευμένοις ... λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου προεῖπε τὸ τοῦ Σατύρου περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τοὺς δικάζοντας.
Περὶ τοῦ διαλεκτικοῦ
Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν· «οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν». ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· πότεροι γάρ —φησίν— μᾶλλον ἀδικοῦσιν; οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίη τις ἂν ἐκείνους. τί ποτʼ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τουτοισὶ κέκρινται, οὐδενὸς πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ. καὶ ἐν τῷ πρὸς Λεπτίνην· ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώμης εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ, τοὺς εὐεργέτας τιμᾶν; δίκαιον. τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε.
Ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.
Περὶ τόπου ἐμβολῆς ἐξ ὀνόματος
Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρʼ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο· οὐδὲ θαυμάζω τοῦτʼ ἐγώ ... εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν, ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν· ἀλλʼ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε. καὶ πάλιν προθείς· τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μου διέσυρες, καὶ τὴν ταφρείαν ἄξια μὲν χάριτος καὶ ἐπαίνου κρίνω· πῶς γὰρ οὔ; εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν· οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.
Περὶ τοῦ καθόλου
Καθόλου δέ ἐστιν ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλʼ εἰς τὸ καθόλου ἀνενεγκών. οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον· τὸ τῇ τάξει καὶ τῇ ἀπολογίᾳ, ὡς βεβούληται τῶν ἀγωνιζομένων ἕκαστος, οὕτως ἐᾶσαι χρῆσθαι. οὐ γὰρ ἴδιον πλεονέκτημα ᾔτησεν, ἀλλʼ ἐβεβαίωσε κοινὸν δικαίωμα.
Καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.
Περὶ ὅρκου
Φαίη δʼ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι παρʼ αὐτῷ. τὸ γάρ· οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ ... ὅρκος ἐστίν.
Τινὲς δέ φασι τοῦτο εἶναι παράδειγμα· οὐ γὰρ ἡμάρτετε —φησίν— ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, ὥσπερ οὐδὲ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ «τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἄρασθαι» τὸ «ἐν Μαραθῶνι προκινδυνεῦσαι».
Τὸ μὲν οὖν πρᾶγμα παράδειγμα ἐποίησεν, ἀντὶ δὲ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισεν, πρός τε τὸ λαμπρὸν ἅμα καὶ τὸ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβάλλων.
Τοσαῦτα μὲν τὰ τῆς διανοίας σχήματα παρὰ Δημοσθένει κατενοήσαμεν, τὰ δὲ τῆς λέξεως ἐκ παραλλήλου καὶ ταῦτα καταμάθωμεν, προειπόντες ᾗ διαφέρουσιν ἀλλήλων.
Τούτῳ δὴ μάλιστα φαίη τις ἂν αὐτὰ διενηνοχέναι, τῷ τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένειν, τὰ δὲ τῆς λέξεως σχήματα οὐχ οἷόν τε εἶναι φυλάττεσθαι ὑπαλλαττομένης τῆς λέξεως.
Ἔστι δὲ ταῦτα· ἀλληγορία, μετάθεσις, ἀναστροφή, μετάληψις, παρονομασία, κλῖμαξ, ἐπαναφορά, ἀντιστροφή, ἐπιμονή, ὑπερβατόν, ἀπίσωσις, πλεονασμός, περίφρασις, συζυγία, ἀπὸ κοινοῦ, μεταβολή, ὑποφορά, ἀντίθετον, ἀπόλυτον, ἀσύνδετον, ἔλλειψις.
Ἀλληγορία μὲν οὖν ἐστιν ὅταν τῶν κυρίων τι ἑρμηνεύῃ τις ἐν μεταφοραῖς τὸ κύριον σημαίνειν δυναμέναις· πλεῖστον δὲ καὶ ἐναργέστατον παρʼ αὐτῷ τὸ σχῆμα· ἐπὶ τοῦ Μειδίου· τὸ γὰρ ἐπʼ ἐξουσίαις καὶ πλούτῳ εἶναι πονηρόν, τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἐξ ἐπιδρομῆς παθεῖν· ἐπεὶ περιαιρεθείς γε οὗτος τὰ ὄντα οὐδενός ἐστιν ἄξιος. νῦν δʼ οἶμαι τοῦτο προβέβληται. πάσας γὰρ ἐνταῦθα ᾕρησε τὰς τοῦ τείχους εἰκόνας.
