ΕΙΣ ΙΟΥΛΙΑΝΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΥΠΑΤΟΝ.
Νῦν πρῶτον ὕπατον ἐν τῇ τοῦ πράγματος ὁρῶ στολῇ, καὶ καλῶς ὁ δαίμων ἀνεβάλετό μοι τὴν θέαν, ὅπως τὸ τῶν σχημάτων σεμνότατον ἐν τῷ κρατίστῳ τῶν βασιλέων πρῶτον ἴδω. καὶ γέγονε παραπλήσιον οἷον εἴ τῳ πρώτου μὲν Ὁμήρου ποιητῶν ὑπῆρξεν ἀκοῦσαι, πρῶτον δὲ ἅρμα ἰδεῖν ὑπὸ Πέλοπος ἡνιοχούμενον. ἔνι δέ τι καὶ τούτων οὐ χεῖρον, τὸ τὴν πατρίδα μοι ταῦτα καὶ δεδέχθαι καὶ δεῖξαι χωρίον φίλτατον ποθεινοτάτην ὄψιν. ἀλλʼ οὐδὲ ὃ τρίτον ἔχω προσθεῖναι, λείπεται τῶν εἰρημένων, ὅτι με μὴ τοῖς πολλοῖς ἐν ἴσῳ θεωρὸν ἄφωνον ἔστησεν ἡ Τύχη τὴν μετὰ σιγῆς ἡδονὴν ἡδόμενον, ἀλλὰ καὶ λόγῳ μηνύσαι ταύτην ἔδωκε τοῖς τε παροῦσιν ὑμῖν τοῖς τε ὕστερον ἐντευξομένοις. ὑμεῖς δὲ ὅτι μὲν χαίρετε τοῖς ὁρωμένοις, καὶ ταῖς εὐχαῖς διʼ ὧν αἰτεῖτε ταῦτα πολλάκις ὀφθῆναι καὶ τοῖς προσώποις γέμουσιν εὐθυμίας δηλοῦτε· πολὺ δʼ ἂν δείξαιτε κάλλιον, εἰ συνεξορμήσαιτε τοῖς λόγοις καὶ γένοιτο τῇ τοῦ λέγοντος ἐφάμιλλος ἡ τῶν ἀκροωμένων βακχεία.
Πολλοὶ μὲν οὖν εἰσιν ἕτοιμοι τὴν πανήγυριν ὑμνεῖν καὶ λόγους καθʼ ἡσυχίαν ἥκουσι συντεθεικότες, οἱ δὲ καὶ μένοντες οἴκοι τοὺς αὑτῶν εὐφραίνουσιν ὁμοίως οἵ τε μᾶλλον οἵ τε ἧττον ἐν δυνάμει τοῦ λέγειν. ὃ καὶ θαυμάσαι τις ἄν, ὅτι μὴ τὸ μέγεθος τῶν πραγμάτων σιγᾶν ἠνάγκασε τοὺς πολλούς, ἀλλὰ πᾶν μέτρον κινεῖται νῦν καὶ τὴν ὑπόθεσιν οὐκ ὀκνεῖ. ἔστι δʼ ὅ τις ἂν ἠξίωσεν εἶναι τῆς σιωπῆς αἴτιον, τοῦτʼ αὐτὸ καὶ τὸ πεῖθον τολμᾶν. εἰ μὲν γὰρ ἦσαν οἱ πρὸς ἀξίαν ἐροῦντες, ὃ συμβαίνειν ἐπὶ τῶν μὴ λίαν ὑπερβαλλόντων πέφυκεν, οἱ συνειδότες αὑτοῖς ἀσθένειαν κέρδος ἂν ἐποιοῦντο λαθεῖν. ἐπειδὴ δὲ οὐκ ἔστιν οὐδενὶ τὴν ἧτταν διαφεύγειν, ἀλλὰ καὶ τὴν εὐδοκιμοῦσαν δύναμιν ἐλέγχει τῶν ἔργων ἡ φύσις, κοῦφον ἤδη γίγνεται καὶ τῷ φαυλοτέρῳ μετὰ τοῦ βελτίονος νενικῆσθαι καὶ τοῖς ἀμείνοσι μετʼ ἀλλήλων. οὐ γὰρ οὕτω τὸ τῶν πράξεων ἀπολειφθῆναι τοῖς λέγουσι φαίνεται δεινόν, ὡς τὸ τοὺς μὲν ἰσχύσαι, τοὺς δὲ μὴ δυνηθῆναι. ὅπου δὲ τῶν ἐπαινούντων τὰ τῶν ἐπαινουμένων καλὰ περιγίγνεται, δέξαιτʼ ἂν ἕκαστος εἰπὼν κοινωνῆσαι τῷ κρείττονι τῆς ἥττης ἢ τὴν ἡσυχίαν ἀγαγὼν μὴ μετὰ τῶν εἰπόντων ἀριθμεῖσθαι.
Ἡ μὲν οὖν τοῦ βασιλέως ἀρετὴ καλεῖ πρὸς ἑαυτὴν τὸν λόγον, ὁ δὲ τοῦ λόγου νόμος ἐπὶ τὸν ὕπατον πρότερον ἄγει, πόθεν τε τὴν ἀρχὴν ἐνομίσθη καὶ διὰ τί, καὶ ποῖ προῆλθε, καὶ τίς ὁ καρπὸς τοῦ πράγματος. τῶν γὰρ ἄνω βασιλέων κατὰ μικρὸν τοὺς τῆς βασιλείας ἐκβαινόντων ὅρους καὶ τὴν ἔννομον ἀρχὴν ἐξαγόντων εἰς τυραννίδος ἐξουσίαν πόλις ἐλευθερίας ἐρῶσα καὶ πρόνοιαν μὲν ἀρχόντων ἀγαπῶσα, δεσπότου δὲ ὕβριν οὐ δυνηθεῖσα φέρειν τὸν μὲν ὑπερόπτην ἐκεῖνον καὶ βαρὺν καὶ ὄγκου γέμοντα καὶ ἀσελγείας ἐξέβαλε, φυλακὴν δέ τινα τῆς ἐλευθερίας ἡ βουλὴ ζητοῦσα Λακωνικόν τι μιμεῖται παράδειγμα καὶ παραδοῦσα τοὺς μὲν μαχίμους ἐπετείοις στρατηγοῖς δυοῖν κοσμήσασα τῷ τῶν ὑπάτων ὀνόματι, τὸν δῆμον δʼ ἑτέροις ἄρχουσιν, ὅπως ἀλλήλους ἔχοιεν εἰς τὸ σωφρονεῖν ἀνάγκην, αὑτὴν ἐν μέσῳ κατέστησεν ἐφορῶσά τε τὰς ἑκατέρων γνώμας καὶ παρεσκευασμένη τοῖς ἀδικουμένοις ἐν ταῖς ταραχαῖς ἀμύνειν. εὗρε δὴ τοὺς ἐξιόντας φιλοπόνους τε καὶ φιλοτίμους καὶ δικαίους καὶ φιλοκινδύνους, ταῦτα δὴ τὰ σά, τὰ μὲν φύσεως δεξιότητι, τὰ δὲ εὐθυνῶν φόβῳ. ὧν ὃν ἔφην προϊόντων τρόπον γίνεται βασιλεία πάλιν καὶ τὰ αὑτῆς ἀπολαμβάνει, τὸ δὲ ὅπως, οὐ τοῦ παρόντος καιροῦ λέγειν. ἣ τοὺς ὑπάτους παραλύσασα τοῦ στρατηγεῖν ἐπὶ τῶν λοιπῶν ἐτήρησε ποιήσασα τὸ γέρας ἄοπλον. εἶθʼ ὁπότε μὲν βουληθεῖεν τῶν σπουδαίων λαμπρῦναί τινας, ἐδίδοσαν τὴν τιμήν, ὁπότε δὲ αὐτῇ χαρίσασθαι τῇ τιμῇ, σφίσιν αὐτοῖς περιετίθεσαν αὐτὴν τῷ βασιλεῖ τὸν ὕπατον παραζεύξαντες, ὅπως ἅμα μὲν ἡ τὸ σχῆμα εὑροῦσα τιμῷτο πόλις οὔτʼ ἀνῃρημένου παντάπασι τοῦ νόμου τοῦ τε πάντων κρατοῦντος μεταλαμβάνοντος ὡς καλοῦ, ἅμα δὲ αὐτοῖς ἀθάνατος ἡ προσηγορία μένοι καὶ τῶν ἀεὶ γινομένων ἀπιόντων ἑστήκοι παγίως κατὰ παντὸς τοῦ χρόνου. ὡς οὔτε λιθίνην οὔτε χαλκῆν οὔτε ὀρειχαλκίνην, ἀλλʼ οὐδὲ ἐξ ἀδάμαντος στήλην εὑρήσεις μονιμωτέραν τῆς μνήμης ἣν τουτὶ τὸ καλὸν τῷ τυχόντι βεβαιοῖ. κεῖται γὰρ οὐκ ἐν μιᾷ τινι πόλει, καθάπερ Ἀθήνησιν Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, τῇ τῆς πόλεως ὑποκείμενον τύχῃ καὶ μετὰ ταύτης σωζόμενόν τε καὶ διαφθειρόμενον, καίτοι καὶ πόλεως ἑστώσης πολλάκις αἱ ἐπιγραφαὶ τῶν στηλῶν προαπεῖπον, ἀλλʼ αὕτη γε καὶ κατακλυσμὸν καὶ τὴν ἐκ πυρὸς ἂν διαφύγοι διαφθορὰν μετὰ τῶν ἐκεῖνα διαφευγόντων ἀνθρώπων, οὓς αἱ τῶν τόπων ῥύονται φύσεις, κἂν τὰ πεδία γένηται πέλαγος, οἵ γε ἐν σκοπέλοις οἰκοῦντες ἢ πόλεις ἢ κώμας ἔχουσιν, ἐν οἷς μάλιστα φυλάττουσι τοὔνομα καὶ διδάσκειν τοὺς ἔπειτα δύνανται. πολλὴν δὴ συγγνώμην ἔχω τοῖς ἐρῶσι τοῦ πράγματος καὶ παρὰ τῶν θεῶν αἰτοῦσι πρὸ τῶν ἄλλων ἀγαθῶν ἐπὶ τοῦδε κομισθῆναι τοῦ δίφρου. ἐπεὶ καὶ οἷς ὑπῆρξεν εἰς ὑπάρχους τελέσαι, πρὸς τοῦτο βλέπουσιν, ὡς τοῦτο ὂν ἆθλον ἐκείνου, οἷς