ΠΕΡΙ ΤΟΥ ΠΛΕΘΡΟΥ.
Ἐπειδὴ πολλοὺς ὁρῶ χάριν εἰδότας Πρόκλῳ τῆς προσθήκης, ἣ μεῖζον ποιεῖ τὸ θέατρον, ᾧ πλευραὶ μὲν τέτταρες, τὸ δὲ ἐν μέσῳ Πλέθρον δέχεται τὸ μετὰ μεσημβρίαν ἔργον τῶν ἡκόντων ἀθλητῶν ἐπὶ τὰ Ὀλύμπια, βούλομαι δεῖξαι τὸν μὲν ἁμαρτάνοντα τῇ προσθήκῃ, τοὺς δʼ ἃ χρῆν αἰτιᾶσθαι, ταῦτα ἐπαινεῖν προηγμένους.
Ἐγκαλέσαι δʼ ἄν τις οὐ Πρόκλῳ μᾶλλον εἰκότως ἢ τοῖς πολιτευομένοις. οἷς ἐξῆν μὲν ἀντειπεῖν ἐπὶ τῷ συμφέροντι καὶ βουλευόμενον ἐπισχεῖν, οἶδε γὰρ ὁ ἀνὴρ ἕπεσθαι τοῖς παρʼ ἐκείνων πολλαχοῦ, οἱ δὲ κολακεῦσαι τῷ θαυμάσαι τὸ γενησόμενον εἵλοντο μᾶλλον ἢ διαλεχθῆναι τὰ πρέποντα. εἰ μὲν οὖν ἦν μοι φιλία πρὸς τὸν ἄρχοντα καὶ ὁμιλία καὶ λόγοι, καθάπερ ἐπὶ τῶν πρὸ τοῦδε τὴν ἀρχὴν ταύτην ἐσχηκότων, ἐπειρώμην ἂν τοῦτό τε διακωλύσαι καὶ τῶν ἄλλων ὅσα οὐκ ὀρθῶς ἐδόκει μοι πράττεσθαι. ἐπεὶ δὲ ἧκε μὲν ἐκ Φοινίκης πεπεισμένος μὴ πάνυ τοῖς παρʼ ἐμοῦ προσέχειν, ὡς ὑπερβολῇ φιλανθρωπίας πολλὰ διαφθείροντος, ἐγὼ δὲ τοῦτο αἰσθόμενος ἐπὶ μὲν προσηγορίᾳ χρῶμαι ταῖς εἰσόδοις αἳ τοῦ μηνὸς γίγνονται τετράκις, τοῦτο δὲ ποιήσας ἄφωνος καθέζομαι δεικνύς, ὡς οὐ τοῦ πολλὰ πράττειν ἐπιθυμῶ, καὶ γὰρ τοῦτʼ ἀκήκοε καὶ τὸν εἰπόντʼ οὐκ ἐμέμψατο, λοιπὸν ἦν τὸν μὲν ἐᾶν ποιεῖν τὸ δοκοῦν, διδάξαι δὲ τοὺς βουλομένους ἀκούειν, ὅτι χείρω γένοιτʼ ἂν ἡμῖν τῇ περὶ ταῦτα σπουδῇ τὰ Ὀλύμπια. τῶν γὰρ ἐν αὐτοῖς δρωμένων ὁ μὲν σαλπιγκτὴς καὶ ὁ κήρυξ ἁπάντων ἦν ἀκοῦσαι, τουτὶ δὲ ὑπὲρ οὗπερ ὁ νῦν λόγος, ἐδέχετο μὲν τοὺς ἀθλητὰς ὥραν ὀγδόην τε καὶ τὴν ἐπὶ ταύτῃ, ἐδέχετο δὲ τοὺς θεατὰς ἀσίτους, ὃ καὶ τὴν ἀπὸ τοῦ καύματος διεκώλυε βλάβην, ἦσαν δὲ οὗτοι μαστιγοφόροι τε καὶ ἐφʼ οἷς ἡ κρίσις καὶ τῶν λελειτουργηκότων οἷς ἥδιον. ἦλθεν ἄν τις καὶ σύνδικος καὶ διδάσκαλος. ἕδραι τε λίθου δύο, τοῦ ἐδάφους ὁπόσον τῆς πρώτης πλησίον· οὐδὲν γὰρ ἔδει πλείονος οὐ πολλοῦ γε τοῦ εἰσιόντος ὄντος. οὔτε γὰρ οἰκέτης οὔτε ἔτι φοιτῶν νέος οὔθʼ οἷς ἀπὸ χειρῶν ὁ βίος οὔθʼ οἷς ἔργον τὸ μηδὲν ἐργάζεσθαι. τριχῶν τε τῶν