Ἀναστροφὴ δέ ἐστι — τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις — ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον· οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώκειν διʼ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν· δῆλον γὰρ ὡς, προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπʼ ἐκείνου τῆς εἰρήνης γενομένης· γενομένης δὲ τῆς εἰρήνης ...
Κάλλος γὰρ τὸ σχῆμα ἐργάζεται.
Ἀναστροφὴ δὲ ἄλλη ἐστὶν ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται· οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, οὔ, ἀλλʼ ἡ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. καὶ πάλιν· ἐν δὲ τῷ προγράψαι «μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι» ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι. πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.
Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον· οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ. καὶ πάλιν· καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων· «ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί». ἐγώ σοι φιλίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμʼ ἂν ἐγώ σε.
Ἐνέργειαν τὸ σχῆμα ἐργάζεται.
Τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον· μιαρόν, μιαρὸν τὸ θηρίον, καί· πονηρόν, πονηρὸν ὁ συκοφάντης, καί· ὦ τέκνα, τέκνα, καί· ὦ γάμοι, γάμοι. καὶ ὁ Δημοσθένης· ἀλλʼ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι.
Οἱ μὲν οὖν πολιτικοὶ κατʼ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών· τοῦ δʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ. ἐπήνεγκε γὰρ τοῦτο.
Παρονομασία δʼ ἐστὶν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον· ἂν δʼ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν. καὶ πάλιν· εἰ μὴ τοὺς τὰ μηχανήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε, εἶτα ἐπήγαγεν· εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα.
Τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δʼ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους· «μέλλει πολιορκεῖν», «τοὺς Ἕλληνας ἐκδίδωσιν»· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλλήνων λέγω. κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θουκυδίδῃ· ἀλλʼ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴν ἐλάττω στρατείαν ἐπιπέμπειν, καὶ πάλιν· τί ἄλλο ἐβούλευσαν οὗτοι, καὶ οὐκ ἀπέστησαν; καὶ παρὰ Δημοσθένει· σύλλογοι καὶ λόγοι παντοδαποί, καὶ πάλιν· πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑμετέραν.
Δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.
Κλῖμαξ δέ ἐστιν ὅταν, εἰς πολλὰ κῶλα ἑνὸς ἐνθυμήματος διαιρουμένου, ἕκαστον κῶλον ἄρχηται ἀπὸ τοῦ ἐν τῷ προηγουμένῳ κώλῳ τελευταίου. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ἀναβαινόντων τὰς κλίμακας· ὥσπερ γὰρ ἐκείνοις τὰ τελευταῖα πρῶτα γίνεται κατὰ τὴν τῶν ποδῶν μετάθεσιν, οὕτω καὶ ἐν τῷ σχήματι τούτῳ τὰ τῶν πρώτων κώλων τελευταῖα τῶν ἐπιφερομένων ἀρχὴ γίνεται. σαφέστερον δʼ ἔσται τοῖς παραδείγμασιν· οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· ἢ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐκ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. καὶ τό· Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διάκτορι Ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ, αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκʼ Ἀτρέι, ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὁ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι.
Τινὲς δὲ νομίζουσι τοῦτο τὸ σχῆμα τὸ αὐτὸ εἶναι τῇ ἐπαναδιπλώσει, ἠγνοήκασι δὲ ὅτι ἡ μὲν ἀναδίπλωσις ἐν δύο κώλοις γίνεται, ἡ δὲ κλῖμαξ ἐν πολλοῖς, καὶ ὅτι πλήθους ἔμφασιν ἐργάζεται.
Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο ἢ πλείω κῶλα ἢ κόμματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον· ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις. καὶ πάλιν· μέχρι τούτου Τιμόλαος ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σῖμος οἱ Λαρισαῖοι.
Ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται.
Κἀκεῖνο ἐπαναφορά· τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; καὶ πάλιν· τίς οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας δούς; καὶ ὁ Πλάτων ἐν Νόμοις· ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, εἰ μὴ ἐπὶ τὰς ἀποδιοπομπήσεις, ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης ἴθι, ἐπὶ τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας. καὶ παρὰ τῷ ποιητῇ· ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὸν κῆρ.
