eul_wid: swk-fj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations 1–51: Declamation 15 by Libanius of Antioch

A law sets a prize for a good life, and Cephalus and Aristophon contend for it. Cephalus speaks first: he has never stood trial, while his rival's many acquittals only show how often he was in danger, and rumour speaks of collusive prosecutions and bought witnesses. He asks whether Athens wants cautious statesmen or rash improvisers, and refuses to beg, since the question is honour, not pity.

Part of Declamations 1–51

Νόμος καλοῦ βίου γέρας εἶναι καὶ ἀμφισβητοῦσι πρὸς ἀλλήλους Κέφαλος καὶ Ἀριστοφῶν.Κέφαλος.

Ἐπʼ αἰτίᾳ μὲν οὐδαμῶς παρʼ ὑμῖν ἐκρίθην, ὦ ἄνδρες Ἀθηναῖοι, μηδὲ κριθείην ποτέ, βεβίωκα γὰρ οὕτως ὥστε μηδὲ συκοφάντῃ παρασχεῖν αἰτίας πρόφασιν ἢ μέμψεως, τὴν ἐπʼ ἀρετῇ δὲ ταύτην κρίσιν οὐκ ἂν ἀπαξιώσαιμι ὡς ὑπαιτίου μὲν ἀγωνίζεσθαι περὶ τιμωρίας, ὥσπερ Ἀριστοφῶν, ἀγαθοῦ δὲ περὶ δωρεᾶς, ὡς ἐγώ. ἔστι μὲν οὖν ἐπιεικῶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ αὐτὸ καὶ σεμνολόγημά μοι πρὸς ὅλον τὸν βίον καὶ ἐναντίωμα πρὸς τὴν παροῦσαν κρίσιν, Ἀριστοφῶντι δὲ τἀναντία τούτων, τοῦ μὲν τρόπου παντὸς ἐλάττωμα, πλεονέκτημα δὲ πρὸς τὸν παρʼ ὑμῖν ἀγῶνα. τί οὖν ἐστι τοῦτο; ὅτι ἐγὼ μὲν οὔπω πρότερον ἐληλυθὼς εἰς τὸ δικαστήριον τῶν τοιούτων ἀγώνων ἀπείρως ἔχω, οὑτοσὶ δὲ μονονοὺ καθʼ ἑκάστην ἡμέραν κρινόμενος ἐγγεγύμνασται τοῖς δικαστηρίοις. ἔστι δέ, εἰ μὲν δικανικῆς δεινότητος ἡ τιμή, κρείττων ὁ τὰς μεγίστας δοκούσας αἰτίας διακρούσασθαι δυνηθείς, εἰ δʼ, ὡς ὁ νόμος φησί, καλοῦ βίου, ὁ μηδʼ ἐν ὑπονοίᾳ πονηρᾷ γεγονὼς ἐν ὅλῳ τῷ βίῳ. τούτῳ μὲν οὖν εἰ καί τις ὠφείλετο παρʼ ὑμῶν χάρις, ὡς ἔγωγε οὐκ οἶδα ἀνθʼ ὅτου, οὐδὲ γὰρ αὐτὸς ὡς εὖ τι τὸν δῆμον πεποιηκώς, ἀλλʼ ὅτι μὴ κακῶς ὑπὸ τοῦ δήμου πέπονθε, τούτῳ σεμνύνεται, πλὴν εἰ καί τι χρήσιμος ὑμῖν γέγονε, τὴν ἱκανὴν ἔχει. ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας ἢ τῆς πατρίδος, ἔστι δʼ ὅτε καὶ τοῦ βίου διεσώσατε, ὥστε καὶ πρὸς ὀφείλων ὑμῖν ἀναφαίνεται. ὁ δʼ ἐν οὐδενὶ δεηθεὶς ἀγῶνι τῆς ὑμετέρας εὐνοίας καὶ φιλανθρωπίας εἰκότως ἄν, ὅτε πρῶτον αἰτῶ, τύχοιμι. ὄντος δὲ καὶ μόνου ἀκούετε τοῦ μὲν ἀναιτίου βίου δικαίου καὶ καλοῦ, τοῦ δʼ ἐν ἀγῶσιν ἀεὶ καὶ φόβοις οὐ παραπλησίου· παντὶ μέν, καὶ ὅστις οὐδέτερον ἡμῶν οἶδεν ἰδίᾳ, ῥᾳδία τοῦ κρείττονος ἡ κρίσις. οὐ μὴν ἀλλʼ οἱ μὲν τὸ τέλος ἀγνοοῦντες, αὐτὸ δὲ τοῦτο τὸν μὲν πολλάκις, τὸν δὲ μηδʼ ἅπαξ κεκρίσθαι μαθόντες, τὴν ἑκατέρου δὲ προαίρεσιν οὐκ εἰδότες οἰηθεῖεν ἴσως ἂν τὸν μὲν ἐξεταζόμενον ἐν πολιτείᾳ καὶ πολλοῖς ἐμπλεκόμενον πράγμασι διὰ τοῦτο καὶ πολλαῖς περιπεσεῖν αἰτίαις, καὶ θαυμαστὸν οὐδέν, εἴ τις ὑπεύθυνον αὑτὸν ἅπασι διδοὺς τοῖς ἐχθροῖς ἐπισπώμενος φθόνον ἀφʼ ὧν εὐδοκιμεῖ καὶ διʼ ὅσων νῦν Ἀριστοφῶν σκήπτεται κρίνεται· περὶ ἐμοῦ δὲ τὴν ἐναντίαν ἔχοι τις ἂν δόξαν, ἰδιωτεύων γάρ, ὡς εἰκός, ἀποδεδρακὼς ἐκ μέσου λέληθε τοὺς συκοφάντας ἐν ἀφανείᾳ βίου, καὶ τὸν μὲν φιλοκίνδυνον ἔσθʼ ὅτε καὶ χρήσιμον ἂν ἡγήσαιτο τῷ μήτε λέγειν ἃ δεῖ μήτε γράφειν ὀκνεῖν, ἐμὲ δὲ βίου μὲν εἶναι νικηφόρον ἀμέμπτως εἰς τοῦτο ἐζηκότα, ἀσύμβολον δὲ τοῖς κοινοῖς. καὶ γὰρ οὕτως ἔχει· οὔτε καθʼ αὑτὸν βιοῦντα καὶ μὴ προσαπτόμενον πολιτείας ἀναίτιον διαγενέσθαι μέγα οὔτε πολιτευόμενον αἰτίας πολλὰς ἐκφυγεῖν ἄξιον τιμωρίας, ἀλλʼ οὐδὲ τιμῆς.

Τί οὖν καὶ δυσέφικτον καὶ ἄλλως ἄξιον τιμῶν, ἂν κατορθωθῇ; εἴ τις, ὦ ἄνδρες δικασταί, τοῖς δημοσίοις ἐφεστηκὼς ἐν τοῖς πρώτοις ὑπακούων τῷ τίς ἀγορεύειν βούλεται; πρεσβεύων ὁσάκις δέοι, νομοθετῶν ὅπου καιρός, χρήματα κοινὰ διαχειρίζων, προσκρούων, ὡς εἰκός, ἐν τῇ πολιτείᾳ πᾶσι, τισὶ φθονούμενος ἐφʼ οἷς ἐπαινεῖται βίον ἀκίνδυνον ἐν ἐπικινδύνῳ προαιρέσει φυλάττει μόνος καὶ κρίνει μὲν οὓς ἂν ἀδικοῦντας λάβῃ, μηδεὶς δὲ τούτου μηδὲν ἀντικατηγορεῖ, οὗτος ὁ μέγας δημαγωγός, οὗτος ὁ κρείττων ἐλπίδος, ᾧ συγχωροῦσι καὶ ἰδίᾳ καὶ δημοσίᾳ πάντες ἄνθρωποι πολιτεύεσθαι καλῶς κοινῇ μὲν πειθόμενοι, κατʼ ἄνδρα δὲ μὴ γραφόμενοι, τούτῳ μαρτυροῦσιν ἀφʼ ἑνὸς στόματος ᾧ σιωπῶσιν, εὖνοι, κακόνοι, πᾶς ὁ δῆμος, οἱ ῥήτορες, οἱ συκοφάνται. εἰμὶ τοίνυν οὗτος ὑμῖν ἐγώ. οὐδὲ γὰρ οὗτος μέν, ὥς φησιν, ἐπειδὴ πεπολίτευται, κρινόμενος οὐ παύεται, ἐγὼ δὲ τῷ φεύγειν τὰ κοινὰ καὶ τὴν δίκην ἐκπέφευγα. μίαν τὴν πρώτην ὁδὸν τραπόμενοι τὴν εὐθὺ τοῦ βουλευτηρίου καὶ τῆς πνυκὸς ἀντίτεχνοι καὶ τῶν αὐτῶν ἀνταγωνισταὶ ἐν τοῖς ὁμοίοις ἀνόμοιοι διεφάνημεν, ἥπερ σαφεστάτη διάγνωσις. τὰ μὲν οὖν καθʼ ἕκαστον τῶν πολιτευμάτων μακροῦ λόγου, τὸ κεφάλαιον δὲ περὶ οὗ τὰ νῦν ἡ κρίσις, πολλὰς γνώμας εἶπεν Ἀριστοφῶν, καὶ καθʼ ἑκάστην γραφή, Κέφαλος οὐχ ἥττους, καὶ κατήγορος οὐδαμοῦ. δημοσίων πόρων ἥψατο. εὐθύναι, λογισταί, κρίσεις. κατέστην ἐπὶ τῆς διοικήσεως. οὐδεὶς οὕτω θρασὺς εὑρέθη συκοφάντης οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην τις ἐκεῖνον ἐδίωξε νοσφισμοῦ. ἐπανήλθομεν πεπρεσβευκότες. ἠγόμην εἰς τὸ πρυτανεῖον, οὗτος εἰς τὸ δικαστήριον. ἔλαβε τὰ τοῦ πολέμου κατὰ τὴν ἑκατέρου πρόνοιαν τέλος. ἐστεφανούμην, οὗτος εἰς τὸ δεσμωτήριον εἵλκετο. ταὐτὰ παρὰ πᾶσαν πολιτείαν. τῷ μὲν ἀβίωτος ὁ καλὸς οὗτος βίος ἀεὶ περὶ αὑτοῦ τρέμοντι, λαγὼ βίον ζῶντι, ἐγὼ δὲ οὐ γνώμην ὑποσιωπήσας, οὐ πρεσβείαν ἐξομοσάμενος, οὔτʼ ἐν τῷ κελεῦσαί τι τῶν ἐπιπόνων οὔτʼ ἐν τῷ κωλύσαι τὰ πρὸς ἡδονὴν οὐδὲ λαβὴν ἐνέδωκα τούτοις οἷσπερ Ἀριστοφῶν οἶδεν ἐπὶ πάσης προφάσεως συκοφαντούμενος. ὅμοιοί γέ εἰσι παρὰ μικρὸν ἡμῶν οἱ βίοι;