ἐπὶ τῆς κεφαλῆς οἷς σφόδρα ἔμελεν, εἴργοντʼ ἂν ἰσχυραῖς ταῖς περὶ τὰς θύρας φυλακαῖς ἢ μὰ Δία γε οὐδὲ προσῄεσαν εἰδότες, ὡς ἔστι τὸ κωλύσον. μυστηρίων τε τιμὴν εἶχε τὰ ἐν τούτῳ τῷ Πλέθρῳ. τοσαύτη μὲν αἰδὼς ἦν, ἣν ἀλλήλους τε καὶ τοὺς ἀθλητὰς οἱ παρόντες ᾐδοῦντο, τοσαύτη δὲ ἡσυχία, τοσαύτη δὲ σιωπή· καὶ γὰρ εἴ τι πάλαισμα θαύματος ἦν ἄξιον, σιγῇ τοῦτο ἐθαυμάζετο. τῆς βοῆς δὲ ἔδει τοὺς θεωμένους κρατεῖν τοῦ σκήπτρου παρέχοντος τὸν φόβον. ἰσχυρότερον δὲ καὶ κρεῖττον τοῦτο ῥᾳδίως ἐγίγνετο τὸ τῶν οὐ πολλῶν. οὐ πολλοὶ δὲ ἦσαν τῷ μὴ πολὺ τὸ δεχόμενον εἶναι. πολλῶν δὲ οὐδὲν ἐδεῖτο τουτὶ τῶν Ὀλυμπίων τὸ μέρος, ᾧ κόσμος ἦν αὐτὸ τοῦτο, τὸ μὴ πολλῶν εἶναι. τοιοῦτον δὲ ἄρα τι καὶ τὸ τῶν τελετῶν, αἷς οὐκ ἂν συναχθεσθείης ἐλάττοσιν ἀντὶ πλειόνων ἑαυτὰς παρεχούσαις. οὐδὲν τοίνυν ἐνταῦθα μεῖζον ἐδύνατο τοῦ νόμου, τοῦ νόμου δὲ ἦν ἀπεῖναι κραυγὴν καὶ τοῦ χείρονος καὶ τοῦ βελτίονος. ὑπῆρχε μὲν γὰρ ἑκάτερον εἰδέναι, πρὸς δὲ τὸν πέλας εἰπεῖν τι ἐξῆν περί τε τούτου περί τε ἐκείνου καὶ ταῦτα ἠρέμα, τὸ δʼ ὑπὲρ τοῦτο παράνομον.
Τί οὖν τὸν κόσμον τὸν περὶ τοῦτο, ὃ πλείστης σωφροσύνης μετεῖχε, συνέχεεν; ἀγωνοθετεῖ μὲν Ἀργύριος μετὰ τὸν ἕτερον τοῖν ἐμοῖν θείοιν τὸν πρεσβύτερον, ἀνὴρ τῇ μὲν ἄλλῃ πολλοῦ τινος ἄξιος, ταύτην δὲ βλαβερὰν δοὺς τοῖς Ὀλυμπίοις τὴν χάριν. ποιεῖ γὰρ δὴ διπλασίας τὰς ἕδρας τὰς λιθίνας τῷ προσθεῖναι τοσοῦτον, ὁπόσον ἦν πρότερον. ποιεῖ δὲ καὶ διπλασίους τοὺς ἐπὶ τὴν θέαν ἰόντας. καὶ ἦσαν μὲν οἳ περιιόντες ὡς ἐπʼ ἔργῳ γενναίῳ τὸν Ἀργύριον ἐπῄνουν, νενικῆσθαι τοὺς πρὸ αὐτοῦ λέγοντες ἅπαντας τῷ πεποιημένῳ, τουτὶ δὲ ἄρα ἔμελλέ τι κινήσειν τῶν ἐνταῦθα νομίμων, καὶ συνεισῄει τοῖς πλείοσι θεαταῖς πολλὰ τῶν ἔμπροσθεν οὐκ ὄντων. ὁ δὲ μετʼ ὀργῆς ἐπιὼν τῷ θορυβοῦντι τὸ μὲν ἔπαυεν ἄν, τὸ δʼ οὐκ εἶχεν, ἦν δʼ ἂν βελτίων τηρῶν τὸ καθεστηκὸς μᾶλλον ἢ χρείαν φαρμάκου ποιῶν. ὅμως δʼ ἦν τις αὐτῷ καὶ ἐκ τούτων ἡδονὴ πρὸς τὸ πλέον βλέποντι καὶ τῶν ὑμνησόντων τὸ προσγενησόμενον