Περὶ ἀριθμητικῆς
Αἰσχύλου ἐκ Προμηθέως. Ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτʼ ἀνθεμώδους ἦρος, οὔτε καρπίμου θέρους βέβαιον· ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν ἔπραττον, ἔς τε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους ὁδούς, ἀριθμὸν εὑρών, ἔξοχον σοφισμάτων. ἔπειτα πάσης Ἑλλάδος καὶ ξυμμάχων βίον διῴκησʼ ὄντα πρὶν πεφυρμένον θηρσίν θʼ ὅμοιον· πρῶτα μὲν τὸν πάνσοφον ἀριθμὸν εὕρηκʼ ἔξοχον σοφισμάτων. .............
Πλουτάρχου.
Ὅτι καὶ τὴν περὶ τοὺς ἀριθμοὺς θεωρίαν Ὅμηρος ἠπίστατο, τοὺς μὲν ἐχθροὺς καὶ πολεμίους ἀναρσίους προσαγορεύων, ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου· τὸν δὲ ἵλεω καὶ φιλικὸν ἄρθμιον· ἤκαχε Θεσπρωτούς, οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· καὶ πάλιν· ᾖ μὲν ἐμαρνάσθην ἔριδος περὶ θυμοβόροιο· ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε· ἀναρμοστίαν μὲν τὴν ἔχθραν ἡγούμενος, ἁρμονίαν δὲ τὴν φιλίαν· τὸ γὰρ ἄρθμιον ἐναρμόνιόν ἐστιν, ἅτε δὴ πάσης ἁρμονίας ἐν λόγοις ἀριθμῶν τὴν γένεσιν ἐχούσης.
Ἡ μονὰς γονὴ ὑπὸ Τιμαίου τοῦ Λοκροῦ προσαγορεύεται, ὡς ἄρχουσα τῆς τῶν ἀριθμῶν γενέσεως.
Τοῦ περισσοῦ καὶ ἀδιαιρέτου λόγου Ἀριστοτέλης ἀπεφήνατο πρῶτον καὶ ἀμέριστον εἶδος τὸ ἕν· κατὰ δὲ τὴν τούτου ποίησιν εἰδοποιουμένη μονὰς ἀρχὴ καὶ στοιχεῖον τῶν ἀριθμῶν.
Φιλολάου.
Θεωρὲν δεῖ τὰ ἔργα καὶ τὰν ἐσσίαν τῶ ἀριθμῶ κὰττὰν δύναμιν ἅ τις ἐντὶ ἐν τᾷ δεκάδι. Μεγάλα γὰρ καὶ παντελὴς καὶ παντοεργὸς καὶ θείω καὶ ὠρανίω βίω καὶ ἀνθρωπίνω ἀρχὰ καὶ ἁγεμὼν κοινωνοῦσα ... δύναμις ἁ τᾶς δεκάδος. Ἄνευ δὲ ταύτας πάντʼ ἄπειρα καὶ ἄδηλα καὶ ἀφανῆ.
Κανονικὰ γὰρ ἁ φύσις ἁ τῶ ἀριθμῶ καὶ ἁγεμονικὰ καὶ διδασκαλικὰ τῶ ἀπορουμένω παντὸς καὶ ἀγνοουμένω παντί. Οὐ γὰρ ἦς δῆλον οὐδενὶ οὐδὲν τῶν πραγμάτων, οὔτε αὐτῶν ποθʼ αὑτά, οὔτε ἄλλω ποτʼ ἄλλο, αἰ μὴ ἦς ἀριθμὸς καὶ ἁ τούτω ἐσσία. Νῦν δὲ οὗτος κὰττὰν ψυχὰν ἁρμόσδων αἰσθήσι πάντα γνωστὰ καὶ ποτάγορα ἀλλάλοις κατὰ γνώμονος φύσιν ἀπεργάζεται, σωματῶν καὶ σχίζων τὼς λόγως χωρὶς ἑκάστως τῶν πραγμάτων, τῶν τε ἀπείρων καὶ τῶν περαινόντων.
Ἴδοις δέ κα οὐ μόνον ἐν τοῖς δαιμονίοις καὶ θείοις πράγμασι τὰν τῶ ἀριθμῶ φύσιν καὶ τὰν δύναμιν ἰσχύουσαν, ἀλλὰ καὶ ἐν τοῖς ἀνθρωπικοῖς ἔργοις καὶ λόγοις πᾶσι παντᾶ καὶ κὰττὰς δαμιουργίας τὰς τεχνικὰς πάσας καὶ κὰττὰν μουσικάν.
Ψεῦδος δὲ οὐδὲν δέχεται ἁ τῶ ἀριθμῶ φύσις, οὐδὲ ἁρμονία, οὐδὲ γὰρ οἰκεῖον αὐτοῖς ἐντι.
Τᾶς τῶ ἀπείρω καὶ ἀνοάτω καὶ ἀλόγω φύσιος τὸ ψεῦδος καὶ ὁ φθόνος ἐντί. Ψεῦδος δὲ οὐδαμῶς ἐς ἀριθμὸν ἐμπιτνεῖ, πολέμιον γὰρ καὶ ἐχθρὸν τᾷ φύσι τὸ ψεῦδος, ἁ δʼ ἀλάθεια οἰκεῖον καὶ σύμφυτον τᾷ τῶ ἀριθμῶ γενεᾷ. Καὶ τὰ ἐν τᾷ σφαίρᾳ σώματα πέντε ἐντί· τὰ ἐν τᾷ σφαίρᾳ, πῦρ, ὕδωρ καὶ γᾶ καὶ ἀήρ, καὶ ὁ τᾶς σφαίρας ὁλκὰς πέμπτον.
Ἐκ τῶν Ἀρχύτου διατριβῶν.
Καὶ δοκέει ἁ λογιστικὰ ποτὶ τὰν ἄλλαν σοφίαν τῶν μὲν ἄλλων τεχνῶν κὰπ πολὺ διαφέρεν, ἀτὰρ καὶ τᾶς γαμετρικᾶς ἐναργεστέρως πραγματεύεσθαι ἃ θέλει. καὶ ἃς ἐκλείπει αὖ ἁ γαμετρικὰ ἀποδείξιας, ἁ λογιστικὰ ἐπιτελέει καὶ ὁμῶς, αἰ μὴν εἰδέων ἐντὶ ἁ πραγματεία, καὶ τὰ ἐπὶ τοῖς εἴδεσιν.
Βουθήρου περὶ ἀριθμῶν.
Ἀριθμὸς ἐκ μονάδων σύγκειται .... ὅπερ ἐστὶν ἀρχὴ τῶν ὄντων καὶ νοητῶν μέτρον καὶ ἀσύνθετον καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ εἰλικρινές.
Τὸ ἓν χωρὶς τῶν ἄλλων ἐστὶ καὶ αὐτὸ καθʼ ἑαυτὸ καὶ ἀρχὴ καὶ πρώτη φύσις καὶ μαθεῖν ἔστιν αὐτὸ μηδʼ ἄλλο τι διορισαμένους.
..... μόνον ἐστὶν εἰλικρινὲς αὐτό τε ἑαυτὸ δηλοῦν.
Ὁ περισσὸς τοῦ ἀρτίου τελεώτερός ἐστιν. ὃ μὲν γὰρ ἀρχὴν καὶ τέλος καὶ μέσον ἔχει, ὃ δὲ τοῦ μέσου στερεῖται. Καὶ ὃ μέν, ὁπόταν γεννῶνται ἀνὰ λόγον καὶ πρὸς μονάδας, ταῖς αὑτοῦ χώραις καταλαμβάνει τὰς ταῖς γραμμαῖς περιεχομένας· ὃ δʼ ἐν οἰκείᾳ μὲν γινόμενος οὐδέποτε περαίνεται, ὅταν δʼ ἐν περισσῇ γένηται, αὐτός τε πέρατος τυγχάνει καὶ τὴν πλευρὰν λόγον ἔχουσαν ἴσχει.
Τὸ ἓν οὐσία καὶ φύσις καὶ νοῦς καὶ μήνυμα· ἀρχὴν γὰρ καὶ μέσον καὶ πέρας ἔχον ἐστί· καὶ τὰ ἄλλα δὲ τούτου μετείληφεν ἃ ἔστι καὶ νοεῖται τῇ τούτου φύσει ἕκαστον ἀπὸ τῶν ἄλλων εἰλικρινούμενον καὶ εἰκών τε καὶ εἴδωλα τοῦ ἑνὸς γιγνόμενα.
Ἐκ τῶν Ἀριστοξένου περὶ ἀριθμητικῆς.
Τὴν δὲ περὶ τοὺς ἀριθμοὺς πραγματείαν μάλιστα πάντων τιμῆσαι δοκεῖ Πυθαγόρας καὶ προαγαγεῖν εἰς τὸ πρόσθεν, ἀπαγαγὼν ἀπὸ τῆς τῶν ἐμπόρων χρείας, πάντα τὰ πράγματα ἀπεικάζων τοῖς ἀριθμοῖς. Τά τε γὰρ ἄλλα ἀριθμὸς ἔχει καὶ λόγος ἐστὶ πάντων τῶν ἀριθμῶν πρὸς ἀλλήλους. Αἰγύπτιοι δὲ Ἑρμοῦ φασὶν εὕρημα, ὃν καλοῦσι Θώθ· οἳ δὲ ἐκ τῶν θείων περιφορῶν ἐπινοηθῆναι. Μονὰς μὲν οὖν ἐστιν ἀρχὴ ἀριθμοῦ, ἀριθμὸς δὲ τὸ ἐκ τῶν μονάδων πλῆθος συγκείμενον. Τῶν δὲ ἀριθμῶν ἄρτιοι μέν εἰσιν οἱ εἰς ἴσα διαιρούμενοι, περισσοὶ δὲ οἱ εἰς ἄνισα καὶ μέσον ἔχοντες. Οὕτως ἐν περισσαῖς ἡμέραις αἱ κρίσεις τῶν νοσημάτων γίνεσθαι δοκοῦσι καὶ αἱ μεταβολαί, ὅτι ὁ περισσὸς καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον ἔχει, ἀρχῆς καὶ ἀκμῆς καὶ παρακμῆς ἐχόμεναι.
Πλάτωνος ἐκ τοῦ εʹ τῶν Νόμων.
Καὶ κοινῷ λόγῳ νομίσαντα πρὸς πάντα εἶναι χρησίμους τὰς τῶν ἀριθμῶν διανομὰς καὶ ποικίλσεις, ὅσα τε αὐτοὶ ἐν ἑαυτοῖς ποικίλλονται καὶ ὅσα ἐν μήκεσι παρέχονται καὶ ἐν βάθεσι ποικίλματα καὶ δὴ καὶ ἐν φθόγγοις καὶ κινήσεσι, ταῖς τε κατὰ τὴν εὐθυπορίαν τῆς ἄνω καὶ κάτω φορᾶς καὶ τῆς κύκλῳ περιφορᾶς. πρὸς γὰρ ταῦτα πάντα δεῖ βλέψαντα τόν γε νομοθέτην προστάττειν πᾶσι τοῖς πολίταις εἰς δύναμιν τούτων μὴ ἀπολείπεσθαι τῆς συντάξεως. πρός τε γὰρ οἰκονομίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τὰς τέχνας πάσας, ἓν οὐδὲν οὕτω δύναμιν παρέχει παιδείας μάθημα μεγάλην, ὡς ἡ περὶ τοὺς ἀριθμοὺς διατριβή. τὸ δὲ μέγιστον, ὅτι τὸν νυστάζοντα καὶ ἀμαθῆ φύσει ἐγείρει καὶ εὐμαθῆ καὶ μνήμονα καὶ ἀγχίνουν ἀπεργάζεται παρὰ τὴν αὑτοῦ φύσιν ἐπιδιδόντα θείᾳ τέχνῃ.
Ἐκ τῶν Μοδεράτου Πυθαγορείου.
Ἔστι δὲ ἀριθμός, ὡς τύπῳ εἰπεῖν, σύστημα μονάδων, ἢ προποδισμὸς πλήθους ἀπὸ μονάδος ἀρχόμενος καὶ ἀναποδισμὸς εἰς μονάδα καταλήγων. Μονάδες δὲ περαίνουσι ποσότηθʼ, ἥ τις μειουμένου τοῦ πλήθους κατὰ τὴν ὑφαίρεσιν παντὸς ἀριθμοῦ στερηθεῖσα μονήν τε καὶ στάσιν λαμβάνει· περαιτέρω γὰρ ἡ μονὰς τῆς ποσότητος οὐκ ἰσχύει ἀναποδίζειν· ὥστε μονὰς ἤτοι ἀπὸ τοῦ ἑστάναι καὶ κατὰ ταὐτὰ ὡσαύτως ἄτρεπτος μένειν, ἢ ἀπὸ τοῦ διακεκρίσθαι καὶ παντελῶς μεμονῶσθαι τοῦ πλήθους εὐλόγως ἐκλήθη.
Τινὲς τῶν ἀριθμῶν ἀρχὴν ἀπεφήναντο τὴν μονάδα, τῶν δὲ ἀριθμητῶν ἀρχὴν τὸ ἕν. Τοῦτο δὲ σῶμα τεμνόμενον εἰς ἄπειρον· ὥστε τὰ ἀριθμητὰ τῶν ἀριθμῶν ταύτῃ διαλλάττειν, ᾗ διαφέρει τὰ σώματα τῶν ἀσωμάτων. Εἰδέναι δὲ καὶ τοῦτο χρή, ὅτι τῶν ἀριθμῶν εἰσηγήσαντο τὰς ἀρχὰς οἱ μὲν νεώτεροι τήν τε μονάδα καὶ τὴν δυάδα, οἱ δὲ Πυθαγορικοὶ πάσας παρὰ τὸ ἑξῆς τὰς τῶν ὅρων ἐκθέσεις, διʼ ὧν ἄρτιοί τε καὶ περιττοὶ νοοῦνται.
Πλουτάρχου.
Πυθαγόρας πλείστῃ σπουδῇ περὶ τοὺς ἀριθμοὺς ἐχρήσατο, τάς τε τῶν ζῴων γενέσεις ἀνῆγεν εἰς ἀριθμοὺς καὶ τῶν ἀστέρων τὰς περιόδους Ἔτι δὲ τοῖς θεοῖς ἀπεικάζων ἐπωνόμαζεν, ὡς Ἀπόλλωνα μὲν τὴν μονάδα οὖσαν, Ἄρτεμιν δὲ τὴν δυάδα ..... τὴν δὲ ἑξάδα Γάμον καὶ Ἀφροδίτην, τὴν δὲ ἑβδομάδα Καιρὸν καὶ Ἀθηνᾶν, Ἀσφάλειον δὲ Ποσειδῶνα τὴν ὀγδοάδα καὶ τὴν δεκάδα Παντέλειαν. Αὐτοῦ δὲ πάλιν τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον ἀτελῆ, πλήρη δὲ καὶ τέλειον ἀπέφηνε τὸν περιττόν, ὅτι μιγνύμενός τε πρὸς τὸν ἄρτιον ἀεὶ ποιεῖται ἐπικρατεῖν τὸν ἐξ ἀμφοῖν περισσόν, αὑτῷ τε πάλιν συντιθέμενος γεννᾷ τὸν ἄρτιον, ὁ δʼ ἄρτιος οὐδέποτε τὸν περισσόν, ὡς οὐ γόνιμος ὢν οὐδὲ ἔχων δύναμιν ἀρχῆς· ὥστε ἐν τῷ διαιρεῖσθαι δίχα πολλοὶ τῶν ἀρτίων εἰς περισσοὺς τὴν ἀνάλυσιν λαμβάνουσιν, ὡς ὁ ἓξ καὶ ὁ δέκα, τῶν δὲ περισσῶν εἰς ἀρτίους οὐθείς· ἀδιαίρετον γὰρ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον εἰς ἕτερα· τοῖς δὲ ἄλλοις εἰς τὰ αὐτὰ πᾶσιν αἱ διαλύσεις. Ἔτι δὲ τῇ μονάδι τῶν ἐφεξῆς περισσῶν γνωμόνων περιτιθεμένων ὁ γινόμενος ἀεὶ τετράγωνός ἐστι· τῶν δὲ ἀρτίων ὁμοίως περιτιθεμένων ἑτερομήκεις καὶ ἄνισοι πάντες ἀποβαίνουσιν, ἴσος δὲ ἰσάκις οὐδείς. Καὶ μὴν εἰς δύο διαιρουμένων ἴσα τοῦ μὲν περισσοῦ μονὰς ἐν μέσῳ περίεστι, τοῦ δὲ ἀρτίου κενὴ λείπεται χώρα καὶ ἀδέσποτος καὶ ἀνάριθμος, ὡς ἂν ἐνδεοῦς καὶ ἀτελοῦς ὄντος. Περὶ δὴ τοῦ κοινοῦ λόγου τῶν ἀριθμῶν τοῦτον διέξεισι τὸν τρόπον.
Ὅτι θεὸς δημιουργὸς τῶν ὄντων καὶ διέπει τὸ ὅλον τῶι τῆς προνοίας λόγωι καὶ ποίας οὐσίας ὑπάρχει.
Θεοδέκτου. Ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι πρέπον.
Εὐριπίδου Ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδʼ ἡγοῦ θεόν.
Ἀράτου. Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν ἄρρητον, μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν, ὁ δʼ ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
Ὁμήρου Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅππως κεν ἐθέλῃσιν, ὁ γὰρ κάρτιστος ἁπάντων.
Ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος.
Ζεὺς πάντων αὐτὸς φάρμακα μοῦνος ἔχει.
Ὁμήρου. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν ἑκάστῳ.
Ὁμήρου. Ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν.
Σιμωνίδου. Οὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βροτός.
Μενάνδρου. Ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.
Κλεάνθους. Κύδιστʼ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί, Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος ἐσμέν, ἤχου μίμημα λαχόντες μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείδω. σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν, πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν ἀμφήκη, πυρόεντʼ, αἰειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἐρρίγασιν· ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι ................. ὡς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός, οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατʼ αἰθέριον θεῖον πόλον οὔτʼ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις· ἀλλὰ σὺ καὶ τὰ περισσά τʼ ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι, δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν. αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο, οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἳ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα ......... ἐπʼ ἄλλοτεν ἄλλα φέρονται, σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε, ἀνθρώπους μὲν ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πατήρ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶς, ὄφρʼ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ, ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
Θεοῦ θέλοντος εὖ τὰ πάντα γίγνεται.
Τί δʼ οὐ γένοιτʼ ἂν θεοῦ γʼ ἐφιέντος τύχῃ;
Σοφοκλέους. Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα.
Ζεὺς ἔσθʼ ὁ πέμπων τὴν ἐφήμερον τροφήν.
Ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει.
Θείᾳ προνοίᾳ πάντʼ ἐγέννησεν φύσις.
Θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας.
Ὁμήρου. Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοί τʼ ἐλθόντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
Ὁμήρου. Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
Πάντῃ πάρεστι καὶ βλέπει πάντῃ θεός.
Εὐριπίδου. Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν, οὐδʼ εἰς τὸ μεῖζον ἦλθε, τὰς θνητῶν δʼ ἐγὼ χαίρειν κελεύω θεῶν ἄτερ προμηθίας.
Ἀρχιλόχου. Τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε, Λεπτίνεω πάι, γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἐφʼ ἡμέρην ἄγῃ.
Εὐριπίδου Θυέστῃ. Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
Θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί.
Καὶ τἀμπλακήματʼ ἔρχεται θεὸς μέτα, ὅθεν λαβόντες οἱ κακῶς πεπραγότες ἱκετηρίαν ἀπῆλθον ἐκ δυσπραξίας.
Νῦν οὐκέτι μοι δίχα θυμός, ἀλλὰ σαφὴς φάτις ἔσθʼ, ὅτι πάντα βροτοῖς Ζεὺς ἐπικάρσια τέμνει, καθελὼν μὲν δοκέοντʼ, ἀδόκητον δʼ ἐξαείρων.
Ὀρφέως. Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα τέτυκται· Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη, Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος· Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων· ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ· καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν Ζηνὸς μεγάλῳ τάδε σώματι κεῖται· τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται· ταύρεα δʼ ἀμφοτέρωθε δύο χρύσεια κέρατα ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων ὄμματα δʼ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη· οὖς δέ οἱ ἀψευδὲς βασιλήϊον ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν αὐδὴ οὐδʼ ἐνοπὴ οὐδὲ κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα· σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ἄτρομον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθʼ, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτωρ ὀρέων τʼ αἰπεινὰ κάρηνα, μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι, τάρταρά τʼ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. πάντα δʼ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ῥέζων. ...................
Τί πότʼ ἐστὶ θεός; νοῦς. τί δὲ νοῦς ἐστι; φρόνησις. Ζῆνα δὲ σὺ νόμιζε τοῦτον, ὅθεν ἔχομεν ἀεὶ τὸ ζῆν.
Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτων.
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν. Ζεὺς δὲ καὶ ὁ θεός, καθὸ νοῦς ἀφʼ οὗ προφέρεται πάντα, ὅτι δημιουργεῖ τοῖς νοήμασιν.
Χρυσίππου.
Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι δεδωκέναι τὸ ζῆν. Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων ἐστὶν αἴτιος καὶ διʼ αὐτὸν πάντα.
Πλάτωνος ἐκ τοῦ Κρατύλου.
Οἳ μὲν γὰρ Ζῆνα, οἳ δὲ Δία καλοῦσι· συντιθέμενα δὲ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν, ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων.
Φημὶ κατʼ ἀμφοτέρων λέγεσθαι τοῦ θεοῦ τὸ ὄνομα τοῦ τε δημιουργοῦ καὶ τοῦ κόσμου. Καί μοι δοκῶ πρῶτα κατὰ νόμους τοὺς ἐμαυτοῦ Πλάτωνι χρήσεσθαι μάρτυρι τῆς τοιαύτης δόξης. Πλάτων γάρ τοι καὶ αὐτὸς Δία μὲν καλεῖ τὸν δημιουργὸν τῶν ἁπάντων, θεὸν δὲ καὶ τόνδε τὸν κόσμον. Τὸν μὲν δημιουργὸν τρόπῳ τοιῷδε· ἐπειδὰν ἐν Φαίδρῳ περὶ τῆς τοῦ παντὸς φορᾶς διαλέγηται, τάδε φησὶ περὶ τοῦ μεγάλου Διός· «Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δʼ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων.» Οἶμαι σαφὴς ἐν τούτοις ὑπάρχει μνημονεύσας τοῦ ποιητοῦ τῶν ἁπάντων· καὶ γὰρ ἀνέθηκεν αὐτῷ τὴν ἀκολουθίαν τῶν περὶ τὸν κόσμον θεῶν· ἔφη γοῦν ἕπεσθαι τῇ ἐκείνου προνοίᾳ τοὺς στρατιώτας θεούς· στρατιώτας δὲ ἐκάλεσε τοὺς τῇδε θεούς, οἳ τοῦδε τοῦ πολέμου τῆς γενέσεως στρατηγοῦσιν. Ὁμοίως Ὀνάτας ὁ Πυθαγόρειος ἐπεμνήσθη τοῦ τε δημιουργοῦ καὶ τῶν ἑπομένων τούτῳ θεῶν, λέγων οὕτως· «τοὶ δʼ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγόν.» Κατὰ ταὐτὰ δὲ Πλάτων ἀμφοτέρων ἐπεμνήσθη ἐν τῇ πρὸς Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ· τὸν γὰρ δημιουργὸν ἡγεμόνα πάντων τῶν θεῶν εἶπε, τῶν τε ὄντων καὶ τῶν μελλόντων. Μέλλοντας δὲ ἴσμεν θεοὺς τοὺς ἀεὶ γενητούς, τουτέστι συναπτομένους ποτὲ σώμασι. Ἐν δὲ τῷ Τιμαίῳ χωρίσας τοῦ πλήθους τοὺς θεοὺς ἑνικῶς διὰ τοῦ οἰκητηρίου τοῦ κόσμου τοὺς πάντας ὠνόμασεν· «οὗτος» γὰρ ἔφη, «ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεόν»· δῆλος γὰρ ὁ μὲν λογιζόμενος θεὸς ὁ δημιουργὸς ὤν, ὁ δὲ ἐσόμενος καὶ γιγνόμενος αἰεὶ ὁ κόσμος λεγόμενος. Ὡσαύτως δὲ καὶ Ὅμηρος· Ζεὺς γὰρ ἐπʼ ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο. δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται οὐλυμπόνδε. Περὶ τοῦ κατὰ τὸν κόσμον Διὸς ταυτὶ λέλεκται· οἵ τε γὰρ θεοὶ ἅμα πάντες εἵποντο, τὸ δὲ πλῆθος τῶν θεῶν ἔργον ἐστὶ τοῦ δημιουργοῦ ἅμα τῷ κόσμῳ γενόμενον. Ὁπόταν δὲ εἰς τὸν Ὄλυμπον ἀφίκωνται, δηλοῦσι καὶ τὴν διαφοράν, ἑτέρου λεγομένου Διὸς τοῦ κεχωρισμένου τῶν θεῶν. Ἡ γοῦν Θέτις εἰς μὲν τὸν Ὄλυμπον ἧκε — χρῆν γὰρ τὴν ποίησιν ἐκτελεῖν τὸ μύθευμα· εὗρε δὲ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. Τὴν μέντοι δωδεκάτην ἀκουστέον τῆς ἐπανόδου τῶν θεῶν, ὁπόταν ὑπερβάντες τὰ δώδεκα ζῴδια ἐπὶ τῷ νώτῳ γένωνται τοῦ οὐρανοῦ, στάντας δὲ αὐτοὺς ἐκεῖσε περιάγῃ ἡ περιφορά· λόγος γὰρ ὁ αὐτὸς ψυχῶν καὶ θεῶν.
Θαλῆς ἐρωτηθείς. Τί πρεσβυτάτων τῶν ὄντων; ἀπεκρίνατο· Θεός, ἀγέννητον γάρ.
Σωκράτης ἐρωτηθείς, Τί θεός; εἶπε· Τὸ ἀθάνατον καὶ ἀίδιον.
Ἑρμῆς ἐρωτηθείς, Τί θεός; εἶπεν· Ὁ τῶν ὅλων δημιουργός, σοφώτατος νοῦς καὶ ἀίδιος.
Θαλῆς νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμψυχον ἅμα καὶ δαιμόνων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ.
Ἀναξίμανδρος ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς.
Ἀναξιμένης τὸν ἀέρα. δεῖ δʼ ὑπακούειν ἐπὶ τῶν οὕτως λεγομένων τὰς ἐνδιηκούσας τοῖς στοιχείοις ἢ τοῖς σώμασι δυνάμεις.
Ἀρχέλαος ἀέρα καὶ νοῦν τὸν θεόν, οὐ μέντοι κοσμοποιὸν τὸν νοῦν.
Ἀναξαγόρας νοῦν κοσμοποιὸν τὸν θεόν.
Δημόκριτος νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ.
Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν.
Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις καὶ αὐτὸς ὁ νοῦς, τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος.
Ποσειδώνιος πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν.
Σπεύσιππος τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δέ.
Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπʼ αἰθέρος ἀπαθοῦς.
Ἡράκλειτος τὸ περιοδικὸν πῦρ ἀίδιον, εἱμαρμένην δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων.
Ζήνων ὁ Στωικὸς νοῦν κόσμου πύρινον.
Μνήσαρχος τὸν κόσμον, τὴν πρώτην οὐσίαν ἔχοντα ἀπὸ πνεύματος.
Βόηθος τὸν αἰθέρα θεὸν ἀπεφήνατο.
Παρμενίδης τὸ ἀκίνητον καὶ πεπερασμένον σφαιροειδές.
Μέλισσος καὶ Ζήνων τὸ ἓν καὶ πᾶν καὶ μόνον ἀίδιον καὶ ἄπειρον.
Ἐμπεδοκλῆς τὸν σφαῖρον καὶ τὸ ἕν, καὶ τὸ μὲν ἓν τὴν ἀνάγκην, ὕλην δὲ αὐτοῦ τὰ τέσσαρα στοιχεῖα, εἴδη δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν. Λέγει δὲ καὶ τὰ στοιχεῖα θεοὺς καὶ τὸ μῖγμα τούτων τὸν κόσμον καὶ προσταναλυθήσεται τὸ μονοειδές· καὶ θείας μὲν οἴεται τὰς ψυχάς, θείους δὲ καὶ τοὺς μετέχοντας αὐτῶν καθαροὺς καθαρῶς.
Πολέμων τὸν κόσμον θεὸν ἀπεφήνατο.
Ξενοκράτης Ἀγαθήνορος Καλχηδόνιος τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς ἔχουσαν τάξιν, ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δὲ ὡς θήλειαν μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λήξεως ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. Θεὸν δʼ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις Ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους. Ἀρέσκει δὲ καὶ αὐτῷ ... καὶ ἐνδιήκειν τοῖς ὑλικοῖς στοιχείοις. Τούτων δὲ τὴν μὲν διὰ τοῦ ἀέρος προσγείου Ἅιδην προσαγορεύει, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητραν. Ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφρακεν.
Πλάτων δὲ τὸ ἕν, τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὄν, τἀγαθόν. Πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. Νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τὸ δὲ χωριστὸν ἀκουέσθω τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ τῶν σωματικῶν συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ τῆς φύσεως συμπαθές. Τούτου δὲ πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔκγονα νοητὰ μέν, ὅ τε νοητὸς λεγόμενος κόσμος καὶ αἱ ἰδέαι, παραδείγματα δʼ ἐστὶ τοῦ ὁρατοῦ κόσμου, πρὸς δὲ τούτοις ἐναιθέριοί τινες δυνάμεις, — λόγοι δʼ εἰσὶν ἀσώματοι, — καὶ ἔμπυροι καὶ ἐναέριοι καὶ ἔνυδροι, αἰσθητὸς δὲ ἥλιος, σελήνη, ἀστέρες, γῆ καὶ ὁ περιέχων πάντα κόσμος.
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστόν, ὁμοίως Πλάτωνι, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον.
Οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἅπαντα καθʼ εἱμαρμένην γίνεται. Καὶ πνεῦμα μὲν ἐνδιῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διʼ ὅλης τῆς ὕλης, διʼ ἧς κεχώρηκε, παραλλάξαν, θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· ἀνωτάτω δὲ πάντων νοῦν ἐναιθέριον εἶναι θεόν.
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. Ὁ δʼ αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον, τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.
Ἑρμοῦ ἐκ τοῦ Κρατῆρος.
Τοιοῦτο γάρ ἐστι τὸ σῶμα ἐκείνου, οὐχ ἁπτὸν οὐδὲ ὁρατὸν οὐδὲ μετρητὸν οὐδὲ διαστατὸν οὐδʼ ἄλλῳ τινὶ σώματι ὅμοιον. Οὔτε γὰρ πῦρ ἐστιν οὔτε ὕδωρ οὔτε ἀὴρ οὔτε πνεῦμα, ἀλλὰ πάντα ἀπʼ αὐτοῦ. Ἀγαθὸς γὰρ ὤν, μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι ἠθέλησε, καὶ τὴν γῆν κοσμῆσαι.
Ἡρακλέους κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν, πετροβάτα τε θεοῦ, Πανὸς νομίοιο βρυάκτα, θείω ἰατῆρός τʼ Ἀσκληπιοῦ ὀλβιοδώτα, πρεσβίστας τε θεᾶς Ὑγιείας μειλιχοδώρου, ναυσί τʼ ἐπʼ ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶν, Κουρήτων θʼ, οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι, καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον, ἠδὲ Χρόνου παίδων Ὡρᾶν, αἳ πάντα φύοντι, Νυμφᾶν τʼ οὐρειᾶν, αἳ νάματα κάλʼ ἐφέποντι.
Ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι ἀφθίτοις ἀοιδαῖς.
Φιλήμονος. Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδʼ αὖ ποιήσων οὐδὲ πεφοιηκὼς πάλαι, οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὗτός εἰμʼ ἐγὼ Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. ἐγὼ δʼ ὃ θεοῦ ʼστιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθʼ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος οὗ μή ʼστιν ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ πάντʼ ἐξ ἀνάγκης οἶδε.
Ἀρριανοῦ Ἐπικτητείου ἐκ τῶν περὶ προνοίας.
Ἀφʼ ἑκάστου τῶν ἐν τῷ κόσμῳ γιγνομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἐὰν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ καὶ τὸ εὐχάριστον. Εἰ δὲ μή, ὃ μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, ὃ δʼ οὐκ εὐχαριστήσει ἐπʼ αὐτοῖς, οὐδʼ ἂν ἴδῃ. Χρώματα ὁ θεὸς εἰ πεποιήκει καὶ καθόλου πάντα τὰ ὁρατά, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος; — Οὐδʼ ὁτιοῦν. — Ἀλλʼ ἀνάπαλιν, εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα, οἷα ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος; — Οὐδέν. — Τί δʼ, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, φῶς δὲ μὴ πεποιήκει; — Οὐδʼ οὕτως τι ὄφελος. — Τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δʼ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸν κολεὸν καὶ τὸν κολεὸν πρὸς τὴν μάχαιραν; Οὐδείς; Καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δὲ εἰκῇ κατεσκευασμένον. Ἆρʼ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δὲ ὁρατὰ καὶ ὅρασις καὶ φῶς οὐκ ἐμφαίνει; Τὸ δʼ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ ἡ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις, οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην; Ἀλλὰ ταῦτα μὲν οὔπω· ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθʼ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπʼ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ διʼ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπʼ ἄλλων ἐπʼ ἄλλα τούτοις πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ μὴ ἀπολιπεῖν τὸν τεχνίτην; ἢ ἐξηγησάσθωσαν ἡμῖν, τί τὸ ποιοῦν ἐστι τούτων ἕκαστον, ἢ πῶς οἷόν τε τὰ οὕτως θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίγνεσθαι.
Τοῦ αὐτοῦ, Ὅτι πάντα ἐφορᾷ τὸ θεῖον.
Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπʼ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ; Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα; — Δοκεῖ, ἔφη. — Τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι; — Δοκεῖ μοι, ἔφη. — Πόθεν γὰρ οὕτως τεταγμένως, καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν ἀποβάλλειν, ἀποβάλλει, καὶ φυλλορροεῖν, φυλορροεῖ, καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφʼ ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται; Πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται; Ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δὲ αἱ ἡμετέραι οὐ πολὺ πλέον; Ἀλλʼ αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ, ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δὲ αὐτῶν κινήματος, ἅτε οἰκείου καὶ συμφυοῦς, ὁ θεὸς αἰσθάνεται; Ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα δὲ τοῖς μὲν συγκαταθετικῶς, τοῖς δὲ ἀνανευστικῶς ἢ ἐφεκτικῶς· τύπους τε τοσούτους ἀφʼ οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπʼ αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι, τέχνας τε ἄλλας ἐπʼ ἄλλαις καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις· ὁ δὲ θεὸς οὐχ οἷός τέ ἐστι πάντα ἐφορᾶν καὶ πᾶσι συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν; Ἀλλὰ φωτίζειν μὲν οἷός τέ ἐστιν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολείπειν, ὅσον οἷόν τε ἐπέχεσθαι ὑπὸ τῆς σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων, μέρος ὄντʼ αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δὲ οὐ δύναται πάντων αἰσθάνεσθαι;
Ἰαμβλίχου ἐκ τῆς πρὸς Ποιμένιον ἐπιστολῆς.
Οἱ θεοὶ τὴν εἱμαρμένην συνέχοντες διὰ παντὸς ἐπανορθοῦνται· ἡ δʼ ἐπανόρθωσις αὐτῶν ποτὲ μὲν ἐλάττωσιν κακῶν, ποτὲ δὲ παραμυθίαν, ἐνίοτε δὲ καὶ ἀναίρεσιν ἀπεργάζεται· ἀφʼ οὗ δὴ διακοσμεῖται ἡ εἱμαρμένη τοῖς ἀγαθοῖς, διακοσμουμένη δὲ οὐχ ὑποφαίνεται πᾶσα πρὸς τὴν ἄτακτον φύσιν τῆς γενέσεως. Οὐκοῦν ἔτι μᾶλλον σῴζεται ἡ πεπρωμένη διὰ τῆς τοιαύτης ἐπανορθώσεως καὶ τὸ παρατρέπον αὐτῆς μένει κατὰ τὴν ἄτρεπτον τῶν θεῶν ἀγαθότητα συνεχόμενον, διότι οὐκ ἐᾶται ὑπορρεῖν εἰς τὴν ἄτακτον πλημμέλειαν. Τούτων δὴ οὕτως ἐχόντων τό τε ἀγαθοειδὲς τῆς προνοίας τό τε αὐτεξούσιον τῆς ψυχῆς καὶ πάντα τὰ κάλλιστα διασῴζεται, τῇ βουλήσει τῶν θεῶν συνυπάρχοντα.
Ἀριστοτέλους ἐκ τῆς πρὸς Ἀλέξανδρον ἐπιστολῆς.
Καθόλου δὲ ὅπερ ἐν νηῒ μὲν κυβερνήτης, ἐν ἅρματι δὲ ἡνίοχος, ἐν χορῷ δὲ κορυφαῖος, ἐν στρατοπέδῳ δὲ ἡγεμών, τοῦτο θεὸς ἐν κόσμῳ, πλὴν καθόσον τοῖς μὲν καματηρὸν τὸ ἄρχειν πολυκίνητόν τε καὶ πολυμέριμνον, τῷ δὲ ἄλυπον ἄπονόν τε πάσης κεχωρισμένῳ σωματικῆς ἀσθενείας· ἐν ἀκινήτῳ γὰρ ἱδρυμένος δυνάμει πάντα κινεῖ καὶ περιάγει, ὅπου βούλεται καὶ ὅπως, ἐν διαφόροις ἰδέαις καὶ φύσεσιν· ὥσπερ ἀμέλει καὶ ὁ τῆς πόλεως νόμος ἀκίνητος ὢν ἐν ταῖς τῶν χρωμένων ψυχαῖς πάντα οἰκονομεῖ τὰ κατὰ τὴν πολιτείαν. Ἐφεπόμενοι γὰρ αὐτῷ δηλονότι ἐξίασιν ἄρχοντες μὲν εἰς τὰ ἀρχεῖα, θεσμοθέται δὲ εἰς τὰ οἰκεῖα δικαστήρια, βουλευταὶ δὲ καὶ ἐκκλησιασταὶ εἰς συνέδρια τὰ προσήκοντα· καὶ ὃ μὲν εἰς τὸ πρυτανεῖον βαδίζει διαιτησόμενος, ὃ δὲ πρὸς τοὺς δικαστὰς ἀπολογησόμενος, ὃ δὲ εἰς τὸ δεσμωτήριον ἀποθανούμενος. Γίνονται δὲ καὶ δημοθοινίαι νόμιμοι καὶ πανηγύρεις ἐνιαύσιαι, θεῶν τε θυσίαι καὶ ἡρώων θεραπεῖαι καὶ χοαὶ κεκμηκότων. Ἄλλα δʼ ἄλλως ἐνεργούμενα κατὰ μίαν πρόσταξιν ἢ νόμιμον ἐξουσίαν σῴζει τὸ τοῦ ποιήσαντος, ὅτι πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. Οὕτως ὑποληπτέον καὶ ἐπὶ τῆς μείζονος πόλεως, λέγω δὲ τοῦ κόσμου. Νόμος μὲν γὰρ ἡμῖν ἰσοκλινὴς ὁ θεός, οὐδεμίαν ἐπιδεχόμενος διόρθωσιν ἢ μετάθεσιν, κρείττων δʼ, οἶμαι, καὶ βεβαιότερος τῶν ἐν ταῖς κύρβεσιν ἀναγεγραμμένων. Ἡγουμένου δὲ ἀκινήτως αὐτοῦ καὶ ἐμμελῶς ὁ σύμπας οἰκονομεῖται διʼ αὐτοῦ διάκοσμος οὐρανοῦ τε καὶ γῆς, μεμερισμένος κατὰ τὰς φύσεις πάσας ὁμοίως διὰ τῶν οἰκείων σπερμάτων εἰς τὰ φυτὰ καὶ ζῷα κατὰ γένη τε καὶ εἴδη. Καὶ γὰρ ἄμπελοι καὶ φοίνικες καὶ περσέαι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι, ὥς φησιν ὁ ποιητής, τά τε ἄκαρπα μέν, ἄλλας δὲ παρεχόμενα χρείας, πλάτανοι καὶ πεῦκαι καὶ πύξοι, κλήθρη τʼ αἰγειρός τε καὶ εὐώδης κυπάρισσος, αἵ τε καρπὸν ὀπώρας ἡδύν, ἄλλως δὲ δυσθησαύριστον φέρουσαι, ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι, τῶν τε ζῴων τά τε ἄγρια καὶ ἥμερα, τά τʼ ἐν ἀέρι καὶ ἐπὶ γῆς καὶ ἐν ὕδατι βοσκόμενα γίνεταί τε καὶ ἀκμάζει καὶ φθείρεται τῷ τοῦ θεοῦ πειθόμενα θεσμῷ. Πᾶν γὰρ ἑρπετὸν πληγῇ νέμεται, ὥς φησιν Ἡράκλειτος
Εἷς δὲ ὢν πολυώνυμός ἐστι, κατονομαζόμενος τοῖς πάθεσι πᾶσιν, ἅπερ αὐτὸς νεοχμοῖ. Καλοῦμεν γὰρ αὐτὸν καὶ Ζῆνα καὶ Δία, παραλλήλως χρώμενοι τοῖς ὀνόμασιν. ὡς ἂν εἰ λέγοιμεν, διʼ ὃν ζῶμεν. Κρόνου δὲ παῖς καὶ Χρόνου λέγεται, διήκων ἐξ αἰῶνος ἀτέρμονος εἰς ἕτερον αἰῶνα, ἀστραπαῖός τε καὶ βρονταῖος καὶ αἴθριος καὶ αἰθέριος, κεραύνιός τε καὶ ὑέτιος ἀπὸ τῶν ὑετῶν τε καὶ κεραυνῶν καὶ τῶν ἄλλων καλεῖται. Καὶ μὴν ἐπικάρπιος μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῆς πόλεως ὀνομάζεται, γενέθλιός τε καὶ ὁμόγνιος καὶ ἕρκειός τε καὶ πατρῷος ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἑταιρεῖός τε καὶ φίλιος καὶ ξένιος, ἔτι δὲ στράτιός τε καὶ τροπαιοῦχος, καθάρσιός τε καὶ παλαμναῖος καὶ ἱκέσιος καὶ μειλίχιος, ὥσπερ οἱ ποιηταὶ λέγουσι· σωτήρ τε καὶ ἐλευθέριος ἐτύμως· ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιός τε καὶ χθόνιος, πάσης ἐπώνυμος φύσεως ὢν καὶ τύχης, ἅτε πάντων αὐτὸς αἴτιος ὤν.
Ξενοφῶντος ἐκ τοῦ δʼ Ἀπομνημονευμάτων.
Εἶπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν ἐνθυμηθῆναι, ὡς ἐπιμελῶς οἱ θεοί, ὧν οἱ ἄνθρωποι δέονται, κατεσκευάκασι; — Καὶ ὅς· Μὰ τὸν Δίʼ, ἔφη, οὐκ ἔμοιγε. — Ἀλλʼ οἶσθά γʼ, ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; — Νὴ Δίʼ, ἔφη, ὅ γʼ εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν, ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν. — Ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νύκτα παρέχουσι, κάλλιστον ἀναπαυτήριον. — Πάνυ γε, ἔφη, καὶ τοῦτο χάριτος ἄξιον. — Οὐκοῦν καὶ ἐπειδὴ ὁ μὲν ἥλιος, φωτεινὸς ὤν, τάς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τἆλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκοτεινὴ εἶναι ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφηναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει καὶ διὰ τοῦτο πολλὰ ὧν δεόμεθα πράττομεν; — Ἔστι ταῦτα, ἔφη. — Ἀλλὰ μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνὸς τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ. — Πάνυ μὲν οὖν, ἔφη. — Τὸ δʼ ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, αἳ ἡμῖν οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα; — Πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα. — Τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἄξιον, ὥστε συμφύειν τε καὶ συναύξειν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντρέφειν δὲ καὶ αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον τοῖς τρέφουσιν ἡμᾶς εὐκατεργαστότερά τε καὶ ὠφελιμώτερα καὶ ἡδίω ποιεῖν αὐτά, καὶ ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρέχειν ἡμῖν; — Καὶ τοῦτο, ἔφη, προνοητικόν.
Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ.
Ποιητικῆς δὴ πρῶτον ἔστω δύο μέρη. — Ποίω; — Τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον. — Οὔπω μεμάθηκα. — Ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν, ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι. — Μεμάθηκα. — Ζῷα δὴ πάντα θνητὰ καὶ δὴ καὶ φυτά, ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται καὶ ὅσα ἄψυχα ἐκ γῆς ἐν γῇ ξυνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι χρώμενοι. — Ποίῳ τῳ; — Τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; — Ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὲν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατὰ θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα. — Καλῶς γε, ὦ Θεαίτητε, καὶ εἰ μέν σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτα χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτῇ πρόσεισιν ἐφʼ ἃ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν· ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων ξυνιστάμενα ἀνθρωπίνη. καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. — Ὀρθῶς.
Ὀνάτου ἐκ τοῦ περὶ θεοῦ καὶ θείου.
Ὁ μὲν θεὸς τὰ τῶν ἄλλων ζῴων ἐπαΐει, οὔτε νοητῶς οὔτε ἐπαϊστῶς, εἰ μή τισι πάγχυ ὀλίγοις τῶν ἀνθρώπων. καὶ δυνάμιες δʼ αὐτῶ ἀλήθεια· ὧν οἶμαι νομεὺς εἰ ἐναργέα τε καὶ ἐπαϊστά. αὐτὸς μὲν γὰρ ὁ θεός ἐστιν νόος καὶ ψυχὰ καὶ τὸ ἁγεμονικὸν τῶ σύμπαντος κόσμω· τᾶ δὲ δυνάμιες αὐτῶ τἀλήθεια, ὧν οἶμαι νομεῖς, τά τʼ ἔργα καὶ τᾶ πράξεες καὶ τᾶ κατὰ τὸν σύμπαντα κόσμον ἐπιστρωφώσιες. Ὁ μὲν ὦν θεὸς αὐτὸς οὔτε ὁρατὸς οὔτε αἰσθητός, ἀλλὰ λόγῳ μόνον καὶ νόῳ θεωρατός· τὰ δʼ ἔργα αὐτῶ καὶ τᾶ πράξιες ἐναργέες τε καὶ αἰσθητὰ ἔντι πάντεσσιν ἀνθρώποις. Δοκίει δέ μοι καὶ μὴ εἷς εἶμεν ὁ θεός, ἀλλʼ εἷς μὲν ὁ μέγιστος καὶ καθυπέρτερος καὶ ὁ κρατέων τῶ παντός, τοὶ δʼ ἄλλοι πολλοὶ διαφέροντες κατὰ δύναμιν· βασιλεύεν δὲ πάντων αὐτῶν ὁ καὶ κράτει καὶ μεγέθει καὶ ἀρετᾷ μέζων. Οὗτος δέ κʼ εἴη θεὸς ὁ περιέχων τὸν σύμπαντα κόσμον, τοὶ δʼ ἄλλοι θεοὶ οἱ θέοντές ἐντι κατʼ οὐρανὸν σὺν τᾷ τῶ παντὸς περιαγήσι, κατὰ λόγον ὀπαδέοντες τῷ πράτῳ καὶ νοατῷ. Τοὶ δὲ λέγοντες ἕνα θεὸν εἶμεν, ἀλλὰ μὴ πολλὼς ἁμαρτάνοντι· τὸ γὰρ μέγιστον ἀξίωμα τᾶς θείας ὑπεροχᾶς οὐ συνθεωρεῦντι. Λέγω δὴ τὸ ἄρχεν καὶ καθαγέεσθαι τῶν ὁμοίων καὶ κράτιστον καὶ καθυπέρτερον εἶμεν τῶν ἄλλων. Τοὶ δʼ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγὸν καὶ λοχῖται καὶ ἐντεταγμένοι ποτὶ ταξιάρχαν καὶ λοχαγέταν, ἔχοντες φύσιν ἕπεσθαι καὶ ἐπακολουθὲν τῷ καλῶς καθαγεομένῳ. ξυνὸν μὲν ὦν αὐτῶν τὸ ἔργον ἐστὶ καὶ τῶ ἄρχοντος καὶ τῶν ἀρχομένων, ἀλλʼ οὔ κʼ ἔτι δύναιντο συντετάχθαι τοὶ ἀρχόμενοι ποτὶ τὸ ἔργον ἀπολειφθέντες ἁγεμόνος, ὥσπερ οὔτε χορευταὶ ποτὶ συναοιδίαν, οὔτε στρατιῶται ποτὶ στρατήαν, ἀπολειφθέντες τοὶ μὲν στραταγῶ, τοὶ δὲ κορυφαίω.
Τοιαύτα δὲ φύσις οὐδενὸς ποτιδεῖται, οὔτε συγγενέος οὔτε ἔξωθεν· διόπερ οὔτε ἐκ δύο συνάρμοκται, ψυχᾶς καὶ σώματος — καὶ γὰρ διόλω ἐστὶ ψυχά —, οὔτε ἐναντίων τινῶν — τὰ γὰρ ἐναντία καὶ κρατὲν καὶ κρατεῖσθαι πέφυκεν — Ἁ δέ γα τῶ σώματος κρᾶσις μιαίνει τὸ καθαρὸν τᾶς ψυχᾶς, ἁ μὲν γὰρ ἀκήρατος καὶ θεῖόν ἐστι, τὸ δὲ θνατὸν καὶ θολομιγές· οὕτω δὲ μιαίνει καὶ μόλιβδος χρυσὸν καὶ πᾶν τὸ τᾷ φύσι γνήσιον τὸ νόθον. Ὅλως δὲ τὸ σῶμα τοῖς θνατοῖς δέδωκεν ὁ θεὸς ζῴοις διʼ ἀιδίαν ἀνάγκαν καὶ ἄφυκτον. Φύσι γὰρ ἄπορον καὶ πτωχὸν πᾶν τὸ γενέσιος κεκοινωνηκός.
Θεὸς μὲν ὦν ἔστι, καθάπερ ἐν ἀρχᾷ τῶ λόγω εἶπον, αὐτὸς γὰρ ἀρχὰ καὶ πρᾶτον· θεῖος δὲ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ δινεύμενα πανταχῶς. ὁμοίως δὲ καὶ δαίμων ἐστὶν ἁ ψυχὰ — αὐτὰ γὰρ ἄρχει καὶ κινεῖ τὸ διόλω ζῷον· δαιμόνιον δὲ τὸ σῶμα καὶ τὰ τούτω γε πάντα. δεῖ ὦν οὕτω διαιρέν, θεὸν καὶ θεῖον καὶ δαίμονα καὶ δαιμόνιον.
Ἀρριανοῦ Ἐπικτητείου ἐκ τοῦ Περὶ εὐαρεστήσεως.
Περὶ θεῶν οἳ μέν τινές εἰσιν οἱ λέγοντες, μηδὲ εἶναι τὸ θεῖον· οἳ δὲ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός· τρίτοι δέ, οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός· τέταρτοι δὲ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ καὶ κατʼ ἰδίαν ἑκάστου· πέμπτοι δὲ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι οὐδέ σε λήθω κινύμενος. Εἴπερ οὖν ὑγιῶς λέγεται τέλος εἶναι τὸ ἕπεσθαι θεῷ, ἀναγκαῖον περὶ ἑκάστου τούτων ἐπεσκέφθαι. Εἰ γὰρ μὴ εἰσὶ θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς; Εἰ δὲ εἰσὶ μέν, μηδενὸς δὲ ἐπιμελούμενοι, καὶ οὕτω πῶς ὑγιὲς ἔσται; Ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελουμένων, εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν; Πάντα οὖν ταῦτα ὁ καλὸς κἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχε τῷ διοικοῦντι τὰ πάντα, καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.
Περὶ τῶν νομιζόντων μὴ εἶναι πρόνοιαν καὶ ἑπομένας ταύτηι θείας ἐπὶ τῆι τοῦ παντὸς διοικήσει δυνάμεις.
Σοφοκλῆς Οἰδίποδι. Πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής· εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
Περὶ δίκης παρὰ τοῦ θεοῦ τεταγμένης ἐποπτεύειν τὰ ἐπὶ γῆς γιγνόμενα ὑπὸ τῶν ἀνθρώπων, τιμωροῦ οὔσης τῶν ἁμαρτανόντων.
Ἡσιόδου Ἔργων. Τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστιν ἐν αὐτοῖς· ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη.
Σοφοκλῆς. Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Ὁρῶ γὰρ χρόνῳ δίκαν πάντʼ ἄγουσαν εἰς φῶς βροτοῖς.
Φθείρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν.
Εὐριπίδου. Ἀρετὰς δίωκε· καὶ γὰρ ὅστις ἂν βροτῶν κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
Εὐριπίδης Οἰδίποδος. Οὐ δῆκταί πως κύνες οἱ θεοί, ἀλλʼ ἡ Δίκη γὰρ καὶ κατὰ σκότου βλέπει.
Σοφοκλέους. Θεοῦ δὲ πληγὴν οὐχ ὑπεκπηδᾷ βροτός.
Εἱμαρμένον δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτούς.
Οὐχ εὕδει Διὸς ὀφθαλμός, ἐγγὺς δʼ ἐστί, καίπερ ὢν πρόσω.
Οὐ γάρ τις, οὐδὲ χρημάτων ὑπεργέμων, νόμον μιαίνων ἀσφαλῶς γηράσεται· ἀλλʼ ἡμέρας ἢ νυκτὸς ἡ Δίκη ποτὲ τῷ δυσσεβοῦντι σῖγʼ ἔχουσʼ ἐνήλατο.
Τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς.
Δαίμων βροτοῖσι πόλλʼ ἀνευρίσκει κακά.
Ἡσιόδου Ἔργων. Εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
Εὐριπίδης Μελανίππῃ. Δοκεῖτε πηδᾶν τἀδικήματʼ εἰς θεοὺς πτεροῖσι, κἄπειτʼ ἐν Διὸς δέλτου πτυχαῖς γράφειν τινʼ αὐτά, Ζῆνα δʼ εἰσορῶντά νιν θνητοῖς δικάζειν; οὐδʼ ὁ πᾶς ἂν οὐρανὸς Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας ἐξαρκέσειεν, οὐδʼ ἐκεῖνος ἂν σκοπῶν πέμπειν ἑκάστῳ ζημίαν· ἀλλʼ ἡ Δίκη ἐνταῦθά ποὔστιν ἐγγύς, εἰ βούλεσθʼ ὁρᾶν.
Λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοὶ τοῖσιν διδοῦσιν, οὓς ἂν ἐχθαίρωσʼ, ἐπεὶ οὔ σφιν πονηρόν ἐστιν.
Εὐριπίδης Φρίξῳ. Ὅστις δὲ θνητῶν οἴεται τοὐφʼ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη.
Τιμωρίαν ἔτισεν ὧν ἔρξεν κακῶν.
Ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντʼ ἰδεῖν.
Ἔσθʼ, ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον τοῖς ζῶσιν ἡμῖν οὐδὲ προσδοκώμενον δαιμόνιον, ᾧ μέλει τι τοῦ θνητοῦ βίου.
Εὐριπίδου. Δίκην δέδωκας· ὥστε τις κακουργίας μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς, νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν τέλος γραμμῆς ἵκηται καὶ πέρας κάμψῃ βίου.
Διονυσίου. Ὁ τῆς Δίκης ὀφθαλμός, ὡς διʼ ἡσύχου λεύσσων προσώπου, πάνθʼ ὁμῶς ἀεὶ βλέπει.
Σοφοκλῆς Αἴαντι. Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσει βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.
Εὐριπίδου. Οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε πώποτε παίσει πρὸς ἧπαρ, οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρπτει τοὺς κακοὺς ἀεὶ βροτῶν.
Θεοδέκτου. Ὅστις δὲ θνητῶν μέμφεται τὰ θεῖʼ, ὅτι οὐκ εὐθύς, ἀλλὰ τῷ χρόνῳ μετέρχεται τοὺς μὴ δικαίους, πρόφασιν εἰσακουσάτω· εἰ μὲν παραυτίκʼ ἦσαν αἱ τιμωρίαι, πολλοὶ διὰ φόβον κοὐ διʼ εὐσεβῆ τρόπον θεοὺς ἂν ηὖξον· νῦν δὲ τῆς τιμωρίας ἄπωθεν οὔσης, τῇ φύσει χρῶνται βροτοί. ὅταν δὲ φωραθῶσιν ὀφθέντες κακοί, τίνουσι ποινὰς ὑστέροισιν ἐν χρόνοις.
Εὐριπίδου Ἀνδρομέδας. Τήν τοι Δίκην λέγουσι παῖδʼ εἶναι Διὸς ἐγγύς τε ναίειν τῆς βροτῶν τιμωρίας.
Αἰσχύλου. Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται.
Εὐριπίδης Ἀντιόπῃ. Δίκα τοι δίκα χρόνιος, ἀλλʼ ὅμως ὑποπεσοῦσʼ ἔλαθεν, ὅταν ἔχῃ τινʼ ἀσεβῆ βροτῶν.
Αἰσχύλου Βακχῶν. Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς κατʼ ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν.
Ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ· ἑξῆς δʼ ὀπαδεῖ δόχμιον, ἄλλοθʼ ὕστερον.
Οὐδὲν καλύπτει νὺξ κακῶς εἰργασμένον, ὅ τι δʼ ἂν ποιῇς ἀεὶ νόμιζʼ ὁρᾶν τινά.
Ἰξίονος. Ἐχθρὸς μὲν ἁνήρ, ἀλλὰ τὴν Δίκην σέβω.
Ὁμήρου. Οὐ γὰρ σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, ἀλλὰ δίκην τίνουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
Σοφοκλῆς. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι.
Εὐριπίδης Ἀντιόπῃ. Τήν τοι Δίκην λέγουσι παῖδʼ εἶναι Χρόνου, δείκνυσι δʼ ἡμῶν ὅστις ἔστʼ ἢ μὴ κακός.
Ἀρχιλόχου. Ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δʼ ἔργʼ ἐπʼ ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα, σοὶ δὲ θηρίων ὕβρις τε καὶ δίκη μέλει.
Εὐριπίδης Ἀρχελάῳ. Τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμενʼ ὀρθῶς τοῖς πράσσουσιν κακὸν ἦλθε.
Σοφοκλῆς. Καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
Σοφοκλῆς Αἴαντι. Τὸ χρύσεον δὲ τᾶς Δίκας δέδορκεν ὄμμα, τὸν δʼ ἄδικον ἀμείβεται.
Ἡσιόδου Θεογονίας. Καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, αἵ τʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν ὅστις ἁμάρτῃ.
Εὐριπίδης Πολυείδῳ. Οὐδεὶς παρανομῶν πρὸς θεοὺς ἐχέγγυος.
Εὐριπίδου. Συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δοκεῖς, ὅταν τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίαια πολεμίων κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων; ἤτἄρα θνητῶν εἰσιν ἀσυνετώτεροι, ἢ τἀπιεικῆ πρόσθεν ἡγοῦνται δίκης.
Μόνη ʼστιν ἀπαραίτητος ἀνθρώποις Δίκη.
Μὴ μουσοποίει πρὸς τὸ νηπιώτερον· πόρρω γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν κλύει.
Ὅστις λέγει κάκʼ εὖ φρονῶν, σιγῇ στένει.
Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
Τὸ δὲ θεῶν κράτος μέγα κατʼ ἀνθρώπους, ἄφρονες δʼ ὁπόσοι τὸ δίκαιον ἄγουσʼ ὑπὸ τᾶς ἀδίκου βιοτᾶς ἀφανές, μέγα γὰρ ὄμμα δαιμόνων, οἷς τίνουσʼ ἀμοιβὰς κακῶν.
Ὁμήρου. Καὶ Ζεὺς τοῖς ἄνδρεσσι κοτεσσάμενος χαλεπαίνει, οἳ βίη εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας.
Εὐριπίδου Ἀρχελάου. Δοκεῖς τὰ θεῶν σὺ ξυνετὰ νικήσειν ποτὲ καὶ τὴν Δίκην που μάκρʼ ἀπῳκίσθαι βροτῶν; ἣ δʼ ἐγγύς ἐστιν· οὐχ ὁρωμένη δʼ ὁρᾷ, ὃν χρὴ κολάζειν τʼ οἶδεν· ἀλλʼ οὐκ οἶσθα σύ, ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.
Σοφοκλῆς. Εἰ δείνʼ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ.
Δίκας δʼ ἐξέλαμψε θεῖον φάος.
Δημοσθένους.
Οὐ γὰρ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι. ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει· καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ· τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ.
Ἐκ τῶν Ἐπικτήτου Ἀπομνημονευμάτων.
«Ἀλλʼ ὁρῶ», φησί τις, «τοὺς καλοὺς κἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους». Τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; «Ἀλλʼ αἰσχρὸν τὸ παρʼ ἄλλου τρέφεσθαι». Καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος; Ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. Ἐγὼ μὲν γάρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν κακίας, ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν.
Ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα· Τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ· οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει.
Ἑρμῆς.
Δαίμων γάρ τις μεγίστη τέτακται, ὦ τέκνον, ἐν μέσῳ τοῦ παντὸς εἱλουμένη, πάντα περιορῶσα τὰ ἐπὶ γῆς γινόμενα ὑπὸ τῶν ἀνθρώπων. καθάπερ γὰρ ἐπὶ τῆς θείας τάξεως πρόνοια καὶ ἀνάγκη τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀνθρώπων τέτακται ἡ δίκη, ταὐτὰ ἐκείνοις ἐνεργοῦσα. ἐκείνη μὲν γὰρ κρατεῖ τὴν τάξιν τῶν ὄντων ὡς θείων καὶ ἁμαρτεῖν μὴ θελόντων μηδὲ δυναμένων· ἀδύνατον γὰρ τὸ θεῖον πλανηθῆναι, ἐξ οὗ καὶ τὸ ἀναμαρτεῖν συμβαίνει. ἡ δὲ δίκη τέτακται τιμωρὸς τῶν ἐπὶ γῆς ἁμαρτανόντων. ἀνθρώπων γὰρ γένος ἁμαρτωλόν, ἅτε θνητὸν ὂν καὶ ἐκ κακῆς ὕλης συνεστώς· καὶ μάλιστα ἐκείνοις συμβαίνει τὸ ὀλισθαίνειν, οἷς θεοπτικὴ δύναμις οὐ πρόσεστι· τούτων δὲ καὶ μάλιστα ἐπικρατεῖ δίκη· καὶ τῇ εἱμαρμένῃ ὑπόκεινται διὰ τὰς τῆς γενέσεως ἐνεργείας, τῇ δὲ δίκῃ διὰ τὰς ἐν τῷ βίῳ ἁμαρτίας.
Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον.
Ἔτι προσδιαληπτέον καὶ ταῦθʼ ὑπὲρ τῶν θεῶν, ὡς εἰσὶν ἄτρεπτοι καὶ ἀραρότες τοῖς κρίμασιν, ὥστε τοῦ ἀπʼ ἀρχῆς δόξαντος μηδέποτε ἐξίστασθαι. Μία γάρ τις ἦν τῶν ἀρετῶν καὶ ἡ ἀμεταπτωσία καὶ βεβαιότης, ἣν εἰκὸς οὐχ ἥκιστα κἀν θεοῖς εἶναι παρέχουσαν τὸ ἱδρυμένον καὶ ἔμπεδον τῶν ἅπαξ αὐτοῖς δοξάντων. Ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὰς κολάσεις, ἃς ἔκρινέ τισιν ἐπιθεῖναι τὸ δαιμόνιον, πιθανὸν παρίεσθαι. Καὶ γὰρ αὖ λογίσασθαι ῥᾴδιον, ὡς εἰ μεταβάλλουσιν οἱ θεοὶ τὰς αὑτῶν κρίσεις καὶ ὃν ἔγνωσαν κολάσαι παριᾶσιν ἀκόλαστον, οὔτε καλῶς καὶ δικαίως ἂν διοικοῖεν τὰ κατὰ τὸν κόσμον, οὔτε ἀπολογισμὸν εἰκότα φέρειν ἂν δύναιντο μετανοίας. Καὶ τὰ τοιαῦτα ἔοικεν αὐτοσχεδίως καὶ κατʼ οὐδενὸς λέγειν ἡ ποιητική· Καὶ μὲν τοὺς θυσίαισι καὶ εὐχωλῇς ἀγανῇσι, λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ, καὶ τὸ· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, συνόλως τε πᾶν εἴ τι τούτοις εἴρηται παραπλησίως.