τε συνέβη τοῦδε πρὶν ἐκείνου τυχεῖν, ἥκιστα προσέχουσιν ἐκείνῳ νομίζοντες ὅ τι ἂν ἐπὶ τῷδε λάβωσιν, ἔλαττον εἰληφότες ἔσεσθαι. τί γὰρ ἂν γένοιτο σεμνότερον ἢ τὴν οἰκουμένην ἅπασαν ἡλίου δίκην ἐπέχειν τῇ προσηγορίᾳ, καὶ πάντων ἀνθρώπων ἐν στόμασιν εἶναι τοὔνομα ἢ τὸ παρὰ τῶν γονέων τεθὲν πολλὰς ἀνάγκας τῆς μνήμης ἐχούσης, δικαστήρια, γάμους, ἀγοράν, λιμένας, χρέα, πράσεις, τοὺς συμβάλλοντας καὶ γραφομένους συνθήκας, τοὺς διαφερομένους καὶ τὴν πίστιν ἀπὸ τῶν γραμμάτων φέροντας, τοὺς κοινωνοῦντας, τοὺς διισταμένους, παίδων γενέσεις εὐδαιμόνων, παίδων ἐν διδασκαλείοις μαθήσεις; ὧν μία σπουδὴ βοῆσαι τοὺς ὑπάτους, ἐφʼ ᾧ δὴ καὶ διαλύονται. ὅπερ οὖν ἤδη τις ἔφη περὶ τοῦ τῶν θεῶν ὑπάτου, Διός, τὸ μεστὰς εἶναι πάσας μὲν ἀγυιάς, πάσας δὲ ἀγορὰς καὶ λιμένας καὶ θάλατταν, τοῦτʼ ἄν τις εἴποι καὶ περὶ τῶν ὁμωνύμων τῷ θεῷ. καὶ γὰρ τὰ τούτων ὀνόματα πᾶσαν μὲν ἤπειρον, πάντας δὲ μυχοὺς θαλάττης ἐπέρχεται καὶ ἀγροὺς καὶ καλύβας, καὶ ὅλως οὗ γένος ἀνθρώπων ἥμερον, καλῶ δὲ ἥμερον τοὺς ἐν τοῖς ἡμετέροις ζῶντας νόμοις, ἐνταῦθα ταῦτα καὶ γνωρίζεται καὶ λέγεται καὶ τὸ κῦρος τοῖς μεγίστοις παρέχει, καὶ βασιλεὺς ἀπὸ τῆς ἐκεῖθεν προσθήκης οὐχ ἧττον ἁπανταχοῦ καθʼ ἑκάστην ᾄδεται τὴν ἡμέραν. τοσοῦτον δέ ἐστι τὸ τῆς τιμῆς ὑπερβάλλον, ὥσθʼ αἱ μὲν τῶν θεῶν ἑορταὶ διῄρηνται τοῖς τόποις, καὶ τῶν ὁμόρων τοὺς μὲν τούτῳ, τοὺς δὲ ἑτέρῳ πομπὴν πέμποντας ἴδοι τις ἄν, καὶ τοὔνομα τοῦ τὴν θυσίαν δεχομένου πολὺ μὲν παρὰ τούτοις, πολὺ δὲ παρʼ ἐκείνοις, οὐ ταὐτὸν ἑκάτερον, ὁ δὲ ὕπατος ἓν πανταχοῦ καὶ πολύ, χρόνον ἐλάττω καὶ πλείω διορίζων, οὐκ ἐῶν τοὺς νεωτέρους τὰ τῶν πρεσβυτέρων ἔχειν, ὁ δὲ πάλαι κείμενος ἐν ταῖς δίκαις ὥσπερ ἀνίσταται, καὶ συνδικάζει τοῖς ζῶσιν ὁ τεθνεώς. εἰκότως ἄρα παῖδες Ῥωμαίων καὶ πρὸ γήρως λιπαροῦ τίθενται τὴν τιμὴν καὶ δοθείσης αἱρέσεως παρά του τῶν κρειττόνων βίου τε μακροῦ καὶ ταύτης ἐπὶ ταύτην ἂν ἐνεχθεῖεν. ὃ γὰρ τοὺς ἥρωας ἐπίστανται τῶν ψυχῶν πριαμένους, τὸ μηδαμοῦ στῆναι τὴν μνήμην αὐτοῖς, τοῦτʼ ἴσασιν ὑπάρξον σφίσιν ἀπὸ μόνου τοῦ γέρως. οὐδὲν τοσοῦτον ὁ Πυθόδωρος, φαῦλον ἡ Χρυσίς, μικρὸν ὁ Αἰνησίας· Ἄργος ἐκείνης, Ἀθῆναι τούτου, Λακεδαίμων ἐκείνου, καὶ οὔτʼ ἂν ὁ Λάκων ἐπεγράψατο τῷ ψηφίσματι τὸν Ἀθηναῖον οὔτʼ ἂν οὗτος τὸν Λακεδαιμόνιον, ἀλλʼ εἴσω τῶν ὅρων ἑκατέροις ἡ τῶν ὀνομάτων ἰσχύς. ἔνι δέ τις καὶ τοῖς Ὀλυμπίοις μοῖρα περὶ βραχύ τι καὶ αὐτὴ μένουσα. τούτῳ δὲ πᾶσαν μὲν τὴν οἰκουμένην ὁ νόμος ἀνέῳξε, πανταχοῦ δὲ τὴν αὐτὴν ἐγκατέστησε δύναμιν. καὶ τὸ τῆς σελήνης πρὸς τοὺς ἀστέρας εἴποι τις ἂν ἐν καιρῷ, ὅτι πολλοῖς εἴδεσι τῶν ἀγαθῶν κοσμουμένων οὐκ ἔστιν ὅ τι μὴ κρύπτεται τῷ παρὰ τοῦδε φωτί. μόνη γὰρ ἥδε τιμῶν καὶ βασιλέως ἥρμοσε τύχῃ.
Καὶ περὶ μὲν τοῦ πράγματος αὐτοῦ καὶ τῶν ἀπʼ αὐτοῦ τοῖς μετασχοῦσι γιγνομένων ἀπόχρη τὰ εἰρημένα· πλείω μὲν γὰρ ἕτερος ἴσως γʼ ἂν εἴποι, μέμψιν δʼ οὐκ ἂν ἀπειροκαλίας ἐκφύγοι. οἷς δὲ ἡγοῦμαι τῶν βασιλέων αὐτὸ πρέπειν καὶ προσέτι γε λυσιτελεῖν, ἐνταῦθα ὑπειπὼν ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι. ἐγὼ νομίζω τὸν μὲν σὺν τέχνῃ βασιλικῇ τὴν γῆν κατευθύνοντα καὶ τὰ μὲν Ῥωμαίων κρείττω ποιοῦντα, τὰ δὲ τῶν ἀντιπάλων ἀσθενῆ, καὶ τοῖς μὲν εὐφροσύνας πορίζοντα, τοῖς δὲ θρήνων ἀφορμὰς περιιστάντα, καὶ τὰ μὲν εὖ διακείμενα φυλάττοντα, τὰ δὲ ὡς ἑτέρως ἐπανορθοῦντα, τούτῳ μὲν καὶ προσήκειν ἐν τούτῳ γενέσθαι καὶ κέρδος εἶναι τὴν ἀίδιον μνήμην, ὥσπερ Θησεῖ καὶ Πηλεῖ καὶ Παλαμήδει καὶ οἷς ἐμέλησεν ἀρετῆς. ὅσοι δὲ τὰ μὲν τῶν οἰκείων εἰς φαῦλον κατάγουσι, τὰ δὲ τῶν ἐναντίων αἴρουσι καὶ συνεθίζουσι νικᾶν μὲν ἐκείνους, αὐτοὺς δὲ φεύγειν, τοὺς δὴ τοιούτους οὐχ ὅπως οἶμαι δεῖν τὴν ἐξ ὑπάτου μνήμην διώκειν, ἀλλὰ καὶ τοῖς τὸ πρῶτον εὑροῦσι γράμματα καταρᾶσθαι καὶ μισεῖν, ὅτι κακῶν ἀπιόντων ἐπελάβοντο καὶ κατέσχον καὶ τὴν ἀπὸ τοῦ χρόνου λήθην ἐκώλυσαν. ὅσων γοῦν μαλακῶν ἐν ἀρχαῖς γενομένων αἱ τῶν συνθηκῶν ἀναγνώσεις ἐπεισάγουσι τοὔνομα, συνεισέρχεται καὶ ὁ τῶν κακῶν ὄχλος, καὶ τὸ τέλος αὐτοῖς γίγνεται τῆς λαμπρότητος ζημία. τίσιν οὖν οὕτω συμφέρει καὶ τὴν ἐσθῆτα ταύτην ἐνδῦναι καὶ τὸ σκῆπτρον ἐνεγκεῖν καὶ τὸ φάρμακον μνήμης ἀπαύστου πρὸς τὸ μέλλον ἀφεῖναι; σοὶ καὶ ὅστις σοὶ προσόμοιος ἢ γέγονεν ἢ γενήσεται. παῖδες δέ σοι καὶ παίδων παῖδες καὶ οἱ ἀπʼ ἐκείνων τῶν σῶν γένοιντο καὶ ζηλωταὶ καὶ κληρονόμοι. μὴ γάρ μοι πᾶς ὕπατος γενέσθω βασιλεύς, ἐπειδήπερ ἔξεστι καὶ ἔστιν αὐτὸς μὲν ὁ διδούς, αὐτὸς δὲ ὁ λαμβάνων, ἀλλʼ ὃς κατὰ τὸν πάλαι τῶν ὑπάτων νόμον οὕτω προὔστη τῆς βασιλείας, ὡς εἰς εὐθύνας καταστησόμενος τῆς ἀρχῆς, οἷος ἡμῖν αὐτὸς δέδειξαι. καὶ γὰρ εἰ μείζων λογιστῶν καὶ τοῦ διδόναι λόγον ἀνθρώπων τισὶν ἡ Τύχη, θεούς γέ σοι καθῆσθαι νομίζων δοκιμαστὰς ἀξίως τῶν ἐκείνων ὀφθαλμῶν ἅπαντα καὶ πράττεις καὶ λέγεις, ὡς οὔτε τὸν ἥλιον οὔτε τὴν νύκτα λήσων. λαμβανέτω δὲ καὶ πᾶς ὁ βουλόμενος ἐξέτασιν ὁμοίως καὶ νέος καὶ γέρων.