οὐκ ἠπόρει, οἳ τὸ μὲν ἀπολωλὸς ἰδεῖν οὐκ ἐδύναντο, διʼ ὃ δὲ ἀπωλώλει, τοῦτο μέγα ἦγον καὶ χρήστην αὐτῷ τῆς χάριτος ἔφασκον εἶναι τὸν Δία. ἠξίουν μὲν οὖν ἔγωγε Φασγάνιον, τῶν θείων μοι τὸν νεώτερον, μηδὲν πρὸς ταῦτα παθεῖν καὶ ταῦτα φρονήσει δοκοῦντα διαφέρειν, ἀλλὰ τὸν μὲν ἀντʼ ἀγαθοῦ κακόν τι πεποιηκέναι νομίζειν, τῶν δὲ καταγελᾶν, ὡς ἀπολελειμμένων τῆς ὀρθῆς περὶ τοῦ πράγματος κρίσεως. νῦν δʼ ὁ συνετὸς ἐκεῖνος ἐδήχθη τὴν ψυχήν, ἐζηλοτύπησεν, ἐμιμήσατο, τὴν οὐ καλὴν ἤρισεν ἔριν, καὶ προσθήκη πάλιν ἑτέρα, δυναμένη τοσοῦτον, ὅσον ἀμφότερα, τό τε ἀρχαῖον καὶ τὸ δεύτερον, καὶ πλείων μὲν ὁ ὄχλος, πλείων δὲ ὁ θόρυβος. τὸ πρόσωπον δὲ ἐκεῖνο τὸ καταπλῆξαι δεινὸν ὠφελεῖ μέν, μικρὰ δὲ ταῦτα, καὶ καθʼ ἑκάστην Ὀλυμπιάδα τὴν ἀκοσμίαν ἦν ἰδεῖν αὐξανομένην. τελευτώντων μὲν τῶν παρὰ τῶν ἀθλητῶν εἰς ἡλίου δύσιν διὰ τὸ καὶ τὸν τῆς ἀρχῆς τουτωνὶ τῶν ἔργων κεκινῆσθαι χρόνον, ἀνάγκη γὰρ ἦν βραδύτερον ἀρχομένους βραδύτερον πεπαῦσθαι, τολμώντων φανερῶς ὁμολογεῖν τῶν πολλῶν μὴ ἂν δύνασθαι τὸ καῦμα ἀνέχεσθαι τῶν προτέρων ἐπὶ τῷ πάνυ δύνασθαι φιλοτιμουμένων, φωναὶ δὲ αἱ τῶν ἄλλων θεατῶν εἰσῆλθον ἐκεῖσε πᾶσαι μεμιγμέναι ταῖς τῶν Ἑλλήνων αἱ Ῥωμαίων τῶν μὲν φασκόντων ἐκτετάσθαι τὸν παλαιστήν, τῶν δὲ οὔ. ὥστε τοῖς τὰ πρότερα εἰδόσι ταῦτʼ ἐλεεῖν ἐπῄει ὄνομά τε αὐτοῖς ἐτίθεντο τὸ τῆς ἑορτῆς ἐκείνης, ἐν ᾗ τὸ μηδὲν ὀκνεῖν πολύ. ὑβρισμένων δὴ καὶ καταπεφρονημένων τῶν ἐν τῷ Πλέθρῳ, τῶν ἐντιμοτάτων τε καὶ σεμνοτάτων, ῥᾷον ἤδη τὰ ἄλλα μεθίστατο κελευόντων μέν τινων ἄριστα ποιεῖν τὰ δεῖπνα τόν τε ἀγωνοθέτην τούς τε ἑλλανοδίκας καὶ πειθόντων, ἀνισταμένων δὲ ἐκείνων καὶ διασπειρομένων οἴκαδε ἑκάστου, δεικνύντων ἐν τοῖς προσώποις ὑπὸ τῇ δάφνῃ τὸν οἶνον. καὶ ταῦτα δή φημι τὴν γένεσιν ἐκεῖθεν λαβεῖν, ἀπὸ τῆς ἐν τῷ Πλέθρῳ παροινίας. ἐλογίζοντο γὰρ οἱ ταῦτα ἀξιοῦντες, ὅτι οὐδὲν δεινὸν ἐπὶ τοῖς τηλικούτοις ταῦτα ἁμαρτάνεσθαι. τῆς δὲ ἐν ἐκείνοις πλημμελείας αἴτιον τὸ πλῆθος, τούτου δὲ αὐτὸ τὸ ἔχειν, οὗ τοσοῦτοι καθεδοῦνται. οὕτως ἡμῖν ὁ καλὸς Πρόκλος πονηρότερα τὰ ἐκεῖ ποιεῖ, καὶ ὁ χαίρων, εἰ τοῦτο μεῖζον ἕξομεν τὸ θέατρον, ἐπὶ τῷ μείζω τὴν ἀσέλγειαν ἔσεσθαι χαίρει. χαίρων δὲ τοῦτο πολεμεῖ τοῖς Ὀλυμπίοις καὶ δείκνυσιν, ὡς οὐκ ἂν τελεῖσθαι βούλοιτο τά γε ὡς ἀληθῶς Ὀλύμπια. ἐγὼ δὲ ἠξίουν Πρόκλον μαθεῖν τε ἅπαντα τὸν περὶ τὸν τόπον λόγον βοηθῆσαί τε τοῖς πάλαι νενομισμένοις. τοῦτο δὲ ἦν ἀφελεῖν τὸ νεώτερον καὶ καθίσαι τοὺς ἀνθρώπους ἐπὶ τοῦ πρεσβυτέρου μόνου καὶ μὴ φροντίσαι τῶν διαβαλούντων τὸ ἔργον, ὡς συκοφαντούντων. τὸν γὰρ τῷ νόμῳ συνηγωνισμένον οὐκ ἠδικηκέναι, οὐδέ γε πανταχοῦ τὸν μὲν ἀφαιροῦντά τινος ἀδικεῖν, τὰς προσθήκας δὲ εὐδοκιμεῖν, ἀλλʼ εἶναι καὶ προσθέντα βλάψαι καὶ ἀφελόντα ὀνῆσαι. τοῦτο δὲ ἴδοι τις ἂν μάλιστα ἐν τοῖς σώμασιν, ἐν οἷς αἱ προσθῆκαι τῶν ἀποκοψόντων δέονται, κἂν ὁ ἰατρὸς τοῦτο φαρμάκοις ἢ καὶ τῷ σιδήρῳ δυνηθῇ, τὸν μισθὸν ὧν ἀφεῖλεν ἔχει. μάλιστα μὲν οὖν ἐχρῆν τὸν καλὸν κἀγαθὸν Πρόκλον οὕτω τὴν περὶ τὸν Δία σπουδὴν ἅπασιν ἐπιδεῖξαι. πάντως γὰρ εἰ καὶ μὴ πάνυ πολλούς, ἀλλὰ τούς γε σπουδαίους ἔπειθεν ἂν αὐτὸν ἐγκωμιάζειν. εἰ δʼ ὤκνει τοῦτο ποιῶν ὀφθῆναι, οὐκ εὔλογον μὲν τὸ πάθος, ἔστω δέ τις τῷ ὄκνῳ τῷ περὶ τοῦτο λόγος. ὁ δὲ τί μαθὼν λίθους ἐπὶ λίθοις δεικνύει καὶ πόνον ἕτερον καὶ δαπάνην ἄλλην καὶ προθυμίαν πολλὴν πειρωμένην νικῆσαι τὰ τρία; τίς γὰρ οἴσει τὰ γενησόμενα; τίς τὸν ἐσπεσούμενον ὄχλον; τίς οὐχ ἡγήσεται ληρεῖν τὸν κήρυκα μεμνημένον ἡσυχίας; τίς δείσει τὸ σκῆπτρον; τίς αἰσχυνεῖται τὸν στέφανον; τίς τὴν ἀρχὴν αὐτήν; εἴσονται γάρ, ὡς ἢν μὴ δουλεύῃ τοσούτοις οὖσι τοῖς θεαταῖς, ἐμβροντηθεὶς ὑπὸ τῆς βοῆς ἄπεισιν, ἀρκεῖν ἡγούμενος σώζειν ἑαυτόν, τῇ ʼκείνων ἀφεὶς βουλήσει τὸ περὶ τοὺς ἀθλητάς· αὐτὸ γὰρ τὸ τοῦ θεάτρου μέγεθος ἐπισπάσεται τοὺς οὐ δικαίους τῶν αὐτόθι γινομένων μετέχειν. μετέχουσι μὲν γὰρ καὶ νῦν, ἀλλʼ οὐ τοσοῦτοι, μεθέξουσι δὲ ἐκ τῶν προστιθεμένων πλείους, ἡ ζημία δὲ ἐν αὐτῷ τῷ πλείονι.