Ἐν ταὐτῷ.
Ἀλλʼ οὐ μὴν οὐδὲ ἐκεῖνο παρετέον, ὡς, εἰ καὶ μὴ κακῶν αἴτιοι τυγχάνουσιν οἱ θεοί, τῶν γε τοιούτων ἔνια προσάπτουσί τισι καὶ περιβάλλουσιν ἀξίους σωματικαῖς τε ἐλαττώσεσι καὶ ταῖς τῶν ἐκτός, οὐ κακοηθείᾳ χρώμενοι, κἀξεπίτηδες δυσχρηστῆσαι ἄνθρωπον οἰόμενοι δεῖν, ἀλλʼ ἐν τρόπῳ κολάσεως. Καθάπερ γὰρ λοιμοὶ καὶ αὐχμοί, ἔτι δὲ ἐπομβρίαι καὶ σεισμοὶ καὶ πᾶν τὸ τοιόνδε τὰ μὲν πολλὰ γίγνεται διʼ αἰτίας ἑτέρας τινὰς φυσικωτέρας, ἔστι δʼ ὅτε καὶ ὑπὸ θεῶν, ἐπειδὰν καιρὸς ᾖ δημοσίᾳ καὶ κοινῇ τὰ πολλῶν ἀμπλακήματα κολασθῆναι, τὸν αὐτὸν τρόπον καὶ πρὸς ἕνα χρῶνταί ποτε θεοὶ σωματικοῖς τε ἐλαττώμασι καὶ τοῖς τῶν ἐκτός, ἐς αὐτοῦ μέντοι κόλασιν, ἐπιστροφὴν δὲ καὶ προαίρεσιν ἀμείνω τῶν ἄλλων.
Πλάτωνος Νόμων.
Ὁ μὲν δὴ θεὸς — ὥσπερ καὶ ὁ παλαιὸς λόγος — ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δʼ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος, ξυνέπεται ταπεινὸς· ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ· καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα· καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν.
Τοῦ αὐτοῦ Νόμων ιʹ.
Ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶ καὶ ἀνθρώπων ἐπιμελοῦνται. ἔγωγʼ οὐ παντάπασι φαύλως ἂν ἡμῖν φαίην ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὐτοὺς εἶναι τοῖς ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον. — Κάλλιστʼ εἶπες· ποιῶμέν τε ὡς λέγεις. — Φέρε καὶ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ; καὶ τίνες ἢ ποῖοί τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσαντας τὸν ἅπαντα ἐνδελεχῶς οὐρανόν. — Οὕτως. — Ἀλλʼ ἄρα τίσι προσφερεῖς τῶν ἀρχόντων; ἢ τίνες τούτοις, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων, ἢ πλοίων κυβερνῆται; τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν. Εἴη δʼ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν, εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις. Ἐπειδὴ γὰρ ξυγκεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι τὸν οὐρανὸν μεστὸν μὲν πολλῶν ἀγαθῶν, πολλῶν δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μαχὴ δή, φαμέν, ἀθάνατός ἐστιν ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. Ξύμμαχοι δʼ ἡμῖν θεοί τε ἅμα καὶ δαίμονες· ἡμεῖς δὲ αὖ κτήματα θεῶν καὶ δαιμόνων· φθείρει δʼ ἡμᾶς ἀδικία καὶ ὕβρις μετὰ ἀφροσύνης, σῴζει δὲ δικαιοσύνη καὶ σωφροσύνη μετὰ φρονήσεως, ἐν ταῖς τῶν θεῶν ἐμψύχοις οἰκοῦσαι δυνάμεσιν.
Ἐν ταὐτῷ.
Τίσιν οὖν δὴ τῶν προρρηθέντων ἀπεικάζων ὁμοίους εἶναι φύλακας θεοὺς οὐκ ἂν καταγέλαστος γίγνοιτο ἀνθρώπων ὁστισοῦν; πότερον κυβερνήταις, λοιβῇ τε οἴνου κνίσῃ τε παρατρεπομένοις αὐτοῖς, ἀνατρέπουσι δὲ ναῦς τε καὶ ναύτας; — Μηδαμῶς. — Ἀλλʼ οὔτι μὴν ἡνιόχοις ἐν ἁμίλλῃ ξυντεταγμένοις, πεισθεῖσιν ὑπὸ δωρεᾶς τὴν νίκην ἑτέροις ζεύγεσι προδοῦναι. — Δεινὴν γὰρ εἰκόνα λέγοις ἄν, λέγων τοῦτον τὸν λόγον. — Οὐ μὴν οὐδὲ στρατηγοῖς γε οὐδὲ ἰατροῖς οὐδὲ γεωργοῖς· οὐδὲ νομεῦσι μὴν οὐδέ τισι κυσὶ κεκηλημένοις ὑπὸ λύκων. — Εὐφήμει. Πῶς γὰρ ἄν; — Ἀλλʼ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγισθʼ ἡμῖν οἱ πάντες θεοί; — Πολύ γε. — Τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετὴν κυνῶν χείρους καὶ ἀνθρώπων μέσον εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρʼ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων; — Οὐδαμῶς· οὔτε ἀνεκτὸς ὁ λόγος τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε καὶ ἀσεβέστατος εἶναι.
Πορφυρίου ἐκ τοῦ Περὶ Στυγός.
Ἰνδοὶ οἱ ἐπὶ τῆς βασιλείας τῆς Ἀντωνίνου, τοῦ ἐξ Ἐμίσων ἐν τῇ Συρίᾳ Βαρδισάνῃ τῷ ἐκ τῆς Μεσοποταμίας εἰς λόγους ἀφικόμενοι, ἐξηγήσαντο, ὡς ὁ Βαρδισάνης ἀνέγραψεν, εἶναί τινα λίμνην ἔτι καὶ νῦν παρʼ Ἰνδοῖς δοκιμαστήριον λεγομένην, εἰς ἥν, ἄν τις τῶν Ἰνδῶν αἰτίαν ἔχων τινὸς ἁμαρτίας ἀρνῆται, εἰσάγεται. Τῶν δὲ Βραχμάνων τινὲς δοκιμάζουσιν αὐτὸν τοῦτον τὸν τρόπον. Πυνθάνονται τοῦ ἀνθρώπου, εἰ θέλει διὰ τοῦ ὕδατος γενέσθαι τὴν ἐξέτασιν, καὶ μὴ θέλοντα μὲν ὡς ὑπεύθυνον ἀποπέμπουσι τὴν δίκην ἀποτίσοντα· παραδεχόμενον δὲ τὴν βάσανον εἰσάγουσι μετὰ τῶν κατηγόρων· καταβαίνουσι γὰρ καὶ οὗτοι εἰς τὸ ὕδωρ, δοκιμασθησόμενοι μὴ συκοφαντῶσι. Διέρχονται τοίνυν οἱ ἐπιβαίνοντες τοῦ ὕδατος εἰς ἕτερον μέρος τῆς λίμνης· τὸ βάθος δʼ ἐστὶν ἄχρι τῶν γονάτων παντὸς ὁτουοῦν εἰς αὐτὴν ἐπιβάντος. Ὅταν δʼ ὁ κατηγορούμενος ἐπιβῇ, ἀναμάρτητος μὲν ὤν, ἀδεῶς διέρχεται ἄχρι τῶν γονάτων ἔχων τὸ ὕδωρ· ἁμαρτὼν δὲ ὀλίγον προβὰς βαπτίζεται μέχρι κεφαλῆς. Οἱ δὲ Βραχμᾶνες ἀνασπῶντες αὐτὸν ἐκ τοῦ ὕδατος παραδιδόασι τοῖς ἐνάγουσι ζῶντα καὶ ἀξιοῦσι παιδευθῆναι χωρὶς θανατικῆς καταδίκης. Γίγνεσθαι δὲ τοῦτο σπανίως τῷ μηδένα τολμᾶν ἀρνεῖσθαι τὸ ἁμάρτημα διὰ τὸν ἐκ τοῦ ὕδατος γιγνόμενον ἔλεγχον. Ἑκουσίων τοίνυν ἁμαρτημάτων δοκιμαστήριον Ἰνδοὺς τοῦτʼ ἔχειν τὸ ὕδωρ· ἀκουσίων δὲ ὁμοῦ καὶ ἑκουσίων καὶ ὅλως ὀρθοῦ βίου ἕτερον εἶναι, περὶ οὗ ὁ Βαρδισάνης τάδε γράφει· θήσω γὰρ τἀκείνου κατὰ λέξιν· «Ἔλεγον δὲ καὶ σπήλαιον εἶναι αὐτόματον, μέγα, ἐν ὄρει ὑψηλοτάτῳ σχεδὸν κατὰ μέσον τῆς γῆς, ἐν ᾧ σπηλαίῳ ἐστὶν ἀνδριάς, ὃν εἰκάζουσι πηχῶν δέκα ἢ δώδεκα, ἑστὼς ὀρθός, ἔχων τὰς χεῖρας ἡπλωμένας ἐν τύπῳ σταυροῦ· καὶ τὸ μὲν δεξιὸν τῆς ὄψεως αὐτοῦ ἐστιν ἀνδρικόν, τὸ δʼ εὐώνυμον θηλυκόν· ὁμοίως δὲ καὶ ὁ βραχίων ὁ δεξιὸς καὶ ὁ δεξιὸς ποῦς καὶ ὅλον τὸ μέρος ἀρσενικὸν καὶ τὸ εὐώνυμον θηλυκόν, ὡς ἰδόντα τινὰ ἐκπλαγῆναι τὴν σύγκρασιν, πῶς ἀδιαιρέτως ἔστιν ἰδεῖν τὴν ἀνομοιότητα τήνδε τῶν δύο πλευρῶν ἐν ἑνὶ σώματι. Ἐν τούτῳ τῷ ἀνδριάντι λέγουσι γεγλύφθαι περὶ τὸν μαζὸν τὸν δεξιὸν ἥλιον καὶ περὶ τὸν ἀριστερὸν σελήνην καὶ κατὰ τῶν δύο βραχιόνων .... τέχνῃ γεγλύφθαι ἀγγέλων ἀριθμὸν καὶ ὅσα ἐστὶν ἐν τῷ κόσμῳ, τουτέστιν οὐρανὸν καὶ ὄρη καὶ θάλασσαν καὶ ποταμοὺς καὶ ὠκεανὸν καὶ φυτὰ καὶ ζῷα καὶ ἁπλῶς ὅσα ἔστι. Τοῦτον τὸν ἀνδριάντα φασὶ δεδωκέναι τὸν θεὸν τῷ υἱῷ, ὁπηνίκα τὸν κόσμον ἔκτιζεν, ἵνα θεατὸν ἔχῃ παράδειγμα. Ἐξήτασα δὲ — φησί — ποίας ἐστὶν ὕλης, καὶ διεβεβαιοῦτο ὁ Σανδάλης, ἐμαρτύρουν δὲ αὐτῷ καὶ οἱ ἄλλοι, μηδένα εἰδέναι ποίας ὕλης ἐστὶν ὁ ἀνδριὰς ἐκεῖνος· οὔτε γὰρ χρύσεός ἐστιν οὔτε ἀργύρεος οὔτε χάλκεος οὔτε λίθινος οὔτε ἄλλης ὕλης, ἀλλὰ μᾶλλον παραπλήσιός ἐστι ξύλῳ στερροτάτῳ καὶ ἀσηπτοτάτῳ· μὴ εἶναι δὲ ξύλον. Προσετίθεσαν δὲ λέγοντες, ὅτι τῶν βασιλέων τις ἠθέλησεν ἀφελέσθαι τρίχα ἐκ τῶν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ αἷμα ῥεῦσαι καὶ φοβηθῆναι τὸν βασιλέα ἐκεῖνον, ὡς μόλις εὐξαμένων τῶν Βραχμάνων ἀνακτήσασθαι ἑαυτόν. Ἐπὶ δὲ τῇ κεφαλῇ τούτου λέγουσι θεοῦ ἄγαλμα εἶναι ὡς ἐπὶ θρόνου τινὸς καθήμενον. Λέγουσιν δὲ καὶ ἐν τοῖς καύμασιν ἱδροῦν ὅλον τὸν ἀνδριάντα τοῦτον καὶ ῥιπίζεσθαι ὑπὸ τῶν Βραχμάνων καὶ παύεσθαι τοὺς ἱδρῶτας· καὶ εἰ μὴ ῥιπίζοιεν, πολὺν φέρειν ἱδρῶτα, ὡς βρέχεσθαι τὴν περὶ αὐτὸν γῆν. Ἐνδοτέρω δὲ αὐτοῦ ἐν τῷ σπηλαίῳ μετὰ πολὺ διάστημα εἶναι σκότος, ἔνθα μετὰ λαμπάδων εἰσέρχονται οἱ βουλόμενοι καὶ εὑρίσκουσι θύραν τινά· ἐξ ἧς θύρας προέρχεται ὕδωρ καὶ λιμνάζει περὶ τὰ τελευταῖα τοῦ σπηλαίου· καὶ ὡς δοκιμάζοντες ἑαυτοὺς εἰσέρχονται διὰ τῆς θύρας ἐκείνης. Καὶ ὅσοι εἰσὶ καθαροὶ ἀπὸ τῆς φαυλότητος τοῦ βίου εἰσέρχονται ἀνεμποδίστως εὐρυνομένης τῆς θύρας, καὶ εὑρίσκουσι πηγὴν μεγίστην ὕδατος πάνυ διαυγεστάτου καὶ ποτιμωτάτου, ἐξ ἧς τὸ ὕδωρ ἐκεῖνο προέρχεται· οἱ δὲ ἐν καταγνώσει ὄντες πολὺ θλίβουσιν εἰσελθεῖν διὰ τῆς θύρας ἐκείνης καὶ οὐ δύνανται στενουμένης αὐτοῖς· οἵτινες βιαζόμενοι ἐξομολογοῦνται ἐπὶ τῶν ἑτέρων εἴ τι ἥμαρτον, καὶ δέησιν ποιοῦνται ἵνα οἱ λοιποὶ εὔξωνται περὶ αὐτῶν, καὶ νηστεύουσι χρόνον τινὰ ἱκανόν.» Ἐκεῖ φησιν εἰρηκέναι τοὺς περὶ τὸν Σανδάλην συνάγεσθαι τοὺς Βραχμᾶνας ἡμέρᾳ μέν τινι τεταγμένῃ· ἀλλὰ εἶναι μέν τινας ἐκεῖ ἔχοντας τὴν διατριβήν, τοὺς δὲ ἀλλαχόθεν συνιέναι θέρους ὥρᾳ καὶ περὶ τὸ φθινόπωρον πλεοναζούσης τῆς ὀπώρας ἐπί τε τὴν θέαν τοῦ ἀνδριάντος καὶ ἐπὶ τὸ ἀλλήλοις συμμῖξαι καὶ εἰς τὸ πεῖραν ἑαυτῶν λαβεῖν, εἰ δύνανται εἰσελθεῖν διὰ τῆς εἰρημένης θύρας. Γίγνεσθαι δὲ ἐκεῖ ζητήσεις λέγουσι περὶ τῆς ἐν τῷ σώματι ἐκείνῳ γλυφῆς. Οὐδὲ γὰρ ἔστι ῥᾳδίως πάσῃ τῇ ἀνατυπώσει ἐπιστῆσαι, διά τε τὸ πολλὰ εἶναι καὶ διὰ τὸ μὴ πάντα τὰ ζῷα καὶ φυτὰ ἐν πάσῃ χώρᾳ ὑπάρχειν. Ἃ μὲν οὖν Ἰνδοὶ ἱστοροῦσι περὶ τοῦ παρʼ αὐτοῖς δοκιμαστηρίου ὕδατος, ἔστι ταῦτα. Οἶμαι δὲ τούτου καὶ Ἀπολλώνιον τὸν Τυανέα μεμνῆσθαι τοῦ ὕδατος, τοῦ ἐν τῷ σπηλαίῳ λέγω. Γράφων γὰρ τοῖς Βραχμᾶσιν ὅρκον τινὰ ὀμνύει· «οὐ μὰ τὸ Ταντάλειον ὕδωρ, οὗ με ἐμυήσατε.» Οἶμαι γὰρ Ταντάλου λέγειν τοῦτο, διὰ τὸ ἀεὶ τῇ προσδοκίᾳ κολάζειν τοὺς ἐπὶ τοῦτο ἐλθεῖν ἐσπουδακότας κἀκ τούτου ποτὸν ἀρύσασθαι.
Περὶ ἀνάγκης θείας καθʼ ἣν ἀπαραιτήτως τὰ κατὰ τὴν τοῦ θεοῦ γίνεται βούλησιν.
Μοσχίωνος Τηλέφου. Ὦ καὶ θεῶν κρατοῦσα καὶ θνητῶν μόνη Μοῖρʼ, ὦ λιταῖς ἄτρωτε δυστήνων βροτῶν, πάντολμʼ Ἀνάγκη, στυγνὸν ἣ κατʼ αὐχένων ἡμῶν ἐρείδεις τῆσδε λατρείας ζυγόν.
Χαιρήμονος. Χρεία δʼ Ἀνάγκης οὐκ ἀπῴκισται πολύ.
Εὐριπίδου Βελλεροφόντῃ. Πρὸς τὴν ἀνάγκην πάντα τἄλλʼ ἔστʼ ἀσθενῆ.
Σιμωνίδου. Ἀνάγκᾳ δʼ οὐδὲ θεοὶ μάχονται.
Ὁσία δʼ ἀνάγκη πολεμιωτάτη θεός.
Οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος.
Εὐριπίδου. Ἐγὼ καὶ διὰ Μούσας καὶ μετάρσιος ᾖξα καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας εὗρον, οὐδέ τι φάρμακον.
Φιλήτα Ἑρμοῦ. Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη, ἥ ῥʼ οὐδʼ ἀθανάτους ὑποδείδιεν, οἵ τʼ ἐν Ὀλύμπῳ ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο.
Σοφοκλῆς Θυέστῃ. Πρὸς τὴν ἀνάγκην οὐδʼ Ἄρης ἀνθίσταται.
Εὐριπίδης Λικυμνίῳ. Τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν. ................
Θαλῆς ἐρωτηθείς, Τί ἰσχυρότατον; εἶπεν· Ἀνάγκη, κρατεῖ γὰρ πάντων.
Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα.
Ἀνάγκη ἐστὶ κρίσις βεβαία καὶ ἀμετάτρεπτος δύναμις προνοίας.
Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ.
Παρμενίδου καὶ Δημοκρίτου. οὗτοι πάντα κατʼ ἀνάγκην· τὴν δʼ αὐτὴν εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.
Λεύκιππος πάντα κατʼ ἀνάγκην, τὴν δʼ αὐτὴν ὑπάρχειν εἱμαρμένην· λέγει γὰρ ἐν τῷ Περὶ νοῦ· «Οὐδὲν χρῆμα μάτην γίγνεται, ἀλλὰ πάντα ἐκ λόγου τε καὶ ὑπʼ ἀνάγκης.»
Πλάτων ὁτὲ μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν. Καὶ τὰ μὲν εἰς πρόνοιαν ἀνάγει, τὰ δὲ εἰς ἀνάγκην. Λέγει γοῦν ἐν τῷ Τιμαίῳ· «Μεμιγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις, ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη, νοῦ δὲ ἀνάγκης ἄρχοντος.»
Ἐμπεδοκλῆς αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων.
Ἑρμοῦ πρὸς τὸν υἱόν.
Ὀρθῶς μοι πάντα εἶπας, ὦ πάτερ, ἀλλʼ ἔτι με ἀνάμνησον, τίνα ἐστὶ τὰ κατὰ πρόνοιαν καὶ τίνα τὰ κατʼ ἀνάγκην, ὁμοίως καὶ καθʼ εἱμαρμένην;
Ἔφην εἶναι ἐν ἡμῖν, ὦ Τάτ, τρία εἴδη ἀσωμάτων· καὶ τὸ μέν τι ἐστὶ νοητόν, τοῦτο μὲν οὖν ἀχρώματον, ἀσχημάτιστον, ἀσώματον, ἐξ αὐτῆς τῆς πρώτης καὶ νοητῆς οὐσίας. Εἰσὶ δὲ καὶ ἐν ἡμῖν τούτῳ ἐναντίαι σχηματότητες αἷς τοῦτο ὑποδέχεται. Τὸ γοῦν κινούμενον ὑπὸ τῆς νοητῆς οὐσίας πρός τινα λόγον καὶ ὑποδεχθέν, εὐθέως μεταβάλλεται εἰς ἕτερον εἶδος κινήσεως, τοῦτο δὲ εἴδωλόν ἐστι τοῦ νοήματος τοῦ δημιουργοῦ. Τρίτον δέ ἐστιν εἶδος ἀσωμάτων, ὃ περὶ τὰ σώματά ἐστι συμβεβηκός, τόπος, χρόνος, κίνησις, σχῆμα, ἐπιφάνεια, μέγεθος, εἶδος· καὶ τούτων εἰσὶ διαφοραὶ δύο. Ἃ μὲν γάρ ἐστιν αὐτῶν ἰδίως ποιά, ἃ δὲ τοῦ σώματος. Τὰ μὲν ἰδίως ποιὰ τὸ σχῆμα, ἡ χρόα, τὸ εἶδος, ὁ τόπος, ὁ χρόνος, ἡ κίνησις· τὰ δὲ τοῦ σώματος ἴδιά ἐστι τὸ ἐσχηματισμένον σχῆμα καὶ τὸ κεχρωσμένον χρῶμα, ἔτι δὲ καὶ ἡ μεμορφωμένη μορφὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ μέγεθος· ταῦτά ἐστι τούτων μέτοχα. Ἡ μὲν οὖν νοητὴ οὐσία, πρὸς τῷ θεῷ γενομένη, ἑαυτῆς ἐξουσίαν ἔχει καὶ τοῦ σῴζειν ἕτερον, αὑτὴν σῴζουσα, ἐπεί γʼ αὐτὴ ἡ οὐσία ὑπὸ ἀνάγκην οὐκ ἔστιν· ὑπολειφθεῖσα δὲ ὑπὸ τοῦ θεοῦ αἱρεῖται τὴν σωματικὴν φύσιν καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν γίνεται· τὸ δὲ ἄλογον πᾶν κινεῖται πρός τινα λόγον· καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατʼ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθʼ εἱμαρμένην. Καὶ οὗτός ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ κατʼ ἀνάγκην καὶ καθʼ εἱμαρμένην.
Περὶ εἱμαρμένης καὶ τῆς τῶν γινομένων εὐταξίας.
Ὁμήρου Ἰλιάδος. Μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
Εὐριπίδου Ἀνδρομέδας. ... τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται; στρέφει δʼ ἄλλοτʼ ἄλλως εἰς ἁμέραν.
Βακχυλίδου. Θνατοῖσι δʼ οὐκ αὐθαίρετοι οὔτʼ ὄλβος, οὔτʼ ἄκαμπτος ἄρης, οὔτε πάμφθερσις στάσις· ἀλλʼ ἐπιχρίμπτει νέφος ἄλλοτʼ ἐπʼ ἄλλαν γαῖαν ἁ πάνδωρος αἶσα.
Μενάνδρου. Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου.
Ἡσιόδου Θεογονίας. Καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε.
Εὐριπίδου Ἡρακλειδῶν. Οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον ἄνδρα γενέσθαι. ........... μόρσιμα δʼ οὔτι φυγεῖν θέμις· οὐ σοφίᾳ τις ἀπώσεται· ἀλλὰ μάταν ὁ πρόθυμος ἀεὶ πόνον ἕξει.
Ἐκ τῶν Βίωνος Βουκολικῶν· εἰς Ὑάκινθον. Ἀμφασία τόκα Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα, δίζετο φάρμακα πάντα, σοφὰν δʼ ἐπεμαίετο τέχναν, χρῖεν δʼ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἐπᾴσας ὠτειλάν· μοιραῖα δʼ ἀναλθέα τρώματα πάντα. Μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται Μοῖρʼ οὐδʼ ἐν ἀνθρώποισιν, ἀλλʼ αὐτὴ κρατεῖ. Ὦ Μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι.
Εὐριπίδου Πηλεῖ. Κλύετʼ ὦ Μοῖραι, Διὸς αἵτε παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι.
Σοφοκλέους ἐκ Φαίδρας. Περιώσιʼ ἄφυκτά τε μήδεα παντοδαπᾶν βουλᾶν ἀδαμαντίναις ὑφαίνεται κερκίσιν αἶσα. Κλωθὼ Λάχεσίς τʼ, εὐώλενοι κοῦραι Νυκτός, εὐχομένων ἐπακούσατʼ οὐράνιαι χθόνιαί τε δαίμονες· ὦ πανδείμαντοι, πέμπετʼ ἄμμιν ῥοδόκολπον Εὐνομίαν, λιπαροθρόνους τʼ ἀδελφάς, Δίκαν καὶ στεφανηφόρον Εἰράναν· πόλιν τε τάνδε βαρυφρόνων λελάθοιτε συντυχιᾶν.
Σοφοκλῆς Φαίδρᾳ. Ἔζης ἄρʼ, οὐδὲ γῆς ἔνερθʼ ᾤχου θανών; Οὐ γὰρ πρὸ μοίρας ἡ τύχη βιάζεται.
Ἑρμοῦ. Ἑπτὰ πολυπλανέες κατʼ Ὀλύμπιον ἀστέρες οὐδὸν εἱλεῦνται, μετὰ τοῖσι δʼ ἀεὶ περινίσσεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφʼ οὗ φύσις ἐβλάστησεν. Οἱ δʼ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δʼ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς· τοὔνεκʼ ἀπʼ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. Δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς δʼ ἡ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δʼ ἄρʼ ὕπνος, Κυθέρεια δʼ ὄρεξις, Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως καὶ θνητὴ διάνοια γελᾶ καὶ κόσμος ἀπείρων.
Χρύσιππος μὴ διαφέρειν τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον, τὴν δὲ εἱμαρμένην εἶναι κίνησιν ἀΐδιον τῶν ὅλων κατʼ ἐπιπλοκὴν τῶν μερῶν συνηρτημένην.
Ἡράκλειτος οὐσίαν εἱμαρμένης ἀπεφαίνετο λόγον τὸν διὰ οὐσίας τοῦ παντὸς διήκοντα. Αὕτη δʼ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως καὶ περιόδου μέτρον τεταγμένης. Πάντα δὲ καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν ἀνάγκην· γράφει γοῦν· «ἔστι γὰρ εἱμαρμένα πάντως ...»
Πλάτων λόγον ἀΐδιον τὴν οὐσίαν τῆς εἱμαρμένης, καὶ νόμον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως.
Ποσειδώνιος τρίτην ἀπὸ Διός. πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην.
Ζήνων ὁ Στωικὸς ἐν τῷ Περὶ φύσεως δύναμιν κινητικὴν τῆς ὕλης κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἥντινα μὴ διαφέρειν πρόνοιαν καὶ φύσιν καλεῖν.
Ἀντίπατρος ὁ Στωικὸς θεὸν ἀπεφαίνετο τὴν εἱμαρμένην.
Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς εἱμαρμένης, τάξει τοῦ παντὸς διοικητικήν. Τοῦτο μὲν οὖν ἐν τῷ δευτέρῳ Περὶ κόσμου, ἐν δὲ τῷ δευτέρῳ Περὶ ὅρων καὶ ἐν τοῖς Περὶ τῆς εἱμαρμένης καὶ ἐν ἄλλοις σποράδην πολυτρόπως ἀποφαίνεται λέγων· Εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος, ἢ λόγος τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων· ἢ λόγος, καθʼ ὃν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. Μεταλαμβάνει δʼ ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν, τὴν αἰτίαν, τὴν φύσιν, τὴν ἀνάγκην, προστιθεὶς καὶ ἑτέρας ὀνομασίας, ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας τασσομένας καθʼ ἑτέρας καὶ ἑτέρας ἐπιβολάς. Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατʼ αὐτὰς διαμερισμοῦ, Κλωθὼ καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται· Ἄτροπον δέ, ὅτι ἀμετάτρεπτος καὶ ἀμετάβλητός ἐστιν ὁ καθʼ ἕκαστα διορισμὸς ἐξ ἀϊδίων χρόνων· Κλωθὼ δέ, ὅτι ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς κλωθομένοις παραπλησίως διεξάγεται, κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν ὀνομάτων ἅμα καὶ τῶν πραγμάτων συμπαρισταμένων εὐχρήστως.
Περὶ τῆς ὅλης οἰκονομίας, Ἑρμοῦ ἐκ τῶν πρὸς Ἀμοῦν.
Καὶ ἡ μὲν διακρατοῦσα τὸν ὅλον κόσμον πρόνοιά ἐστιν, ἡ δὲ συνέχουσα καὶ περιέχουσα ἀνάγκη ἐστίν, εἱμαρμένη δὲ ἄγει καὶ περιάγει πάντα καταναγκάζουσα — φύσις γάρ ἐστιν αὐτῆς τὸ ἀναγκάζειν —, αἰτία γενέσεως καὶ φθορᾶς βίου. Ὁ μὲν οὖν κόσμος πρῶτος ἔχει τὴν πρόνοιαν — πρῶτος γὰρ αὐτῆς τυγχάνει — … —Ἡ δὲ πρόνοια ἐξήπλωται ἐν τῷ οὐρανῷ, διότι καὶ θεοὶ περὶ αὐτὸν στρέφονται καὶ κινοῦνται, ἀκάματον καὶ ἄπαυστον κίνησιν ἔχοντες· εἱμαρμένη δὲ διότι καὶ ἀνάγκη. Καὶ ἡ μὲν πρόνοια προνοεῖ, εἱμαρμένη δὲ αἰτία ἐστὶ τῆς τῶν ἄστρων διαθέσεως. Οὗτος νόμος ἄφυκτος, καθʼ ὃν πάντα τέτακται.
Ἐκ τῆς Ἰαμβλίχου πρὸς Μακεδόνιον ἐπιστολῆς.
Πάντα μὲν τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα, καὶ γὰρ αὐτὸ τὸ πρῶτον ὂν ἀπὸ τοῦ ἑνὸς ἐξ ἀρχῆς παράγεται, πολὺ δὲ διαφερόντως τὰ ὅλα αἴτια τῷ ἑνὶ τὸ δύνασθαι ποιεῖν παραδέχεται καὶ κατὰ μίαν συμπλοκὴν συνέχεται καὶ συναναφέρεται τῇ τῶν πολλῶν ἀρχῇ προϋπάρχοντα. Κατὰ δὴ τοῦτον τὸν λόγον καὶ τῶν περὶ τὴν φύσιν αἰτίων, πολυειδῶν ὄντων καὶ πολυμερίστων, ἠρτημένων τε ἀπὸ πλειόνων ἀρχῶν, ἀπὸ μιᾶς ὅλης αἰτίας τὸ πλῆθος ἐκκρέμαται, κατὰ μίαν δὲ σύνδεσιν πάντα πρὸς ἄλληλα συμπλέκεται καὶ εἰς ἓν ἀνήκει τὸ περιεκτικώτατον τῆς αἰτίας κράτος ὁ σύνδεσμος τῶν πλειόνων αἰτίων. Οὗτος τοίνυν εἷς εἱρμὸς οὐ συμπεφορημένος ἐστὶν ἀπὸ τοῦ πλήθους, οὐδʼ ἐπισυνισταμένην ἀπὸ τῆς συμπλοκῆς ποιεῖται τὴν ἕνωσιν, οὐδὲ διαπεφόρηται ἐν τοῖς καθʼ ἕκαστα· κατὰ δὲ τὴν προηγουμένην καὶ προτεταγμένην αὐτῶν τῶν αἰτίων μίαν συμπλοκὴν ἐπιτελεῖ πάντα καὶ συνδεῖ ἐν ἑαυτῷ καὶ πρὸς αὑτὸν μονοειδῶς ἀνάγει. Μίαν οὖν τάξιν, πάσας τάξεις ὁμοῦ περιλαβοῦσαν ἐν αὑτῇ, τὴν εἱμαρμένην ἀφοριστέον.
Ἐκ τῆς Ἰαμβλίχου πρὸς Σώπατρον ἐπιστολῆς.
Τῆς δʼ εἱμαρμένης ἡ οὐσία σύμπασά ἐστιν ἐν τῇ φύσει· φύσιν δὲ λέγω τὴν ἀχώριστον αἰτίαν τοῦ κόσμου καὶ ἀχωρίστως περιέχουσαν τὰς ὅλας αἰτίας τῆς γενέσεως, ὅσα χωριστῶς αἱ κρείττονες οὐσίαι καὶ διακοσμήσεις συνειλήφασιν ἐν ἑαυταῖς. Ζωή τε οὖν σωματοειδὴς καὶ λόγος γενεσιουργός, τά τε ἔνυλα εἴδη καὶ αὐτὴ ἡ ὕλη, ἥ τε συντεθειμένη γένεσις ἀπὸ τούτων, κίνησίς τε ἡ τὰ πάντα μεταβάλλουσα καὶ φύσις ἡ τεταγμένως διοικοῦσα τὰ γιγνόμενα, ἀρχαί τε αἱ τῆς φύσεως καὶ τέλη καὶ ποιήσεις, καὶ αἱ τούτων συνδέσεις πρὸς ἄλληλα ἀπʼ ἀρχῆς τε ἄχρι τοῦ τέλους διέξοδοι συμπληροῦσι τὴν εἱμαρμένην.
Πλουτάρχου ἐκ τοῦ Εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος.
Τὸ γὰρ εἱμαρμένον ἄτρεπτον καὶ ἀπαράβατον, «χὥπερ μόνον ὀφρύσι νεύσῃ, καρτερὰ τούτῳ κέκλωστʼ ἀνάγκα» καὶ πεπρωμένη. Διὰ τοῦτο τὴν εἱμαρμένην καὶ Ἀδράστειαν καλοῦσιν, ὅτι πέρας ταῖς αἰτίαις ἠναγκασμένον ἐπιτίθησιν, ἀνέκφευκτος οὖσα καὶ ἀναπόδραστος.
Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα.
Πάντα δὲ γίνεται φύσει καὶ εἱμαρμένῃ καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. Πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ. Δύο δὲ τούτου αὐτοφυεῖς δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. Ἡ δὲ εἱμαρμένη ὑπηρετεῖ προνοίᾳ καὶ ἀνάγκῃ, τῇ δὲ εἱμαρμένῃ ὑπηρετοῦσιν οἱ ἀστέρες. Οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος. Ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες, κατὰ γὰρ ταύτην πάντα ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις.
Πλάτωνος Πολιτείας.
Ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν· ἐκείνην δʼ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα ξυμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κυροῦντα ἣν λαχὼν εἵλετο μοῖραν. ταύτης δʼ ἐφαψάμενον αὖθις ἐπὶ τὴν τῆς Ἀτρόπου ἄγειν νῆσιν, ἀμετάστροφα τὰ ἐπικλωσθέντα ποιοῦντα. ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς Ἀνάγκης ἰέναι θρόνον· καὶ διʼ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον.
Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς.
Οἶμαι δὲ καὶ τὴν ἀνάγκην οὐκ ἄλλο τι λέγεσθαι πλὴν τοῦτο· οἱονεὶ ἀνίκητον οὐσίαν, εἱμαρμένην δὲ διὰ τὸ εἴρεσθαί τε καὶ χωρεῖν ἀκωλύτως· πεπρωμένην δὲ διὰ τὸ πεπερατῶσθαι πάντα καὶ μηθὲν ἐν τοῖς οὖσιν ἄπειρον εἶναι· καὶ μοῖραν μὲν ἀπὸ τοῦ μεμερίσθαι, νέμεσιν δὲ ἀπὸ τῆς ἑκάστῳ διανεμήσεως, ἀδράστειαν δὲ ἀναπόδραστον αἰτίαν οὖσαν κατὰ φύσιν, αἶσαν δὲ ἀεὶ οὖσαν. Τά τε περὶ τὰς μοίρας καὶ τὸν ἄτρακτον εἰς ταῦτά πως νεύει· τρεῖς μὲν αἱ μοῖραι κατὰ τοὺς χρόνους μεμερισμέναι· νῆμα δὲ ἀτράκτου τὸ μὲν ἐξειργασμένον ἤδη, τὸ δὲ μέλλον, τὸ δὲ περιστρεφόμενον. τέτακται δὲ κατὰ μὲν τὸ γεγονὸς μία τῶν μοιρῶν, Ἄτροπος, ἐπεὶ τὰ παρελθόντα πάντα ἄτρεπτά ἐστι· κατὰ δὲ τὸ μέλλον Λάχεσις, εἰς πάντα γὰρ ἡ κατὰ φύσιν μένει λῆξις· κατὰ δὲ τὸ ἐνεστὼς Κλωθώ, συμπεραίνουσα καὶ κλώθουσα ἑκάστῳ τὰ οἰκεῖα, ὅπερ αἰνίττεται καὶ ὁ μῦθος. Πάντα δὲ ταῦτά ἐστιν οὐκ ἄλλο τι πλὴν ὁ θεός, καθάπερ καὶ ὁ γενναῖος Πλάτων· «Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἔχων, εὐθείᾳ περαίνει, κατὰ φύσιν περιπορευόμενος.»
Περὶ τύχης ἢ ταὐτομάτου.
Μενάνδρου Ὑποβολιμαίῳ. Παύσασθε νοῦν λέγοντες, οὐδὲν γὰρ πλέον ἁνθρώπινος νοῦς ἐστιν· ἀλλὰ τὸ τῆς τύχης— εἴτʼ ἔστι τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς— τοῦτʼ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον καὶ σῷζον· ἡ πρόνοια δʼ ἡ θνητὴ καπνὸς καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με· πάνθʼ ὅσα ποιοῦμεν ἢ λέγομεν ἢ πράττομεν, τύχη ʼστίν, ἡμεῖς δʼ ἐσμὲν ἐπιγεγραμμένοι.
Τύχη κυβερνᾷ πάντα, ταύτην καὶ φρένας δεῖ καὶ πρόνοιαν καὶ θεὸν καλεῖν μόνην, εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς.
Ἅπανθʼ ὁρῶ ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε.
Ἀρχιλόχου. Πάντα τύχη καὶ μοῖρα, Περίκλεες, ἀνδρὶ δίδωσιν.
Ἀλλʼ ἔστιν εὔστοχόν τι βουλευτήριον ταὐτόματον.
Ἐπηρεαστικόν γέ τι ταὐτόματόν ἐστι τῷ βίῳ.
Ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντʼ ἐπισκοποῦσʼ ἀεὶ καὶ νέμουσʼ ἡμῶν ἑκάστῳ τὴν κατʼ ἀξίαν τύχη.
Χαιρήμονος ἐξ Ἀχιλλέως Θερσιτοκτόνου. Τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία.
Φιλήμονος. Ἄλλος κατʼ ἄλλην δαιμονίζεται τύχην.
Μενάνδρου Κνιδίᾳ. Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός,σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.
Μενάνδρου Ὑποβολιμαίῳ. Οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλʼ ἔστι καὶ ταὐτόματον ἔνθα χρήσιμον.
Φιλήμονος Ἀποκαρτεροῦντι. Νῦν δʼ οἶδʼ ἀκριβῶς τὴν τύχην, ὡς οὐ μία, οὐδʼ ἔστι πρῴην, ἀλλὰ μετὰ τῶν σωμάτων ἡμῶν, ὅταν γινώμεθʼ, εὐθὺς χἡ τύχη προσγίνεθʼ ἡμῖν συγγενὴς τῷ σώματι· κοὐκ ἔστιν ἕτερον παρʼ ἑτέρου λαβεῖν τύχην.
Εὐριπίδου. Τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
Τύχα μερόπων ἀρχὰ καὶ τέρμα, τὺ καὶ σοφίας θακεῖς ἕδρας καὶ τιμὰν βροτέοις ἐπέθηκας ἔργοις· καὶ τὸ καλὸν πλέον ἢ κακὸν ἐκ σέθεν, ἅ τε χάρις λάμπει περὶ σὰν πτέρυγα χρυσέαν· καὶ τὸ τεᾷ πλάστιγγι δοθὲν μακαριστότατον τελέθει. τὺ δʼ ἀμαχανίας πόρον εἶδες ἐν ἄλγεσιν, καὶ λαμπρὸν φάος ἄγαγες ἐν σκότῳ, προφερεστάτα θεῶν.
Μενάνδρου Κεκρυφάλῳ. Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.
Τοῦ αὐτοῦ Τιτθῇ. Αὐτόματα γὰρ τὰ πράγματʼ ἐπὶ τὸ συμφέρον ῥεῖ κἂν καθεύδῃς, ἢ πάλιν τοὐναντίον.
Χαιρήμονος. Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη, οὐδεὶς δὲ νικᾷ μὴ θελούσης τῆς τύχης.
Αἰσχύλου. Πάντων τύραννος ἡ τύχη ʼστὶ τῶν θεῶν, τὰ δʼ ἄλλʼ ὀνόματα ταῦτα πρόσκειται μάτην, μόνη διοικεῖν γοῦν ἅπαντα βούλεται.
Ἀριστοτέλης διαφέρειν τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως· τὸ δʼ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δʼ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων καὶ ἀψύχων· καὶ τὴν μὲν τύχην προαιρέτως συμβαίνειν, τὸ δʼ αὐτόματον ἀπροαιρέτως· καὶ τὴν μέν τινος ὑπάρχοντος γίγνεσθαι, τὸ δὲ ἀλόγως, μηδενὸς ἔξω βουλευθέντος.
Πλάτων τὴν τύχην ἀπεφαίνετο αἰτίαν ἐν ἀπροαιρέτοις κατὰ συμβεβηκὸς καὶ παρακολούθημα καὶ σύμπτωμα, καὶ προαιρέσεως κατὰ τὴν πρὸς τὸ τέλος πρόθεσιν ἐναλλακτικὴν σχέσιν.
Ἀριστοτέλης, αἰτίαν κατὰ συμβεβηκός, ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γιγνομένοις ἄστατον καὶ ἄδηλον. Καὶ ὑποθέσεις μὲν δύο ταῖς ἀρχαῖς ἐνυπάρχειν, τάξιν τε καὶ ἀταξίαν, αἰτίας δὲ τέτταρας ἐν τοῖς ὅλοις, καθʼ ἃς ἅπαντα συνίσταται, νοῦν, φύσιν, ἀνάγκην, τύχην· καὶ τούτων διπλῆν ἑκάστην, τὴν μὲν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι, τὴν δʼ ἐν ἄλλοις· τελεῖσθαι δὲ τὰ μὲν πάντως, τὰ δὲ κατὰ τὸ πλεῖστον, τὰ δʼ ἄλλοτε ἄλλως. Τὴν δʼ εἱμαρμένην οὐκ αἰτίαν μέν, τρόπον δέ τινα αἰτίας, συμβεβηκότα πως τοῖς τῆς ἀνάγκης τεταγμένοις.
Πλάτωνος Νόμων δʹ.
Ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ ξυμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσιν ἅπαντα ἡμῖν. ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. Ταῦτα δὴ πάντα προϊδών τις ἄρξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νῦν δή, θνητὸν μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δʼ εἶναι σχεδὸν ἅπαντα τἀνθρώπινα πράγματα· τὸ δʼ ἔστι περὶ ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν· ἀλλὰ γὰρ ὅμως αὖ καὶ τόδε ἔστιν εὖ λέγοντα λέγειν ἐν τοῖς αὐτοῖς τούτοις. — Τὸ ποῖον; — Ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. Ἡμερώτερον μὲν τρίτον ξυγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα ἔγωγʼ ἂν θείην. ἢ πῶς; — Οὕτως. — Οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον;
Θεόφραστος προσδιαρθροῖ ταῖς αἰτίαις τὴν κατὰ προαίρεσιν· φέρεται δέ πως εἰς τὸ εἱμαρμένην εἶναι τὴν ἑκάστου φύσιν· ἐν ᾗ τόπον τεττάρων αἰτιῶν ποικίλων, προαιρέσεως φύσεως τύχης καὶ ἀνάγκης.
Ἐπίκουρος κατʼ ἀνάγκην, κατὰ προαίρεσιν, κατὰ τύχην.
Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων.
Περὶ δὲ τύχης τάδʼ ἔφασκον· εἶναι μέν τι καὶ δαιμόνιον μέρος αὐτῆς, γενέσθαι γὰρ ἐπίπνοιάν τινα παρὰ τοῦ δαιμονίου τῶν ἀνθρώπων ἐνίοις ἐπὶ τὸ βέλτιον ἢ ἐπὶ τὸ χεῖρον, καὶ εἶναι φανερῶς κατʼ αὐτὸ τοῦτο τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ ἀτυχεῖς. καταφανέστατον δὲ εἶναι τοῦτο τῷ τοὺς μὲν ἀπροβουλεύτως καὶ εἰκῇ τι πράττοντας πολλάκις κατατυγχάνειν, τοὺς δὲ προβουλευομένους καὶ προνοουμένους ὀρθῶς τι πράττειν ἀποτυγχάνειν. Εἶναι δὲ καὶ ἕτερον τύχης εἶδος, καθʼ ὃ οἳ μὲν εὐφυεῖς καὶ εὔστοχοι, οἳ δὲ ἀφυεῖς τε καὶ ἐναντίαν ἔχοντες φύσιν βλάστοιεν, ὧν οἳ μὲν εὐθυβολοῖεν ἐφʼ ὅ τι ἂν ἐπιβάλωνται, οἳ δὲ ἀποπίπτοιεν τοῦ σκοποῦ, μηδέποτε τῆς διανοίας αὐτῶν εὐστόχως φερομένης, ἀλλὰ ἀεὶ ταρασσομένης· ταύτην δὲ τὴν ἀτυχίαν σύμφυτον εἶναι καὶ οὐκ ἐπείσακτον.
Εὐρύσω περὶ τύχας.
Δοκεῖ δέ μοι τύχα καὶ τὸ ἀπὸ τᾶς τύχας γινόμενον πᾶν οὐχ ὡς ὑπό τινος αἰτίας ἀφωρισμένας καὶ ὡς ὑποκειμένας γίνεσθαι, ἀλλʼ ὡς ἐπισυμβαῖνον καὶ ἐπισυνιστάμενον ἁτέραις τισὶν αἰτίαις. Ἁ τύχα ὦν καὶ τὸ ἀπὸ τύχας γινόμενον οὔθʼ ὡς φύσις ἐντὶ ὑπὸ φύσιός τε γινόμενον, οὔθʼ ὡς τέχνα καὶ φρόνασίς τις ἀνθρωπίνα καὶ θεία, ἀλλὰ ἐπισυμβαῖνον παραλόγως τε καὶ ἀπροαισθήτως τούτοις. Ἐπεὶ γὰρ δύο φύσιες ἐν τῷ ὅλῳ τῷδε καὶ τῷ παντὶ ἐνυπάρχοντι ἐναντίαι ἀλλάλαις καὶ ταυτᾶν ἃ μέν ἐντι ῥητὰ καὶ τεταγμένα καὶ λόγον ἔχουσα ποτὶ πάντα, ἃ δʼ ἄρρητος καὶ ἄτακτος καὶ ἄλογος καὶ οὐδεμίαν σύνταξιν ἔχουσα, αὐταυτόθεν φανερόν, ὅτι τὸ μὲν ἀπὸ τύχας καὶ τῶ αὐτομάτω γινόμενον γίνεται ἐμπεσούσας τᾶς ἀλόγω καὶ ἀτάκτω φύσιος ἐς τὰ πράγματα, πάντα δὲ τὰ σύστοιχα ταῖς καθόλω φύσεσιν ἀεὶ κατὰ τὸ βέλτιον καὶ τὸ χεῖρον ἀντιδιαιρέονται πράγματα, τὰ μὲν ὡς ἀγαθοποιῶ τινος φύσιος καὶ βασιλικᾶς ἐπικρατευσάσας, τὰ δʼ ὡς κακοποιῶ καὶ τυραννικᾶς.
Ὅτι ἀλόγιστος ἡ φορὰ τῆς τύχης.
Μενάνδρου Κιθαριστοῦ. Ὡς ποικίλον πρᾶγμʼ ἐστὶ καὶ πλάνον τύχη.
Μενάνδρου Προγάμων. Τὸ τῆς τύχης τοι μεταβολὰς πολλὰς ἔχει.
Μενάνδρου. Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.
Σοφοκλέους Οἰδίποδι. Τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;
Μενάνδρου. Οὐδὲν κατὰ λόγον γίγνεθʼ ὧν ποιεῖ τύχη.
Εὐριπίδου Ἑλένης. Σκέψαι γάρ, ὁ θεὸς ὡς ἔχει τι ποικίλον καὶ δυστέκμαρτον· εὖ δέ πως ἀναστρέφει ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ, ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
Μενάνδρου Ξενολόγῳ. Οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ τὸ συμφέρον τί ποτʼ ἐστὶν ἀνθρώπου βίῳ· οὐ χρῆται νόμοις καθʼ οὓς κρίνει πράγματα, οὐδʼ ἔστιν εἰπεῖν ζῶντα «ταῦτʼ οὐ πείσομαι».
Εὐριπίδου Ἱππολύτῳ. Πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
Εὐριπίδου Δανάης. Ἐς ταὐτὸν ἥκειν φημι τὰς βροτῶν τύχας, τόν θʼ ὃν καλοῦσιν αἰθέρʼ, ὅστις ἔστι δή. οὗτος θέρους τε λαμπρὸν ἐκλάμπει σέλας, χειμῶνά τʼ αὔξει, συντιθεὶς πυκνὸν νέφος· θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποιεῖ· οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν· ζῶσίν τε σὺν κακοῖσιν, οἳ δʼ ὄλβου μέτα φθίνουσʼ ἐτείοις προσφερῶς μεταλλαγαῖς.
Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις, χρόνοις, τόποις.
Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατʼ ἀνάγκην, ἃ δὲ καθʼ εἱμαρμένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.
Τύχη ἀτάκτου ἐνεργείας ἐστὶ προσηγορία.
Διωτογένεος Πυθαγορείου ἐκ τοῦ Περὶ ὁσιότατος.
Ἐπεὶ γὰρ τέτορες αἰτίαι τὰ σύμπαντα περαίνοντι καὶ ἐπὶ τέλος ἐπιτίθεντι, φύσις καὶ νόμος καὶ τέχνα καὶ τύχα, καὶ τῶν μὲν ... ἐξ ἄθεος ποτὶ ξυμφωνίαν πολιτικὰν φερόντων νόμος ἐπιστάτας καὶ δαμιουργός· τῶν δὲ διὰ φρονάσιος ἀνθρωπίνας τελεωθέντων τέχνα κα λέγοιτο μάτηρ τε καὶ ἁγεμὼν ἦμεν· τῶν δὲ εἰκᾷ τε καὶ ὡς ἔτυχεν ἀπὸ τωὐτομάτω ὁμοίως ποτιπιπτόντων τοῖς χρηστοῖς τε καὶ πονηροῖς τύχαν τῶν τοιούτων αἰτίαν φασοῦμες· ταύταν δʼ οὔτʼ ἐν μέτρῳ οὔτʼ ἐν ὅρῳ τεταγμέναν καὶ πεφυρμένως ἕκαστα ποιέν· γενναθείσα δὲ δὴ ἐξ αὐταυτῶ γένεος ἄμφω κινεῖσθαι.
Περὶ χρόνου οὐσίας καὶ μερῶν καὶ πόσων εἴη αἴτιος.
Σοφοκλέους. Πάντʼ ἐκκαλύπτων ὁ χρόνος εἰς τὸ φῶς ἄγει.
Ξενοφάνους. Οὔ τοι ἀπʼ ἀρχῆς πάντα θεοὶ θνητοῖς παρέδειξαν, ἀλλὰ χρόνῳ ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.
Φιλήμονος. Ὦ Πάμφιλʼ, ὁ χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.
Χαιρήμονος. Οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις, ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται.
Ἀντιφάνους. Μάλιστα δʼ ἐκπλήττει με τῶν συνειδότων ὁ χρόνος, ὃν ἀεὶ λανθάνειν ἀμηχανῶ.
Θεοδέκτου. Ἀλλʼ, ὦ τάλαν Θυέστα, καρτέρει δάκνων ὀργῆς χαλινόν· παρακελεύομαι δέ σοι τεθηγμένῳ νῦν· ἀλλʼ ὁ μυρίος χρόνος τὰ πάντʼ ἀμαυροῖ χὑπὸ χεῖρα λαμβάνει.
Ἀγάθωνος. Οὐπώποτʼ ἠξίωσα χαρίσασθαι χρόνοις.
Μενάνδρου. Πᾶν τοὖργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.
Τοῦ αὐτοῦ. Ὦ δέσποτʼ, ἄξιʼ ἐστὶ τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.
Κριτίου. Ὁ χρόνος ἁπάσης ἐστὶν ὀργῆς φάρμακον.
Μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.
Πάλιν χρόνῳ τἀρχαῖα καινὰ γίγνεται.
Νικοστράτου Λακώνων. Οὐκ ἔστι δυσαρεστότερον οὐδὲ ἓν χρόνου, οὐδέποτʼ ἀρέσκει ταὐτὰ τούτῳ τῷ θεῷ.
Ἀγάθωνος. Σοφὸν λέγουσι τὸν χρόνον πεφυκέναι.
Σιμωνίδου. Οὐκ ἔστιν μείζων βάσανος χρόνου οὐδενὸς ἔργου, ὃς καὶ ὑπὸ στέρνοις ἀνδρὸς ἔδειξε νόον.
Ὤφελεν ὡς ἀφανὴς οὕτω φανερώτατος εἶναι καιρός, ὃς αὐξάνεται πλεῖστον ἀπʼ εὐλαβίης.
Σοφοκλέους. Πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθʼ ὁρῶν καὶ πάντʼ ἀκούων πάντʼ ἀναπτύσσει χρόνος.
Χρόνος, ὦ Χρόνʼ, ἅμα κραταιᾷ χρημοσύνᾳ βιότου πόλλʼ ἀνευρίσκεις σοφὰ μαιομένοις.
Οὐκ ἔστι πράσσοντάς τι μοχθηρὸν λαθεῖν· ὀξὺ βλέπει γὰρ ὁ χρόνος, ὃς τὰ πάνθʼ ὁρᾷ.
Εὐριπίδου Ἀλόπῃ. Ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει, λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.
Σοφοκλέους Οἰδίποδι. Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος, κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
Σιμωνίδου Ἐπιγραμμάτων. Ὅ τοι χρόνος ὀξὺς ὀδόντας πάντα καταψήχει καὶ τὰ βιαιότατα.
Σοφοκλῆς Αἴαντι. Ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται. Κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται χὡ δεινὸς ὅρκος, χαἱ περισκελεῖς φρένες.
Τοῦ αὐτοῦ. Πάνθʼ ὁ μέγας χρόνος μαραίνει.
Εὐριπίδου Ἱππολύτου. Χρόνος διέρπων πάντʼ ἀληθεύειν φιλεῖ.
Χρόνος τὰ κρυπτὰ πάντα πρὸς τὸ φῶς ἄγει.
Ἀλλὰ ταῦτα μὲν χρόνος δείξει· μόνος γάρ ἐστιν ἀνθρώπων κριτής.
Χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ.
Φιλήμονος. Χρόνῳ τὰ πάντα γίγνεται καὶ κρίνεται.
Χαιρήμονος. Σχολῇ βαδίζων ὁ χρόνος ἀφικνεῖται τόπαν.
Μενάνδρου. Οὐκ ἔστʼ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδʼ ἂν γένοιτο· πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.
Χαιρήμονος. Οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις, ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται.
Τοῦ αὐτοῦ. Χρόνος μαλάσσει πάντα κἀξεργάζεται.
Φιλήμονος. Ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.
Ἀναγενέους. Ὁ πολὺς χρόνος πάντʼ ἐξελέγχει, Νικοφῶν.
Ἑρμίππου. Ἐκεῖνός ἐστιν στρογγύλος τὴν ὄψιν, ὦ πονηρέ, ἐντὸς δʼ ἔχων περιέρχεται κύκλῳ τὰ πάντʼ ἐν αὑτῷ· ἡμᾶς δὲ τίκτει περιτρέχων τὴν γῆν ἁπαξάπασαν. Ὀνομάζεται δʼ ἐνιαυτός, ὢν δὲ περιφερὴς τελευτὴν οὐδεμίαν οὐδʼ ἀρχὴν ἔχει· κυκλῶν δʼ ἀεὶ τὸ σῶμα οὐ παύεται διʼ ἡμέρας ὁσημέραι τροχάζων.
Κλεοβούλου σοφοῦ τῶν αἰνιγμάτων. Εἷς ὁ πατήρ, παῖδες δὲ δυώδεκα· τῶν δὲ ἑκάστῳ κοῦραι ἑξήκοντα, διάνδιχα εἶδος ἔχουσαι· αἳ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἳ δʼ αὖτε μέλαιναι· ἀθάναται δέ τʼ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.
Μοσχίωνος. Πρῶτον δʼ ἄνειμι καὶ διαπτύξω λόγῳ ἀρχὴν βροτείου καὶ κατάστασιν βίου· ἦν γάρ ποτʼ αἰὼν κεῖνος, ἦν ποθʼ ἡνίκα θηρσὶν διαίτας εἶχον ἐμφερεῖς βροτοί, ὀρειγενῆ σπήλαια καὶ δυσηλίους φάραγγας ἐνναίοντες· οὐδέπω γὰρ ἦν οὔτε στεγήρης οἶκος, οὔτε λαΐνοις εὐρεῖα πύργοις ὠχυρωμένη πόλις· οὐ μὴν ἀρότροις ἀγκύλοις ἐτέμνετο μέλαινα καρποῦ βῶλος ὀμπνίου τροφός, οὐδʼ ἐργάτης σίδηρος εὐιώτιδος θάλλοντας οἴνης ὀρχάτους ἐτημέλει, ἀλλʼ ἦν ἀκύμων κωφεύουσα ῥέουσα γῆ. βοραὶ δὲ σαρκοβρῶτες ἀλληλοκτόνους παρεῖχον αὐτοῖς δαῖτας· ἦν δʼ ὁ μὲν Νόμος ταπεινός, ἡ Βία δὲ σύνθρονος Διί, ὁ δʼ ἀσθενὴς ἦν τῶν ἀμεινόνων βορά.Ἐπεὶ δʼ ὁ τίκτων πάντα καὶ τρέφων χρόνοςτὸν θνητὸν ἠλλοίωσεν ἔμπαλιν βίον, εἴτʼ οὖν μέριμναν τὴν Προμηθέως σπάσας, εἴτʼ οὖν ἀνάγκην, εἴτε τῇ μακρᾷ τριβῇ αὐτὴν παρασχὼν τὴν φύσιν διδάσκαλον, τόθʼ εὑρέθη μὲν καρπὸς ἡμέρου τροφῆς Δήμητρος ἁγνῆς, εὑρέθη δὲ Βακχίου γλυκεῖα πηγή· γαῖα δʼ ἡ πρὶν ἄσπορος ἤδη ζυγουλκοῖς βουσὶν ἠροτρεύετο. ἄστη δʼ ἐπυργώσαντο καὶ περισκεπεῖς ἔτευξαν οἴκους· καὶ τὸν ἠγριωμένον εἰς ἥμερον δίαιταν ἤγαγον βίον· κἀκ τοῦδε τοὺς θανόντας ὥρισεν νόμος τύμβοις καλύπτειν, κἀπιμοιρᾶσθαι κόνιν νεκροῖς ἀθάπτοις, μηδʼ ἐν ὀφθαλμοῖς ἐᾶν τῆς πρόσθε θοίνης μνημόνευμα δυσσεβοῦς.
Ἐκ τῶν Βίωνος Βουκολικῶν. «Εἴαρος, ὦ Μύρσων, ἢ χείματος, ἢ φθινοπώρω, ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν; ἦ θέρος, ἁνίκα πάντα τελείεται ἅσσα μογεῦμες; ἢ γλυκερὸν φθινόπωρον, ὅκʼ ἀνδράσι λιμὸς ἐλαφρά; ἢ καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοὶ θαλπόμενοι θέλγονται ἀεργείᾳ τε καὶ ὄκνῳ. ἤ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπὲ τί τοι φρὴν αἱρεῖται; λαλέεν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἁμῖν.» «“Κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι, πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι ἐξερέω, Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων. οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μʼ ἅλιος ὀπτῇ· οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει· οὖλον χεῖμα φέρον νιφετὸν κρυμώς τε φοβεῦμαι. εἶαρ ἐμοὶ τριπόθατον ὅλῳ λυκάβαντι παρείη, ἁνίκα μήτε κρύος μήθʼ ἅλιος ἄμμε βαρύνει· εἴαρι πάντα κύει, πάντʼ εἴαρος ἁδέα βλαστῆ, χἁ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς.”»
Θαλῆς ἐρωτηθείς, τί σοφώτατον; ἔφη, Χρόνος· ἀνευρίσκει γὰρ τὰ πάντα.
Περίανδρος ἐρωτηθείς, Τί πάντων αἴτιον; ἔφη, Χρόνος.
Θαλῆς ἔφησεν, ὅτι σαφέστατος ἔλεγχος πραγμάτων ἁπάντων ἐστὶν ὁ χρόνος, οὗτος γὰρ τὴν ἀλήθειαν ἐμφανίζει.
Εὐρυφῶν ὁ ἰατρὸς ἐρωτηθεὶς τὸν διδάσκαλον παρʼ ᾧ ἐπαιδεύθη, Παρὰ τῷ χρόνῳ, ἔφη.
Ἀέτιος Πυθαγόρας τὴν σφαῖραν τοῦ περιέχοντος. Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν. Οἱ Στωικοὶ χρόνου οὐσίαν αὐτὴν τὴν κίνησιν. Οἱ πλείους ἀγένητον τὸν χρόνον. Ξενοκράτης μέτρον τῶν γενητῶν, καὶ κίνησιν ἀΐδιον. Μέτρον βραδύτητος ἢ τάχους εἶπε Χρύσιππος. Ἑστιαῖος ὁ Περίνθιος φυσικὸς φορὰν ἄστρων πρὸς ἄλληλα.
Στράτων τὸ ἐν κινήσει καὶ ἠρεμίᾳ ποσόν.
Ἐπίκουρος σύμπτωμα συμπτωμάτων, τοῦτο δʼ ἐστὶ παρακολούθημα κινήσεων.
Ἀντιφᾶν καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐδʼ ὑπόστασιν.
Ἀριστοτέλους. τὸν δὲ χρόνον ἀριθμὸν εἶναι κινήσεως κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὔτʼ ἀρχὴν ἔχοντα οὔτε τελευτήν, ἀλλʼ ἀεὶ ὄντα καὶ ἀεὶ γιγνόμενον, εἶναι δὲ συνεχῆ καὶ διαιρετόν, λαμβάνεσθαι γὰρ αὐτοῦ τὸ μὲν πρότερον τὸ δʼ ὕστερον, ὅρον δʼ ὑπάρχειν ἑκατέρων τὸ νῦν, τοῦτο γὰρ νοεῖσθαι τοῦ μὲν προτέρου πέρας, τοῦ δὲ μέλλοντος ἀρχήν.
Οἱ Ἀριστοτελικοὶ τὸν χρόνον ἀριθμὸν τῶν κατὰ τὸ νῦν ἀφοριζομένων κινήσεων, τὸ δὲ νῦν εἶναι μονάδα στάσεως ἐν κινήσει, κίνησιν δʼ οὐκ εἶναι τὸν χρόνον, οὐ μὴν ἄνευ κινήσεως· λέγεσθαι γὰρ κίνησιν βραδεῖαν καὶ ταχεῖαν, οὐκέτι δὲ χρόνον, ἀλλὰ πολὺν καὶ ὀλίγον. Ἔτι τὸ μὲν πλεῖον καὶ τοὔλαττον ἀριθμῷ κρίνεσθαι, χρόνῳ δὲ τὴν πλείω καὶ ἐλάττω κίνησιν. Οὐκ ἄρα κίνησις ὁ χρόνος, οὐ μὴν κινήσεως κεχωρισμένος, ἀριθμὸν γὰρ εἶναι κινήσεως συνεχῆ κατὰ τὸ πρότερον καὶ ὕστερον.
