ΙΠΠΙΟΥ ΕΛΕΓΕΙΑ
Παυσανίας τότε δὲ ἐπὶ τῆι ἀπωλείαι τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν. τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῶι Μεσσηνίων· χρόνωι δὲ ὕστερον Ἱ. ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπʼ αὐτοῖς ἐποίησεν· ἔργα δέ εἰσιν Ἠλείου Κάλωνος αἱ εἰκόνες.
ΕΘΝΩΝ ΟΝΟΜΑΣΙΑΙ
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἱ. δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτοὺς καὶ ὁμοίως Ἀτρόμητος.
ΟΛΥΜΠΙΟΝΙΚΩΝ ΑΝΑΓΡΑΦΗ
Πλούταρχος τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπʼ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν.
ΣΥΝΑΓΩΓΗ
Ἀθήναιος ἐπὶ κάλλει δὲ ... διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱ. ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή. Ἡσύχιος ὁ Ἀλεξανδρεύς Θαργηλία· «ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων.»
ΤΡΩΙΚΟΣ — ΔΙΑΛΟΓΟΣ —
Κλήμης ὁ Ἀλεξανδρεύς φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἧκεν λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα·
τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ἱ. ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶν Ὠκεανίδων τὰς ἠπείρους καλεῖ.
ἴδιον δέ τι πεπόνθασιν οἱ μεθʼ Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς τυράννους προσαγορεύοντες, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος, κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱ. ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησὶ καὶ οὐ τύραννον· «εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα» προσαγορευθῆναι δέ φασι τὸν τύραννον ἀπὸ τῶν Τυρρηνῶν· χαλεποὺς γάρ τινας περὶ ληιστείαν τούτους γενέσθαι.
Φρύνιχος ὁ Βιθυνός παραθήκην Ἱππίαν καὶ Ἴωνά τινα συγγραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν ὡς Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης.
Πλούταρχος αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱ. μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν ...
Πρόκλος μετὰ δὲ τοῦτον Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶ γεωμετρίας σπουδῆς μνημονεύεται καὶ Ἱ. ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶ γεωμετρίαι δόξαν αὐτοῦ λαβόντος.
Ἄρατου Σχόλια Ἱ. δὲ καὶ Φερεκύδης ἑπτά Ὑάδας εἶναι.
Πινδαρικὴ ὑπόμνησις ταύτην δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις Δημοδίκην φησίν, Ἱ. δὲ Γοργῶπιν.
Πινδαρικὴ ὑπόμνησις τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱ. μνημονεύει.
Ἰωάννης ὁ Στοβαῖος Πλουτάρχου ἐκ τοῦ Περὶ τοῦ διαβάλλειν. «Ἱ. λέγει δύο εἶναι φθόνους· τὸν μὲν δίκαιον, ὅταν τις τοῖς κακοῖς φθονῆι τιμωμένοις, τὸν δὲ ἄδικον, ὅταν τοῖς ἀγαθοῖς. καὶ διπλᾶ τῶν ἄλλων οἱ φθονεροὶ κακοῦνται· οὐ γὰρ μόνον τοῖς ἰδίοις κακοῖς ἄχθονται ὥσπερ ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς.»
Πλουτάρχου ἐκ τοῦ Περὶ τοῦ διαβάλλειν. «Ἱ. φησίν, ὅτι δεινόν ἐστιν ἡ διαβολία, οὕτως ὀνομάζων, ὅτι οὐδὲ τιμωρία τις κατʼ αὐτῶν γέγραπται ἐν τοῖς νόμοις ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν κτῆμα τὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ τῆς διαβολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι.»
Ὁμήρου Βίος-ἀνώνυμος Ἱ. δʼ αὖ καὶ Ἔφορος Κυμαῖον γεγονέναι φασὶ τὸν Ὅμηρον.
Ἀριστοτέλης κατὰ δὲ προσωιδίαν ὁρῶντα δεῖ διαλύειν ὥσπερ Ἱ. ἔλυεν ὁ Θάσιος τὸ «δίδομεν δέ οἱ» καὶ «τὸ μὲν οὗ καταπύθεται ὄμβρωι». Ἀριστοτέλης παρὰ δὲ τὴν προσωιδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥάιδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα «τὸ μὲν οὐ καταπύθεται ὄμβρωι» λύουσι γὰρ αὐτὸ τῆι προσωιδίαι λέγοντες τὸ ου ὀξύτερον· καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς εἶπεν «δίδομεν δέ οἱ εὖχος ἀρέσθαι», ἀλλὰ τῶι ἐνυπνίωι ἐνετέλλετο διδόναι.
Πρόκλος Νικομήδης μὲν γὰρ ἐκ τῶν κογχοειδῶν γραμμῶν, ὧν καὶ τὴν γένεσιν καὶ τὴν τάξιν καὶ τὰ συμπτώματα παραδέδωκεν, αὐτὸς εὑρετὴς ὢν τῆς ἰδιότητος αὐτῶν πᾶσαν εὐθύγραμμον γωνίαν ἐτριχοτόμησεν. ἕτεροι δὲ ἐκ τῶν Ἱππίου καὶ Νικομήδους τετραγωνιζουσῶν πεποιήκασι τὸ αὐτὸ μικταῖς καὶ οὗτοι χρησάμενοι γραμμαῖς ταῖς τετραγωνιζούσαις.