Ἐρῶ δὲ ἐγὼ φαυλότερος ὑπὲρ ὀξυτέρου ῥήτορος οὐκ ἀπʼ αὐτῆς τῆς βασιλείας ἀρξάμενος, ἀλλʼ ἐπὶ τὴν πρώτην ἡλικίαν ἀνενεγκὼν τὴν κρίσιν, ὅπως ταύτην φαίνηται προσηκόντως λαβὼν καὶ δείξας ἀρετὴν ἐπὶ τῆς ἐξουσίας.
Ὅσα μὲν οὖν παιδαγωγῶν τε ἐγκειμένων καὶ διδασκάλων φοβούντων ἐδέξατο τῇ ψυχῇ τὰ πρῶτα τῶν ἱερῶν καὶ τὴν ῥίζαν ἔχοντα, εἰπεῖν παραλείψω. καὶ γὰρ εἰ μηδὲ τότε τὸ τῆς προθυμίας ἀπῆν, εἴς γε τὴν τῶν ἐφεστηκότων ὀφρὺν ἡ δόξα τῶν πόνων ἔρχεται. ἀλλʼ ἐπειδὴ προϊὼν ὁ χρόνος τὰς μὲν τοιαύτας ἀνάγκας ἔπαυσε, βουλῆς δὲ κύριον ἐποίησεν, ὥσπερ τὸν Ἡρακλέα, ὑπῆρχε δὲ καὶ διὰ τῆς λείας ἔρχεσθαι καὶ οὐκ ἦν ὁ κωλύσων εἰς οἶνον ἐκφερόμενον καὶ κύβους καὶ σωμάτων ἔρωτας, ἐπὶ τὸν ὄρθιον καὶ τραχὺν οἶμον ὁρμᾷ, ποῖ φέρει, μᾶλλον σκοπήσας ἢ διʼ ὅσων χαλεπῶν. καὶ μέσος δυοῖν βασιλέοιν ἰδιώτης ἐν Ἀστακίᾳ καθήμενος, ἔνθεν μὲν ἀνεψιοῦ τοῦ τὸ πᾶν κράτος ἔχοντος, ἑτέρωθεν δὲ ἀδελφοῦ δευτέραν τάξιν εἰληφότος, ἐπέθετο κτήμασι βασιλείας καλλίοσι, φιλοσοφίᾳ καὶ λόγοις, οὕτω δὲ ψηφίζομαι παρὰ σοῦ μαθών, ὦ βασιλεῦ, τοῦ προτιθέντος ἃ μαθὼν ἔχεις ὧν ἄρχεις ἐθνῶν. ὁρῶν δʼ ὅτι ῥητορικὴ μὲν τὴν πρὸς τὰ πλήθη πειθὼ δημιουργεῖ, φιλοσοφία δὲ περὶ τῶν σεμνοτέρων εἰδέναι ποιεῖ, καὶ νομίσας δεινόν, εἰ περὶ μὲν τῶν ἱκανῶς διαλέξεται, τὰ μείζω δὲ οὐκ εἴσεται, συνῆγεν ἀμφοτέρας καὶ συνεκεράννυε, τὴν μὲν διάνοιαν ὑψηλοτέραν ποιῶν τῇ τῶν οὐρανίων μαθήσει, τὴν δὲ γλῶτταν εἰς δρόμον ἀσκῶν τῇ τῶν ῥητόρων ὁμιλίᾳ. καίτοι τίς οὐκ ἂν ἀρκούσας ὑπολαβὼν εἰς εὐδαιμονίαν ἀφορμὰς τὸν πατέρα, τὸν πάππον, τὸν θεῖον, τὸν ἀνεψιόν, τὸν ἀδελφόν, τὰς διὰ τὸ γένος τιμὰς καὶ θεραπείας καὶ κολακείας, ἐσθίων καὶ πίνων καὶ καθεύδων διετέλεσεν ἐπὶ μισθῷ τοῖς δεομένοις συμμαχῶν καὶ προστιθεὶς ἀγροῖς ἀγρούς, χρυσῷ χρυσόν, σκεύη σκεύεσι, τἄλλα τοῖς ἄλλοις; ἀλλʼ οὐχ οὗτος. ἀλλʼ ἐπαινῶν Ἀναξαγόρου τὸ τὴν μὲν πατρῴαν γῆν ἄσπορον ἀφεῖναι, τὴν ψυχὴν δὲ εἰς καρποὺς παρασκευάσαι τῶν μὲν ἠμέλει, τὴν δὲ ἐθεράπευε καὶ κτήματος ἑνὸς ἀμετρίαν θαυμάσας, οὐ γὰρ ἀποκρύψομαι, βιβλία πάντα πανταχόθεν ἐξείλκυσε καὶ τὰ ταμιεῖα διηρευνήσατο τούτων μᾶλλον ἢ τὰ τῶν χρημάτων ἕτεροι. φιλοσοφίας δὲ ἡμμένον καὶ ἐπὶ τὸν ἐκείνης παρακύψαντα λειμῶνα δόξαν περὶ τοῦ θείου παράσημον οὐκ ἐνῆν περιφέρειν, ἀλλʼ εὐθὺς τὴν κηλῖδα διέρρυψε καὶ τοὺς ὄντας ἀντὶ τοῦ δοκοῦντος ἐπέγνω πρὸς τὴν ἀλήθειαν ἡγεμόνι φιλοσοφίᾳ χρησάμενος. ἐκείνην ἐγὼ τὴν ἡμέραν ἀρχὴν ἐλευθερίας τῇ γῇ καλῶ καὶ μακαρίζω τόπον τε ὃς τὴν μεταβολὴν ἐδέξατο, καὶ τὸν τῆς γνώμης ἰατρόν, ὃς κινδύνων τὸν κάλλιστον αὐτός τε κινδυνεύσας καὶ τόνδε πείσας μετὰ τοῦ μαθητοῦ τὰς Κυανέας διέπλευσεν. εἰ μὲν οὖν προσεῖχε τὸν νοῦν τοῖς τοῦδε γράμμασιν ὁ ἀδελφός, ἦν ἂν νῦν συζυγία προστατῶν, καὶ γὰρ ἦν οἷος οὐ βασιλεύων βασιλεύοντα νουθετεῖν. ὡς δὲ ὁ μὲν ἄκριτος ἀπεληλύθει λέγειν ἔχων τι περὶ τῶν πεπραγμένων, ἐπὶ δὲ τοῦτον ἐκτεῖναι τὰς μέμψεις ὁ ἐκεῖνον ἀπεκτονὼς ἐβούλετο μέν, ἠπόρει δέ, φόνου μὲν ἔσχεν αὑτόν, πλάναις δὲ ἐκάκου δίκας λαμβάνων ὧν ἐγκαλεῖν οὐκ εἶχεν. οὕτω δὲ ἄρα τῆς ὑφʼ ἑαυτῷ γῆς ἠπίστατο τὴν φύσιν, ὥστε τὴν λῆξιν τῆς Ἀθηνᾶς τὰς τῶν Συρρακουσίων ἡγεῖτο λιθοτομίας καὶ λόγων ἐραστῇ τὸ χωρίον δεσμωτήριον, ὥσπερ ἂν εἴ τις εἰς Θάσον τῶν φιλοίνων τινὰ κομίσας καὶ κελεύσας μένειν τήκειν αὐτὸν ἡγοῖτο τῷ τόπῳ, τὰ πάντων ἥδιστα χαριζόμενος ἐν τῇ κολάσει. μᾶλλον δὲ θεῶν τοῦτο δῶρον ἦν βουλομένων φίλην τε πρὸ τῆς βασιλείας αὐτῷ γενέσθαι τὴν πόλιν καὶ προεισενεγκεῖν χάριτας, ὅπως ἂν ἐν τῷ βασιλεύειν ὀφειλέτης εἴη τῇ πόλει, καὶ τὸ μέγιστον, ἵνʼ Ἀθήνηθεν ἐπὶ τὸ σκῆπτρον ἰὼν φέρηται παρὰ τῆς Ἀττικῆς, ὥσπερ ἄλλο τι τῶν ἐκεῖ φυομένων, τὸ κρατεῖν βαρβάρων. ὁ μὲν οὖν δαίμων καλῶς ταῦτα διῴκει τῆς οἰκουμένης προμηθούμενος, ὁ δʼ ἡσυχίας ἐπιθυμίᾳ βασιλείαν ἔφευγε, μόνος ἀποδιδράσκων τὸ παρὰ τῶν ἄλλων θηρευθέν, στέφανον καὶ βασιλείαν τὴν τότε. τεκμήριον δέ, πλείω μὲν ἀφῆκε δάκρυα καλούμενος ἐπʼ αὐτὴν ἐχόμενος τῆς ἐν ἀκροπόλει κιγκλίδος, ἤ τις ἂν ἐπὶ κώνειον ἀγόμενος, ἥδιστα δʼ ἂν πτερωθεὶς ἐξαίφνης εἰς Ὑπερβορέους ἀπέδρα. στρέφων δὲ παρʼ ὅλην τὴν πορείαν λογισμούς, εἴ πως ἀποκρούσαιτο τὴν πολύευκτον ἀρχήν, οὐ πρότερον ἐξέληξε, πρὶν θεῶν τις ἐπελθὼν μετέστησε τὴν βουλὴν καὶ τὸν ὄκνον ἀφεῖλε διαρρήδην ἐπιτάξας ὑπομεῖναι τὴν λειτουργίαν. μάρτυρα δὲ τῆς ὁσιότητος αὐτὸν εἶχε τὸν ἐχθρόν. ἵνα δὲ μὴ θαυμάσῃ τις ἐχθρὸν ἀκούων τὸν κοινούμενον τῆς ἀρχῆς, ἐρῶ, τίς ἦν ὁ τῆς κοινωνίας νοῦς. ἐκεῖνος γὰρ οὐχ ὅπως τινὰς ἀνθρώπων ἡδέως ἂν εἶδεν ἐν θρόνοις βασιλικοῖς ἢ τοῖς ἁλουργοῖς ἐσθήμασιν, ἀλλʼ οὐδʼ ἂν ὀνείρατα ταύτην ἔχοντα τὴν θέαν μετρίως ἤνεγκεν ἄν. πόθεν οὖν μετέδωκεν ὧν περιείχετο; κακῶς ἔπασχεν ὑπὸ τῶν βαρβάρων πανταχοῦ, καὶ τὸ περικείμενον τοῖς Ῥωμαίων ὅροις Μυσῶν λείαν ἐπεποίητο τὰ τῇδε, μάλιστα δὲ τὸ περὶ τὴν ἑσπέραν ἐπόνει, καὶ μικρὸν ἦν στρατηγὸς εἰς ἐπανόρθωσιν, ἀλλʼ ἔδει βασιλέως ἐπισχήσοντος τὸ ῥεῦμα. δραμεῖν μὲν οὖν αὐτὸς οὐκ ἠπίστατο, κοινωνὸν δὲ τῆς ἀνάγκης καλούσης τοὺς ἄλλους ὑπερπηδήσας τὸν ἠδικημένον αἱρεῖται, τοῦ μὲν αἵματος ὁπόσον ἐξέχεεν οὐκ ἐπιλελησμένος, πιστεύων δὲ τῷ κατηγορεῖν ἔχοντι μᾶλλον ἢ τοῖς ὀφείλουσι χάριτας. καὶ οὐκ ἐψεύσθη. λαβὼν γὰρ Ἀθηναίων λογισμὸν καὶ τὸ στῆθος πλήξας καὶ κελεύσας μὴ μνησικακεῖν οἷος ἦν ἀδόλως συμπονεῖν.