Ζήνωνος. Ζήνων ἔφησε χρόνον εἶναι κινήσεως διάστημα, τοῦτο δὲ καὶ μέτρον καὶ κριτήριον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει ἕκαστα. Κατὰ τοῦτον δὲ γίνεσθαι τὰ γινόμενα καὶ τὰ περαινόμενα ἅπαντα καὶ τὰ ὄντα εἶναι.
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ. .....................
Ὡς καὶ περὶ τῶν τριῶν χρόνων εὑρεῖν· οὔτε γὰρ καθʼ ἑαυτούς εἰσιν, οὔτε συνήνωνται· καὶ πάλιν συνήνωνται καὶ καθʼ ἑαυτούς εἰσιν. Ἐὰν χωρὶς εἶναι τοῦ παρεληλυθότος ὑπολάβῃς τὸν ἐνεστῶτα, ἀδύνατόν ἐστιν ἐνεστάναι, εἰ μὴ καὶ παρεληλυθὼς γένοιτο· ἐκ γὰρ τοῦ ἀποιχομένου τὸ ἐνεστὼς γίνεται καὶ ἐκ τοῦ ἐνεστῶτος τὸ μέλλον ἔρχεται. Εἰ δὲ δεῖ καὶ ἐπὶ πλέον βασανίσαι, οὕτω λογισώμεθα· τὸν μὲν παρεληλυθότα χρόνον οἴχεσθαι εἰς τὸ μηκέτι εἶναι, τὸν δὲ μέλλοντα μὴ ὑπάρχειν ἐν τῷ μηδέπω παρεῖναι, ἀλλὰ μηδὲ τὸν ἐνεστῶτα συμπαρεῖναι ἐν τῷ μένειν. Ὃς γὰρ οὐχ ἕστηκε ῥοπὴν ἔχων, οὐδὲ κέντρου μονὴν, πῶς ἐνεστὼς εἶναι λέγεται ὁ μηδὲ ἑστάναι δυνάμενος; καὶ πάλιν ὁ παρεληλυθὼς συνάπτων τῷ ἐνεστῶτι καὶ ὁ ἐνεστὼς τῷ μέλλοντι εἷς γίνεται — οὐ γὰρ χωρὶς αὑτῶν εἰσι — τῇ ταὐτότητι καὶ τῇ ἑνότητι καὶ τῇ συνεχείᾳ. Οὕτω καὶ συνεχὴς καὶ διεστὼς γίνεται, εἷς ὢν καὶ ὁ αὐτός, χρόνος.
Ἀπολλοδώρου. Ἀπολλόδωρος δʼ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζεται τὸν χρόνον· Χρόνος δʼ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα· οὕτως δʼ ἐστὶν ἄπειρος, ὡς ὁ πᾶς ἀριθμὸς ἄπειρος λέγεται εἶναι· τὸ μὲν γάρ ἐστιν αὐτοῦ παρεληλυθός, τὸ δὲ ἐνεστηκός, τὸ δὲ μέλλον. Ἐνεστάναι δὲ τὸν πάντα χρόνον ὡς τὸν ἐνιαυτὸν ἐνεστηκέναι λέγομεν κατὰ μείζονα περιγραφήν· καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται, οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως.
Ποσειδωνίου. Τὰ μέν ἐστι κατὰ πᾶν ἄπειρα, ὡς ὁ σύμπας χρόνος· τὰ δὲ κατά τι, ὡς ὁ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων· κατὰ γὰρ τὸν παρόντα μόνον ἑκάτερος πεπέρανται. Τὸν δὲ χρόνον οὕτως ὁρίζεται· διάστημα κινήσεως ἢ μέτρον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει τὸ ἐπινοούμενον. καὶ κατὰ τὸ πότε τοῦ χρόνου τὸν μὲν εἶναι παρεληλυθότα, τὸν δὲ μέλλοντα, τὸν δὲ παρόντα, ὃς ἔκ τινος μέρους τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος περὶ τὸν διορισμὸν αὐτὸν συνέστηκε· τὸν δὲ διορισμὸν σημειώδη εἶναι. Τὸ δὲ νῦν καὶ τὰ ὅμοια ἐν πλάτει χρόνον καὶ οὐχὶ κατʼ ἀπαρτισμὸν νοεῖσθαι. Λέγεσθαι δὲ τὸ νῦν καὶ τὸν ἐλάχιστον πρὸς αἴσθησιν χρόνον περὶ τὸν διορισμὸν τοῦ μέλλοντος καὶ παρεληλυθότος συνιστάμενον.
Χρυσίππου. Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθʼ ὃ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος· ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει, καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἡ θάλαττα καὶ τὸ κενόν, τά τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. Ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ καὶ τὸν χρόνον πάντα ἄπειρον εἶναι ἐφʼ ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα ἄπειρον εἶναι. Ἐμφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐθεὶς ὅλως ἐνίσταται χρόνος. Ἐπεὶ γὰρ εἰς ἄπειρον ἡ τομὴ τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς χρόνος εἰς ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατʼ ἀπαρτισμὸν ἐνεστάναι χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. Μόνον δʼ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς, εἰ μὴ ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ κάθημαι οὐχ ὑπάρχει .......... Ἔαρ δὲ ἔτους ὥραν κεκραμένην ἐκ χειμῶνος ἀπολήγοντος καὶ θέρους ἀρχομένου· ἢ τὴν μετὰ χειμῶνα ὥραν πρὸ θέρους. Θέρος δὲ ὥραν ἔτους τὴν μάλισθʼ ὑφʼ ἡλίου διακεκαυμένην. Μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος μέν, πρὸ χειμῶνος δέ, κεκραμένην. Χειμῶνα δὲ ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. Γίνεσθαι δὲ ἰσημερίας δύο καθʼ ἕκαστον ἐνιαυτὸν καὶ τροπὰς δύο· ἰσημερίας μέν, ὅταν ἡ νὺξ καὶ ἡ ἡμέρα ἶσαι ὦσι· τούτων δὲ τὴν μὲν ἔαρι γίγνεσθαι, τὴν δὲ μετοπώρῳ· τῶν δὲ τροπῶν τὰς μὲν θέρους, τὰς δὲ χειμῶνος.
Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίγνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει εἰς τὸ ἀνωτέρω βιαζομένου· θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται.
Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος τριάκοντα, Διὸς δώδεκα, Ἄρεος δυοῖν, Ἡλίου δώδεκα μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ· Σελήνης ἡμέραι τριάκοντα. Οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.
Γίγνεσθαι δὲ τὸν λεγόμενον μέγαν ἐνιαυτόν, ὅταν ἐπὶ τοὺς αὐτοὺς ἀφʼ ὧν ἤρξαντο τῆς κινήσεως ἀφίκωνται τόπους. Τὸν δέ γε μέγαν ἐνιαυτὸν οἳ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται, οἳ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι, οἳ δʼ ἐν τοῖς τετραπλασίοις ἔτεσιν, οἳ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν, ἐν οἷς Οἰνοπίδης καὶ Πυθαγόρας· οἳ δʼ ἐν τῇ λεγομένῃ κεφαλῇ τοῦ Κρόνου, αὕτη δʼ ἐστὶ τῶν ἑπτὰ πλανητῶν ἐπὶ ταὐτῇ ἡμέρᾳ τῆς ἐξ ἄρκτου φορᾶς ἐπάνοδος.
Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν.
Διογένης ὁ Στωικὸς ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσος ἦν ὁ καθʼ Ἡράκλειτον ἐνιαυτός.
Ἐκ τοῦ Σκυθίνου Περὶ φύσεως.
Χρόνος ἐστὶν ὕστατον καὶ πρῶτον πάντων καὶ ἔχει ἐν ἑαυτῷ πάντα καὶ ἔστιν εἷς ἀεί· καὶ οὐκ εἶσιν ὁ παροιχόμενος ἐκ τοῦ ἐόντος αὐτῷ ἐναντίην ὁδὸν παρεωνιατῶν. Τὸ γὰρ αὔριον ἡ μὲν τῷ ἔργῳ χθὲς ἔσται, τὸ δὲ χθὲς αὔριον ἦν.
Ἐκ τοῦ Πλουτάρχου παραλλήλων Νουμᾶ καὶ Λουκούργου.
Πολλοί εἰσιν, οἳ προστεθῆναι τὸν Ἰανουάριον καὶ Φεβρουάριον ὑπὸ Νουμᾶ τοὺς μῆνας λέγουσιν, ἐξ ἀρχῆς δὲ χρῆσθαι Ῥωμαίους δέκα μόνοις εἰς τὸν ἐνιαυτόν, ὡς ἔνιοι τῶν βαρβάρων τρισὶ καὶ τῶν Ἑλλήνων Ἀρκάδες μὲν τέτρασιν, ἓξ δὲ Ἀκαρνᾶνες· Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτός, εἶτα τετράμηνος, ὥς φασι· διʼ ὃ καὶ οἱ ταύτην τὴν χώραν οἰκοῦντες ἀρχαιότατοι δοκοῦσιν εἶναι καὶ πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γενεαλογίαις καταφέρουσιν, ἅτε δὴ τοὺς μῆνας εἰς ἐτῶν ἀριθμὸν τιθέμενοι.
Πλάτωνος ἐκ τοῦ Τιμαίου
Πλάτων αἰῶνος εἰκόνα κινητήν, ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως· γενητὸν δὲ κατʼ ἐπίνοιαν· οὐσίαν δὲ χρόνου τὴν οὐρανοῦ κίνησιν· λέγει γὰρ ἐν τῷ Τιμαίῳ οὕτως·
Ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησε τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. Καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀΐδιον, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ τοῦτο μὲν δὴ παντελῶς τῷ γενητῷ προσάπτειν οὐκ ἦν δυνατόν· εἰκόνα δʼ ἐπενόει κινητήν τινα αἰῶνος ποιῆσαι καὶ διακοσμῶν οὐρανῷ ἅμα ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν. ἡμέρας δὲ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ ξυνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. Ταῦτα δὲ πάντα μέρη χρόνου καὶ τό τʼ ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς. Λέγομεν γὰρ δὴ ὡς ἦν ἔστι τε καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δʼ ἦν τό τʼ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κίνησις γάρ ἐστι. Τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου οὔτε γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδʼ εἰσαῦθις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατʼ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη. Καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι· ὧν οὐδὲν ἀκριβὲς λέγομεν. Περὶ μὲν οὖν τούτων τάχʼ ἂν οὐκ ἂν εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. Χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνʼ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς αἰωνίας φύσεως, ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ. Τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν· ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἔχοντα ἐπίκλην ἄστρα πλανητὰ εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. Σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, ἃς ἡ θατέρου περίοδος ᾔειν, ἑπτὰ οὔσας, ὄντα ἑπτά· σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δʼ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς τὸν τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δʼ ἐναντίαν εἰληχότας αὐτῷ δύναμιν· ὅθεν καταλαμβάνουσί τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπʼ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ἑωσφόρος. Τὰ δʼ ἄλλα οἷ δὴ καὶ διʼ ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλέον ἂν ἔργον ὧν ἕνεκα λέγεται παράσχοι. — ἔστι δʼ ὅμως οὐδὲν ἧττον κατανοῆσαι δυνατόν, ὡς ὅ γε τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.
Περὶ Ἀφροδίτης οὐρανίας καὶ ἔρωτος θείου.
Εὐριπίδου. Τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἀλλʼ οὐδʼ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφʼ ὅσον διέρχεται. Αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς· τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς, ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ· ἐρᾷ μὲν ὄμβρου γαῖʼ, ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ· ἐρᾷ δʼ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον εἰς ταὐτὸν δύο, τίκτουσιν ἡμῖν πάντα κἀκτρέφουσʼ ἅμα, ὅθεν βρότειον ζῇ τε καὶ θάλλει γένος.
Εὐριπίδου Οἰδίποδι. Ἑνὸς δʼ ἔρωτος ὄντος οὐ μίʼ ἡδονή· οἳ μὲν κακῶν ἐρῶσιν, οἳ δὲ τῶν καλῶν.
Εὐριπίδου Σθενεβοίᾳ. Ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.
Ἐκτῶν Βίωνος βουκολικῶν. Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν· μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν, τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.
Εὐριπίδου Δίκτυϊ. Φίλος γὰρ ἦν μοι καί μʼ Ἔρως εἷλέν ποτε οὐκ εἰς τὸ μῶρον, οὐδέ μʼ εἰς Κύπριν τρέπων.
Εὐριπίδου Θησεῖ. Ἀλλʼ ἔστι δή τις ἄλλος ἐν βροτοῖς Ἔρως ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς· καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδʼ εἶναι νόμον, τῶν εὐσεβούντων οἵτινές τε σώφρονες ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς χαίρειν ἐᾶν.
Ἡσιόδου. Ἤτοι μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι.
Παρμενίδου. Πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων.
Οὐχ ἡ ἀνάγκη μόνον καὶ τὸ δόγμα ἀγαθοὺς εἶναι ἐξορμᾷ, ἀλλὰ καὶ ὅπερ ἐξεργάζεται τὰ μέγιστα τῶν ἀνθρωπίνων, ἔρως· οὗτος καὶ τὴν ἀρετὴν τελεσίδρομον εἶναι ποιεῖ.
Πλάτωνος ἐκ τοῦ Φαίδρου.
Ὥστε γε τοῦτο αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον· ἀλλὰ τόδε πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ ἔρως τῷ ἐρῶντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται. Ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον, ὡς ἐπʼ εὐτυχίᾳ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. ἡ δὲ δὴ ἀπόδειξις ἔσται δεινοῖς μὲν ἄπιστος, σοφοῖς δὲ πιστή.
Ἐν ταὐτῷ.
Ὃ μέντοι ἐζήτουν, ἔστιν αὐτὸ τοῦτο· μανίαν γάρ τινα ἐφήσαμεν εἶναι τὸν ἔρωτα. ἦ γάρ; — Ναί. — Μανίας δὲ εἴδη δύο· τὴν μὲν ὑπὸ νοσημάτων ἀνθρωπίνων, τὴν δὲ ὑπὸ θείας ἐξαλλαγῆς τῶν εἰωθότων νομίμων γιγνομένην. — Πάνυ γε. — Τῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι, μαντικὴν μὲν ἐπίπνοιαν Ἀπόλλωνος θέντες, Διονύσου δὲ τελεστικήν, Μουσῶν δʼ αὖ ποιητικήν, τετάρτην δὲ Ἀφροδίτης καὶ Ἔρωτος, ἐρωτικὴν μανίαν ἐφήσαμεν ἀρίστην εἶναι.
Ἐν ταὐτῷ.
Ἔστι δὴ οὖν δεῦρο ὁ πᾶς ἥκων λόγος περὶ τῆς τετάρτης μανίας, ἣν ὅταν τὸ τῇδέ τις ὁρῶν κάλλος, τοῦ ἀληθοῦς ἀναμιμνησκόμενος πτεροῦταί τε καὶ ἀναπτερούμενος προθυμούμενος ἀναπτέσθαι, ἀδυνατῶν δὲ ὄρνιθος δίκην βλέπων ἄνω, τῶν κάτω δὲ ἀμελῶν, αἰτίαν ἔχει ὡς μανικῶς διακείμενος· ὡς ἄρα αὕτη πασῶν τῶν ἐνθουσιάσεων ἀρίστη τε καὶ ἐξ ἀρίστων τῷ τε ἔχοντι καὶ τῷ κοινωνοῦντι αὐτῆς γίγνεται, καὶ ὅτι ταύτης μετέχων τῆς μανίας ὁ ἐρῶν τῶν καλῶν ἐραστὴς γίγνεται.
Ἐν ταὐτῷ.
Τοῦτο δὲ τὸ πάθος, ὦ παῖ καλέ, πρὸς ὃν δή μοι ὁ λόγος, ἄνθρωποι μὲν Ἔρωτα ὀνομάζουσι, θεοὶ δὲ ὃ καλοῦσιν ἀκούσας εἰκότως διὰ νεότητα γελάσεις· λέγουσι δὲ οἶμαι τινὲς Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν Ἔρωτα, ὧν τὸ ἕτερον πάνυ ὑβριστικὸν καὶ οὐ σφόδρα τι ἔμμετρον, ὑμνοῦσι δὲ ὧδε· τὸν δή τοι θνητοὶ μὲν Ἔρωτα καλοῦσι ποτηνόν, ἀθάνατοι δὲ Πτέρωτα διὰ πτεροφύτορʼ ἀνάγκην.
Τοῦ αὐτοῦ. Ἔφη Φαῖδρον ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν, ὅτι μέγας θεὸς εἴη ὁ Ἔρως καὶ θαυμαστὸς ἐν ἀνθρώποις τε καὶ θεοῖς, πολλαχῇ μὲν καὶ ἄλλῃ, οὐχ ἥκιστα δὲ κατὰ τὴν γένεσιν. Τὸ γὰρ ἐν τοῖς πρεσβύτατον εἶναι τῶν θεῶν τίμιον, ἦ δʼ ὅς· τεκμήριον δὲ τούτου· γοναὶ γὰρ Ἔρωτος οὔτʼ εἰσιν οὔτε λέγονται ὑπʼ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλὰ Ἡσίοδος πρῶτον μὲν χάος φησὶ γίγνεσθαι, μετὰ τὸ χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ Ἔρωτα. Ἡσιόδῳ δὲ καὶ Ἀκουσίλεως ξύμφησιν ἐν τοῖς πρεσβυτάτοις εἶναι· πρεσβύτατός τε ὢν μεγίστων ἀγαθῶν ἡμῖν αἴτιός ἐστιν.
Ἐν ταὐτῷ.
Πάντες γὰρ ἴσμεν ὅτι οὐκ ἔστιν ἄνευ Ἔρωτος Ἀφροδίτη. Μιᾶς μὲν οὔσης εἷς ἂν ἦν Ἔρως· ἐπεὶ δὲ δύο ἐστόν, δύο ἀνάγκη καὶ Ἔρωτας εἶναι. Πῶς δʼ οὐ δύο τὰ θεά; ἡ μέν γέ που πρεσβυτέρα καὶ ἀμήτωρ Οὐρανοῦ θυγάτηρ, ἣν δὴ καὶ οὐρανίαν ἐπονομάζομεν, ἡ δὲ νεωτέρα Διὸς καὶ Διώνης, ἣν δὴ πάνδημον καλοῦμεν. ἀναγκαῖον δὴ καὶ Ἔρωτα τὸν μὲν τῇ ἑτέρᾳ ξυνεργὸν πάνδημον ὀρθῶς καλεῖσθαι, τὸν δὲ οὐράνιον.
Ἐν ταὐτῷ.
Οὕτω πᾶν πάντως γε καλὸν ἕνεκα ἀρετῆς χαρίζεσθαι. οὗτός ἐστιν ὁ τῆς οὐρανίας θεοῦ ἔρως καὶ οὐράνιος καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τόν τε ἐρῶντα αὐτὸν αὑτοῦ καὶ τὸν ἐρώμενον· οἱ δʼ ἕτεροι πάντες τῆς ἑτέρας, τῆς πανδήμου.
Ἐν ταὐτῷ.
Τὸ μὲν γὰρ διπλοῦν εἶναι τὸν Ἔρωτα δοκεῖ μοι καλῶς διελέσθαι· ὅτι δὲ οὐ μόνον ἐστὶν ἐπὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων πρὸς τοὺς καλούς, ἀλλὰ καὶ πρὸς ἄλλα πολλὰ καὶ ἐν τοῖς ἄλλοις, τοῖς τε σώμασι τῶν πάντων ζῴων καὶ τοῖς ἐν τῇ γῇ φυομένοις καὶ ὡς ἔπος εἰπεῖν ἐν πᾶσι τοῖς οὖσι, καθεωρακέναι μοι δοκῶ ἐκ τῆς ἰατρικῆς, τῆς ἡμετέρας τέχνης, ὡς μέγας καὶ θαυμαστὸς καὶ ἐπὶ πᾶν ὁ θεὸς τείνει καὶ κατὰ τἀνθρώπινα καὶ κατὰ τὰ θεῖα πράγματα· ἄρξομαι δὲ ἀπὸ τῆς ἰατρικῆς λέγων, ἵνα πρεσβεύωμεν τὴν τέχνην. Ἡ γὰρ φύσις τῶν σωμάτων τὸν διπλοῦν ἔρωτα τοῦτον ἔχει· τὸ γὰρ ὑγιὲς τοῦ σώματος καὶ τὸ νοσοῦν ὁμολογοῦμεν ὡς ἕτερόν τε καὶ ἀνόμοιόν ἐστι, τὸ δὲ ἀνόμοιον ἀνομοίων ἐπιθυμεῖ καὶ ἐρᾷ. Ἄλλος μὲν οὖν ὁ ἐπὶ τῷ ὑγιεινῷ ἔρως, ἄλλος δὲ ὁ ἐπὶ τῷ νοσώδει.
Ἐν ταὐτῷ.
Ἐπεὶ καὶ ἡ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ξύστασις μεστή ἐστιν ἀμφοτέρων τούτων, καὶ ἐπειδὰν μὲν πρὸς ἄλληλα τοῦ κοσμίου τύχῃ ἔρωτος, ἃ νῦν δὴ λέγω, τά τε θερμὰ καὶ τὰ ψυχρὰ καὶ τὰ ξηρὰ καὶ ὑγρὰ καὶ ἁρμονίαν καὶ κρᾶσιν λάβῃ σώφρονα, ἥκει φέροντα εὐετηρίαν τε καὶ ὑγίειαν ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, καὶ οὐδὲν ἠδίκησεν· ὅταν δὲ ὁ μετὰ τῆς ὕβρεως ἔρως ἐγκρατέστερος καὶ περὶ τὰς τοῦ ἐνιαυτοῦ ὥρας γένηται, διέφθειρέ τε πολλὰ καὶ ἠδίκησεν. οἵ τε γὰρ λοιμοὶ φιλοῦσι γίγνεσθαι ἐκ τῶν τοιούτων καὶ ἄλλα ἀνόμοια καὶ πολλὰ νοσήματα καὶ τοῖς θηρίοις καὶ τοῖς φυτοῖς. καὶ γὰρ πάχναι καὶ χάλαζαι καὶ ἐρυσῖβαι ἐκ πλεονεξίας καὶ ἀκοσμίας περὶ ἄλληλα τῶν τοιούτων γίγνεται ἐρωτικῶν, ὧν ἐπιστήμη περὶ ἄστρων τε φορὰς καὶ ἐνιαυτῶν ὥρας ἀστρονομία καλεῖται. Ἔτι τοίνυν καὶ αἱ θυσίαι πᾶσαι καὶ οἷς μαντικὴ ἐπιστατεῖ τέχνη, ταῦτα δʼ ἐστὶν ἡ περὶ θεούς τε καὶ ἀνθρώπους πρὸς ἀλλήλους κοινωνία, οὐ περὶ ἄλλο τί ἐστιν ἢ περὶ ἔρωτος φυλακήν τε καὶ ἴασιν. Πᾶσα γὰρ ἀσέβεια φιλεῖ γίγνεσθαι, ἐὰν μή τις τῷ κοσμίῳ ἔρωτι χαρίζηται μηδὲ τιμᾷ τε αὐτὸν καὶ πρεσβεύῃ ἐν παντὶ ἔργῳ, ἀλλὰ τὸν ἕτερον, καὶ περὶ γονέας καὶ ζῶντας καὶ τετελευτηκότας, καὶ περὶ θεούς· ἃ δὴ προτέτακται τῇ μαντικῇ ἐπισκοπεῖν τοὺς ἐρῶντας καὶ ἰατρεύειν· καὶ ἔστιν αὖ ἡ μαντικὴ φιλίας θεῶν καὶ ἀνθρώπων δημιουργὸς τῷ ἐπίστασθαι τὰ κατʼ ἀνθρώπους ἐρωτικά, ὅσα τείνει πρὸς θέμιν καὶ εὐσέβειαν. Οὕτω πολλὴν καὶ μεγάλην, μᾶλλον δὲ πᾶσαν δύναμιν ἔχει ξυλλήβδην μὲν ὁ πᾶς ἔρως· ὁ δὲ περὶ τἀγαθὰ μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἀποτελούμενος καὶ παρʼ ἡμῖν καὶ παρὰ θεοῖς, οὗτος τὴν μεγίστην δύναμιν ἔχει καὶ πᾶσαν ἡμῖν εὐδαιμονίαν παρασκευάζει καὶ ἀλλήλοις δυναμένους ὁμιλεῖν καὶ φίλους εἶναι καὶ τοῖς κρείττοσιν ἡμῶν θεοῖς.
Ἐν ταὐτῷ.
Εὐδαίμονας λέγεις οὐ τοὺς τἀγαθὰ καὶ καλὰ κεκτημένους; — Πάνυ γε. — Ἀλλὰ μὴν ἔρωτά γε ὡμολόγηκας διʼ ἔνδειαν τῶν καλῶν καὶ τῶν ἀγαθῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστι; — Ὡμολόγηκα γάρ. — Πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος; — Οὐδαμῶς, ὥς γʼ ἔοικεν. — Ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ Ἔρωτα οὐ θεὸν νομίζεις; — Τί οὖν ἄν, ἔφην, ὁ Ἔρως εἴη; θνητός; — Ἥκιστά γε. — Ἀλλὰ τί μήν; — Ὥσπερ τὰ πρότερα ἔφην, μεταξὺ θνητοῦ καὶ ἀθανάτου. — Τί οὖν, ὦ Διοτίμα; — Δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον μεταξύ ἐστι θεοῦ καὶ θνητοῦ. — Τίνα, ἦν δʼ ἐγώ, δύναμιν ἔχον; — Ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τε τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν· ἐν μέσῳ δʼ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι. Διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερῶν τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τὰς τελετὰς καὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν. Θεὸς δὲ ἀνθρώπῳ οὐ μίγνυται· ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους καὶ πρὸς θεοὺς ἀνθρώποις καὶ ἐγρηγορόσι καὶ καθεύδουσι. Καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σφοδρὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ἢ περὶ τέχνας ἢ περὶ χειρουργίας τινὰς βάναυσος. Οὗτοι δὴ οἱ δαίμονες πολλοί τε καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων καὶ ὁ Ἔρως.
Περὶ ἀρχῶν καὶ στοιχείων τοῦ παντός.
Ἡσιόδου Θεογονίας.
Ἤτοι μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειταΓαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης.
Ὁμήρου. Ὠκεανός θʼ ὅσπερ γένεσις πάντεσσι τέτυκται.
Ὀρφέως. Ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ.
Ὁμήρου. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.
Λίνου ἐκ τῶν Περὶ φύσεως κόσμου. Ὧς κατʼ ἔριν συνάπαντα κυβερνᾶται διὰ παντός· ἐκ παντὸς δὲ τὰ πάντα καὶ ἐκ πάντων τόπαν ἐστί. Πάντα δʼ ἕν ἐστιν, ἕκαστον ὅλου μέρος, ἐν δʼ ἑνὶ πάντα, ἐκ γὰρ ἑνός ποτʼ ἐόντος ὅλου τάδε πάντʼ ἐγένοντο· ἐκ πάντων δέ ποτʼ αὖθις ἓν ἔσσεται ἐν χρόνου αἴσῃ, αἰὲν ἓν ὂν καὶ πολλά· καὶ οὐ κατὰ ταὐτὸν ἀθρῆσαι πολλάκις ἔσται ταὐτά· καὶ οὔποτε πεῖρας ἔπεισιν αἰεὶ πείρατʼ ἔχων· πήιον γένος ἔλλαχε ταὐτόν. ὧδε γὰρ ἀθάνατος θάνατος περὶ πάντα καλύπτει θνητὸς ἐὼν καὶ πᾶν θνήσκει φθαρτόν, τὸ δʼ ὑπάρχον φαντασίαις τʼ ἀλλοιοτρόποις καὶ σχήμασι μορφῆς ἀλλάξει τρόπον, ὡς ἀποκρύπτεμεν ὄψιν ἁπάντων, ἄφθορον ἔσσετʼ ἐόν τʼ αἰεί, καθὸ τῇδε τέτυκται.
Πλουτάρχου.
Ὅμηρος δὲ σημαίνει τὴν ἀνάλυσιν εἰς τὰ γεννητικὰ στοιχεῖα τοῦ παντὸς λέγων· Ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
Ἡρακλείτου.
Ἐκ πυρὸς γὰρ τὰ πάντα καὶ εἰς πῦρ πάντα τελευτᾷ.
Ὀρφεύς. Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.
Ἡσίοδος Θεογονίᾳ. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
Φιλήμονος. Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδʼ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὗτος εἰμʼ ἐγὼ Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. Ἐγὼ δʼ, ὃ θεοῦ ʼστιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθʼ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος οὗ μή ʼστιν ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ πάντʼ ἐξ ἀνάγκης οἶδε.
Ἐμπεδοκλέους. Τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργής, Ἥρη τε φερέσβιος, ἠδʼ Ἀϊδωνεύς, Νῆστίς θʼ, ἣ δακρύοις τέγγει, κρούνωμα βρότειον. τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο νεῖκος.
Πλουτάρχου.
Ἐμπεδοκλῆς Δία μὲν λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥρην δὲ φερέσβιον τὴν γῆν· ἀέρα δὲ τὸν Ἀιδωνέα, ἐπειδὴ φῶς οἰκεῖον οὐκ ἔχει, ἀλλὰ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καταλάμπεται· Νῆστιν δὲ καὶ «κρούνωμα βρότειον» τὸ σπέρμα καὶ τὸ ὕδωρ. Ἐκ τεσσάρων οὖν στοιχείων τὸ πᾶν, τῆς τούτων φύσεως ἐξ ἐναντίων συνεστώσης, ξηρότητός τε καὶ ὑγρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ὑπὸ τῆς πρὸς ἄλληλα ἀναλογίας καὶ κράσεως ἐναπεργαζομένης τὸ πᾶν καὶ μεταβολὰς μὲν μερικὰς ὑπομενούσης, τοῦ δὲ παντὸς λύσιν μὴ ἐπιδεχομένης. Λέγει γὰρ οὕτως· Ἄλλοτε μὲν φιλότητι συνερχόμενʼ εἰς ἓν ἅπαντα, ἄλλοτε δʼ αὖ δίχʼ ἕκαστα φορεύμενα νείκεος ἔχθει. Ὅμηρος δὲ τὴν φιλίαν καὶ τὸ νεῖκος τῶν τοῦ παντὸς μερῶν ἐν τούτοις αἰνίσσεται, ἐν οἷς φησιν ἡ Ἥρα· Εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν· τοὺς εἶμʼ ὀψομένη καί σφʼ ἄκριτα νείκεα λύσω.
Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφήνατο τὸ ὕδωρ, ἐξ ὕδατος γάρ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. Στοχάζεται δὲ πρῶτον ἐκ τούτου, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα. οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. Δεύτερον, ὅτι πάντα φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. Τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος.
Ἀναξίμανδρος δὲ Πραξιάδου Μιλήσιος φησὶ τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι. Διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίγνονται. Λέγει γοῦν διότι ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ ἡ γένεσις ἡ ὑφισταμένη. Ἁμαρτάνει δὲ μὴ λέγων τί ἐστι τὸ ἄπειρον. Τὸ δʼ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δʼ ἡ ὕλη εἶναι ἐνέργεια, ἐὰν μὴ τὸ ποιοῦν ὑποκέηται.
Ξενοκράτης συνεστάναι τὸ πᾶν ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀενάου, ἀέναον τὴν ὕλην αἰνιττόμενος διὰ τοῦ πλήθους.
Ξενοφάνης ἀρχὴν τῶν πάντων εἶναι τὴν γῆν· γράφει γὰρ ἐν τῷ Περὶ φύσεως. Ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.
Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο, ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. Οἷον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα, ἀὴρ οὖσα, συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει. Λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. Ἁμαρτάνει δὲ ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι, ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι· οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος.
Ἀναξαγόρας Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο. Τροφὴν γοῦν προσφερόμεθα μονοειδῆ ἄρτον καὶ ὕδωρ· καὶ ἐκ ταύτης τρέφεται φλέψ, ἀρτηρία, σάρξ, νεῦρα, ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. Τούτων οὖν γιγνομένων ὁμολογητέον, ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται. ἐν ταύτῃ οὖν ἐστι λόγῳ θεωρητὰ μόρια· καὶ ἀπὸ τοῦ ὅμοια τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων. Καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον νοῦν, τὸν πάντα διαταξάμενον.
Ἀρχέλαος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν. τούτων δὲ τὸ μὲν εἶναι πῦρ, τὸ δʼ ὕδωρ.
Οὗτοι μὲν οὖν ἐφεξῆς ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν Ἰωνικὴν ἐκπληροῦσι φιλοσοφίαν, οὕτω προσαγορευθεῖσαν, διότι Μιλήσιος αὐτῆς κατῆρξεν ἀνήρ, ὁ Θαλῆς ἀπὸ τῆς τῶν Ἰώνων μητροπόλεως.
Φιλόλαος ὁ Πυθαγόρειος τὸ πέρας καὶ τὸ ἄπειρον.
Στράτων στοιχεῖα θερμὸν καὶ ψυχρόν.
Πυθαγόρας Μνησάρχου Σάμιος, πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις. ἅς τινας ἁρμονίας καλεῖ· τὰ δʼ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα· πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. Σπεύδει δὲ αὐτῷ τῶν ἀρχῶν ἣ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς, ὁ θεός· ἣ δὲ ἐπὶ τὸ παθητικόν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος. Εἶναι δὲ τὴν φύσιν τοῦ ἀριθμοῦ δεκάδα· μέχρι γὰρ τῶν δέκα πάντες ἀριθμοῦσιν, ἐφʼ ἃ ἐλθόντες πάλιν ἀναποδίζουσιν ἐπὶ τὴν μονάδα. Καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέτταρσιν· ἐκ γὰρ τῆς τετράδος καὶ τῶν αὐτῆς μερῶν ἀναπληροῦται· ἐὰν δὲ ὑπερβάλῃ τις τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται. Διὸ καὶ ἐπεφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος, Οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσιος ῥίζωμά τʼ ἔχουσαν.
Θεανοῦς ἐκ τοῦ Περὶ εὐσεβείας.
Καὶ συχνοὺς μὲν Ἑλλήνων πέπυσμαι νομίσαι φάναι Πυθαγόραν ἐξ ἀριθμοῦ πάντα φύεσθαι. Οὗτος δὲ ὁ λόγος ἀπορησίας ἔχεται, πῶς ἃ μηδὲ ἔστιν ἐπινοεῖται καὶ γεννᾶν. ὃ δὲ οὐκ ἐξ ἀριθμοῦ, κατὰ δὲ ἀριθμὸν ἔλεγε πάντα γίγνεσθαι, ὅτι ἐν ἀριθμῷ τάξις πρώτη, ἧς μετουσίᾳ κἀν τοῖς ἀριθμητοῖς πρῶτόν τι καὶ δεύτερον καὶ τἄλλα ἑπομένως τέτακται.
Ἡράκλειτος καὶ Ἵππασος ἀρχὴν τῶν ἁπάντων τὸ πῦρ. Πρῶτον μὲν γὰρ τὸ παχυμερέστερον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆ γίγνεται, ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς χύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίγνεσθαι. Πάλιν δὲ τὸν κόσμον καὶ τὰ σώματα πάντα ὑπὸ τοῦ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. Μητρόδωρος Θεοκρίτου Χῖος τὰ ἀδιαίρετα καὶ τὸ κενόν. Διογένης δὲ ὁ Ἀπολλωνιάτης ἀέρα ἄπειρον. Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς τὸν θεὸν καὶ τὴν ὕλην, στοιχεῖα δὲ τέσσαρα. Λεύκιππος Μιλήσιος ἀρχὰς καὶ στοιχεῖα τὸ πλῆρες καὶ τὸ κενόν. Δημόκριτος τὰ ναστὰ καὶ κενόν. Ἐπίκουρος ἀρχὰς εἶναι τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀδιάφθαρτα οὔτε θραυσθῆναι δυνάμενα οὔτε ἀλλοιωθῆναι. Εἴρηται δὲ ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλʼ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ.
Ἑρμοῦ.
Ἡ γὰρ μονάς, οὖσα πάντων ἀρχὴ καὶ ῥίζα, ἐν πᾶσίν ἐστιν ὡς ἂν ῥίζα καὶ ἀρχή, ἄνευ δὲ ἀρχῆς οὐδέν· ἀρχὴ δὲ ἐξ οὐδενός, ἀλλʼ ἐξ αὑτῆς, εἴ γε ἀρχή ἐστι τῶν ἑτέρων. οὖσα οὖν ἀρχὴ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδενὸς ἐμπεριεχομένη· καὶ πάντα ἀριθμὸν γεννᾷ, ὑπὸ μηδενὸς γεννωμένη ἑτέρου ἀριθμοῦ. Πᾶν δὲ τὸ γεννώμενον ἀτελὲς καὶ διαιρετὸν καὶ αὐξητὸν καὶ μειωτόν· τῷ δὲ τελείῳ οὐδὲν τούτων γίγνεται. Αὕτη οὖν, ὦ Τάτ, κατὰ τὸ δυνατόν σοι ὑπογέγραπται τοῦ θεοῦ εἰκών.
Ἔκφαντος Συρακούσιος, εἷς τῶν Πυθαγορείων, πάντων τὰ ἀδιαίρετα σώματα καὶ τὸ κενόν. Τὰς γὰρ Πυθαγορικὰς μονάδας οὗτος πρῶτος ἀπεφήνατο σωματικάς.
Πλάτων Ἀρίστωνος τρεῖς ἀρχάς, τὸν θεόν, τὴν ὕλην, τὴν ἰδέαν· ὑφʼ οὗ, ἐξ οὗ, πρὸς ὅ. Ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ἡ δὲ ὕλη τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ, ἰδέα δὲ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ.
Ἀριστοτέλης Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν εἶδος, ὕλην, στέρησιν· στοιχεῖα δὲ τέσσαρα, πέμπτον δέ τι σῶμα τὸ αἰθέριον, ἀμετάβλητον· στοιχεῖα δὲ τῶν γενητῶν κατὰ μὲν τὰς δυνάμεις θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, κατὰ δὲ τὰς οὐσίας, ἐν αἷς καὶ περὶ ἃς ὑπάρχουσιν αὗται, τὰ τέσσαρα.
Διόδωρος ἐπίκλην Κρόνος τὰ ἀμερῆ σώματα ἄπειρα, τὰ δʼ αὐτὰ λεγόμενα καὶ ἐλάχιστα· ἄπειρα μὲν κατʼ ἀριθμόν. ὡρισμένα δὲ κατὰ μέγεθος.
Οἱ μὲν οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα.
Θαλῆς δʼ ὁ Μιλήσιος ταὐτὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα. Πλεῖστον δὲ ὅσον διαφέρει ἀλλήλων. Τὰ μὲν γὰρ στοιχεῖά ἐστι σύνθετα, τὰς δὲ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτε ἀποτελέσματα· οἷον στοιχεῖα μὲν καλοῦμεν γῆν, ὕδωρ, ἀέρα, πῦρ· ἀρχὰς δὲ λέγομεν διὰ τὸ οὐδὲν ἔχειν πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχή, ἀλλʼ ἐκεῖνο ἐξ οὗ γεννᾶται. Τῆς δὲ γῆς καὶ τοῦ ὕδατος ἔστι τινὰ πρότερον ἐξ ὧν γέγονεν, ὕλη ἄμορφος καὶ ἀνείδεος.
Λέγει γοῦν ἐν Τιμαίῳ· «βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας».
Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀποφαίνεται, τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα πῦρ, ἀέρα, ὕδωρ, γῆν, ἐξ ὧν συνίστασθαι πάντα καὶ ζῷα καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτᾷ περιεχόμενα καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ πῦρ καὶ κατʼ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρώτου τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι, τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν· κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου· οὐ μετʼ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετʼ ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γιγνομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δʼ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δʼ ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δʼ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίγνεται χύσις εἰς ὕδωρ, δευτέρα δʼ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. Λέγεσθαι δὲ πῦρ τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. Τριχῶς δὴ λεγομένου κατὰ Χρύσιππον τοῦ στοιχείου, καθʼ ἕνα μὲν τρόπον τοῦ πυρός, διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καθʼ ἕτερον δέ, καθὸ λέγεται τὰ τέσσαρα στοιχεῖα, πῦρ, ἀήρ, ὕδωρ, γῆ — ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, διʼ ἑνὸς δέ, ὡς ὁ ἥλιος, διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἰλικρινές —, κατὰ τρίτον λόγον λέγεται στοιχεῖον … εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφʼ αὑτοῦ ὁδῷ μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ. Γεγονέναι δʼ ἔφησε καὶ τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἔστι τό τε διʼ αὑτοῦ εὐκινητότατον καὶ ἡ ἀρχὴ καὶ ὁ σπερματικὸς λόγος καὶ ἡ ἀΐδιος δύναμις φύσιν ἔχουσα τοιαύτην, ὥστε αὑτήν τε κινεῖν κάτω πρὸς τὴν τροπὴν καὶ ἀπὸ τῆς τροπῆς ἄνω πάντῃ κύκλῳ, εἰς αὑτήν τε πάντα καταναλίσκουσα καὶ ἀφʼ αὑτῆς πάλιν ἀποκαθιστᾶσα τεταγμένως καὶ ὁδῷ.
Περὶ ὕλης.
Ὕλη ἐστὶ τὸ ὑποκείμενον πάσῃ γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
Καὶ γέγονεν, ὦ τέκνον, ἡ ὕλη καὶ ἦν, ὕλη γὰρ ἀγγεῖον γενέσεώς ἐστι, γένεσις δὲ ἐνεργείας τρόπος τοῦ ἀγενήτου καὶ προόντος θεοῦ. Τὸ σπέρμα οὖν τῆς γενέσεως λαμβάνουσα γέγονε καὶ τρεπτὴ ἐγένετο καὶ ἰδέας ἔσχε μορφοποιουμένη· ἐφέστηκε γὰρ αὐτῇ τρεπομένῃ ἡ τεχνιτεύουσα τὰς τῆς τροπῆς ἰδέας. Ἀγενησία οὖν τῆς ὕλης ἀμορφία ἦν, ἡ δὲ γένεσις τὸ ἐνεργεῖσθαι.
Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου, λέγω δὲ τοὺς μέχρι τῶν Στωικῶν καταβεβηκότας σὺν Ἡρακλείτῳ, τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην διʼ ὅλης τὴν ὕλην ἀπεφήναντο.
Οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενόν.
Πλάτων τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον, ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν καὶ οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γίγνεσθαι. «Ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως· ταὐτὸν ἀεὶ προσρητέον αὐτήν· ἐκ γὰρ τῆς ἑαυτῆς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως. Δέχεται γὰρ ἀεὶ τὰ πάντα καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίως εἴληφεν οὐδαμῇ οὐδαμῶς· ἐκμαγεῖον γὰρ φύσει παντὶ κεῖται κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τῶν εἰσιόντων. Φαίνεται δὲ διʼ ἐκεῖνα ἄλλοτε ἀλλοῖον. Τὰ δʼ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων ἀεὶ μιμήματα, τυπωθέντα ἀπʼ αὐτῶν τρόπον τινὰ δύσφραστον καὶ θαυμαστόν, ὃν εἰσαῦθις μέτιμεν. Ἐν δʼ οὖν τῷ παρόντι διανοηθῆναι χρὴ γένη τριττά, τὸ μὲν γιγνόμενον, τὸ δʼ ἐν ᾧ γίγνεται, τὸ δὲ ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον. Καὶ δὴ καὶ προσεικάσαι πρέπον τὸ μὲν δεχόμενον μητρί, τὸ δὲ ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ.»
Ἀριστοτέλους. Ἐπειδὴ δʼ ἡ μὲν φύσις κατʼ ἐπίνοιαν ἀρχή τίς ἐστι κινήσεως καὶ στάσεως, οὔτε δὴ κινούμενον ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον οὔτε τὸ εἶδος. ἣ μὲν γὰρ ἀνείδεος, τὸ δὲ εἶδος ἀεί, καὶ ἣ μὲν οὐ σῶμα, σωματικὴ δέ, τὸ δὲ καθάπαξ ἀσώματον. Οὐ σῶμα δὲ τὴν ὕλην φασίν, οὐ μόνον ὅτε ἐστερῆσθαι δοκεῖ τῶν περὶ σῶμα διαστάσεων, ἀλλʼ ὅτι καὶ πολλῶν ἄλλων ἀπολείπεται κατὰ τὸν ἴδιον λόγον, ἃ τοῖς σώμασιν ὑπάρχει, σχήματος, χρώματος, βαρύτητος, κουφότητος, ὅλως πάσης ποιότητος καὶ ποσότητος. Εἰ γὰρ τούτων μετεῖχε, τῶν ποιῶν ἂν ἦν καὶ ποσῶν· οὐ μετειληφυῖα δὲ κατὰ λόγον σῶμα μὲν οὐκ ἂν εἴη, σωματικὴ δὲ διὰ τὸ πάσαις ὥσπερ ἐκμαγεῖον ὑποκεῖσθαι ταῖς ποιότησιν· ὃν τρόπον γὰρ τὸ εἶδος τῆς ὕλης ἀφαιρεθὲν ἀσώματον εἶναι τυγχάνει, οὕτως καὶ τὴν ὕλην τοῦ εἴδους χωρισθέντος οὐ σῶμα. Δεῖν γὰρ ἀμφοῖν τῆς συνόδου πρὸς τὴν τοῦ σώματος ὑπόστασιν.
Ζήνωνος. Οὐσίαν δὲ εἶναι τὴν τῶν ὄντων πάντων πρώτην ὕλην, ταύτην δὲ πᾶσαν ἀΐδιον καὶ οὔτε πλείω γιγνομένην οὔτε ἐλάττω· τὰ δὲ μέρη ταύτης οὐκ ἀεὶ ταὐτὰ διαμένειν, ἀλλὰ διαιρεῖσθαι καὶ συγχεῖσθαι. Διὰ ταύτης δὲ διαθεῖν τὸν τοῦ παντὸς λόγον, ὃν ἔνιοι εἱμαρμένην καλοῦσιν, οἷόν περ καὶ ἐν τῇ γονῇ τὸ σπέρμα.
Χρυσίππου Στωικοῦ. Τῶν κατὰ ποιότητα ὑφισταμένων πρώτην ὕλην· ταύτην δὲ ἀΐδιον, οὔτε αὔξησιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ σύγχυσιν ἐπιδεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίγνεσθαι ἔκ τινων μερῶν εἴς τινα κατὰ διαίρεσιν, ἅμα κατʼ ἀναλογίαν τῇ συγχύσει τινῶν γιγνομένων ἔκ τινων.
Οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἀέρα ἢ γῆν τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.
Οἱ Στωικοὶ σῶμα τὴν ὕλην ἀποφαίνονται.
Ποσειδωνίου. Ἔφησε δὲ ὁ Ποσειδώνιος τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ ἄμορφον εἶναι, καθʼ ὅσον οὐδὲν ἀποτεταγμένον ἴδιον ἔχει σχῆμα οὐδὲ ποιότητα καθʼ αὑτήν, ἀεὶ δʼ ἔν τινι σχήματι καὶ ποιότητι εἶναι. Διαφέρειν δὲ τὴν οὐσίαν τῆς ὕλης, τὴν αὐτὴν οὖσαν κατὰ τὴν ὑπόστασιν, ἐπινοίᾳ μόνον.
Πλάτωνος ἐκ τοῦ Παρμενίδου.
Ἐπὶ πάντα ἄρα πολλὰ ὄντα ἡ οὐσία νενέμηται καὶ οὐδενὸς ἀποστατεῖ τῶν ὄντων, οὔτε τοῦ σμικροτάτου οὔτε τοῦ μεγίστου; ἢ τοῦτο μὲν καὶ ἄλογον ἔρεσθαι; πῶς γὰρ ἂν ἡ οὐσία γε τῶν ὄντων του ἀποστατοίη; — Οὐδαμῶς. — Κατακεκερμάτισται ἄρα ὡς οἷόν τε σμικρότατα καὶ μέγιστα καὶ πανταχῶς ὄντα καὶ μεμέρισται πάντων μάλιστα, καὶ ἔστι μέρη ἀπέραντα τῆς οὐσίας. — Ἔχει οὕτως.
Περὶ ἰδεῶν.
Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αἰτία τῶν οἵα ἐστὶν αὐτὴ καὶ παράδειγμα τῆς τῶν κατὰ φύσιν ἐχόντων αἰσθητῶν ὑποστάσεως, αὐτὴ μὲν ὑφεστῶσα καθʼ ἑαυτὴν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων διατάξεως, πατρὸς ἐπέχουσα τοῖς αἰσθητοῖς τάξιν.
Πυθαγόρας τὰ λεγόμενα εἴδη καὶ τὰς ἰδέας ἐν τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις αὐτῶν καὶ τοῖς καλουμένοις γεωμετρικοῖς ἐτίθετο ἀχώριστα τῶν σωμάτων.
Ἀριστοτέλους. Ταύτας δὲ τὰς ἀρχὰς ποτὲ μὲν εἶναί φησιν Ἀριστοτέλης δύο, τήν τε ὕλην καὶ τὸ εἶδος, ὃ καὶ μορφὴν καλεῖ καὶ ἐντελέχειαν καὶ τὸ τί ἦν εἶναι καὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ ἐνέργειαν· οὕτως αὐτῷ πλούσιόν τε καὶ πολυώνυμόν ἐστι τὸ εἶδος. Τοσοῦτο μὲν οὖν διαφέρειν τὸ εἶδος τῆς μορφῆς, ὅτι τὸ μέν ἐστι διῆκον διὰ βάθους, ἣ δʼ ἐπιπολαῖος· καὶ ἣ μὲν παραπλήσιος λευκότητι τῇ κατὰ τὴν ζῳγραφίαν, τὸ δὲ τῇ περὶ τὴν τοῦ γάλακτος οὐσίαν· ταὐτὸν δὲ εἶδος λέγεται, καθʼ ὅσον τὸ μὲν εἰδοποιεῖ, τὸ δὲ διαμορφοῖ τὴν ὕλην. Ἐντελέχειαν δʼ αὐτὸ προσεῖπεν ἤτοι διὰ τὸ ἐνδελεχῶς ὑπάρχειν, ἢ ὅτι τῶν μετεχόντων αὐτοῦ ἕκαστον παρέχεται τέλειον· ὁ γὰρ χαλκὸς ἀνδριὰς οὐδέπω, πλὴν ὅτι μὴ δυνάμει, διαπλασθεὶς δὲ καὶ τὴν πρόσφορον λαβὼν μορφὴν ἐντελεχείᾳ λέγεται· τότε γὰρ ἀπείληφε τὸ τέλος. Τὸ δὲ τί ἦν εἶναι προσηγόρευσε παρὰ τὸ τῶν ὄντων ἐπιφέρειν ἑκάστῳ τὴν τοῦ εἶναι δύναμιν· οὐσίαν δὲ τὴν κατὰ τὸν λόγον, ὅτι διαλλάττει τῆς κατὰ τὴν ὕλην, ὡς ἀνδριὰς χαλκοῦ καὶ Θηρίκλειον ἀργυροῦ καὶ τῶν ἀγαλμάτων ὁτιοῦν λίθου· τὸ γὰρ ᾧ περιττεύει ταῦτα τῆς ὕλης, ἐξ ἧς δεδημιούργηται, τοῦτʼ ἔστιν ἡ κατὰ τὸν λόγον οὐσία. Ἐνέργειαν δὲ ἐκάλεσεν, ὅτι τῶν ὄντων οὐθὲν ἂν ἐνεργεῖν ἠδύνατο μὴ πρότερον εἰδοποιηθέν.
Πλάτωνος. Περὶ δὲ τῶν ἰδεῶν ὡδὶ διεξήρχετο, τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ μέρος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ἀφʼ ὧν τὰς ἐπιστήμας γίγνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον· ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτω καὶ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, τῆς δὲ ἵππων ἵππους ἅπαντας, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. Εἶναι δὲ τὴν ἰδέαν ἀΐδιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον οἵα ἐστὶν αὐτή. Καθάπερ οὖν τὰς κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι συμβέβηκε σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου.
Λέγει γοῦν καὶ ἐν τῷ Παρμενίδῃ «Ἀλλʼ, ὦ Παρμενίδη, μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα· καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.»
Ζήνωνος καὶ τῶν ἀπʼ αὐτοῦ. Τὰ ἐννοήματά φασι μήτε τινὰ εἶναι μήτε ποιά, ὡσανεὶ δέ τινα καὶ ὡσανεὶ ποιὰ φαντάσματα ψυχῆς· ταῦτα δὲ ὑπὸ τῶν ἀρχαίων ἰδέας προσαγορεύεσθαι. Τῶν γὰρ κατὰ τὰ ἐννοήματα ὑποπιπτόντων εἶναι τὰς ἰδέας, οἷον ἀνθρώπων, ἵππων, κοινότερον εἰπεῖν πάντων τῶν ζῴων καὶ τῶν ἄλλων ὁπόσων λέγουσιν ἰδέας εἶναι. Ταύτας δὲ οἱ Στωικοὶ φιλόσοφοί φασιν ἀνυπάρκτους εἶναι καὶ τῶν μὲν ἐννοημάτων μετέχειν ἡμᾶς, τῶν δὲ πτώσεων, ἃς δὴ προσηγορίας καλοῦσι, τυγχάνειν.
Περὶ αἰτίων.
Αἴτιόν ἐστι διʼ ὃ τὸ ἀποτέλεσμα, ἢ διʼ ὃ συμβαίνει τι. ἀρκεῖ γὰρ ὑπογραφικῶς.
Πλάτων τριχῶς τὸ αἴτιον, ὑφʼ οὗ, ἐξ οὗ, πρὸς ὅ· κυριώτατον δʼ ἡγεῖται τὸ ὑφʼ οὗ, τοῦτο δʼ ἦν τὸ ποιοῦν. Λέγει γοῦν ἐν Τιμαίῳ· «πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεται· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν. Ὅταν οὖν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ χρώμενος παραδείγματι, τὴν ἰδέαν καὶ τὴν δύναμιν ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· ὁπόταν δʼ εἰς τὸ γεγονός, γενητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν.»
Πυθαγόρας τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως εἶναι.
Ἀριστοτέλης ἔφησε δηλοῦν ἕκαστον χρώμενον σχήμασι τῆς ἑρμηνείας τοιούτοις, τό τε ἐξ οὗ λέγοντα τὴν ὕλην, καὶ τὸ ὑφʼ οὗ τὸ ποιοῦν, τὸ δὲ καθʼ ὃ τὸ εἶδος, τὸ δὲ διʼ ὃ τὸ τέλος.
Ζήνωνος. Αἴτιον δʼ ὁ Ζήνων φησὶν εἶναι διʼ ὅ· οὗ δὲ αἴτιον συμβεβηκός· καὶ τὸ μὲν αἴτιον σῶμα, οὗ δὲ αἴτιον κατηγόρημα· ἀδύνατον δʼ εἶναι τὸ μὲν αἴτιον παρεῖναι, οὗ δέ ἐστιν αἴτιον μὴ ὑπάρχειν. Τὸ δὲ λεγόμενον τοιαύτην ἔχει δύναμιν· αἴτιόν ἐστι διʼ ὃ γίνεταί τι, οἷον διὰ τὴν φρόνησιν γίνεται τὸ φρονεῖν καὶ διὰ τὴν ψυχὴν γίνεται τὸ ζῆν καὶ διὰ τὴν σωφροσύνην γίνεται τὸ σωφρονεῖν. ἀδύνατον γὰρ εἶναι σωφροσύνης περί τινα οὔσης μὴ σωφρονεῖν, ἢ ψυχῆς μὴ ζῆν, ἢ φρονήσεως μὴ φρονεῖν.
Χρυσίππου. Χρύσιππος αἴτιον εἶναι λέγει διʼ ὅ. Καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, οὗ δὲ αἴτιον μήτε ὂν μήτε σῶμα· καὶ αἴτιον μὲν ὅτι, οὗ δὲ αἴτιον διά τι. Αἰτίαν δʼ εἶναι λόγον αἰτίου, ἢ λόγον τὸν περὶ τοῦ αἰτίου ὡς αἰτίου.
Ποσειδωνίου. Ποσειδώνιος δὲ οὕτως· αἴτιον δʼ ἐστί τινος, διʼ ὃ ἐκεῖνο, ἢ τὸ πρῶτον ποιοῦν, ἢ τὸ ἀρχηγὸν ποιήσεως. καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, οὗ δὲ αἴτιον οὔτε ὂν οὔτε σῶμα, ἀλλὰ συμβεβηκὸς καὶ κατηγόρημα.
Θαλῆς καὶ οἱ ἐφεξῆς τὸ πρῶτον αἴτιον ἀκίνητον ἀπεφήναντο.
Οἱ Στωικοὶ τὸ πρῶτον αἴτιον ὡρίσαντο κινητόν.
Οἱ Περιπατητικοὶ τῶν αἰτίων εἶναι τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά.
Ὀκέλλου.
Ὄκελλος ἔφησεν εἶναι αἴτιον διʼ ὃ γίγνεταί τι. λέγει γὰρ ἐν τῷ Περὶ νόμου οὕτως·
Συνέχει γὰρ τὰ μὲν σκάνεα τῶν ζῴων ζωά, ταύτας δʼ αἴτιον ψυχά· τὸν δὲ κόσμον ἁρμονία, ταύτας δʼ αἴτιος ὁ θεός· τὼς δʼ οἴκως καὶ τὰς πόλιας ὁμόνοια, ταύτας δʼ αἴτιος νόμος. Τίς ὦν αἰτία ἦν φύσις, τὸν μὲν κόσμον ἁρμόχθαι διὰ παντὸς καὶ μηδέποκʼ ἐς ἀκοσμίαν ἐκβαίνειν, τὰς δὲ πόλιας καὶ τὼς οἴκως ὀλιγοχρονίως ἦμεν; Ὅσα μὲν ὦν γεννατὰ καὶ θνατὰ τὰν φύσιν, ἐξ ἇς συνέστακεν ὕλας, τὰν αὐτὰν αἰτίαν ἔχει τᾶς διαλύσιος· συνέστακε γὰρ ἐκ μεταβαλλοίσας καὶ ἀειπαθέος. Ἁ γὰρ τῶν γεννωμένων ἀπογέννασις σωτηρία τᾶς γενετείρας ὕλας. Τὸ δὲ ἀεικίνητον κυβερνῇ, τὸ δʼ ἀειπαθὲς κυβερνῆται· καὶ τὸ μὲν πρότερον τᾷ δυνάμι, τὸ δὲ ὕστερον· καὶ τὸ μὲν θεῖον καὶ λόγον ἔχον καὶ ἔμφρον, τὸ δὲ γεννατὸν καὶ ἄλογον.
Περὶ σωμάτων καὶ περὶ τῆς τούτων τομῆς καὶ περὶ ἐλαχίστου.
Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ἢ ὄγκος ἀντίτυπος, ὅσον ἐφʼ αὑτῷ.
Πλάτων μήτε βαρὺ μήτε κοῦφον εἶναί τι φύσει ἐν τῷ οἰκείῳ τόπῳ ὑπάρχον, ἐν δὲ τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν, ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα.
Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν, κουφότατον δὲ τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτʼ ἄλλως.
Καὶ δυνάμει μὲν εἰς ἄπειρον τέμνεσθαι, ἐντελεχείᾳ δὲ μηδαμῶς.
Τῶν δὲ ἁπλῶν σωμάτων εἶναι τὰς ποιότητας ἁπλᾶς· διαιρεῖσθαι δὲ εἰς ἄπειρον τὰ μεγέθη καὶ τὰ μέγεθος ἔχοντα. ταῦτα δὲ καὶ συνεχῆ καλεῖσθαι· μεγέθη δʼ εἶναι μῆκος, πλάτος, βάθος· τὰ δʼ ἔχοντα μέγεθος ἓξ ὑπάρχειν, σῶμα, τόπον, ἐπιφάνειαν, γραμμήν, κίνησιν, χρόνον. ἐπιφάνειαν δʼ εἶναι σώματος πέρας δυσὶν ὁριζομένην διαστάσεσι· γραμμὴν δὲ τὸ τῆς ἐπιφανείας πέρας κατὰ μίαν διάστασιν. σῶμα δὴ τοίνυν ἐστὶ τὸ τὰς τρεῖς ἔχον διαστάσεις. ἐπεὶ δὲ καὶ περὶ τὸν τόπον εἰσὶν αὗται, προσθετέον τό τε μετʼ ἀντερείσεως καὶ τὸ μὴ δεχόμενον ἕτερον εἰς τὸν αὐτὸν τόπον· πληρωτικὸν γὰρ εἶναι τοῦ τόπου τὸ σῶμα, καθάπερ καὶ τὸν τόπον τοῦ σώματος δεκτικόν. ποιεῖν δὲ καὶ πάσχειν τὰ σώματα ταῖς ἀσωμάτοις δυνάμεσι· κατὰ γὰρ τὰς ἐν ταύταις διαφορὰς ἀποτελεῖσθαι τάς τε τῶν δραστικῶν καὶ τὰς τῶν παθητικῶν φύσεις.
Μηδὲν δὲ πῦρ κυκλοτερῶς φύσει κινεῖσθαι, μόνον δὲ τὸ πέμπτον σῶμα.
Χρύσιππος ἔφασκε τὰ σώματα εἰς ἄπειρον τέμνεσθαι καὶ τὰ τοῖς σώμασι προσεοικότα, οἷον ἐπιφάνειαν, γραμμήν, τόπον, κενόν, χρόνον· εἰς ἄπειρόν τε τούτων τεμνομένων οὔτε σῶμα ἐξ ἀπείρων σωμάτων συνέστηκεν οὔτʼ ἐπιφάνεια οὔτε γραμμὴ οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος.
Οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν. Κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. Καὶ τὸ μὲν περίγειον φῶς κατʼ εὐθεῖαν, τὸ δʼ αἰθέριον περιφερῶς κινεῖται.
Ἐπίκουρος ἀπερίληπτα εἶναι τὰ ἄτομα σώματα. καὶ τὰ πρῶτα δὲ ἁπλᾶ· τά τε ἐξ ἐκείνων συγκρίματα βάρος ἔχειν. Κινεῖσθαι δὲ τὰ ἄτομα τότε μὲν κατὰ στάθμην, τότε δὲ κατὰ παρέγκλισιν· τὰ δὲ ἄνω κινούμενα κατὰ πληγὴν καὶ ἀποπαλμόν.
Δημόκριτος τὰ πρῶτά φησι σώματα — ταῦτα δʼ ἦν τὰ ναστά — βάρος μὲν οὐκ ἔχειν, κινεῖσθαι δὲ κατʼ ἀλληλοτυπίαν ἐν τῷ ἀπείρῳ. Δυνατὸν εἶναι κοσμιαίαν ὑπάρχειν ἄτομον.
Ὁ δʼ αὐτὸς ἔλεγε περὶ τἀμερῆ ἵστασθαι τὴν τομήν.
Στράτων μὲν προσεῖναι τοῖς σώμασι φυσικὸν βάρος, τὰ δὲ κουφότερα τοῖς βαρυτέροις ἐπιπολάζειν, οἷον ἐκπυρηνιζόμενα.
Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον, καὶ πάντα τὰ συνεχῆ, γραμμήν, ἐπιφάνειαν, στερεὸν σῶμα, τόπον, χρόνον.
Ἐμπεδοκλῆς ἔφη πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὸ τῶν στοιχείων ὁμοιομερῆ.
Ἡράκλειτος πρὸ τοῦ ἑνὸς δοκεῖ τισι ψήγματα καταλείπειν.
Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο.
Ἡρακλείδης θραύσματα.
Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι, ὁτὲ μὲν γὰρ μῆκος εἶναι λέγεσθαι τὸ μέγιστον διάστημα τοῦ σώματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ μὲν τὸ δεύτερον διάστημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου· καὶ βάθος ὁτὲ μὲν τὸ εἰς ἑαυτὸ διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.
Παρμενίδου.
Πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ.
Περὶ σχημάτων.
Ὁμήρου. Τόσσον ἔνερθʼ Ἀίδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης.
Ἀλλʼ ὅγε πάντοθεν ἶσος ἐὼν καὶ πάμπαν ἀπείρων.
Ἐμπεδοκλέους. σφαῖρος κυκλοτερής, μονίῃ περιηγέϊ γαίων.
Πορφυρίου.
Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.