Δεινὸς δὲ ὢν ἐξ ἔθους τὰ δικανικὰ σοφίζεται τοιόνδε τι· κέκριμαι πολλάκις καὶ νενίκηκα, Κέφαλος δὲ οὐδʼ ἅπαξ. εἶτα τοῦτον τοῦ δεδοκιμασμένου προτιμήσετε; ὥσπερ εἰ περὶ τῆς ἐν πρυτανείῳ σιτήσεως ἀγωνισάμενος ἐν τοῖς πολλοῖς δικαστηρίοις, οὐ περὶ τῶν ἐσχάτων, καὶ περὶ τοῦ χρηστός, οὐ περὶ τοῦ μὴ κάκιστος δοκεῖν. καίτοι κἂν εἰ περὶ δωρεᾶς πρὸς ἄλλους ἐκέκριτο, οὐδὲν ἦν αὐτῷ τοῦτο πρὸς ἐμὲ πρὶν ἐμοὶ παρεξετασθῆναι καὶ βελτίονα ἐμοῦ δόξαι. καὶ πολλάκις εἰ κριθεὶς ὑπʼ ἐμοῦ πολλάκις ἐξέφυγε, χρηστὸν μὲν οὐδʼ ἂν οὕτως αὑτὸν ἐδείκνυε, συκοφάντην δʼ ἐμέ. εἰ δὲ οὔτε πρὸς τὸν αὐτὸν οὔτε περὶ τῶν αὐτῶν, μὴ προσαγέτω πρὸς τὸν ἀρετῆς ἀγῶνα τὰ τῆς κακίας ἐγκλήματα, εἰ μὴ μόνος τὰ κάλλιστα τοῖς αἰσχίστοις κτήσεται, ὃς τοσοῦτον ἀπέχει τοῦ διὰ τὰς πονηρὰς ὑπονοίας, ἔστω γὰρ ὑπονοίας, γέρας ἂν δικαίως λαβεῖν, ὥστʼ εἰ καὶ δωρεᾶς ἄξιον ἄλλο παρείχετο, διὰ τοῦτʼ ἂν εἰκότως ἐκωλύετο, ὅτι πλείω τῶν σεμνολογημάτων ἔχει τὰ ἐγκλήματα. διὸ μή τοι γε τοῦ κεκρίσθαι πολλάκις αὐτόν, μηδʼ ἂν ἑτέρου χρηστοῦ τινος, δωρεὰν οἰστέον ὃν ἐχρῆν, εἰ καί τις ἐν ὀνείδους μέρει προὔφερεν αὐτῷ τὰς ἀναριθμήτους κρίσεις, ἐγκαλύπτεσθαι, καὶ οὐδʼ αὐτὸς ἂν ὤκνησα, νὴ τοὺς θεούς, ὀνειδίσαι τούτῳ τὰς γραφάς, εἰ μὴ τοῖς ἑαυτοῦ κακοῖς ἐσεμνύνετο. κινήσας οὖν καὶ τοῦτον, εἴ τις, αὐτὸς τὸν ἀγῶνα φιλοκινδύνως καὶ νῦν κρινόμενος, φέρε, σὺ φῂς ἀρετῆς εἰληφέναι ψῆφον, εἰ μὴ κάκιστος ἁπάντων ἔδοξας; οὐδεὶς δίκαιος, ὅτι μὴ κλέπτης, οὐδʼ ὅτι μὴ προδότης, φιλόπολις· οὐδʼ ἑνὶ λόγῳ πάντα χρηστὸς ὁ μὴ πάνυ πονηρός. ἐγγὺς μεντἂν ἦν ἡ ἀρετὴ τῆς κακίας, εἴπερ ἡ ταύτης ἀποφυγὴ κτῆσις ἦν θατέρου. πολὺ καὶ τὸ πᾶν μεθόριον τῶν ἐπὶ τἀναντία διεστηκότων. μὴ μίγνυε τὰ ἄμικτα μηδὲ τὴν ἄφεσιν τῶν κακίστων μαρτυρίαν τίθεσο τῶν βελτίστων ἐπιτηδευμάτων. εἰ γοῦν ὁ τιμωρίας ἀπολυθεὶς δωρεᾶς τεύξεται, καὶ τήμερον ὁ τῆς τιμῆς ἀποτυχὼν θανάτῳ ζημιωθήσεται. εἰ δὲ καὶ τὸ μόνον ἀμφισβητῆσαι γέρως τοῦ μηδʼ ἐνάμιλλον γενέσθαι σεμνότερόν ἐστι, καὶ τὸ δίκην ἐκφυγεῖν ἐντιμότερον τοῦ μηδʼ αἰτιαθῆναι. ὥσπερ οὖν οὐχ ὅστις οὐκ ἄξιος δωρεᾶς, διὰ τοῦτο κολάσεως, οὕτως οὐδʼ ὅστις οὐ κολάσεως, διὰ τοῦτο δωρεᾶς. ὡς τῷ γε τοιούτῳ τὸ δίκην ἣν ἐκινδύνευσε μὴ δοῦναι μεγάλη δωρεά. ἐπίτιμος εἶ, τὴν ψυχὴν ἔχεις, ἥλιον ὁρᾷς. αὗται τῆς ἀφέσεως αἱ τιμαί. ἢ γὰρ οὐκ αἰσχρὸν τὸν αὐτὸν ἄνδρα ἐν τῇ αὐτῇ πόλει χθὲς μὲν καὶ πρῴην καὶ πάλαι καὶ ἀεὶ δωροδοκίας, προδοσίας ἤ τινος τῶν δεινοτάτων εὐθύνας ὑπέχειν, τήμερον δʼ ἐπʼ ἀρετῇ στεφανοῦσθαι, καὶ τοὺς αὐτοὺς ἀκροατὰς εἶναι τότε μὲν τῆς κατηγορίας, νῦν δὲ τῆς ἀναρρήσεως; ποῖον γὰρ δικαστήριον οὐ μεστόν ἐστι τῶν σῶν ὀνειδῶν; πάντα τούτῳ σχολάζει μόνῳ, ἑνὸς ἀνδρὸς ᾠκοδόμηται βίῳ, οὐκ ἐξαρκεῖ ταῖς κατηγορίαις. ἄλλην ἀλλαχοῦ καλεῖται προσηγορίαν, ἐνταῦθα κλέπτης, ἀλλαχοῦ παράνομος, πονηρὸς πανταχοῦ. ταῦτα τῆς σῆς ἀρετῆς τὰ ὀνόματα, ταῦτα ἔχεις κηρύγματα. οὐδέποτε εἰρήνην ἄγει οὐδʼ ἀνοχάς. ἀναγκάζει μονονοὺ κἀν ταῖς ἱερομηνίαις καθῆσθαι αὑτῷ τὰ δικαστήρια. μὴ γὰρ ἐκφεύγῃ τὰς γραφάς, ἀμείβει τὰς αἰτίας. μὴ γὰρ ἀπολύωσιν αὐτόν, ἄλλῃ δίκῃ φυλάττουσιν. ἀναβολὴ τιμωρίας, οὐκ ἀπαλλαγὴ τὸ γιγνόμενόν ἐστιν. ἡ μὲν οὐκ ἔχει πω τέλος, ἡ δʼ ἤρξατο. τὴν μὲν κατεγκέκληται, τὴν δὲ παραγράφεται. τὴν μὲν ὑπόμνυται, τὴν δʼ ἀγωνίζεται. μίαν οἶδεν ὁδόν, εἰς δικαστήριον ἐκ δικαστηρίου. πρὶν ἐπινίκια θῦσαι περὶ τῆς ἀκρίτου γραφῆς εὔχεται. δέχεται κακὸν ἐκ κακοῦ, καὶ τῆς παρελθούσης σωτηρίας οὐδεμία αἴσθησις ὑπὸ τοῦ προσιόντος φόβου. τάχα καὶ νῦν ἐν γραφαῖς ἐστιν, οὐ γὰρ ἐγὼ πολυπραγμονῶ τὰ τούτου κακά, ζηλωτὴς δὲ τοῦ καθʼ ἡμέραν ἐπικινδύνου βίου. ἐγὼ μὲν ᾐδέσθην ἂν τοσαυτάκις ἐπαινούμενος ὁσάκις κατηγορούμενος οὗτος ἀγάλλεται. πάντας ἂν προσεδόκησα μᾶλλον ἢ τοῦτον ἀνταγωνιστὰς τοὺς ἅπαξ ἢ δὶς ἐν ὑποψίᾳ πονηρᾷ γενομένους, σὺ δὲ οὐκ ἠγάπησας τοσούτους ἀπωσάμενος φόβους. οὐ προσκυνεῖς τοὺς δικαστάς. καλῶς γε αὐτοῖς ἐκτίνεις τὰ σῶστρα, ὃς καὶ προσαπαιτεῖς ὧν ἐσώθης χάριν καινὸς ἐφʼ οἷς εὖ πέπονθας εὐεργέτης, καὶ καταυθαδίζῃ τῶν δικαστηρίων καὶ τί δέ μοι τῶν κρίσεων μέλει; γραφέσθω με ὁ βουλόμενος· αἴτιός μοι δωρεᾶς ἔσται. Σωκράτης δὲ παρώξυνε καὶ μηδὲν ἀδικῶν τοὺς δικαστάς, ὅτι τῆς ἐν πρυτανείῳ σιτήσεως ἑαυτῷ καταπαίζων ἐτιμήσατο. καὶ οὐκ ἀπεικάσαι Σωκράτει βουλόμενος αὐτὸν εἶπον, πόθεν; ἀλλὰ τὴν αὐθάδειαν ὀργῆς ἀξίαν δεικνύς, ἐπεὶ τίς οὐκ ἂν εὔξαιτο συκοφάντῃ περιπεσεῖν, εἰ τὴν τοῦ κατηγόρου κακίαν οἰκείαν ἀρετὴν θήσεται; τί δὲ κωλύσει καὶ τοὺς ἀνδραποδιστὰς ἀπαχθέντας καὶ τοὺς ἱεροσύλους, ἢν ἀφεθῶσιν, εἰς τὸ πρυτανεῖον καλεῖν ἐκ τοῦ δεσμωτηρίου; πᾶσι γὰρ ὁδοποιεῖ καὶ νόμον καινὸν τίθησιν ἄξιον καὶ τοῦτον γραφῆς παρὰ μίαν ψῆφον ἀποθνήσκειν ἢ στεφανοῦσθαι τοὺς κριθέντας. καὶ ποῦ τοιοῦτός ἐστι νόμος; ἐν Λοκροῖς ἐν βρόχῳ νομοθετοῦσιν οἱ ῥήτορες. καίπερ ἐνὸν τῷ μεγέθει τοῦ δέους ἀντίρροπον εἶναι τὴν ἐὰν κρατήσῃ χάριν, οἱ δὲ τοῖς ἐξελκύσασιν ἐκ τοῦ κινδύνου τὴν κεφαλὴν οὐ περιάπτουσι στέφανον μετὰ τὸν βρόχον, στέργει δὲ ὅτι ζῶν ἄπεισι. καὶ οἱ παρʼ ἡμῖν νόμοι μετὰ τὰς ἀφέσεις τῶν ἠγωνισμένων οὐκ αὐτοῖς τιμὴν ἐπιμετροῦσιν, ἀλλʼ ἐπιτίμια τοῖς οὐχ ἑλοῦσιν ἐπωβελίαν καὶ πρυτανεῖα, κἂν μηδὲ λάβῃ τὸ πέμπτον μέρος, ἠτίμωται. ταῦτα δʼ εἰ μὲν ὦφλον οἱ σοῦ κατηγορήσαντες, δύο κεκάρπωσαι, καὶ τὸ μηδὲν αὐτὸς παθεῖν καὶ τὸ τοὺς ἐχθροὺς ἐπιδεῖν· εἰ δʼ ἀπηλλάγησαν ἀζήμιοι, ὅρα μὴ οὐ συκοφαντίαν αὐτῶν οἱ δικασταὶ κατέγνωσαν, ἀλλὰ σοὶ τὰς αἰτίας μετεστρέψαντο. καὶ πῶς ἂν ἔχοι λόγον, ἐν οἷς τοῖς ἡττᾶσθαι δοκοῦσιν οὐδʼ ἡτισοῦν γέγονε βλάβη, σὲ δωρεὰν κομίσασθαι πρὸς τῷ νενικηκέναι;