Ἔστι δʼ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μόριον, οἷον· ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάντες ᾤοντο, μεθʼ ἡμῶν παραταξαμένους κωλύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στάδια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον Φίλιππον ἔχειν, λαβόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολεμεῖν μεθʼ ἡμῶν πρὸς ἐκεῖνον ἐποίησε. καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς· καὶ μὴ ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα Φιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολλὰ δὲ Κλείταρχος, ὥστε ἔχειν Ἐρέτριαν, πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφʼ ὑμᾶς αὐτῷ ... καὶ τοῦτο πάλιν ἐπαναφορά· ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον.
Ἀντιστροφὴ δέ ἐστι — τὸ ἀντικείμενον τῇ ἀναφορᾷ — ὅταν εἰς τὴν αὐτὴν λέξιν τὰ κῶλα ἀπαντᾷ· πράττεταί τι τῶν ὑμῖν συμφέρειν δοκούντων; ἄφωνος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει; πάρεστιν Αἰσχίνης, ὥσπερ τὰ ῥήγματα καὶ τὰ χάσματα
Ἐνέργειαν ἅμα καὶ κάλλος τὸ σχῆμα ἐργάζεται.
Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον· ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς.
Δείνωσιν τὸ σχῆμα ἔχει.
Καὶ τὸ παρʼ Αἰσχίνῃ· ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.
Τὸ δʼ ὑπερβατὸν διχῶς γίνεται, ἢ κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν.
Καὶ κατὰ ἀναστροφὴν μέν, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν, οἷον· τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων βασιλεὺς, δόξαν ἀντὶ τοῦ ζῆν καλῶς ᾑρημένος. ἔστι γὰρ τὸ ἑξῆς· τὴν δόξαν τοῦ διαπράξασθαι.
Κατὰ παρένθεσιν δέ, ὡς ἐν τῷ κατʼ Ἀνδροτίωνος· ἀλλʼ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου — τῶν γὰρ ἀρχαίων ἕν, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω — πολλῶν καὶ δεινῶν συμβάντων ...
Ἰσχὺν δὲ καὶ κάλλος ἐργάζεται τὸ σχῆμα.
Παρίσωσις δὲ γίνεται μὲν
καὶ κατὰ τὴν ἀρχήν, οἷον· ὅτε τοίνυν τοῦθʼ οὕτως ἔχει, προσήκει προθύμως — ὃ καὶ ὁμοιόαρκτον λέγεται —,
καὶ κατὰ τὸ τέλος, οἷον· ἐθέλειν ἀκούειν.
Κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται.
Τῶν δὲ κατὰ τὸ τέλος παρισώσεων τὸ μέν ἐστιν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον.
Καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτους ἐν Ἑλένῃ· τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν· τὸ γὰρ ἐποίησε καὶ κατέστησεν ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ. καὶ τὸ παρʼ Αἰσχίνῃ· καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω· ἐν γὰρ τούτοις κώλοις ὁμοία ἡ τελευτὴ γέγονεν.
Ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δʼ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτους· τῆς ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ δὲ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.
Πλεονασμὸς δέ ἐστι, οἷον· τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν;
Ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην.
Συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος καὶ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσιν.
Τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης· τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον· θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης· ἐφοβήθησαν, εἴασαν, οὐδεὶς ἥψατο. καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς· καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρʼ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν. κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.
Περίφρασις δʼ ἐστὶν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν· ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου. τὸ γὰρ ἁπλοῦν ἦν «ἠτίμωται ὑπὸ Μειδίου», τὸ δὲ τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος.
Ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ Πλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ· βίη Ἡρακλείη, ἀντὶ τοῦ Ἡρακλέος, καὶ· ἱερὴ ἲς Τηλεμάχοιο, ἀντὶ τοῦ «Τηλέμαχος»· παρὰ δὲ Πλάτωνι· ὦ παῖ Κλεινίου, ἀντὶ τοῦ «ὦ Ἀλκιβιάδη»· παρὰ δὲ Θουκυδίδῃ· καὶ οἱ μὲν ὕπνον ᾑροῦντο, ἀντὶ τοῦ «ἐκάθευδον»· παρὰ δὲ Ἡροδότῳ· ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον, ἀντὶ τοῦ «ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας».