Πλάτωνος.
Πλάτων ἔφησε σφαιροειδῆ τὸν κόσμον ὑπάρχειν. Λέγει γὰρ οὕτως ἐν τῷ Τιμαίῳ· «Σχῆμα δʼ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ συγγενές· τῷ δὲ πάντα ζῷα ἐν αὑτῷ περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν αὑτῷ πάνθʼ ὁπόσα σχήματα. Διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορνεύσατο, πάντων τελεώτατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῷ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου.»
Ἐν ταὐτῷ.
Τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα προσπεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι· τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηθὲν προσῆκον ὄνομα λέγειν; Ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλʼ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος, οὔτε ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ. τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν; εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον τοῦ παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν τί ποτε τῶν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντῃ ὁμοιότητα αὐτῶν· ἀλλʼ εἰ καὶ περὶ ταὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὐτοῦ κάτω καὶ ἄνω προσείποι· τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νῦν δή, σφαιροειδὲς ὂν τόπον τινὰ κάτω, τὸν δὲ ἄνω λέγειν ἔχειν οὐκ ἔμφρονος.
Οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σχήματα τῶν τεττάρων στοιχείων· μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές.
Ἀναξαγόρας τὰ ὁμοιομερῆ πολυσχήμονα.
Οἱ ἀπὸ Λευκίππου τὰ ἄτομα πολυσχήμονα.
Κλεάνθης μόνος τῶν Στωικῶν τὸ πῦρ ἀπεφήνατο κωνοειδές.
Ζήνων ἔφασκε τὸ πῦρ κατʼ εὐθεῖαν κινεῖσθαι.
Οἱ Στωικοὶ σφαιροειδῆ τὸν κόσμον ἀπεφήναντο.
Λεύκιππος καὶ Δημόκριτος σφαιροειδῆ τὸν κόσμον.
Διογένης καὶ Ἀναξαγόρας ἔφησαν, μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνʼ ἃ μὲν ἀοίκητα γένηται, ἃ δὲ οἰκητὰ μέρη τοῦ κόσμου κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.
Ἐμπεδοκλῆς ἔλεγε μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδʼ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν, —Τοῦ δὲ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλιθῆναι τὰς ἄρκτους καὶ τὰ μὲν βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον. —Καὶ δεξιὰ μὲν αὐτοῦ τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
Πυθαγόρας, Πλάτων, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφʼ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά. Οὔθʼ ὕψος δέ φασιν οὔτε βάθος ἔχειν τὸν κόσμον, καθʼ ὃν λόγον ὕψος μὲν λέγεται τὸ κάτωθεν ἄνω διάστημα, βάθος δὲ τὸ ἄνωθεν κάτω. Μηδὲν γὰρ εἶναι τῶν οὕτως διαστημάτων λεγομένων περὶ τὸν κόσμον διὰ τὸ περὶ τὸ ἑαυτοῦ μέσον αὐτὸν συνεστάναι, ἀφʼ οὗ πρὸς ἅπαν ἐστὶ καὶ πρὸς ὃ πανταχόθεν ταὐτό.
Φιλολάου Βάκχαι.
Ὁ κόσμος εἷς ἐστιν. Ἤρξατο δὲ γίγνεσθαι ἄχρι τοῦ μέσου, καὶ ἀπὸ τοῦ μέσου εἰς τὸ ἄνω διὰ τῶν αὐτῶν τοῖς κάτω ἐστὶ τὰ ἄνω τοῦ μέσου ὑπεναντίως κείμενα τοῖς κάτω. Τοῖς γὰρ κάτω τὸ κατωτάτω μέγα ἐστὶν ὥσπερ τὸ ἀνωτάτω, καὶ τὰ ἄλλα ὡσαύτως. Πρὸς γὰρ τὸ μέσον κατὰ ταὐτά ἐστιν ἑκάτερα, ὅσα μὴ μετενήνεκται.
Περὶ χρωμάτων.
Χρῶμά ἐστι ποιότης σώματος ὁρατὴ προηγουμένως.
Οἱ Πυθαγόρειοι χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος, τὰ δὲ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν, ἐρυθρόν τε καὶ ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζῴων παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων.
Ἐμπεδοκλῆς χρῶμα εἶναι ἀπεφαίνετο τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. Τέτταρα δὲ τοῖς στοιχείοις ἰσάριθμα, λευκόν, μέλαν, ἐρυθρόν, ὠχρόν.
Πλάτων φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν.
Ἀρίσταρχος Σάμιος μαθηματικός, ἀκουστὴς Στράτωνος, φῶς εἶναι τὸ χρῶμα τοῖς ὑποκειμένοις ἐπιπῖπτον.
Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης.
Δημόκριτος φύσει μὲν μηδὲν εἶναι χρῶμα, τὰ μὲν γὰρ στοιχεῖα ἄποια, τά τε ναστὰ καὶ τὸ κενόν· τὰ δὲ ἐξ αὐτῶν συγκρίματα κεχρῶσθαι διαταγῇ τε καὶ ῥυθμῷ καὶ προτροπῇ, ὧν ἣ μέν ἐστι τάξις, ὃ δὲ σχῆμα, ἣ δὲ θέσις· παρὰ ταῦτα γὰρ αἱ φαντασίαι. Τούτων δὲ τῶν πρὸς τὴν φαντασίαν χρωμάτων τέτταρες αἱ διαφοραί, λευκοῦ, μέλανος, ἐρυθροῦ, ὠχροῦ.
Ἐπίκουρος καὶ Ἀρίσταρχος τὰ ἐν τῷ σκότῳ σώματα χρόαν οὐκ ἔχειν.
Ἀριστοτέλης πέρας ἐν ὡρισμένῳ διαφανεῖ, διαφανὲν δὲ ὕλην εἶναι διηθημένην καθαρὰν καὶ ἀμιγῆ, τούτου δὲ αὐτοῦ τὸ κινητικὸν χρῶμα ὑπάρχειν· ἐν δὲ τῷ σκότῳ τὰ σώματα χρόαν δυνάμει μὲν ἔχειν, ἐνεργείᾳ δὲ μηδαμῶς· πολὺ δὲ τὸ μεταξὺ τοῦ τε μὴ ἔχειν καὶ μὴ ὁρᾶσθαι.
Οἱ μὲν ἄλλοι τὰ στοιχεῖα κεχρῶσθαι φυσικῶς, οἳ δὲ τὰ ὁμοιομερῆ ποιότητος μετέχειν τὰ πρῶτα, οἳ δὲ τὰ ἄτομα πάντα συλλήβδην ἄχροα, ἐξ ἀποίων δὲ τῶν λόγῳ θεωρητῶν τὰς αἰσθητὰς ὑποφαίνουσι γίγνεσθαι ποιότητας.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τέταρτον γὰρ δὴ λοιπὸν ἔτι γένος ἡμῖν αἰσθητικόν, ὃ διελέσθαι δεῖ συχνὰ ἐν αὑτῷ ποικίλματα κεκτημένον, ἃ ξύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν· ὄψεως δʼ ἐν τοῖς πρόσθεν αὐτῶν περὶ τῶν αἰτίων τῆς γενέσεως ὀλίγα ἐρρήθη. Τῇδε οὖν τῶν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τʼ ἂν τὸν ἐπιεικῆ λόγον διεξελθεῖν· τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δὲ ἴσα τοῖς αὐτοῖς τῆς ὄψεως μέρεσιν εἶναι. Τὰ μὲν οὖν ἴσα ἀναίσθητα, ἃ δὴ καὶ διαφανῆ λέγομεν· τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτήν, τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶτταν στρυφνοῖς καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν ἀδελφὰ εἶναι, τά τε λευκὰ καὶ τὰ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει τὰ αὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας τὰς αἰτίας. Οὕτως οὖν αὐτὰ προσρητέον, τὸ μὲν διακριτικὸν τῆς ὄψεως λευκόν, τὸ δʼ ἐναντίον αὐτοῦ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τῶν ὀφθαλμῶν, αὐτάς τε τῶν ὀμμάτων τὰς διεξόδους βίᾳ διωθοῦσαν καὶ τήκουσαν, πῦρ μὲν ἀθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλοῦμεν, ἐκεῖθεν ἐκχέουσαν, αὐτὴν δὲ οὖσαν πῦρ, ἐξ ἐναντίας ἀπαντῶσαν, καὶ τοῦ μὲν ἐκπηδῶντος πυρὸς οἷον ἀπὸ ἀστραπῆς, τοῦ δὲ εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπῶν ἐν τῇ κυκήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ τοῦτο ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν. Τὸ δὲ τούτων αὖ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τῶν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῷ, στίλβον δὲ οὔ, τῇ δὲ διὰ τῆς νοτίδος αὐγῇ τοῦ πυρὸς μιγνυμένῃ, χρῶμα ἔναιμον παρασχομένῃ τοὔνομα ἔρυθρον λέγομεν. Λαμπρὸν δὲ ἐρυθρῷ λευκῷ τε μιγνύμενον ξανθὸν γέγονε. Τὸ δὲ ὅσον μέτρον ὅσοις, οὐδʼ εἴ τις εἰδείη, νοῦν ἔχει τὸ λέγειν, ὧν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπεῖν εἴη δυνατός· ἐρυθρὸν δὲ δὴ μέλανι λευκῷ τε κραθὲν ἁλουργοῦν· ὄρφνινον δὲ ὅταν τούτοις μεμιγμένοις καυθεῖσί τε μᾶλλον συγκραθῇ μέλαν· πυρρὸν δὲ ξανθοῦ τε καὶ φαιοῦ κράσει γίγνεται, φαιὸν δὲ λευκοῦ τε καὶ μέλανος· τὸ δὲ ὠχρὸν λευκοῦ ξανθῷ μιγνυμένου· λαμπρῷ δὲ λευκὸν συνελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσὸν κυανοῦν χρῶμα ἀποτελεῖται· κυανοῦ δὲ λευκῷ κεραννυμένου γλαυκόν· πυρροῦ δὲ μέλανι πράσιον. Τὰ δʼ ἄλλα ἀπὸ τούτων σχεδὸν δῆλα, αἷς ἂν ἀφομοιούμενα μίξεσι διασῴζοι τὸν εἰκότα μῦθον. Εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον.
Περὶ μίξεως καὶ κράσεως.
Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ κράσεις εἶναι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν.
Οἱ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον τὰς κράσεις κατὰ παράθεσιν γίγνεσθαι τῶν στοιχείων.
Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.
Πλάτων τὰ μὲν τρία σώματα τρεπτὰ εἰς ἄλληλα, πῦρ, ἀέρα, ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.
Ἀριστοτέλους καὶ τῶν ἀπʼ αὐτοῦ. Τὰ μὲν σώματά φασι θρυπτόμενα κατὰ μικρὰ μόρια παρατίθεσθαι ἀλλήλοις, τοῖς δʼ ἀσωμάτοις λόγοις, εἴ τινές εἰσι λόγοι, συγκιρνᾶσθαι.
Ζήνωνα δὲ οὕτως ἀποφαίνεσθαι διαρρήδην· «τοιαύτην δὲ δεήσει εἶναι ἐν περιόδῳ τὴν τοῦ ὅλου διακόσμησιν ἐκ τῆς οὐσίας, ὅταν ἐκ πυρὸς τροπὴ εἰς ὕδωρ διʼ ἀέρος γένηται, τὸ μέν τι ὑφίστασθαι καὶ γῆν συνίστασθαι, ἐκ τοῦ λοιποῦ δὲ τὸ μὲν διαμένειν ὕδωρ, ἐκ δὲ τοῦ ἀτμιζομένου ἀέρα γίγνεσθαι, λεπτυνομένου δὲ τοῦ ἀέρος πῦρ ἐξάπτεσθαι, τὴν δὲ μῖξιν καὶ κρᾶσιν γίγνεσθαι τῇ εἰς ἄλληλα τῶν στοιχείων μεταβολῇ σώματος ὅλου διʼ ὅλου τινὸς ἑτέρου διερχομένου.»
Κλεάνθης δὲ οὕτω πώς φησιν· ἐκφλογισθέντος τοῦ παντὸς συνίζειν τὸ μέσον αὐτοῦ πρῶτον, εἶτα τὰ ἐχόμενα ἀποσβέννυσθαι διʼ ὅλου. Τοῦ δὲ παντὸς ἐξυγρανθέντος τὸ ἔσχατον τοῦ πυρός, ἀντιτυπήσαντος αὐτῷ τοῦ μέσου, τρέπεσθαι πάλιν εἰς τοὐναντίον, εἶθʼ οὕτω τρεπόμενον ἄνω φησὶν αὔξεσθαι καὶ ἄρχεσθαι διακοσμεῖν τὸ ὅλον· καὶ τοιαύτην περίοδον αἰεὶ καὶ διακόσμησιν ποιουμένου τὸν ἐν τῇ τῶν ὅλων οὐσίᾳ τόνον μὴ παύεσθαι. Ὥσπερ γὰρ ἑνός τινος τὰ μέρη πάντα φύεται ἐκ σπερμάτων ἐν τοῖς καθήκουσι χρόνοις, οὕτω καὶ τοῦ ὅλου τὰ μέρη, ὧν καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ὄντα τυγχάνει, ἐν τοῖς καθήκουσι χρόνοις φύεται. Καὶ ὥσπερ τινὲς λόγοι τῶν μερῶν εἰς σπέρμα συνιόντες μίγνυνται καὶ αὖθις διακρίνονται γενομένων τῶν μερῶν, οὕτως ἐξ ἑνός τε πάντα γίνεσθαι καὶ ἐκ πάντων ἓν συγκρίνεσθαι, ὁδῷ καὶ συμφώνως διεξιούσης τῆς περιόδου.
Χρύσιππος δὲ τοιοῦτόν τι διεβεβαιοῦτο· εἶναι τὸ ὂν πνεῦμα κινοῦν ἑαυτὸ πρὸς ἑαυτὸ καὶ ἐξ αὑτοῦ, ἢ πνεῦμα ἑαυτὸ κινοῦν πρόσω καὶ ὀπίσω· πνεῦμα δὲ εἴληπται διὰ τὸ λέγεσθαι αὐτὸ ἀέρα εἶναι κινούμενον· ἀνάλογον δὲ γίνεσθαι κἀπὶ τοῦ αἰθέρος, ὥστε καὶ εἰς κοινὸν λόγον πεσεῖν αὐτόν. Ἡ τοιαύτη δὲ κίνησις κατὰ μόνους γίνεται τοὺς νομίζοντας τὴν οὐσίαν πᾶσαν μεταβολὴν ἐπιδέχεσθαι καὶ σύγχυσιν καὶ σύστασιν καὶ σύμμιξιν καὶ σύμφυσιν καὶ τὰ τούτοις παραπλήσια. Διαφέρειν γὰρ ἀρέσκει τοῖς ἀπὸ τῆς Στωικῆς αἱρέσεως παράθεσιν, μῖξιν, κρᾶσιν, σύγχυσιν. Παράθεσιν μὲν γὰρ εἶναι σωμάτων συναφὴν κατὰ τὰς ἐπιφανείας, ὡς ἐπὶ τῶν σωρῶν ὁρῶμεν, ἐν οἷς πυροί τε καὶ κριθαὶ καὶ φακοὶ καὶ εἴ τινα τούτοις ἄλλα παραπλήσια περιέχεται καὶ τῶν ἐπὶ τῶν αἰγιαλῶν ψήφων καὶ ἄμμων. Μῖξιν δʼ εἶναι δύο ἢ καὶ πλειόνων σωμάτων ἀντιπαρέκτασιν διʼ ὅλων, ὑπομενουσῶν τῶν συμφυῶν περὶ αὐτὰ ποιοτήτων, ὡς ἐπὶ τοῦ πυρὸς ἔχει καὶ τοῦ πεπυρακτωμένου σιδήρου, ἐπὶ τούτων γὰρ διʼ ὅλων γίγνεσθαι τῶν σωμάτων τὴν ἀντιπαρέκτασιν. Ὁμοίως δὲ κἀπὶ τῶν ἐν ἡμῖν ψυχῶν ἔχειν· διʼ ὅλων γὰρ τῶν σωμάτων ἡμῶν ἀντιπαρεκτείνουσιν, ἀρέσκει γὰρ αὐτοῖς σῶμα διὰ σώματος ἀντιπαρήκειν. Κρᾶσιν δὲ εἶναι λέγουσι δύο ἢ καὶ πλειόνων σωμάτων ὑγρῶν διʼ ὅλων ἀντιπαρέκτασιν τῶν περὶ αὐτὰ ποιοτήτων ὑπομενουσῶν· συνεκφαίνεσθαι γὰρ ἐκ τῆς κράσεως τὴν ἑκάστου τῶν συγκραθέντων ὑγρῶν ποιότητα, οἷον οἴνου, μέλιτος, ὕδατος, ὄξους, τῶν παραπλησίων. Ὅτι δʼ ἐπὶ τοιούτων κράσεων διαμένουσιν αἱ ποιότητες τῶν συγκραθέντων, πρόδηλον ἐκ τοῦ πολλάκις ἐξ ἐπιμηχανήσεως ἀποχωρίζεσθαι ταῦτα ἀπʼ ἀλλήλων. Ἐὰν γοῦν σπόγγον ἠλαιωμένον καθῇ τις εἰς οἶνον ὕδατι κεκραμένον, ἀποχωρίσει τὸ ὕδωρ τοῦ οἴνου ἀναδραμόντος τοῦ ὕδατος εἰς τὸν σπόγγον. Τὴν δὲ σύγχυσιν δύο ἢ καὶ πλειόνων ποιοτήτων περὶ τὰ σώματα μεταβολὴν εἰς ἑτέρας διαφερούσης τούτων ποιότητος γένεσιν, ὡς ἐπὶ τῆς συνθέσεως ἔχει τῶν μύρων καὶ τῶν ἰατρικῶν φαρμάκων.
Περὶ κενοῦ καὶ τόπου καὶ χώρας.
Οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες τὸ κενὸν ὡς ὄντως κενὸν ἀπέγνωσαν.
Ἐμπεδοκλῆς. Οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περιττόν.
Δημόκριτος καὶ ἕτεροι, Λεύκιππος, Μητρόδωρος, Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.
Στράτων ἐξωτέρω μὲν ἔφη τοῦ κόσμου μὴ εἶναι κενόν, ἐνδοτέρω δὲ δυνατὸν γενέσθαι. —Τόπον δὲ εἶναι τὸ μεταξὺ διάστημα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.
Ἀριστοτέλης ἐν τετάρτῳ Φυσικῆς ἀκροάσεως γράφει· «εἶναι δέ φασιν οἱ Πυθαγόρειοι κενὸν καὶ ἐπεισιέναι αὐτὸ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος ὡς ἀναπνέοντι.» Ἐν δὲ τῷ Περὶ τῆς Πυθαγόρου φιλοσοφίας πρώτῳ γράφει, τὸν μὲν οὐρανὸν εἶναι ἕνα, ἐπεισάγεσθαι δὲ ἐκ τοῦ ἀπείρου χρόνον τε καὶ πνοὴν καὶ τὸ κενόν, ὃ διορίζει ἑκάστων τὰς χώρας ἀεί. Καὶ ἐν ἄλλοις λέγει, τόπον εἶναι τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον, ἢ ἐν ᾧ μένει τε καὶ κινεῖται τὰ σώματα, πλήρη μέν, ὅταν πανταχόθεν περιέχῃ τὸ σῶμα, κενὸν δέ, ὅταν μηθὲν ἔχῃ τὸ παράπαν ἐν ἑαυτῷ. Τόπον μὲν οὖν ἀναγκαῖον ὑπάρχειν καὶ σῶμα, κενὸν δὲ οὐδαμῶς, εἰ μὴ μόνον πρὸς νόησιν· ἀναιρετικὴν γὰρ εἶναι τὴν κατʼ ἐνδελέχειαν αὐτοῦ φύσιν τῆς τε τῶν ὄντων συμπαθείας καὶ τῆς τῶν σωμάτων ἀλληλουχίας· τὰς δὲ κινήσεις γίνεσθαι τὰς κατὰ τόπον ἀντιπεριισταμένων ἀλλήλοις τῶν σωμάτων. Ἄπειρον δὲ οὐθὲν ἀπολείπει οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος.
Ζήνων καὶ οἱ ἀπʼ αὐτοῦ ἐντὸς μὲν τοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δʼ αὐτοῦ ἄπειρον. —Διαφέρειν δὲ κενόν, τόπον, χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐπεχόμενον ὑπὸ σώματος, τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐπεχόμενον.
Θαλῆς ἐρωτηθείς, Τί τὸ μέγιστον; ἔφησε, Τόπος· τἆλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει.
Ἑρμοῦ ἐκ τῶν πρὸς Ἀσκληπιόν.
Ἑρμῆς Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται καὶ ὑπό τινος;
Ἀσκληπιός Μάλιστα.
Ἑρμῆς Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι τὸ ἐν ᾧ κινεῖται ἢ τὸ κινούμενον;
Ἀσκληπιός Ἀνάγκη.
Ἑρμῆς Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου;
Ἀσκληπιός Ἰσχυρότερον γάρ.
Ἑρμῆς Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου;
Ἀσκληπιός Καὶ πάνυ.
Ἑρμῆς Μέγας οὖν οὗτος ὁ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα;
Ἀσκληπιός Ὡμολόγηται.
Ἑρμῆς Καὶ στιβαρός; πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἐστὶ σώματα;
Ἀσκληπιός Οὕτως ἔχει.
Ἑρμῆς Σῶμα δὲ ὁ κόσμος;
Ἀσκληπιός Σῶμα.
Ἑρμῆς Καὶ κινούμενον;
Ἀσκληπιός Μάλιστα.
Ἑρμῆς Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται καὶ ποταπὸν τὴν φύσιν; Οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν;
Ἀσκληπιός Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε.
Ἑρμῆς Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἆρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον;
Ἀσκληπιός Ὡμολόγηται.
Ἑρμῆς Ἀσώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον ἢ τὸ θεῖόν ἐστιν ἢ ὁ θεός. Τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γενητόν, ἀλλὰ τὸ ἀγένητον.
Ἐν ταὐτῷ.
Ἑρμῆς Οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν τῷ τῆς ὑπάρξεως λόγῳ· τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται.
Ἀσκληπιός Οὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, οἷον κάδος καὶ κέραμος καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια;
Ἑρμῆς Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ· τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα, ταῦτα κενὰ ἡγῇ εἶναι;
Ἀσκληπιός Πῶς λέγεις, ὦ Τρισμέγιστε;
Ἑρμῆς Οὐ σῶμά ἐστιν ὁ ἀήρ;
Ἀσκληπιός Σῶμα.
Ἑρμῆς Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; Μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος ἐκείνων ὑπʼ ἄλλων σωμάτων στενοχωρουμένων καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. Ταῦτα οὖν, ἃ σὺ φῂς κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξει γὰρ μεστά ἐστιν ἀέρος καὶ πνεύματος.
Ἀσκληπιός Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. Τὸν οὖν τόπον, ἐν ᾧ κινεῖται τὸ πᾶν, τί εἴπωμεν;
Ἑρμῆς Ἀσώματον, ὦ Ἀσκληπιέ.
Ἀσκληπιός Τὸ οὖν ἀσώματον τί ἐστι;
Ἑρμῆς Νοῦς καὶ λόγος, ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, συγχωρητικὸς πάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνές εἰσι τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον φῶς, τὸ ἀρχέτυπον τῆς ψυχῆς.
Ἀσκληπιός Ὁ οὖν θεὸς τί ἐστιν;
Ἑρμῆς Ὁ μηδὲ ἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων.
Ἐπίκουρος ὀνόμασι παραλλάττειν κενόν, τόπον, χώραν.
Οἱ ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ.
Οἱ Στωικοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος, ἄπειρον ὄν.
Ποσειδώνιος ἔφησε τὸ ἐκτὸς τοῦ κόσμου οὐκ ἄπειρον, ἀλλʼ ὅσον αὔταρκες εἰς διάλυσιν.
Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. —Κενὸν δὲ μὴ εἶναι μήτε ἐκτὸς τοῦ κόσμου, μήτε ἐν τῷ κόσμῳ.
Λέγει γὰρ ἐν τῷ Τιμαίῳ οὕτως· «Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς, πρῶτον μέν, ἵνα ὅλον ὅ τι μάλιστα ζῷον τέλειον ἐκ τελείων τῶν μερῶν εἴη· πρὸς δὲ τούτοις ἓν ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτʼ ἄν.» — Λεῖον δὲ κύκλῳ πᾶν ἔξωθεν αὐτὸ ἀπηκριβοῦτο πολλῶν χάριν. Ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδέν, ὁρατόν γὰρ οὐθὲν ἔξωθεν ὑπελείπετο· οὐδʼ ἀκοῆς, οὐδὲ γὰρ ἀκουστόν· πνεῦμά τε οὐκ ἦν περιεστὼς δεόμενον ἀναπνοῆς.
Χρυσίππου. Τόπον δʼ εἶναι ὁ Χρύσιππος ἀπεφαίνετο τὸ κατεχόμενον διʼ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν τε κατέχεσθαι ὑπὸ ὄντος καὶ διʼ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς εἴτε ὑπὸ τινῶν. Ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος τὶ μὲν κατέχηται, τὶ δὲ μή, τὸ ὅλον οὔτε κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον· τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόν τε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μεῖζον ἀγγεῖον σώματος, ἢ τὸ χωροῦν μεῖζον σῶμα; Τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτʼ εἶναι· τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. Καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι, οὕτως τὸ ἀσώματον ἄπειρον, ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. Ὥσπερ γὰρ τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. Κατὰ γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι· περατοῦται δʼ αὖ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας.
Περὶ κινήσεως.
Πυθαγόρου. Κίνησίς ἐστι διαφορότης ἢ ἑτερότης ἐν ὕλῃ, ᾗ ἔστιν ὕλη. Οὗτος πάσης κινήσεως κοινὸς ὅρος.
Δημόκριτος ἓν γένος κινήσεως τὸ κατὰ παλμὸν ἀπεφαίνετο. Ἐπίκουρος δύο εἴδη κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Εἰσὶ δέ τινες, οἳ καὶ τέταρτον εἶδος εἰσάγουσι, τὸ κατʼ οὐσίαν, ὅπερ ἐστὶ τὸ κατὰ γένεσιν. Ἄλλοι δὲ καὶ τὴν διανοητικὴν προστιθέασι, μέχρι γὰρ τῶν πέντε προὔβησαν.
Διόδωρος ὁ Κρόνος κεκινῆσθαι μέν τι, κινεῖσθαι δὲ μηδέν.
Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει, κίνησιν δὲ τοῖς πᾶσιν ἀπεδίδου.
Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητήν, τὴν δὲ αἰσθητήν.
Ἀσκληπιάδης πᾶσαν κίνησιν αἰσθητὴν ἀπεφήνατο.
Ἀριστοτέλης τὴν κίνησιν ἐνέργειαν εἶναι τοῦ δυνάμει κινητοῦ ᾗ κινητόν. Τῶν δὲ κινήσεων τὰς μὲν εἶναι κατὰ τὸ ποσόν, τὰς δὲ κατὰ τὸ ποιόν, τὰς δὲ κατὰ τόπον. Κατὰ μὲν τὸ ποσὸν αὔξησιν καὶ μείωσιν, ἐν προσθέσει τινὶ θεωρουμένην καὶ ἀφαιρέσει· κατὰ δὲ τὸ ποιὸν ἀλλοίωσιν καὶ μεταβολήν, ὡς τὴν ἐκ θερμοῦ εἰς ψυχρόν, ἐκ γλυκέος εἰς πικρόν· κατὰ δὲ τόπον, ἣν ἰδιώτερον φορὰν ὠνόμασε, καθʼ ὃν ἐξ οὗ εἰς ὃ μεταβαίνει τὰ κινούμενα. Ταύτης δὲ τρεῖς εἶναι διαφοράς, ὧν δύο μὲν ἁπλᾶς, τήν τε κατʼ εὐθεῖαν καὶ τὴν ἐν κύκλῳ, μίαν δὲ μικτήν· κατʼ εὐθεῖαν μὲν τὴν ἄνω καὶ κάτω κατά τε κουφότητα καὶ βαρύτητα τῶν σωμάτων, ἐν κύκλῳ δὲ τὴν περιφερῆ, μικτὴν δὲ τὴν κατʼ ἔγκλισιν· τῆς δὲ κατὰ τόπον κινήσεως τὴν μὲν ἀπὸ τοῦ μέσου γίνεσθαι, τὴν δὲ ἐπὶ τὸ μέσον, τὴν δὲ περὶ τὸ μέσον· πυρὸς μὲν οὖν καὶ ἀέρος ἀπὸ τοῦ μέσου, γῆς καὶ ὕδατος ἐπὶ τὸ μέσον, τοῦ πέμπτου περὶ τὸ μέσον. Τούτοις δὲ πληροῦσθαι τὸν ὅλον κόσμον.
Ἑρμοῦ ἐκ τοῦ πρὸς Ἀσκληπιόν.
Ἑρμῆς Πᾶν τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλὰ ἐν ἑστῶτι· καὶ τὸ κινοῦν δὴ ἕστηκεν, ἀδυνατοῦν συγκινεῖσθαι.
Ἀσκληπιός Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.
Ἑρμῆς Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλʼ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλʼ ἐναντίως ἀλλήλαις. Ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν τῆς κινήσεως ἑστῶσαν ἔχει· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς. Διὸ καὶ αἱ πλανώμεναι σφαῖραι ἐναντίως κινούμεναι ἀλλήλαις ὑπὸ τῆς ἀπλανοῦς, τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα ἑστώσαν αὐτὴν ὑπʼ αὐτῆς κινοῦνται. Τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸ στρεφομένας, οἴει κινεῖσθαι ἢ ἑστάναι;
Ἀσκληπιός Κινεῖσθαι, ὦ Τρισμέγιστε.
Ἑρμῆς Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ;
Ἀσκληπιός Τὴν περὶ τὸ αὐτὸ ἀναστρεφομένην.
Ἑρμῆς Ἡ δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, οὕτω καὶ ἡ ἐναντία φορὰ ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. Παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ἐμπῖπτον φράσω· τὰ ἐπίγεια ζῷα, οἷον τὸν ἄνθρωπον λέγω, νηχόμενα θεώρησον· φερομένου γὰρ τοῦ ὕδατος ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι.
Ἀσκληπιός Σαφὲς τὸ παράδειγμα, ὦ Τρισμέγιστε.
Ἑρμῆς Πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. Ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς ζῴου ὑλικοῦ οὐχ ὑπὸ τῶν κατεκτὸς συμβαίνει γίνεσθαι, ἀλλʼ ὑπὸ τῶν ἐντὸς, τῶν νοητῶν, ψυχῆς ἢ πνεύματος ἢ ἄλλου τινὸς ἀσωμάτου. Σῶμα γὰρ σῶμα ἔμψυχον οὐ κινεῖ, ἀλλʼ οὐδὲ τὸ σύνολον σῶμα κἂν ᾖ ἄψυχον.
Ἀσκληπιός Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; Τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα;
Ἑρμῆς Οὐδαμῶς, ὦ Ἀσκληπιέ. Τὸ γὰρ ἔνδον τοῦ σώματος τοῦ κινοῦντος, τὸ ἔμψυχον, οὐ σῶμα ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν καὶ τὸ τοῦ βαστάζοντος καὶ τὸ τοῦ βασταζομένου· διόπερ ἄψυχον οὐκ ἄψυχον κινήσει. ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ.
Χρυσίππου. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθʼ ὅλον ἢ κατὰ μέρος. Καὶ ἄλλως· κίνησιν μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα· φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δʼ οἷον σώματος σχέσιν κατὰ ταὐτὰ καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. Πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθʼ ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. Τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολλαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας.
Ζήνωνος. Τῶν δʼ ἐν τῷ κόσμῳ πάντων τῶν κατʼ ἰδίαν ἕξιν συνεστώτων τὰ μέρη τὴν φορὰν ἔχειν εἰς τὸ τοῦ ὅλου μέσον, ὁμοίως δὲ καὶ αὐτοῦ τοῦ κόσμου· διόπερ ὀρθῶς λέγεσθαι πάντα τὰ μέρη τοῦ κόσμου ἐπὶ τὸ μέσον τοῦ κόσμου τὴν φορὰν ἔχειν, μάλιστα δὲ τὰ βάρος ἔχοντα· ταὐτὸν δʼ αἴτιον εἶναι καὶ τῆς τοῦ κόσμου μονῆς ἐν ἀπείρῳ κενῷ, καὶ τῆς γῆς παραπλησίως ἐν τῷ κόσμῳ περὶ τὸ τούτου κέντρον καθιδρυμένης ἰσοκρατῶς. Οὐ πάντως δὲ σῶμα βάρος ἔχειν, ἀλλʼ ἀβαρῆ εἶναι ἀέρα καὶ πῦρ· τείνεσθαι δὲ καὶ ταῦτά πως ἐπὶ τὸ τῆς ὅλης σφαίρας τοῦ κόσμου μέσον, τὴν δὲ σύστασιν πρὸς τὴν περιφέρειαν αὐτοῦ ποιεῖσθαι· φύσει γὰρ ἀνώφοιτα ταῦτʼ εἶναι διὰ τὸ μηδενὸς μετέχειν βάρους. Παραπλησίως δὲ τούτοις οὐδʼ αὐτόν φασι τὸν κόσμον βάρος ἔχειν διὰ τὸ τὴν ὅλην αὐτοῦ σύστασιν ἔκ τε τῶν βάρος ἐχόντων στοιχείων εἶναι καὶ ἐκ τῶν ἀβαρῶν. Τὴν δʼ ὅλην γῆν καθʼ ἑαυτὴν μὲν ἔχειν ἀρέσκει βάρος· παρὰ δὲ τὴν θέσιν διὰ τὸ τὴν μέσην ἔχειν χώραν — πρὸς δὲ τὸ μέσον εἶναι τὴν φορὰν τοῖς τοιούτοις σώμασιν — ἐπὶ τοῦ τόπου τούτου μένειν.
Ἀπολλοδώρου. Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ τέχνῃ κίνησιν εἶναι μεταβολὴν κατὰ τόπον ἢ σχῆμα ἢ ὅλῳ ἢ μέρεσι· σχέσιν δὲ συνοχὴν κατὰ τόπον ἢ σχῆμα καὶ τὸ ἴσχεσθαι τοιοῦτο· γένη δὲ κινήσεως εἶναι πρῶτα δύο, τήν τε κατʼ εὐθεῖαν καὶ τὴν ἐγκύκλιον. Τούτων δὲ εἴδη γίγνεσθαι πλείονα. Περὶ τὸ αὐτὸ δὲ κινήσεις γίγνεσθαι πολλὰς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα τὸν αὐτὸν τόπον, καὶ ἅμα κινεῖσθαι τήν τε ἐπʼ εὐθεῖαν καὶ τὴν εἰς τὰ πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὄπισθεν καὶ τὴν εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ ἐγκύκλιον, καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλεόντων καὶ τῶν ὁμοίως τούτοις διακειμένων συντυγχάνειν. Ὥσπερ δὲ παντὸς σώματος ἐλέγομεν μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κίνησιν εἶναι ῥητέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν.
Πλάτωνος ἐκ τῶν Παρμενίδου.
Ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἄν, αὗται γὰρ μόναι κινήσεις; —Ναί.
Τοῦ αὐτοῦ ἐκ τοῦ Τιμαίου.
Ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε γὰρ τὸ πρόσθεν καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερά, κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα.
Τοῦ αὐτοῦ ἐκ τοῦ Θεαιτήτου.
Καί μοι λέγε· ἆρα κινεῖσθαι καλεῖς, ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ, ἢ καὶ ἐν τῷ αὐτῷ στρέφηται; — Ἔγωγε. —Τοῦτο μὲν τοίνυν ἓν ἔστω εἶδος· ὅταν δὲ ᾖ μὲν ἐν τῷ αὐτῷ, γηράσκῃ δέ, ἢ μέλαν ἐκ λευκοῦ ἢ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, ἤ τινα ἄλλην ἀλλοίωσιν ἀλλοιῶται, ἆρα οὐκ ἄξιον ἕτερον εἶδος κινήσεως φάναι; — Ἀναγκαῖον μὲν οὖν. — Δύο δὴ λέγω τούτω εἴδη κινήσεως, ἀλλοίωσιν, τὴν δὲ περιφοράν.
Ἐν ταὐτῷ.
Ἐγὼ ἐρῶ καὶ μάλα οὐ φαῦλον λόγον· ὡς ἄρα ἓν μὲν αὐτὸ καθʼ ἑαυτὸ οὐδέν ἐστιν, οὐδʼ ἄν τι προσείποις ὀρθῶς οὐδʼ ὁποιονοῦν τι, ἀλλʼ ἐὰν ὡς μέγα προσαγορεύῃς τι, καὶ μικρὸν φανεῖται, καὶ ἐὰν βαρύ τι, κοῦφον, ξύμπαντά τε οὕτως, ὡς μηδενὸς ὄντος ἑνὸς μήτε τινὸς μήτε ὁποιουοῦν· ἐκ δὲ δὴ φορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίγνεται πάντα, ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες· ἔστι μὲν γὰρ οὐδέποτε οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἑξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου ξυμφέρονται, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ὃς εἰπών, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως. Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέσθαι; — Οὐ ῥᾴδιον, ὦ Σώκρατες. —
Οὐ γάρ, ὦ Θεαίτητε. ἐπεὶ καὶ τάδε τῷ λόγῳ σημεῖα ἱκανά, ὅτι τὸ μὲν εἶναι δοκοῦν καὶ τὸ γίγνεσθαι κίνησις παρέχει, τὸ δὲ μὴ εἶναι καὶ ἀπόλλυσθαι ἡσυχία· τὸ γὰρ θερμόν τε καὶ πῦρ, ὃ δὴ καὶ τἆλλα γεννᾷ καὶ ἐπιτροπεύει, αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρίψεως· τοῦτο δʼ ἡ κίνησις. Καὶ μὴν τό γε τῶν ζῴων γένος ἐκ τῶν αὐτῶν τούτων φύεται. — Πῶς δʼ οὔ; — Τί δέ; ἡ τῶν σωμάτων ἕξις οὐχ ὑπὸ ἡσυχίας μὲν καὶ ἀργίας διόλλυται, ὑπὸ γυμνασίων δὲ καὶ κινήσεως ἐπὶ τὸ πολὺ σῴζεται; — Ναί. — Ἡ δʼ ἐν τῇ ψυχῇ ἕξις οὐχ ὑπὸ μαθήσεως μὲν καὶ μελέτης, κινήσεων ὄντων, κτᾶται μαθήματα καὶ σῴζεται καὶ γίγνεται βελτίων, ὑπὸ δʼ ἡσυχίας, ἀμελετησίας τε καὶ ἀμαθίας οὔσης οὔτε τι μανθάνει ἅ τε ἂν μάθῃ ἐπιλανθάνεται; — Καὶ μάλα. — Τὸ μὲν ἄρα ἀγαθὸν κίνησις κατά τε ψυχὴν καὶ κατὰ τὸ σῶμα, τὸ δὲ τοὐναντίον; — Ἔοικεν. — Ἔτι οὖν σοι λέγω νηνεμίας τε καὶ γαλήνας καὶ ὅσα τοιαῦτα, ὅτι αἱ μὲν ἡσυχίαι σήπουσι καὶ ἀπολλῦσι, τὰ δʼ ἕτερα σῴζει· καὶ ἐπὶ τούτοις τὸν κολοφῶνα ἀναγκάζω προβιβάζων, τὴν χρυσῆν σειρὰν ὡς οὐδὲν ἄλλο ἢ τὸν ἥλιον Ὅμηρος λέγει, καὶ δηλοῖ ὅτι ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ κινουμένη καὶ ὁ ἥλιος, πάντα ἔστι καὶ σῴζεται ἐν θεοῖς τε καὶ ἀνθρώποις, εἰ δὲ σταίη τοῦτο ὥσπερ δοθέν, πάντα χρήματʼ ἂν διαφθαρείη καὶ γένοιτʼ ἂν τὸ λεγόμενον ἄνω κάτω πάντα;
Περὶ γενέσεως καὶ φθορᾶς.
Παρμενίδης καὶ Μέλισσος ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον.
Ἡράκλειτός φησιν, ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει· καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.
Πλάτων φθαρτὸν μὲν τὸν κόσμον, ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι, διότι καὶ σωματικόν, οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ.
Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως. Οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι.
Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γενέσεις καὶ φθορὰς γίνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως τῶν στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως παράθεσιν καὶ μῖξιν, κρᾶσίν τε καὶ σύγχυσιν γίνεσθαι.
Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα πρότερον ἦν. Παναίτιος πιθανωτέραν εἶναι νομίζει καὶ μᾶλλον ἀρέσκουσαν αὑτῷ τὴν ἀϊδιότητα τοῦ κόσμου ἢ τὴν τῶν ὅλων εἰς πῦρ μεταβολήν.
Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητικὸν ἀπεφαίνετο, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.
Ξενοφάνης, Παρμενίδης, Μέλισσος ἀγένητον καὶ ἀΐδιον καὶ ἄφθαρτον τὸν κόσμον.
οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναί φασι χρόνους, καθʼ οὓς κατὰ ταὐτὰ καὶ ὡσαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διάταξίν τε καὶ διακόσμησιν.
Ἀναξίμανδρος, Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος, Διογένης, Λεύκιππος φθαρτὸν τὸν κόσμον.
Καὶ οἱ Στωικοὶ φθαρτὸν τὸν κόσμον, κατʼ ἐκπύρωσιν δέ.
Ἐμπεδοκλῆς τὸν κόσμον γίνεσθαι καὶ φθείρεσθαι κατὰ τὴν ἀντεπικράτειαν τοῦ νείκους καὶ τῆς φιλίας.
Δημόκριτος φθείρεσθαι τὸν κόσμον τοῦ μείζονος τὸν μικρότερον νικῶντος.
Ἐπίκουρος πλείστοις τρόποις τὸν κόσμον φθείρεσθαι· καὶ γὰρ ὡς ζῷον καὶ ὡς φυτὸν καὶ πολλαχῶς.
Φιλόλαος διττὴν εἶναι τὴν φθορὰν τοῦ κόσμου, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος.
Φιλολάου Πυθαγορείου ἐκ τοῦ Περὶ ψυχᾶς.
Φιλόλαος ἄφθαρτον τὸν κόσμον εἶναι. Λέγει γοῦν οὕτως ἐν τῷ Περὶ ψυχᾶς·
Παρὸ καὶ ἄφθαρτος καὶ ἀκαταπόνατος διαμένει τὸν ἄπειρον αἰῶνα· οὔτε γὰρ ἔντοσθεν ἄλλα τις αἰτία δυναμικωτέρα αὐτᾶς εὑρεθήσεται οὔτʼ ἔκτοσθεν, φθεῖραι αὐτὸν δυναμένα· ἀλλʼ ἦς ὅδε ὁ κόσμος ἐξ αἰῶνος καὶ ἐς αἰῶνα διαμένει, εἷς ὑπὸ ἑνὸς τῶ συγγενέος καὶ κρατίστω καὶ ἀνυπερθέτω κυβερνώμενος. —Ἔχει δὲ καὶ τὰν ἀρχὰν τᾶς κινάσιός τε καὶ μεταβολᾶς ὁ κόσμος εἷς ἐὼν καὶ συνεχὴς καὶ φύσι διαπνεόμενος καὶ περιαγεόμενος ἐξ ἀρχᾶς ἀϊδίω· καὶ τὸ μὲν ἀμετάβλατον αὐτῶ, τὸ δὲ μεταβάλλον ἐντί· καὶ τὸ μὲν ἀμετάβολον ἀπὸ τᾶς τὸ ὅλον περιεχοίσας ψυχᾶς μέχρι τᾶς σελάνας περαιοῦται, τὸ δὲ μεταβάλλον ἀπὸ τᾶς σελάνας μέχρι τᾶς γᾶς· ἐπεὶ δέ γα καὶ τὸ κινέον ἐξ αἰῶνος ἐς αἰῶνα περιπολεῖ, τὸ δὲ κινεόμενον ὡς τὸ κινέον ἄγει οὕτω διατίθεται, ἀνάγκα τὸ μὲν ἀεικίνατον τὸ δὲ ἀειπαθὲς εἶμεν· καὶ τὸ μὲν νῶ καὶ ψυχᾶς ἀνάκωμα πᾶν τὸ δὲ γενέσιος καὶ μεταβολᾶς, καὶ τὸ μὲν πρότερον τᾷ δυνάμι καὶ ὑπερέχον τὸ δʼ ὕστερον καὶ καθυπερεχόμενον· τὸ δὲ ἐξ ἀμφοτέρων τούτων, τῶ μὲν ἀεὶ θέοντος θείω τῶ δὲ ἀεὶ μεταβάλλοντος γενατῶ, κόσμος. Διὸ καὶ καλῶς ἔχει λέγεν, κόσμον εἶμεν ἐνέργειαν ἀΐδιον θεῶ τε καὶ γενέσιος κατὰ συνακολουθίαν τᾶς μεταβλατικᾶς φύσιος. Καὶ ὃ μὲν εἷς ἀεὶ διαμένει κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων, τὰ δὲ καὶ γινόμενα καὶ φθειρόμενα πολλά· καὶ τὰ ἐν φθορᾷ ἐόντα καὶ φύσι καὶ μορφᾷ σῴζεται τᾷ γονᾷ πάλιν τὰν αὐτὰν ἀποκαθιστάντα τῷ γεννάσαντι πατρὶ καὶ δαμιοεργῷ.
Ὀκέλλου.
Ὄκελλος ἀΐδιον τὸν κόσμον· ὡδὶ γὰρ ἐν τοῖς Περὶ τᾶς τῶ παντὸς φύσιος λέγει·
Ἔτι δὲ τὸ ἄναρχον καὶ τὸ ἀτελεύτατον καὶ τῶ σχήματος καὶ τᾶς κινάσιος καὶ τῶ χρόνω καὶ τᾶς ὠσίας τοῦτο πιστοῦται, διότι ἀγένητος ὁ κόσμος καὶ ἄφθαρτος. Ἅ τε γὰρ τῶ σχήματος ἰδέα κύκλος, οὗτος δὲ πάντοθεν ἴσος καὶ ὅμοιος, διόπερ ἄναρχος καὶ ἀτελεύτατος· ἅ τε τᾶς κινάσιος κατὰ κύκλον, αὕτα δὲ ἀπαράβατος καὶ ἀδιέξοδος· ὅ τε χρόνος ἄπειρος, ἐν ᾧπερ ἁ κίνασις, διὰ τὸ μήτε ἀρχὰν εἰληφέναι τὸ κινούμενον μήτε τελευτὰν λαψεῖσθαι· ἅ γε μὰν ὠσία τῶν πραγμάτων ἀνέκβατος καὶ ἀμετάβλατος διὰ τὸ μήτε ἀπὸ τῶ χείρονος ἐπὶ τὸ βέλτιον μήτʼ ἀπὸ τῶ βελτίονος ἐπὶ τὸ χεῖρον πεφύκειν μεταβάλλεν. Ἐπεὶ δʼ ἐν τῷ παντὶ τὸ μὲν γένεσις τὸ δὲ αἰτία γενέσιος, καὶ γένεσις μὲν ὅπου μεταβολὰ καὶ ἔκβασις τῶ ὑποκειμένω, αἰτία δὲ γενέσιος ὅπου ταυτότας καὶ ὑπόστασις τῶ ὑποκειμένω, φανερὸν ὅτι περὶ μὲν τὰν αἰτίαν τὰν γενέσιος τό τε ποιεῖν καὶ τὸ κινεῖν ἐστι, περὶ δὲ τὸ δεχόμενον τὰν γένεσιν τό τε πάσχεν καὶ τὸ κινεῖσθαι.
Πράτως γὰρ ὕλα, τὸ πανδεχές, κοινὸν γὰρ ὑπόκειται πᾶσιν· ὥστε πρᾶτον μὲν τὸ δυνάμι σῶμα αἰσθητόν, ἀρχά· δεύτερον δὲ αἱ ἐναντιώσιες, οἷον θερμότας καὶ ψυχρότας καὶ ὑγρότας καὶ ξηρότας· τρίτον δὲ πῦρ καὶ ὕδωρ καὶ γᾶ καὶ ἀήρ, ταῦτα γὰρ μεταβάλλοντι ἐς ἄλλαλα, αἱ δὲ ἐναντιώσιες οὐ μεταβάλλοντι.
Παντελὴς δὲ φθορὰ τᾶς περὶ τὰν γᾶν διακοσμάσιος οὔτε γέγονεν οὔτε ἐσεῖταί ποκα. Διὸ καὶ τοῖς λεγόντεσσι τὰν τᾶς Ἑλλανικᾶς ἱστορίας ἀρχὰν ἀπὸ Ἰνάχω ἦμεν τῶ Ἀργείω ποθεκτέον οὕτως, ὡς οὐκ ἀπό τινος ἀρχᾶς πράτας ἀλλὰ τᾶς γενομένας μεταβολᾶς κατʼ αὐτόν. Πολλάκις γὰρ ἤδη καὶ γέγονε καὶ ἐσεῖται βάρβαρος ἁ Ἑλλάς, οὐχ ὑπʼ ἀνθρώπων μόνον γινομένα μετανάστατος, ἀλλὰ καὶ ὑπʼ αὐτᾶς τᾶς φύσιος, οὔτε μείζονος οὔτε μείονος αὐτᾶς γινομένας, ἀλλὰ καινοτέρας ἀεὶ καί ποθʼ ἁμὲ ἀρχὰς λαμβανοίσας. Περὶ μὲν ὦν τῶ ὅλω καὶ παντός, ἔτι δὲ γενέσιος καὶ φθάρσιος τᾶς ἐν αὐτῷ γινομένας, ὥς τʼ ἔχει ὥς θʼ ἑξεῖ τὸν ἅπαντα αἰῶνα, τᾶς μὲν ἀεικινάτω φύσιος ἐάσας τᾶς δʼ ἀειπαθέος, καὶ τᾶς μὲν ἀεὶ κυβερνώσας τᾶς δὲ κυβερνωμένας, ἱκανῶς εἴρηταί μοι διὰ τούτων.
Ἀρισταίου.
Ἀρισταῖος ἔφησεν ἄφθαρτον εἶναι τὸν κόσμον, λέγει γοῦν ἐν τῷ Περὶ ἁρμονίας οὕτως·
Ἐπεὶ δὲ ἁ ἀρχά, ἅτε δὴ οὖσα ἀρχά, πρὸ παντός τέ ἐστι καὶ ἀγένητος καὶ αὐτοτελής, — οὔτε γὰρ αἰ μεθʼ ἅτερόν τι ἦς, ὑπάρχοι κα ἔτι πρὸ παντός· οὔτε γενομένα ποκὰ ἔκ τινος ἀγένητός κα εἴη ἔτι, οὐδὲ μὰν ἀρχά τε καὶ αἰτία τῶν γενομένων, ἁτέρω γάρ τινος ποτιδεηθήσεται τῶ σῴσοντος αὐτὰν καὶ κινάσοντος —, δῆλον δή, ὡς αὐτὰ καθʼ αὑτὰν ἁ ἀρχὰ ἀγένητός τέ ἐστι καὶ ἀΐδιος καὶ αἰτία γενέσιός τε καὶ κινάσιος, καὶ κινέουσα πάντα αὐτὰ ἐξ αὑτᾶς ἐστὶ καὶ αὐτοτελέα παρεχομένα τἆλλα αὐτὰ ἐξ αὑτᾶς αὐτοτελής ἐστι. Εἰκόνες δὲ καὶ ὁμοιώσιες τᾶς ἀρχᾶς ταύτας καὶ ἐν τοῖς φύσι γινομένοις καὶ ἐν τοῖς κατὰ τέχναν. Ἐπεὶ δὲ τὸ ἀθάνατον τὸ ἀκάματον, τὸ δὲ ἀκάματον τὸ μὴ κάμνον κινοῦν, ὁ δὲ θεὸς τοιοῦτος, ἀεὶ κινέων γα τὸ ὅλον καὶ τὸ πᾶν, φανερόν, ὡς ἀΐδιός κα εἴη ὁ κόσμος. Αἰ γὰρ ἀρχὰν λαψεῖται διακοσμάσιος, ἔκαμέ ποκα τὸ κινέον αὐτὸν κατʼ ἄμπαυσιν διακοσμάσιος. Αἰ δέ γα κάμνοι καὶ ἀμπαύοιτο τὸ κινέον, φθαρτὸν καὶ γενητὸν ὑπάρχον καὶ αὐτὸ πέρας ἑξεῖ κινάσιος, καὶ τὸ ὅλον δὲ καὶ τὸ πᾶν διακοσμάσιος. ὥστʼ ἀνάγκα ἤτοι γένεσιν ἀναιρέν, ἢ γεννᾶν ἐκ τῶ μὴ ὄντος, ἢ τόνδε τὸν κόσμον καταλείπεται ἀθάνατον καὶ ἀγήρατον εἶμεν. Λέγοιτο δέ κα ἁρμονία φύσιος, ὅτι πάντα κατὰ λόγον φύεται τὸν ταύτας … ποταλλήλως, ὡς ὁ τεχνίτας ποτὶ τὰν τέχναν, οὕτως θεὸς ποθʼ ἁρμονίαν. Ἅ τε γὰρ τέχνα ἐστὶ λόγος καὶ ἰδέα τῶν γινομένων καὶ ἁ φύσις. Τὸ μὲν ἔργον ἁμαρτάνεται τοῖς τεχνίταις, ὅκκα παραλλάξῃ τὸν τᾶς τέχνας λόγον· τὰ δὲ γινόμενα φύσι φθείρεται, πηρὰ καὶ ἄναρθρα γινόμενα, ὅκκα παραλλάξῃ τὸν τᾶς ἁρμονίας λόγον.
Ποσειδωνίου. Ποσειδώνιος δὲ φθορὰς καὶ γενέσεις τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων εἰς τὰ ὄντα γινομένας. Τὴν μὲν γὰρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς οὐκ ὄντα, καθάπερ εἴπομεν πρόσθεν, ἀπέγνωσαν ἀνύπαρκτον οὖσαν. Τῶν δʼ εἰς ὄντα γινομένων μεταβολῶν τὴν μὲν εἶναι κατὰ διαίρεσιν, τὴν δὲ κατʼ ἀλλοίωσιν, τὴν δὲ κατὰ σύγχυσιν, τὴν δʼ ἐξ ὅλων, λεγομένην δὲ κατʼ ἀνάλυσιν. Τούτων δὲ τὴν κατʼ ἀλλοίωσιν περὶ τὴν οὐσίαν γίνεσθαι, τὰς δʼ ἄλλας τρεῖς περὶ τοὺς ποιοὺς λεγομένους τοὺς ἐπὶ τῆς οὐσίας γινομένους. Ἀκολούθως δὲ τούτοις καὶ τὰς γενέσεις συμβαίνειν. Τὴν γὰρ οὐσίαν οὔτʼ αὔξεσθαι οὔτε μειοῦσθαι κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν, ἀλλὰ μόνον ἀλλοιοῦσθαι, καθάπερ ἐπʼ ἀριθμῶν καὶ μέτρων συμβαίνειν. Ἐπὶ δὲ τῶν ἰδίως ποιῶν, οἷον Δίωνος καὶ Θέωνος, καὶ αὐξήσεις καὶ μειώσεις γίνεσθαι. Διὸ καὶ παραμένειν τὴν ἑκάστου ποιότητα ἀπὸ τῆς γενέσεως μέχρι τῆς ἀναιρέσεως, ὡς ἐπὶ τῶν ἀναίρεσιν ἐπιδεχομένων ζῴων καὶ φυτῶν καὶ τῶν τούτοις παραπλησίων. Ἐπὶ δὲ τῶν ἰδίως ποιῶν φησι δύο εἶναι τὰ δεκτικὰ μόρια, τὸ μέν τι κατὰ τὴν τῆς οὐσίας ὑπόστασιν, τὸ δέ τι κατὰ τὴν τοῦ ποιοῦ. Τοῦτο γάρ, ὡς πολλάκις ἐλέγομεν, τὴν αὔξησιν καὶ τὴν μείωσιν ἐπιδέχεσθαι· μὴ εἶναι δὲ ταὐτὸν τό τε ποιὸν ἰδίως καὶ τὴν οὐσίαν ἐξ ἧς ἔστι τοῦτο, μὴ μέντοι γε μηδʼ ἕτερον, ἀλλὰ μόνον οὐ ταὐτὸν διὰ τὸ καὶ μέρος εἶναι τῆς οὐσίας καὶ τὸν αὐτὸν ἐπέχειν τόπον, τὰ δʼ ἕτερα τινῶν λεγόμενα δεῖν καὶ τόπῳ κεχωρίσθαι καὶ μηδʼ ἐν μέρει θεωρεῖσθαι.
Τὸ δὲ μὴ εἶναι ταὐτὸ τό τε κατὰ τὸ ἰδίως ποιὸν καὶ τὸ κατὰ τὴν οὐσίαν, δῆλον εἶναί φησιν ὁ Μνήσαρχος· ἀναγκαῖον γὰρ τοῖς αὐτοῖς ταὐτὰ συμβεβηκέναι. Εἰ γάρ τις πλάσας ἵππον, λόγου χάριν, συνθλάσειεν, ἔπειτα κύνα ποιήσειεν, εὐλόγως ἂν ἡμᾶς ἰδόντας εἰπεῖν, ὅτι τοῦτʼ οὐκ ἦν πάλαι, νῦν δʼ ἔστιν· ὥσθʼ ἕτερον εἶναι τὸ ἐπὶ τοῦ ποιοῦ λεγόμενον τόδε καὶ τὸ ἐπὶ τῆς οὐσίας. Καθόλου νομίζειν τοὺς αὐτοὺς ἡμᾶς εἶναι ταῖς οὐσίαις ἀπίθανον εἶναι φαίνεται· πολλάκις γὰρ συμβαίνει τὴν μὲν οὐσίαν ὑπάρχειν πρὸ τῆς γενέσεως, εἰ τύχοι, τῆς Σωκράτους, τὸν δὲ Σωκράτην μηδέπω ὑπάρχειν, καὶ μετὰ τὴν τοῦ Σωκράτους ἀναίρεσιν ὑπομένειν μὲν τὴν οὐσίαν, αὐτὸν δὲ μηκέτʼ εἶναι.
Πλάτωνος ἐν τῷ Τιμαίῳ.
Πῶς οὖν δὴ τοῦτο αὐτὸ καὶ πῇ καὶ τί περὶ αὐτῶν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν; Πρῶτον μὲν ὃ δὴ νῦν ὕδωρ ὠνομάκαμεν πηγνύμενον, ὡς δοκοῦμεν, λίθους καὶ γῆν γιγνόμενον ὁρῶμεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὖ ταὐτὸν τοῦτο πνεῦμα καὶ ἀέρα, ξυγκαυθέντα δὲ ἀέρα πῦρ, ἀνάπαλιν δὲ πῦρ ξυγκριθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε ἀπιὸν αὖθις ἀέρος, καὶ πάλιν ἀέρα ξυνιόντα καὶ πυκνούμενον νέφος καὶ ὁμίχλην, ἐκ δὲ τούτων ἔτι μᾶλλον συμπιλουμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γῆν καὶ λίθους αὖθις, κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν. Οὕτω· δὴ τούτων οὐδέποτε τῶν αὐτῶν ἑκάστων φανταζομένων, ποῖον αὐτῶν ὡς ὂν ὁτιοῦν τοῦτο καὶ οὐκ ἄλλο παγίως διισχυριζόμενος οὐκ αἰσχυνεῖταί τις ἑαυτόν; οὐκ ἔστιν· ἀλλʼ ἀσφαλέστατα μακρῷ περὶ τούτων τιθεμένους ὧδε λέγειν· ἀεὶ ὃ καθορῶμεν ἄλλοτε ἄλλῃ γιγνόμενον, ὡς πῦρ, μὴ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἑκάστοτε προσαγορεύειν πῦρ, μηδὲ ὕδωρ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἀεί· μηδὲ ἄλλο ποτὲ μηδὲν ὥς τινʼ ἔχον βεβαιότητα, ὅσα δεικνύντες τῷ ῥήματι τῷ «τόδε» καὶ «τοῦτο» προσχρώμενοι δηλοῦν ἡγούμεθά τι· φεύγει γὰρ οὐχ ὑπομένον τὴν τοῦ «τόδε» καὶ «τοῦτο» καὶ τὴν «τῷδε» καὶ πᾶσαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις.
Ὅτι δὲ τὸ πᾶν ἀΐδιον, δηλοῖ σαφῶς· λέγει γοῦν ἐν τῷ Τιμαίῳ οὕτως·
Ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη διʼ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστʼ εἰς τὸ αὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.
Χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.
Ἐν ταὐτῷ.
Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ διʼ ἐμοῦ γιγνόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν θέλειν κακοῦ. Διὸ καὶ ὑμεῖς ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστέ, οὐδʼ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.
Περὶ κόσμου καὶ εἰ ἔμψυχος καὶ προνοίαι διοικούμενος καὶ ποῦ ἔχει τὸ ἡγεμονικὸν καὶ πόθεν τρέφεται.
Πλάτωνος.
Πλάτων τὸν κόσμον ἔφησε ζῷον ἔμψυχον ἔννουν τε, ὅτι τε ἀφʼ ἑαυτοῦ τρέφεται, τὸ δὲ ἡγεμονικὸν τοῦ κόσμου ἐν οὐρανῷ τίθεται. Λέγει γοῦν οὕτως ἐν τῷ Τιμαίῳ
Βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς τε καὶ ἀτάκτως αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον· θέμις δὲ οὔτε ἦν οὔτε ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο, πλὴν τὸ κάλλιστον. Λογισάμενος οὖν εὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νοῦν δὲ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ. Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅ τι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος. Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.
Ἐν ταὐτῷ.
Ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ προσῄει αὐτῷ ποθέν· οὐδὲ γὰρ ἦν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντʼ ἐν ἑαυτῷ καὶ ὑφʼ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.
Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου.
Σέλευκος ὁ Ἐρυθραῖος καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἄπειρον τὸν κόσμον.
Διογένης καὶ Μέλισσος τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι.
Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον. —Μήτε αὔξεσθαι δὲ μήτε μειοῦσθαι τὸν κόσμον, τοῖς δὲ μέρεσιν ὁτὲ μὲν παρεκτείνεσθαι πρὸς πλείονα τόπον, ὁτὲ δὲ συστέλλεσθαι. —Ἀπὸ γῆς δὲ ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου, ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον.
Λεύκιππος δὲ καὶ Δημόκριτος καὶ Ἐπίκουρος οὐδέτερα τούτων, φύσει δὲ ἀλόγῳ ἐκ τῶν ἀτόμων συνεστῶτα.
Πλουτάρχου.
Ὁμηρός φησι πεπερασμένον εἶναι τὸν κόσμον, δηλοῦται δὲ διὰ τούτων· Τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς. Τοῦτο τοίνυν ἑνὶ στίχῳ διαρρήδην ἐδήλωσεν, τὸ γὰρ ἄπειρον οὐκ ἔστιν εἰς μοίρας διελεῖν. Καὶ ἐν τούτοις δὲ τὸ αὐτὸ σημαίνει· Ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ παλλομένων, Ἀΐδης δʼ ἔλαχεν ζόφον ἠερόεντα, Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι, γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος ὡς τῶν ἐν μέσῳ φύσεων πεποιημένος τὴν νέμησιν, τὰ δὲ ἄκρα καὶ περατοῦντα ἀνέμητα καταλελοιπώς. Καὶ εἶναι τὴν γῆν μὲν κατωτάτω πάντων, τὸν δὲ Ὄλυμπον ἀνωτάτω δεδήλωκεν ἐν τούτῳ· Ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο Τὴν γὰρ γῆν μετέωρον γενήσεσθαί φησιν ἐξ ἕδρας ἀνασπασθεῖσαν ὡς τὴν κατωτάτω.