Ἀγνοεῖς, ὦ σύμβουλε τοῦ δήμου, ὅτι καὶ μικρὸν αἰδοῦς μετέχοντι αἱρετώτερον μίαν ἐνθάδε ἁλῶναι δίκην ἢ πολλὰς ἐκφυγεῖν, καὶ καταδικασθῆναι διὰ μικρὰ τοῦ περὶ τηλικούτων ὑπονοηθῆναι; σὺ μὲν ταῖς καθʼ ἡμέραν Καδμείαις νίκαις γαυριᾷς, ἐγὼ δὲ προσκυνῶ τὴν Ἀδράστειαν· ἀντίθες γὰρ δὴ τὸν ἐμὸν τὸν ἀνεξέταστον βίον. οὐ μεῖζον, οὐ μικρότερον ἔσχον ἔγκλημα. ἀρετῆς δὲ αὐτὸ τὸ μὴ κριθῆναι κρίσις, τὸ καθαρεύειν ψόγου, τὸ μηδʼ ἐγγὺς ὑπονοίας ἀδίκου γενέσθαι ποτὲ καὶ ταῦτα στρεφόμενον ἐν τοῖς πολιτευομένοις. μάλιστα μὲν γὰρ οὐδὲ τῶν ἰδιωτῶν οὐδεὶς ἀδοκίμαστος, οὐδʼ ἂν μὴ κριθῇ, πολλοὶ δὲ καὶ τοὺς λανθάνοντας ἀνερευνῶσιν, εἰ καὶ μὴ λάβοιεν ἐν ἐκκλησία, τἄλλα διαιτήματα ἀκριβῶς φυλάττοντες, πόθεν ἑκάστῳ βίος, τίσι συζῇ, μετὰ τίνων βαδίζει. μέγα δικαστήριον ἡ πόλις πᾶσι τῶν καθʼ ἡμέραν ἐπιτηδευμάτων. ὅταν δὲ καὶ τὰ δημόσια πράττων τις ἀνέγκλητος καὶ ἄληπτος ᾖ, μείζονα βάσανον ταύτης ἀναμενεῖτε; καὶ εἰ μὲν ἔτος τουτὶ δεύτερον ἢ τρίτον, ἀφʼ οὗ προσελήλυθα τῷ βήματι, οὐκ ἀξιόπιστος ὁ χρόνος οὗτος οὐδὲ βεβαιωτής· εἰ δὲ ἀφʼ ἧς ἡμέρας ἐδοκιμάσθην εἰς ἄνδρας ἐμαυτὸν ἀνέθηκα τῷ δήμῳ φέρων καὶ διῴκηκα μὲν οὐδὲν ὅ τι οὐκ εὖ, κατηγόρημαι δʼ οὐδὲν ὑπʼ οὐδενός, καίτοι κἀμοί τινές εἰσιν ἐχθροί, ἥττους μὲν ἢ τούτῳ τῷ φιλαπεχθήμονι, εἰσὶ δʼ ὅμως, οἱ μὲν ἐφʼ οἷς ἐκωλύθησαν ὑπʼ ἐμοῦ λελυπημένοι, οἱ δὲ πρὸ ἐμοῦ τετάχθαι θέλοντες, οἱ δὲ φθονοῦντες, ἀλλʼ οὐδὲ σκιὰν εὑρίσκουσιν ἐγκλήματος, ἆρά γε ἀδοκίμαστος εἶναί σοι δοκῶ; οὐκ ἂν ἐφρόνουν μέγα μὴ κριθείς, εἰ τῶν ἰδιωτευόντων τις ἦν, οὐδὲ γὰρ στρατιώτης ἔξω βέλους μείνας οὐ θαυμαστὸν εἰ μὴ τέτρωται· εἰ δʼ ὁμόσε τοῖς δεινοῖς ἰὼν ὑποτιθεὶς τὸν ἴδιον κίνδυνον δήμου θορύβῳ, συκοφάντου φθόνῳ, τύχης καιρῷ ἄτρωτός εἰμι ταῖς διαβολαῖς οὐχ ἧττον ἢ τὸν Αἴαντα τῷ σιδήρῳ λόγος, πῶς οὐ σεμνὸν τοῦτό γε; καὶ περὶ Μιλτιάδου μὲν ἔσχον ὅ τι εἴπωσιν οἱ βάσκανοι, καὶ κλοπῆς ᾐτιάσαντο τὸν ἄδωρον Περικλέα καὶ Θρασύβουλον παρανόμων τὸν ἀποδόντα τῷ δήμῳ τοὺς νόμους· ἐμὲ δέ, καὶ μή μοι φθόνος ἀπαντήσαι μηδείς, οὐκ ἐχθρὸς εἰς ἀγῶνα κατέστησεν, οὐ νόμος, οὐ φθόνος, οὐ συκοφάντης, οὐ λογογράφος οὐ φήμη πλὴν ἡ καλλίστη περὶ ἐμέ. ἄχραντος αἰσχρῷ λόγῳ καὶ κρείττων τοῦ τοῖς εὐδοκιμοῦσιν ἀκολουθοῦντος φθόνου. τίς γὰρ ἐτόλμησε τὴν ἐναντίαν φωνὴν ἀφεῖναι; τίς διᾶραι τὸ στόμα πολλῶν μὲν ὑπʼ ἐμοῦ ψηφισμάτων εἰσενηνεγμένων, οὐκ ὀλίγων δὲ χρημάτων διῳκημένων; πόσοι νόμοι; πρεσβεῖαι πόσαι; ἔργων ἐπιστάτης, νεωρίων ἐπιμελητής, οὐδὲν ὃ μὴ μόνος. ἐγὼ μέν, εἰ τοῦτό σοι δοκεῖ σεμνὸν εἶναι τὸ κεκρίσθαι πολλάκις, καὶ αὐτὸς πολλάκις κεκρίσθαι λέγω τρόπον οὐχ ὃν οἱ δοκοῦντες ἀδικεῖν, ἄπαγε, ἀλλʼ ὃν οἱ χρηστοί. πολλά μου τὰ δικαστήρια. οἱ βουλευταί, ἐν τούτοις νικῶ τοῖς προβουλεύμασιν. ἡ πνύξ, ὅπου πείθω τοὺς ἐκκλησιάζοντας. ἐν δὲ τοῖς δικαστηρίοις αὐτοῖς οὐχ εἷλον ἕτεροι. τὸ δὲ μέγιστον ἐν αὐτοῖς τοῖς πράγμασιν, ἃ μήτε πρὸς ἔχθραν μήτε πρὸς χάριν κρίνει τοὺς ῥήτορας, ὡς δʼ ἂν ὁ πράττων αὐτὰ διάθηται, τοιαῦτα καὶ φαίνεται, χρηστά, ἐὰν καλὰ ᾖ, πονηρά, ἐὰν οὕτως ἔχῃ, φαίνεται. τὰ δʼ ἐμοὶ πεπολιτευμένα τοιαῦτα, οἷα μηδʼ ἂν ὁ Μῶμος μωμήσαιτό φασιν. εἰ δὲ δεῖ με καθʼ ἑκάστην αἰτίαν ἀφειμένον δεικνύναι, ἀφεῖμαι παρανόμων μέν, ἐφʼ οἷς γράψαντά με οὐδεὶς ἐγράψατο, παραπρεσβείας δέ, ἐφʼ οἷς πρεσβεύσας πολλάκις οὐκ ᾐτίαμαι, καὶ καθʼ ἕκαστον ἔγκλημα, ἵνʼ ὡς τάχιστα τῆς δυσφημίας ἀπαλλαγῶ ταύτης, ὅτι γε μηδʼ ἐναντίως μηδὲν ἐκρίνατε. ὥστʼ ἐφʼ ᾧ μὲν οὗτος ἐπαίρεται, κἀγὼ φανερώτερον ἀφεῖμαι παντὸς ἐγκλήματος, τὸ δὲ τοῦ Κεφάλου καλὸν οὐκ ἂν οὗτος εἰπεῖν ἔχοι. καὶ σὺ μὲν τὸν δεῖνα διάβολον καὶ τὸν δεῖνα φιλαίτιον, ἐγὼ δὲ συκοφαντίαν αὐτὴν ἐνίκησα, ᾧ μηδʼ ἀντιβλέψαι τῶν ταύτην τὴν τέχνην ἐχόντων ἐτόλμησέ τις. πολλῷ δὲ τῷ περιόντι νικῶ τούτους ὧν σὺ διʼ ἀγῶνος κρατεῖς. τοῦτο καὶ στρατιώτου βέβαιον κράτος, ᾧ μηδʼ εἰς χεῖρας ἐλθεῖν ὑπομένουσι, καὶ ἀθλητῇ καθαρωτάτη καὶ ἀπροφάσιστος ἡ νίκη, ᾧ μηδεὶς ἀθλητῶν ἀνταποδύεται τῷ φανερῷ τῆς ὑπεροχῆς καὶ πρὸ τῆς πείρας παρακεχωρηκότες. ὁ μὲν γὰρ ὡς ὅμοιος ἢ χείρων καταφρονηθείς, εἰ καὶ περιγένοιτο, τύχῃ μᾶλλον ἢ ῥώμῃ δόξειεν ἂν κρατύνειν, ᾧ δὲ μηδὲν ἀνθίσταται, καὶ τῇ τῶν ἐναντίων ψήφῳ νενίκηκεν ἀνανταγώνιστος εἶναι. τίς ἂν οὖν ἢ στρατιώτην κωλύσαι τρόπαιον στῆσαι ἀμαχεὶ καὶ μόνον τῷ φόβῳ τρεψάμενον τοὺς πολεμίους ἢ τοῖς ἀκονιτὶ νικῶσιν ἀθληταῖς τοῦ στεφάνου φθονοῖ; οὐκ ἀνταγώνιστος οὐδʼ ἐγὼ στεφανώσομαι ἀποσκεδάσας τῷ τοῦ συνειδότος χρηστῷ πάντας ἅμα τοὺς βασκάνους, ἀπορράψας τῶν κακοήθων τὰ στόματα, τὰς κακηγόρους γλώσσας ἀποστρέψας, χαλινώσας ἀπόρους συκοφαντίας καὶ ψευδεῖς αἰτίας; πότε ἡ πόλις ἀδηρίτως ἄρχει τῆς Ἑλλάδος; οὐχ ὅταν παραχωρήσωσι πάντες αὐτῇ τῶν πρωτείων ἑκόντες; οἱ πολλοὶ δὲ καὶ πρὸς πολλοὺς ἀγῶνες καὶ τὰ παρὰ τῶν Ἑλλήνων ἐγκλήματα Δεκέλειαν ἐπετείχισε, καθεῖλε τὰ τείχη. διόπερ τοιαῦτα νῦν πειθομένη τοῖς ἐμοῖς πολιτεύμασιν οὐ φιλαπεχθημόνως οὐδʼ ἀπερισκέπτως, ἀσφαλῶς δὲ καὶ ἀναιτίως ἐν τοῖς Ἕλλησι πεπολίτευται πρώτη γε πρὸς αὑτὴν ὀμόσασα τὸ οὐ μνησικακήσω μετὰ τὴν στάσιν, ἵνα μὴ κρίσεων καὶ κακῶν ἐμπλήσῃ τὴν πολιτείαν, οὐχ ἧττον ἀτύχημα τὰς συνεχεῖς ἐν δημοκρατίᾳ δίκας νομίζουσα τῆς ὀλιγαρχίας. οὕτω καὶ ὁ δῆμος τὸν ἐμὸν τρόπον ἐμιμήσατο, μᾶλλον δὲ τὸν τῆς πόλεως ἐγώ.