Τί οὖν περιιόντες λέγετε; μικρὰν ὁ Πρόκλος τὴν πόλιν παραλαβὼν μεγάλην ἐποίησεν. ἐγὼ μὲν γὰρ ἐν τούτῳ τῷ μέρει, καὶ μαρτυρεῖ μοι τὰ πράγματα, μικροτέραν αὐτόν φημι ποιεῖν τὴν πόλιν. ἐν γὰρ τῷ τοιαῦτα οἰκοδομεῖν καταλύει τῇ πόλει τὸ κεφάλαιον τῆς δόξης, μᾶλλον δὲ προσδιαφθείρει μετὰ τῶν λίθων τῇ λύμῃ τῇ παρὰ τῶν ἔμπροσθεν προστιθείς, ὡς μηδενὶ τὸ λοιπὸν διεστάναι τό τε τοῦ Διονύσου θέατρον τό τε τοῦ Διὸς τοῦ Ὀλυμπίου. ἔδει μὲν γὰρ ἐξ ἁπάντων τῶν τῆς ἑορτῆς χωρίων ἐκβεβλῆσθαι τοὺς ἀσχήμονας τούτους θορύβους καὶ ἐν μηδενί γε τῶν τριῶν τούτων μηδὲν ἰσχυρότερον εἶναι τοῦ νόμου, εἰ δὲ πᾶν ἀσθενέστερον τῆς ἐν ἑκάστῳ θεραπείας, τοῦτο γοῦν ὑγιαῖνον παρέχεσθαι. νῦν δʼ εἰ μὴ μείζων καὶ αὐτὸ καθέξει νόσος, ἀτύχημα τοῦτο κέκριται. ἐπέδωκε γάρ, φασί τινες, εἰς πολυανθρωπίαν ἡ πόλις. ἐγὼ δὲ ἐβουλόμην μὲν μὴ τὰς ἐν ταῖς ἄλλαις συμφορὰς ηὐξηκέναι σώμασι τὴν πόλιν τὴν ἡμετέραν, ἀλλʼ ἔχειν μὲν ἑκάστην τοὺς ἑαυτῆς, εἶναι δὲ ἡμῖν ἐλάττους ἢ οὕτω πλείους· ἐπεὶ δὲ οὓς ἐξέβαλεν οἴκοθεν τὸ κακῶς πράττειν, οὗτοι δεῦρο συνερρυήκασι, μὴ διὰ τοῦτό γε ἡμῖν αἴρεσθαι τουτὶ τὸ θέατρον. οὐ γὰρ ἄξιον τὴν ἐκείνων ὡς ἡμᾶς καταφυγὴν τοῖς Ὀλυμπίοις γενέσθαι βλάβην. ἀλλʼ ἱδρυέσθω μὲν τῇδε τὸ φεῦγον ἑτέρωθεν, μὴ προσαπολλύσθω δὲ τῆς ἑορτῆς ὃ τῶν ἐν αὐτῇ δρωμένων πλείστην ἔχει τὴν σεμνότητα. ἔτι τοίνυν οὐδʼ ἐπὶ τῶν πρώτων ἐκείνων οἱ καθιζάνοντες μόνοι τὴν πόλιν ᾤκουν, ἀλλʼ ὄντων οὐκ ὀλίγων, οὐ γὰρ ἔστιν ὅτε οὐ πολλοὶ τὴν πόλιν ᾤκουν, οὐ πλείους ἢ προσῆκεν ἤρχοντο ταῦτα ὀψόμενοι. πῶς