Χρυσίππου. Κόσμον δʼ εἶναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· ἢ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα τούτων γεγονότων. Λέγεται δʼ ἑτέρως κόσμος ὁ θεός, καθʼ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται. Τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου κόσμου τὸ μὲν εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δʼ ὑπομένον· περιφερόμενον μὲν τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπʼ αὐτῆς ὑγρὰ καὶ τὸν ἀέρα. Τὸ γὰρ τῆς πάσης οὐσίας πυκνότατον ὑπέρεισμα πάντων εἶναι κατὰ φύσιν, ὅνπερ τρόπον ἐν ζῴῳ τὰ ὀστέα, τοῦτο δὲ καλεῖσθαι γῆν. Περὶ δὲ ταύτην τὸ ὕδωρ περικεχύσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν ἴσχυν διειληχός. Τῆς γὰρ γῆς ἐξοχάς τινας ἐχούσης ἀνωμάλους διὰ τοῦ ὕδατος εἰς ὕψος ἀνηκούσας, ταύτας δὴ νήσους καλεῖσθαι· τούτων δὲ τὰς ἐπὶ πλεῖον διηκούσας ἠπείρους προσηγορεῦσθαι ὑπʼ ἀγνοίας τοῦ περιέχεσθαι καὶ ταύτας πελάγεσι μεγάλοις. Ἀπὸ δὲ τοῦ ὕδατος τὸν ἀέρα ἐξῆφθαι καθάπερ ἐξατμισθέντα, καὶ περικεχύσθαι σφαιρικῶς· ἐκ δὲ τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἰλικρινέστατον. Τὸν μὲν οὖν κατὰ τὴν διακόσμησιν λεγόμενον κόσμον εἰς ταύτας διακεκρίσθαι τὰς φύσεις· τὸ δὲ περιφερόμενον αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίδρυται, τά τε ἀπλανῆ καὶ τὰ πλανώμενα, θεῖα τὴν φύσιν ὄντα καὶ ἔμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν. Τῶν μὲν οὖν ἀπλανῶν ἄστρων ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι, πάντα δὲ τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. Τετάχθαι δὲ τὰ μὲν ἀπλανῆ ἐπὶ μιᾶς ἐπιφανείας, ὡς καὶ ὁρᾶται· τὰ δὲ πλανώμενα ἐπʼ ἄλλης καὶ ἄλλης σφαίρας· περιέχεσθαι δὲ πάσας τὰς τῶν πλανωμένων ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας. Τῶν δὲ πλανωμένων ὑψηλοτάτην εἶναι μετὰ τὴν τῶν ἀπλανῶν τὴν τοῦ Κρόνου, μετὰ δὲ ταύτην τὴν τοῦ Διός, εἶτα τὴν τοῦ Ἄρεος, ἐφεξῆς δὲ τὴν τοῦ Ἑρμοῦ καὶ μετʼ αὐτὴν τὴν τῆς Ἀφροδίτης, εἶτα τὴν τοῦ ἡλίου, ἐπὶ πᾶσι δὲ τὴν τῆς σελήνης, πλησιάζουσαν τῷ ἀέρι. Διὸ καὶ ἀερωδεστέραν φαίνεσθαι καὶ μάλιστα διατείνειν τὴν ἀπʼ αὐτῆς δύναμιν εἰς τὰ περίγεια. Ὑπὸ δὲ τὴν σελήνην τὴν τοῦ ὑπʼ αὐτοῦ φερομένου ἀέρος, εἶτα τὴν τοῦ ὕδατος, τελευταίαν δὲ τὴν τῆς γῆς, περὶ τὸ μέσον σημεῖον τοῦ κόσμου κειμένης, ὃ δὴ τοῦ παντός ἐστι κάτω, ἄνω δὲ τὸ ἀπʼ αὐτοῦ εἰς τὸ κύκλῳ πάντῃ.
Ἔκφαντος ἐκ μὲν τῶν ἀτόμων συνεστάναι τὸν κόσμον, διοικεῖσθαι δὲ ὑπὸ προνοίας.
Ἀριστοτέλης οὔτε ἔμψυχον ὅλον διʼ ὅλου οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. Τὰ μὲν γὰρ οὐράνια πάντων τούτων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δʼ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως μετέχειν. —Εἰ δὲ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς δεῖται τροφῆς, διὰ τοῦτο καὶ ἀΐδιος.
Πυθαγόρας φησὶ γενητὸν κατʼ ἐπίνοιαν τὸν κόσμον, οὐ κατὰ χρόνον. —Ὃς καὶ πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. —Ἄρξασθαι δὲ τὴν γένεσιν τοῦ κόσμου ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. —Πέντε δὲ σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.
Φιλόλαος ἔφησε τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου. — Τὸ δὲ ἡγεμονικὸν ἐν τῷ μεσαιτάτῳ πυρί, ὅπερ τρόπεως δίκην προϋπεβάλλετο τῇ τοῦ παντὸς σφαίρᾳ ὁ δημιουργὸς θεός.
Κλεάνθης ὁ Στωικὸς ἐν ἡλίῳ ἔφησεν εἶναι τὸ ἡγεμονικὸν τοῦ κόσμου.
Ἀρχέδημος τὸ ἡγεμονικὸν τοῦ κόσμου ἐν γῇ ὑπάρχειν ἀπεφήνατο.
Ἡράκλειτος οὐ κατὰ χρόνον εἶναι γενητὸν τὸν κόσμον, ἀλλὰ κατʼ ἐπίνοιαν.
Ἐπίδικος ὑπὸ φύσεως γεγενῆσθαι τὸν κόσμον.
Ἀρχέλαος ὑπὸ θερμοῦ καὶ ἐμψυχρίας συστῆναι τὸν κόσμον.
Ἐκ τοῦ Φιλολάου Περὶ κόσμω.
Ἀνάγκα τὰ ἐόντα εἶμεν πάντα ἢ περαίνοντα ἢ ἄπειρα ἢ περαίνοντά τε καὶ ἄπειρα, ἄπειρα δὲ μόνον οὔ κα εἴη. Ἐπεὶ τοίνυν φαίνεται οὔτʼ ἐκ περαινόντων πάντων ἐόντα οὔτʼ ἐξ ἀπείρων πάντων, δῆλόν τἆρα ὅτι ἐκ περαινόντων τε καὶ ἀπείρων ὅ τε κόσμος καὶ τὰ ἐν αὐτῷ συναρμόχθη. Δηλοῖ δὲ καὶ τὰ ἐν τοῖς ἔργοις. Τὰ μὲν γὰρ αὐτῶν ἐκ περαινόντων περαίνοντα, τὰ δʼ ἐκ περαινόντων τε καὶ ἀπείρων περαίνοντά τε καὶ οὐ περαίνοντα, τὰ δʼ ἐξ ἀπείρων ἄπειρα φαίνεται.
Καὶ πάντα γα μὰν τὰ γιγνωσκόμενα ἀριθμὸν ἔχοντι. Οὐ γὰρ οἷόν τε οὐδὲν οὔτε νοηθῆμεν οὔτε γνωσθῆμεν ἄνευ τούτου.
Ὅ γα μὰν ἀριθμὸς ἔχει δύο μὲν ἴδια εἴδεα, περισσὸν καὶ ἄρτιον, τρίτον δὲ ἀπʼ ἀμφοτέρων μιχθέντων, ἀρτιοπέρισσον. Ἑκατέρω δὲ τῶ εἴδεος πολλαὶ μορφαί, ὡς ἕκαστον αὐταυτὸ σημαίνει.
Περὶ δὲ φύσιος καὶ ἁρμονίας ὧδε ἔχει· Ἁ μὲν ἐστὼ τῶν πραγμάτων, ἀΐδιος ἔσσα καὶ αὐτὰ μὰν ἁ φύσις, θεία ἐντὶ καὶ οὐκ ἀνθρωπίναν ἐνδέχεται γνῶσιν, πλάν γα ἢ ὅτι οὐχ οἷόν τʼ ἦς οὐδὲν τῶν ἐόντων καὶ γιγνωσκόμενον ὑφʼ ἁμῶν γενέσθαι, μὴ ὑπαρχοίσας τᾶς ἐστοῦς τῶν πραγμάτων ἐξ ὧν συνέστα ὁ κόσμος καὶ τῶν περαινόντων καὶ τῶν ἀπείρων. Ἐπεὶ δὲ ταὶ ἀρχαὶ ὑπᾶρχον οὐχ ὁμοῖαι οὐδʼ ὁμόφυλοι ἔσσαι, ἤδη ἀδύνατον ἦς κα αὐταῖς κοσμηθῆμεν, αἰ μὴ ἁρμονία ἐπεγένετο, ᾡτινιῶν τρόπῳ ἐγένετο. Τὰ μὲν ὦν ὁμοῖα καὶ ὁμόφυλα ἁρμονίας οὐδὲν ἐπεδέοντο, τὰ δὲ ἀνόμοια μηδὲ ὁμόφυλα μηδὲ ἰσολαχῆ ἀνάγκα τᾷ τοιαύτᾳ ἁρμονίᾳ συγκεκλεῖσθαι, αἰ μέλλοντι ἐν κόσμῳ κατέχεσθαι. Ἁρμονίας δὲ μέγεθός ἐντι συλλαβὰ καὶ διʼ ὀξειᾶν· τὸ δὲ διʼ ὀξειᾶν μεῖζον τᾶς συλλαβᾶς ἐπογδόῳ· ἔντι γὰρ ἀπὸ ὑπάτας ἐπὶ μέσαν συλλαβά, ἀπὸ δὲ μέσας ἐπὶ νεάταν διʼ ὀξειᾶν, ἀπὸ δὲ νεάτας ἐς τρίταν συλλαβά, ἀπὸ δὲ τρίτας ἐς ὑπάταν διʼ ὀξειᾶν· τὸ δʼ ἐν μέσῳ μέσας καὶ τρίτας ἐπόγδοον· ἁ δὲ συλλαβὰ ἐπίτριτον, τὸ δὲ διʼ ὀξειᾶν ἡμιόλιον, τὸ διὰ πασᾶν δὲ διπλόον. Οὕτως ἁρμονία πέντε ἐπόγδοα καὶ δύο διέσιες, διʼ ὀξειᾶν δὲ τρία ἐπόγδοα καὶ δίεσις.
Τὸ πρᾶτον ἁρμοσθέν, τὸ ἕν, ἐν τῷ μέσῳ τᾶς σφαίρας ἑστία καλεῖται.
Ἑρμοῦ ἐκ τοῦ πρὸς Τάτ.
Τάτ Ἐπεί μοι ἐν τοῖς ἔμπροσθεν γενικοῖς λόγοις ὑπέσχου δηλῶσαι περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, νῦν μοι δήλωσον περὶ αὐτῶν καὶ τῆς τούτων ἐνεργείας.
Ἑρμῆς Οὐδεὶς φθόνος, ὦ Τάτ, καὶ ὁ κυριώτατος πάντων λόγος καὶ κορυφαιότατος οὗτος ἂν εἴη· σὺ δὲ νόει οὕτως. Ἔφαμέν σοι περὶ τοῦ ζῳδιακοῦ κύκλου, τοῦ καὶ ζῳοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελήνης καὶ τοῦ ἑκάστου τούτων κύκλου.
Τάτ Ἔφης γάρ, ὦ Τρισμέγιστε.
Ἑρμῆς Οὕτως βούλομαί σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἓξ δεκανῶν μεμνημένον ἐκείνων, ἵνʼ εὔγνωστός σοι καὶ ὁ περὶ τούτων λόγος γένηται.
Τάτ Μέμνημαι, ὦ πάτερ.
Ἑρμῆς Ἔφαμέν που, ὦ τέκνον, περιεκτικὸν τῶν ἁπάντων εἶναι σῶμα· ἐννόησον οὖν καὶ αὐτὸς ὥσπερ κυκλοειδὲς σχῆμα· καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν.
Τάτ Τοιοῦτον σχῆμα νοῶ οὕτως ὡς λέγεις, ὦ πάτερ.
Ἑρμῆς Ὑπὸ δὲ τὸν κύκλον τοῦ σώματος τούτου τετάχθαι τοὺς τριάκοντα ἓξ δεκανούς, μέσους τοῦ παντὸς κύκλου καὶ τοῦ ζῳδιακοῦ, διορίζοντας ἀμφοτέρους τοὺς κύκλους, καὶ ὥσπερ ἐκεῖνον μὲν κουφίζοντας τὸν ζῳδιακόν, συμφερομένους δὲ τοῖς πλάνησι, καὶ ἰσοδυναμεῖν τῇ τοῦ παντὸς φορᾷ κατὰ τὸ ἐναλλὰξ τοῖς θʼ ἑπτά· καὶ τὸ μὲν περιεκτικὸν ἐπέχειν σῶμα — ἔσχατον γὰρ ἂν ἦν ἐν τῇ φορᾷ, αὐτὸ καθʼ αὑτὸ ὄν, τῷ τάχει· ἐπισπεύδειν δὲ τοὺς ἑπτὰ ἄλλους κύκλους διὰ τὸ βραδυτέραν κίνησιν κινεῖσθαι τοῦ παντὸς κύκλου. Ὥσπερ οὖν ἀνάγκη αὐτοὺς κινεῖσθαι καὶ τὸν τοῦ παντός. Νοήσωμεν οὖν καὶ τῶν ἑπτὰ καὶ τοῦ παντὸς τὸν κύκλον, μᾶλλον δὲ τὰ ἐν κόσμῳ ἅπαντα ὡσπερεὶ φύλακας αὐτοὺς περιίστασθαι, καὶ συνέχοντας τὰ πάντα καὶ τηροῦντας τὴν τῶν πάντων εὐταξίαν.
Τάτ Οὕτως γὰρ νοῶ, πάτερ, ἐξ ὧν λέγεις.
Ἑρμῆς Ἔτι δὲ νόησον, Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν, ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν· οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ἀλλʼ οὐδὲ μὴν ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται, ἅπερ πάσχουσιν οἱ ἄλλοι ἀστέρες· ἐλεύθεροι δὲ ὄντες ὑπεράνω πάντων ὥσπερ φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παντὸς περιέχονται τῷ νυχθημέρῳ τὸ πᾶν.
Τάτ Ἆρʼ οὖν καὶ οὗτοι, ὦ πάτερ, ἔχουσι πρὸς ἡμᾶς ἐνέργειαν;
Ἑρμῆς Τὴν μεγίστην, ὦ τέκνον. Εἰ γὰρ ἐκείνοις ἐνεργοῦσι, πῶς οὐ καὶ ἡμῖν; καὶ καθʼ ἕνα ἕκαστον καὶ κοινῇ; Οὕτως, ὦ τέκνον, τῶν καθολικῶς πάντων συμβαινόντων τῇ ἐνεργείᾳ ἀπὸ τούτων ἐστιν. οἷον — ὃ λέγω νόησον — βασιλειῶν μετατροπαί, πόλεων ἐπαναστάσεις, λιμοί, λοιμοί, ἀμπώτεις θαλάσσης, γῆς σεισμοί, οὐδὲν τούτων, ὦ τέκνον, χωρὶς τῆς τούτων ἐνεργείας γίνεται. Ἔτι τε πρὸς τούτοις νόησον· εἰ γὰρ οὗτοι μὲν ἐπιστατοῦσιν ἐκείνων, ἡμεῖς δὲ καὶ ὑπὸ τοὺς ἑπτά ἐσμεν, οὐ νοεῖς καὶ εἰς ἡμᾶς τινα ἐκείνων φθάνειν ἐνέργειαν, ἤτοι ὑπʼ αὐτῶν, ἢ διʼ ἐκείνων;
Τάτ Τίς δʼ ἂν αὐτοῖς εἴη, ὦ πάτερ, ὁ τοῦ σώματος τύπος;
Ἑρμῆς Τούτους οὖν καλοῦσιν οἱ πολλοὶ δαίμονας· οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων οὔτε ἄλλα σώματα ἔχοντες ἐξ ἰδίας τινὸς ὕλης οὔτε ψυχῇ κινούμενοι ὥσπερ ἡμεῖς, ἀλλὰ ἐνέργειαί εἰσι τῶν τριάκοντα ἓξ τούτων θεῶν.
Ἔτι δὲ πρὸς τούτοις νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν ἃς καλοῦσι τάνας, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλεθριωτάτας.
Ἔτι καὶ ἐν οὐρανῷ φερόμενοι ἀστέρες γεννῶσιν αὐτοῖς ὑπολειτουργούς, οὓς καὶ ὑπηρέτας καὶ στρατιώτας ἔχουσιν. Οὗτοι δὲ ὑπʼ ἐκείνων μιγνύμενοι φέρονται ἐν τῷ αἰθέρι αἰωρούμενοι, τὸν τούτου τόπον ἀναπληροῦντες, ὅπως μηδεὶς ᾖ τόπος ἄνω κενὸς ἀστέρων, συγκοσμοῦντες τὸ πᾶν, ἐνέργειαν ἰδίαν ἔχοντες, ὑποτεταγμένην δὲ τῇ τῶν τριάκοντα ἓξ ἐνεργείᾳ· ἐξ ὧν καὶ κατὰ τὰς χώρας φθοραὶ γίνονται τῶν ἄλλων ἐμψύχων ζῴων καὶ ἡ πληθὺς τῶν λυμαινομένων ζῴων τοὺς καρπούς.
Ὑπὸ δὲ τούτους ἐστὶν ἡ καλουμένη ἄρκτος, κατὰ μέσον τοῦ ζῳδιακοῦ, ἐξ ἀστέρων συγκειμένη ἑπτά, ἔχουσα ἀντίζυγον ἑτέραν ὑπὲρ κεφαλῆς. Ταύτης μὲν ἡ ἐνέργειά ἐστι καθάπερ ἄξονος, μηδαμοῦ μὲν δυνούσης μηδὲ ἀνατελλούσης, μενούσης δὲ ἐν τῷ αὐτῷ τόπῳ, περὶ τὸ αὐτὸ στρεφομένης, ἐνεργούσης δὲ τὴν τοῦ ζῳοφόρου κύκλου περιφοράν, παραδιδοῦσαν τὸ πᾶν τοῦτο ἀπὸ μὲν τῆς νυκτὸς ἡμέρᾳ, ἀπὸ δʼ ἡμέρας νυκτί.
Μετὰ δὲ ταύτην ἐστὶν ἄλλος χορὸς ἀστέρων, οὓς ἡμεῖς προσηγοριῶν οὐ κατηξιώσαμεν, οἱ δὲ μεθʼ ἡμᾶς μιμησάμενοι μὲν καὶ αὐτοὶ προσηγορίας τούτοις θήσονται.
Κάτωθεν δὲ τῆς σελήνης εἰσὶν ἕτεροι ἀστέρες φθαρτοί, ἀργοί, πρὸς ὀλίγον χρόνον συνιστάμενοι, εἰς τὸν ὑπὲρ γῆς ἀέρα ἐξ αὐτῆς τῆς γῆς ἀναθυμιώμενοι, οὓς καὶ ἡμεῖς ὁρῶμεν διαλυομένους, τὴν φύσιν ὁμοίαν ἔχοντας τοῖς ἀχρήστοις τῶν ἐπὶ γῆς ζῴων, ἐπὶ ἕτερον δὲ οὐδὲν γίνεται ἢ ἵνα μόνον φθαρῇ, οἷον τὸ τῶν μυιῶν γένος καὶ τῶν ψυλλῶν καὶ τῶν σκωλήκων καὶ τῶν ἄλλων τῶν ὁμοίων καὶ γὰρ ἐκεῖνα, ὦ Τάτ, οὔτε ἡμῖν οὔτε τῷ κόσμῳ χρήσιμά ἐστι, τοὐναντίον δὲ λυπεῖ ἐνοχλοῦντα, παρακολουθήματα ὄντα τῆς φύσεως καὶ κατὰ τὸ περισσὸν τὴν γένεσιν ἔχοντα· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῆς γῆς ἀναθυμιώμενοι ἀστέρες τὸν μὲν ἄνω τόπον οὐ καταλαμβάνουσιν — ἀδυνατοῦσι γὰρ ὡς κάτωθεν ἀνιόντες —, πολὺ δὲ τὸ ἐμβριθὲς ἔχοντες, ἑλκόμενοι κάτω ὑπὸ τῆς ἰδίας ὕλης διαχέονται ταχέως καὶ διαλυθέντες πίπτουσι πάλιν εἰς γῆν μηδὲν ἕτερον ἐνεργήσαντες, ἢ μόνον ὀχλήσαντες τῷ ὑπὲρ γῆν ἀέρι.
Ἕτερόν ἐστι γένος, ὦ Τάτ, τὸ τῶν καλουμένων κομητῶν, κατὰ καιρὸν ἐπιφαινομένων καὶ πάλιν μετὰ χρόνον ὀλίγον ἀφανῶν γινομένων, μήτε ἀνατελλόντων μήτε δυνόντων μήτε διαλυομένων, οἵτινες φανεροὶ ἄγγελοι καὶ κήρυκες καθολικῶν ἀποτελεσμάτων γίνονται μελλόντων ἔσεσθαι· οὗτοι δὲ τὸν τόπον ἔχουσιν ὑπὸ τὸν κύκλον τὸν τοῦ ἡλίου. Ἐπὰν οὖν μέλλῃ τι τῷ κόσμῳ συμβαίνειν, οὗτοι φαίνονται καὶ φανέντες ὀλίγας ἡμέρας, πάλιν ὑπὸ τὸν κύκλον ἐλθόντες τοῦ ἡλίου ἀφανεῖς μένουσιν, ἐν τῷ ἀπηλιώτῃ φανέντες ἄλλοι, ἄλλοι δὲ ἐν τῷ βορρᾷ, ἄλλοι δὲ ἐν τῷ λιβί, ἄλλοι δὲ ἐν τῷ νότῳ· μάντεις δὲ τούτους προσηγορεύσαμεν. Καὶ ἀστέρων ἥδε φύσις.
Ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτης γενόμενος θεάσασθαι καὶ θεασάμενος μακάριος γενέσθαι.
Τάτ Μακάριος ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος.
Ἑρμῆς Ἀλλʼ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχῆσαι. Δεῖ δὲ προγυμνάζειν αὑτοῦ τινα τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὴν ἔξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ. Ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. Οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ μήτε σχῆμα μήτε χρῶμα μήτε σῶμα ἔχον.
Τάτ Εἴη δʼ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν;
Ἑρμῆς Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὄν, τοῦ θεοῦ τὸ ὄνομα.
Περὶ τάξεως τοῦ κόσμου· εἰ ἓν τὸ πᾶν.
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ· μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν, ὑφʼ ᾧ πυρώδης στεφάνη· καὶ τὸ μεσαίτατον πασῶν περὶ ὃ πάλιν πυρώδης· τῶν δὲ συμμιγῶν τὴν μεσαιτάτην ἁπάσαις αἰτίαν πάσης κινήσεως καὶ γενέσεως ὑπάρχειν, ἥντινα καὶ δαίμονα κυβερνῆτιν καὶ κλῃδοῦχον ἐπονομάζει, δίκην τε καὶ ἀνάγκην. Καὶ τῆς μὲν γῆς ἀπόκρισιν εἶναι τὸν ἀέρα, διὰ τὴν βιαιοτέραν αὐτῆς ἐξατμισθέντα πίλησιν, τοῦ δὲ πυρὸς ἀναπνοὴν τὸν ἥλιον καὶ τὸν γαλαξίαν κύκλον· συμμιγῆ δʼ ἐξ ἀμφοῖν εἶναι τὴν σελήνην, τοῦ τʼ ἀέρος καὶ τοῦ πυρός. Περιστάντος δʼ ἀνωτάτω πάντων τοῦ αἰθέρος ὑπʼ αὐτῷ τὸ πυρῶδες ὑποταγῆναι τοῦθʼ ὅπερ κεκλήκαμεν οὐρανόν, ὑφʼ ᾧ ἤδη τὰ περίγεια.
Ἀριστοτέλης πρῶτον αἰθέρα ἀπαθῆ, πέμπτον τι σῶμα, μεθʼ ὃν παθητὰ πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν.
Περιέχεσθαι δὲ ταῦτα ὑπὸ τοῦ αἰθέρος, ἔνθα τὰ θεῖα διανενεμημένα κατὰ σφαίρας ἵδρυται τῶν λεγομένων ἀπλανῶν τε καὶ πλανωμένων ἀστέρων. Ὅσας δὲ εἶναι τὰς σφαίρας, τοσούτους ὑπάρχειν καὶ τοὺς κινοῦντας θεοὺς ταύτας, ὧν μέγιστον τὸν πάσας περιέχοντα, ζῷον ὄντα λογικὸν καὶ μακάριον, συνεκτικὸν καὶ προνοητικὸν τῶν οὐρανίων. Συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον οὔτε γενητὸν οὔτε φθαρτὸν οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλλοίωτον, πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον, κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.
Φιλόλαος πῦρ ἐν μέσῳ περὶ τὸ κέντρον, ὅπερ ἑστίαν τοῦ παντὸς καλεῖ καὶ Διὸς οἶκον καὶ μητέρα θεῶν, βωμόν τε καὶ συνοχὴν καὶ μέτρον φύσεως· καὶ πάλιν πῦρ ἕτερον ἀνωτάτω, τὸ περιέχον. Πρῶτον δʼ εἶναι φύσει τὸ μέσον, περὶ δὲ τοῦτο δέκα σώματα θεῖα χορεύειν, οὐρανόν, τοὺς ε πλανήτας, μεθʼ οὓς ἥλιον, ὑφʼ ᾧ σελήνην, ὑφʼ ᾗ τὴν γῆν, ὑφʼ ᾗ τὴν ἀντίχθονα, μεθʼ ἃ σύμπαντα τὸ πῦρ, ἑστίας περὶ τὰ κέντρα τάξιν ἐπέχον. Τὸ μὲν οὖν ἀνωτάτω μέρος τοῦ περιέχοντος, ἐν ᾧ τὴν εἰλικρίνειαν εἶναι τῶν στοιχείων, Ὄλυμπον καλεῖ· τὰ δὲ ὑπὸ τὴν τοῦ Ὀλύμπου φοράν, ἐν ᾧ τοὺς πέντε πλανήτας μεθʼ ἡλίου καὶ σελήνης τετάχθαι, κόσμον. Τὸ δʼ ὑπὸ τούτοις ὑποσέληνόν τε καὶ περίγειον μέρος, ἐν ᾧ τὰ τῆς φιλομεταβόλου γενέσεως, οὐρανόν. Καὶ περὶ μὲν τὰ τεταγμένα τῶν μετεώρων γίνεσθαι τὴν σοφίαν, περὶ δὲ τῶν γινομένων τὴν ἀταξίαν τὴν ἀρετήν, τελείαν μὲν ἐκείνην, ἀτελῆ δὲ ταύτην.
Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ, διὰ τῶν ἀγκιστροειδῶν ἀτόμων συμπεπλεγμένον.
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας, ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δʼ ἀκίνητα.
Πλάτων τὸν ὁρατὸν κόσμον γεγονέναι παράδειγμα τοῦ νοητοῦ κόσμου. Τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδές, τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον.
Λέγει γοῦν ἐν Τιμαίῳ οὕτως· «Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων, τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλειον ἐκ τελείων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτʼ ἄν.»
Πλουτάρχου.
Ὅμηρος τὸν αἰθέρα τοῦ ἀέρος ὑψηλότερον εἶναί φησιν, εἴρηκε δὲ οὕτως· Εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν. Ἐπέκεινα δὲ τοῦ αἰθέρος τὸν οὐρανὸν ὑπάρχειν ἀπεφήνατο· λέγει γὰρ τοιῶσδε· Ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἧκε διʼ αἰθέρος ἀτρυγέτοιο Ἐπὶ πᾶσι δὲ τὸν Ὄλυμπον ὑπάρχειν κατʼ ἐξοχήν τινα καὶ θειότητα· φησὶ γὰρ οὕτως· Ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. Τὸ γὰρ ἀπωτάτω τῆς γῆς καὶ μήτε τὴν σκιὰν αὐτῆς μήτε τὰς ἀναθυμιάσεις προσδεχόμενον, ὡς ἀειλαμπὲς καὶ ὁλολαμπὲς Ὄλυμπον οἱ παλαιοὶ προσηγόρευσαν. Τοῦτο δὲ καὶ διʼ αὐτῶν δηλοῦται ἐν οἷς φησι τοιῶσδε· Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι, οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ δεύεται, οὐδὲ χιὼν ἐπικίδναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη.
Εἰ ἓν τὸ πᾶν.
Ἐμπεδοκλῆς κόσμον ἕνα· οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλὰ ὀλίγον τι τοῦ παντὸς μέρος· τὸ δὲ λοιπὸν ὕλην.
Οἱ μὲν οὖν ἀπὸ τῆς στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι τὸ σωματικόν.
Μητρόδωρος, ὁ καθηγητὴς Ἐπικούρου, φησὶν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. Ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. Εἰ γὰρ ὅδε ὁ κόσμος πεπερασμένος, τὰ δʼ αἴτια πάντα ἄπειρα ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. Ὅπου γὰρ ἀπέραντα τὰ αἴτια, ἐκεῖ καὶ τὰ ἀποτελέσματα. Αἴτια δὲ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.
Θαλῆς, Πυθαγόρας, Ἐμπεδοκλῆς, Ἔκφαντος, Παρμενίδης, Μέλισσος, Ἡράκλειτος, Ἀναξαγόρας, Πλάτων, Ἀριστοτέλης, Ζήνων ἕνα τὸν κόσμον.
Ἀναξίμανδρος, Ἀναξιμένης, Ἀρχέλαος, Ξενοφάνης, Διογένης, Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περιαγωγήν.
Τῶν ἀπείρους ἀποφηναμένων τοὺς κόσμους
Ἀναξίμανδρος τὸ ἴσον αὐτοὺς ἀπέχειν ἀλλήλων,
Ἐπίκουρος ἄνισον εἶναι τὸ μεταξὺ τῶν κόσμων διάστημα.
Πλάτων ἕνα τὸν κόσμον ἀπεφήνατο· λέγει γὰρ ἐν τῷ Τιμαίῳ οὕτως·
«Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; Ἕνα· εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. Τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθʼ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη. Πάλιν γὰρ ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον, οὗ μέρος ἂν εἰήτην ἐκείνω· καὶ οὐκ ἂν ἔτι ἐκείνοιν, ἀλλʼ ἐκείνῳ τῷ περιέχοντι τόδʼ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον. Ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλʼ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστι τε καὶ ἔτʼ ἔσται».
Περὶ τῆς οὐρανοῦ οὐσίας καὶ διαιρέσεως.
Ἀναξιμένης καὶ Παρμενίδης τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς εἶναι τὸν οὐρανόν.
Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
Ἀναξίμανδρος ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.
Παρμενίδης, Ἡράκλειτος, Στράτων, Ζήνων πύρινον εἶναι τὸν οὐρανόν.
Ἀριστοτέλης ἐκ πέμπτου σώματος.
Λέγει γοῦν ἐν τοῖς Περὶ τῆς φυσικῆς ἀκροάσεως καὶ οὐρανοῦ λόγοις οὕτως. —
Συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος· τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον οὔτε γενητὸν οὔτε φθαρτὸν οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλλοίωτον, πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον, κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.
Θαλῆς Πυθαγόρας καὶ οἱ ἀπʼ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δʼ αὐτῶν ὃ μὲν ἀρκτικός τε καὶ ἀειφανής, ὃ δὲ θερινὸς τροπικός, ὃ δὲ ἰσημερινός, ὃ δὲ χειμερινὸς τροπικός, ὃ δὲ ἀνταρκτικός τε καὶ ἀφανής. Λοξὸς δὲ τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παραψαύων τῶν μέσων τριῶν. Πάντας δʼ αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντικρὺ τέμνει.
Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου· ἥντινα Οἰνοπίδης ὁ Χῖος ἐπίνοιαν ὡς ἰδίαν σφετερίζεται.
Περὶ οὐσίας ἄστρων καὶ σχημάτων, κινήσεώς τε καὶ ἐπισημασίας.
Θαλῆς γεώδη μέν, ἔμπυρα δὲ τὰ ἄστρα.
Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν. —Καὶ τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.
Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερωκέναι. —Ἀπʼ ἀνατολῶν δὲ ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
Διογένης κισηροειδῆ τὰ ἄστρα, διαπνοίας δὲ αὐτὰ νομίζει τοῦ κόσμου, εἶναι δὲ διάπυρα. —Συμπεριφέρεσθαι δὲ τοῖς φανεροῖς ἄστροις ἀφανεῖς λίθους καὶ παρʼ αὐτὸ τοῦτʼ ἀνωνύμους, πίπτοντας δὲ πολλάκις ἐπὶ τῆς γῆς σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυρωδῶς κατενεχθέντα ἀστέρα πέτρινον.
Δημόκριτος πέτρους. —Καὶ πρῶτα μὲν τὰ ἀπλανῆ, μετὰ δὲ ταῦτα τοὺς πλανήτας.
Ἀρχέλαος μύδρους ἔφησεν εἶναι τοὺς ἀστέρας, διαπύρους δέ.
Ἀναξίμανδρος πιλήματα ἀέρος τροχοειδῆ, πυρὸς ἔμπλεα, κατά τι μέρος ἀπὸ στομίων ἐκπνέοντα φλόγας. —Καὶ ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετʼ αὐτὸν δὲ τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.
Μητρόδωρος ὁμοίως περὶ σχήματος τῶν ἀστέρων καὶ αὐτὸς ἀπεφήνατο.
Παρμενίδης καὶ Ἡράκλειτος πιλήματα πυρὸς τὰ ἄστρα. —Τρέφεσθαι δὲ τοὺς ἀστέρας ἐκ τῆς ἀπὸ γῆς ἀναθυμιάσεως.
Ἀναξιμένης πυρίνην μὲν τὴν φύσιν τῶν ἄστρων, περιέχειν δέ τινα καὶ γεώδη σώματα συμπεριφερόμενα τούτοις ἀόρατα. —Ἥλων δὲ δίκην καταπεπηγέναι τὰ ἄστρα τῷ κρυσταλλοειδεῖ. —Τὰς δὲ ἐπισημασίας γίγνεσθαι διὰ τὸν ἥλιον μόνον. —Οὐχ ὑπὸ τὴν γῆν δὲ ἀλλὰ περὶ αὐτὴν στρέφεσθαι τοὺς ἀστέρας.
Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων. —Κοινῶς δὲ τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἐξ αὐτοῦ τρέφεσθαι. —Καὶ πρῶτον μετά γε τὴν τῶν ἀπλανῶν θέσιν φαίνωνα λεγόμενον τὸν τοῦ Κρόνου, δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβωνα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. —Τὰς δὲ ἐπισημασίας τάς τε χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι.
Ἀριστοτέλης ἐκ τοῦ πέμπτου σώματος γεγενῆσθαι τὰ ἄστρα. —Μὴ δεῖσθαι δὲ τὰ οὐράνια τροφῆς, οὐ γὰρ φθαρτὰ ἀλλʼ ἀίδια εἶναι. —Πάντα δὲ κινεῖσθαι, τὰ μὲν πρὸς ἡμῶν καλούμενα πλανήτας ὑπὸ τὸν ζῳδιακὸν κύκλον, λοξὸν ὄντα καὶ τῶν τροπικῶν ἐφαπτόμενον, τὰ δὲ ἀπλανῆ ἀπὸ τοῦ αἰεὶ φανεροῦ παρήκοντα μέχρι τοῦ ἀφανοῦς· οὐκ ὀλίγα δὲ αὐτῶν τῆς γῆς εἶναι μείζονα.
Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων· σβεννυμένους δὲ καθʼ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. —Τοὺς δὲ ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας, οὓς καὶ Διοσκούρους καλοῦσί τινες, νεφέλια εἶναι, κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.
Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα καὶ ἀέρα ἐν τῷ ἀπείρῳ αἰθέρι. Ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεσθαι, κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.
Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κεῖσθαι τοὺς ἀστέρας.
Οἱ δὲ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει.
Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων φασὶν εἶναι τὴν τάξιν τῶν ἀστέρων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον. —Ταὐτὸν δὲ πεπονθέναι τῷ ἑωσφόρῳ τὸν στίλβωνα, ἰσοδραμεῖν δὲ αὐτοὺς τῷ ἡλίῳ καὶ συμπεριφέρεσθαι αὐτῷ· καὶ τότε μὲν προανατέλλοντα ἑωσφόρον φαίνεσθαι, τότε δὲ ἐπικαταδυόμενον ἕσπερον καλεῖσθαι. —Τοὺς δὲ πλανήτας τοῖς ἀπλανέσιν ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς ἀντιφέρεσθαι.
Τούτῳ δὲ συνομολογεῖ καὶ Ἀλκμαίων.
Ἀριστοτέλης δὲ ὑπὸ τῶν σφαιρῶν, ἐφʼ ὧν ἕκαστος ἐμβέβηκε.
Καὶ Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφʼ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.
Οἱ μὲν ἄλλοι Στωικοὶ σφαιρικοὺς αὐτούς, Κλεάνθης δὲ κωνοειδεῖς.
Παρμενίδης πρῶτον μὲν τάττει τὸν ἑῷον, τὸν αὐτὸν δὲ νομιζόμενον ὑπʼ αὐτοῦ καὶ ἕσπερον, ἐν τῷ αἰθέρι· μεθʼ ὃν τὸν ἥλιον, ὑφʼ ᾧ τοὺς ἐν τῷ πυρώδει ἀστέρας, ὅπερ οὐρανὸν καλεῖ.
Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι.
Στράτων καὶ αὐτὸς τὰ ἄστρα ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι.
Διότιμος Τύριος, ὁ Δημοκρίτειος, τὴν αὐτὴν τούτοις εἰσηνέγκατο γνώμην.
Εὔδοξος καὶ Ἄρατος τὰς ἐπισημασίας κατὰ τὰς τῶν ἄστρων ἐπιτολὰς γίνεσθαι. Λέγει γοῦν Ἄρατος ἐν τοῖς Φαινομένοις οὕτως· Αὐτὸς γὰρ τά γε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν ἄστρα διακρίνας· ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.
Ποσειδωνίου. Ἄστρον δὲ εἶναί φησιν ὁ Ποσειδώνιος σῶμα θεῖον ἐξ αἰθέρος συνεστηκός, λαμπρὸν καὶ πυρῶδες, οὐδέποτε στάσιν ἔχον, ἀλλʼ αἰεὶ φερόμενον ἐγκυκλίως· ἰδίως δὲ τὸν ἥλιον καὶ τὴν σελήνην ἄστρα λέγεσθαι· διαφέρειν δὲ ἀστέρα ἄστρου· εἰ μὲν γάρ τίς ἐστιν ἀστήρ, καὶ ἄστρον ὀνομασθήσεται δεόντως, οὐ μὴν ἀνάπαλιν.
Χρυσίππου. Ἀνατολὴν δʼ εἶναί φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἄστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἄστρου ὑπὸ γῆν. Γίγνεσθαι δʼ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους. Ἐπιτολὴν δὲ τὴν ἄστρου ἅμα ἡλίῳ ἀνατολήν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. Διχῶς γὰρ λέγεσθαι δύσιν, τὴν μὲν κατὰ τὴν ἀνατολήν, τὴν δὲ κατὰ τὴν ἐπιτολήν. Κυνὸς δʼ ἐπιτολὴν ἅμα ἡλίῳ κυνὸς ἀνατολήν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. Τὸν δʼ ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος.
Ἀπολλοδώρου. Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ Περὶ θεῶν Πυθαγορείαν εἶναι τὴν περὶ τοῦ τὸν αὐτὸν εἶναι φωσφόρον τε καὶ ἕσπερον δόξαν.
Περὶ οὐσίας ἡλίου καὶ μεγέθους σχήματός τε καὶ τροπῶν καὶ ἐκλείψεως καὶ σημείων καὶ κινήσεως.
Ξενοφάνης ἐκ νεφῶν πεπυρωμένων εἶναι τὸν ἥλιον. —Ἔκλειψιν δὲ γίνεσθαι κατὰ σβέσιν· ἕτερον δὲ πάλιν ταῖς ἀνατολαῖς γίνεσθαι. Παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφʼ ὅλον μῆνα καὶ πάλιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.
Θεόφραστος ἐν τοῖς Φυσικοῖς γέγραφεν, ἐκ πυριδίων μὲν τῶν συναθροιζομένων ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον.
Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, ἔχοντα κοίλην περιφέρειαν, πλήρη πυρός, κατὰ μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος. —Καὶ τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ· τὸν δὲ κύκλον ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφʼ οὗ περιφέρεται εἶναι τοῦ προειρημένου μεγέθους. —Γίγνεσθαι δὲ τὴν ἔκλειψιν τοῦ στομίου τῆς τοῦ πυρὸς ἐκπνοῆς ἀποκλειομένου.
Ἀναξιμένης πύρινον ὑπάρχειν τὸν ἥλιον ἀπεφήνατο. —Ὑπὸ πεπυκνωμένου δὲ ἀέρος καὶ ἀντιτύπου ἐξωθούμενα τὰ ἄστρα τὰς τροπὰς ποιεῖσθαι. —Πλατὺν δʼ εἶναι τῷ σχήματι.
Παρμενίδης καὶ Μητρόδωρος πύρινον ὑπάρχειν τὸν ἥλιον.
Ἀντιφῶν πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον, τῷ τὸν μὲν ἐπικαιόμενον αἰεὶ προλείπειν, τοῦ δʼ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι.
Ἡράκλειτος καὶ Ἑκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον. —Σκαφοειδῆ δʼ εἶναι, ὑπόκυρτον. —Γίνεσθαι δὲ τὴν ἔκλειψιν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίγνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. —Τὸ δὲ μέγεθος ἔχειν «εὖρος ποδὸς ἀνθρωπείου».
Ἀλκμαίων πλατὺν εἶναι τὸν ἥλιον.
Οἱ Πυθαγόρειοι σφαιροειδῆ τὸν ἥλιον. —Ἔκλειψιν δὲ γίγνεσθαι σελήνης αὐτὸν ὑπερχομένης.
Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτων.
Καθάπερ καὶ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος.
Ἀναξαγόρας μύδρον ἢ πέτρον διάπυρον εἶναι τὸν ἥλιον. —Τροπὴν δὲ γίγνεσθαι ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ.
Θαλῆς γεώδη τὸν ἥλιον. —Ἐκλείπειν δὲ αὐτὸν τῆς σελήνης ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσεως γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθέμενον τῷ δίσκῳ.
Διογένης κισηροειδῆ τὸν ἥλιον, εἰς ὃν ἀπὸ τοῦ αἰθέρος ἀκτῖνες ἐναποστηρίζονται. —Ὑπὸ δὲ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψυχροῦ σβέννυσθαι.
Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ τὸν ἥλιον, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν, ὥστε τρόπον τινὰ διττοὺς ἡλίους γίγνεσθαι, τό τε ἐν τῷ οὐρανῷ πυρῶδες καὶ τὸ ἀπʼ αὐτοῦ πυροειδὲς κατὰ τὸ ἐσοπτροειδές· εἰ μή τις καὶ τρίτον λέξει, τὴν ἀπὸ τοῦ ἐνόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν.
Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον, αἰεὶ κατʼ ἀντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ, τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατʼ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον κρυσταλλοειδῆ, συμπεριελκομένην τῇ κινήσει τοῦ πυρίνου. Ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. —Τροπὴν δὲ γίγνεσθαι ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων. —Ἴσον δὲ τῇ γῇ τὸν κατὰ τὴν ἀνταύγειαν. — Ἔκλειψιν δὲ γίνεσθαι σελήνης αὐτὸν ὑπερχομένης.
Ἐπίκουρος γήινον πύκνωμα τὸν ἥλιόν φησιν εἶναι κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ πυρὸς ἀνημμένον. —Τηλικοῦτον δὲ ἡλίκος φαίνεται, ἢ μικρῷ τινι μείζω ἢ ἐλάττω.
Παρμενίδης τὸν ἥλιον καὶ τὴν σελήνην ἐκ τοῦ γαλαξίου κύκλου ἀποκριθῆναι, τὸν μὲν ἀπὸ τοῦ ἀραιοτέρου μίγματος, ὃ δὴ θερμόν, τὴν δὲ ἀπὸ τοῦ πυκνοτέρου, ὅπερ ψυχρόν.
Δημόκριτος μύδρον ἢ πέτρον διάπυρον. —Τροπὴν δὲ γίνεσθαι ἐκ τῆς περιφερούσης αὐτὸν δινήσεως.
Κλεάνθης ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης τὸν ἥλιον. —Περὶ δὲ τῶν τροπῶν φασι κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς· ὠκεανὸς δʼ ἐστὶ … ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται. Συγκαταφέρεσθαι δὲ τὸν ἥλιον κινούμενον ἕλικα ἐν τῇ σφαίρᾳ, ἀπὸ τοῦ ἰσημερινοῦ ἐπί τε ἄρκτου καὶ νότου, ἅπερ ἐστὶ πέρατα τῆς ἕλικος· ἄλλοι δὲ ἐπʼ εὐθείας αὐτὸν κινεῖσθαι τὴν ἕλικα οὐ περὶ σφαῖραν ποιοῦντα, περὶ δὲ κύλινδρον.
Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖσθαι περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι.
Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ τὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας. Κατὰ δέ τινα καιρὸν ἐκπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφʼ ἡμῶν καὶ οὕτως ὡσπερεὶ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν· ὁ δʼ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.
Ἀριστοτέλους. Ἀριστοτέλης ἐκ πέμπτης οὐσίας τὸν ἥλιον. Πυροῦσθαι δὲ τὸν ἀέρα καὶ σφόδρα γίνεσθαι θερμὸν ἀνίσχοντός τε τοῦ ἡλίου καὶ πλησιάζοντος ἡμῖν, οὐ διὰ τὸ πύρινον εἶναι τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν ὀξύτητα τῆς κινήσεως αὐτοῦ καὶ τὴν πρὸς τὸν ἀέρα παράτριψιν ὑποβεβλημένον αὐτοῦ τῇ φορᾷ καὶ παρακείμενον· οὔτε δὲ τὸν ἥλιον οὔτε τῶν ἄλλων ἄστρων ὁτιοῦν πῦρ εἶναι· σφαιροειδῆ μὲν γὰρ τούτων τὰ σχήματα, πυρὸς δὲ ἐκτός· οὔτε γὰρ τὴν περὶ τὸ μέσον οἰκείαν εἶναι κίνησιν πυρός, ἀλλὰ τὴν ἀπὸ τοῦ μέσου· οὔτε τὴν τῆς αὐξήσεως τῶν ζῴων καὶ φυτῶν δύναμιν, ἀλλὰ τὴν τῆς φθορᾶς· οὐδὲ τὴν καθʼ ἑαυτὸ διαμονήν, τὸ γὰρ πῦρ ἀχώριστον εἶναι τῆς ὕλης. Ἐκ πέμπτης ἄρα τινὸς καὶ διαφερούσης τοῦ πυρὸς οὐσίας τόν τε οὐρανὸν ὑπάρχειν καὶ τὰ ἐν αὐτᾷ πάντα. Καὶ τὸν μὲν ἥλιον ἡμέραν ἀπεργάζεσθαι ὑπὲρ γῆν ἰόντα, νύκτα δὲ χωρήσαντα ὑπὸ γῆν. Καὶ τοῦ μὲν ἑτέρου τῶν τροπικῶν ἐφαψάμενον βραχυτάτην ποιεῖν τὴν ἡμέραν, μακροτάτην δὲ τὴν νύκτα· θατέρου δὲ ἀνάπαλιν· τοῦ δʼ ἰσημερινοῦ ἰόντα τε καὶ ἀπιόντα, διαθεῖν δὲ τὸν ἴδιον ἐν ἐνιαυτῷ κύκλον. Ἔκλειψιν δὲ τοῦ ἡλίου φαίνεσθαι σελήνης ὑποδραμούσης ὑπὸ τὸν αὐτοῦ κύκλον καὶ ταῖς ἡμετέραις ὄψεσιν ἀντιφραττούσης, προσγειοτάτην γὰρ εἶναι τῶν ἄλλων ἄστρων· ὁπότʼ οὖν κατὰ διάμετρον ὑπʼ αὐτὸν γένοιτο, ταῖς προσπιπτούσαις ἀπʼ αὐτοῦ πρὸς τὴν γῆν ἀκτῖσιν ἐπιπροσθεῖν, ὥστε τοσοῦτον τόπον ἀφώτιστον ἀπεργάζεσθαι τῆς γῆς, ὁπόσον ἂν αὐτῆς ἐπίσχῃ τὸ σκίασμα, παρʼ ὃ καὶ μήτε κατὰ πᾶν κλίμα τῆς γῆς μήτε κατὰ τὴν αὐτὴν ὥραν μήτε ἐπὶ πολὺν ἄγαν τόπον διατείνειν τὸ τῆς ἡλιακῆς ἐκλείψεως πάθος.
Ζήνωνος. Ζήνων τὸν ἥλιόν φησι καὶ τὴν σελήνην καὶ τῶν ἄλλων ἄστρων ἕκαστον εἶναι νοερὸν καὶ φρόνιμον, πύρινον πυρὸς τεχνικοῦ. Δύο γὰρ γένη πυρός, τὸ μὲν ἄτεχνον καὶ μεταβάλλον εἰς ἑαυτὸ τὴν τροφήν, τὸ δὲ τεχνικόν, αὐξητικόν τε καὶ τηρητικόν, οἷον ἐν τοῖς φυτοῖς ἐστι καὶ ζῴοις, ὃ δὴ φύσις ἐστὶ καὶ ψυχή· τοιούτου δὴ πυρὸς εἶναι τὴν τῶν ἄστρων οὐσίαν· τὸν δὲ ἥλιον καὶ τὴν σελήνην δύο φορὰς φέρεσθαι, τὴν μὲν ὑπὸ τοῦ κόσμου ἀπʼ ἀνατολῆς ἐπʼ ἀνατολήν, τὴν δὲ ἐναντίαν τῷ κόσμῳ ζῴδιον ἐκ ζῳδίου μεταβαίνοντας. Τὰς δʼ ἐκλείψεις τούτων γίγνεσθαι διαφόρως, ἡλίου μὲν περὶ τὰς συνόδους, σελήνης δὲ περὶ τὰς πανσελήνους. Γίνεσθαι δʼ ἐπʼ ἀμφοτέρων τὰς ἐκλείψεις καὶ μείζους καὶ ἐλάττους.
Χρυσίππου. Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ἔξαμμα νοερὸν ἐκ τοῦ τῆς θαλάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι.
Εὐριπίδης πῦρ εἶναι τὸν ἥλιον. Λέγει γοῦν ἐν Φοινίσσαις Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, ἐν δὲ Φαέθοντι Θερμὴ δʼ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς.
Πλουτάρχου.
Ὅμηρος μὴ εἶναι πῦρ τὸν ἥλιον, ἀλλὰ φῶς καθαρώτατον. Δείκνυσι δὲ τοῦτο σαφῶς διὰ τῶν ἐπᾶν· λέγει γὰρ οὕτως· Σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον δεινήν, ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. Τί οὖν φαίνεται ποιῶν ἄλλο, ἢ τῇ διαζεύξει μαρτυρόμενος, ὅτι πῦρ οὐ νομίζει τὸν ἥλιον, ἀλλʼ ἕτερον μὲν πυρός, φαινόμενον δὲ ἐν ταῖς ἀνατολαῖς πυρώδη διὰ τὴν ὑγρότητα καὶ τὴν ἀναθυμίασιν, ᾗ μιγνύμενον ἐρυθραίνεται πᾶν τὸ λαμπρόν;
Φιλολάου ἐκ Βακχῶν.
Ἀράτου Φαινομένων. Μή οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας κύκλος, ὅτʼ εὐδίου κεχρημένος ἤματος εἴης, μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντῃ. Εἰ δʼ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη, δύνοι δʼ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην, καί κεν ἐπερχομένης ἠοῦς ἔθʼ ὑπεύδιος εἴη. Ἀλλʼ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ, οὐδʼ ὁπότʼ ἀκτίνων αἳ μὲν νότον, αἳ δὲ βορῆα σχιζόμεναι βάλλωσι, τὰ δʼ αὖ περὶ μέσσα φαείνῃ· ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο. Σκέπτεο δʼ εἴ κέ τοι αὐγαὶ ὑπείκωσʼ ἠελίοιο αὐτὸν ἐς ἠέλιον — τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται —, εἴ τί που ἢ καὶ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα, ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω σήματα μέλλοντος, τὰ δʼ ἐρευθέα πάντʼ ἀνέμοιο· εἴ γε μὲν ἀμφοτέρων ἄμυδις κεχρωσμένος εἴη, καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο. Εἰ δέ τοι ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο ἀκτῖνες συνίωσι καὶ ἀμφʼ ἑνὶ πεπλήθωσιν, ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅγʼ ἐς ἠᾶ ἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα, ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα. Μηδʼ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσι, τὴν δὲ μετʼ ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῇ, ἀμνηστεῖν ὑετοῖο. Πολὺς δʼ ὅτε οἱ περὶ κύκλος οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται, πρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴῃσιν, εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ ὠχρήσαι κατιών· ἀτὰρ ὕδατος ἡμερινοῖο γινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο. Ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα ἠέλιον νεφέλῃ, ταὶ δʼ ἀμφί μιν ἔνθα καὶ ἔνθα ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται, ἦτʼ ἂν ἔτʼ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης. Εἰ δʼ ὃ μὲν ἀνέφελος βάπτοι ῥόου ἑσπερίοιο, ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἀποιχομένοιο πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴ αὔριον οὐδʼ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο· ἀλλʼ ὁπότʼ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι ἐξαπίνης ἀκτῖνες ἀπʼ οὐρανόθεν τανύωνται, οἷον ἀμαλδύνονται, ὅτε σκιάῃσι κατʼ ἰθὺ ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη. οὐδʼ ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι, ἄρραντοι γίγνονται ἐπʼ ἤματι κείνῳ ἄρουραι. Μηδʼ αὕτως, ἔτʼ ἐόντι πέρην ὁπότε προταθεῖσαι ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό, ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι. Ἀλλʼ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο ἀκτῖνες, μᾶλλόν κεν ἐφʼ ὕδατι σημαίνοιεν· εἰ δʼ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν, οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα, ἦτʼ ἂν ἐπερχομένοιο περιδνοφέοιντʼ ἀνέμοιο. Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι μᾶλλον χειμέριαι· δύο δʼ ἂν χαλεπώτεραι εἶεν. Σκέπτεο δʼ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο εἴ πού οἱ νεφέων, τὰ παρήλια κικλήσκονται, ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν. μηδʼ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν· οὐ γὰρ, ὅτʼ ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο, γίγνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος. Εἴ γε μὲν ἐκ βορέαο μίʼ οἴη φοινίσσοιτο, ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο, ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσʼ ὑετοῖο. Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις· ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
Περὶ σελήνης οὐσίας καὶ μεγέθους καὶ σχήματος φωτισμῶν τε καὶ περὶ ἐκλείψεως καὶ ἐμφάσεως καὶ περὶ ἀποστημάτων καὶ σημείων.
Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλάσιον τῆς γῆς, ὅμοιον ἁρματείῳ τροχῷ, κοίλην ἔχοντα τὴν ἁψῖδα καὶ πυρὸς πλήρη, καθάπερ τὸν τοῦ ἡλίου, κείμενον λοξόν, ὡς κἀκεῖνον, ἔχοντα μίαν ἐκπνοήν, οἷον πρηστῆρος αὐλόν· ἐκλείπειν δὲ κατὰ τὰς τροπὰς τοῦ τροχοῦ.
Ἀναξιμένης πυρίνην τὴν σελήνην.
Παρμενίδης πυρίνην. —Ἴσην δὲ τῷ ἡλίῳ, καὶ γὰρ ἀπʼ αὐτοῦ φωτίζεται.
Ἡράκλειτος σκαφοειδῆ τῷ σχήματι.
Ξενοφάνης νέφος εἶναι πεπιλημένον.
Θαλῆς γεώδη τὴν σελήνην ἀπεφήνατο.
Ἀναξαγόρας καὶ Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.
Διογένης κισηροειδὲς ἄναμμα τὴν σελήνην.
Ἴων σῶμα τῇ μὲν ὑελοειδές, διαυγές, τῇ δὲ ἀφεγγές.
Βήρωσος ἡμιπύρωτον σφαῖραν τὴν σελήνην.
Ἡρακλείδης καὶ Ὄκελλος γῆν ὁμίχλῃ περιεχομένην.
Πυθαγόρας κατοπτροειδὲς σῶμα.
Ἐμπεδοκλῆς ἀέρα συνεστραμμένον νεφοειδῆ, πεπηγότα ὑπὸ πυρός, ὥστε σύμμικτον. —Δισκοειδῆ δὲ τῷ σχήματι.
Τινὲς δὲ κυλινδροειδῆ.
Πλάτων ἐκ πλείονος τοῦ πυρὸς εἶναι τὴν σελήνην.
Ἀριστοτέλης σελήνην ἐν μεθορίοις ἀέρος τεταγμένην καὶ τῆς πέμπτης οὐσίας μετέχουσαν ἐν μηνὶ περιέρχεσθαι τὸν ἴδιον κύκλον. —Ἐλάττονα δὲ τῆς γῆς εἶναι τῷ μεγέθει.
Ζήνων τὴν σελήνην ἔφησεν ἄστρον νοερὸν καὶ φρόνιμον, πύρινον δὲ πυρὸς τεχνικοῦ.
Κλεάνθης πυροειδῆ τὴν σελήνην, πιλοειδῆ δὲ τῷ σχήματι.
Ποσειδώνιος δὲ καὶ οἱ πλεῖστοι τῶν Στωικῶν μικτὴν ἐκ πυρὸς καὶ ἀέρος. —Μείζονα δὲ τῆς γῆς, ὡς καὶ τὸν ἥλιον. —Σφαιροειδῆ δὲ τῷ σχήματι· σχηματίζεσθαι δὲ αὐτὴν πολλαχῶς, καὶ γὰρ πανσέληνον γινομένην καὶ διχότομον καὶ ἀμφίκυρτον καὶ μηνοειδῆ.
Χρύσιππος τὸ ἀθροισθὲν ἔξαμμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. Σφαιροειδῆ δὲ εἶναι. Μῆνα δὲ καλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. Μεὶς δʼ ἐστί, φησί, τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς, ἢ σελήνη μέρος ἔχουσα φαινόμενον πρὸς ἡμᾶς.
Περὶ δὲ φωτισμῶν αὐτῆς.
Ἀναξίμανδρος, Ξενοφάνης, Βήρωσος ἴδιον αὐτὴν ἔχειν φῶς.
Ἀριστοτέλης ἴδιον μέν, ἀραιότερον δέ πως.
Οἱ Στωικοὶ ἀμαυροφανές, ἀεροειδὲς γάρ.
Ἀντιφῶν ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ δʼ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.
Θαλῆς πρῶτος ἔφη ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι. Πυθαγόρας, Παρμενίδης, Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Μητρόδωρος ὁμοίως.
Ἡράκλειτος ταὐτὸν πεπονθέναι τήν τε σελήνην καὶ τὸν ἥλιον. Σκαφοειδεῖς δὲ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγάς, φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπροτέρως μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ καὶ διὰ τοῦτο ἀμαυροτέραν φαίνεσθαι.
Περὶ δὲ ἐκλείψεως σελήνης.
Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.
Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους.
Ἀλκμαίων, Ἡράκλειτος, Ἀντιφῶν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις.
Τῶν Πυθαγορείων τινὲς κατὰ τὴν Ἀριστοτέλειον ἱστορίαν καὶ τὴν Φιλίππου τοῦ Ὀπουντίου ἀπόφασιν ἀντιφράξει τοτὲ μὲν τῆς γῆς, τοτὲ δὲ τῆς ἀντίχθονος. Τῶν δὲ νεωτέρων εἰσί τινες οἷς ἔδοξε κατʼ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου καθʼ ἣν τελείως σβέννυται.
Ξενοφάνης καὶ τὴν μηνιαίαν ἀπόκρυψιν κατὰ σβέσιν.
Θαλῆς, Ἀναξαγόρας, Πλάτων, οἱ Στωικοὶ τοῖς μαθηματικοῖς συμφώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δʼ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ ἀμφοτέρων τῶν ἀστέρων γενομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης.
Ἀναξαγόρας, ὥς φησι Θεόφραστος, καὶ τῶν ὑποκάτω τῆς σελήνης ἔσθʼ ὅτε σωμάτων ἐπιπροσθούντων.
Χρύσιππος ἐκλείπειν τὴν σελήνην τῆς γῆς αὐτῇ ἐπιπροσθούσης καὶ εἰς σκιὰν αὐτῆς ἐμπίπτουσαν.
Περὶ δὲ ἐμφάσεως αὐτῆς.
Τῶν Πυθαγορείων τινὲς μέν, ὧν ἐστι Φιλόλαος, τὸ γεωφανὲς αὐτῆς εἶναι διὰ τὸ περιοικεῖσθαι τὴν σελήνην, καθάπερ τὴν παρʼ ἡμῖν γῆν, ζῴοις καὶ φυτοῖς μείζοσι καὶ καλλίοσιν. Εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει, μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.
Ἄλλοι δὲ τὴν ἐν τῇ σελήνῃ ἔμφασιν ἀνάκλασιν εἶναι τῆς πέραν τοῦ διακεκαυμένου κύκλου τῆς οἰκουμένης ὑφʼ ἡμῶν θαλάττης.
Ἀναξαγόρας ἀνωμαλότητα συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες, τὰ μὲν ἐχούσης ὑψηλά, τὰ δὲ ταπεινά, τὰ δὲ κοῖλα. Καὶ παραμεμῖχθαι τῷ πυροειδεῖ τὸ ζοφῶδες, ὧν τὸ πάθος ὑποφαίνει τὸ σκιερόν· ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα.
Δημόκριτος ἀποσκίασμά τι τῶν ὑψηλῶν ἐν αὐτῇ μερῶν· ἄγκη γὰρ αὐτὴν ἔχειν καὶ νάπας.
Παρμενίδης διὰ τὸ παραμεμῖχθαι τῷ περὶ αὐτὴν πυρώδει τὸ ζοφῶδες, ὅθεν ψευδοφανῆ τὸν ἀστέρα καλεῖ.
Οἱ Στωικοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.
Ἀριστοτέλης μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα διὰ τὰ πρόσγεια ἀερώματα τοῦ αἰθέρος, ὃν προσαγορεύει σῶμα πέμπτον.
Οἱ ἀπὸ τῶν μαθηματικῶν τὸ ἀνώμαλον συγκριτικὸν αἰτιῶνται. Καθάπερ οὖν τῶν προσαυγαζομένων ὑπὸ τοῦ ἡλίου νεφῶν τὰ μὲν ἀραιότερα μέρη λαμπρότερα φαίνεσθαι, τὰ δὲ πυκνότερα ἀμαυρότερα, οὕτως καὶ τῆς σελήνης ἐοικυίας μὲν νεφελοειδεῖ πιλήματι, προσαυγαζομένης δʼ ὑπὸ τοῦ ἡλίου.
Ξενοφάνης τὸν μὲν ἥλιον χρήσιμον εἶναι πρὸς τὴν τοῦ κόσμου καὶ τὴν τῶν ἐν αὐτῷ ζῴων γένεσίν τε καὶ διοίκησιν, τὴν δὲ σελήνην παρέλκειν.
Περὶ δὲ τῶν ἀποστημάτων.
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τῆς σελήνης ἀπὸ τῆς γῆς ἤπερ ἀπὸ τοῦ ἡλίου.
Οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.
Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ στάδια ὀκτάκις μύρια· τὴν δὲ σελήνην ἀπέχειν ἀπὸ τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτὼ σταδίων.
Ἐμπεδοκλῆς τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἥτις ἐστὶν ἀφʼ ἡμῶν ἀνάτασις, πλείονα εἶναι τὴν κατὰ τὸ πλάτος διάστασιν, κατὰ τοῦτο τοῦ οὐρανοῦ μᾶλλον ἀναπεπταμένου διὰ τὸ ᾠῷ παραπλησίως τὸν κόσμον κεῖσθαι.
Βόηθος δὲ πρὸς τὴν φαντασίαν δέχεται τὸ ἀναπεπταμένον, οὐ κατὰ τὴν ὑπόστασιν.
Σημεῖα σελήνης.