Ἀλλὰ καὶ νυνὶ τήμερον, εἴ σοι μηδεὶς ἀντεποιεῖτο τῆς τιμῆς, οὐκ ἂν εὐθὺς λαβὼν ἀπηλλάττου, ἐπεὶ δὲ τὸν ἀντεξεταζόμενον εὕρηκας, κινδυνεύεις πρὸς τῷ μὴ τυχεῖν καὶ κακίων νομισθεὶς ἀπελθεῖν. μικροῦ γε λόγου τοῦ μετὰ κινδύνου τὸν ἀναμφισβήτητον εἰς ἀρετὴν κρατεῖν. ἐπεὶ δὲ φιλόνεικος εἶ, φέρε, τῷ δικαστικῷ νόμῳ χρήσωμαι. κελεύει δὲ τί; τὰς πλείους κρατεῖν. καὶ νῦν ὅτῳ πλεῖσται γενήσονται, τὸ γέρας λήψεται. οὐκοῦν ἐμὲ μὲν πάντες Ἀθηναῖοί φασι πολιτεύεσθαι καλῶς. οὐδεὶς οὐδὲ κρίσεως ἄξιον ἡγήσατο, σοῦ δὲ πολλοὶ κατέγνωσαν, ὦ μέγα φρονῶν τῷ μὴ κατεγνῶσθαι. πρῶτον μὲν οἱ κατήγοροι. κἂν ἀθροίσῃ τις αὐτοὺς μόνους, ἱκανοὶ πληρῶσαι τὴν ἡλιαίαν εἰσί. τοσοῦτοι κατεμαρτύρησάν σου καὶ φανερᾷ γε τῇ ψήφῳ κατεψηφίσαντο. δεύτερον οἱ καταμαρτυρήσαντες, ἄλλο πλήρωμα δικαστηρίου. οὐ τοίνυν οὐδʼ οἱ τῆς ψήφου κύριοι πάντες ἀπολύουσι τοῦτον, παρʼ ὀλίγας γὰρ ἀφεῖται καὶ παρὰ μίαν πολλάκις, ἐγὼ δὲ πάσαις μόνος.