Αἱ μὲν πρὸ τῆς βασιλείας εὐθῦναι τοιαῦται, πάντα ἂν λογιστὴν ἐπαινέτην λαβοῦσαι. δοκιμάζωμεν δὲ καὶ τὸν κυβερνήτην τὸν ἤδη κινοῦντα τοὺς οἴακας. ὁ μὲν οὖν ἐκπέμπων ἐπὶ πολεμίους εὖ πράττοντας οὐ νίκην αἰτῶν οὐδὲ κράτος οὐδὲ ἀριστεύειν ἐξέπεμπεν. εὐθὺς γὰρ αὐτῷ μετάμελος εἰσῄει λογισμὸν οὐκ ἔχων, ἐπεὶ καὶ οὓς συναπέστειλεν ἐν τάξει συμβούλων, κωλυτὰς ἔργων γενναίων, οὐ παραινέτας ἐξέπεμπε, Φοίνικα δὲ ἐξαιρῶ τοῦ λόγου, τοιγαροῦν εὐθὺς ἀφείλκετο, μᾶλλον δὲ ἐφοβεῖτο τὴν τοῦ συνάρχοντος εὔκλειαν ἢ τὴν τῶν ἐναντίων ὕβριν, καὶ τὸ μὴ τοῦτον ἐπαινεθῆναι τοῦ πληγῆναι τοὺς πολεμίους ἥδιον ἦν. ἀλλʼ ἐκείνου κατηγορεῖν ἐμοὶ μὲν οὐχ ἡδύ, τῷ λόγῳ δὲ ἀνάγκη. διαστῆσαι γὰρ τὴν εὐφημίαν ἀπὸ τῶν μέμψεων οὐκ ἔστιν. ὁρμηθεὶς τοίνυν ἐξ Ἰταλίας σὺν ὁπλίταις ἐλάττοσιν ἢ τετρακοσίοις ἐν ἀκμῇ τοῦ χειμῶνος, τὴν δὲ τῆς ὥρας ὑπερβολήν, ἣν ἐνιαυτοῦ κύκλος ἐφίστησι τοῖς τόποις, οἱ μὲν ὑμῶν ἤνεγκαν, οἱ δὲ ἀκηκόασι, σὺν εὐχαῖς μὲν ἐπέβη τῆς ὁμόρου, γῆν δὲ ὁρῶν Γαλατῶν μὲν καλουμένην, ἐσπαρμένην δὲ ὑπὸ βαρβάρων, οἳ μετὰ τῆς πρότερον ἀρουμένης καὶ τὰς πόλεις αὐτὰς κατενεγκόντες ἐγεώργουν, τὸν χειμῶνα μὲν ἀνήλισκεν εἰς βουλήν, ὡς δὲ τῆς ὡραίας ἐπὶ τὰ ἔργα καλούσης ἐβόα μὲν αὐτὸς καὶ συνῆγε καὶ συνεκρότει καὶ παρεθάρρυνε τοὺς ἐπτηχότας, ὑπεσκέλιζον δὲ τὴν ὁρμὴν οἱ ἵππαρχοι καὶ λοχαγοὶ καὶ ταξίαρχοι πληροῦντες ἐντολὰς δεσπότου, νικᾷ νίκην ἡμῖν ὁ βασιλεὺς πρὸ τῆς ἐν τοῖς ὅπλοις τὴν ἀπὸ τῆς καρτερίας καὶ τοῦ ταῦτα πρᾴως ἐνεγκεῖν, κἀνταῦθα τὸ τῆς παιδείας ἀπήντα κέρδος, Ἡρακλῆς τε χείρονος ἀνδρὸς ὑπακούων Ἄρης τε ἐνιαυτοῦ πλέον ὑπʼ ἀνθρώπων ἐμπλήκτων δεθείς. ἀλλὰ γὰρ ἔδει καὶ τὸν Ἄρη λυθῆναί ποτε καὶ τοῦτον. ὡς γὰρ ὁ μὲν ἐν τοῖς κωλύμασιν ἔστενε μέν, οὐκ ἠρεθίζετο δέ, τὰ δὲ πράγματα ἀπωλώλει, τοῖς δὲ βαρβάροις ηὐξάνετο τὸ φρόνημα, τῶν δʼ ἐπηρεαζόντων ὁ κίνδυνος οὐκ ἠνείχετο, λαβὼν οἶμαι δύναμιν μικράν τε καὶ πολιορκεῖσθαι μαθοῦσαν. ὑμεῖς μὲν ἴσως ἐπιθυμεῖτε καὶ παράταξιν ἀκοῦσαι καὶ στρατοπέδου φύσιν καὶ κέρας ἑκάτερον καὶ φάλαγγα καὶ παράκλησιν καὶ τῶν ἐναντίων τέχνας καὶ στρατὸν φανερὸν καὶ κρυπτομένους λόχους καὶ προοίμιον συμβολῆς καὶ ζέουσαν μάχην καὶ τραυμάτων εἴδη καὶ φυγὴν καὶ δίωξιν καὶ γῆν ἀφανῆ νεκροῖς, ἐγὼ δὲ τὴν μὲν τῆς διηγήσεως ἀκρίβειαν, ὅταν καὶ περὶ τῶν ἄλλων ἱκανῶς διεξίω, κομιῶ· νῦν γὰρ δὴ πάντα συντέτμηται, καὶ ὁ λόγος ἔοικε σκιρτήμασι τῇ πανηγύρει πρέπουσιν. ὥσπερ οὖν Ὀλυμπιονίκης οἴκαδε σπεύδων ἀπὸ τῆς Πίσης ἐρωτώμενος ὑπὸ τῶν ἐντυγχανόντων τῆς νίκης τὸν τρόπον τοῦτο μὲν ἀποδώσειν ὑπισχνεῖται, συγχαίρειν δὲ αὐτῷ πρὸς τὸ παρὸν ἀξιοῖ δεικνὺς ἅμα τὸν στέφανον, οὕτω καὶ νῦν τὰ ἀπὸ τοῦ πολέμου λέγομεν ὑπερβάντες τὰς μάχας. καρπουμένων γὰρ τὴν ἡμετέραν τῶν βαρβάρων καὶ πόλεις μὲν πέντε δεούσας πεντήκοντα καθῃρηκότων, ἀποτετμημένων δὲ τῆς γῆς τὸ πλέον καὶ κεκτημένων, τῶν δὲ φανερωτάτων ἐν Γαλάταις γενῶν οἰκτρῶς ἐκεῖ δουλευόντων, ἤδη δὲ μείζω περίνοιαν τῶν πολεμίων εἰληφότων ὁ στρατηγικώτατος οὗτος καὶ τῶν ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι πολέμων γέμων οὐ φορητὸν ἡγησάμενος, εἰ πλείους μὲν χιλίων τριήρεις ἐνίκων περὶ Σαλαμῖνα τριακόσιαι, τὸ δὲ τῶν βαρβάρων νέφος αὐτὸς σὺν ὀλίγοις μὴ τρέψαιτο, προσπίπτει μὲν ὡς ἀγαπήσων, εἰ τῆς χώρας ἐξελάσειεν, ἡ νίκη δὲ αὐτὸν ἐπὶ τὴν ἐκείνων προήγαγε καὶ διαβὰς Ῥῆνον ποταμόν, ὕδωρ ἐλέγχον ἐκ τῶν γεννωμένων ἀδικίαν μητέρων, φιλονεικήσας ζῶντας λαβεῖν εἰδὼς ἀγαλλομένους θανάτῳ τοσούτους σαγηνεύσας ἤγαγεν, ὥσθʼ ἡμῖν μὲν ἐπίπονον τὴν ἐκείνων γενέσθαι τροφήν, τοῖς δὲ ὑπολειφθεῖσιν ἄφθονον τὴν οἴκοι προκεῖσθαι. δείσας δὲ τὸ τῆς νίκης μέγεθος καὶ τὴν τοῦ ἔργου λαμπρότητα μᾶλλον ἢ τοὺς ἐν τῇ μάχῃ κινδύνους οὐ προσέθηκε τῷ τροπαίῳ πομπὴν καὶ ταῦτα ἐν δεσμοῖς ἔχων τὸν ἄρχοντα τῶν πολεμίων, οὕτως ἐπεξῆλθε κρατῶν, οὐδὲ κύπτοντα τοῖς πεπορθημένοις ἔδειξεν οὐδʼ ἐπικατέσφαξε ταῖς κειμέναις τῶν πόλεων τὸν κατενεγκόντα καλλωπιζόμενος τῷ φόνῳ, ἀλλʼ ἀναμνησθεὶς Ἀχιλλέως, ᾧ τὸ νικᾶν ἤρκει, παρεχώρει τῶν λοιπῶν τῷ πρεσβυτέρῳ πανταχοῦ τὰς ἀφορμὰς παραιρούμενος τῶν φθόνων. οἰηθεὶς δέ, ὅτι τὸ χρῆμα τῶν πόλεων οὐ ταὐτὸν ἀνθρώπῳ πάσχει, τοῖς μὲν γὰρ ἄλυτος ἡ τελευτή, τὰς δὲ ἔστιν ἀναβιώσασθαι, χεῖρα ὀρέγει ταῖς κειμέναις. αἱ δὲ ἀνίσταντο καὶ αὐτίκα κῆρυξ διέπλει τὸν ποταμὸν κελεύων ἐπὶ τὰ σφέτερα αὐτῶν κατιέναι τοὺς ἑαλωκότας, οἱ δὲ ἔθεον, οὐκ ἀνὴρ ἀντʼ ἀνδρὸς λυθείς, ἀλλʼ οἱ μὲν ἔμενον ἐκείνων, οἱ δὲ ἐπανῄεσαν ὑπὸ τῶν ἑλόντων προπεμπόμενοι. οὕτως αὐτοὺς ἐπαίδευσε πάντα ὑπακούειν ἡ μάχη. εἰ δὲ τὸ προσθεῖναι πόλιν ταῖς ἀρχαίαις εὐεργεσία κοινὴ τοῦ τῆς οἰκουμένης αὐξανομένου σώματος, τό γε τὰς ἀνῃρημένας ἀποδοῦναι πόσῳ λαμπρότερον; ἐν ᾧ καὶ τὴν γῆν ἔστιν οἰκίζειν καὶ τὴν αἰσχύνην λύειν. οὐ γὰρ τὸ μὴ ποιῆσαι τὴν οὐκ οὖσαν δεινόν, τὸ δὲ τὴν πρὶν οὖσαν περιιδεῖν ἐρριμμένην διπλῆς ἐντεῦθεν περιισταμένης ζημίας, ὀνειδῶν τε καὶ βλάβης. ὡς ἐκεῖνό γε τὸ πτῶμα