Ἐκ τῶν Ἀράτου Φαινομένων. Σκέπτεο δὴ πρώτην κεράων ἑκάτερθε σελήνην· ἄλλοτε γάρ τʼ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ, ἄλλοτε δʼ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην εὐθὺς ἀεξομένην, αἳ μὲν τρίτῃ, αἳ δὲ τετάρτῃ· τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο. Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα εὔδιός κʼ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλʼ ἐρευθὴς πνευματίη· παχίων δὲ καὶ ἀμβλείῃσι κεραίαις τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα ἢ νότῳ ἀμβλύνεται ἢ ὕδατος ἐγγὺς ἐόντος. Εἰ δέ κʼ ἀπʼ ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσα μήτε τι νευστάζῃ μηθʼ ὑπτιόωσα φαείνῃ, ἀλλʼ ὀρθὰς ἑκάτερθε περιγνάμπτουσα κεραίας, ἑσπέριοί κʼ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο. Εἰ δʼ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινοῖ, ἦτʼ ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι. εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ, δειδέχθαι βορέω, ὅτε δʼ ὑπτιάῃσι, νότοιο. Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη· μείζονι δʼ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο. Σκέπτεο δʼ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν, ἠμὲν ἀεξομένην, ἠδʼ ἐς κέρας αὖθις ἰοῦσαν· καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου. Πάντῃ μὲν καθαρῇ κε μάλʼ εὔδια τεκμήραιο· πάντα δʼ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κέλευθον, ἄλλοθι δʼ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο. Σήματα δʼ οὐ μάλα πᾶσιν ἐπʼ ἤμασι πάντα τέτυκται· ἀλλʼ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται μέσφα διχαζομένης, διχάδος γε μὲν ἄχρις ἐπʼ αὐτὴν σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου ἐς διχάδα φθιμένην· δέχεται μὲν αὐτίκα τετρὰς μηνὸς ἀποιχομένου, ἡ δὲ τριτάτη ἀπιόντος. Εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μίʼ οἴη, τῇ μὲν ἴῃ ἀνέμοιο γαληναίης τε δοκεύειν, ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης· ταὶ δύο δʼ ἂν χειμῶνι περιτροχάοιντο σελήνην· μείζονα δʼ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή, καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
Περὶ γάλακτος.
Κύκλος ἐστὶ νεφελοειδής, ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν ὀνομαζόμενος γαλαξίας.
Τῶν Πυθαγορείων οἳ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, διʼ οὗ δὲ περιέδραμε χωρίου κυκλοτερῶς αὐτὸ περιφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ· οἳ δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατʼ ἀρχὰς γεγονέναι δρόμον. Τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ κἀπὶ τῆς ἴριδος ἐπὶ τῶν νεφῶν συμβαίνει.
Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου, τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον.
Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ τὸ τοῦ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα.
Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τόδε τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γενόμενος μὴ πάντα περιφωτίζῃ.
Δημόκριτος πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις διὰ τὴν πύκνωσιν συναυγασμόν.
Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς. —Τὸν γὰρ κύκλον ἐν ᾧ δοκεῖ θεωρεῖσθαι μέγιστον ὄντα, πλήρη τῶν μεγίστων ὑπάρχειν καὶ λαμπροτάτων ἄστρων καὶ ἔτι τῶν σποράδων καλουμένων, ὥστε διὰ ταῦτα συνεχῶς πλείστην περὶ τοῦτον ἀθροίζεσθαι τὸν τόπον τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν καὶ ποιεῖν τὴν τοῦ γάλακτος φαντασίαν.
Ποσειδώνιος πυρὸς σύστασιν, ἄστρου μὲν μανωτέραν, αὐγῆς δὲ πυκνοτέραν.
Περὶ κομητῶν καὶ διαιττόντων καὶ τῶν τοιούτων.
Τῶν Πυθαγορείων τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ αἰεὶ μὲν φαινομένων, διὰ δέ τινος διωρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δὲ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν.
Ἀναξαγόρας καὶ Δημόκριτος σύνοδον ἀστέρων δυοῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν.
Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν.
… κομήτας δὲ ὅταν ἐπὶ πλέον ἐξαφθῇ καὶ πρὸς πλείονα διαμένῃ χρόνον, τοῦ μὲν ἀστέρος φαινομένου κάτωθεν, τῆς δὲ κόμης ἄνωθεν ἐπιλαμπούσης· πωγωνίας δὲ ὅταν ἔμπαλιν ὁ μὲν ἀστὴρ ἄνωθεν θεωρῆται, ἡ δὲ κόμη κάτωθεν, παρεχομένη τῷ σχήματι πώγωνος ἔμφασιν.
Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται.
Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. Ὁμοίως δʼ αἰτιολογεῖ πωγωνίαν, δοκίδας, κίονα καὶ τὰ τούτοις συγγενῆ, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοὶ παρὰ τοὺς τοῦ νέφους ταῦτα γίνεσθαι σχηματισμούς.
Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου.
Βόηθος ἀέρος ἀνημμένου φαντασίαν.
Διογένης ἀστέρας εἶναι τοὺς κομήτας.
Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι, διὸ καὶ παραυτίκα σβέννυσθαι.
Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βίαιον ἔμπτωσιν πολλάκις σπινθηρίζειν.
Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.
Χαλδαίους μὲν δὴ λόγος περὶ κομητῶν ὧδε γιγνώσκειν, ὅτι εἰσί τινες καὶ ἄλλοι ἔξω τῶν φαινομένων πλανητῶν ἀστέρες, οἳ τέως μὲν ἀφανεῖς εἰσιν, ὅτι ἐπὶ πολὺ ἄνω που ἀφʼ ἡμῶν φέρονται, ἤδη δὲ καὶ ταπεινωθέντες ὤφθησαν οὕτως ὡς ξένοι ἐνεχθέντες εἰς τὰ ὅλα· καὶ τούτους κομήτας καλεῖν φίλον τοῖς οὐ γιγνώσκουσιν, ὅτι καὶ αὐτοὶ ἐκ τῶν πολλῶν ἀστέρων εἰσίν. ἀφανίζεσθαι δὲ δοκοῦσιν, ἐπειδὰν ἀνενεχθῶσιν εἰς τὴν σφῶν χώραν, δύντες εἰς τὸ βάθος τοῦ αἰθέρος, ὥσπερ εἰς τὸν τοῦ πελάγους βυθὸν οἱ ἰχθῦς. Οἳ δὲ ὑπʼ ἀνέμων ἢ θυέλλης ἀναφέρεσθαί τινα γεώδη ἐς τὸν ἄνω ἀέρα ἐδόξασαν καὶ ταῦτα ἐκπυρωθέντα καὶ εἰς τὴν δίνην ἐμπεσόντα τοῦ αἰθέρος ξυμπερινοστεῖν τῷ παντὶ ἐπὶ χρόνον, ἔπειτα ἀπαναλωθέντα πρὸς τοῦ πυρὸς ἀφανῆ καθίστασθαι, καὶ τοὺς κομήτας δὴ καλουμένους ἀστέρας ταῦτα εἶναι.
Δημοκρίτου δὲ ὁ λόγος λεγόμενός ἐστιν, ὡς κατʼ ἀντίλαμψιν τῶν πλανωμένων ἀστέρων πρὸς ἀλλήλους τε καὶ τοὺς ἀπλανεῖς οἱ κομῆται ξυνίστασθαι δοκοῦσι, καθάπερ πλειόνων κατόπτρων ἀντιλαμπόντων σφίσιν ἤδη τινὰ ὤφθη ἀστεροειδῆ φαντάσματα.
Ἀρριανοῦ.
Ἀρριανός φησιν· «Ὅσα δὲ μένει ἐπὶ χρόνον τὰ μέν πως ξυμπεριφερόμενα τῷ οὐρανῷ, τὰ δὲ ἤδη τινὰ κατʼ ἰδίαν πλάνην πλανώμενα, οὗτοί εἰσιν οἱ κομῆται ἀστέρες καὶ λαμπάδες καὶ πωγωνίαι καὶ πίθοι καὶ δοκίδες, καθʼ ὁμοιότητα ἑκάστῃ ἰδέᾳ τῆς ἐπωνυμίας λαχόντα».
… «Τεκμήριον δὲ ὅτι μὴ παραυτίκα διαφθείρεται, ὡς εἴ γε ἐν τῷ ἀέρι ξυνίσταντο, ταχεῖα ἂν ἐγίγνετο αὐτοῖς ἐν τῷ ψυχρῷ ἡ σβέσις. Ὅτι δὲ πρόσκαιρά ἐστιν, ἡ φθορὰ αὐτῶν ἐδήλωσε, καὶ ὅτι πρὸς ἄρκτοις μᾶλλόν τι ἢ ἄλλῃ χώρᾳ ξυνίσταται τοῦ οὐρανοῦ καὶ τοῦτο ἐπʼ αὐτὸν φέρει, ἔνθα παχύς τε ὁ ἀὴρ μᾶλλον καὶ ξύστασις οὐ ῥᾳδία, φορηθῆναι πρὸς τὴν οὐ. Φέρονταί τε ἀτάκτως οἱ πολλοὶ τῶν κομητῶν, ἐπινεμόμενοι, ἐμοὶ δοκεῖν, τὴν ἄνω ἀναφερομένην τροφὴν καὶ ταύτῃ ἐφομαρτοῦντες. Ἡ δὲ ἀρχὴ αὐτῶν ἀστεροειδής ἐστι, καθότι ἐς σφαῖραν ξυνάγεσθαι πέφυκε πᾶν, ὅσον πυροειδές· ἡ δὲ κόμη αὐγοειδής, τῶν μὲν ὥσπερ ἄφετος ἀνειμένη, τῶν δὲ ἐπʼ εὐθὺ ἰοῦσα καὶ ἐς τὸ ἄνω μᾶλλόν τι ἀπὸ τοῦ ἀστέρος τεινομένη. Οἱ δὲ πίθοι ὀλιγάκις πεφήνασι, καθότι πλείονος δέονται ξυναγωγῆς πυρός. Ἤδη δὲ καὶ τῶν ἀπλανῶν ἔστιν οἳ ξὺν κόμῃ ἐφάνησαν, ἐπειδὰν περὶ αὐτοὺς ἡ τοῦ ἀέρος ἀναφορὰ πυκνωθεῖσα ξυναφὲς ἐργάσηται τῆς κόμης τὸ εἴδωλον, καθάπερ καὶ ἅλως ξυναφεῖς αὐτοῖς τοῖς ἄστροις φαίνονται. Ἤδη δὲ καὶ πλησίον ἡλίου ξυστάντες κομῆται οἳ μὲν ἔφθησαν ἀφανισθῆναι πρὶν τὴν γένεσιν αὐτῶν καταστῆναι ἐμφανῆ· οἳ δὲ ἐκλείποντος ἡλίου ἐξεφάνησαν, οἳ δὲ καὶ ἐπικαταδύνοντες τῷ ἡλίῳ, πρόσθεν, οἷα δὴ εἰκός, ὑπὸ τῶν αὐγῶν καταλαμπόμενοι, τῷ μὴ ἐμφανεῖς καθίστασθαι. Ὥστε ἐκεῖνος ἂν κρατοίη ὁ λόγος ὁ ἀποφαίνων ἀέρος πιλήματα, ἀποθλιβόμενα καὶ ἐμπίπτοντα ἐς τὰ κατωτέρω καὶ τῷ ἀέρι ξυναφῆ τοῦ αἰθέρος, ἐξαφθέντα, ἔστʼ ἂν ὑπάρχῃ περὶ αὐτοὺς ἡ τροφή, ξυμμένειν τε καὶ ξυμπερινοστεῖν τῷ αἰθέρι».
Καὶ ταῦτα, ὅπως ἂν τύχῃ, ἀπὸ τῆς ἰδέας ἐπικλῄζεσθαι ἕκαστον, κομήτας μέν, ἀφʼ ὧν ὥσπερ κόμη ἐς τὰ κύκλῳ ἀπολάμπει αὐγὴ πυρός· πωγωνίας δὲ ἀφʼ ὅτων ἐς πώγωνος σχῆμα ἀπήρτηται αὐγὴ ἐς τὸ ἐπιθάτερα· πίθους δὲ ὅσα μεγάλα, κυκλοτερῆ καί τι καὶ βάθους ἔν σφισιν ἐξέφηνε· δοκοὺς δὲ αὖ καὶ λαμπάδας καθʼ ὁμοιότητα τοῦ εἴδους ἐφʼ ὅτῳ ἐπιφημίζονται.
«Φαίνεται δὲ τούτων ἕκαστον καὶ ἑσπέριον καὶ ἑῷον, τὰ δὲ καὶ ἀμφιφανῆ φαίνεται. Ἀμφιφανῆ δὲ κλῄζουσιν, ὅσα περὶ πρῶτα τῆς νυκτὸς φανέντα πρὸς δύσει, ἔπειτα ἐν τῇ αὐτῇ νυκτί, πρὶν ἡμέραν ἐπιλαβεῖν, ἔφθη ἀνασχόντα».
Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τυφώνων.
Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταῦτʼ εἶπε συμβαίνειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τόθʼ ἡ μὲν ῥῆξις τὸν ψόφον, ἡ δὲ διαστολὴ παρὰ τὴν μελανείαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.
Ἀναξιμένης ταὐτὰ τούτῳ παρατιθεὶς τὸ ἐπὶ τῆς θαλάσσης, ἥτις σχιζομένη ταῖς κώπαις παραστίλβει.
Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν συνθραύσει τὸν κτύπον ἀποτελεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δʼ ὀξύτητι τῆς φορᾶς, προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα, κεραυνοβολεῖ· τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν.
Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, — τοῦτο δʼ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, — τῷ μὲν ψόφῳ βροντὴν ἀποτελεῖ, τῷ δὲ παρὰ τὴν μελανείαν τοῦ νέφους χρώματι τὴν ἀστραπήν· τῷ δὲ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν· τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα· τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα.
Ἀρχέλαος ταὐτὸ λέγει παρατιθεὶς τὸ τῶν διαπύρων λίθων καθιεμένων εἰς ψυχρὸν ὕδωρ πάθος.
Ξενοφάνης ἀστραπὰς γίνεσθαι λαμπρυνομένων τῶν νεφῶν κατὰ τὴν κίνησιν.
Ἐμπεδοκλῆς ἔμπτωσιν φωτὸς εἰς νέφος ἐξείργοντος τὸν ἀνθεστῶτα ἀέρα, οὗ τὴν μὲν σβέσιν καὶ τὴν θραῦσιν κτύπον ἀπεργάζεσθαι, τὴν δὲ λάμψιν ἀστραπήν· κεραυνὸν δὲ τὸν τῆς ἀστραπῆς τόνον.
Διογένης ἔμπτωσιν πυρὸς εἰς νέφος ὑγρόν, βροντὴν μὲν τῇ σβέσει ποιοῦν, τῇ δὲ λαμπηδόνι τὴν ἀστραπήν. συναιτιᾶται δὲ καὶ τὸ πνεῦμα.
Ἡράκλειτος βροντὴν μὲν κατὰ συστροφὰς ἀνέμων καὶ νεφῶν καὶ ἐμπτώσεις πνευμάτων εἰς τὰ νέφη, ἀστραπὰς δὲ κατὰ τὰς τῶν ἀναθυμιωμένων ἐξάψεις, πρηστῆρας δὲ κατὰ νεφῶν ἐμπρήσεις καὶ σβέσεις.
Λεύκιππος πυρὸς ἐναποληφθέντος νέφεσι παχυτάτοις ἔκπτωσιν ἰσχυρὰν βροντὴν ἀποτελεῖν ἀποφαίνεται.
Δημόκριτος βροντὴν μὲν ἐκ συγκρίματος ἀνωμάλου, τὸ περιειληφὸς αὐτὸ νέφος πρὸς τὴν κάτω φορὰν ἐκβιαζομένου· ἀστραπὴν δὲ σύγκρουσιν νεφῶν, ὑφʼ ἧς τὰ γεννητικὰ τοῦ πυρὸς διὰ τῶν πολυκένων ἀραιωμάτων ταῖς παρατρίψεσιν εἰς τὸ αὐτὸ συναλιζόμενα διηθεῖται· κεραυνὸν δὲ ὅταν ἐκ καθαρωτέρων καὶ λεπτοτέρων, ὁμαλωτέρων τε καὶ πυκναρμόνων, καθάπερ αὐτὸς γράφει, γεννητικῶν τοῦ πυρὸς ἡ φορὰ βιάσηται· πρηστῆρα δʼ, ὅταν πολυκενώτερα συγκρίματα πυρὸς ἐν πολυκένοις κατασχεθέντα χώραις καὶ περιοχαῖς ὑμένων ἰδίων σωματοποιούμενα τῷ πολυμιγεῖ τὴν ἐπὶ τὸ βάρος ὁρμὴν λάβῃ.
Χρύσιππος ἀστραπὴν ἔξαψιν νεφῶν ἐκτριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, βροντὴν δʼ εἶναι τὸν τούτων ψόφον· ἅμα δὲ γίνεσθαι ἐν τῷ ἀέρι βροντήν τε καὶ ἀστραπήν, πρότερον δὲ τῆς ἀστραπῆς ἀντιλαμβάνεσθαι ἡμᾶς διὰ τὸ τῆς ἀκοῆς ὀξυτέραν εἶναι τὴν ὅρασιν· ὅταν δʼ ἡ τοῦ πνεύματος φορὰ σφοδροτέρα γένηται καὶ πυρώδης, κεραυνὸν ἀποτελεῖσθαι, ὅταν δὲ ἄθρουν ἐκπέσῃ τὸ πνεῦμα καὶ ἧττον πεπυρωμένον, πρηστῆρα γίγνεσθαι, ὅταν δʼ ἔτι ἧττον ᾖ πεπυρωμένον τὸ πνεῦμα, τυφῶνα.
Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς. Ὅταν οὖν ἐντύχῃ μὲν τῇ ὑγρᾷ, παραβιάζηται δὲ τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον, τῇ δʼ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν παρίστησι.
Στράτων θερμοῦ ψυχρῷ παρείξαντος, ὅταν ἐκβιασθὲν τύχῃ, τὰ τοιαῦτα γίνεσθαι, βροντὴν μὲν ἀπορρήξει, φάει δʼ ἀστραπήν, τάχει δὲ κεραυνόν, πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν ἐφέλκεται, θερμοτέραν μὲν ὁ πρηστήρ, παχυτέραν δὲ ὁ τυφών.
Οἱ Στωικοὶ βροντὴν μὲν προσκρουσμὸν νεφῶν, ἀστραπὴν δὲ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ νωθεστέραν.
Ἀριστοτέλους. Ἀριστοτέλης τυφῶνας μὲν, ὅταν ἐκνεφίας δινούμενος καταφέρηται. Τὸ γὰρ πνεῦμα κωλυόμενον μὲν εἰς ὀρθὸν ἰέναι παρʼ ἀντίπνοιαν ἢ ψῦχος ἢ πάχος ἤ τινα ἄλλην αἰτίαν, ἐλαυνόμενον δʼ ὑπὸ τοῦ κατόπιν ἐπεισιόντος, ἀναστρέφειν εἱλούμενον ἐν τῷ νέφει κύκλῳ καὶ συγκατάγειν ἐπὶ γῆν ἑαυτῷ τὸ νέφος· εἶθʼ ὅτῳ ἂν ἐντύχῃ φερόμενον, σφοδρῶς ἀναρπάζειν καὶ πάλιν ἀπορρίπτειν, τοῦτο γὰρ εἶναι τὸ πάθος οἷον ἐκνεφίαν ἄπεπτον. Πρηστῆρας δʼ, ὅταν βιαίως κατιὸν ἐκπυρωθῇ τὸ πνεῦμα κατὰ τὴν φοράν, συνεμπίπρασθαι γὰρ τὸν ἀέρα τῇ πυρώσει χρωματιζόμενον, διὸ καὶ νυκτὸς ἐκλάμπειν· ἀναρπάζειν δὲ καὶ περιτρέπειν ὁμοίως καὶ τούτους, ὥσπερ πυρώδεις ὄντας τυφῶνας. Κεραυνὸν δʼ, ὅταν πολὺ καὶ λεπτὸν περιληφθὲν ἐν τοῖς νέφεσι πνεῦμα πυρωθὲν ἐκθλιφθῇ καὶ μετʼ ἰσχυρᾶς ἐπὶ γῆν κατασκήψῃ φορᾶς, ἐὰν μὲν ᾖ πάνυ λεπτὸν καὶ διὰ τοῦτʼ οὐκ ἐπικαῖον, ἀργῆτα λέγεσθαι κατὰ τοὺς ποιητάς· ἐὰν δʼ ἧττον, ἐπικαῖον, ψολόεντα. Τὸν μὲν γὰρ διὰ τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενον οἴχεσθαι διὰ τάχους, ὡς μηδʼ ἐπιμελᾶναί τι τῶν ὑποκειμένων· τὸν δὲ οἷον καὶ βραδύτερον, ἐπιχρῶσαι μὲν ὥσπερ ἀπʼ αἰθάλου, παρενεχθῆναι δὲ μηδὲν ἀφανίσαντα. Διὸ καὶ τὰ μὲν ἀντιτυπήσαντα φλέγεσθαι, τὰ δʼ εἰς τὰς ἑαυτῶν ἀραιότητας ὑποδεξάμενα μηδὲν πάσχειν. Ἤδη γοῦν ἀσπίδος πληγείσης τακῆναι μὲν τὸ χάλκωμα, τὸ δὲ ξύλον μηδὲν παθεῖν, φθάσαντος τοῦ πνεύματος διὰ τὴν τῆς ὕλης μανότητα πρὸ τῆς καύσεως διεκδραμεῖν· καὶ διʼ ἱματίων ὁμοίως διελθὸν οὐ κατέκαυσεν, ἀλλʼ οἷον τρῦχος ἐποίησε. Περὶ μὲν οὖν τούτων διετάττετο οὕτως.
Ἀρριανοῦ.
Ὅσοι δὲ ξηροὶ ἀτμοί, ῥυέντες μὲν εὐθὺς ἀνέμους εἰργάσαντο, ἐν νέφει δὲ ἀποληφθέντες, ἔπειτα ῥηγνύντες βίᾳ τὸ νέφος βροντάς τε καὶ ἀστραπὰς ἐξέφηναν· ἐκπίπτοντες δʼ ἐπὶ μέγα, διάπυροι μὲν κεραυνοί· ἀθρόοι δὲ καὶ ἡμίπυροι πρηστῆρες· ὅσοι δὲ ἔρημοι πυρὸς τυφῶνες· οἱ δὲ ἔτι ἀνειμένοι ἐκνεφίαι· κατασκήψαντες δὲ ἐς γῆν ξύμπαντα ταῦτα σκηπτοὶ κλῄζονται. Οὐ διʼ ἴσου δὲ αἱ κοιλότητες τῶν νεφῶν καὶ αἱ ῥήξεις αἱ ἐπʼ αὐταῖς βροντὰς ἔχουσιν.
Ἀστραπὴ δὲ ὑπὸ τῇ ῥήξει ἐκτρίβεται καὶ ἐξάπτει τὸ πνεῦμα, ὡς ἐκλάμψαι ἐπὶ μέγα. Καὶ γίγνεται μὲν ἀστραπὴ μετὰ βροντήν, ὀξυτέρα δὲ τοσόνδε, ὅσον ὄψις ἀκοῆς ὀξύτερον· καθότι ἀκοὴ μὲν πελαζούσης τῆς φωνῆς αἰσθάνεται, ὄψις δὲ ἐπὶ τὸ ὁρώμενον αὐτὸ ἐκπέμπεται.
Κεραυνὸς δὲ ὅτι πνεῦμά ἐστιν, ἀπὸ τῶνδε τεκμηριῶσαι παρέχει· ῥήγνυσί τε ἔστιν ἃ τῶν ἐντυχόντων, καὶ … περιδινηθῆναι οἷά τε καὶ διικνεῖται, διʼ ὧν οὐκ ἄν τι ἄλλο, ὅ τι μὴ πνεῦμα, διέλθοι. Ὡς δὲ ἔμπυρον πνεῦμά ἐστι, δηλοῖ μὲν τοῦτό γε καὶ ἡ ὄψις ὅτῳ ἐγγὺς κατέσκηψε, πῦρ γὰρ φαίνεται. Ἤδη δὲ καὶ ἀφʼ ὧν ἐργάζεται ἐδήλωσε· περιφλέγει γὰρ ἔστιν ἃ τῶν πελασάντων, τὰ δὲ καὶ ἐξάπτει πάντῃ καὶ ἀπολείπεται ἀπʼ αὐτοῦ ἴχνη, οἷα δὴ ἐπὶ πυρὶ ἐκκαύσαντι ἐσβεσμένῳ.
Ἐκνεφίας δὲ ἄνεμος, ἐπὰν δινούμενος ἐκπέσῃ, νέφους ῥαγέντος, τυφὼν κλῄζεται. Γίγνεται δὲ ἡ δίνη ὧδε· ἐπειδὰν κώλυμα ἐν τῷ νέφει ἐγχριμφθῇ τὸ μὴ οὐκ ἐπʼ εὐθὺ ἐκπεσεῖν τὴν πνοήν, ἀναστρέφεταί τε καὶ ἀνειλεῖται ἐς αὑτήν. Εἴργεται δὲ ὑπὸ πάχους νεφέλης ἐπʼ εὐθὺ ἐκπεσεῖν ἢ κρύους ἀποστρέψαντος ἢ ἀντιπεσούσης ἄλλης πνοῆς. Οὕτω τοι καὶ πρὸς ἄλλοτε ἀλλοῖαι θύελλαι ἀναστρέφονταί τε καὶ ἀνειλούμεναι αὖθις ἄνω ἀναφέρονται, ἐπειδὰν δὴ ἐγχρίμψας τόπος τις γῆς ἀνακόψῃ τῆς πνοῆς τὴν ἐπʼ εὐθὺ ὁρμήν. Καὶ δῖναι ἐν τοῖς ποταμοῖς ὕδατος ταὐτὸ τοῦτό εἰσι· φερόμενον γὰρ εὐθείᾳ τὸ ὕδωρ οὔποτʼ ἂν δινηθείη· ἀντιπεσόντος δὲ ἄλλοτε ἄλλου πρὸς τὴν φορὰν ἀναστρέφει ἡ ῥοή, ἀναστραφεῖσα δὲ ἐς κύκλον ἐπικάμπτει ὑπὸ τῇ ῥύμῃ, ὅτι μὴ οἵα τε ἐπʼ εὐθὺ ἐς τὸ ἔμπαλιν ἐκφέρεσθαι. Οἱ δὲ τυφῶνες καὶ τῆς νεφέλης τὸ πολὺ ἐς τὸ κάτω σὺν ἕλικι ἐπάγουσιν ἅμα σφίσι· καὶ προσπεσόντες τῇ γῇ ἀναρπάζουσιν ὅτῳ ἂν ἐντύχωσιν, ἀντικοπτομένης τῆς ῥύμης, ὡς ξὺν τῇ αὐτῇ ἕλικι ἀναστρέφεσθαι· ὥστε καὶ ναῦς ἤδη ἅμα τῷ φόρτῳ ἐμπεσόντες ἐξῆραν ἐπὶ μέγα ἔξω τῆς θαλάσσης.
Κεραυνῶν δὲ πολλαὶ ἰδέαι τε καὶ ὀνόματά εἰσιν. Οἳ μὲν αὐτῶν ψολόεντες, οἳ δὲ ἀργῆτες κλῄζονται, σκηπτοί τε ὅσοι κατασκήπτουσι, καὶ αἰγίδες ὅσοι ἐν συστροφῇ ἀέρος καταφέρονται, ἕλικες δὲ ὅσοι ἐς ἑλικοειδῆ γραμμὴν διᾴττουσι. Καὶ δὴ ὅσοι μὲν μὴ πάντῃ ὀξέως ἐκπεσόντες ὕλῃ ἐνέτυχον καυσίμῳ, ἔκαυσάν τε αὐτὴν ὑπὸ τῇ διατριβῇ καὶ αὐτοὶ κατεσβέσθησαν τῷ ἔργῳ· ὅσοι δὲ ξὺν πολλῷ τῷ τάχει κατέσκηψαν, οὗτοι πρὶν ἐκκαῦσαι διῇξαν ὥστε ἡμίπυρα ἔστιν ἃ ὑπολελεῖφθαι ἀπʼ αὐτῶν· οἳ δὲ καὶ αἰθαλώσαντες μόνον διῆλθον. Οἱ δὲ ἔτι καὶ τῶνδε ὀξύτεροι οὐδὲ ἓν ἐξεργάσασθαι ἔφθασαν, ἀλλὰ ἀραιᾷ μὲν ὕλῃ εἰ καὶ πάνυ καυσίμῳ ἐντυχόντες διεχώρησαν μόνον· ἀντιτύπῳ δὲ εἰ πελάσειαν ἐνσχεθέντες κατειργάσαντό τε αὐτὴν καὶ διέφθειραν· ὥστε κυτίδος μὲν ξύλου μαλθακοῦ ἁψάμενοι διῇξαν, ἀπαθῆ ἀπολιπόντες· τὸ δὲ χρυσίον ἔτηξαν τὸ ἐνόν, ὅτι ἐσχέθησαν ἐν τῷ χρυσίῳ. Καὶ χιτῶνα ἤδη οὐκ ἔκαυσαν, ἀλλὰ ἐτρύχωσαν μόνον· καὶ διὰ μὲν κεράμου διῆλθον, τὸ δὲ ἐνὸν ἐν αὐτῷ διεφόρησαν. Τούτων ξυμπάντων οἱ μὲν λαμπροὶ ἀργῆτες· ὅσοι δὲ καταιθαλώσαντες τὰ πελάσαντά σφισιν ἐπαύσαντο, οὗτοι δὴ ψολόεντες ἐπὶ τῷ ἔργῳ ἐκλήθησαν. Καὶ οἱ μὲν εὐθείᾳ κατασκήψαντες εἰς τὸ ἔμπαλιν τῇ αὐτῇ εὐθείᾳ ἀνῇξαν· οἱ δὲ ἐκ πλαγίου ἐμπεσόντες πρὸς ἴσην γωνίαν ἄνω ἀναφέρονται· καὶ οἱ μὲν ἁπλοῖ, οἱ δὲ διπλοῖ κατέσκηψαν. πλεῖστοι δὲ ἦρος καὶ μετοπώρου καὶ ἅμα βιαιότεροι περί τε πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν, ὅτι ἐν κινήσει καὶ παθήμασι πολυειδέσιν ὁ ἀὴρ τῇδε τῇ ὥρᾳ ἐστίν, οἷα δὴ οὔτε ὑπὸ κρύει πεπηγὼς οὔτε ὑπὸ τῷ θερινῷ ἡλίῳ ἐκκεκαθαρμένος. Τοιγάρτοι καὶ ἐν χώραις ὅσαι νιφετώδεις καὶ ψυχραὶ καὶ ὅσαι αὖ κεκαυμέναι ὑπὸ ἡλίῳ εἰ κατασκήπτουσιν, οἱ κατασκήψαντες ἐν θαύμασιν ἀναφέρονται, καθάπερ ἐν Κελτοῖς καὶ παρʼ Αἰγυπτίοις.
Μίλωνος Φυσικῶν.
Ἀστραπαί εἰσι διτταί, ἡ μὲν ἡμερινή, ἡ δὲ νυκτερινή. Γίγνεται δὲ ἡ μὲν ἡμερινὴ ὑπὸ τοῦ ἡλίου, ὅταν ῥαγῇ τὸ ὕδωρ ὑποφαινομένου αὐτοῦ· λαμπρὰ δὲ οὐ φαίνεται, ὥσπερ ἡ νυκτερινή, ὅτι ἐν φάει γίγνεται· ἡ δὲ νυκτερινὴ ὑπὸ τῶν ἄστρων γίγνεται, ὅταν ῥαγῇ τὸ ὕδωρ ὑποφαινομένων αὐτῶν· λαμπρὰ δὲ φαίνεται, ὅτι ἐν ζόφῳ γίγνεται.
Περὶ ἴριδος περὶ ἅλω καὶ παρηλίου καὶ ῥάβδων.
Τῶν μεταρσίων παθῶν τὰ μὲν καθʼ ὑπόστασιν γίνεται, οἷον ὄμβρος, χάλαζα, τὰ δὲ κατʼ ἔμφασιν, ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ. Ἔστιν οὖν κατʼ ἔμφασιν ἡ ἶρις.
Πλάτων φησὶ Θαύμαντος αὐτὴν γεναλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος· Ἠύτε πορφυρέην νεφέλην θνητοῖσι τανύσσει. Καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς.
Πῶς οὖν γίγνεται; Ὁρῶμεν δὴ κατὰ γραμμάς, ἢ κατʼ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατὰ ἀνακλωμένας, γραμμὰς δὴ λόγῳ θεωρητὰς καὶ ἀσωμάτους.
Κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων, λεπτομερῆ γὰρ ταῦτα πάντα. Κατὰ καμπύλας δὲ γραμμὰς καθʼ ὕδατος βλέπομεν· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην βλέπομεν. Τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα, ὡς τὰ κατοπτρικά. Ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν, εἶτα ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας. Ὅταν οὖν ὁ ἥλιος γένηται ἐν δυσμαῖς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι· τότε γὰρ ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίγνεσθαι τὴν ἶριν.
Εἰσὶ δὲ αἱ ῥανίδες οὐ σχήματος μορφαί, ἀλλὰ χρώματος. Καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον.
Μήποτε τὸ φοινίκινον, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ λαμπηδὼν ἀκραιφνὴς ἀνακλωμένη ἐρυθρὸν ποιεῖ καὶ φοινίκειον χρῶμα· τὸ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκκαιόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας, ἁλουργές ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο· ἔτι δὲ πάλιν ἐπιθολούμενον τὸ δροσίζον εἰς πράσινον μεταβάλλει. Ἔστι δὲ τοῦτο δοκιμάσαι διʼ ἔργων· εἰ γάρ τις ἀντικρὺ στὰς τοῦ ἡλίου λάβῃ ὕδωρ καὶ πυτίσῃ, αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν. Καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν.
Ἀριστοτέλους. Ἅλω δὲ καὶ ἴριδας καὶ παρήλιον καὶ ῥάβδους καὶ τἆλλα τὰ κατὰ τὰς ἐμφάσεις ὑπὸ μὲν τῆς αὐτῆς αἰτίας γίνεσθαι· πάντα γὰρ εἶναι ταῦτα τῆς ὄψεως ἀνάκλασιν, διαφέρειν δὲ τοῖς τρόποις καὶ ἀφʼ ὧν καὶ ὡς ἔχειν συμβαίνει τὴν ἀνάκλασιν.
Ἅλω μὲν οὖν καὶ περὶ ἥλιον φαίνεσθαι καὶ περὶ σελήνην καὶ καθόλου περὶ τὰ λαμπρὰ τῶν ἄστρων καὶ οὐθὲν ἧττον ἡμέρας ἢ νυκτὸς καὶ περὶ μεσημβρίαν ἢ δείλην· ἕωθεν δʼ ἐλαττονάκις καὶ περὶ δύσιν. Συμβαίνειν δʼ, ὅταν διὰ τοῦ πέριξ ἀέρος ἀχλυώδους ὄντος ἐπιλάμπηται τὸ φῶς αὐτῶν, ὥσθʼ ὅλον ὁρᾶσθαι τὸν κύκλον· περιφανῆ γὰρ εἶναι καὶ σφαιρικὴν κατὰ τὴν ἔμφασιν τὴν ἅλω. Ταύτης δὲ τὴν μὲν ἐπιμένουσαν ὑετὸν σημαίνειν, τὴν δὲ διασπασθεῖσαν πνεῦμα, τὴν δὲ μαραινομένην εὐδίαν.
Ἶριν δὲ περὶ μόνον ἥλιον καὶ σελήνην συνίστασθαι, γίνεσθαι δὲ καὶ νύκτωρ, ὀλιγάκις δὲ καὶ πάνυ διὰ πολλοῦ. Κύκλον δὲ μηδέποτε φαίνεσθαι τῆς ἴριδος μηδὲ μεῖζον ἡμικυκλίου τμῆμα. Ποικίλην δʼ ἔχειν τὴν ἔμφασιν διὰ τὸ κατὰ τὴν τῆς ὄψεως ἀνάκλασιν φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν προσπίπτειν ἀπʼ αὐτῆς χρῶμα. Φοινικοῦν μέν, ὅτι τὸ λαμπρὸν ἐν μέλανι καὶ διὰ μέλανος ὁρώμενον τοιαύτην ἀποτελεῖ χρόαν. τοῖς γοῦν θεωμένοις τὸν ἥλιον διʼ ὁμίχλης ἢ διὰ καπνοῦ δοκεῖν ἐρυθρὸν εἶναι· ἢ τὴν ἀπὸ τῶν χλωρῶν ξύλων φλόγα πεφοινιγμένην διὰ τὸ πολὺν αὐτῇ καταμεμῖχθαι καπνόν. κατὰ τοῦτο δὴ καὶ τὴν ἐξωτάτω καὶ μείζονα περιφέρειαν τῆς ἴριδος ἐμφαίνειν τὸ φοινικοῦν· διὰ γὰρ μέλανος τοῦ νέφους ἀνακλωμένην τὴν ὄψιν πρὸς λαμπρότατον ὄντα τὸν ἥλιον ἀντιλαμβάνεσθαι τοιοῦδε χρώματος. Τὴν δὲ δευτέραν καὶ τρίτην περιφέρειαν διὰ τὴν τῆς ὄψεως ἀσθένειαν τό τε πράσινον καὶ τὸ ἁλουργὲς ἐμφαίνειν. Τὸ δʼ ὅλον εἶναι τὴν ἶριν ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει κοίλῳ καὶ δεδροσισμένῳ κατὰ κύκλου περιφέρειαν ὁρωμένην. Γίνεσθαι δʼ ἔστιν ὅτε διπλῆν, ὡς τὴν ἑτέραν ἀμαυροτέραν φαίνεσθαι καὶ διὰ παντὸς ἐξ ἐναντίας ἱσταμένην τῇ προτέρᾳ καὶ τῇ θέσει τῶν χρωμάτων ἀντεστραμμένην.
Παρηλίους δὲ καὶ ῥάβδους γίνεσθαι μὲν ἀπὸ τῆς αὐτῆς αἰτίας, οὐδὲ μὴν ὁμοίως ἔχοντος τοῦ νέφους. Ὅταν γὰρ ἀχλυῶδες ᾖ καὶ ὁμαλές, πρὸς δὲ τούτοις ὑδατῶδες καὶ πυκνόν, ὡς ἀπὸ χαλκοῦ κατόπτρου λείου κλωμένην πρὸς τὸν ἥλιον τὴν ὄψιν λευκοῦ ποιεῖν φαντασίαν. παραπλήσιον γὰρ ἡλίῳ κατά τε τὴν χρόαν καὶ τὸ σχῆμα φαίνεσθαι τὸν παρήλιον. τὴν μὲν γὰρ ὁμαλότητα τοῦ νέφους αἰτίαν εἶναι τοῦ χρώματος, τὴν δʼ ἀνάκλασιν τῆς ὄψεως τῆς τοῦ ἡλίου, διὰ τῆς ἀχλυώδους ἐμφάσεως προσπίπτουσαν ἀθρόως πρὸς πεπυκνωμένον, ὥσπερ ἔνοπτρον, οὐδέπω μὲν ὂν ὕδωρ, ἐγγὺς δʼ ὑπάρχον τῆς πρὸς ὕδωρ μεταβολῆς. διὸ καὶ σημεῖον ὕδατος εἶναι τὸν παρήλιον· καὶ μᾶλλόν γε τὸν νότιον τοῦ βορείου παρὰ τὸ μᾶλλον μεταβάλλειν εἰς ὕδωρ τὸν νότιον ἀέρα τοῦ πρὸς ἄρκτον. Γίνεσθαί τε περί τε ἀνατολὰς τοῦ ἡλίου καὶ περὶ δύσεις, οὐκ ἄνωθεν, ἀλλʼ ἐκ τῶν πλαγίων, καθάπερ καὶ τὰς ῥάβδους. Εἶναι δὲ δὴ τὰς καλουμένας ῥάβδους ἰριοειδεῖς εὐθείας ἐμφάσεις περὶ τὸν ἀέρα συνισταμένας διʼ ἀνωμαλίαν τῶν ἐνοπτριζόντων νεφῶν.
Περὶ νεφῶν ὁμίχλης ὑετῶν δρόσου χιόνος πάχνης χαλάζης.
Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ἐπὶ πλεῖον τοῦ ἀέρος, μᾶλλον δὲ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους· χιόνα δέ, ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ· χάλαζαν δʼ ὅταν συμπεριληφθῇ τι τῷ ὑγρῷ πνευματικόν.
Ἀναξαγόρας νέφη μὲν καὶ χιόνα παραπλησίως, χάλαζαν δʼ ὅταν ἀπὸ τῶν παγέντων νεφῶν προωσθῇ τινα πρὸς τὴν γῆν, ἃ δὴ ταῖς καταφοραῖς ἀποψυχρούμενα στρογγυλοῦται.
Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς ὑπὸ τοῦ ἀέρος συνίστασθαι τὰ νέφη.
Ξενοφάνης ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος ὡς ἀρκτικῆς αἰτίας τἀν τοῖς μεταρσίοις συμβαίνειν· ἀνελκομένου γὰρ ἐκ τῆς θαλάττης τοῦ ὑγροῦ τὸ γλυκὺ διὰ τὴν λεπτομέρειαν διακρινόμενον νέφη τε συνιστάνειν ὁμιχλούμενον καὶ καταστάζειν ὄμβρους ὑπὸ πιλήσεως καὶ διατμίζειν τὰ πνεύματα. γράφει γὰρ διαρρήδην· «πηγὴ δʼ ἐστὶ θάλασσʼ ὕδατος».
Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον.
… καὶ πνεῦμα μὲν ἀποτελεῖν παρῶσαν τὰ νέφη, ὄμβρους δὲ διαχέαν, χάλαζαν δὲ πιλῆσαν, χιόνα δὲ συμπεριλαβόμενόν τι τοῦ ἀερώδους.
Ἀριστοτέλους. Ἐκ δὲ τῆς ὑγρᾶς καὶ ἀτμώδους ἀναθυμιάσεως ὑετούς τε καὶ δρόσους καὶ πάχνας, ὁμίχλας τε καὶ νέφη καὶ χιόνας καὶ χαλάζας. ὑετοὺς μὲν γίνεσθαι τῆς ἀναδιδομένης ἀπὸ τῆς γῆς ἀτμίδος ἐν τοῖς ἄνω τόποις συνισταμένης κατὰ πύκνωσιν καὶ τρεπομένης εἰς ὕδωρ, εἶτα φερομένης ἀθρόως ἐπὶ γῆν διὰ τὴν ἀπόλειψιν τοῦ ἀναγαγόντος αὐτὴν θερμοῦ· σκεδασθείσης δʼ εἰς μικρὰ μόρια καλεῖσθαι ψεκάδας· πρὸ τοῦ δὲ μετεωρισθῆναι σφόδρα κατενεχθείσης διὰ τὴν τοῦ ἀναγαγόντος αὐτὴν πυρὸς ὀλιγότητα προσονομάζεσθαι δρόσον καὶ πάχνην· πάχνην μέν, ὅταν παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι — γίνεσθαι δὲ χειμῶνος καὶ ἐν τόποις μᾶλλον χειμερινοῖς· δρόσον δʼ, ὅταν τὸ συνιστάμενον ὑγρὸν νύκτωρ ψυχθὲν ἅμα τοῖς ὄρθροις ἐπὶ γῆν ἐπιφέρηται· διὸ καὶ πλείστην πίπτειν δρόσον καὶ πάχνην περὶ τὰ ἕλη καὶ τὰς λίμνας καὶ τοὺς ποταμοὺς καὶ μάλιστα περὶ τοὺς ἐναύλους καὶ κοίλους τῶν τόπων· ἀνάγεσθαί τε γὰρ πλεῖστον ὑγρὸν ἀπὸ τῶν τοιούτων χωρίων καὶ καταψύχεσθαι μᾶλλον.
Τὴν δʼ ἀθρόαν ἀνάδοσιν λέγεσθαι τῆς ἀτμίδος ἐπὶ μικρὸν μὲν παχυνθεῖσαν ὁμίχλην, οἷον ἀραιὰν καὶ ἄγονον ὕδατος νεφέλην, ὡς ἂν προσυνισταμένην ταύτης καὶ προδιαλυομένην καὶ σημεῖον οὖσαν εὐδίας· τὴν δὲ μετεωρισθεῖσαν ἐπὶ πλεῖον καὶ συγκριθεῖσαν νεφέλην. πάντα δὲ περὶ γῆν ταῦτα γίνεσθαι διὰ τὸ μὴ πόρρω τὴν ἀτμίδα μετεωρίζεσθαι κατισχύειν. ἐν γοῦν τοῖς ὑψηλοτάτοις ὄρεσιν οὐδὲν γίνεσθαι τούτων. αἴτιον δʼ ὅτι μάλιστα ἐκ τῶν κοίλων ἀνάγεται καὶ ἐφύδρων ἡ ἀτμὶς τόπων· ὥστε καθάπερ φορτίον πλεῖον φέρουσαν ἢ καθʼ ἑαυτὴν τὴν ἀνάγουσαν θερμότητα μὴ δύνασθαι μετεωρίζειν ἐπὶ πολὺν ἄγαν τόπον, ἀλλʼ ἐγγὺς οὖσαν ἔτι τῆς γῆς μεθιέναι πάλιν ἐπʼ αὐτήν.
Ἐκ δὲ τοῦ περὶ τὰ νέφη τόπου τρία φοιτᾶν σώματα πρὸς ἡμᾶς, ὕδωρ καὶ χιόνα καὶ χάλαζαν· ὧν δύο μὲν ἀναλογίας ἔχει πρὸς ἄλληλα παρὰ τὸ διὰ τὰς αὐτὰς αἰτίας γίνεσθαι τοῖς κάτω, διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι. Χιόνα γὰρ καὶ πάχνην εἶναι ταὐτόν, καὶ ὑετὸν καὶ δρόσον, ἀλλὰ τὸ μὲν πολύ, τὸ δʼ ὀλίγον· τὸν μὲν γὰρ ὑετὸν ἐκ πολλῆς ἀτμίδος γίνεσθαι ψυχομένης, τὴν δὲ δρόσον ἐξ ὀλίγης, ἐφήμερον γὰρ αὐτῆς ὑπάρχειν τὴν σύστασιν. ὁμοίως χιόνα καὶ πάχνην· χιόνα μὲν γὰρ εἶναι πῆξιν νέφους, ἀτμίδος δὲ τὴν πάχνην· διὸ ἢ χώρας ἢ ὥρας ψυχρᾶς σημεῖον γίνεσθαι τὴν χιόνα. Χάλαζαν δὲ κατὰ τοὐναντίον ἐν ταῖς εὐδιεινοτέραις συμβαίνειν χώραις ἢ ὥραις, θέρους γοῦν μάλιστα καὶ μετοπώρου γίνεσθαι, χειμῶνος δʼ ὀλιγάκις καὶ ὅταν ἧττον ᾖ ψῦχος· εἶναι δὲ τὴν χάλαζαν τοῦ καταφερομένου πῆξιν ἐκ τῶν νεφῶν ὕδατος. Ἐκ δὲ τῆς ξηρᾶς καὶ καπνώδους πόρρω διατεινούσης καὶ μετεωριζομένης, ὡς καὶ διὰ τοῦτο πολλάκις διὰ τῆς ἐπιφορᾶς τῶν οὐρανίων ἐμπίπρασθαι, τῶν πρότερον εἰρημένων ἕκαστον ἀποτελεῖσθαι.
Χρυσίππου. Χρύσιππος ἔφησε τὴν ὁμίχλην νέφος διακεχυμένον, ἢ ἀέρα πάχος ἔχοντα· δρόσον δὲ ἐξ ὁμίχλης καταφερόμενον ὑγρόν· ὑετὸν δὲ φορὰν ὕδατος ἐκ νεφῶν· ὄμβρον δὲ λάβρου ὕδατος καὶ πολλοῦ ἐκ νεφῶν φοράν· χάλαζαν δὲ ὑετοῦ πεπηγότος διάθρυψιν· χιόνα δὲ νέφος πεπηγὸς ἢ νέφους πῆξιν· τὸ δʼ ἐπὶ τῆς γῆς πεπηγὸς ὕδωρ κρύσταλλον· πάχνην δὲ δρόσον πεπηγυῖαν.
Ἀρριανοῦ.
Ἀρριανός φησι τὴν ὁμίχλην, ὅτι ἣ μὲν πρὸ νέφους ξυνίσταται πρὶν ἐξαναστῆναι, ἐπιπολὺ δὲ ἀπὸ νέφους ἐκχυθέντος καὶ σκεδασθέντος· γίγνεται δὲ ταῦτα, εἰ μὴ κρατήσειεν αὐτῶν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα ὅσα ἐν οὐρανῷ καὶ αὐτὸς ὁ οὐρανός. Ἀπὸ δὲ νεφελῶν, ὅσαι μὲν μὴ ἄγαν πιληθεῖσαι ξυνέστησαν, ψεκάδες καταφέρονται ἐπὶ γῆν καὶ εἰς ταύτας διαλύονται ὁμίχλαι τε καὶ νεφελῶν ὅσαι μανώτεραι· ὅσαι δὲ ἐπὶ μέγα ξυστᾶσαι εἰς ὕδωρ μετέβαλον, ὑετοὺς ἐκ νεφῶν γεννῶσι. Καὶ ὁμίχλαι μὲν τὸ πολὺ τῇ γῇ ἐφιζάνουσιν, ἅτε δὴ κεχυμένης τε ἔτι καὶ ἀξυστάτου τῆς ἀτμίδος· αἱ νεφέλαι δὲ αἴρονται εἰς τὸ ἄνω, οὐ μὴν ὑπὲρ εἴκοσίν γε ἀπὸ γῆς σταδίους οὐδὲ αὗται ἀναφέρονται. Ὅτι καὶ τῶν ὀρῶν ὅσα ὑπὲρ εἴκοσί γε ἀπὸ γῆς σταδίους ἀνέχει ἐς εὐθὺ — ἔστι δὲ καὶ εὐαρίθμητα ταῦτα ἔν γε τοῖς καθʼ ἡμᾶς τόποις — οὔτε ὑόμενα ὤφθη ποτὲ οὔτε καταπνεόμενα, οὐδὲ νεφέλη ὑπὲρ αὐτῶν ἢ καὶ ἐπʼ αὐτοῖς ἱζάνουσα. ἀλλὰ τῆς Οἴτης γε ἐπὶ τῇ ἀκρωρείᾳ θύεσθαι ὅσα ἔτη λόγος καὶ Ἡρακλεῖ καὶ Φιλοκτήτῃ εἰς μνήμην τοῦ παλαιοῦ παθήματος καὶ τὴν τέφραν ἐπὶ τῇ πυρκαιᾷ ἐν χώρᾳ μένειν. εἶναι γὰρ τὸν ἄνω ὑπὲρ γῆς ἀέρα λεπτόν τε ἤδη καὶ καθαρὸν καὶ αὐγοειδῆ· καὶ ταῦτα διαφορεῖσθαι τοὺς ἀτμοὺς ὅσοι πορρωτέρω ὑπεραναφέρονται. Ὅση δὲ λεπτὴ ἀτμὶς μὴ ἐπὶ μέγα ἀρθεῖσα ἐσκεδάσθη, ἀλλὰ ψυχθεῖσα κατηνέχθη ἐπὶ γῆν, δρόσος γίγνεται· πρὸς ἡλίου δὲ ἐπικαυθεῖσα ἐρυθαίνεται ἢ μελαίνεται· καὶ τοῦτο μίλτον ἢ φοινιάδα μὲν τὸ ἐρυθρὸν αὐτοῦ, ἐρυσίβην δὲ ὅ τι περ καὶ μέλαν καλοῦσι· παγεῖσα δὲ καὶ πεσοῦσα ἐπὶ γῆν, πάχνη γίνεται. Καὶ ἔτι ὅ τι περ πάχνη πρὸς δρόσον, τοῦτο χιὼν πρὸς ὑετόν. Ὅτι καὶ τὸ νέφος ξυνελθὸν μὲν ἄνευ πήξεως εἰς ὑετὸν διακρίνεται, παγὲν δὲ εἰς νιφετὸν ξυνάγεται. Ὅτι πρὶν παντελῶς ἐς ὕδωρ ξυστῆναι τὴν νεφέλην φθάνει παγῆναι ἐς χιόνα, καὶ ἡ χρόα τῆς χιόνος τεκμηριῶσαι παρέχει, λευκή τε γὰρ καὶ αὐγοειδής ἐστιν· ὅτι πρὶν τραπῆναι ἐς ὕδωρ παγεῖσα θρύπτεται, οἷα δὴ οὐ σμικρὰν μοῖραν πνεύματος φωτοειδοῦς ὄντος ξυνεπιλαμβάνουσα· ἔνθεν τε ἀφρῷ ἐς τὰ μάλιστα τὴν χρόαν ἔοικεν, ὅτι καὶ ἐν ἀφρῷ πολύ τι ἔνι πνεύματος· δηλοῦσι δὲ πομφόλυγες αἱ ἐπὶ τῶν ἀφρῶν οἷα δὴ ἐπιζέουσαι.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τὸ πυρὶ μεμιγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γῆς ὑγρὸν λέγεται, μαλακόν τε αὐτῷ τὰς βάσεις ἧττον ἑδραίας οὔσας ἢ τὰς γῆς ὑπείκειν· τοῦτο ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῇ, γέγονε μὲν ὁμαλώτερον, ξυνέωσται δὲ ὑπὸ τῶν ἐξιόντων εἰς αὐτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γῆς μάλιστα παθὸν τοιαῦτα χάλαζα, τὸ δʼ ἐπὶ γῆς κρύσταλλος· τὸ δὲ ἧττον ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γῆς αὖ χιών, τὸ δʼ ἐπὶ γῆς ξυμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται.
Περὶ ἀνέμων.
Ἀριστοτέλης τῆς ξηρᾶς ἀναθυμιάσεως τὴν πρώτην ἀναφοράν· γίνεσθαι δέ ποτε τῇ ξηρᾷ πρὸς τὴν ὑγρὰν μῖξιν. πνεῦμα μὲν ἐκ πολλῶν συνιουσῶν ἀναθυμιάσεων. — Τὸν γὰρ ἄνεμον μὲν εἶναι ξηρᾶς ἀναδόσεως πλῆθος κινούμενον περὶ γῆν· τοὺς δʼ ἐκνεφίας ἀνέμους, ὅταν ἀθρόον καὶ πυκνὸν φερόμενον εἰς ἑαυτὸ τὸ πλέον ἀναλύσῃ τοῦ νέφους τῇ σφοδρότητι τῆς ῥύμης. τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖν τὴν τοῦ πνεύματος ἰσχύν.
Περὶ γῆς εἰ μία καὶ πεπερασμένη καὶ ποίου μεγέθους καὶ περὶ θέσεως αὐτῆς.
Περὶ σχήματος γῆς.
Πότερα μένει ἡ γῆ ἢ κινεῖται.
Περὶ σεισμῶν γῆς.
Πλάτων πάσης κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ θάτερα, πρόσθεν καὶ ὄπισθεν. Κατʼ οὐδεμίαν δὲ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, ἐν τῷ πανταχόθεν κατωτάτῳ κειμένην μένειν ἀκίνητον, ἅτε δὴ μηδὲν ἔχουσαν ἐξαίρετον ἐς τὸ ῥέψαι μᾶλλον· τόπους δὲ αὐτῆς κατὰ ἀραιότητα σαλεύεσθαι.
Ἀριστοτέλους. Ἀριστοτέλης φησὶ σεισμοὺς γίνεσθαι καὶ μυκήματα καὶ χάσματα τῆς ξηρᾶς ἀναθυμιάσεως εἰς τὰς ἀραιότητας κατὰ τῆς γῆς ῥυείσης καὶ κατὰ τὰς ἀθρόας ἐμπτώσεις τρόμους καὶ βρασμοὺς περὶ αὐτὴν ἀπεργαζομένης. Ὡς γὰρ ὁρμήσασαν ἔξω τὴν ἀναθυμίασιν ἄνεμον ποιεῖν σφοδρόν, οὕτως εἴσω καθειρχθεῖσαν τῇ ῥύμῃ τῆς φορᾶς διακραδαίνειν τοὺς τόπους, ἐν οἷς ἂν ἀποληφθῇ. Συνέχεσθαι δὲ τὴν δύναμιν ταύτην ἐν τῇ γῇ διά τε πύκνωσιν τῆς ἐπιφανείας καὶ διὰ κατάψυξιν καὶ διὰ ξηρασίαν. Ὅθεν καὶ νηνεμίας οὔσης ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι τοὺς σεισμοὺς τῆς τῶν ἀνέμων ὁρμῆς εἴσω τραπείσης· καὶ νυκτὸς μᾶλλον διὰ τὴν ψῦξιν καὶ περὶ τὸν ὄρθρον· τοὺς γὰρ ἀνέμους τότε τῆς πνοῆς ἄρχεσθαι καὶ πρὸς τὴν γῆν ἀποστρέφειν τὸ κατὰ τὴν ἀναθυμίασιν ἀνιὸν πνεῦμα· καὶ τῆς ἡμέρας ἔστιν ὅτε περὶ μεσημβρίαν. τὸν γὰρ ἥλιον τῆς ἀναθυμιάσεως ἐπικρατοῦντα κατακλείειν αὐτὴν εἰς τὴν γῆν· καὶ ἔαρος καὶ μετοπώρου μᾶλλον — ἀνωμάλους γὰρ ταύτας εἶναι τὰς ὥρας· τὸ γὰρ θέρος καὶ τὸν χειμῶνα, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ἀκίνητον ποιεῖν τὸν ἀέρα διὰ τὸ τὸ μὲν ἄγαν εἶναι ξηρόν, τὸν δὲ ἄγαν ψυχρόν· καὶ ἐν τοῖς αὐχμοῖς, ὅτε μάλιστα πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ εἶναι τὸν αὐχμόν, ξηρᾶς πλῆθος ἀναθυμιάσεως. Ἀπελαυνομένης οὖν τῆς ἀτμίδος εἰς τὴν γῆν καὶ καθειργνυμένης σφυγμὸν γίγνεσθαι περὶ αὐτὴν καὶ τρόμον, καὶ ἐν ταῖς ἐπομβρίαις ἐπιφραττομένης ὑπὸ τῶν ὑγρῶν καὶ τοῦ ψυχροῦ τῆς γῆς καὶ τῆς ἐντὸς ἀναθυμιάσεως αὐξομένης ὑπὸ τῶν ὑετῶν καὶ πυκνουμένης, ὥστε κατὰ τὴν πρόσπτωσιν ἰσχυρῶς κινεῖν καὶ σείειν, καὶ ἐν τοῖς ὑπάντρους καὶ σομφοὺς ἔχουσι τοὺς κάτω τόπους ἢ καὶ παρακειμένην ῥοώδη θάλατταν διὰ τὸ θύραθεν πλεῖον ὑποδέχεσθαι πνεῦμα καὶ διὰ τὸ τὴν θάλατταν προσπίπτουσαν ἀπωθεῖν εἰς τὴν γῆν τὸ πεφυκὸς ἀπʼ αὐτῆς ἀποπνεῖν πνεῦμα καὶ σκεδάννυσθαι· περὶ γοῦν τὴν Πελοπόννησον καὶ τὴν Ἀχαιίαν καὶ τῆς Εὐβοίας τὰς κοιλάδας πολλοὺς καὶ μεγάλους γίνεσθαι σεισμούς. Ὡς γὰρ ὑφʼ ἡμῶν πολλάκις τὸ διαπνεόμενον ἔξω πνεῦμα παλινδρομῆσαν εἴσω παλμὸν παρέχει καὶ σφυγμὸν ἐν τοῖς σώμασιν, οὕτω τὸ περιληφθὲν ἐν τῇ γῇ κατὰ τὴν κίνησιν κλονούμενον περὶ τοὺς πόρους καὶ διεγκοπτόμενον σπασμοὺς καὶ σεισμοὺς ἀποτελεῖν. Συμβαίνειν δὲ καὶ τὰ μυκήματα ποτὲ μὲν μετὰ σεισμῶν, ποτὲ δὲ καὶ χωρίς, τοῦ πνεύματος ἠχοῦντος, ὥστʼ ἐξακούεσθαι ψόφον τινὰ καὶ βόμβον ἐπιμήκιστον, ὁπότε διὰ τῶν σηράγγων διαυλοδρομεῖ παρατριβόμενον μηδʼ ἐξιόν. Τά τε χάσματα μετὰ σεισμῶν. ἤδη γοῦν τινας σεισμοὺς μὴ πρότερον λῆξαι, πρὶν ἢ διαρραγῆναι τοὺς τόπους, ἐν οἷς ἐγένοντο, βιασαμένου τοῦ περιληφθέντος πνεύματος περὶ τὴν ἔξοδον ὥσπερ ἐκνεφίου τινὸς ἀνέμου, καθάπερ καὶ τὸν περὶ τὴν Ποντικὴν Ἡράκλειαν καὶ τὸν ἔτι πρότερον γενόμενον περὶ τὴν ἱερὰν καλουμένην Αἰόλου νῆσον· ἐν ταύταις γὰρ ὑπὸ σεισμῶν οἰδήματα τῆς γῆς γενέσθαι μεγάλα, καὶ ταῦτα διαρραγέντα πολὺν ἄνεμον ἐκπεφυσηκέναι καὶ φέψαλον, ὥστε κατατεφρῶσαι πλησίον οὖσαν τὴν τῶν Λιπαραίων πόλιν. Τὰς δὲ ποντίους λεγομένας νήσους ἧττον σείεσθαι τῶν προσγείων διὰ τὸ καταψύχεσθαι τῷ πλήθει τῆς θαλάττης τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν. Τεκμήριον δʼ εἶναι τοῦ ῥεῖν ὑπὸ τὴν γῆν τὸ πνεῦμα, πρῶτον μὲν ἀπὸ τοῦ ἐν οἷς γίνεται προσημαίνειν ἠχοῦντος, εἶτα τὸ περὶ τὸν ἥλιον πάθος· ἀμαυρότερον γὰρ καὶ ἀχλυώδη φαίνεσθαι χωρὶς νέφους, ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ λεπτύνοντος τὸν ἀέρα καὶ διακρίνοντος. πρός τε τούτοις τὸ πρὸ τῶν ὀρθρίων σεισμῶν νηνεμίαν γίνεσθαι καὶ ψῦχος· τὴν μὲν γὰρ ξυμβαίνειν διὰ τὴν εἴσω τῶν ἀνέμων μετάρροιαν, τὸ δὲ διὰ τὴν τῆς θερμῆς ἀναθυμιάσεως ἀπουσίαν. Καὶ περὶ μὲν σεισμῶν καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν παθημάτων ἐπὶ τοσοῦτον.
Περὶ θαλάττης πῶς συνέστη καὶ πῶς ἐστι πικρά.
Πῶς ἀμπώτιδες καὶ πλήμμυραι γίνονται.
Ἀριστοτέλης καὶ Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ περιφέροντος· ὑφʼ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δʼ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν.
Εὐήνιος ἡλίῳ καὐτὸς τὴν αἰτίαν ἀνατίθησι, καθʼ οὓς μὲν ἂν τόπους γένηται τῆς γῆς πλημμύροντι τὰ πελάγη, ἐξ ὧν δʼ ἂν τύχῃ παραποστὰς ὑποσυνέλκοντι. ταῦτα δὲ συμβαίνειν περὶ τὰς ἑῴας καὶ τὰς μεσημβρινὰς ἐκκλίσεις.
Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης καὶ τῇ μειώσει τὰς ἑκατέρου τούτων αἰτίας ἀνατίθησιν.
Ποσειδώνιος ὑπὸ μὲν τῆς σελήνης κινεῖσθαι τοὺς ἀνέμους, ὑπὸ δὲ τούτων τὰ πελάγη, ἐν οἷς τὰ προειρημένα γίνεσθαι πάθη.
Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων. εἶναι γάρ τινα φυσικὴν αἰώραν διά τινος ἐγγείου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφʼ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.
Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται προωθοῦντας μὲν ταῖς ἐφόδοις, ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις.
Κράτης ὁ γραμματικὸς τὸν ἀντισπασμὸν τῆς θαλάσσης αἰτιᾶται.
Ἀπολλόδωρος ὁ Κερκυραῖος τὰς ἐκ τοῦ ὠκεανοῦ παλιρροίας.
Σέλευκος ὁ μαθηματικὸς ἀντιγεγραφὼς Κράτητι, κινῶν καὐτὸς τὴν γῆν, ἀντικόπτειν αὐτῆς τῷ δίνῳ φησὶ τὴν περιστροφὴν τῆς σελήνης· τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος κατὰ λόγον οὕτω συγκυμαίνεσθαι τὴν θάλασσαν.
Περὶ ὑδάτων.