Ὃ δὲ πάλαι μὲν σκοπῶ, ὀκνῶν δὲ εἰπεῖν ἀναγκάζομαι, ὅτι τὰς μὲν σὰς νίκας οὐκ ἀνυπόπτους ὁρῶ καὶ πολλῶν ἀκούω λεγόντων· μόνος Ἀριστοφῶν ἀεὶ φεύγει. οὐδεὶς ἰδὼν ἀδικοῦντα τοῦτον ἐγράψατο; οὕτως εὐκαταφρόνητος αὐτοῖς ὁ ῥήτωρ; οὐδʼ ἐξ ὧν τοὺς προτέρους εἶδον ἡττημένους, ηὐλαβήθησαν; οὐκ ἔστιν. οὐκ ἂν ἐτόλμησαν, εἰ μή τι συνῄδεσαν. πῶς οὖν ἀποφεύγει πάντας; δεινός ἐστι, πιθανός, εὐσκώμμων, εἰς γέλωτα μετατρέπει τὰς αἰτίας, ἐκλύει τὸν θυμὸν τοῦ δικαστηρίου, στρατηγοὺς ἀναβιβάζεται παραιτουμένους, τὴν γυναῖκα εἰσκαλεῖ καὶ παιδία κλαυθμυριζόμενα, δεδίδακται δὲ κἀκεῖνα ἱκετεύειν ἐξ ἔθους. τούτοις τὸ δοῦναι δίκην ὧν ἀδικεῖ διακρούεται. τοιαῦτα θρυλοῦσιν, οὐκ ἀληθῆ μὲν ἴσως, ὑπονοοῦσι δέ, ἐπειδὰν ἐν τῇ πάντων δόξῃ προηλωκὼς ᾖ, καὶ νῦν μὲν οὐ διαφεύξεται προκατεγνωσμένος. εἶτα παρὰ τὰς ἁπάντων ἐλπίδας ἐκφεύγει. ἃ δὲ καὶ χείρω περὶ αὐτοῦ λέγουσιν, οὐκ ἂν εἴποιμι, τοὺς μὲν κατὰ συνθήκας εἰσιέναι καὶ πεπρακέναι τὴν κρίσιν καὶ κατηγορεῖν ἐνδόσιμα καὶ καθυφιέμενα, τοὺς δὲ καὶ τὴν ἀρχὴν ὑπʼ αὐτοῦ προκατεσκευάσθαι προκαταλαμβάνοντας τὰ δικαστήρια, καὶ τοὺς μάρτυρας ὠνητοὺς παρεῖναί φασι καὶ τῶν δικαστῶν τινας δεκάζεσθαι, καὶ πάνθʼ ὅσα τοιαῦτα. οὐ γὰρ ἄξια θανάτου δειχθῆναι πεποιηκότα αὐτόν, ἀλλʼ ἱκανὰ μὴ τυχεῖν δωρεᾶς. κατʼ ἐμοῦ δὲ οὔτʼ ἄλλο τι τῶν μὴ καλῶν οὔτε τούτων οὐδὲν ἄν τις ἔχοι λέγειν οὔθʼ ὡς ἐξαπατῶ τοὺς δικαστάς, ὅσγε σιγῶν πράττω, οὔθʼ ὡς ὠνοῦμαι τοὺς μὴ κατηγορήσοντας. εἰ μὲν γὰρ ἦν, ὥσπερ ἐν συμμορίᾳ, ῥητὸς ἀριθμὸς τοῖς κατηγορεῖν ἐγχειροῦσιν, ἐνῆν ἂν πριάμενον τούτους ἀδικεῖν ἐπʼ ἐξουσίας· εἰ δὲ πᾶσι πάντας ἔξεστιν εἰσαγγέλλειν, γράφεσθαι, φαίνειν, εἰσάγειν, οὐ δήπου πάντας ἐωνησάμην Ἀθηναίους. ὁπόσους γὰρ ἂν ἔπεισα τὴν ἡσυχίαν ἄγειν, πλείους ὑπελείποντʼ ἂν οἱ κατηγορήσοντες. καὶ εἰ μὲν γραψάμενοί μέ τινες εἴασαν καταβαλόντες, παρῆν ἂν ὑπιδέσθαι τοῖς κακοήθεσι· διελύσαντο, ἀπέδοντο, νῦν δὲ πῶς ἂν ἔπεισα τοὺς μὴ φανέντας;

Καὶ εἰ μὲν φιλαιτίους εἶναι φῂς τοὺς ἐν τῇ πόλει καὶ διὰ τοῦτο κεκρίσθαι πολλάκις, μεῖζον τοὐμὸν καλὸν ποιεῖς, εἰ καὶ παρὰ τοιούτοις ἔμεινα ἀναίτιος· εἰ δὲ παρορᾶν τοὺς ἀδικοῦντάς σοι δοκοῦσιν, ἔστω γὰρ ὁπότερον βούλει, καὶ διὰ τοῦτο οὐ διώκουσί με, τὸν καὶ παρὰ τοῖς ῥᾳθύμοις καὶ ὀλιγώροις ἐν αἰτίαις ἀεὶ ποῖόν τινα χρὴ δοκεῖν εἶναι; δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ σὲ διʼ ὑπερβολήν, ἵνʼ οὕτω φῶ, χρηστότητος καὶ τοὺς ἀπράγμονας φιλοκινδύνους πεποιηκέναι ἢ τοὺς φύσει φιλαιτίους καὶ πρὸς ἀναιτίους, ἢ οἷον ἐμὲ χρηστὸν καὶ τοῖς συκοφάνταις δοκεῖν. εἰ μὲν γὰρ οὐχὶ τὴν αὐτὴν ᾠκοῦμεν πόλιν, εἶχεν ἂν πρόφασιν αὐτὸς μὲν φιλοψόγοις συνοικεῖν ἀνδράσιν, ἐγὼ δὲ ὅτι πρᾴους εὐτυχῶ τοὺς πολίτας· εἰ δὲ κατὰ τοὺς αὐτοὺς νόμους ἐπὶ τῆς αὐτῆς ἀγορᾶς οὐ τῶν αὐτῶν ὑμῶν πεπειράμεθα, οὐχ ἡ τῶν πολιτῶν φύσις αἰτία, πρὸς ἀμφοτέρους γὰρ ἦν μία, ὁ δʼ ἡμέτερος τρόπος διενηνοχὼς οὐδὲ ὑμᾶς ὁμοίους ἑκατέρῳ συνέστησεν.

Σὺ μὲν οὖν λόγῳ πλάττε τοὺς πολίτας ὁποίους ἐθέλεις, εἴτε πρὸς κατηγορίαν ὀξυρρόπους εἴτε μελλητάς, πρὸς ἐμοῦ γὰρ ἀμφότερα, εἰ μὲν ἀοργήτους, ὅτι καὶ τούτους παρώξυνας, εἰ δὲ δυσαρέστους καὶ πικρούς, ὅτι καὶ τοιούτοις ἤρεσα· ἐμοὶ δʼ ὁποῖοι δοκεῖτε καὶ πάντες ἄνθρωποι μαρτυρήσουσιν, οὐκ ὀκνήσω μετὰ παρρησίας εἰπεῖν. ὑμεῖς ἄχρι μὲν τοῦ ῥᾳδίως ὑπονοῆσαι καὶ ἀναίτιον αἰτιάσασθαι δόξαιτʼ ἂν ἀπαραίτητοι, ὅθεν καὶ πλεῖσται κρίσεις Ἀθήνησιν, εἰς δὲ τὸ δικαστήριον εἰσελθόντες εὐάγωγοι, φιλάνθρωποι πᾶσιν. ἄν τις ἀρνῆται, πιστεύετε, πρὸς τὸν κινδυνευόμενον ἀεὶ ῥέπετε, οἰκτείρετε, πλείω δάκρυα τῶν κρινομένων ἀφίετε, σώζετε. καί τινα τρόπον εἰκότως τοῦτο συμβαίνει. ἰδίᾳ μὲν γὰρ ἕκαστος ἢ πικρὸς ἢ βάσκανος ἤ τι τῶν ἀνθρωπίνων ἄλλο, ἀθροισθέντες δὲ εἰς ταὐτὸν ἀποθέμενοι τὸ καθʼ ἕκαστον ἦθος τὸ κοινὸν Ἀθηναῖοι γεγόνατε καὶ μετὰ τοῦ συμβόλου καὶ τῆς βακτηρίας τὴν ἔμφυτον τῇ πόλει φιλανθρωπίαν ἀπειλήφατε. ἐν οὖν τοιούτοις ἀνδράσιν ἐγκαλέσαι μὲν καὶ τοῖς μηδὲν ἀδικοῦσι ῥᾴδιον, ἐλεῆσαι δὲ καὶ τοὺς ἁμαρτάνοντας. ἃ γὰρ ἔδεισαν οἱ κρινόμενοι μὴ πάθωσιν, ὡς παθόντας ἀφίετε σωφρονιστὴν ἱκανὸν τὸν φόβον ἡγούμενοι. τὸ οὖν μηδὲ εἰς αἰτίαν ἐλθεῖν, οὐ τὸ κριθέντα σωθῆναι παρὰ τουτοισὶ μέγα. ἐν Λακεδαίμονι μὲν γὰρ καὶ ὅπου βραδεῖς μὲν αἰτιάσασθαί εἰσι πολίτην, χαλεποὶ δὲ κρίνοντες, κατηγορίαν ἐκφυγεῖν ῥᾷον ἢ ἀθῷον ἀφεῖσθαι· Ἀθήνησι δὲ παρʼ οἷς ἀμύθητοι μὲν αἱ κρίσεις, εὐαρίθμητοι δὲ αἱ τιμωρίαι, αἱ πολλαὶ μὲν ἀφέσεις τῆς ὑμετέρας χρηστότητος, οὐ τῆς τοῦ κριθέντος ἀρετῆς, τὸ δὲ μὴ κατήγορον ἐπιστῆναι τοῦ καθʼ αὑτόν τινος δικαίου τρόπου, καθάπερ καὶ τοὐμὸν αὔταρκες οὐ συμβαλλομένου τι πρὸς δόξαν οὐ ῥήτορος, οὐ μάρτυρος, οὐ δικαστηρίου.

Ὃ δὲ πρὸς τούτοις ἄν τις εἴποι δικαίως, τὸ μὲν κριθέντας σωθῆναι μυρίοις ὑπῆρξεν ἐπὶ τοῦ προτέρου χρόνου παρʼ ὑμῖν, καὶ οἷς οὐκ ἄν τις ᾠήθη. Οἰδίπουν ἀφήκατε ἀποκτείναντα τὸν πατέρα, Ὀρέστην ἑκόντα τὴν μητέρα. μετὰ τοιούτων Ἀριστοφῶν σώζεται. καίτοι δωρεὰν οὐκ ᾔτησαν, οὐδʼ ὁ τοῦ Ἀγαμέμνονος θεὰς νενικηκώς. καὶ οὐδʼ ἂν ἀριθμήσαι τις, ὅσους ἐλεήσαντες οὐ καθαροὺς ὄντας ἐσώσατε. καὶ θεὸν τὸν Ἔλεον μόνοι διὰ ταῦτα νομίζετε. τὸ δὲ μὴ κριθῆναι πολιτευόμενον οὐκ ἄν τις ὅτῳ γέγονε πρὸ ἐμοῦ παράσχοιτο. τίμια δʼ οὐχ ὅσα κοινὰ πρὸς πολλούς, ἀλλʼ ἃ τοῖς τιμωμένοις αὐτοῖς ἐστιν ἐξαίρετα ὥσπερ ἡ τιμή.