οὖν ἐκείνων εἰκόντων τοῖς τεταγμένοις τούσδε τιμήσομεν τῇ τοῦ πράγματος ἀτιμίᾳ; πῶς δʼ ἡμᾶς ἀναγκάσουσιν οὗτοι μεῖζον ποιεῖν τοῦ θεάτρου τὸ μέτρον οὐκ ἀναγκάσαντος τοῦ τότε πλήθους τοὺς τότε ἄρχοντας μεῖζον ποιῆσαι τὸ θέατρον; οὐ τοίνυν οὐδʼ ὁπόσον μέλλει δέξεσθαι πάντας, ἔνι τῷ Πρόκλῳ ποιεῖν, οὐδʼ εἰ πάντα ἀξιοίη δύνασθαι. ἀλλʼ οὐ διὰ τοῦτʼ ἠδίκηται τὸ μὴ θεώμενον ἔχον εἰπεῖν τοὺς θεωμένους. οὐκοῦν οὐδʼ εἰ μὴ τοῦτο θεῷτο, δύναιτʼ ἂν ἐγκαλεῖν. ἦσαν, ὦ Πρόκλε, καὶ πάλαι λίθοι καὶ τό γε ἦν ὄρος τουτὶ τὸ τεμνόμενον καὶ τεκτόνων τέχναι καὶ χεῖρες ἕτεραι καὶ ἅμαξαι καὶ δοκοὶ καὶ κάλω, ἀλλʼ οὐδεὶς ἦν λογισμὸς ὁ πείσων πλειόνων ποιῆσαι τὴν θέαν. σὺ δʼ οἴει τῷ πλήθει φαιδρότερον καταστήσειν τὸ Πλέθρον, κακῶς ὑπολαμβάνων. ὁρᾷς γοῦν, ὡς Ὀλυμπίων ἀρχομένων ἔλαττον ποιοῦμεν τῇ πόλει τὸ πλήρωμα τῶν τε ἐπὶ τῆς σκηνῆς τοὺς πολλοὺς ἐξελαύνοντες καὶ πόρνας καὶ ἑταίρας καὶ πόρνους. καίτοι χρῆν, εἰ ἐν τῷ πλείονι τὸ βέλτιον ἦν, ὅπως ἄλλοθεν ταῦτα ἐπεισοίσομεν, σκοπεῖν. νῦν δʼ ὅταν ἀνδρῶν μόνων ποιῶμεν τὴν Δάφνην, τὰς γυναῖκας δὲ ἔξω τῶν ἐκείνης ὁρίων, τί ποιοῦμεν; φαυλοτέραν τὴν Δάφνην; ἱερωτέραν μὲν οὖν, ἐπεί τοι καὶ ἐδακρύσαμεν εἰς τὸ μὴ πάσας ποτὲ σχεῖν ἐκβαλεῖν ὑπʼ ἀνδρὸς ἀσεβοῦς βιασθέντες. καίτοι πλέον ἐγίγνετο παρὰ τὰς γυναῖκας τὸ τότε ὂν ἐν Δάφνῃ, ἀλλʼ ὅμως κατηρώμεθα τῷ παροινοῦντι, καὶ οὐ τηνάλλως, ὡς ἔδειξε τῆς τελευτῆς ὁ τρόπος. συμβαλὼν ἄκροις τοῖς τῶν ποδῶν δακτύλοις τὸ μέτωπον χρόνον πολὺν ὅδʼ ᾔδει τε ἐν οἷς ἔκειτο καὶ τὸν θάνατον ἐκάλει.