Ἀριστοτέλους. Τὰς δὲ τῶν ὑδάτων δυνάμεις καὶ τοὺς χυλοὺς καὶ τὰς ἄλλας πάσας ποιότητας, ὡς εἰπεῖν συλλαβόντι, γίνεσθαι παρὰ τρεῖς αἰτίας. Ἢ γὰρ παρὰ τὴν τῆς γῆς διαφοράν· — ἐν οἵᾳ γὰρ ἂν ἕκαστον ᾖ καὶ διʼ οἵας ἂν ῥέῃ, τοιοῦτον ἴσχειν τὸν χυλόν, οἷον ἁλυκὸν ἢ νιτρῶδες ἢ πικρὸν ἢ τῶν ἄλλων ὁποιονοῦν· — ἢ παρὰ τὴν τῆς καπνώδους καὶ πυρώδους ἀναθυμιάσεως μῖξιν· — ἀπολίθωσιν γὰρ καὶ πῆξιν ἁλῶν καὶ νίτρων, ἔτι τε βαρύτητας καὶ κουφότητας καὶ παχύτητας καὶ λεπτότητας καὶ τὰς ἄλλας δυνάμεις ἀπεργάζεσθαι τὴν τοῦ θερμοῦ καὶ καπνώδους μῖξιν· — ἢ παρὰ τὸν ἀέρα. θερμότητας δὲ καὶ ψυχρότητας καὶ παρὰ τὴν γῆν γίνεσθαι, διʼ οἵας ἂν ῥέῃ καὶ ἐν οἵᾳ ἂν γίνηται. Θερμὰ μὲν γὰρ τὴν κατακεκαυμένην καὶ τὴν ξηρὰν καὶ τὴν ἀσφαλτώδη ποιεῖν· ψυχρὰ δʼ, ὡς μὲν ἁπλῶς εἰπεῖν, εἶναι τὰ ἐν τοῖς ναματιαίοις, ὡς δὲ καθʼ ἕκαστα, τὰ κατὰ βάθους, ὥσπερ καὶ τὰ ἐν τοῖς μετάλλοις — πόρρω γὰρ τοῦ ἡλίου —, πλὴν ἐὰν πυρώδης ὁ τόπος ᾖ· — δεῖ γὰρ ἀφεστάναι τῶν θερμῶν, τοῦ τʼ ἐν τῷ ἀέρι καὶ τοῦ ἐν τῇ γῇ· καὶ τὰ ἐν τοῖς ὑψηλοῖς διά τε τὰ πνεύματα καὶ μάλιστα διὰ τὴν τοῦ ἀέρος ψυχρότητα· καὶ τὰ ἐν τοῖς συσκίοις καὶ πνευματώδεσι — ψύχεται γὰρ ὑπʼ ἀμφοτέρων, διὸ καὶ κοπέντων δένδρων ἔνια θερμὰ γίνεσθαι· καὶ τὰ διαπνοὰς ἔχοντα φαραγγώδεις καὶ ὑπάντρους — τὸ γὰρ πνεῦμα διαυλωνίζον ταύτῃ ψύχει, καθάπερ ἐν τοῖς λάκκοις· καὶ τὰ διὰ πάγους ῥέοντα καὶ ἐνίκμου — ψυχρὸν γὰρ ὁ λίθος καὶ μᾶλλον ὁ τοιοῦτος. Εἰ δʼ ὥσπερ γλυκὺ πᾶν ὕδωρ, οὕτω καὶ ψυχρόν — οἰκεῖα γὰρ ἄμφω τῆς φύσεως —, ἡ θερμότης ὡς ἡ τῶν χυλῶν ποιότης γένοιτʼ ἂν ἀφʼ ἑτέρων. Συμβαίνει δʼ οὖν καὶ ἐκ τοῦ λόγου τούτου μὴ εἶναι τοῦ ὕδατος καθʼ ἑαυτὸ διαφοράν, ἀλλὰ ταῖς ἄλλων δυνάμεσι διαφέρειν, εἴπερ τὰ μὲν τὴν γῆν, τὰ δὲ τὸ πῦρ, τὰ δὲ τὸν ἀέρα ποιεῖν συμβέβηκεν.
Περὶ τοῦ παντός.
Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς. Κόσμος μὲν οὖν ἐστι σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων. Λέγεται δὲ καὶ ὁ κόσμος ἑτέρως, ἡ τῶν ὅλων τάξις τε καὶ διακόσμησις ὑπὸ θεοῦ τε καὶ διὰ θεῶν φυλαττομένη. Ταύτης δὲ τὸ μὲν μέσον ἀκίνητόν τε καὶ ἑδραῖον ἡ φερέσβιος εἴληχε γῆ, παντοδαπῶν ζῴων δεσπόζουσα καὶ μήτηρ· τὸ δὲ ὕπερθεν αὐτῆς πᾶν τε καὶ πάντῃ πεπερατωμένον· εἰς τὸ ἄνω τὸ τῶν θεῶν οἰκητήριον οὐρανὸς ὠνόμασται· πλήρης δʼ ὢν σωμάτων θείων, ἃ δὴ καλεῖν ἄστρα εἰώθαμεν, κινούμενος κίνησιν ἀίδιον ἐν περιαγωγῇ καὶ ἐν κύκλῳ συγχορεύει πᾶσι τούτοις ἀπαύστως διʼ αἰῶνος. Τοῦ δὲ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου σφαιροειδοῦς ὄντος καὶ κινουμένου, καθάπερ εἶπον, ἐνδελεχῶς, δύο ἐξ ἀνάγκης ἀκίνητά ἐστι σημεῖα καταντικρὺ ἀλλήλοις, καθάπερ τόρνῳ κυκλοφορουμένης σφαίρας, παραμένοντα καὶ συνέχοντα τὴν σφαῖραν, περὶ ἃ ὁ πᾶς ὄγκος κύκλῳ στρέφεται. Καλοῦνται δὲ οὗτοι πόλοι, διʼ ὧν εἰ νοήσαιμεν ἐπεζευγμένην εὐθεῖαν, ἥντινʼ ἄξονα καλοῦσι, διάμετρος ἔσται τοῦ κόσμου, μέσην μὲν ἔχουσα τὴν γῆν, τοὺς δὲ δύο πόλους πέρατα. Τῶν δʼ ἀκινήτων πόλων τούτων ὁ μὲν ἀεὶ φανερός ἐστιν, ὑπὲρ κορυφὴν ὢν κατὰ τὸ βόρειον κλῖμα, ἀρκτικὸς καλούμενος, ὁ δὲ ὑπὸ γῆν ἀεὶ κατακέκρυπται, κατὰ τὸ νότιον, ἀνταρκτικὸς καλούμενος. Οὐρανοῦ δὲ καὶ ἄστρων οὐσίαν μὲν αἰθέρα καλοῦμεν, οὐχ, ὥς τινες, διὰ τὸ πυρώδη οὖσαν αἴθεσθαι, πλημμελοῦντες περὶ τὴν πλεῖστον πυρὸς ἀπηλλαγμένην δύναμιν, ἀλλὰ διὰ τὸ ἀεὶ θεῖν κυκλοφορουμένην, στοιχεῖον οὖσαν ἕτερον τῶν τεττάρων ἀκήρατόν τε καὶ θεῖον. Τῶν γε μὴν ἐμπεριεχομένων ἄστρων τὰ μὲν ἀπλανῶς τῷ σύμπαντι οὐρανῷ συμπεριφέρεται τὰς αὐτὰς ἕδρας ἔχοντα· μέσος δὲ ὁ ζῳοφόρος καλούμενος κύκλος ἐγκάρσιος ὢν διὰ τῶν τροπικῶν διέζωσται, κατὰ μέρη διῃρημένος εἰς δώδεκα ζῳδίων χώρας· τὰ δὲ πλανητὰ ὄντα οὔτε τοῖς προτέροις ὁμοταχῶς κινεῖσθαι πέφυκεν οὔτε ἀλλήλοις, ἀλλʼ ἐν ἑτέροις καὶ ἑτέροις κύκλοις, ὥστε τὸν μὲν προσγειότερον εἶναι, τὸν δὲ ἀνώτερον. Τὸ μὲν οὖν τῶν ἀπλανῶν πλῆθος ἀνεξερεύνητόν ἐστιν ἀνθρώποις, καίπερ ἐπὶ μιᾶς κινουμένων ἐπιφανείας τῆς τοῦ παντὸς οὐρανοῦ· τὸ δὲ τῶν πλανητῶν εἰς ἑπτὰ μέρη κεφαλαιούμενον ἐν τοσούτοις ἐστὶ κύκλοις ἐφεξῆς κειμένοις, ὥστʼ ἀεὶ τὸν ἀνώτερον μείζω τοῦ ὑποκάτω εἶναι, τοὺς δὲ ἑπτὰ ἀλλήλοις περιέχεσθαι· πάντας γε μὴν ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας περιειλῆφθαι. συνεχῆ δὲ ἀεὶ τὴν θέσιν ταύτην εἶναι μέχρις οὗ αἰθὴρ ὁρίζεται, τὰ θεῖα ἐμπεριέχων σώματα καὶ τὴν τῆς κινήσεως τάξιν. Μετὰ δὲ τὴν αἰθέριον καὶ θείαν φύσιν, ἥντινα τεταγμένην ἀποφαίνομεν, ἔτι δὲ ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἀπαθῆ, συνεχής ἐστιν ἡ διʼ ὅλων παθητή τε καὶ τρεπτή, καὶ τὸ σύμπαν εἰπεῖν, φθαρτή τε καὶ ἐπίκηρος. Ταύτης δὲ αὐτῆς πρώτη ἐστὶν ἡ λεπτομερὴς καὶ φλογώδης οὐσία, ὑπὸ τῆς αἰθερίου πυρουμένη διὰ τὸ μέγεθος αὐτῆς καὶ τὴν ὀξύτητα τῆς κινήσεως· ἐν δὲ τῇ πυρώδει καὶ τῇ ἀτάκτῳ λεγομένῃ τὰ σέλα διᾴττει καὶ φλόγες ἀκοντίζονται καὶ δοκίδες τε καὶ βόθυνοι καὶ κομῆται λεγόμενοι στηρίζονταί τε καὶ σβέννυνται πολλάκις. Ἑξῆς δὲ ταύτης ὁ ἀὴρ ὑποκέχυται, ζοφερὸς ὢν καὶ παγετώδης τὴν φύσιν, ὑπὸ δʼ ἐκείνης λαμπόμενος ἅμα καὶ καιόμενος λαμπρότερός τε γίνεται καὶ ἀλεεινός. Ἐν δὲ τούτῳ τῆς παθητῆς ὄντι καὶ αὐτῷ δυνάμεως καὶ παντοδαπῶς ἀλλοιουμένῳ νέφη συνίστανται καὶ ὄμβροι καταράττουσι χιόνες τε καὶ πάχναι καὶ χάλαζαι πνοιαί τε ἀνέμων καὶ τυφώνων, ἔτι δὲ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ πτώσεις κεραυνῶν μυρίων τε γνόφων συμπληγάδες. Ἑξῆς δὲ τῆς ἀερίου φύσεως γῆ τε καὶ θάλασσα ἐρήρεισται, φυτοῖς τε βρύουσα καὶ ζῴοις, πηγαῖς τε καὶ ποταμοῖς τοῖς μὲν ἀνὰ γῆν ἑλιττομένοις, τοῖς δὲ ἀνερευγομένοις εἰς θάλατταν. Πεποίκιλται δὲ χλόαις μυρίαις, ὄρεσί τε ὑψηλοῖς, βαθυξύλοις τε δρυμοῖς καὶ πόλεσιν, ἃς τὸ σοφὸν ζῷον ἅνθρωπος ἱδρύσατο, νήσοις τε ἐναλίοις. Τὴν μὲν οὖν οἰκουμένην ὁ πολὺς λόγος εἴς τε νήσους καὶ ἠπείρους διεῖλεν, ἀγνοῶν ὅτι καὶ ἡ σύμπασα μία νῆσός ἐστιν, ὑπὸ τῆς Ἀτλαντικῆς καλουμένης θαλάσσης περιρρεομένη· πολλὰς δὲ καὶ ἄλλας εἰκὸς τῇδε ἀντιπόρθμους ἀπῳκίσθαι, τὰς μὲν μείζους αὐτῆς, τὰς δὲ ἐλάττους, ἡμῖν δὲ πάσας πλὴν τῆσδε ἀοράτους. Ὅπερ γὰρ αἱ παρʼ ἡμῖν νῆσοι πρὸς ταῦτα τὰ πελάγη πεπόνθασι, τοῦτο ἥδε ἡ οἰκουμένη πολλαί τε ἕτεραι πρὸς σύμπασαν τὴν θάλατταν. Καὶ αὗται μὲν μεγάλαι τινές εἰσι νῆσοι μεγάλοις περικλυζόμεναι πελάγεσιν. Ἡ δὲ σύμπασα τοῦ ὑγροῦ φύσις ἐπιπολάζουσα κατὰ τὰς τοῦ ὑγροῦ ποιότητας καὶ τὰ κοιλώματα, τὰς καλουμένας ἀναπεφυκυῖα οἰκουμένας, ἑξῆς ἂν εἴη τῆς ἀερίου μάλιστα φύσεως. Μετὰ δὲ ταῦτα ἐν τοῖς βυθοῖς κατὰ τὸ μεσαίτατον τοῦ κόσμου ἐρηρεισμένη γῆ πᾶσα καὶ πεπιεσμένη συνέστηκεν ἀκίνητος καὶ ἀσάλευτος· καὶ τοῦτʼ ἔστι τοῦ κόσμου τὸ πᾶν ὃ καλοῦμεν κάτω. Πέντε δὲ στοιχεῖα ταῦτα, ἐν πέντε χώραις σφαιρικῶς ἐγκείμενα, περιεχομένης ἀεὶ τῆς ἐλάττονος τῇ μείζονι — λέγω δὲ γῆς μὲν ἐν ὕδατι, ὕδατος δὲ ἐν ἀέρι, ἀέρος δὲ ἐν πυρί, πυρὸς δὲ ἐν αἰθέρι — τὸν ὅλον κόσμον συνεστήσατο· καὶ τὸ μὲν ἄνω πᾶν θεῶν ἀπέδειξεν οἰκητήριον, τὸ κάτω δὲ ἐφημέρων ζῴων. Αὐτοῦ γε μὴν τούτου τὸ μὲν ὑγρόν ἐστιν, ὃ καλεῖν ποταμοὺς καὶ νάματα καὶ θαλάσσας εἰθίσμεθα, τὸ δὲ ξηρόν, ὃ γῆν τε καὶ ἠπείρους καὶ νήσους ὀνομάζομεν.
Τῶν δὲ νήσων αἳ μέν εἰσι μεγάλαι, καθάπερ σύμπασα ἡ οἰκουμένη λέλεκται πολλαί τε ἕτεραι μεγάλοις περιρρεόμεναι πελάγεσιν, αἳ δὲ ἐλάττους, φανεραὶ δὲ ἡμῖν καὶ ἐντὸς οὖσαι. Καὶ τούτων αἳ μὲν ἀξιόλογοι, Σικελία τε καὶ Εὔβοια καὶ Κύπρος, Σαρδὼ καὶ Κύρνος, Κρήτη τε καὶ Λέσβος· αἳ δὲ ὑποδεέστεραι, ὧν αἳ μὲν Σποράδες καὶ Κυκλάδες, αἳ δὲ ἄλλως ὀνομάζονται.
Πέλαγος δὲ τὸ μὲν ἔξω τῆς οἰκουμένης Ἀτλαντικόν τε καὶ Ὠκεανὸς καλεῖται, περιρρέων ἡμᾶς· ἐντὸς δὲ πρὸς δύσεις στενοπόρῳ διανεῳγὼς στόματι, ταῖς Ἡρακλείοις λεγομέναις στήλαις, τὸν εἴσρουν εἰς τὴν ἔσω θάλασσαν ὡς ἂν εἰς λιμένα ποιεῖται· κατὰ μικρὸν δὲ ἐπιπλατυνόμενος ἀναχεῖται, μεγάλους περιλαμβάνων κόλπους ἀλλήλοις συναφεῖς. Πρῶτον μὲν οὖν λέγεται ἐγκεκολπῶσθαι ἐν δεξιᾷ εἰσπλέοντι τὰς Ἡρακλείους στήλας διχῶς εἰς τὰς καλουμένας Σύρτεις, ὧν τὴν μὲν μεγάλην, τὴν δὲ μικρὰν καλοῦσιν· ἐπὶ θάτερα δὲ οὐκέθʼ ὁμοίως ἀποκολπούμενος τρία ποιεῖ πελάγη, τό τε Σαρδονικὸν καὶ τὸ Γαλατικὸν λεγόμενον καὶ Ἀδρίαν, ἑξῆς δὲ τούτων ἐγκάρσιον τὸ Σικελικόν, μετὰ δὲ τοῦτο τὸ Κρητικόν, συνεχὲς δʼ αὐτοῦ τῇ μὲν τὸ Αἰγύπτιον καὶ Παμφύλιον καὶ Σύριον, τῇ δὲ τὸ Αἰγαῖόν τε καὶ Μυρτῷον. Ἀντιπαρήκει δὲ τοῖς εἰρημένοις πολυμερέστατος ὢν Πόντος, οὗ τὸ μὲν μυχαίτατον Μαιῶτις καλεῖται, τὸ δὲ ἔξω πρὸς τὸν Ἑλλήσποντον συνεστόμωται τῇ καλουμένῃ Προποντίδι. Πρός γε μὴν ταῖς ἀνασχέσεσι τοῦ ἡλίου πάλιν εἰσρέων ὁ Ὠκεανός, τὸν Ἰνδικόν τε καὶ Περσικὸν διανοίξας κόλπον, ἀναφαίνει τὴν Ἐρυθρὰν θάλασσαν διειληφώς. Ἐπὶ θάτερον δὲ κέρας καταστενοῦται καὶ ἐπιμήκη διιὼν εἰς αὐχένα πάλιν ἀνευρύνεται, τὴν Ὑρκανίαν τε καὶ Κασπίαν ὁρίζων· τὸ δὲ ὑπὲρ ταύτην βαθὺν ἔχει τὸν ὑπὲρ τὴν Μαιῶτιν λίμνην τόπον. Εἶτα κατʼ ὀλίγον τι ὑπὲρ τοὺς Σκύθας τε καὶ Κελτικὴν σφίγγει τὴν οἰκουμένην, πρός τε τὸν Γαλατικὸν καλούμενον κόλπον καὶ τὰς προειρημένας στήλας Ἡρακλείους, ὧν ἔξω περιρρεῖ τὴν γῆν ὁ Ὠκεανός. Ἐν τούτῳ γε μὴν νῆσοι μεγάλαι τυγχάνουσιν, αἵ δύο Βρετανικαὶ λεγόμεναι Ἄλβιον καὶ Ἰέρνη, τῶν προἱστορημένων μείζους, ὑπὲρ Κελτοὺς κείμεναι· τούτων δὲ ἐλάττους ἥ τε Ταπροβάνη πέραν Ἰνδῶν, λοξὴ πρὸς τὴν οἰκουμένην, καὶ ἡ Φοβέα καλουμένη, κατὰ τὸν Ἀράβιον κειμένη κόλπον. Οὐκ ὀλίγαι τε ἄλλαι μικραὶ περὶ τὰς Βρετανικὰς καὶ τὴν Ἰβηρίαν κύκλῳ περιεστεφάνωνται τὴν οἰκουμένην ταύτην, ἣν δὴ νῆσον εἰρήκαμεν. ἧς πλάτος μὲν κατὰ τὸ βαθύτατον τῆς ἠπείρου βραχὺ ἀποδέον τετρακισμυρίων σταδίων φασὶν οἱ εὖ γεωγραφήσαντες, μῆκος δὲ περὶ ἑπτακισμυρίους μάλιστα. διαιρεῖται δὲ εἴς τε Εὐρώπην καὶ Ἀσίαν καὶ Λιβύην.
Εὐρώπη μὲν οὖν ἐστιν ἧς ὅρος κύκλῳ στῆλαί τε Ἡρακλέους καὶ μυχοὶ Πόντου, θάλαττά τε Ὑρκανία, καθʼ ἣν στενώτατος ἰσθμὸς εἰς τὸν πόντον διήκει· τινὲς δὲ ἀντὶ τοῦ ἰσθμοῦ Τάναιν ποταμὸν εἰρήκασιν. Ἀσία δʼ ἐστὶ τὸ ἀπὸ τοῦ εἰρημένου ἰσθμοῦ τοῦ τε Πόντου καὶ τῆς Ὑρκανίας θαλάττης μέχρι θατέρου ἰσθμοῦ, ὃς μεταξὺ κεῖται τοῦ τε Ἀραβικοῦ κόλπου καὶ τῆς ἔσω θαλάττης, περιεσχημένος ὑπό τε ταύτης καὶ τοῦ πέριξ ὠκεανοῦ· τινὲς δὲ ἀπὸ Τανάιδος μέχρι Νείλου τίθενται ὅρον. Λιβύη δὲ τὸ ἀπὸ τοῦ Ἀραβικοῦ ἰσθμοῦ ἕως Ἡρακλείων στηλῶν· οἳ δὲ ἀπὸ τοῦ Νείλου φασὶν ἕως ἐκείνων. Τὴν δὲ Αἴγυπτον ὑπὸ τῶν τοῦ Νείλου στομάτων περιχεομένην οἳ μὲν τῇ Ἀσίᾳ, οἳ δὲ τῇ Λιβύῃ προσάπτουσι· καὶ τὰς νήσους οἳ μὲν ἐξαιρέτους ποιοῦσιν, οἳ δὲ προσνέμουσιν ἀεὶ ταῖς γείτοσι μοίραις. Γῆς μὲν δὴ καὶ θαλάττης φύσιν καὶ θέσιν, ἣν καλεῖν εἰώθαμεν οἰκουμένην, τοιάνδε πῃ ἱστορήκαμεν. … Περὶ δὲ τῶν ἀξιολογωτάτων ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς παθῶν νῦν λέγωμεν, αὐτὰ τὰ ἀναγκαῖα ἀνακεφαλαιούμενοι. Δύο γὰρ δή τινες ἀναθυμιάσεις ἀπʼ αὐτῆς ἀναφέρονται συνεχῶς εἰς τὸν ὑπὲρ ἡμᾶς ἀέρα λεπτομερεῖς καὶ ἀόρατοι παντάπασιν, ἔκ τε τῶν κατὰ τὰς ᾐόνας τόπων ἔκ τε ποταμῶν τε καὶ ναμάτων ἀναφερόμεναι θεωροῦνται. Τούτων δʼ ἣ μέν ἐστι ξηρὰ καὶ καπνώδης, ἀπὸ τῆς γῆς ἀπορρέουσα· ἣ δὲ νοτερὰ καὶ ἀτμώδης, ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιωμένη φύσεως. Γίγνονται δὲ ἀπὸ μὲν ταύτης ὁμίχλαι καὶ δρόσοι καὶ πάγων ἰδέαι, νέφη τε καὶ ὄμβροι καὶ χιόνες καὶ χάλαζαι· ἀπὸ δὲ τῆς ξηρᾶς ἄνεμοί τε καὶ πνεύματα διάφορα, βρονταί τε καὶ ἀστραπαὶ καὶ πρηστῆρες καὶ κεραυνοὶ καὶ τὰ ἄλλα, ἃ δὴ τούτοις ἐστὶ σύμφυλα.
Ἔστι δὲ ὁμίχλη μὲν ἀτμώδης ἀναθυμίασις ἄγονος ὕδατος, ἀέρος μὲν παχυτέρα, νέφους δὲ ἀραιοτέρα· γίνεται δὲ ἤτοι ἐξ ἀρχῆς νέφους ἢ ἐξ ὑπολείμματος. Ἀντίπαλος δὲ αὐτῇ λέγεταί τε καὶ ἔστιν αἰθρία, οὐδὲν ἄλλο οὖσα πλὴν ἀὴρ ἀνέφελός τε καὶ ἀνόμιχλος. Δρόσος δʼ ἐστὶν ὑγρὸν ἐξ αἰθρίας κατὰ σύστασιν λεπτὴν φερόμενον, κρύσταλλος δὲ ἀθρόον ὕδωρ ἐξ αἰθρίας πεπηγός, πάχνη δʼ ἐστὶν … ἡμιπαγὴς δρόσος· νέφος δʼ ἐστὶν πάχος ἀτμῶδες συνεστραμμένον γόνιμον ὕδατος· ὄμβρος δὲ γίνεται μὲν κατʼ ἐκπιασμὸν νέφους εὖ μάλα πεπαχυμμένου· διαφορὰς δὲ ἴσχει ὅσας καὶ ἡ τοῦ νέφους ἀπόθλιψις· ἠπία μὲν γὰρ οὖσα μαλακὰς ψεκάδας διασπείρει, σφοδρὰ δὲ ἁδροτέρας· καὶ τοῦτο καλοῦμεν ὄμβρον ὑετοῦ μείζονα καὶ συνεχῆ συστρέμματα ἐπὶ γῆς φερόμενα. Χιὼν δὲ γίνεται κατὰ νεφῶν πεπυκνωμένων ἀπόθραυσιν πρὸ τῆς εἰς ὕδωρ μεταβολῆς ἀνακοπέντων· ἐργάζεται δὲ ἡ μὲν κοπὴ τὸ ἀφρῶδές τε καὶ ἔκλευκον, ἡ δὲ σύμπηξις τοῦ ἐνόντος ὑγροῦ τὴν ψυχρότητα οὔπω χυθέντος οὐδὲ ἠραιωμένου. Σφοδρὰ δʼ αὕτη καὶ ἀθρόα καταφερομένη νιφετὸς ὠνόμασται. Χάλαζα δὲ γίνεται νιφετοῦ συστραφέντος καὶ βρῖθος ἐκ πιλήματος εἰς καταφορὰν ταχυτέραν λαβόντος· παρὰ δὲ τὰ μεγέθη τῶν ἀπορρηγνυμένων θραυσμάτων οἵ τε ὄγκοι μείζους αἵ τε φοραὶ γίνονται βιαιότεραι. Ταῦτα μὲν οὖν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως πέφυκε συμπίπτειν.
Ἐκ δὲ τῆς ξηρᾶς ὑπὸ ψύχους μὲν ὠσθείσης ὥστε ῥεῖν ἄνεμος ἐγένετο· οὐδὲν γάρ ἐστιν οὗτος πλὴν ἀὴρ ῥέων πολὺς καὶ ἀθρόος, ὅστις ἅμα καὶ πνεῦμα λέγεται. Καλεῖται δὲ πνεῦμα καὶ ἑτέρως ἥ τε ἐν φυτοῖς καὶ ζῴοις καὶ διὰ πάντων διήκουσα ἔμψυχός τε καὶ γόνιμος οὐσία, περὶ ἧς νῦν λέγειν οὐκ ἀναγκαῖον. Τὰ δὲ ἐν ἀέρι πνέοντα πνεύματα καλοῦμεν ἀνέμους, αὔρας δὲ τὰς ἐξ ὑγροῦ φερομένας ἐκπνοάς. Τῶν δὲ ἀνέμων οἱ μὲν ἐκ νενοτισμένης γῆς ῥέοντες ἀπόγειοι λέγονται, οἱ δὲ ἐκ κόλπων διεξᾴττοντες ἐγκολπίαι· τούτοις δὲ ἀνάλογόν τι ἔχουσιν οἱ ἐκ ποταμῶν τε καὶ λιμνῶν. Οἱ δὲ κατὰ ῥῆξιν γιγνόμενοι καὶ ἀνάλυσιν τοῦ πάχους εἰς ἑαυτοὺς ποιούμενοι ἐκνεφίαι· μεθʼ ὕδατος δὲ ἀθρόου ῥαγέντος ἐξυδρίαι λέγονται. Καὶ οἱ μὲν ἀπὸ ἀνατολῆς συνεχεῖς εὖροι κέκληνται, βορέαι δὲ οἱ ἀπὸ ἄρκτου· ζέφυροι δὲ οἱ ἀπὸ δυσμῶν· νότοι δὲ οἱ ἀπὸ μεσημβρίας. Τῶν γε μὴν εὔρων Ἀπαρκτίας μὲν λέγεται ὁ ἀπὸ τοῦ περὶ τὰς θερινὰς ἀνατολὰς τόπου ῥέων ἄνεμος, Ἀπηλιώτης δὲ ὁ ἀπὸ τοῦ περὶ τὰς ἰσημερινάς, Εὖρος δὲ ὁ ἀπὸ τοῦ περὶ τὰς χειμερινάς. Καὶ τῶν ἐναντίων ζεφύρων Ἀργέστης μὲν ὁ ἀπὸ τῆς θερινῆς δύσεως, ὅντινα καλοῦσιν οἱ μὲν Ὀλυμπίαν, οἱ δὲ Ἰάπυγα, Ζέφυρος δὲ ὁ ἀπὸ τῆς ἰσημερινῆς, Λὶψ δὲ ὁ ἀπὸ τῆς χειμερινῆς. Καὶ τῶν βορείων ἰδίως ὁ μὲν ἑξῆς τῷ Καικίᾳ καλεῖται Βορέας, Ἀπαρκτίας δὲ ὁ ἐφεξῆς ἀπὸ τοῦ πόλου κατὰ τὸ μεσημβρινόν, Θρασκίας δὲ ὁ ἑξῆς τῷ Ἀργέστῃ, ὃν ἔνιοι Καικίαν καλοῦσι. Καὶ τῶν νότων ὁ μὲν ἀπὸ τοῦ ἀφανοῦς πόλου φερόμενος, ἀντίπαλος τῷ Ἀπαρκτίᾳ, καλεῖται Νότος· Εὐρόνοτος δὲ ὁ μεταξὺ τούτου καὶ Εὔρου. Τὸν δὲ ἐπὶ θάτερα μεταξὺ Λιβός τε καὶ Νότου οἳ μὲν Λιβόνοτον, οἳ δὲ Λιβοφοίνικα καλοῦσι. Τῶν δὲ ἀνέμων οἳ μέν εἰσιν εὐθύπνοοι, ὁπόσοι διεκθέουσι πρόσω κατʼ εὐθεῖαν· οἳ δέ εἰσιν ἀνακαμψίπνοοι, καθάπερ ὁ Καικίας λεγόμενος. Καὶ οἳ μὲν χειμῶνος, καθάπερ οἱ νότοι, δυναστεύοντες, οἳ δὲ θέρους, ὡς οἱ ἐτησίαι λεγόμενοι, μῖξιν ἔχοντες τῶν τε ἀπὸ τῆς ἄρκτου φερομένων καὶ ζεφύρων. οἱ δὲ Ὀρνιθίαι καλούμενοι, ἐαρινοὶ πνέοντες ἄνεμοι, βόρειοί εἰσι τῷ γένει. Τῶν γε μὴν βιαίων πνευμάτων καταιγὶς μέν ἐστι πνεῦμα … βίᾳ καὶ ἄφνω προσαλλόμενον· λαῖλαψ δὲ καὶ στρόβιλος πνεῦμα εἱλούμενον ἄνω καὶ κάτω· ἀναφύσημα δὲ πνεῦμα γῆς ἄνω φερόμενον κατὰ τὴν ἐκ βυθοῦ τινος ἢ ῥήγματος ἀνάδοσιν· ὅταν δὲ πολὺ φέρηται εἱλούμενον, πρηστὴρ χθόνιός ἐστιν. Εἱληθὲν δὲ πνεῦμα ἐν νέφει παχεῖ τε καὶ νοτίῳ καὶ ἐξωσθὲν διʼ αὐτοῦ βιαίως ῥηγνύον τὸ πίλημα τοῦ νέφους βρόμον καὶ πάταγον μέγαν ἀπειργάσατο, βροντὴν λεγόμενον, ὥσπερ ἐν ὕδατι πνεῦμα σφοδρῶς ἐλαυνόμενον. Κατὰ δὲ τὴν τοῦ νέφους ἔκρηξιν πυρωθὲν τὸ πνεῦμα καὶ λάμψαν ἀστραπὴ λέγεται· ὃ δὴ πρότερον τῆς βροντῆς προσέπεσεν ὕστερον γενόμενον, ἐπεὶ τὸ ἀκουστὸν ὑπὸ τοῦ ὁρατοῦ πέφυκε φθάνεσθαι· τοῦ μὲν καὶ πόρρωθεν δηλουμένου, τοῦ δὲ ἐπειδὰν ἐμπελάσῃ τῇ ἀκοῇ· καὶ ὅταν τὸ μὲν τάχιστον ᾖ τῶν ὄντων, λέγω δὲ τὸ πυρῶδες, τὸ δὲ ἧττον ταχύ, τὸ ἀερῶδες, ἐν τῇ πλήξει πρὸς ἀκοὴν ἀφικνούμενον. Τὸ δὲ ἀστράψαν, ἀναπυρωθὲν βιαίως καὶ ἄχρι τῆς γῆς διεκθέον, κεραυνὸς καλεῖται· ἐὰν δὲ ἡμίπυρον ᾖ, σφοδρὸν ἄλλως καὶ ἀθρόον, πρηστήρ· ἐὰν δὲ ἄπυρον παντελῶς, τυφών. Ἕκαστον δὲ τούτων κάτω σκῆψαν εἰς γῆν σκηπτὸς ὀνομάζεται. Τῶν δὲ κεραυνῶν οἱ μὲν αἰθαλώδεις ψολόεντες λέγονται· οἱ δὲ ταχέως διᾴττοντες ἀργῆτες· ἑλικίαι δὲ οἱ γραμμοειδῶς φερόμενοι· σκηπτοὶ δὲ ὅσοι κατασκήπτουσιν εἴς τι. Συλλήβδην δὲ τῶν ἐν ἀέρι φαντασμάτων τὰ μέν ἐστι κατʼ ἔμφασιν, τὰ δὲ καθʼ ὑπόστασιν. Κατʼ ἔμφασιν μὲν ἴριδες καὶ ῥάβδοι καὶ ἁπλῶς τὰ τοιαῦτα, καθʼ ὑπόστασιν δὲ σέλα τε διᾴττοντα καὶ κομῆται καὶ τὰ τούτοις παραπλήσια. Ἶρις μὲν οὖν ἐστιν ἔμφασις ἡλίου τμήματος ἢ σελήνης, ἐν νέφει νοτερῷ καὶ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν ὡς ἐν κατόπτρῳ θεωρουμένη κατὰ κύκλου περιφάνειαν. Ῥάβδος δὲ ἴριδος ἔμφασις εὐθεῖα· ἅλως δʼ ἐστὶν ἔμφασις λαμπρότητος ἄστρου περίαυγος, διαφέρουσα τῇ ἰδιότητι, ὅτι ἡ μὲν ἶρις ἐξ ἐναντίας φαίνεται ἡλίου τε καὶ σελήνης, ἡ δʼ ἅλως κύκλῳ παντὸς ἄστρου. Σέλας δʼ ἐστὶ πυρὸς ἀθρόου ἔξαψις ἐν ἀέρι. Τῶν δὲ σελῶν τὰ μὲν ἀκοντίζεται, τὰ δὲ στηρίζεται. Ὁ μὲν οὖν ἐξακοντισμός ἐστι πυρὸς γένεσις ἐκ παρατρίψεως ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος διὰ τὸ τάχος· ὁ δὲ στηριγμὸς χωρὶς φορᾶς προμήκης ἔκτασις καὶ οἱονεὶ ἄστρου ῥύσις· πλατυνομένη δὲ κατὰ θάτερον κομήτης καλεῖται. Πολλάκις δὲ τῶν σελῶν τὰ μὲν ἐπιμένει πλείονα χρόνον, τὰ δὲ παραχρῆμα σβέννυται. Πολλαὶ δὲ καὶ ἄλλαι φασμάτων ἰδέαι θεωροῦνται, λαμπάδες τε καλούμεναι καὶ δοκίδες καὶ πωγωνίαι καὶ βόθυνοι, κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα ὧδε προσαγορευθεῖσαι. Καὶ τὰ μὲν τούτων ἑσπέρια, τὰ δὲ ἑῷα, τὰ δὲ ἀμφιφανῆ θεωρεῖται· σπανίως δὲ καὶ βόρεια καὶ νότια. Πάντα δὲ ἀβέβαια· οὐδὲ γάρ ποτέ τι τούτων ἀεὶ φανερὸν ἱστόρηται κατεστηριγμένον.
Τὰ μὲν τοίνυν ἀέρια τοιαῦτα. Ἐμπεριέχει δὲ καὶ ἡ γῆ πολλὰς ἐν ἑαυτῇ καθάπερ ὕδατος, οὕτως δὲ καὶ πνεύματος καὶ πυρὸς πηγάς· τούτων δὲ αἳ μὲν ὑπὸ γῆν εἰσιν ἀόρατοι, πολλαὶ δὲ ἀναπνοὰς ἔχουσι καὶ ἀναφυσήσεις, ὥσπερ Λίπαρά τε καὶ Αἴτνη καὶ Αἰόλου νῆσος· αἳ δʼ ἐκρέουσι πολλάκις ποταμοῦ δίκην καὶ μύδρους ἀναρριπτοῦσι διαπύρους. Ἔνιαι δὲ ὑπὸ γῆν οὖσαι πλησίον πηγαίων ὑδάτων θερμαίνουσι ταῦτα· καὶ τὰ μὲν χλιαρὰ τῶν ναμάτων ἀνιᾶσι, τὰ δὲ ὑπέρζεστα, τὰ δὲ εὖ ἔχοντα κράσεως. Ὁμοίως δὲ καὶ τῶν πνευμάτων πολλὰ πολλαχοῦ γῆς στόμια ἀνέῳκται. Καὶ τὰ μὲν ἐνθουσιᾶν ποιεῖ τοὺς ἐμπελάζοντας, … τὰ δὲ χρησμῳδεῖν, ὥσπερ τὰ ἐν Δελφοῖς καὶ τὰ ἐν Λεβαδείᾳ, τὰ δὲ καὶ παντάπασιν ἀναιρεῖ, καθάπερ τὰ ἐν Φρυγίᾳ. Πολλάκις δὲ καὶ συγγενές τι πνεῦμα εὔκρατον ἐν γῇ, παρεξωσθὲν εἰς μυχίους σήραγγας αὐτῆς, ἔξεδρον γενόμενον ἐκ τῶν οἰκείων τόπων, πολλὰ μέρη συνεκράδανε· πολλάκις δὲ πολὺ γενόμενον ἐξωσθὲν ἐν τοῖς ταύτης κοιλώμασι καὶ ἀποκλεισθὲν ἐξόδου μετὰ βίας αὐτὴν συνετίναξε, ζητοῦν ἔξοδον αὑτῷ καὶ ἀπειργάσατο τὸ πάθος τοῦτο, ὃ καλεῖν σεισμοὺς εἰώθαμεν. Τῶν δὲ σεισμῶν οἱ μὲν εἰς τὰ πλάγια σείοντες κατʼ ὀξείας γωνίας ἐπικλίνται καλοῦνται· οἱ δὲ ἄνω ῥιπτοῦντες καὶ κάτω κατʼ ὀρθὰς γωνίας βράσται· οἱ δὲ συνιζήσεις ποιοῦντες καὶ τὰ κοῖλα χασματίαι· οἱ δὲ χάσματα ποιοῦντες καὶ γῆν ἀναρρηγνύντες ῥῆκται. Τούτων δὲ οἳ μὲν καὶ πνεῦμα προσαναβάλλουσιν, οἳ δὲ πέτρας, οἳ δὲ πηλόν, οἳ δὲ πηγὰς φαίνουσι τὰς πρότερον οὐκ οὔσας. Τινὲς δὲ ἀποτρέπονται κατὰ μίαν πρόωσιν, οὓς καλοῦσιν ὤστας· οἱ δὲ ἀναπάλλοντες καὶ ταῖς εἰς ἑκάτερον ἐγκλίσεσι καὶ ἀποπάλσεσι διορθοῦντες ἀεὶ τὸ σειόμενον παλματίαι λέγονται, τρόμῳ πάθος ὅμοιον ἀπεργαζόμενοι. Γίγνονται δὲ καὶ μυκητίαι σεισμοί, σείοντες τὴν γῆν μετὰ βρόμου. Πολλάκις δὲ καὶ χωρὶς σεισμοῦ γίνεται μύκημα γῆς, ὅταν τὸ πνεῦμα σείειν μὲν μὴ αὔταρκες ᾖ, εἱλούμενον δὲ ἐν αὐτῇ κόπτηται μετὰ ῥοθίου βίας. Συσσωματοποιεῖται δὲ τὰ σείοντα πνεύματα καὶ ὑπὸ τῶν ἐν τῇ γῇ ὑγρῶν κεκραμένων.
Τὰ δὲ ἀνάλογον συμπίπτει τούτοις καὶ ἐν θαλάττῃ. Χάσματα γὰρ γίγνονται θαλάττης καὶ ἀναχωρήματα πολλάκις καὶ κυμάτων ἐπιδρομαί, ποτὲ μὲν ἀντανακοπὴν ἔχουσαι, ποτὲ δὲ πρόωσιν μόνον· ὥσπερ ἱστορεῖται περὶ Ἑλίκην τε καὶ Βοῦραν. Πολλάκις δὲ καὶ ἀναφυσήματα γίγνεται πυρὸς ἐν τῇ θαλάττῃ καὶ πηγῶν ἀναβλύσεις καὶ ποταμῶν ἐκβολαὶ καὶ δένδρων ἐκφύσεις, ῥοαί τε καὶ δῖναι ταῖς τῶν πνευμάτων ἀνάλογον, αἳ μὲν ἐν μέσοις πελάγεσιν, αἳ δὲ κατὰ τοὺς εὐρίπους τε καὶ πορθμούς. Πολλαί τε ἀμπώτεις λέγονται καὶ κυμάτων ἄρσεις συμπεριοδεύειν ἀεὶ τῇ σελήνῃ κατά τινας ὡρισμένους καιρούς. Ὡς δὲ τὸ πᾶν εἰπεῖν, τῶν στοιχείων κεκραμένων ἀλλήλοις ἐν ἀέρι τε καὶ γῇ καὶ θαλάττῃ κατὰ τὸ εἰκὸς αἱ τῶν παθῶν ὁμοιότητες συνίστανται, τοῖς μὲν ἐπὶ μέρους φθορὰς καὶ γενέσεις φέρουσαι, τὸ δὲ σύμπαν ἀγένητόν τε καὶ ἀνώλεθρον φυλάττουσαι. Καίτοι γέ τις ἐθαύμαζε, πῶς ποτε ἐκ τῶν ἐναντίων ἀρχῶν συνεστηκὼς ὁ κόσμος, λέγω δὲ ξηρῶν τε καὶ ὑγρῶν, ψυχρῶν τε καὶ θερμῶν, οὐ πάλαι διέφθαρται καὶ ἀπόλωλεν· ὡς κἂν εἰ πόλιν τινὲς θαυμάζοιεν, ὅπως διαμένει συνεστηκυῖα ἐκ τῶν ἐναντιωτάτων ἐθνῶν, πενήτων λέγω καὶ πλουσίων, νέων γερόντων, ἀσθενῶν ἰσχυρῶν, πονηρῶν χρηστῶν. Ἀγνοοῦσι δὲ ὅτι τοῦτʼ ἔστι πολιτικῆς ὁμονοίας τὸ θαυμασιώτατον, λέγω δὲ τὸ μίαν ἐκ πολλῶν καὶ ὁμοίαν ἐξ ἀνομοίων ἀποτελεῖν διάθεσιν, ὑποδεχομένην πᾶσαν καὶ φύσιν καὶ τύχην. Ἴσως δὲ τῶν ἐναντίων ἡ φύσις γλίχεται καὶ ἐκ τούτων ἀποτελεῖ τὸ σύμφωνον, οὐκ ἐκ τῶν ὁμοίων· ὥσπερ ἀμέλει τὸ ἄρρεν συνήγαγε πρὸς τὸ θῆλυ καὶ οὐχ ἑκάτερον πρὸς τὸ ὁμόφυλον, καὶ τὴν πρώτην ὁμόνοιαν διὰ τῶν ἐναντίων συνῆψεν, οὐ διὰ τῶν ὁμοίων. Ἔοικε δὲ καὶ ἡ τέχνη τὴν φύσιν μιμουμένη τὸ αὐτὸ ποιεῖν· ζῳγραφία μὲν γὰρ λευκῶν τε καὶ μελανῶν, ὠχρῶν τε καὶ ἐρυθρῶν χρωμάτων ἐγκερασαμένη φύσεις τὰς εἰκόνας τοῖς προηγουμένοις ἀπετέλεσε συμφώνως· μουσικὴ δὲ ὀξεῖς ἅμα δὲ καὶ βαρεῖς, μακρούς τε καὶ βραχεῖς φθόγγους μίξασα ἐν διαφόροις φωναῖς μίαν ἀπετέλεσεν ἁρμονίαν· γραμματικὴ δὲ φωνηέντων τε καὶ ἀφώνων γραμμάτων κρᾶσιν ποιησαμένη τὴν ὅλην τέχνην ἀπʼ αὐτῶν συνεστήσατο. Αὐτὸ δὲ τοῦτʼ ἦν παρὰ τῷ σκοτεινῷ Ἡρακλείτῳ λεγόμενον· «Συνάψειας οὖλα καὶ οὐχὶ οὖλα, συμφερόμενον καὶ διαφερόμενον, συνᾷδον καὶ διᾷδον, ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.»
Οὕτως οὖν καὶ τὴν τῶν ὅλων σύστασιν, οὐρανοῦ λέγω καὶ γῆς τοῦ τε σύμπαντος κόσμου, διὰ τῆς τῶν ἐναντιωτάτων κράσεως ἀρχῶν μία διεκόσμησεν ἁρμονία· ξηρὸν γὰρ ὑγρῷ ψυχρόν τε θερμῷ μιγέν, βαρεῖ τε κοῦφον καὶ ὀρθὸν περιφερεῖ, γῆν τε πᾶσαν … καὶ αἰθέρα καὶ ἥλιον καὶ σελήνην καὶ τὸν ὅλον οὐρανὸν ἐκόσμησε μία δὴ διὰ πάντων διήκουσα δύναμις, ἐκ τῶν ἀμίκτων καὶ ἑτεροίων, ἀέρος τε καὶ γῆς καὶ πυρὸς καὶ ὕδατος, τὸν σύμπαντα κόσμον δημιουργήσασα καὶ μιᾷ περιλαβοῦσα σφαίρας ἐπιφανείᾳ, τάς τε ἐναντιωτάτας ἐν αὐτῷ φύσεις ἀλλήλαις ἀναγκάσασα ὁμολογῆσαι καὶ ἐκ τούτων μηχανησαμένη τῷ παντὶ σωτηρίαν. Αἰτία δὲ ταύτης μὲν ἡ τῶν στοιχείων ὁμολογία, τῆς δὲ ὁμολογίας ἰσομοιρία καὶ τὸ μηδὲν αὐτῶν πλέον ἕτερον ἑτέρου δύνασθαι· τὴν γὰρ ἴσην ἀντίτασιν ἔχει τά τε βαρέα πρὸς τὰ κοῦφα καὶ τὰ θερμὰ πρὸς τὰ θάτερα, τῆς φύσεως ἐπὶ τῶν μειζόνων διδασκούσης, ὅτι τὸ ἶσον σωστικόν πώς ἐστιν ὁμονοίας, ἡ δὲ ὁμόνοια τοῦ πάντων γεννήτορός τε καὶ περικαλλεστάτου κόσμου. Τίς γὰρ ἂν εἴη φύσις τοῦδε κρείττων; Ἣν γὰρ ἂν εἴπῃ τις μέρος ἐστὶν αὐτοῦ, τό τε καλὸν πᾶν ἐπώνυμόν ἐστι τούτου καὶ τὸ τεταγμένον, ἀπὸ τοῦ κόσμου λεγόμενον κεκοσμῆσθαι. Τί δὲ τῶν ἐπὶ μέρους δύναιτο ἂν ἐξισωθῆναι τῇ κατʼ οὐρανὸν τάξει καὶ φορᾷ τῶν ἄστρων ἡλίου τε καὶ σελήνης κινουμένων ἐν ἀκριβεστάτοις μέτροις ἐξ αἰῶνος εἰς ἕτερον αἰῶνα; Τίς δὲ γένοιτʼ ἂν ἀψεύδεια τοιάδε, ἥντινα φυλάττουσιν αἱ καλαὶ καὶ γόνιμοι τῶν ὅλων ὧραι, θέρη τε καὶ χειμῶνας ἐπάγουσαι τεταγμένως, ἡμέρας τε καὶ νύκτας εἰς μηνὸς ἀποτέλεσμα καὶ ἐνιαυτοῦ; Καὶ μὴν μεγέθει μὲν οὗτος ἀνυπέρθετος, κινήσει δʼ ὀξύτατος, λαμπρότητι δὲ τηλαυγέστατος, δυνάμει δὲ ἀγήρως καὶ ἄφθαρτος. Οὗτος ἐναλίων ζῴων καὶ πεζῶν καὶ ἀερίων φύσεις ἐχώρισε καὶ βίους ἐμέτρησε ταῖς αὑτοῦ κινήσεσιν. Ἐκ τούτου πάντα ἐμπνεῖται καὶ ψυχὴν ἴσχει τὰ ζῷα. Ἐκ τούτου καὶ αἱ παράδοξοι νεοχμώσεις τεταγμένως ἀποτελοῦνται, συναραττόντων μὲν ἀνέμων παντοίων, πιπτόντων δὲ ἐξ οὐρανοῦ κεραυνῶν, ῥηγνυμένων τε χειμώνων ἐξαισίων. Διά τε τούτων τὸ νοτερὸν ἐκπιεζόμενον τό τε πυρῶδες διαπνεόμενον εἰς ὁμόνοιαν ἄγει τὸ πᾶν καὶ καθίστησιν. Ἥ τε γῆ φυτοῖς κομῶσα παντοδαποῖς, νάμασί τε περιβρύουσα καὶ περιοχουμένη ζῴοις, κατὰ καιρὸν ἐκφύουσά τε πάντα καὶ τρέφουσα καὶ δεχομένη, μυρίας φέρουσα ἰδέας καὶ πόας, τὴν ἀγήρω φύσιν ὁμοίως τηρεῖ, καίτοι καὶ σεισμοῖς τινασσομένη καὶ πλημμύραις ἐπικλυζομένη πυρκαιαῖς τε κατὰ μέρος φλογιζομένη. Πάντα δὲ ἔοικεν αὐτῇ πρὸς ἀγαθοῦ γινόμενα τὴν διʼ αἰῶνος σωτηρίαν παρέχειν. Σειομένης τε γὰρ διεξᾴττουσιν αἱ τῶν πνευμάτων παρεμπτώσεις κατὰ τὰ ῥήγματα τὰς ἀναπνοὰς ἴσχουσαι, καθὼς ἄνω λέλεκται, καθαιρομένη τε ὄμβροις ἀποκλύζεται πάντα τὰ νοσώδη, περιπνεομένη δὲ αὔραις τά τε ὑπʼ αὐτὴν καὶ τὰ ὑπὲρ αὐτὴν εἰλικρινεῖται. Καὶ μὴν αἱ φλόγες μὲν τὸ παγετῶδες ἰαίνουσιν, οἱ πάγοι δὲ τὰς φλόγας ἀνιᾶσι. Καὶ τῶν ἐπὶ μέρους τὰ μὲν γίγνεται, τὰ δὲ ἀκμάζει, τὰ δὲ φθείρεται· καὶ αἱ μὲν γενέσεις ἀνασηκοῦσι τὰς φθοράς, αἱ φθοραὶ δὲ κουφίζουσι τὰς γενέσεις. Μία δὲ ἐκ πάντων περαινομένη σωτηρία διὰ τέλους ἀντιπαρισταμένων ἀλλήλοις καὶ τὸ μὲν περικρατούντων τὸ δὲ περικρατουμένων φυλάττει τὸ σύμπαν ἄφθαρτον διʼ αἰῶνος.
Περὶ φύσεως καὶ τῶν συμβαινόντων ἐξ αὐτῆς αἰτίων.
Ἑρμοῦ ἐκ τοῦ πρὸς Τάτ.
Ἑρμῆς Ἐγώ, ὦ τέκνον, καὶ τῆς φιλανθρωπίας ἕνεκα καὶ τῆς πρὸς τὸν θεὸν εὐσεβείας πρῶτον τόδε συγγράφω. Οὐδεμία γὰρ ἂν λέγοιτο δικαιότερον εὐσέβεια τοῦ νοῆσαι τὰ ὄντα καὶ χάριν τῷ ποιήσαντι ὑπὲρ τούτων ὁμολογῆσαι, ὅπερ διατελῶν οὐ παύσομαι.
Τάτ Τί οὖν ἄν τις πράττων, ὦ πάτερ, εἰ μηδέν ἐστιν ἀληθὲς ἐνθάδε, καλῶς διαγάγοι τὸν βίον;
Ἑρμῆς Εὐσέβει, ὦ τέκνον. Ὁ δὲ εὐσεβῶν ἄκρως φιλοσοφήσει· χωρὶς γὰρ φιλοσοφίας ἄκρως εὐσεβῆσαι ἀδύνατον· ὁ δὲ μαθὼν οἷα ἔστι καὶ πῶς διατέτακται καὶ ὑπὸ τίνος καὶ ἕνεκεν τίνος, χάριν εἴσεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει· ὁ δὲ εὐσεβῶν εἴσεται καὶ ποῦ ἐστιν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη, καὶ μαθὼν ἔτι μᾶλλον εὐσεβέστερος ἔσται. Οὐδέποτε γάρ, ὦ τέκνον, ψυχὴ ἐν σώματι οὖσα καὶ κουφίσασα ἑαυτὴν ἐπὶ τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθῆσαι δύναται ἐπὶ τὸ ἐναντίον· δεινὸν γὰρ ἔρωτα ἴσχει καὶ λήθην πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα, καὶ οὐκέτι ἀποστῆναι δύναται τοῦ ἀγαθοῦ. Τοῦτʼ, ὦ τέκνον, τοῦτο εὐσεβείας ἔστω τέλος, ἐφʼ ὃ ἀφικνούμενος καὶ καλῶς βιώσῃ καὶ εὐδαιμόνως τεθνήξῃ τῆς ψυχῆς σου μὴ ἀγνοούσης ποῦ αὐτὴν δεῖ ἀναπτῆναι. Αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, ἡ πρὸς ἀλήθειαν ὁδός, ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν καὶ ὁδεύσαντες ἔτυχον τοῦ ἀγαθοῦ. Σεμνὴ αὕτη ὁδὸς καὶ λεία, χαλεπὴ δὲ ψυχῇ ὁδεῦσαι ἐν σώματι οὔσῃ. Πρῶτον μὲν γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ καὶ διάστασιν μεγάλην ποιῆσαι καὶ ὑπὸ τοῦ ἑνὸς μέρους πλεονεκτηθῆναι. Ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ σύστασις, τοῦ μὲν φεύγοντος, τῶν δὲ καθελκόντων κάτω, καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνεται τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόντων. Ἡ δὲ νίκη ἀμφοτέρων οὐχ ὁμοία· τὸ μὲν γὰρ πρὸς τὸ ἀγαθὸν σπεύδει, τὰ δὲ πρὸς τὰ κακὰ κατοικεῖ· καὶ τὸ μὲν ἐλευθερωθῆναι ποθεῖ, τὰ δὲ τὴν δουλείαν ἀγαπᾷ. Κἂν μὲν νικηθῇ τὰ δύο μέρη, μεμένηκεν ἑαυτῶν ἔρημα καὶ τοῦ ἄρχοντος· ἐὰν δὲ τὸ ἓν ἡττηθῇ, ὑπὸ τῶν δύο ἄγεται καὶ φέρεται τιμωρούμενον τῇ ἐνθάδε διαίτῃ. Οὗτός ἐστιν, ὦ τέκνον, ὁ τῆς ἐκεῖσε ὁδοῦ ἀγών· δεῖ γάρ σε, ὦ τέκνον, πρῶτον τὸ σῶμα πρὸ τοῦ τέλους ἐγκαταλεῖψαι καὶ νικῆσαι τὸν ἐναγώνιον βίον καὶ νικήσαντα οὕτως ἀνελθεῖν.
Νῦν δέ, ὦ τέκνον, ἐν κεφαλαίοις τὰ ὄντα διεξελεύσομαι· νοήσεις γὰρ τὰ λεγόμενα μεμνημένος ὧν ἤκουσας.
Πάντα τὰ ὄντα κινεῖται· μόνον τὸ μὴ ὂν ἀκίνητον.
Πᾶν σῶμα μεταβλητόν, οὐ πᾶν σῶμα διαλυτόν.
Οὐ πᾶν ζῷον θνητόν, οὐ πᾶν ζῷον ἀθάνατον.
Τὸ διαλυτὸν φθαρτόν, τὸ μένον ἀμετάβλητον, τὸ ἀμετάβλητον ἀίδιον.
Τὸ ἀεὶ γινόμενον ἀεὶ καὶ φθείρεται, τὸ δὲ ἅπαξ γινόμενον οὐδέποτε φθείρεται οὐδὲ ἄλλο τι γίνεται.
Πρῶτον ὁ θεός, δεύτερον ὁ κόσμος, τρίτον ὁ ἄνθρωπος.
Ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος διὰ τὸν θεόν.
Ψυχῆς τὸ μὲν αἰσθητικὸν θνητόν, τὸ δὲ λογικὸν ἀθάνατον.
Πᾶσα οὐσία ἀθάνατος, πᾶσα οὐσία μεταβλητή.
Πᾶν τὸ ὂν διττόν, οὐδὲν τῶν ὄντων ἕστηκεν.
Οὐ πάντα ψυχῇ κινεῖται, πᾶν δὲ ὂν ψυχὴ κινεῖ.
Πᾶν τὸ πάσχον αἴσθεται, οὐ πᾶν τὸ αἰσθόμενον πάσχει.
Πᾶν τὸ λυπούμενον καὶ ἥδεται, οὐ πᾶν τὸ ἡδόμενον λυπεῖται.
Οὐ πᾶν σῶμα νοσεῖ· πᾶν σῶμα νοσοῦν διαλυτόν.
Ὁ νοῦς ἐν τῷ θεῷ, ὁ λογισμὸς ἐν τῷ ἀνθρώπῳ.
Ὁ λόγος ἐν τῷ νοί, ὁ νοῦς ἀπαθής.
Οὐδὲν ἐν σώματι ἀληθές, ἐν ἀσωμάτῳ τὸ πᾶν ἀψευδές.
Πᾶν τὸ γενόμενον μεταβλητόν, οὐ πᾶν τὸ γενόμενον φθαρτόν.
Οὐδὲν ἀγαθὸν ἐπὶ τῆς γῆς, οὐδὲν κακὸν ἐν τῷ οὐρανῷ.
Ὁ θεὸς ἀγαθός, ὁ ἄνθρωπος κακός.
Τὸ ἀγαθὸν ἑκούσιον, τὸ κακὸν ἀκούσιον.
Οἱ θεοὶ τὰ ἀγαθὰ αἱροῦνται ὡς ἀγαθά …
Ἡ εὐνομία μετὰ θεοῦ ὁμόνοια· ἡ εὐνομία ὁ νόμος.
Θεῖος χρόνος, νόμος ἀνθρώπινος.
Κακία κόσμου τροφή, χρόνος ἀνθρώπου φθορά.
Πᾶν τὸ ἐν οὐρανῷ ἀμετάθετον, πᾶν τὸ ἐπὶ γῆς μεταθετόν.
Οὐδὲν ἐν οὐρανῷ δοῦλον, οὐδὲν ἐπὶ γῆς ἐλεύθερον.
Οὐδὲν ἄγνωστον ἐν οὐρανῷ, οὐδὲν γνώριμον ἐπὶ τῆς γῆς.
Οὐ κοινωνεῖ τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, κοινωνεὶ τὰ ἐπὶ γῆς τοῖς ἐν οὐρανῷ.
Πάντα τὰ ἐν οὐρανῷ ἄμωμα, πάντα τὰ ἐπὶ γῆς ἐπίμωμα.
Τὸ ἀθάνατον οὐ θνητόν, τὸ θνητὸν οὐκ ἀθάνατον.
Τὸ σπαρὲν οὐ πάντως γενητόν, τὸ δὲ γενητὸν πάντως καὶ σπαρέν.
Διαλυτοῦ σώματος δύο χρόνοι· ὁ ἀπὸ τῆς σπορᾶς μέχρι τῆς γενέσεως καὶ ὁ ἀπὸ τῆς γενέσεως μέχρι τοῦ θανάτου· τοῦ ἀιδίου σώματος χρόνος ἐκ τῆς γενέσεως μόνος.
Τὰ διαλυτὰ σώματα αὔξεται καὶ μειοῦται.
Ἡ διαλυτὴ ὕλη εἰς τὰ ἐναντία ἐναλλοιοῦται· ἡ δὲ ἀίδιος ἢ εἰς αὑτὴν ἢ εἰς τὰ ὅμοια.
Γένεσις ἀνθρώπου φθορᾶς, φθορὰ ἀνθρώπου γενέσεως ἀρχή.
Τὸ ἀπογιγνόμενον καὶ ἐπιγίγνεται, τὸ ἐπιγιγνόμενον καὶ ἀπογίγνεται.
Τῶν ὄντων τὰ μὲν ἐν σώμασίν εἰσι, τὰ δὲ ἐν ἰδέαις, τὰ δὲ ἐν ἐνεργείαις· σῶμα δὲ ἐν ἰδέαις, ἰδέα δὲ καὶ ἐνέργεια ἐν σώματί ἐστι.
Τὸ ἀθάνατον οὐ μετέχει τοῦ θνητοῦ, τὸ δὲ θνητὸν τοῦ ἀθανάτου μετέχει.
Τὸ μὲν θνητὸν εἰς ἀθάνατον σῶμα οὐκ ἔρχεται, τὸ δὲ ἀθάνατον εἰς θνητὸν παραγίνεται.
Αἱ ἐνέργειαι οὐκ εἰσὶν ἀνωφερεῖς, ἀλλὰ κατωφερεῖς.
Οὐδὲν ὠφελεῖ τὰ ἐπὶ γῆς τὰ ἐν οὐρανῷ, πάντα ὠφελεῖ τὰ ἐν οὐρανῷ τὰ ἐπὶ γῆς.
Ὁ οὐρανὸς σωμάτων ἀιδίων δεκτικός, ἡ γῆ σωμάτων φθαρτικῶν δεκτική.
Ἡ γῆ ἄλογος, ὁ οὐρανὸς λογικός.
Τὰ ἐν οὐρανῷ ὑπόκειται, τὰ ἐπὶ γῆς τῇ γῇ ἐπίκειται.
Ὁ οὐρανὸς πρῶτον στοιχεῖον, ἡ γῆ ὕστατον στοιχεῖον.
Πρόνοια θεία τάξις, ἀνάγκη προνοίᾳ ὑπηρέτις.
Τύχη φορὰ ἄτακτος, ἐνεργείας εἴδωλον, δόξα ψευδής.
Τί θεός; ἄτρεπτον ἀγαθόν· τί ἄνθρωπος; τρεπτὸν κακόν.
Τούτων τῶν κεφαλαίων μεμνημένος καὶ ὧν σοι διὰ πλειόνων λόγων διεξῆλθον εὐκόλως ἀναμνησθήσῃ· ταῦτα γὰρ ἐκείνων εἰσὶ περιοχαί. Τὰς μέντοι πρὸς τοὺς πολλοὺς ὁμιλίας παραιτοῦ· φθονεῖν μὲν γάρ σε οὐ βούλομαι, μᾶλλον δὲ ὅτι πολλοῖς δόξεις καταγέλαστος εἶναι. Τὸ γὰρ ὅμοιον πρὸς τὸ ὅμοιον παραλαμβάνεται, ἀνόμοιος δὲ ἀνομοίῳ οὐδέποτε φίλος. Οὗτοι δὲ οἱ λόγοι ὀλίγους παντελῶς τοὺς ἀκροατὰς ἔχουσιν ἢ τάχα οὐδὲ τοὺς ὀλίγους ἕξουσιν. Ἔχουσι δέ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παροξύνουσι πρὸς τὴν κακίαν· διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν.