φαινόμενον τοῖς τε βαρβάροις ἂν ἦν εἰς τόλμαν παράκλησις τοῖς θʼ ἡμετέροις εἰς ἀτολμίαν ἀνάγκη, κἂν εἰ μὴ νῦν, ἀλλʼ ὕστερόν γε τοὺς μὲν ἂν ἔθελξε, τοὺς δὲ παρώξυνε. σὺ δʼ ὅπως οἱ μὲν ἀεὶ τρέμοιεν, οἱ δʼ ἀεὶ θαρροῖεν, τρόπαιον ἀκίνητον τὰς πόλεις ὤρθωσας. καὶ διὰ τὴν σὴν καὶ γνώμην καὶ τύχην καὶ μόχθους καὶ τέχνας οὐ καθʼ ἑκάτερον τοῦ πολέμου τὸ στόμα τοῖς βαρβάροις ὑπῆρχε κρατεῖν, ἀλλʼ οἱ μὲν ἔδρων, οἱ δὲ ἔπασχον, ἔπασχον μὲν οἱ περὶ Ῥῆνον, ἔδρων δὲ οἱ περὶ Τίγρητα, καὶ τῇ μὲν εἰσέρρεον, τῇ δὲ ἔπιπτον· οἷόν τι περὶ Ποτίδαιαν γενέσθαι φασὶν Ἀριστέως μὲν τοῦ Κορινθίου τρεψαμένου τὸ καθʼ ἑαυτὸν καὶ ἐλαύνοντος, θατέρου δὲ κέρως, ἕως εἰς τὸ τεῖχος κατεκλείσθη, φεύγοντος. εἰ δὲ μὴ σὺ τότε ἀντέκρουσας, οὐδὲν ἂν ἐκώλυσε τοὺς βαρβάρους ἑκατέρους τὴν ἐν ποσὶν ἀεὶ κτωμένους περὶ τὸν Βόσπορον ἀλλήλοις τελευτῶντας συμμίξαι. νῦν δʼ ἡ τῶν ἑτέρων ἧττα τοὺς μὲν ἀπώλεσε, τοὺς δὲ φροντίζειν ἐποίησε καὶ συνεσκίασε τὴν ἀπὸ τοῦ νικᾶσθαι Ῥωμαίους αἰσχύνην φήμης φήμην παραμυθουμένης καὶ λόγου λόγον καταλαμβάνοντος.
Σὺ μὲν οὖν ἀπὸ τοῦ τροπαίου πάλιν ἐπὶ τὰς Μούσας ἐτρέπου, καθάπερ ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου, καὶ τὰ ὅπλα καταθέμενος ἀνελάμβανες τὰ βιβλία, παρʼ ὧν ὁρμηθεὶς καὶ τὴν νίκην ἀνείλου· πλήθει γὰρ ἀντιταττομένη σοφία κρείττω ποιεῖ τὸν συνετώτερον. ἀφικνοῦνται δέ σοι τῆς δόξης αἰρομένης οὐκ ὀρχησταὶ καὶ μῖμοι γέλωτος ἀφορμὰς κομίζοντες οὐδʼ αὐληταὶ καὶ κιθαρῳδοὶ δείπνων χρησίμους ἐξελαύνοντες λόγους, ἀλλὰ σμήνη τε ῥητόρων καὶ φιλόσοφος Ἀθήνηθεν, καλὸς μὲν ἰδεῖν, καλλίων δὲ χρήσασθαι, πλεῖστον μὲν ἀνθρώπων ἔχων νοῦν, ἐν δὲ λόγοις ἄριστος εἶναι μᾶλλον ἢ δόξαι βουληθείς. ὃς τὰ μὲν ἐπαινέσας, περὶ δὲ τῶν συμβουλευσάμενος ἀπηλλάττετο δῶρον λαβών, ὃ μόνος βασιλέων δέδωκας, ἔπη τὸν ἄνδρα μηνύοντα. εἰ δὲ Πεισίστρατον ἐπαινοῦμεν ὑπὲρ τῆς τῶν ἑτέρῳ πεποιημένων συλλογῆς, ποῦ θήσομεν τὸν Ὁμήρου μιμητήν;
Ἀλλὰ γὰρ οἷς τοὺς πολεμίους ἐξέκοπτες, μετὰ τῶν κρατουμένων τὸν διὰ σοῦ νικῶντα ἠνίας. οὕτω δύσμαχόν ἐστι νόσημα φθόνος καὶ τὴν τῶν ὠφελούντων δύναμιν ὁ κερδαίνων μισεῖ. ὃς δὴ καὶ τότε ἐπὶ τόνδε πάλαι πεφυτευμένος ἀνέδραμε καὶ τὸν σπινθῆρα προήγαγεν εἰς φλόγα. τὸ πρῶτον ἐψίλωσε φίλων, ὡς βλάψων ἐν ταῖς βουλαῖς, ὁ δὲ ἦν ὁμοίως εὔβουλος, μετὰ ταῦτα χειρὸς συχνῆς, ὡς ἀσθενῆ ποιήσων, ὁ δὲ ἦν οὐδὲν ἧττον ἰσχυρός. πάντας ἐκάλει τὰ Περσικὰ προϊστάμενος, εὐφημότατα ἀνθρώπων ἐκδιδοὺς μετὰ τοῦ βασιλέως τὰς πόλεις. ὁ δʼ ἦν μὲν πέρα τοῦ μετρίου πρᾷος, ἐρῶ γάρ, καὶ βαδίζειν ἐκέλευεν, οἰμωγαὶ δὲ γυναικῶν ἀντελαμβάνοντο τῶν σωμάτων. αἷς ἀναπεπνευκυίαις ἄρτι κῦμα δεύτερον συνίστατο, τὸν δὲ οὐδὲ ταῦτα ἀντιτείνειν ἔπειθε. πῶς δὲ μέγας γίγνεται βασιλεύς; ἐνταῦθα γάρ μοι δοκοῦσιν ὀξύτερον βλέψειν οἱ κριταί· οὔτʼ ἐβιάζετο στρατιώτης οὔθʼ ἡττᾶτο στρατιωτῶν βασιλεὺς οὐδʼ οὕτως ἐπεπαίδευτο τὸ ἀρχόμενον κακῶς, ὥστε τὸν ἄρχοντα γνώμῃ προσπεσὸν ἄγειν. ἀλλὰ τίς δὴ λόγος ἀληθέστερος; θεὸς μὲν ἐξώρμησεν ἐκείνους οὐδὲν προεσκεμμένους, ἀλλʼ ἔφθασε τὸν λογισμὸν ἡ φωνή. θεοῦ δὲ τοῦτο. πρόσταξις ἧκεν ἀδελφὴ τῆς προτέρας προστιθεῖσα θαλαττίῳ χλαμύδος βαφῇ λιθοκόλλητον ταινίαν φέρουσάν τι καὶ αὐτὴν καρποῦ θαλαττίου. ὁ δὲ ἔβλεπε πρὸς οὐρανόν, καὶ ἦν ὁμοίως ἥ τε δόσις ἥ τε λῆψις ἄμφω βουλὴ δαιμόνων. ὥσπερ οὖν οὐ τῆς Πυθίας ἡγούμεθα τοὺς χρησμούς, ἀλλὰ τοῦ πέμποντος ἐπὶ τὸ στόμα τὰ λόγια, οὕτω νῦν τῶν ἐκείνους τε κεκινηκότων τοῦτόν τε πεπεικότων κοσμῆσαι τὴν κεφαλὴν κεκρίσθω μᾶλλον τὸ ἔργον ἢ ὧν τὰς γνώμας ὡς ἐβούλοντο διέθηκαν. εἰκός γέ τοι τοὺς ἐπινεύσαντας ἐρωτωμένους καὶ τὴν γένεσιν ὡς καλῷ τῷ πράγματι παρασχεῖν. ἄδικον μὲν γὰρ τιμὴν οὐκ ἂν ἐπῄνουν, δικαίαν δʼ ἂν εἰσῆγον. οὐ μὴν τό γε νεῦμα τῶν θεῶν ἕρμαιον ἐγένετο τῷ τετιμημένῳ, καθάπερ πάλαι ταύτην ἐν αὑτῷ τὴν ἐπιθυμίαν τρέφοντι, ἀλλʼ ὡς ἄν τις τῷ βραχυτέρῳ χαίρων, ἔμελλεν, ὤκνει, περὶ τὸ πρόσθεν μέτρον διέτριβε, τὴν ἐνθένδε ψῆφον μετὰ τὴν ἄνωθεν ἔμενε. τὸν δὲ ἔκαμπτεν οὐδέν. ἕως μὲν οὖν ὑπῆσαν ἐλπίδες καταλλαγῶν, ἀνεῖχεν. ἐπεὶ δὲ πόλεμος μὲν ἐκεκήρυκτο σαφής, ἐπετειχίζετο δʼ Ἰταλία, παρεκαλεῖτο δὲ τὸ Κελτικόν, ἐκινεῖτο δὲ τὸ Σκυθικόν, ἐχώρει δὲ ὁ πεζός, ἐπορεύετο δὲ ὁ τοξότης, κατεῖχε δὲ οὐδὲν οὐδὲ ἐπέστρεφεν, οὐ Περσῶν ἵππος χρεμετίζων περὶ τὸν Εὐφράτην, οὐ μηχαναὶ προσαγόμεναι τείχεσιν, οὐ θρηνοῦσαι πόλεις, οὐκ ἐλπιζόμενον πῦρ, ἀλλʼ ἐωνεῖτο τῇ Ῥωμαίων γῇ τὸν φόβον τῶν μεγίστων ἀφιστάμενος βαρβάροις, ἵνα μὴ μικρῶν τῷ γένει, τότε δὴ τότε τοὺς ἀντικαθισταμένους ἀφεὶς τὴν λεωφόρον σκοπεῖν αὐτὸς ἑτέραν ὁδὸν ἀτριβῆ καὶ τραχεῖαν καὶ κρημνοῖς ἄπορον, ὥσπερ τινὰ τῶν ἐν ἄστει χειροποιήτων δρόμων, ἤνυσεν ἴσως Ἀπόλλωνος ἡγουμένου καὶ τὸ δύσβατον λεαίνοντος κατὰ τὴν τάφρον τῶν Ἀχαιῶν. οὕτω δὴ τῶν ἁλισκομένων οὐκ αἰσθανομένων, ὥσπερ τινῶν ἰχθύων οὔπω τοῦ δικτύου συναχθέντος, ἐπειδὴ καιρὸς ἦν, ἀνεφάνη πρῶτον ἐπιβὰς τῶν ἐσχάτων καὶ διήνεγκεν οὐδὲν ὑφύδρου