Ὡς δέ μοι δοκεῖτε τὸ διαφέρον τοῖν βίοιν ἐναργέστατα ἰδεῖν ἐφʼ ὑμῶν αὐτῶν ἐξετάζοντες, ἄριστα γὰρ ἕκαστος τὰ οἰκεῖα βουλεύεται, ἐρῶ πρὸς ὑμᾶς. εἰπέ μοι, πρὸς θεῶν, εἰ προθείη τις ὑμῖν αἵρεσιν τὸν ὁποτέρου ἡμῶν βίον ἑλέσθαι, ἐν εἰσαγγελίαις καὶ γραφαῖς εἶναι διὰ βίου, τὰ ἔσχατα ἀκούειν ἐν μέσοις τοῖς δικαστηρίοις, ἐξ ἡμερῶν εἰς νύκτας ἀπαύστοις συνέχεσθαι φροντίσι, περὶ ψυχῆς τρέμειν, συνηγόρους παρακαλεῖν, ἱκετεύειν δικαστάς, Ἡράκλεις, οὐ παύσῃ καταρώμενος ἡμῖν; ἀκούεις ἀποκρινομένων; τὸν μὲν δὴ τούτου βίον τὸν καλὸν τοῖς ἀλεξικάκοις καὶ τοῖς ἀποτροπαίοις ἄφετε καὶ μηδὲ πεῖραν αὐτοῦ λάβοιτε· ἀντὶ δὲ τούτου τὸν ἐμόν, τὸν εὐδόκιμον καὶ φανερὸν οὐδενὸς τῶν πολιτευομένων ἔλαττον, ἀσφαλῆ δὲ καὶ ἄμεμπτον, ὡς οὐδενὸς ἰδιώτου βίος, καὶ ψόγου μὲν ἀνήκοον, ἐπαίνων δὲ πλήρη τίς οὐκ ἂν αὑτῷ τε καὶ παισὶ γενέσθαι εὔξαιτο; ἐπεὶ οὖν τὰ κάλλιστα μὲν αἰτεῖτε τοὺς θεούς, τἀναντία δὲ μὴ παθεῖν ἀποτρέπεσθε, τοὺς δὲ παῖδας εἶναι βουλόμενοι καλοὺς κἀγαθούς, ὡς μὲν Ἀριστοφῶν, ἀπεύχεσθε, συνεύχεσθε δʼ, ὡς Κέφαλος, βιοῦν, ἐπὶ θεῶν μαρτύρων τἀμὰ προτετιμήκατε. οὐκοῦν πρὸς τῷ μὴ δίκαιον οὐδʼ εὐσεβὲς ἐναντίαν τῇ παρὰ τῶν θεῶν αἰτήσει τὴν ψῆφον θέσθαι δεύτερον ὅρκον, ὡς ἄν τις εἴποι, τὴν εὐχήν, ὡς χρὴ δικάσαι, ποιουμένους.

Καὶ οὐ μόνοις ὑμῖν ἐξ ὧν περὶ τῶν οἰκείων ἕκαστος τὰ μὲν ἀποδιοπομπεῖται, τὰ δὲ αὑτῷ γενέσθαι συνεύχεται, ἀλλὰ καὶ Ἀριστοφῶντι νικῶ κριτῇ. ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. ὅτε παρῄεις τὸ πρῶτον εἰς τὴν πολιτείαν, πότερα τοῖς θεοῖς εὔχου μηδέποτε παύσασθαι κρινόμενος ἢ κατορθοῦν ἀκινδύνως; τί δέ; τοῖς ἀπηντηκόσι χαίρεις ἢ συμφορὰν ὑπείληφας; εἰ μὲν γὰρ τὰς δεινοτάτας γραφὰς καὶ τοὺς θεοὺς ᾔτεις καὶ γενομένων χαίρεις, φιλοκινδυνότατος εἶ καὶ κατὰ τοῦτο μοχθηρός, εἰ σοὶ μόνῳ τὸ κακῶς ἀκούειν ἡδονὴ καὶ καλινδεῖσθαι περὶ τὰ δικαστήρια, ὅπου καὶ τοὺς ἐπʼ ἀλλοτρίοις θαμίζοντας πολυπράγμονας ἡγούμεθα· εἰ δὲ ὁσάκις, ἀεὶ δὲ πρὸ τῶν Ἐπωνύμων ἴδοις ἄν· ὁ δεῖνα Ἀριστοφῶντα κλοπῆς ἢ προδοσίας, ὀδύρῃ καὶ πρὸς τοὺς ἀπαντῶντας· ἐμὲ μισοῦσιν ἅπαντες· πόθεν ἄλλοθεν ἡ γραφή; οὐδʼ ἀναπνεῦσαι διδόασί μοι πάντες. καὶ τί πέρας ἔσται κακοῦ; Κέφαλος εὐδαίμων. καὶ πρὸς τοὺς δικαστὰς βοᾷς καὶ τῇ πυκνότητι τοῦ κινδύνου τὸν ἔλεον φαίνῃ κτώμενος, πῶς ἐφʼ οἷς ὡς κακοῖς δυσφορεῖς, ὡς ἀγαθῶν δωρεὰν αἰτεῖς; κἀμὲ μὲν εὐδαιμονίζεις, κρείττω δὲ οὗ μακαρίζεις τὸν σὸν ἀποφαίνεις βίον ἐφʼ ᾧ λυπῇ. καὶ τοὺς μὲν κατηγορήσοντας ἥδιστʼ ἂν ἀμύνοιο τοὺς αἰτίους τοῦ καλοῦ σοι βίου, εἴπερ δύναιο· ὧν δὲ τοὺς αἰτίους μισεῖς, καλὰ ταῦτα δεῖξαι βιάζῃ; καὶ μήν, εἰ σοὶ παρὰ τούτων ἐπὶ ταῖς κρίσεσι ταῖς πολλαῖς, καὶ τοῖς κατηγόροις ὀφείλοιτʼ ἂν παρὰ σοῦ χάρις. ἐκεῖνοι γὰρ ἀρχηγοὶ τούτου γεγόνασί σοι τἀγαθοῦ. σὺ δέ μοι μνησικακεῖς ἅπασιν, ἐλαύνεις ὡς ἐχθροὺς καὶ κακῶς ποιεῖς. οὕτως αἰτίους ἡγῇ τοῦ μεγίστου καλοῦ.

Οὐκοῦν τῇ κοινῇ δόξῃ, τοῖς πράγμασι, ταῖς ὑμετέραις γνώμαις αἷς ἔχετε περὶ ἑκατέρου, τοῖς Ἀριστοφῶντος αὐτοῦ λογισμοῖς, πᾶσιν ἀμείνων οὑμός ἐστι βίος. ὅλως δὲ τί τοῖς ἀφεθεῖσίν ἐστι τέλος; οὐκ ἐπανελθεῖν εἰς τὸ ἀναίτιον; οὐχ ὁμοίους γε δόξαι τοῖς ἀνεγκλήτοις; οὐδὲν ἄλλο. Ἀριστοφῶν μὲν οὖν αἰτεῖ παρʼ ἑτέρων τοῦτο καὶ διαπράττεται χαλεπῶς αὐτὸ μετὰ πολλοὺς φόβους· ἐγὼ δὲ ἔχω παρʼ ἐμαυτοῦ τὴν ἄφεσιν καὶ εἰμὶ καὶ δοκῶ πᾶσιν εἶναι τοιοῦτος οἷος οὗτος εἶναι δοκεῖν ἀγωνίζεται. τὸ μετὰ τὴν νίκην εὐτύχημα τούτῳ προσγιγνόμενον τοῦτʼ ἐμός ἐστι βίος. εἶθʼ ᾧ βούλεται μὲν ὅμοιος δοκεῖν, ἀδυνατεῖ δέ, καὶ γὰρ εἰ διαφεύγει τὰς δίκας, οὐ δύναται τὸ μὴ κεκρίσθαι λαβεῖν, τούτου βελτίων εἶναί φησιν, ἄνθρωπος ἀμφισβητήσιμος τοῦ παρὰ πᾶσιν ὡμολογημένου χρηστοῦ. ἀφείθη τῆς αἰτίας, ἐγὼ δʼ ἐκπέφευγα τὴν ἀρχήν. ἀναίτιος ἐκρίθη, ἐγὼ δʼ οὐκ ᾐτιάθην. εἰ περὶ τοῦ πότερος ὑγιεινότερος ἦν ἡ κρίσις, οὐκ ἂν τὸν ἄνοσον προὔθετε; ἢ τὸν ἐμπίπτοντα μὲν εἰς πολλὰς καὶ παντοίας νόσους, ἀναφέροντα δὲ διὰ τὴν ἰατρείαν καὶ φαρμάκοις πικροῖς καὶ τομαῖς καὶ πρὶν ἰαθῆναι τὸ πρῶτον ἑτέρου νοσήματος ἀρχόμενον πάλιν καὶ παράπαν εἰπεῖν ἰατρευόμενον διὰ βίου καὶ δυσθανατοῦντα μέχρι γήρως; Ἄπολλον, ἀμείνων μεντἂν ἦν ἀποθανὼν ὑπὸ τῆς πρώτης νόσου καταμείνας ἐν αὐτῇ μᾶλλον ἢ πειρώμενος ἄλλοτε ἄλλου πάθους. σώματος μὲν οὖν ἕξις ἀρίστη ἡ μὴ χρῄζουσα ἰατροῦ, ψυχῆς δὲ ἡ δικαστοῦ μὴ ἐφιεμένη, ἰατρεῖα γὰρ τῶν κατὰ ψυχὴν νοσημάτων τὰ δικαστήρια. ἐν οἷς οὗτος ἀεὶ κατατριβόμενος οὐδὲ κατατεμνόμενός πω τέλεον ἰάθη, ἀλλὰ δοκεῖ, ἐγὼ δὲ ὁλόκληρος, ὑγιής, ἀπροσδεὴς ἀναγκαίου φαρμάκου.