Συζυγία δʼ ἐστὶν ὅταν δύο προθεὶς ἀντικείμενα ἀλλήλοις ἑκατέρῳ τὸ προσῆκον ἐπενέγκῃ, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν, οἷον· ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη. καὶ πάλιν· τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν. οὐ γὰρ ἑκάτερον κατέλυσε καθʼ αὑτό, ἀλλὰ διʼ ἀμφοτέρων ὁ λόγος κεχώρηκε.
Κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.
Τὸ δὲ ἀπὸ κοινοῦ οὕτως· καὶ τῷ μὲν Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι πολλὴν συγγνώμην ἔχω. δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί. ἀπὸ κοινοῦ· συγγνώμην ἔχειν.
Εὐειδὲς τὸ σχῆμα.
Μεταβολὴ δʼ ἐστὶν ὅταν μὴ τὰς πτώσεις μόνον, ἀλλὰ καὶ τὰ ῥήματα μεταβάλλῃ, οἷον· τίς γὰρ συμμαχία σοῦ πράξαντος γέγονε τῇ πόλει; ποῖαι τριήρεις; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν;
Καὶ τοῦτο δὲ ὁμοίως γοργὸν καὶ εὐειδὲς τὸ σχῆμα.
Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλʼ ὑποθείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον· ἐγὼ τοίνυν λογίζομαι· τίνος ὁ Φίλιππος πρῶτος γέγονε κύριος μετὰ τὴν εἰρήνην; «Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων». τί οὖν; πῶς τούτοις ἐχρήσατο; «ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν». τί δήποτε; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάντα ὑφʼ ἑαυτῷ ποιήσασθαι ... καὶ πάλιν· τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον ἴῃ; «κρινοῦμεν Διοπείθην νὴ Δία»· καὶ τί τὰ πράγματα ἔσται βελτίω; «ἀλλʼ ἐνθένδε βοηθήσομεν αὐτοῖς»· ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; «ἀλλὰ μὰ Δία οὐχ ἥξει»· καὶ τίς ἐγγυητής ἐστι τούτου;
Ἔχει δὲ τὸ σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν, καὶ ὅταν εἴπῃ· ἐπέδωκα· ἐπαινοῦμαι, οὔ, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον· καὶ δέδωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. «νὴ Δία, ἀλλʼ ἀδίκως —φησίν— ἦρξας». εἶτα παρών, ὅτε με εἰσήγαγον οἱ λογισταί, οὐ κατηγόρεις;
Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχῶς χρῆται ὁ Δημοσθένης, κατʼ ὄνομα καὶ κατὰ κῶλον καὶ κατὰ κόμμα καὶ κατὰ τόπον.
Κατʼ ὄνομα μέν· Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον· ἐξ ὧν πλήθους ἔμφασις γίνεται.
Κατὰ κῶλον δέ· ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λαοδάμαντος ἀδελφόν ... εὐειδὲς τὸ τοιοῦτο.
Κατὰ κόμμα δέ· ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, ταῦτα κινεῖ, ταῦτα ἐξίστησι. ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν.
Κατὰ τόπον ἀσυνδέτως· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς. καὶ πάλιν προθείς· ἀλλὰ τί τούτων ὄφελος τῇ πόλει; ἐπήγαγεν εἰς τὸ ἀσύνδετον· ἕως ἂν σῴζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προθύμους εἶναι.
Λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν τόπων ἐμβολαῖς.
Τῷ σχήματι κέχρηται ἢ κατʼ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπον εἰς λαμπρότητα.
Κἀκεῖνο ἀσύνδετον· ὁρῶ δὲ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν κλεῖν κατεαγότα, τὴν χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.
Τὸ δὲ ἀντίθετον ἄνω μὲν εἴρηται τὸ τῆς διανοίας, τὸ δὲ τῆς λέξεως διχῶς γίνεται· ἢ κατὰ κῶλον, ἢ κατὰ λέξιν.
Κατὰ κῶλον μέν· παρὰ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις ἐστί, παρὰ δὲ τὰς εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει. ἀντίκειται γὰρ τοῖς κώλοις ἡ ἑρμηνεία.