Καὶ μὲν δὴ κἀκ τῶν ἀθλητῶν τοῦτʼ ἴδοι τις ἄν, ὅταν τοὺς μὲν ὁ κήρυξ εἰσάγῃ τῇ φωνῇ, τοὺς δὲ μὴ τῇ σιωπῇ τῆς περὶ αὐτοὺς βασάνου τούτων ἑκάτερον ποιούσης. καίτοι πλείους ἂν ἦσαν οὐκ οὔσης ἐξετάσεως. ἀλλʼ ἦν ἂν μετὰ τοῦ βελτίονος τὸ χεῖρον· ἐγένετʼ οὖν τοὔλαττον τοῦ πλείονος ἄμεινον. ταῦτα εἰδότες Ἠλεῖοι μεγαλοφρονοῦσι τῷ μόλις ἑπτὰ παρʼ αὐτοῖς ἀποδύεσθαι. τοιοῦτον δέ τι καὶ τὸ τῶν Δελφῶν. παρʼ ἄλλοις δέ γε ἀθλητῶν ἀγέλαι δευτέρας ἡμέρας εἰς τὸν ἀγῶνα δεόμεναι, τοὔνομα μέντοι γε οὐκ ἴσον, οὐδʼ ἔστιν οὕτως ἀναιδὴς οὐδείς, ὅστις ἂν τοὺς ἀθλητὰς ἀνταριθμῶν ἀξιώσαι ἂν πρὸ ἐκείνων τετάχθαι τῶν τοῖς ὀλίγοις χρωμένων. ὅλως δὲ εἰ φιλάνθρωπόν τις οἴεται τὸ πάντων εἶναι ταῦτα ὀφθαλμῶν, τί δεῖ πράγματα ἔχειν ἕτερα ἐφʼ ἑτέροις τιθέντα, ἐξὸν ἃ δείλης δρᾶται, τοῦ προμήκους ποιῆσαι θεάτρου τοῦ γείτονος καὶ τὸ νῦν τῶν τριῶν ἡμερῶν ὅλῳ δοῦναι τῷ μηνὶ καὶ μηδὲ περὶ τῆς ἐσθῆτος πρὸς μηδένα διαφέρεσθαι; γένοιντο γὰρ ἂν οὕτω πλείους. μᾶλλον δὲ ἔστι τι καὶ τούτου πρότερον εἰς τὰ τοιαῦτα. τί τοῦτο; τὸ ὑπὸ τῷ ὄρει θέατρον, ἄλλως θʼ ὅτε καὶ αὐτὸ τὸ ὄρος ἀντὶ θεάτρου καθίσταται. ἀλλʼ ἔξω τοῦ νόμου ταῦτα. τὸ δὲ νῦν τοῦτο, εἰπέ μοι, κατὰ τὸν νόμον; ἢ τὸ μὲν ἄλλοσε τὸ πρᾶγμα μετενεγκεῖν ἄτοπον, τὸ δὲ τῷ πράγματι ποιῆσαι θέατρον ἀπᾷδον καλόν;
Πρόκλος οὐκ οἴεται μὲν ὑπʼ ἐμοῦ φιλεῖσθαι, πολλὰς δʼ ἂν αἰτίας οὐκ εἶχεν ὧν ἔχει νῦν, εἰ μὴ τὰς παρʼ ἐμοῦ συμβουλὰς ὑπώπτευεν. ὃ δή με μηδὲ συμβουλεύειν ἔπεισε. καὶ νῦν ἐπαίνους μὲν ἐπὶ τοῖς περὶ τὸ Πλέθρον πολλοὺς αὐτῷ καὶ μεγάλους ἔσεσθαί φασί τινες, τῷ δʼ ἂν ἦν κέρδος, εἰ μὴ σχήσειν τοὺς ἐπαρασομένους ἔμελλεν. οἶδα ἐγώ, πόσον τι τοῦτο ἔσται, ὅταν κλύδωνος γέμῃ τὸ Πλέθρον, ὅταν εἰς σπουδὰς τὸ πλῆθος διῃρημένον ἐκβαίνωσι καθʼ ἑκάτερον τὸ δίκαιον, οἷς τε βοηθοῦσι καὶ διʼ ὧν ἐναντιοῦνται, ὅταν αἱ μὲν χεῖρες πανταχοῦ φέρωνται, ἡ βοὴ δὲ ἐπὶ πᾶσαν τὴν πόλιν, προΐωσι δέ τινες καὶ ἐπὶ τὸ συρίττειν. τότε τῶν γεγηρακότων οὐκ ὀλίγοι τῶν ταῦτα μὲν ὁρώντων, τὰ πάλαι δὲ ἑωρακότων ἀλγοῦντες τῇ πολλῇ μεταστάσει τίνος ἀφέξονται ῥήματος, ἐρασταὶ παλαιοὶ τῶν ὡς ἀληθῶς Ὀλυμπίων; ταῦτα οἱ μισθοὶ τῆς καλῆς ταύτης προσθήκης. καὶ διαβήσονται οὗτοι διὰ τοῦ παιδὸς ἐπὶ τὸν πατέρα τὸν οὐδὲν ἐνταῦθα ἠδικηκότα, τῶν λυπουμένων δὲ οἶμαι καὶ τοῦτο, θαυμαστόν γε τὸ ἆθλον Ὀλυμπίων προσαγόντων καθῆσθαι φοβούμενον, εἰδότα οἷα ἀκούσεται.