Καὶ οὐδὲ τὸν ἅπαξ αἰτιαθέντα θείη τις ἂν ἐξ ἴσου τῷ μηδὲ ἅπαξ, εἰ καὶ σῶμα νοσῆσαν ἰαθὲν χεῖρον τοῦ μὴ νενοσηκότος, μή τοι γε τούτῳ πρὸς ἐμὲ λόγος ἐστίν, ὃς κοινὸς πρόκειται σκοπὸς τοῖς γραφομένοις, ᾧ πάντες ἐμμελετῶσιν οἱ ῥήτορες. οὐδεὶς ὃς οὐχὶ κατὰ τούτου λέγει, καὶ τὰ μειράκια ἐκ τῶν τούτου κατηγοριῶν τῆς ῥητορικῆς ἄρχεται. ἀντίθες ἐν βραχεῖ τοὺς βίους. οὐδεὶς κατήγορος ἐλέγξει, οὐδείς, ὅτι τὰ μικρότατα ᾐτιάθην· τὰ μέγιστα ἐνεκλήθης. οὐδὲ ἐκ τύχης ἁμαρτεῖν ἔδοξα· ἐφʼ ἑκουσίοις ὑπωπτεύθης. ἐβουλεύσαντο πολλάκις, εἰ σὲ ζῆν ἐάσουσιν· οὐδʼ αἰτιάσασθαί μέ τις ἐβουλεύσατο. ἐπῃνούμην· ἐνεκαλοῦ. ἐστεφανούμην· ἐκινδύνευες. ἐκρίνου· ἐδίκαζον. ἱκέτευες· ἠλέουν. πολλάκις σε κἀγὼ παρῃτησάμην.

Τρία τοίνυν πρὸς ταῦτα βιάζεται· ἓν μέν, ὡς οὐκ ἐκρίθην παρὰ σοῦ, ὥστʼ οὐδὲ κατηγόρημαι τὸ κατὰ σέ. ἕτερον δέ, ὡς εὐτυχία τὸ κατηγόρου μὴ τυχεῖν, οὐδεμία ἀρετή· τρίτον, ὡς αὐτὸς μὲν ἀνειμένῃ παρρησίᾳ χρώμενος καὶ οὐδὲ κίνδυνον ὑποστελλόμενος εἰκότως ἐν κρίσεσιν ὢν διατελεῖ, ἐμὲ δὲ εὐλαβέστερον πολιτεύεσθαι. πρὸς ἕκαστον δὴ τούτων εἰπεῖν ἀνάγκη.

Πρὸς μὲν οὖν τὸ οὐκ ἐγράψω με, ὅτι μὲν οὐδὲ οὗτος ἐμέ, ἴσον πρὸς ἴσον ἂν εἶναι δοκοίη, ἀλλʼ ἐκεῖνό γε οὐκ ἴσον· ἐμὲ μὲν οὐδʼ ἄλλος οὐδείς, τοῦτον δὲ πλὴν ἐμοῦ σχεδὸν πάντες. εἰ δὲ σεμνὸν ὑφʼ ἑνὸς μὴ κριθῆναι, πόσῳ τὸ μηδʼ ὑφʼ ἑνὸς ἐντιμότερόν ἐστι;

Πρὸς δὲ τὸ τῆς Τύχης σκοπεῖτε ὡς μετρίως ἐρῶ. ἐγὼ μὲν παντὸς καλοῦ τὴν Τύχην ὑπολαμβάνω τοῖς ἀνθρώποις αἰτίαν εἶναι καὶ οὐδʼ ὁτιοῦν κατορθοῦσθαι ὑφʼ ἡμῶν ἀποστατούσης τῆς θεοῦ, ἐπεὶ καὶ τὸ νικᾶν ἐν τοῖς δικαστηρίοις οὐδʼ αὐτὸ μόνον δεινότητος, εἰ μὴ καί τις εὐτυχία προσγένοιτο. καὶ τοῦ προαιρεῖσθαι τὰ βελτίω τῇ Τύχῃ δίδωμι τὴν ἡγεμονίαν. ὁρῶ δὲ ἅπαντας ἐφʼ οἷς εὐτυχοῦσι τιμωμένους, καὶ τῶν κατορθουμένων εἰσὶν αἱ τιμαὶ καὶ στρατηγῷ καὶ ῥήτορι, οἱ δυστυχοῦντες δὲ καὶ τῶν δωρεῶν ἀποτυγχάνουσιν. ἄτοπον οὖν, εἰ τὸν δυστυχεῖν ὁμολογοῦντα ὡς κατορθοῦντα τιμήσετε. οὐ μὴν οὔθʼ οὗτος ἑκουσίως δυστυχεῖ, ἀλλʼ ἐκ πολυπραγμοσύνης καὶ προπετείας ἐν οἷς πολιτεύεται, οὔτʼ ἐμοὶ τὸ τῆς ἄλλων καὶ τῆς σῆς αἰτίας ἐκτὸς εἶναι αὐτόματον εὕρημά ἐστιν, ἐκ προνοίας δέ, εἴπερ τι καὶ ἄλλο, καὶ τῆς τοῦ τί λεκτέον καὶ μὴ φροντίδος. ἐπισφραγίζεται τὴν ἀσφάλειαν τῶν βουλευμάτων ἡ Τύχη. ἔστι δὲ ταῦτα τίμια τῶν ἐν ἀνθρώποις, ὅσα καὶ βεβούλευται καλῶς καὶ τετύχηκε τοῦ κατὰ γνώμην τέλους, τὰ δὲ τῆς βουλεύσεως ἁμαρτόντα ἢ παρὰ γνώμην ἀτυχηθέντα ἀτελῆ καὶ τῇ προαιρέσει καὶ τῇ τύχῃ. σὺ δὲ ἀπροβούλευτον ἕρμαιον ἡγῇ φυλάξασθαι κακοήθειαν ἐχθροῦ, φθόνον βασκάνου μὴ μετὸν προνοίας ἀκριβοῦς. πολλοὶ κἀμὲ παρατηροῦσιν, οἷς ἔθος εἰκῆ ὡς ἀέρος δεδράχθαι κακοῦ, καὶ εἴ τι σαθρὸν ἀκριβῶς σκοποῦσιν. ὅτι γὰρ μόνος οὐ κέκριμαι τῶν Ἀθήνησι πεπολιτευμένων, αὐτῇ τῇ καινότητι φθονοῦσι καὶ φιλονεικοῦσι, τίς πρῶτος Κέφαλον γράψεται. τί ποτʼ οὖν οὐχὶ τολμῶσιν; ἀπαριθμούμενοί μου τὰ πολιτεύματα οὐδὲν ὑπαίτιον εὑρεῖν ἔχουσιν, οὐδʼ ἐγγύς, οὐδʼ εἰ μὴ ἀληθές, εἰκός γε πρὸς πίστιν. φέρε ἐκ τῶν ἰδίων τι λάβωμεν ἐπιτηδευμάτων. οὐδʼ ἐκ τῶν κατʼ οἶκον οὐδʼ ὁτιοῦν ὧν ἂν αἰτιῶνται ὁρῶσιν ἐπιτήδειον εἰς μέμψιν. ἄβατος αὐτοῖς οὑμὸς βίος. διὰ τοῦτο καὶ μὴ βουλόμενοι σιωπῶσιν. Ἀριστοφῶν δέ, εἰ καὶ μηδὲν ἀπηρυθριακὼς ἀδίκημα μηδʼ ἐπʼ αὐτοφώρῳ τετόλμηκεν, ὡς εὐθὺς ἡλωκέναι, δοκεῖ διʼ ἀπορρήτων ἐπιχειρεῖν τισι καὶ κακοῦργος εἶναι τῇ τέχνῃ τοῦ λαθεῖν. ὧν ἔστω μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μηδὲν ἀληθές, οὐδʼ ἐγὼ βούλομαι, ἃ δʼ οἱ κατήγοροι λογιζόμενοι θαρροῦσι πεῖσαι καὶ διʼ ὧν εἰς τὸ κατηγορεῖν ὑπάγονται, φράσω. δῶρα μὲν Ἀριστοφῶν οὐ δῆλός ἐστιν εἰληφώς, εἴρηκε δὲ οἷά τις ἂν λαβών. τὰ φώρια μὲν ἐν χεροῖν οὐκ ἔχει τῆς κλοπῆς, τεκμήρια δʼ ὅμως παρέσχηται. ἄντικρυς μὲν οὑτωσὶ τοῖς νόμοις οὐκ εἶπεν ὑπεναντία, οὐκ ἀκόλουθα δέ. ταύταις. εἰσάγουσι ταῖς ἐλπίσιν, ὡς οὐ πόρρω τοῦ πονηρὸν εἶναι δοκεῖν. οὔτε γὰρ οὕτω φιλαίτιος οὐδεὶς ὡς τὸν ἄχραντον πάντη καὶ κατὰ μηδὲν αἴτιον ἀλόγως συκοφαντεῖν, οὔθʼ οὕτως ἀπράγμων πόλις, ὅπου καὶ τοὺς κατὰ μικρὸν ὑπόπτους ἀθῴους ἐῶσιν, ἀλλʼ εἰσὶν οἱ συκοφάνται θρασύτεροι μὲν τοῦ τοὺς φανεροὺς ἐλέγχους ἀναμένειν, εὐλαβέστεροι δὲ τοῦ καὶ τοὺς ὅλως ἀναιτίους κρίνειν. διὰ τοῦθʼ οἱ αὐτοὶ πρὸς μὲν ἐμέ εἰσιν ἀπράγμονες, ἐπὶ τοῦτον δὲ φιλαίτιοι, ὡς καὶ τῶν τειχῶν ὅσα μέν ἐστιν ἁλώσιμα, τούτοις καὶ μηχανὰς προσάγουσιν οἱ πολέμιοι, τοῖς δὲ ἀναλώτοις οὐδὲ πειρῶνται. οὑτωσὶ μὲν οὖν ἔδοξεν αὐτοῖς, οἱ δʼ οὐχ εὗρον καίπερ ὄντες σοφοὶ μηχανὰς αἷς αἱρήσουσί με. ἀλλὰ καὶ τὰς ἐπιβουλὰς αὐτῶν ἀπέστησα τῷ πιστῷ τοῦ τρόπου, τοὺς τούτου δὲ ὑμεῖς ἀπεκρούσασθε κατηγόρους, ὥσπερ τινὲς χρηστοὶ σύμμαχοι, ἐπεί, τό γε εἰς τὴν ἑαυτοῦ προαίρεσιν, πάλαι ἂν ἐξεπεπολιόρκητο. ταῦτά ἐστιν ἡμῶν ἑκατέρῳ ἡ χρηστὴ καὶ πονηρὰ τύχη. πρῶτος γὰρ αὐτὸς αὑτῷ τις ἀγαθὸς δαίμων ἢ κακὸς ἐν οἷς προαιρεῖται κακῶς ἢ μετρίως. οὕτως ἐγὼ πεπολίτευμαι πρῶτος αὐτὸς ὤν, ἑτέροις ἠγνοημένος κριταῖς. ἀπαλλάττει μοι κατηγόρους ἡ Τύχη θρασεῖς. τί δὲ τουτωί; οὐ κατὰ τοὺς νόμους ὅ τι συνοίσει τοῖς ψηφισαμένοις σκοπῶν, ὅπως δὲ προσελθὼν ἀρέσει καὶ χαριεῖται μὲν οἷς βούλεται, λυπήσει δὲ τοὺς ἰδίους ἐχθρούς, ἐμβαλὼν ἑαυτὸν εἰς ἀφανῆ χρημάτων διοίκησιν, τἄλλα πράττων οἷς εἰς ὑποψίαν ἔρχεται, τὸ κεφάλαιον, Ἀριστοφῶν ὢν μὴ συκοφαντείτω τὴν Τύχην. ὁ τοιοῦτος τὰς κατηγορίας ἐφʼ ἑαυτὸν καλεῖ.