Τὸ δὲ κατὰ λέξιν· ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν· ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον.
Ἐνέργειαν δὲ καὶ κάλλος ἅμα τὸ σχῆμα ἔχει.
Ἔλλειψις δέ ἐστιν ὅταν ὁ λέγων ἐλλείπῃ λέξιν ἣν παρʼ αὐτὰ ἔδει προσθεῖναι τῷ νοήματι, οἷον· θέμα δεινὸν καὶ ἐλεεινόν· ἐλλείπει γὰρ τὸ «ἐστί». κἀκεῖνο δʼ ἔλλειψις· πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις· ἐλλείπει γὰρ «ταῖς θεαῖς». καὶ πάλιν· ὥσπερ ἄν τις ἰατρὸς ἀσθενοῦσι μὲν τοῖς κάμνουσιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι διʼ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὰν δὲ τελευτήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενα ἐπʼ αὐτῷ φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι· «εἰ τὸ καὶ τὸ ἐποίησεν ἅνθρωπος, οὐκ ἂν ἀπέθανεν». «ἐμβρόντητε, εἶτα νῦν λέγεις;» καὶ πάλιν· εἶπον τοίνυν ὡς μὲν ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένων ... ἐλλείπει γὰρ τὸ «φίλων καὶ συμμάχων».
Τὴν δὲ διατύπωσιν παρῆκεν Ἀψίνης, Καικίλιος δὲ ἔθηκεν ἐν τοῖς τῆς διανοίας σχήμασιν.
Ἡ δὲ διατύπωσις ὁτὲ μὲν ὑπομιμνήσκει τῶν γεγενημένων ἐνεργειῶν καὶ ἑκάστων ἐξαριθμουμένων τῶν μερῶν· ἀλλὰ μὴν τὸν τῇ πόλει συσταθέντα τότε θόρυβον ἴστε μὲν ἅπαντες· μικρὰ δὲ ἀκούσατέ μου τὰ ἀναγκαιότατα. ἑσπέρα μὲν γὰρ ἤδη καὶ τὰ ἑξῆς.
Καὶ πάλιν ἡ διατύπωσις ἐπὶ τὴν θέαν ἄγει τῶν οὐχ ἑωραμένων, ὡς παρʼ Αἰσχίνῃ πολλὰ ἂν εὕροι τις.
Τρίτος ὅρος διατυπώσεως· ὅταν τὰ μὴ γεγονότα διατυπούμενοι εἰσάγωμεν καθʼ ὑπόθεσιν—οἷον· «τί ἂν ἐγένετο;» καί· «τί ἂν ἐπράχθη;» —ὡς δεινὰ καὶ φοβερά.
Τὸ δὲ διασυρμοῦ σχῆμα παρῆκεν Ἀψίνης, Καικίλιος δὲ αὐτὸ ἐνέθηκε.
Τοῦτο δέ ἐστι τὰ μεγάλα μικρὰ ποιῆσαι καὶ ἐξευτελίσαι, οἷον· ἀλλʼ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἄν, εἰ μὴ τοῦτο ἐγράφη. καί· πάνυ γε· οὐ γὰρ παρὰ τοῦτο εὐχερῆ γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τοῦτο διελέχθην ἐγώ, ἢ δευρὶ τὴν χεῖρα, ἀλλὰ μὴ δευρὶ παρήνεγκα.
Τὸ δὲ σχῆμα τῆς ἐπανόδου ἐστὶ παρὰ τῷ Καικιλίῳ.
Γίνεται δὲ αὕτη ὅταν ὀνόματα δύο καὶ ῥῆμα προθέντες ἐπανίωμεν ἐπʼ αὐτὰ καὶ ἐξηγώμεθα αὐτά, ὡς μήπω νοουμένου τοῦ λεχθέντος, οἷον εἴ τις λέγοι, ὅτι «Νικίας καὶ Ἀλκιβιάδης ἐπὶ Σικελίας τὴν στρατείαν διέφθειραν», εἶτα ἐπανιὼν ἐπʼ αὐτὰ λέγοι· «Ἀλκιβιάδης μὲν εὐτελῆ τὸν πόλεμον καταλιπών, Νικίας δὲ ἀργῶς στρατηγήσας». χρῆται δὲ ἐπανόδῳ καὶ Θουκυδίδης ὁσάκις ἂν εἰς ἀσάφειαν ἐκ τῶν ὑπερβατῶν ἐκπίπτῃ.
Καὶ τὸ τῆς ἀφαιρέσεως σχῆμα ὁ Καικίλιος εἰσάγει· λέξεως γὰρ ἀφαίρεσιν τοῦτό φησι καὶ λέγει κεῖσθαι παρὰ τῷ Θουκυδίδῃ· ἐφθάραται γὰρ Ἀθηναῖοι ἐφθαρμένοι εἰσὶ καί· τετάχαται τεταγμέναι εἰσίν.
Καὶ τὸ τῆς ἀλλοιώσεως σχῆμα εἰσάγει ὁ Καικίλιος, καί φησιν αὐτὴν γίνεσθαι κατʼ ὀνόματα καὶ πτώσεις καὶ ἀριθμοὺς καὶ πρόσωπα καὶ χρόνους.
Καὶ ὀνόματα μὲν ἀλλοιοῦσιν ἀντὶ τοῦ ἄρρενος τὸ θῆλυ ἢ τὸ οὐδέτερον παραλαμβάνοντες, ἢ τῷ ἄρρενι ἀντʼ ἀμφοῖν χρώμενοι, κατὰ τὸ πληθυντικόν, οἷον παρὰ μὲν Θουκυδίδῃ· πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει, ἀντὶ τῶν Ἑλλήνων, καί· τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ «ἡ φιλοτιμία»· οὐδέτερον γὰρ μετείληφεν ἀντὶ τοῦ θήλεος ...
Κατὰ δὲ τοὺς ἀριθμοὺς ἀλλοίωσις, ὡς παρʼ Εὐπόλιδι ἐν Δήμοις· ἅπασα γὰρ ποθοῦμεν ἡ κλεινὴ πόλις, καὶ παρὰ Δημοσθένει· ὑμεῖς ὦ βουλή.
Κατὰ δὲ τὰ πρόσωπα ἀλλοιώσεις, ὡς παρʼ αὐτῷ· τοῖς γὰρ δικασταῖς διαλεγόμενος μετατίθησιν ἑαυτὸν ἐπὶ τὸν ἀντίδικον· ὅς, ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας ... καὶ πάλιν ἀπὸ τοῦ ἀντιδίκου μετάγει ἐπὶ τοὺς δικαστὰς λέγων, οἷον· τῶν ἀνδρῶν τῶν ἀγαθῶν μέμνησαι· καὶ καλῶς ποιεῖς. οὐ μέντοι δίκαιόν ἐστιν, ὦ Ἀθηναῖοι ... καὶ παρʼ Εὐριπίδῃ· φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος φροῦδα; εἶτα μεταστρέφει τὸν λόγον ἐπὶ τὸν ἀποθανόντα· ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράττων κακῶς.
Τοὺς δὲ χρόνους ἀλλοιοῦσιν, ὅταν τοῖς ἐνεστῶσιν ἀντὶ τῶν παρῳχημένων χρῶνται, οἷον παρὰ Δημοσθένει· καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν μάρτυρας παρέξομαι, ἀντὶ τοῦ «τοὺς ἑωρακότας». ὁποῖόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἀνδρομέδᾳ· ὁρῶ δὲ πρὸς τῆς παρθένου θοινάματα, ἀντὶ τοῦ «εἶδον». καὶ ὁ Θουκυδίδης· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἐπαινοῦσι τὸν προστιθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ἀντὶ τοῦ «ἐπῄνεσαν».
Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ· οἱ δὲ Κορίνθιοι προσκαθεζόμενοι — ἔστι δὲ ἰσθμὸς τὸ χωρίον — ἐπολιόρκουν τὴν πόλιν. καὶ ὁ Ἡρόδοτος· Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον πόντον. ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐριπίδης· Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ, Νείλου λιπὼν κάλλιστον εὐκταίης ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκʼ ἂν τακῇ χιών, τεθριππεύοντος ἡλίου κατʼ αἰθέρα, ἐλθὼν κατʼ Ἄργος ᾤκισʼ Ἰνάχου πόλιν. οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.