κολυμβητοῦ κρυπτομένου μὲν ὑπὸ τοῖς νώτοις τῆς θαλάσσης, λανθάνοντος δὲ τοὺς ἐπὶ τῆς ἠιόνος, ἕως ἂν βούληται. οὕτω δὲ πλείω λόγον τοῦ μὴ δοκεῖν ἀδικεῖν ἢ τῆς νίκης αὐτῆς ἐπεποίητο, ὥστʼ ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς διʼ Ἑλλήνων ἅπασιν ἀνθρώποις ἀπελογεῖτο πέμπων ἐπιστολὰς ἐκεῖσε κατὰ τοὺς ἑκάστων τρόπους μείζους, ἐλάττους, τὸ μέσον ἐχούσας, ὡς ἔμελλον τοῖς δεξομένοις ἁρμόσειν. βουλευομένου τοίνυν ἐν Παιονίᾳ περὶ τῆς Θρᾴκης, εἴτʼ ἐμβολῆς εἴτε καθέδρας ὁ καιρός, καὶ τῷ πλήθει τῶν πολεμίων ἀντιτάττοντος ἀρετὴν τύχη τις κρίνει τὸ ἔργον ἡσυχαζόντων τῶν ὅπλων πρέπον ἐξευροῦσα τῇ συγγενείᾳ πέρας. ἐπειδὴ γὰρ ἔδει κρατῆσαι τὸν ἀμυνόμενον, ἐξήρπασε τὸν ἐπιόντα νόσῳ· καὶ τὸ μὲν τρόπαιον οὕτω μέγα, στρατιωτῶν δὲ οὐδαμοῦ τάφος. ὑποχωρείτω τοίνυν τῷ βασιλεῖ καὶ Κῦρος ὁ μέγας ἐν θεοφιλῶν κρίσει. καὶ γὰρ εἰ τοῦ ποιμένος ἔτυχεν εἰς σωτηρίαν, ἀλλὰ μεμάχηταί γε τῷ πάππῳ, καί τι καὶ πλέον, ὡς Ἰσοκράτης φησίν, ὥσθʼ ὁμοῦ Μήδους τε εἶχε καὶ συνεκαλύπτετο· σοὶ δὲ καλλίων τοῦ κτηθέντος ὁ τῆς κτήσεως τρόπος καθαρᾷ τῇ χειρὶ παρελθόντι πρὸς τὸ πᾶν. τὸ δὲ ἔτι κάλλιον, τὴν γὰρ αὐτὴν ἥσθησαν ἐπὶ τούτοις ἡδονὴν οὕς τε ἦγες καὶ οἷς ἀπήντας· νόμῳ μὲν γὰρ μεθʼ ἑτέρων ἦσαν, φίλτρῳ δὲ μετὰ σοῦ πυνθανόμενοι γνώμῃ μὲν εἶναι βασιλέα, πόνοις δὲ συστρατιώτην. καὶ τοῦτʼ ἄρʼ ἦν τὸ τὴν κεφαλήν σου παρὰ τῶν κρειττόνων ἄγεσθαι πρὸς ἀνάδημα, ὅπως ἀκολουθήσῃ τῷ στεφάνῳ μὲν ὀργή, τῇ δὲ ὀργῇ κίνησις, τῇ κινήσει δὲ ὁ σὸς δρόμος καὶ γένοιο δὴ τοῖς πράγμασι πλησίον. εἰ δὲ ὀκνεῖς, φησί, τὸν φόνον, θάρρει. καὶ τοῦτο ἡμῖν μελήσει.
Οὕτω τοίνυν ὁσιώτατα ὧν ἴσμεν τῆς τε Εὐρώπης τὸ πλέον καὶ τὴν Ἀσίαν προσλαβὼν οὐδὲν πρὸ τῶν ἱερῶν ἐσπούδασεν, ὥσπερ τις ἀγαθὸς ναυπηγὸς τὴν τρόπιν πρὸ τῶν ἄλλων σκεπτόμενος. ὥσπερ γὰρ ἐν τῷ ταύτης ἰσχυρῷ σώζεται τὸ πλοῖον, οὕτως ἐν τῇ θεραπείᾳ τῶν κρειττόνων αἱ πόλεις. διὰ τοῦτο νεὼς ἀνίστη καὶ βωμοὺς ἐποίει καὶ τὴν αὑτοῦ πατρίδα συνείθιζε μὴ πολεμεῖν τοῖς καλοῖς ἥκιστα ἀνεχομένην καπνοῦ λυσιτελοῦντος, ὥσπερ τινὰ μητέρα νουθετῶν υἱός, ὃς αὐτῇ τὰ πρῶτα συνεξηπατημένος αὑτόν τε κἀκείνην ὕστερον ἀπήλλαξε τῆς πλάνης.
Θαυμάζω τοίνυν ἔγωγε τῶν ἐν μνήμῃ Περσῶν, ὅτι μὲν αὐτῶν κρατήσεις, λεγόντων, ὅτι δὲ κεκράτηκας, οὐκ ἐνθυμουμένων, καὶ ταῦτα ἐπὶ τῷ στόματι τοῦ Πόντου πρὸς τῷ Βοσπόρῳ καθήμενος καὶ ποιῶν ὃ νῦν ἐγώ, βιβλίον αὑτοῦ τῇ μεγάλῃ βουλῇ δεικνύων. τίς οὖν ἡ νίκη; γυμνώσας μὲν ἐκεῖνος τῆς τῶν ὁπλιτῶν ἀκμῆς τὴν ἑῴαν γῆν ἐπορεύετο τῷ φαυλοτάτῳ τῆς στρατιᾶς παραδοὺς τὰς πόλεις, οἳ φυλάκων ἔχοντες σχῆμα τῶν φυλαξόντων ἐδέοντο, καὶ μετὰ τῶν φρουρουμένων οἱ φρουροῦντες ἔτρεμον. τὴν μὲν οὖν τῶν πόλεων ἁρπαγὴν οὔπω παροῦσαν ἐδοκοῦμεν ὁρᾶν, ἡ φυγὴ δὲ εἶχε τὴν σωτηρίαν. καὶ ἐμακάριζον οἱ μὲν ἐν μεσογείᾳ τοὺς ἐπὶ θαλάττῃ, οἱ δὲ οἰκοῦντες κάτω τοὺς ναυκλήρους αὑτῶν καὶ οὐδὲν ἦν εὐδαιμονέστερον τότε τοῦ κεκτῆσθαι πλοῖον. Κυπρίων δὲ οἱ παρόντες ἐθεραπεύοντό τε καὶ καταγωγὰς ὑπισχνοῦντο. ἦν δὲ ἀδεὲς οὐδὲ ἡ θάλαττα ὡς ἔν τε τοῖς λιμέσιν ἐσομένων ὑπὲρ τῶν νεῶν τραυμάτων ἔν τε τῷ πελάγει νεκρῶν τοῦ καιροῦ τοὺς κακούργους ἀθροίζοντος. ταύτας δὴ τὰς μεταναστάσεις ἔσχεν ἡμέρα μία. ἡ γὰρ αὐτὴ σοὶ μὲν ταῦτα ἔδωκεν, ἡμῖν δὲ θαρρῆσαι τὴν μονὴν οὐ δυνάμεώς ποθεν ἐπελθούσης οὐδὲ τειχῶν τοῖς μὲν γενομένων, τοῖς δὲ ἐπισκευασθέντων οὐδὲ τῶν ἀντιπάλων λοιμῷ βεβλημένων, ἀλλὰ ψιλῆς τῆς προσηγορίας ἐκβαλούσης τὸν φόβον, καὶ Τίγρητος ἀπέχων ἑβδομήκοντα σταθμούς, ὥσπερ ἄρας εἰς μάχην σημεῖα, τοὺς Πέρσας ἐτάραττες. ὁ δὲ κακῶς ἀπολούμενος Δημάρατος ὁ τὰ παρʼ ἡμῖν ἐπαινῶν πρὸς ἐκείνους ἀγαθὰ καὶ τοῦ χειμῶνος φάσκων αὐτοῖς παραδώσειν ὥσπερ ἐν κύρτῳ τὴν πόλιν μεταβαλὼν τοὺς Πολυδάμαντος ἠφίει λόγους οἷς ἐκεῖνος ἐχρῆτο φανέντος Ἀχιλλέως. ταύτην ὅστις εὖ φρονεῖ, μεγάλην νίκην προσερεῖ τῆς μελλούσης οὐ φαυλοτέραν. ἡ μὲν γὰρ ἐκείνους θεῶν διδόντων δοριαλώτους ἄξει, ἡ δʼ ἡμᾶς ἐκώλυσε γενέσθαι, καὶ διʼ ἐκείνης μὲν ὧν πεπόνθαμεν ληψόμεθα δίκην, διὰ δὲ ταύτης οὐ προσπεπόνθαμεν. ἡττᾶται δέ, οἶμαι, πολέμιος οὐχ ἁλισκόμενος μόνον, ἀλλὰ καὶ ὅταν λήψεσθαι μὲν ἐλπίσῃ, σωθεὶς δὲ ἀγαπήσῃ· τὸ γὰρ προσδοκηθὲν ἐν τοῖς εἰλημμένοις ἀριθμῶν ἀπεστερῆσθαι νομίζει. μία μὲν οὖν αὕτη τοῦ νενικῆσθαι τὸν Μῆδον ἀπόδειξις, ἑτέρα δέ, καί μοι σύγγνωθι πρὸς Διός, εἴ τι τῶν ἀπορρήτων ἐκφέροιμι, βιάζεται γάρ μοι τὸ στόμα καὶ γίγνεται τοῦ τείχους τῶν ὀδόντων δυνατώτερον, γράμματα πρῴην ἧκεν Ἀσύρια δεόμενα κήρυκι καὶ πρεσβείᾳ ἀνοῖξαι τὴν ὁδὸν καὶ τὰ διάφορα λόγῳ τεμεῖν. ἐγὼ μὲν οὖν ᾤμην αὐτὸν κροτήσειν καὶ ἑορτάσειν καὶ τάχους ἐπιμελήσεσθαι καὶ συνέχαιρον δὴ πρᾶγμα ποιῶν πολλάκις ἡττημένου, ὁ δʼ ἀπέρριψε τὴν ἐπιστολὴν ἀνδρειότερον Διομήδους δεινὸν νομίζων, εἴ τις ὀφείλων δίκας περὶ σπονδῶν διαλέξεται. τούτων δὲ οὐκ ἐλάττω τὰ πρὸς τοὺς ἥκοντας παρὰ τῶν Σκυθῶν, οὓς ἐν τοῖς ὅρκοις ἀκριβολογουμένους λαβὼν ἐκέλευσεν ἀπελθόντας περὶ πολέμου σκοπεῖν, καὶ διὰ μακροῦ δὴ χρόνου Ῥωμαῖος ἀνὴρ ἠπείλησε βαρβάρῳ. πόθεν δὴ τὸ τοῦ πολέμου μεταπέπτωκε πνεῦμα; καὶ τί τὴν Ῥωμαίων τύχην ἐπανήγαγεν εἰς τὸ Πέρσας φοβεῖν; οὐ πεζομαχία τις οὐδʼ ἱππομαχίας πόνος οὐδʼ ὅπλων καινότης οὐδʼ ἐπιτεχνήσεων εὕρεσις, ἀλλʼ αἱ πυκναὶ θυσίαι καὶ τὸ αἷμα τὸ πολὺ καὶ οἱ τῶν ἀρωμάτων ἀτμοὶ καὶ θεῶν ἑστιάσεις καὶ δαιμόνων τοὺς πολεμίους συνέστειλαν. διὰ τοῦτο χαίρει καλούμενος ἱερεὺς οὐχ ἧττον ἢ βασιλεύς, καὶ τοὔνομα τοῖς ἔργοις συμβαίνει· ὡς οὐ μᾶλλόν γε βασιλέας τοῖς περὶ τὴν ἀρχὴν ἢ τοὺς ἱερεῖς ἁγιστείαις παρῆλθεν. οὐ λέγω τοὺς νῦν τοὺς ἀμβλυτέρους, ἀλλὰ τοὺς πάλαι τοὺς ἐν Αἰγύπτῳ τοὺς ἀπηκριβωμένους. οὐ γὰρ νόμων ἀνάγκαις ὑπηρετῶν νῦν μὲν ἔθυσε, νῦν δὲ ἔληξεν, ἀλλʼ ὀρθῶς εἰρῆσθαι νομίζων τὸ δεῖν ἀπὸ θεῶν ἄρχεσθαι καὶ ἔργων καὶ λόγων, ἃ τοὺς ἄλλους οἶδε ταῖς νουμηνίαις ἀναθέντας, ταῦθʼ ἑκάστης ἡμέρας εἶναι πεποίηκεν, αἵματι μὲν δεχόμενος ἀνίσχοντα τὸν θεόν, αἵματι δὲ παραπέμπων εἰς δύσιν καὶ ταὐτὰ πάλιν νυκτερινοῖς ἑτοιμάζων δαίμοσιν. εἴσω δὲ τὰ πολλὰ κατεχόμενος ὑπὸ τῆς τύχης, ἐπεὶ μὴ τρέχειν εἰς ἱερὸν παρʼ ἡμέραν ἔνεστιν, ἱερὸν ποιεῖται τὰ βασίλεια καὶ τὸν κῆπον καθαρώτερον τῶν παρʼ ἐνίοις ἀδύτων, καὶ γίγνονται τοῖς μὲν δένδρεσιν ἡδίους οἱ βωμοί, τοῖς βωμοῖς δὲ τὰ δένδρα. τὸ δὲ κάλλιστον, οὐ γὰρ ἐφʼ ὑψηλοῦ καθήμενος ἢ χρυσαῖς ἀσπίσι περικλειόμενος ἑτέρων χερσὶ θεραπεύει τοὺς θεούς, ἀλλʼ αὐτουργεῖ καὶ περιτρέχει καὶ σχίζης ἅπτεται καὶ μάχαιραν δέχεται καὶ ὄρνις ἀνέρρηξε καὶ τὰ ἔνδον οὐκ ἠγνόησε, καὶ τούτων πίστις οἱ δάκτυλοι τῶν ἐκεῖθεν τεκμηρίων γέμοντες. ἡγεῖται γὰρ ἄτοπον, εἰ τὰ μὲν γραμματεῖα τοῖς ἄρξουσιν αὐτὸς ἐγχειριεῖ, ταῖς δʼ αὐταῖς χερσὶν οὐ πληρώσει τὰ πρὸς τοὺς θεούς. ἐντεῦθεν οὐ καθίζει βουλὰς στρατηγῶν καὶ λοχαγῶν καὶ ταξιαρχῶν ἐν τοῖς ἐπείγουσιν οὐδὲ τρίβει χρόνους ἐν σκέψεσιν, ἀλλʼ ἐπὶ τοὺς διδασκάλους τῶν ἐν ἀδήλῳ καταφυγὼν ἀπήλλακται, ἐντεῦθεν γράμμα μὲν οὐδὲν ἀπὸ τῶν περάτων τῆς ἀρχῆς ἢ κομιδῆ σπάνια, πάντα δὲ ἔγνωσται, καὶ καθάπερ τὸν Ἥλιον λέληθεν οὐδὲν τῶν ἐπὶ γῆς, οὕτως οὐδὲ σὲ τῶν δρωμένων οὐδὲν αὐτοῦ διδόντος Ἡλίου. ἔτι δὲ κἀν τοῖς ἐσχάτοις ὅσοι βάρβαροι τὴν ἡμετέραν ἀπὸ τῆς ἔξω θαλάττης μέχρι τῆς τοῦ Πόντου παροικοῦσι ῥαχίας, τὰ ὅπλα κρεμάσαντες ἀλοκίζουσι τὴν γῆν τὰς μὲν ἐντεῦθεν καὶ παρʼ ἡμῶν εὐπορίας ἀπεγνωκότες, εὐχόμενοι δὲ τῇ Δήμητρι. τῶν δʼ ὑπηκόων ὅσοις ἔδει γενέσθαι κακῶς, τυραννίδος ἔρωτι σφᾶς αὐτοὺς ἀπώλεσαν ἃ μὲν ἤλπισαν, οὐ δυνηθέντες, ἃ δʼ ἐφοβήθησαν, ἁλόντες οὐ παθόντες, μόνοι ζῶντες ἐπὶ τοιούτοις βουλεύμασιν. ἐγὼ δὲ Ξέρξην ἐθαύμαζον οὐκ ἀποκτείναντα τοὺς ἀντὶ τῶν ἀγγέλων ἐπὶ τὸν θάνατον ἥκοντας. κήρυκες ἠδίκηντο παρʼ ὅλης πόλεως, εὐκαταφρόνητον τῷ Μήδῳ, καὶ ἅμα τὴν ἀνδρίαν τῶν αὑτοὺς διδόντων ᾐσχύνθη. ὁ δὲ τοὺς ἐπʼ αὐτὸν ἃ μηδὲ εἰπεῖν θέμις συντεθεικότας μέχρι τῶν ἐλέγχων ἐκόλασε.
Καὶ ταῦτα, ὦ ἄνδρες, τῶν αὐτῶν ἐπικούρων ἡγώμεθα τῶν βελτιόνων εἰς φυλακὴν Ἄργου τοῦ γηγενοῦς, οἳ φρουροῦσι μὲν αὐτὸν μετὰ δορυφόρων, φυλάττουσι δὲ τοὺς δορυφόρους αὐτούς, κἂν εὕρωσιν ἀντὶ κυνῶν λύκους, ἐμήνυσαν, οὐκ ἀσθενέσι καὶ σκολιαῖς ἐνυπνίων ὄψεσιν, ἀλλʼ ὥσπερ νῦν ἡμεῖς ἀλλήλους ὁρῶμεν καὶ φράσειεν ἂν ἄλλος ἄλλῳ περὶ τοῦ λέγοντος, ὡς εὖ λέγοντος ἢ τοὐναντίον, οὕτως ἐκεῖνοι τούτῳ περὶ τῶν πρασσόντων νεώτερα, τιμῶντες αὐτῷ τοὺς ὀφθαλμοὺς τῇ σφετέρᾳ θέᾳ καὶ οὐκ ἐῶντες ἀπιστεῖν Ὁμήρῳ θεοὺς ἀνθρώποις ἀναμίξαντι καθάπερ ἑταίρους καὶ φίλους. πῶς δὲ οὐκ ἔμελλον ἔσεσθαί σοι φίλοι μηδενὸς αὐτοῖς ἀμεληθέντος ἐν τῇ δεῦρο πορείᾳ βωμοῦ; ὅς γε καὶ τῆς εὐθείας ὁδοῦ τοσοῦτον ἐκδραμὼν εἰς Φρυγίαν ἐλθὼν τὴν τεκοῦσαν ἡμῖν τοὺς θεοὺς πολλοῖς καὶ μεγάλοις τιμήσας ἐπανῆλθες. ἥκων τοίνυν παρʼ ἡμᾶς, ὡς μὲν ἄν τις φαίη τῶν οὐδὲν εἰδότων, ἡσύχασας, ὡς δʼ ἂν ἐγώ, πεπολέμηκας, καὶ τῶν εἰς τὴν νίκην φερόντων εὕρηταί τι μεῖζον αὐτῆς τῆς μάχης. καὶ γὰρ οὕτως ἔχει. οὐκ ἦν ἡμῶν τὸν ἔμπροσθεν χρόνον ἡ Περσῶν δύναμις οὔτε πλήθει μείζων οὔτε ἀλκῇ βελτίων οὔτε τέχνῃ καλλίων οὔτε ὅπλοις ἰσχυροτέρα, ἀλλʼ ὃ πάντα ταῦτα καὶ συνέχει καὶ διαφθείρει νῦν μὲν παρόν, νῦν δὲ ἀπόν, ἐκεῖσε μεθειστήκει καὶ μετʼ ἐκείνων ἐπῄει, δαίμονες πολέμου καὶ μάχης καὶ τροπῆς κύριοι, καταπολεμοῦντες μὲν τοὺς ἀτιμάζοντας, ἐπιρρωννύντες δὲ τοὺς αἰδουμένους. συνιόντων τοίνυν ἔτι τῶν στρατοπέδων ἀφανῆ παρʼ ἐκείνων ἐπὶ τοὺς ἡμετέρους ὁπλίτας ἐχώρει βέλη τῶν ψυχῶν ἁπτόμενα, τὰ μὲν Ἄρεος ἀφιέντος, τὰ δὲ τῶν Ἄρεος λοχιτῶν, τοῦ Δείμου, τοῦ Φόβου. τούτοις δὴ τάς τε καρδίας ἐπλήττοντο τά τε ξίφη τῶν χειρῶν μεθίεσαν ἔπασχόν τε ὅπερ εἰκὸς ἀνθρώπους, ἡττῶντο δαιμόνων. εἰδὼς οὖν ὀρθῶς, ὅτι δεῖ στρατιώτην ἕκαστον προσκυνῆσαι τούτους ὧν δεῖται μαχόμενος, ὡς τοῦτʼ ὂν τῆς παρασκευῆς κεφάλαιον, οὐκ ἀσπίδος οὐδὲ θώρακος οὐδὲ ἀκοντίου, καὶ διαλεχθεὶς τοῖς θεοῖς, ἅττα δὴ καὶ διείλεξαι, συνέσει τῶν κρειττόνων τὴν δύναμιν ὥπλισας, ἑκόντας ἐπὶ τοὺς βωμοὺς θέοντας καὶ διαμαχομένους ὑπὲρ τοῦ λιβανωτοῦ.