Καὶ σχεδὸν ὁ λόγος εἰς λογισμὸν προελήλυθε τὸν τοῦ πῶς ἑκάτερος πολιτεύεται. ἔχει γὰρ οὕτως. εἰς δύο ταῦτα τῶν πολιτειῶν νενεμημένων, καὶ τῶν μὲν διʼ εὐλάβειαν περιττὴν τὸν ἡσύχιον βίον ᾑρημένων, ὥσπερ οἱ πολλοί, τῶν δὲ θρασύτητος ὑπερβολῇ πάντα λέγειν καὶ γράφειν ἄνευ τοῦ· τί καλόν, ὡρμημένων, ὥσπερ οὗτος, καὶ τῶν μὲν ἰδιαζόντων οὔτε ὠφελούντων οὔτε βλαπτόντων, τῶν δέ, ὡς οὗτος, αὐθαδειαζομένων ἀνατρεπόντων τὰς πόλεις ἐγὼ τὴν διὰ μέσου τῆς πολιτείας ὁδὸν τραπόμενος οὔθʼ οὕτως ἄτολμος ὡς ἃ δεῖ μὴ λέγειν, αἰσχρὸν γάρ, οὔθʼ οὕτως ἰταμὸς ὡς ἃ μὴ δεῖ λέγειν, σφαλερὸν γὰρ τοῖς ὅλοις, δημηγορῶν δὲ αὐτὰ τὰ καίρια καὶ τὴν ἐφʼ ἑκάτερα τῶν προειρημένων ἀμετρίαν ἐκπεφευγώς, τῶν μὲν τὴν ἀργίαν, τοῦ δὲ τὴν περιεργίαν, αὐτοῦ μοι δοκῶ τετυχηκέναι τοῦ καλοῦ, ὃ ἐπὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων ἐν μέσῳ τῆς τῶν ἐσχάτων ὑπερβολῆς ἵσταται. ὁ δὲ τὴν εὐβουλίαν εὐλάβειαν καλεῖ καὶ τὸν λογισμὸν ὡς ὄκνον κακίζει καὶ τὴν μὲν ἀπόνοιαν ὡς ἀνδρείαν ὑποκορίζεται, τὸ δὲ ἀσφαλὲς ὡς δειλίαν μέμφεται οὐκ εἰδὼς ὅτι οὐδαμοῦ τὸ ῥιψοκίνδυνον ἀρετή. μηδʼ ὅσα τόλμης εἶναι δοκεῖ, οἷον ναυτιλία καὶ πόλεμος, μήτε κυβερνήτης φιλονεικείτω πρὸς ἐναντία πνεύματα μηδὲ ναυμαχείτω τοῖς κύμασιν ἐξὸν τὰς νομίμους ὥρας ἀναμένειν καὶ τὰ δεξιὰ πνεύματα, σώζει γὰρ οὕτως τήν τε ναῦν καὶ τοὺς ἐν αὐτῇ πλέοντας, μήτε στρατηγὸς παραβαλλέσθω ῥᾳδίως τῷ στρατοπέδῳ μηδὲ ἀκαίρως ἀναρριπτείτω περὶ τῶν ὅλων, ὅπου κρεῖττον ἄνευ μάχης. στρατιώτου μὲν γάρ ἐστι καὶ τούτου μισθωτοῦ προΐεσθαι ῥᾳδίως αὑτόν, στρατηγοῦ δὲ καὶ δημαγωγοῦ τὸ σὺν ἀσφαλείᾳ σκοπεῖν. τίς ἀπώλεσε τοὺς ἐν Ἀμφιπόλει; τὸ Κλέωνος ἀλόγιστον θράσος. τίς τοὺς ἐν Σικελίᾳ; θρασυνόμενος Ἀλκιβιάδης. εἰ δὲ Νικίᾳ τῷ προορῶντι τὸ μέλλον ἐπείσθησαν, οὐκ ἂν ταῦτα ἐπέπρακτο. δεῖ γὰρ καὶ μάντιν εἶναι τὸν ῥήτορα καὶ τοῦ καθʼ αὑτὸν ἀσφαλοῦς ἐπιμελεῖσθαι· καὶ γὰρ τὸ κοινὸν οὕτω βούλοιτʼ ἂν ὀρθοῦσθαι, ὅταν τοῦ καθʼ αὑτὸν μέρους φαίνηται προνοούμενος. οὐκ ἄν, εἰ τοῖς προμηθέσι δημαγωγοῖς ἐπείθοντο, τοιαύταις γνώμαις ἐχρήσαντο. νῦν δὲ Ὑπέρβολοι καὶ Κλεοφῶντες, ὅμοιοι τούτῳ ῥήτορες, μήτε τὸ κοινὸν ἀκίνδυνον μήτε τὸ καθʼ αὑτοὺς ἐννοοῦντες ἐξήγαγον εἰς ἐκεῖνα τὰ πράγματα τὴν πόλιν. στρατηγῷ μὲν ἴσως δεῖ καὶ θράσους, ὁ δὲ ῥήτωρ ἐν τῷ βέλτιον ἑτέρου προβουλεύειν· οὐ γὰρ ἐν τοῖς ὅπλοις, ἀλλʼ ἐν τοῖς τοῦ συμφέροντος λογισμοῖς ἡ τέχνη. ὁ δὲ ἀφʼ ὧν κίνδυνον αὐτὸς ἂν ἔχοι μὴ προειδὼς σχολῇ γʼ ἂν τὸ ὑμῖν ἀσφαλὲς σκέψαιτο. οὕτως εἰ μὲν αὑτῷ τε κινδύνους ἐπάγεται καὶ μή, κριθείη ἂν διʼ αὐτὸν ἡ πόλις πᾶσα περὶ σωτηρίας· ἐγὼ δὲ οὔτε ἐμαυτὸν οὔτε τὸ δημόσιον οὐδαμοῦ σφήλας τῷ ἀναμαρτήτῳ τὸ ἀναίτιον ἐκτησάμην.

Προδείξατε δέ, ποίους τινὰς τοὺς πολιτευομένους εἶναι βούλεσθε, προμηθεῖς, ἀσφαλεῖς, ἐκλελογισμένους ἃ χρὴ πράττειν, ἢ θρασεῖς, ἀπερισκέπτους, ἐν αὐτοῖς σχεδιάζοντας τοῖς δημοσίοις. ὧν γὰρ τὰ ἆθλα, ταῦτα πάντες ἀσκοῦσιν. οὐχ ἱκετεύω περὶ τῆς δωρεᾶς, ὅπερ οὗτος ἐν τοῖς δικαστηρίοις. ὅπου γὰρ οὐ περὶ τύχης, ἀλλὰ περὶ τιμῆς ὁ λόγος, οὐκ ἐλέῳ χρὴ τὴν εὔνοιαν, ἀλλὰ τῷ δικαίῳ πορίζεσθαι. ἓν δὲ εἰπὼν καταβήσομαι· τὴν μὲν τούτου δωρεάν, ἣν ἂν αἰτήσῃ, πάντως τις γράψεται, τί οὖν βούλεσθε πράγματα ἔχειν; τὴν δὲ ἐμὴν οὐδείς, ὅτι μηδὲ ἐμέ.