Τῇ μὲν οὖν Ῥωμαίων ἀρχῇ τοιοῦτον τεῖχος περιήλασας. εὖ δὲ ποιῶν καὶ τὸν ἄλλον μεταρρυθμίζεις ὄχλον, τὸ τοῦ Πρωτέως εἰς ἑτέρους ἐργαζόμενος. νῦν γὰρ δὴ τὸ τὴν γῆν οἰκοῦν ἀπὸ συῶν ἀτεχνῶς εἰς ἀνθρώπους μεταπλάττεται. τούτων δὲ ἁπάντων αἴτιον οἱ λόγοι. ταυτὶ μὲν γὰρ ἔργα φρονήσεως, φρόνησις δὲ λόγων, οὓς ἐδέξω τῇ ψυχῇ πᾶσαν ἰδέαν, τοὺς μὲν δρόμῳ χωροῦντας, τοὺς δὲ σχολῇ βαίνοντας, ἐπιστολάς, διαλεκτικούς, κάλλος ἐπῶν· ὧν τοῖς μὲν ἐγκωμιάζεις, τοῖς δὲ πείθεις, τοῖς δὲ ἀναγκάζεις, τοῖς δὲ θέλγεις, καὶ νικᾷς τοὺς μὲν ῥήτορας τῇ φιλοσοφίᾳ, τοὺς δʼ αὖ φιλοσόφους τῇ ῥητορείᾳ, τῇ ποιήσει δὲ ἀμφοτέρους, ὥσπερ αὖ τοὺς ποιητὰς ἀμφοτέροις ἐκείνοις καὶ νὴ Δία γε πάντας οὓς ἔφην, θατέρᾳ φωνῇ τελεώτατα ἐχούσῃ, λέγω δὲ οὐκ αὐτὸς ἐπαΐων, ἀλλά με πέπεικεν ὁ Καρχηδόνιος ἐκεῖνος. ὥστʼ εἴ σοι συμβεβήκει ταῦτα κεκτῆσθαι βασιλείας ἄνευ, πολλοῖς ἂν βασιλέων ἐπιθυμίαν παρέσχες τὰ μὲν αὑτῶν δοῦναι, τὰ δὲ σὰ λαβεῖν, καὶ εἴ γέ πως ἐνῆν σοι δέκα γλώσσαις ἐκπέμπειν φωνήν, οὐδὲν ἂν ἐδέου τῶν περὶ τὰς ἐπιστολὰς συμμάχων. τούτους δὴ τοὺς πολλοὺς καὶ καλοὺς καὶ ποικίλους λόγους οὐ πρεσβυτέροις τῆς ἀρχῆς μόνοις ἐκτήσω πόνοις, ἀλλʼ ἐτήρησας ἔτι καὶ νῦν τὴν ὑπὲρ αὐτῶν ἀγρυπνίαν. καὶ οὐκ ἠνάγκασεν ἡ βασιλεία κεῖσθαι μάταια τὰ βιβλία, ἀλλʼ ἡ μὲν νὺξ ἐπὶ τῆς πρώτης ἔτι μοίρας, σὺ δὲ ᾄδεις πολὺ πρότερος τῶν ὀρνίθων ἢ τίκτων λόγους ἢ τὸν ἑτέρων τόκον λαμβάνων. ὕπνου δὲ ἰσχὺς κεκράτηται κεκολασμένης γαστρός· μετὰ μὲν γὰρ οἴνου καὶ πλησμονῆς ἄρχει βλεφάρων ἐκεῖνος, ἄνευ δὲ τούτων οὐ μέγα δύναται. τί δὴ θαυμαστόν, εἰ σωμάτων ὠλιγώρηται κάλλος ἐν τεττίγων μὲν τροφῇ, λόγων δὲ ἀπεργασίᾳ, θεῶν δὲ συνουσίᾳ, πόνῳ δὲ συνεχεῖ; τὸ γὰρ ἐπὶ ταῦτα ἐρρυηκὸς ἀπήρτηται τῶν ἐκεῖθεν ἡδονῶν. καὶ κινδυνεύει τῇ πρὸς τὸ σωφρονεῖν παρασκευῇ τῶν περὶ τῆς σωφροσύνης ἐπαίνων ἀπεστερῆσθαι· τὸ γὰρ μηδʼ ἐγχωρεῖν ἐνταῦθα διαίτης τεταγμένον δουλεύειν ἔρωτι πονηρῷ τὸ θαῦμα περιῄρηκε. τοιοῦτος ἡμῖν ὁ βασιλεύς τε καὶ ὕπατος, νικῶν ἁπάσαις οὐ μόνον ἡμῶν ψηφιζομένων, ἀλλὰ καὶ θεῶν δικαζόντων, ἐμφράττων καὶ τὸ τοῦ Μώμου στόμα τῇ τῆς ἀρετῆς ἀκριβείᾳ· ἐπεὶ καὶ τοῦτο γενναῖον καὶ μεγαλόψυχον τὸ πολὺ τῇ τύχῃ λειπόμενον προσελέσθαι τὸν ὁμόζυγα καὶ μήτε τὸ σχῆμα διαφυγεῖν οὐκ ὄντος ὁμοτίμου μήτʼ ἐπιθυμίᾳ τοῦ σχήματος πρὶν ἢ κάλλιον ἀποδεῖξαι τὸν ὁμότιμον. πάντως δὲ καὶ Ξάνθος, ἀθάνατος ἵππος, οὐκ ἠτίμαζε τὸν Πήδασον παραθέοντα. καὶ πρὸς τούτῳ γε τῷ παραδείγματι τὴν Ἀθηνᾶν καὶ τὸν Διομήδην ἐφʼ ἑνὸς ἴσμεν ἀγομένους ἅρματος, δεινὴν θεὸν ἄνδρα τʼ ἄριστον.
Νῦν μοι δοκοῦσι καὶ γάμοι σωφροσύνῃ συνέσεσθαι καὶ πάντα συμβόλαια δικαιοσύνης μεθέξειν καὶ παῖδες ἐπʼ ἀμείνοσι τεχθήσεσθαι χρηστοῦ τινος οἰωνοῦ τῆς σῆς προσηγορίας ἡγουμένης.
Τοῦτον ἐγὼ τὸν ἐνιαυτόν, εἴ τις ἦν ἀγὼν ἐνιαυτοῖς, ὥσπερ ἀθληταῖς, καὶ κρίσις, δοκῶ μοι πᾶσιν ἂν νικῆσαι τοῖς κριταῖς. ὕπατον μὲν γὰρ ἐδέξαντο πολλοὶ καὶ δέξαιντό γε, πρῶτος δὲ οὗτος ἐν μοναρχίᾳ. εἰ οὖν Σαπφὼ τὴν Λεσβίαν οὐδὲν ἐκώλυσεν εὔξασθαι νύκτα αὐτῇ γενέσθαι διπλασίαν, ἐξέστω κἀμοί τι παραπλήσιον αἰτῆσαι· Χρόνε, πάτερ ἐνιαυτοῦ καὶ μηνῶν, ἔκτεινον ἡμῖν τουτὶ τὸ ἔτος ἐφʼ ὅσον οἷόν τε πλεῖστον, ὥσπερ ὅτε Ἡρακλῆς ἐσπείρετο, τὴν νύκτα ἐξέτεινας, καὶ δὴ καὶ ὅλως τῷ βασιλεῖ τὴν ζωὴν ὑπὲρ τὸν ὅρον τοῦ Σόλωνος ἕλκε σαυτοῦ νομίζων κόσμον ἀγαθοῦ βασιλέως γῆρας. ταῦτα αἰτῶ καὶ προσέτι τὴν ἡμετέραν στρατιὰν ἐν Σούσοις δειπνῆσαι Περσῶν οἰνοχοούντων. ταῦτα εὔχεσθαι καλόν, ταῦτα εὔλογον προσδοκᾶν. σὺν γὰρ θεῷ καὶ αὐτοὶ κινησόμεθα.
Ἴθι δὴ νέμε τὴν ἐλευθερίαν πᾶσί γε χρηστοῖς καὶ βελτίστοις οἰκέταις, οὓς τοσοῦτον τῶν ἐπʼ ἐλευθερίᾳ πώποτε ῥαπισθέντων εὐδαιμονεστέρους θετέον, ὅσον ἐκείνους τῶν ἐντελευτησάντων τῇ δουλείᾳ. μεταβάλλει γέ τοι τὴν τύχην αὐτοῖς ἀνὴρ ἀφʼ αὑτοῦ τῆς ἐλευθερίας ἀρξάμενος καὶ οὐκ ἐάσας ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν. καὶ πλεονεκτοῦσι τῶν μὲν ἑτέρωθι λυθέντων ἐκ δουλείας τῇ τοῦ ὑπάτου σεμνότητι, τῶν δʼ αὖ παρʼ ὑπάτοις τῇ τοῦ βασιλέως προσθήκῃ, τῶν δʼ αὖ παρὰ τοῖς βασιλεῦσι τῇ τοῦ νῦν ὑπεροχῇ.
Οὕτω παραπλησίαν τῇδε πανήγυριν οὔπω πρότερον ἑωράκασιν οὔτʼ ἀνθρώπων οὔτε θεῶν ὀφθαλμοί.