Τάτ Πῶς εἶπας, ὦ πάτερ;
Ἑρμῆς Οὕτως, ὦ τέκνον. Πᾶν τὸ ζῷον τὸ ἀνθρώπινον ἐπιρρεπέστερόν ἐστιν εἰς τὴν κακίαν καὶ ταύτῃ σύντροφον γίγνεται, διὸ καὶ ἥδεται αὐτῇ. Τοῦτο δὲ τὸ ζῷον ἐὰν μάθῃ ὅτι γενητὸς ὁ κόσμος καὶ πάντα κατὰ πρόνοιαν καὶ ἀνάγκην γίνεται, εἱμαρμένης πάντων ἀρχούσης, οὕτω πολλῷ ἑαυτοῦ χεῖρον ἔσται, καταφρονῆσαν μὲν τοῦ παντὸς ὡς γενητοῦ, τὰς δὲ αἰτίας τοῦ κακοῦ τῇ εἱμαρμένῃ ἀναφέρον, οὐδʼ ἀφέξεταί ποτε παντὸς ἔργου κακοῦ. Διὸ φυλακτέον αὐτούς, ὅπως ἐν ἀγνοίᾳ ὄντες ἔλαττον ὦσι κακοὶ φόβῳ τοῦ ἀδήλου.
Ἐκ τοῦ Ἀρχύτου Περὶ ἀρχᾶν.
Ἀνάγκα δύο ἀρχὰς εἶμεν τῶν ὄντων, μίαν μὲν τὰν συστοιχίαν ἔχοισαν τῶν τεταγμένων καὶ ὁριστῶν, ἑτέραν δὲ τὰν συστοιχίαν ἔχοισαν τῶν ἀτάκτων καὶ ἀορίστων. Καὶ τὰν μὲν ῥητὰν καὶ λόγον ἔχοισαν καὶ τὰ ἐόντα ὁμοίως συνέχεν καὶ τὰ μὴ ἐόντα ὁρίζεν καὶ συντάσσεν — πλατιάζοισαν γὰρ ἀεὶ τοῖς γινομένοις εὐλόγως καὶ εὐρύθμως ἀνάγεν ταῦτα καὶ τὸ καθόλω οὐσίας τε καὶ ἰδέας μεταδιδόμεν· τὰν δʼ ἄλογον καὶ ἄρρητον καὶ τὰ συντεταγμένα λυμαίνεσθαι καὶ τὰ ἐς γένεσίν τε καὶ ὠσίαν παραγενόμενα διαλύεν — πλατιάζοισαν γὰρ ἀεὶ τοῖς πράγμασιν ἐξομοιοῦν αὑτᾷ ταῦτα.
Ἀλλʼ ἐπείπερ ἀρχαὶ δύο κατὰ γένος ἀντιδιαιρεόμεναι τὰ πράγματα τυγχάνοντι τῷ τὰν μὲν εἶμεν ἀγαθοποιόν, τὰν δʼ εἶμεν κακοποιόν, ἀνάγκα καὶ δύο λόγως εἶμεν, τὸν μὲν ἕνα τᾶς ἀγαθοποιῶ φύσιος, τὸν δʼ ἕνα τᾶς κακοποιῶ. Διὰ τοῦτο καὶ τὰ τέχνᾳ καὶ τὰ φύσι γινόμενα δύο τούτων πράτων μετείληφε, τᾶς τε μορφῶς καὶ τᾶς ὠσίας. Καὶ ἁ μὲν μορφώ ἐντι ἁ αἰτία τῶ τόδε τι εἶμεν· ἁ δὲ ὠσία τὸ ὑποκείμενον, παραδεχόμενον τὰν μορφώ.
Οὔτε δὲ τᾷ ὠσίᾳ οἷόν τέ ἐντι μορφῶς μετεῖμεν αὐτᾷ ἐξ αὑτᾶς, οὔτε μὰν τὰν μορφὼ γενέσθαι περὶ τὰν ὠσίαν, ἀλλʼ ἀνάγκα ἁτέραν τινὰ εἶμεν αἰτίαν, τὰν κινάσοισαν τὰν ἐστὼ τῶν πραγμάτων ἐπὶ τὰν μορφώ· ταύταν δὲ τὰν πράταν τᾷ δυνάμι καὶ καθυπερτάταν εἶμεν τᾶν ἀλλᾶν· ὀνομάζεσθαι δʼ αὐτὰν ποθάκει θεόν· ὥστε τρεῖς ἀρχὰς εἶμεν ἤδη, τόν τε θεὸν καὶ τὰν ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφώ. Καὶ τὸν μὲν θεὸν τὸν τεχνίταν καὶ τὸν κινέοντα, τὰν δʼ ἐστὼ τὰν ὕλαν καὶ τὸ κινεόμενον, τὰν δὲ μορφὼ τὰν τέχναν καὶ ποθʼ ἃν κινέεται ὑπὸ τῶ κινέοντος ἁ ἐστώ.
Ἀλλʼ ἐπεὶ τὸ κινεόμενον ἐναντίας ἑαυτῷ δυνάμιας ἴσχει τὰς τῶν ἁπλόων σωμάτων, τὰ δʼ ἐναντία συναρμογᾶς τινος δεῖται καὶ ἑνώσιος, ἀνάγκα ἀριθμῶν δυνάμιας καὶ ἀναλογίας καὶ τὰ ἐν ἀριθμοῖς καὶ γαμετρικοῖς δεικνύμενα παραλαμβάνεν, ἃ καὶ συναρμόξαι καὶ ἑνῶσαι τὰν ἐναντιότατα δυνασεῖται ἐν τᾷ ἐστοῖ τῶν πραγμάτων ποττὰν μορφώ. Καθʼ αὑτὰν μὲν γὰρ ἔσσα ἁ ἐστὼ ἄμορφός ἐντι, κιναθεῖσα δὲ ποττὰν μορφὰ ἔμμορφος γίνεται καὶ λόγον ἔχοισα τὸν τᾶς συντάξιος. Ὁμοίως δὲ καὶ τὸ διʼ ὃ κινέεται τὸ κινεόμενόν ἐντι τὸ πράτως κινέον· ὥστʼ ἀνάγκα τρεῖς εἶμεν τὰς ἀρχάς, τάν τε ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφὼ καὶ τὸ ἐξ αὑτῶ κινατικὸν καὶ πρᾶτον τᾷ δυνάμι. Τὸ δὲ τοιοῦτον οὐ νόον μόνον εἶμεν δεῖ, ἀλλὰ καὶ νόω τι κρέσσον· νόω δὲ κρέσσον ἐντί, ὅπερ ὀνομάζομεν θεόν, φανερόν. —
Ὁ μὲν τῶ ἴσω λόγος περὶ τὰν ῥητὰν καὶ λόγον ἔχοισαν φύσιν ἐντί· ὁ δὲ τῶ ἀνίσω περὶ τὰν ἄλογον καὶ ἄρρητον· αὕτα δʼ ἐντὶ ἁ ἐστώ· καὶ διὰ τοῦτο γένεσις καὶ φθορὰ γίνεται περὶ ταύταν καὶ οὐκ ἄνευ ταύτας.
Ἐκ τῶν Πορφυρίου πρὸς τὰ νοητὰ ἀφορμῶν.
Τὰ κατηγορούμενα τοῦ αἰσθητοῦ καὶ ἐνύλου ἀληθῶς ἐστὶ ταῦτα, τὸ πάντῃ εἶναι διαπεφορημένον, τὸ μεταβλητὸν εἶναι, τὸ ὑφεστάναι ἐν ἑτερότητι, τὸ σύνθετον εἶναι, τὸ μὴ καθʼ ἑαυτὸ αὐτὸ ὑπάρχειν, τὸ ἐν τόπῳ, τὸ ἐν ὄγκῳ θεωρεῖσθαι καὶ ὅσα τούτοις παραπλήσια· τοῦ δὲ ὄντως ὄντος καὶ καθʼ αὑτὸ ὑφεστηκότος αὐτοῦ τὸ εἶναι ἀεὶ ἐν ἑαυτῷ ἱδρυμένον, τὸ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχειν, τὸ ἐν ταὐτότητι οὐσιῶσθαι, τὸ ἀμετάβλητον εἶναι κατʼ οὐσίαν, τὸ ἀσύνθετον, τὸ μήτε λυτὸν μήτε ἐν τόπῳ εἶναι μήτε εἰς ὄγκον διαπεφορῆσθαι, τὸ μήτε γιγνόμενον μήτε ἀπολλύμενον εἶναι καὶ ὅσα τοιαῦτα, ὧν ἐχομένους δεῖ μηδὲν ἐπαλλάττοντας περὶ τῆς διαφόρου αὐτῶν φύσεως καὶ αὐτοὺς λέγειν καὶ ἄλλων λεγόντων ὑπακούειν.
Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα.
Ἡ ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος, καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. Τυγχάνει γὰρ οὖσα ἀεικίνητος κατʼ οὐσίαν, κατὰ νόησιν αὐτοκίνητος, οὐκ ἔν τινι κινουμένη, οὐ πρός τι, οὐχ ἕνεκέν τινος· προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖται τῶν ὑστέρων. Τὸ ἔν τινι τοίνυν ἐστὶν ὁ τόπος καὶ χρόνος καὶ φύσις, τὸ δὲ πρός τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα, τὸ δὲ οὗ ἕνεκα τὸ σῶμα· ἕνεκα γὰρ σώματος καὶ χρόνος καὶ τόπος καὶ φύσις. Ταῦτα δὲ κατὰ συγγενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις, ἐπεί τοι γε τὸ σῶμα ἐδεῖτο τόπου — ἀμήχανον γὰρ ἦν συστῆναι σῶμα ἄνευ τόπου — καὶ μεταβάλλεται φυσικῶς, ἀδύνατον δὲ μεταβολὴν εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως, οὐδὲ σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας. Ἕνεκα τοίνυν τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμενος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐᾷ ἀπόλλυσθαι τὸ μεταβαλλόμενον· μεταβαλλόμενον δὲ ἀφʼ ἑτέρου εἰς ἕτερον μεταπίπτει καὶ τῆς μὲν ἕξεως στερίσκεται, τοῦ δὲ εἶναι σῶμα συστατὸν οὐχί· μεταβληθὲν δὲ εἰς ἕτερον τὴν τοῦ ἑτέρου ἕξιν ἔχει. Τὸ γὰρ σῶμα, ᾗ σῶμα, μένει σῶμα· ἡ δὲ ποιὰ διάθεσις οὐ μένει· τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται. Ἀσώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις. Τυγχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος. Ἰδιότης δὲ τοῦ τόπου περιοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, φύσεως δὲ κίνησις, ἁρμονίας δὲ φιλία, σώματος δὲ μεταβολή· ἰδιότης δὲ ψυχῆς ἡ κατʼ οὐσίαν νόησις.
Ἀρχύτου ἐκ τοῦ Περὶ ἀρχᾶν.
Ἀρχὰ τᾶς τῶν ἐόντων γνώσιος τὰ αὐτόθεν φαινόμενα. Τῶν δʼ αὐτόθεν φαινομένων τὰ μέν ἐντι νοατά, τὰ δʼ αἰσθατά· νοατὰ μὲν τὰ ἀκίνητα, αἰσθατὰ δὲ τὰ κινεόμενα. Κριτήριον δὲ τῶν μὲν νοατῶν ὁ νόος, τῶν δʼ αἰσθατῶν ἁ αἴσθασις. Τῶν δὲ μὴ αὐτόθεν φαινομένων τὰ μέν ἐντι ἐπιστατά, τὰ δὲ δοξαστά· ἐπιστατὰ μὲν τὰ ἀκίνητα, δοξαστὰ δὲ τὰ κινεόμενα. Δεῖ δὲ ταῦτα τρία νοᾶσαι, τό τε κρῖνον καὶ τὸ κρινόμενον καὶ ποθʼ ὅπερ κρίνεται. Καὶ τὸ μὲν κρῖνον εἶμεν τὸν νόον καὶ τὰν αἴσθασιν, τὸ δὲ κρινόμενον τὸν λόγον· ποθʼ ὅπερ δὲ κρίνεται τὸ αὐτόθεν φαινόμενον· τούτω δὲ τὸ μὲν νοατόν, τὸ δʼ αἰσθατόν. Ἐπικρίνει δὲ ὁ νόος τὸν λόγον, ὅκα μὲν ποτὶ τὸ νοατὸν ποτιβάλλων, ὅκα δὲ ποτὶ τὸ αἰσθατόν. Ὅκκα μὲν γὰρ περὶ νοατῶν μαστεύηται ὁ λόγος, ποτὶ τὸ νοατὸν ποτιβάλλει, ὅκκα δὲ περὶ αἰσθατῶν, ποτὶ τὸ αἰσθατόν. Καὶ διʼ αὐτὸ ψευδογραφίαι ἐν γαμετρίᾳ κατὰ σχήματα καὶ ἀριθμὼς ἐμφαίνονται, αἰτιολογίαι δὲ καὶ εἰκοτολογίαι ἐν φυσιολογίᾳ καὶ πολιτικᾷ κατὰ γένεσιν καὶ πράξιας. Τὸ μὲν γὰρ ὅτι ἐν διπλόῳ λόγῳ ἁρμονία τυγχάνει, ποτὶ τὸ νοατὸν ποτιβάλλων ὁ λόγος γινώσκει· τὸ δʼ ὅτι συμφωνεῖ ὁ διπλόος λόγος, διὰ τᾶς αἰσθάσιος ἐπιμαρτυρεῖται. Καὶ τῶν μαχανικῶν δὲ τοὶ λόγοι ποττὰ νοατὰ ποτιβάλλοντι σχήματα καὶ ἀριθμὼς καὶ ἀναλογίας, τὰ δὲ ἀποτελέσματα ποτὶ τὰ αἰσθητά· μεθʼ ὕλας γὰρ ταῦτα θεωρεῖται καὶ κινάσιος. Καθόλω δὲ ἀμάχανον γνῶμεν τὸ διὰ τί ἐν ἑκάστῳ μὴ προειδότας τὸ τί ἐντι ἕκαστον. Κρίνεται δὲ τὸ μὲν τί ἐντι ἕκαστον τῶν ἐόντων τῷ νόῳ· τὸ δʼ ὅτι ἐντὶ ἢ ὅτι οὕτως ἔχει, λόγῳ καὶ αἰσθάσι· λόγῳ μέν, ὅκκα δεῖξίν τινος σαμάνωμεν διὰ συλλογισμῶ, ὑπάρχοντος ἐξ ἀνάγκας· αἰσθάσι δʼ, ὅκκα ἐπιμαρτυρώμεθα τὸν λόγον διὰ τᾶς αἰσθάσιος.
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
Τάτ Ὀρθῶς ταῦτα ἀπέδειξας, ὦ πάτερ· ἐκεῖνα δὲ ἔτι με δίδαξον. Ἔφης γάρ που τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἐνέργειαν εἶναι τοῦ λογικοῦ· νῦν δὲ φὴς τὰ ἄλογα ζῷα στερήσει τοῦ λογικοῦ ἄλογα εἶναι καὶ κεκλῆσθαι· δῆλον δʼ ὅτι ἀνάγκη κατὰ τοῦτον τὸν λόγον τὰ ἄλογα ζῷα μὴ μετέχειν ἐπιστήμης μηδὲ τέχνης διὰ τὸ ἐστερῆσθαι τοῦ λογικοῦ.
Ἑρμῆς Ἀνάγκη γάρ, ὦ τέκνον.
Τάτ Πῶς οὖν ὁρῶμεν, ὦ πάτερ, τινὰ τῶν ἀλόγων ἐπιστήμῃ καὶ τέχνῃ χρώμενα, οἷον τοὺς μύρμηκας τὰς τροφὰς ἀποθῃσαυριζομένους τοῦ χειμῶνος καὶ τὰ ἀέρια ζῷα ὁμοίως καλιὰς ἑαυτοῖς συντιθέντα, τὰ δὲ τετράποδα γνωρίζοντα τοὺς φωλεοὺς τοὺς ἰδίους;
Ἑρμῆς Ταῦτα, ὦ τέκνον, οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ ποιεῖ, ἀλλὰ φύσει. Ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη διδακτά εἰσι· τούτων δὲ τῶν ἀλόγων οὐδεὶς οὐδὲν διδάσκεται. Τὰ δὲ φύσει γιγνόμενα ἐνεργείᾳ μὲν γίγνεται καθολικῇ· τὰ δὲ ἐπιστήμῃ καὶ τέχνῃ εἰδικῶς παραγίγνεται, οὐ πᾶσι· τὰ δὲ πᾶσι γιγνόμενα ὑπὸ φύσεως ἐνεργεῖται. Οἷον οἱ ἄνθρωποι πάντες ἄνω βλέπουσιν, οὐ πάντες δὲ ἄνθρωποι μουσικοὶ οὐδὲ πάντες τοξόται ἢ κυνηγοὶ οὐδὲ τὰ ἄλλα πάντα· ἀλλὰ τινὲς αὐτῶν τι ἔμαθον ἐπιστήμης καὶ τέχνης ἐνεργούσης. Τὸν αὐτὸν τρόπον εἰ μέν τινες τῶν μυρμήκων τοῦτο ἔπραττον, οἳ δʼ οὔ, καλῶς ἂν ἔλεγες ἐπιστήμῃ αὐτὸ τοῦτο πράττειν καὶ τέχνῃ συνάγειν τὰς τροφάς· εἰ δὲ πάντες ὁμοίως ἄγονται ὑπὸ τῆς φύσεως ἐπὶ τοῦτο καὶ ἄκοντες, δῆλον ὅτι οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ τοῦτο πράττουσιν.
Ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσιν καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. Διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτάς φημι εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι. Τὰ γὰρ πρός τι ἢ ἕνεκά τινος γενόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα ἀδύνατον ἀργά ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας. Τὸ γὰρ ὂν ἀεὶ ἔσται, ταὐτὸ γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωή ἐστι. Τούτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. Διὸ καὶ αὐτὴν τὴν σωμάτωσίν φημι ἀιδίαν ἐνέργειαν εἶναι. Εἰ γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστιν, ἐνέργεια καὶ ἡ σωματοποίησις, εἴγε ἀεὶ ἔστι.
Παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι, ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γίνεσθαι τὸν ἄνθρωπον ἐνεργοῦσιν, ὁμοῦ τῇ ψυχῇ περὶ τὸ ἄλογον οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡλικίας τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι. Αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι. Καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητὰ αὗται σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. Καὶ αὐτῇ μέντοι τῇ ψυχῇ συγγίγνονται χωρὶς σώματος· ἀεὶ δὲ ἐνέργειαί εἰσιν, οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματι θνητῷ ἐστι· δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι, αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι. Ἱερὸς λόγος ἐστίν, ὦ τέκνον, οὗτος. Συνεστάναι μὲν σῶμα χωρὶς ψυχῆς οὐ δύναται, τὸ δὲ εἶναι δύναται.
Τάτ Πῶς τοῦτο λέγεις, ὦ πάτερ;
Ἑρμῆς Οὕτω νόησον, ὦ Τάτ· τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος ἐπιμένει αὐτὸ τὸ σῶμα· τοῦτο δὲ τὸ σῶμα παρὰ τὸν τῆς ἐπιμονῆς χρόνον ἐνεργεῖται διαλυόμενον καὶ ἀειδὲς γιγνόμενον· ταῦτα δὲ οὐ δύναται πάσχειν τὸ σῶμα χωρὶς ἐνεργείας. Ἐπιμένει οὖν τῷ σώματι ἡ ἐνέργεια αὕτη ψυχῆς χωρισθείσης. Αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει — πᾶν γὰρ τὸ ἐνεργοῦν κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται — καὶ τὸ μὲν κρατοῦν ἐπιτακτικὸν καὶ ἐλεύθερον ὂν ἄγει, τὸ δὲ δοῦλον φέρεται.
Αἱ μὲν οὖν ἐνέργειαι οὐ μόνον τὰ ἔμψυχα ἐνεργοῦσι σώματα, ἀλλὰ καὶ τὰ ἄψυχα, ξύλα καὶ λίθους καὶ τὰ ἄλλʼ ὁμοίως, αὔξουσαί τε καὶ καρποφυοῦσαι καὶ πεπαίνουσαι καὶ φθείρουσαι καὶ τήκουσαι καὶ σήπουσαι καὶ θρύπτουσαι καὶ τὰ ὅμοια ἐνεργοῦσαι, ὅσα δύναται σώματα ἄψυχα πάσχειν. Ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, αὐτὸ τοῦτο, ὅ τί ποτέ ἐστι τὸ γιγνόμενον· ἀεὶ δὲ γίγνεσθαι δεῖ καὶ πολλά, μᾶλλον δὲ πάντα· οὐδέποτε γὰρ χηρεύει τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερόμενος ἐν ἑαυτῷ κυίσκει τὰ ὄντα, οὐδέποτε ἀπολειφθησόμενα αὐτὰ τῆς φθορᾶς. Πᾶσα οὖν ἐνέργεια νοείσθω, ὡς ἀεὶ ἀθάνατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἱῳδήποτε σώματι.
Τῶν δὲ ἐνεργειῶν αἳ μέν εἰσι τῶν θείων σωμάτων, αἳ δὲ τῶν φθαρτῶν, καὶ αἳ μὲν καθολικαί, αἳ δὲ εἰδικαί, καὶ αἳ μὲν τῶν γενῶν, αἳ δὲ τῶν μερῶν ἑνὸς ἑκάστου. Θεῖαι μὲν οὖν εἰσιν αἱ εἰς τὰ ἀίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί εἰσιν, ὡς εἰς τέλεια σώματα· μερικαὶ δὲ αἱ διʼ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· εἰδικαὶ δὲ αἱ εἰς ἕκαστον τῶν ὄντων τί.
Οὗτος οὖν ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. Εἰ γὰρ ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι, πολλὰ δὲ σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. Ἐν ἑνὶ γὰρ πολλάκις σώματί ἐστι μία καὶ δευτέρα καὶ τρίτη χωρὶς τῶν παρεπομένων καθολικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ὄντως σωματικάς, διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένας· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν. Ἕτεραι δέ εἰσιν εἰδικαὶ ἐνέργειαι ταῖς ψυχαῖς τῶν ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων καὶ ἐνεργημάτων. Παρέπονται γὰρ ταῖς ἐνεργείαις αἱ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν αἱ αἰσθήσεις εἰσί.
Νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας καὶ αἰσθήσεως· ἡ μὲν ἐνέργεια ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις ἐν τῷ σώματι οὖσα καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ αὐτὴν σωματοποιήσασα. Διόπερ τὰς αἰσθήσεις καὶ σωματικὰς καὶ θνητάς φημι εἶναι, τοσοῦτον συνεστώσας, ὅσον καὶ τὸ σῶμα. Καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνήσκουσι· τὰ δὲ ἀθάνατα σώματα αὐτὰ μὲν αἴσθησιν οὐκ ἔχει, ὡς ἐξ οὐσίας τοιαύτης συνεστῶτα· ἡ γὰρ αἴσθησις οὐδʼ ὅλως ἄλλου ἐστὶ ἢ τοῦ προσγενομένου τῷ σώματι κακοῦ ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ πάλιν αὖ ἀπογενομένου. Τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί τι οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνεται.
Τάτ Ἐν παντὶ οὖν σώματι αἴσθησις αἰσθάνεται;
Ἑρμῆς Ἐν παντί, ὦ τέκνον, καὶ ἐνέργειαι ἐν πᾶσιν ἐνεργοῦσι.
Τάτ Καὶ τοῖς ἀψύχοις, ὦ πάτερ;
Ἑρμῆς Καὶ τοῖς ἀψύχοις, ὦ τέκνον. Διαφοραὶ δέ εἰσι τῶν αἰσθήσεων· αἱ μὲν τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων σωματικαί εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων αἰσθήσεις μέν εἰσι, παθητικαὶ δὲ κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. Τὸ δὲ πάθος καὶ ἡ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὴ τῶν ἐνεργειῶν. Τῶν δὲ ἐμψύχων ζῴων εἰσὶ δύο ἄλλαι ἐνέργειαι, αἳ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά· χωρὶς τούτων ζῷον ἔμψυχον καὶ μάλιστα λογικὸν αἴσθεσθαι ἀδύνατον· διὸ καὶ ἰδέας ταύτας εἶναί φημι τῶν λογικῶν μᾶλλον ζῴων ἐπικράτουσας. Αὗται δὲ οὖσαι σωματικαὶ ἀνακινοῦνται ὑπὸ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν, διὸ καὶ ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι. Τό τε γὰρ χαίρειν μεθʼ ἡδονῆς τὴν αἴσθησιν παρέχον πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει τῷ παθόντι, ἥ τε λύπη ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχεται· διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν.
Τάτ Ἡ αὐτὴ δʼ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος, ὦ πάτερ;
Ἑρμῆς Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν;
Τάτ Οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα ἂν εἴη, ὦ πάτερ, εἰ ἡ αἴσθησις ἐν σώματι οὖσα τυγχάνει;
Ἑρμῆς Ἐὰν ἐν σώματι αὐτὴν θῶμεν, ὦ τέκνον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν. Ἡ δὲ αἴσθησις οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχὴ οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα, οὐκ ἂν οὖν εἴη ἀσώματον· εἰ δʼ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη· τῶν γὰρ ὄντων δεῖ τὰ μὲν σώματα εἶναι, τὰ δὲ ἀσώματα.
Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα.
Κινεῖται δὲ τὸ κινούμενον κατʼ ἐνέργειαν τῆς κινήσεως τῆς κινούσης τὸ πᾶν. Ἡ γὰρ φύσις τοῦ παντὸς τῷ παντὶ παρέχει κινήσεις, μίαν μὲν τὴν κατὰ δύναμιν αὐτῆς, ἑτέραν δὲ τὴν κατʼ ἐνέργειαν· καὶ ἣ μὲν διήκει διὰ τοῦ σύμπαντος κόσμου καὶ ἐντὸς συνέχει· ἣ δὲ παρήκει καὶ ἐκτὸς περιέχει· καὶ διὰ πάντων πεφοιτήκασι κοινῇ. Καὶ ἡ φύσις πάντων, φύουσα τὰ γιγνόμενα, φυὴν παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν τὰ ἑαυτῆς σπέρματα, γενέσεις δʼ ἔχουσα διʼ ὕλην κινητήν. Κινουμένη δὲ θερμαίνεται καὶ γίγνεται ἡ ὕλη πῦρ καὶ ὕδωρ, τὸ μὲν σθεναρὸν καὶ ἰσχυρόν, τὸ δὲ πάσχον. Τὸ δὲ πῦρ ἐναντιούμενον τῷ ὕδατι ἐξήρανε τοῦ ὕδατος, καὶ ἐγένετο ἡ γῆ ὀχουμένη ἐπὶ τοῦ ὕδατος. Περιξηραινομένου δὲ ἀτμὸς ἐγένετο ἐκ τῶν τριῶν, τοῦ τε ὕδατος καὶ τῆς γῆς καὶ τοῦ πυρός, καὶ ἐγένετο ἀήρ. Ταῦτα συνῆλθε κατὰ τὸν τῆς ἁρμονίας λόγον, θερμὸν ψυχρῷ, ξηρὸν ὑγρῷ, καὶ ἐκ τῆς συμπνοίας τούτων ἐγένετο πνεῦμα καὶ σπέρμα ἀνάλογον τῷ περιέχοντι πνεύματι. Τοῦτο δὲ ἐς τὴν μήτραν ἐμπεσὸν οὐκ ἠρεμεῖ ἐν τῷ σπέρματι, οὐκ ἠρεμοῦν δὲ μεταβάλλει τὸ σπέρμα, μεταβαλλόμενον δὲ αὔξην ἴσχει καὶ μέγεθος. Ἐπὶ τῷ μεγέθει δὲ εἴδωλον ἐπισπᾶται σχήματος καὶ σχηματίζεται· ὀχεῖται δὲ ἐπὶ τῷ σχήματι τὸ εἶδος, διʼ οὗ καὶ εἰδωλοποιεῖται τὸ εἰδωλοποιούμενον. Ἐπεὶ τοίνυν τὸ πνεῦμα οὐκ εἶχεν ἐν τῇ νηδύι τὴν ζωτικὴν κίνησιν, τὴν δὲ βλαστικήν, καὶ ταύτην ἥρμοσεν ἁρμονία, ὑποδοχὴν οὖσαν τῆς διανοητικῆς ζωῆς. Ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς ἀμεταβλησίας. Τὸ δʼ ἐν τῇ νηδύι ἀριθμοῖς λοχεύει καὶ μαιοῦται καὶ εἰς τὸν ἔξω ἀέρα ἄγει· καὶ ἐγγυτάτω ψυχὴ οὖσα οἰκειοῦται, οὐ κατὰ τὴν συγγενικὴν ἰδιότητα ἀλλὰ τὴν καθειμαρμένην· οὐ γὰρ ἔρως ἐστὶν αὐτῇ μετὰ σώματος εἶναι. Διὰ τοῦτο καθʼ εἱμαρμένην παρέχει τῷ γιγνομένῳ διανοητικὴν κίνησιν καὶ νοερὰν ζωῆς αὐτῆς οὐσίαν· παρεισέρπει γὰρ τῷ πνεύματι καὶ κινεῖ ζωτικῶς.
Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα πρὸς Τάτ.
Καὶ ὁ μὲν κύριος καὶ πάντων δημιουργὸς τῶν ἀιδίων σωμάτων, ὦ Τάτ, ἅπαξ ποιήσας οὐκέτι ἐποίησεν οὐδὲ ποιεῖ. Ταῦτα γὰρ ἑαυτοῖς παραδοὺς καὶ ἑνώσας ἀλλήλοις ἀφῆκε φέρεσθαι, μηδὲν ἐνδέοντα, ὡς ἀίδια. Εἰ δὲ δέονται τινῶν, ἀλλήλων δεήσονται, οὐδεμιᾶς δὲ τῆς ἔξωθεν ἐπιφορᾶς, ὡς ἀθάνατα. Ἔδει γὰρ τὰ ὑπʼ ἐκείνου σώματα γενόμενα τοιαύτην ἔχειν καὶ τὴν φύσιν. Ὁ δὲ ἡμέτερος δημιουργὸς ἐν σώματι ὢν ἐποίησεν ἡμᾶς καὶ ποιεῖ ἀεὶ καὶ ποιήσει σώματα διαλυτὰ καὶ θνητά. Οὐ γὰρ θέμις ἦν αὐτῷ μιμεῖσθαι τὸν ἑαυτοῦ δημιουργόν, ἄλλως τε καὶ ἀδύνατον ὄν. ὃ μὲν γὰρ ἐκ τῆς πρώτης οὐσίας ἐποίησεν οὔσης ἀσωμάτου, ὃ δὲ ἐκ τῆς γειναμένης σωματώσεως ἐποίησεν ἡμᾶς. Εἰκότως οὖν κατὰ τὸν ὀρθὸν λόγον ἐκεῖνα μὲν τὰ σώματα, ὡς ἐξ ἀσωμάτου οὐσίας γεγεννημένα, ἀθάνατά ἐστι· τὰ δὲ ἡμέτερα διαλυτὰ καὶ θνητά, ὡς τῆς ὕλης ἡμῶν ἐκ σωμάτων συνεστώσης, διὰ τὸ ἀσθενῆ εἶναι καὶ πολλῆς ἐπικουρίας δεόμενα. Πῶς γὰρ ἂν καὶ τὸ τυχὸν ἀντέσχεν ὁ σύνδεσμος ἡμῶν τῶν σωμάτων, εἰ μή τινα εἶχεν ἐπεισερχομένην τροφὴν ἐκ τῶν ὁμοίων στοιχείων καὶ ὑπεσωμάτου ἡμᾶς καθʼ ἑκάστην τὴν ἡμέραν; Καὶ γὰρ γῆς τε καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος ἐπιρροὴ ἡμῖν γίγνεται, ἥ τις τὰ σώματα ἡμῶν νεοποιοῦσα συνέχει τὸ σκῆνος· ὥστε καὶ πρὸς τὰς κινήσεις ἐσμὲν ἀσθενέστεροι, φέροντες κινήσεις μηδὲ ἡμέρας μιᾶς. Εὖ γὰρ ἴσθι, ὦ τέκνον, ὅτι εἰ μὴ ἐν ταῖς νυξὶν ἡμῶν ἀνεπαύετο τὰ σώματα, οὐκ ἂν πρὸς μίαν ἡμέραν ἀντέσχομεν. Ὅθεν ἀγαθὸς ὢν ὁ δημιουργὸς πάντα προεπιστάμενος, εἰς διαμονὴν τοῦ ζῴου ἐποίησε τὸν ὕπνον, μέγιστον τοῦ καμάτου τῆς κινήσεως, καὶ ἐπʼ ἰσότητος ἔταξεν ἑκατέρῳ χρόνον, μᾶλλον δὲ τῇ ἀναπαύλῃ πλείονα. Μεγίστην δὲ νόει, τέκνον, τοῦ ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττω δʼ ἐκείνης. Καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνέργεια, τὸν αὐτὸν τρόπον καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς τοῦ ὕπνου. Ἄνεσις γὰρ καὶ ἄφεσίς ἐστι τῶν συνδέτων μελῶν καὶ ἔσωθεν ἐνεργεῖ σωματοποιῶν τὴν ἐπεισελθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων· τὸ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν τοῖς ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις καὶ φλεψί, τὸ δὲ πῦρ τῇ ὁράσει. Διόπερ καὶ ἥδεται ἄκρως τὸ σῶμα τοῦ ὕπνου ταύτην ἐνεργοῦντος τὴν ἡδονήν.
Πλάτωνος ἐκ τοῦ Κρατύλου.
Τὸ σῶμα λέγεις; Πολλαχῇ μοι δοκεῖ τοῦτό γε· ἂν μὲν καὶ σμικρόν τις παρακλίνῃ, καὶ πάνυ· καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. Δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς, ὧν δὴ ἕνεκα δίδωσι· τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα· εἶναι οὖν τῆς ψυχῆς τοῦτο αὐτό, ὥσπερ ὀνομάζεται, ἕως ἂν ἐκτίσῃ τὰ ὀφειλόμενα, τὸ σῶμα, καὶ οὐδὲν δεῖν παράγειν οὐδὲν γράμμα.
Πλουτάρχου.
Ὡσαύτως δὲ καὶ Ὅμηρος ἐδήλωσε· τὸ μὲν γὰρ τῶν ζώντων ἀεὶ δέμας προσαγορεύει, ὡς ἐν τούτοις· ἐπεὶ οὔ ἑθέν ἐστι χερείων οὐ δέμας οὐδὲ φυήν. Τὸ δὲ ἀποβεβληκὸς τὴν ψυχὴν σῶμα καλεῖ· Σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. Τὸ γὰρ αὐτὸ τῆς ψυχῆς δεσμὸς μὲν ἦν καὶ δέμας κρατουμένης, σῶμα δὲ ἀπολείπεται, τουτέστι σῆμα καὶ ἴχνος, ἀπελθούσης.
Ἑρμοῦ.
Ἔστι τοίνυν τὸ προὸν ἐπὶ πάντων τῶν ὄντων καὶ τῶν ὄντως ὄντων. Προὸν γάρ ἐστι, διʼ οὗ ἡ οὐσιότης ἡ καθόλου λεγομένη κοινὴ νοεῖται τῶν ὄντως ὄντων καὶ τῶν ὄντων τῶν καθʼ ἑαυτὰ νοουμένων. Τὰ δὲ ἐναντία τούτοις κατὰ τὸ ἕτερον πάλιν αὐτὰ καθʼ ἑαυτά ἐστι φύσις, οὐσία αἰσθητή, ἔχουσα ἐν ἑαυτῇ αἰσθητὰ πάντα. Μεταξὺ δὲ τούτων νοηματικοὶ καὶ αἰσθητοὶ θεοί· … τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ δοξαστά, τὰ κοινωνοῦντα τῶν νοηματικῶν θεῶν. Αὗται δὲ εἰκόνες εἰσὶ νοημάτων, οἷον ἥλιος εἰκών ἐστι τοῦ ἐπουρανίου δημιουργοῦ θεοῦ. Καθάπερ γὰρ ἐκεῖνος τὸ ὅλον ἐδημιούργησε, καὶ ὁ ἥλιος δημιουργεῖ τὰ ζῷα καὶ γεννᾷ τὰ φυτὰ καὶ τῶν πνευμάτων πρυτανεύει.
Περὶ τῆς τῶν ζώιων γενέσεων.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Ἐπειδὴ δὲ πάντα ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον, κενούμενον ἔφθινε, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται. τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντες, ὥσθʼ ἕτερον ζῷον εἶναι, φυτεύουσιν· ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασῶς πρὸς ἡμᾶς ἔσχε· πρὶν δʼ ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα. Πᾶν γὰρ οὖν ὅ τι περ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατον· μετέχει γε μὴν τοῦτο, ὃ νῦν λέγομεν, τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστι τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς μετὰ ἐπιθυμιῶν. πάσχον γὰρ διατελεῖ πάντα· στραφέντι δὲ αὐτῷ ἐν ἑαυτῷ περὶ ἑαυτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσιν οὐ παρέδωκεν ἡ γένεσις· διὸ δὴ ζῇ μὲν ἔστι τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγε διὰ τὸ τῆς ὑφʼ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.
Περὶ συλλήψεως.
Ἐν πόσωι χρόνωι διαρθροῦται τὸ ἔμβρυον.
Ἀπὸ ποίου ἄρχεται μορίου μορφοῦσθαι τὸ ἔμβρυον.
Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα.
Πῶς τέρατα γίνεται.
Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις ἢ τὼν προγόνων.
Ἑρμοῦ ἐκ τῆς Ἀφροδίτης.
Παρὰ τί δὲ τὰ βρέφη ὅμοια τοῖς γονεῦσι γίνεται ἢ συγγενείαις ἀποδίδοται; Ἐκθήσω λόγον. Ὅταν νοστίμου αἵματος ἐξαφρουμένου ἡ γέννησις ἀποθησαυρίζῃ γόνον, συμβαίνει πως ἐκπνεῖν ἐκ τοῦ σώματος ὅλου μελῶν οὐσίαν τινὰ κατὰ θείαν ἐνέργειαν, ὡς τοῦ αὐτοῦ ἀνθρώπου γινομένου, τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἰκὸς γίγνεσθαι. Ὅταν οὖν καθυπερτερήσῃ τὸ ῥυὲν ἀπὸ τοῦ ἀνδρὸς καὶ ἄθικτον γένηται, τῷ πατρὶ ὁμοιούμενον τὸ βρέφος ἀποδειχθήσεται, ὡς τὸ ἀνάπαλιν τὸν αὐτὸν τρόπον τῇ μητρί· ἐὰν δέ τινος μέρους καθυπερτέρησις γένηται, πρὸς ἐκεῖνο τὸ μέρος ἀφομοιοῦται. Ἔσθʼ ὅτε δὲ καὶ εἰς μακρὰς γενεὰς παραβάλλει τὸ βρέφος τῇ μορφῇ τοῦ γεννήσαντος, ἐκείνου δεκανοῦ λόγον ἔχοντος πρὸς τὴν ὥραν, ἐν ᾗ ἡ γυνὴ ἐπαιδοποίει.
Πῶς ἄλλοις ὅμοιοι γίνονται οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσι.
Διατί αἱ ἡμίονοι στεῖραι.
Πῶς δίδυμα γίνεται καὶ τρίδυμα.
Εἰ τὸ ἔμβρυον ζῶιον.
Πῶς τρέφεται τὰ ἔμβρυα.
Διατί τὰ ἑπταμηνιαῖα γόνιμα.
Οἱ δὲ περὶ τὸν Ἀριστοτέλην καὶ Ἱπποκράτην φασίν, ἐὰν μὲν ἐκπληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα· ἐὰν δὲ προκύψῃ μέν, μὴ τρέφηται δέ, ἀσθενήσαντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γενέσθαι τὸ ἔμβρυον, ἄτροφον εἶναι. Ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκύψαν τότε ὁλόκληρόν ἐστι.
Πόσα γένη ζώιων καὶ εἰ πάντα λογικὰ καὶ αἰσθητά.
Πλάτων καὶ Ἀριστοτέλης τέτταρα γένη ζῴων· χερσαῖα, ἔνυδρα, πτηνά, οὐράνια. Καὶ γὰρ τὰ ἄστρα ζῷα λέγεσθαι, τὸν κόσμον καὶ τὸν ἔνθεον ζῷον λογικὸν ἀθάνατον.
Περὶ ὕπνου καὶ θανάτου.
Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῶια.
Πλάτων Θαλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα. Φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντεταμένους ἔχειν τοὺς κλάδους καὶ ταῖς ἐπαγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη.
Ἀριστοτέλης ἔμψυχα μέν. οὐ μὴν ζῷα. Τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά.
Περὶ τροφῆς καὶ ὀρέξεως τῶν ζώιων.
Περὶ φύσεως ἀνθρώπων.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Καὶ δὴ καὶ τὰ νῦν ἡμῖν ἐξ ἀρχῆς παραγγελθέντα διεξελθεῖν περὶ τοῦ παντὸς μέχρι γενέσεως ἀνθρωπίνης σχεδὸν ἔοικε τέλος ἔχειν. Τὰ γὰρ ἄλλα ζῷα ᾗ γέγονεν αὖ διὰ βραχέων ἐπιμνηστέον, ὃ μή τις ἀνάγκη μηκύνειν· οὕτω γὰρ ἐμμετρότερός τις αὑτῷ ἂν δόξειε περὶ τοὺς τοιούτων λόγους εἶναι. Τῇδʼ οὖν τὸ τοιοῦτον ἔστω λεγόμενον. Τῶν γενομένων ἀνδρῶν ὅσοι δειλοὶ καὶ τὸν βίον ἀδίκως διῆλθον, κατὰ λόγον τὸν εἰκότα γυναῖκες μετεφύοντο ἐν τῇ δευτέρᾳ γενέσει. Καὶ κατʼ ἐκεῖνον δὴ τὸν χρόνον διὰ ταῦτα θεοὶ τὸν τῆς ξυνουσίας ἔρωτα ἐτεκτήναντο, ζῷον τὸ μὲν ἐν ἡμῖν, τὸ δʼ ἐν ταῖς γυναιξὶ συστήσαντες ἔμψυχον, τοιῷδε τρόπῳ ποιήσαντες ἑκάτερον. Τὴν τοῦ ποτοῦ διέξοδον, ᾗ διὰ τοῦ πνεύμονος τὸ πῶμα ὑπὸ τοὺς νεφροὺς εἰς τὴν κύστιν ἐλθὸν καὶ τῷ πνεύματι θλιφθὲν συνεκπέμπει δεχομένη συνέτρησαν εἰς τὸν ἐκ τῆς κεφαλῆς κατὰ τὸν αὐχένα καὶ διὰ τῆς ῥάχεως μυελὸν ξυμπεπηγότα, ὃν δὴ σπέρμα ἐν τοῖς πρόσθεν λόγοις εἴπομεν. ὃ δέ, ἅτε ἔμψυχος ὢν καὶ λαβὼν ἀναπνοὴν τοῦθʼ ᾗπερ ἀνέπνευσε, τῆς ἐκροῆς ζωτικὴν ἐπιθυμίαν ἐμποιήσας αὐτῷ, τοῦ γεννᾶν ἔρωτα ἀπετέλεσε. Διὸ δὴ τῶν μὲν ἀνδρῶν τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου, πάντων διʼ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν· αἱ δʼ ἐν ταῖς γυναιξὶ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπῶς ἀγανακτοῦν φέρει καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνεῖν οὐκ ἐῶν, εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχρι περ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως ξυναγαγόντες, οἷον ἀπὸ δένδρων καρπὸν ἀποδρέψαντες, ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες, μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν. Γυναῖκες μὲν οὖν καὶ τὸ θῆλυ πᾶν οὕτω γέγονε· τὸ δὲ τῶν ὀρνίθων φῦλον μετερρυθμίζετο, ἀντὶ τριχῶν πτερὰ φῦον, ἐκ τῶν ἀκάκων ἀνδρῶν, κούφων δέ, καὶ μετεωρολογικῶν μέν, ἡγουμένων δὲ διὰ ὄψεως τὰς περὶ τούτων ἀποδείξεις βεβαιοτάτας εἶναι διʼ εὐήθειαν. Τὸ δʼ αὖ πεζὸν καὶ θηριῶδες γέγονεν ἐκ τῶν μηδὲν προσχρωμένων φιλοσοφίᾳ μηδὲ ἀθρούντων τῆς περὶ τὸν οὐρανὸν φύσεως πέρι μηδέν, διὰ τὸ μηκέτι ταῖς ἐν τῇ κεφαλῇ χρῆσθαι περιόδοις, ἀλλὰ τοῖς περὶ τὰ στήθη τῆς ψυχῆς ἡγεμόσιν ἕπεσθαι μέρεσιν. Ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τά τʼ ἔμπροσθεν κῶλα καὶ τὰς κεφαλὰς εἰς γῆν ἑλκόμενα ὑπὸ συγγενείας ἤρεισαν, προμήκεις τε καὶ παντοίας ἔσχον τὰς κορυφάς, ὅπῃ συνεθλίφθησαν ὑπὸ ἀργίας ἑκάστων αἱ περιφοραί. Τετράπουν τε τὸ γένος αὐτῶν ἐκ ταύτης ἐφύετο καὶ πολύπουν τῆς προφάσεως, θεοῦ βάσεις ὑποτιθέντος πλείους τοῖς μᾶλλον ἄφροσιν, ὡς μᾶλλον ἐπὶ γῆν ἕλκοιντο. Τοῖς δʼ ἀφρονεστάτοις αὐτῶν τούτων καὶ παντάπασι πρὸς γῆν πᾶν τὸ σῶμα κατατεινομένοις, ὡς οὐδὲν ἔτι ποδῶν χρείας οὔσης, ἄποδα αὐτὰ καὶ ἰλυσπώμενα ἐπὶ γῆς ἐγέννησαν. Τὸ δὲ τέταρτον γένος ἔνυδρον γέγονεν ἐκ τῶν μάλιστα ἀνοητοτάτων καὶ ἀμαθεστάτων, οὓς οὐδὲ ἀναπνοῆς καθαρᾶς ἔτι ἠξίωσαν οἱ μεταπλάττοντες, ὡς τὴν ψυχὴν ὑπὸ πλημμελείας πάσης ἀκαθάρτως ἐχόντων, ἀλλʼ ἀντὶ λεπτῆς καὶ καθαρᾶς ἀναπνοῆς ἀέρος εἰς ὕδατος θολερὰν καὶ βαθεῖαν ἔωσαν ἀνάπνευσιν· ὅθεν ἰχθύων γένος καὶ τὸ τῶν ὀστρέων ξυναπάντων τε ὅσα ἔνυδρα γέγονε, δίκην ἀμαθίας ἐσχάτης ἐσχάτας οἰκήσεις εἰληχότων. Καὶ κατὰ ταῦτα δὴ πάντα τότε καὶ νῦν διαμείβεται τὰ ζῷα εἰς ἄλληλα, νοῦ καὶ ἀνοίας ἀποβολῇ καὶ κτήσει μεταβαλλόμενα. Καὶ δὴ καὶ τέλος περὶ τοῦ παντὸς νῦν ἤδη τὸν λόγον φῶμεν ἔχειν· θνητὰ γὰρ καὶ ἀθάνατα ζῷα λαβὼν καὶ συμπληρωθεὶς ὅδε ὁ κόσμος, οὕτω ζῷον ὁρατὸν τὰ ὁρατὰ περιέχον, εἰκὼν τοῦ ποιητοῦ θεὸς αἰσθητός, μέγιστος καὶ ἄριστος κάλλιστός τε καὶ τελεώτατος γέγονεν, εἷς οὐρανὸς ὅδε, μονογενὴς ὤν.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Πρῶτον μὲν οὖν αἴσθησιν ἀναγκαῖον εἴη πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι· δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμιγμένον ἔρωτα· πρὸς δὲ τούτοις φόβον τε καὶ θυμόν, ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα.
Πλάτωνος ἐκ τοῦ Κρατύλου.
Ὀρθῶς ὁ ἄνθρωπος ἄνθρωπος ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Τοὺς μὲν χρηστοὺς καὶ πονηροὺς σφόδρα ὀλίγους εἶναι ἑκατέρους, τοὺς δὲ μεταξὺ πλείστους.
Πλάτωνος Νόμων εʹ.
Καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθʼ ἡμᾶς λανθανέτω περὶ τόπων, ὡς οὐκ εἰσί τινες ἄλλοι διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους, οἷς οὐκ ἐναντία νομοθετητέον. Οἳ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ διʼ εἱλήσεις ἀλλόκοτοί τέ εἰσι καὶ ἐναίσιοι αὐτῶν, οἳ δὲ διʼ ὕδατα, οἳ δὲ διʼ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφὴν ἀναδιδοῦσαν, οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς ψυχαῖς δὲ οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ἐμποιεῖν.
Ἐκ τῶν Ἀριστοτέλους Φυσιογνωμονικῶν.
Ὅτι αἱ διάνοιαι ἕπονται τοῖς ἀνθρώποις καὶ οὐκ εἰσὶν αὐταὶ καθʼ αὑτάς, ἀπαθεῖς μένουσαι τῶν τοῦ σώματος κινήσεων, τοῦτο δῆλον γίνεται ἐν ταῖς μέθαις καὶ ἀρρωστίαις· πολὺ γὰρ ἐξαλλάττουσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων. Καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερόν ἐστι περί τε τοὺς ἔρωτας καὶ τοὺς φόβους καὶ τὰς λύπας καὶ τὰς ἡδονάς. Ἔτι δὲ ἐν τοῖς φύσει γιγνομένοις μᾶλλον ἄν τις συνίδοι, ὅτι οὕτως ἔχει πρὸς ἄλληλα σῶμά τε καὶ ψυχὴ συμφυῆ, ὥστε τῶν πλείστων ἀλλήλοις αἴτια γίγνεσθαι παθημάτων. Οὐδὲν γάρ που ζῷον γεγένηται τοιοῦτον, ὃ τὸ μὲν εἶδος ἔσχηκέ τι ἑτέρου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου, ἀλλʼ ἀεὶ τοῦ αὐτοῦ τό τε σῶμα καὶ ἡ ψυχή, ὡς ἀναγκαῖον ἕπεσθαι τῷ τοιῷδε σώματι τοιάνδε διάνοιαν. Ἔτι δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν ἱππικοί τε ἵππους καὶ κυνηγετικοὶ κύνας. Εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, ἀληθὴς ἂν εἴη ἡ φυσιογνωμονία.
Πλάτωνος Νόμων ζʹ.
Μεταβολὴν γὰρ δὴ πάντων πλὴν κακῶν πολὺ σφαλερώτατον εὑρήσομεν, ἐν ὥραις πάσαις, ἐν πνεύμασι καὶ διαίταις σωμάτων, ἐν τρόποις ψυχῶν, ἐν ὡς ἔπος εἰπεῖν οὐ τοῖς μὲν τοῖς δʼ οὔ, πλὴν ὅπερ εἶπον νῦν δὴ κακοῖς· ὥστε εἴ τις ἀποβλέψειε πρὸς σώματα, ὡς πᾶσι μὲν σιτίοις πᾶσι δὲ ποτοῖς καὶ πόνοις ξυνήθη γιγνόμενα, καὶ τὸ πρῶτον ταραχθέντα ὑπʼ αὐτῶν, ἔπειτα ἐξ αὐτῶν τούτων ὑπὸ χρόνου σάρκας φύσαντα οἰκείας τούτοις, φίλα τε καὶ ξυνήθη καὶ γνώριμα γενόμενα πάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγείαν ἄριστα διάγει· καὶ ἐάν ποτʼ ἄρα ἀναγκασθῇ μεταβάλλειν αὖθις ἡντινοῦν τῶν εὐδοκίμων διαιτῶν, τότε κατʼ ἀρχὰς συνταραχθεὶς ὑπὸ νόσων μόγις ποτὲ κατέστη τὴν συνήθειαν τῇ τροφῇ πάλιν ἀπολαβών· ταὐτὸν δὴ δεῖ νομίζειν τοῦτο γίγνεσθαι καὶ περὶ τὰς τῶν ἀνθρώπων διανοίας τε ἅμα καὶ τὰς τῶν ψυχῶν φύσεις. Οἷς γὰρ ἂν ἐντραφῶσι νόμοις καὶ κατά τινα θείαν εὐτυχίαν ἀκίνητοι γένωνται μακρῶν καὶ πολλῶν χρόνων, ὡς μηδένα ἔχειν μνείαν μηδὲ ἀκοὴν τοῦ ποτὲ ἄλλως αὐτὰ σχεῖν ἢ καθάπερ νῦν ἔχει, σέβεται καὶ φοβεῖται πᾶσα ἡ ψυχὴ τό τι κινεῖν τῶν τότε καθεστώτων.
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
Ἑρμῆς Κοινωνία δέ ἐστι ψυχῶν, καὶ κοινωνοῦσι μὲν αἱ τῶν θεῶν ταῖς τῶν ἀνθρώπων, αἱ δὲ τῶν ἀνθρώπων ταῖς τῶν ἀλόγων. Ἐπιμελοῦνται δὲ οἱ κρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων, ἄνθρωποι δὲ τῶν ἀλόγων, ὁ δὲ θεὸς πάντων. Ὁ μὲν οὖν κόσμος ὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθρωπος τῷ κόσμῳ, τὰ δὲ ἄλογα τῷ ἀνθρώπῳ, ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα. Καὶ τοῦ μὲν θεοῦ καθάπερ ἀκτῖνες αἱ ἐνέργειαι· τοῦ δὲ κόσμου αἱ φύσεις· τοῦ δὲ ἀνθρώπου αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι. Καὶ αἱ μὲν ἐνέργειαι διὰ τοῦ κόσμου ἐνεργοῦσι καὶ ἐπὶ τὸν ἄνθρωπον διὰ τῶν τοῦ κόσμου φυσικῶν αἰτίων, αἱ δὲ φύσεις διὰ τῶν στοιχείων, οἱ δὲ ἄνθρωποι διὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν. Καὶ αὕτη ἡ τοῦ παντὸς διοίκησις ἠρτημένη ἐκ τῆς τοῦ ἑνὸς φύσεως καὶ διήκουσα διʼ ἑνὸς τοῦ νοῦ, οὗ οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον καὶ ἑνωτικώτερον ἀνθρώπων μὲν πρὸς θεούς, θεῶν δὲ πρὸς ἀνθρώπους. Οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων· ὅθεν μακαρία ψυχὴ ἡ τούτου πληρεστάτη, κακοδαίμων δὲ ψυχὴ ἡ τούτου κενωτάτη.
Τάτ Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ;
Ἑρμῆς Οἴει οὖν, ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει τὸν ἀγαθόν; περὶ γὰρ τούτου ὁ νῦν λόγος, οὐ τοῦ ὑπηρετικοῦ, περὶ οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆς δίκης. Ψυχὴ γὰρ χωρὶς τοῦ νοῦ «οὔτε τι εἰπεῖν οὔτʼ ἔρξαι δύναται». Πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς, καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλʼ ἀλόγῳ ζῴῳ ἔοικε. Τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ, ἀλλʼ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν τῷ σώματι προσκειμένην καὶ ὑπʼ αὐτοῦ ἀγχομένην κάτω· ἡ τοιαύτη δὲ ψυχή, ὦ τέκνον, νοῦν οὐκ ἔχει. Ὅθεν οὐδʼ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον· ὁ γὰρ ἄνθρωπος θεῖον ζῷόν ἐστι καὶ οὐδὲ τοῖς ἄλλοις ζῴοις συγκρινόμενον τῶν ἐπιγείων τισίν, ἀλλὰ τοῖς ἄνω ἐν οὐρανῷ λεγομένοις θεοῖς. Μᾶλλον δὲ εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως ἰσοδυναμοῦσιν ἀλλήλοις. Οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆς κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει καὶ μετρεῖ αὐτὸν καὶ τὸ πάντων μεῖζον οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίγνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτοῦ τῆς ἐκτάσεως. Διὸ τολμητέον εἰπεῖν, τὸν μὲν ἄνθρωπον τὸν ἐπίγειον εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον. Διόπερ διὰ τούτων τὰ πάντα διοικεῖται τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ τοῦ ἑνὸς πάντα.
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
Ὁ μὲν ἄνθρωπος τὸ δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν. — Ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον· ὁ νοῦς ἐν τῷ λόγῳ, ὁ λόγος ἐν τῇ ψυχῇ, ἡ ψυχὴ ἐν τῷ πνεύματι, τὸ πνεῦμα ἐν τῷ σώματι. Τὸ δὲ πνεῦμα διῆκον διὰ φλεβῶν καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ τὸ ζῷον καὶ ὥσπερ τρόπον τινὰ βαστάζει. Διὸ καί τινες τὴν ψυχὴν αἷμα νομίζουσιν εἶναι, σφαλλόμενοι τὴν φύσιν, οὐκ εἰδότες, ὅτι πρῶτον δεῖ τοῦ πνεύματος ἀναχωρήσαντος εἰς τὴν ψυχὴν τὸ αἷμα παγῆναι καὶ τὰς φλέβας καὶ τὰς ἀρτηρίας κενωθῆναι, καὶ τότε τὸ ζῷον ἐκλείπειν· καὶ τοῦτο ἔστιν ὁ θάνατος τοῦ σώματος.
Πλάτωνος Πολιτείας δʹ.
Ἆρʼ οὖν ἡμῖν, ἦν δʼ ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἤθη ἅπερ ἐν τῇ πόλει; οὐ γάρ που ἄλλοθεν ἐκεῖσε ἀφῖκται. Γελοῖον γὰρ ἂν εἴη, εἴ τις οἰηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐκγεγονέναι, οἳ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδόν τι κατὰ τὸν ἄνω τόπον· ἢ τὸ φιλομαθές, ὃ δὴ περὶ τὸν παρʼ ἡμῖν μάλιστʼ ἄν τις αἰτιάσαιτο τόπον· ἢ τὸ φιλοχρήματον, ὃ περὶ τούς τε Φοίνικας εἶναι καὶ τοὺς κατʼ Αἴγυπτον φαίη τις ἂν οὐχ ἥκιστα.
Πλάτωνος Πολιτείας δʹ.
Ἴθι δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου. Ἆρα οὕτως ἔλεγες, τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δʼ ἀφυῆ, ἐν ᾧ ὃ μὲν ῥᾳδίως τι μανθάνοι, ὃ δὲ χαλεπῶς; καὶ ὃ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὃ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἃ ἔμαθε σῴζοιτο; καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοίη τῇ διανοίᾳ, τῷ δʼ ἐναντιοῖτο; Ἆρʼ ἄλλʼ ἄττα ἐστὶν ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου; —Οὐδείς, ἦ δʼ ὅς, ἄλλα φήσει.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Μέγιστον δὲ καὶ λοιπὸν τῶν κοινῶν περὶ ὅλον τὸ σῶμα παθημάτων, τὸ τῶν ἡδέων καὶ τὸ τῶν ἀλγεινῶν αἴτιον, ἐν οἷς διεληλύθαμεν, καὶ ὅσα διὰ τῶν τοῦ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὑτοῖς ἡδονάς τε ἑπομένας ἔχει. Ὧδʼ οὖν κατὰ παντὸς αἰσθητοῦ καὶ ἀναισθήτου παθήματος τὰς αἰτίας λαμβάνωμεν, ἀναμιμνησκόμενοι τὸ τῆς εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅ τι διειλόμεθα ἐν τοῖς πρόσθεν· ταύτῃ γὰρ μεταδιωκτέον πάντα ὅσα ἐπινοοῦμεν ἑλεῖν. Τὸ μὲν γὰρ κατὰ φύσιν εὐκίνητον, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδίδωσι κύκλῳ μόρια ἕτερα ἑτέροις, ταὐτὸν ἀπεργαζόμενα, μέχρι περ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγείλῃ τοῦ ποιήσαντος τὴν δύναμιν. Τὸ δʼ ἐναντίον, ἑδραῖον ὂν, κατʼ οὐδένα τε κύκλον ἰόν, πάσχει μόνον, ἄλλο δʼ οὐ κινεῖ τῶν πλησίον· ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρῶτον πάθος ἐν αὐτοῖς ἀκίνητον εἰς τὸ πᾶν ζῷον γενόμενον ἀναίσθητον παρέσχε τὸ παθόν. Ταῦτα δὲ περί τε ὀστᾶ καὶ τρίχας ἐστὶ καὶ ὅσα ἄλλα γήινα τὸ πλεῖστον ἔχομεν ἐν ἡμῖν μόρια· τὰ δʼ ἔμπροσθεν περὶ τὰ τῆς ὄψεως καὶ ἀκοῆς μάλιστα διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοῖς δύναμιν ἐνεῖναι μεγίστην. Τὸ δὲ τῆς ἡδονῆς καὶ λύπης ὧδε διανοεῖσθαι δεῖ. Τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γιγνόμενον ἀθρόον παρʼ ἡμῖν πάθος ἀλγεινόν· τὸ δʼ εἰς φύσιν ἀπιὸν πάλιν ἀθρόον ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον· τὸ δʼ ἐναντίον τούτοις ἐναντίως. Τὸ δὲ μετʼ εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, ἡδονῆς δὲ καὶ λύπης οὐ μετέχον· οἷον τὰ περὶ τὴν ὄψιν αὐτὴν παθήματα, ἣ δὴ σῶμα ἐν τοῖς ἔμπροσθεν ἐρρήθη καθʼ ἡμέραν ξυμφυὲς ἡμῶν γίγνεσθαι.
Πλάτωνος ἐκ τοῦ Φιλήβου.
Λέγω τοίνυν, τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ. — Πάνυ λέγεις εἰκός. — Πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ διʼ ὀλίγων ὅτι τάχιστα περὶ μεγίστων ῥηθῆναι. — Οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν. — Οὐκοῦν δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν; — Ποῖα; — Πείνη μέν που λύπη καὶ λύσις. — Ναί. — Ἐδωδὴ δὲ πλήρωσις γιγνομένη πάλιν ἡδονή. — Ναί. — Δίψους δʼ αὖ φθορὰ καὶ λύπη καὶ λύσις, ἡ δὲ τοῦ ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δέ τʼ αὖ καὶ διάλυσις παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη· κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψύξις ἡδονή. — Πάνυ μὲν οὖν. — Καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη. πάλιν δʼ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. Καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ὁ λόγος, ὃς ἂν φῇ, τὸ ἐκ τῆς ἀπείρου καὶ πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἐν τῷ πρόσθεν ἔλεγον, ὅταν μὲν τοῦτο φθείρηται, τὴν φθορὰν λύπην εἶναι, τὴν δʼ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν. — Ἔστω· δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν. — Τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις; — Κείσθω. — Τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν παθημάτων προσδόκημα, τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν. — Ἔστι γὰρ οὖν τοῦθʼ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.
Ἐν ταὐτῷ.
Καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς εἶναι ἔφαμεν, διὰ μνήμης πᾶν ἐστι γεγονός. — Πῶς; — Μνήμην, ὡς ἔοικεν, ὅ τί ποτʼ ἔστι, πρότερον ἀναληπτέον· καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει ταῦθʼ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι, — Πῶς φῄς; — Θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν, ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ διʼ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ. — Κείσθω. — Τὰ μὲν μὴ διʼ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ διʼ ἀμφοῖν μὴ λανθάνειν, ἆρʼ ὀρθότατα ἐροῦμεν; — Πῶς γὰρ οὔ; — Τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς, ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν. Ἔστι γὰρ λήθη μνήμης ἔξοδος, ἡ δʼ ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε· τοῦ δὲ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον. Ἦ γάρ; — Τί μήν; — Τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον. — Πῶς; — Ἀντὶ τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην καλεῖς, ἀναισθησίαν ἐπονόμασον. — Ἔμαθον. — Τὸ δʼ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δὴ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιʼ ἄν. — Ἀληθέστατα λέγεις. — Οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν;
Ἐν ταὐτῷ.
Ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετʼ ἀλλήλων ἐν τοῖς παθήμασι μεστά ἐστι συγκεκραμένης ἡδονῆς λύπαις.
Περὶ νοῦ.
Πλάτωνος ἐκ τοῦ Φιλήβου.
Ἔγωγε ἡγεῖσθαι οἶμαι ξύμπαντας, ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται, μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν.
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Φέρε δή, πρὸς Διός· λέγεται ψυχὴ ἣ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἣ δὲ ἄνοιάν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή; Καὶ ταῦτα ἀληθῶς λέγεται;
Ἑρμοῦ.
Τάτ Πῶς τοῦτο λέγεις, ὦ πάτερ; ὁ νοῦς τῆς ψυχῆς χωρίζεται καὶ ἡ ψυχὴ τοῦ πνεύματος, σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχὴν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα;
Ἑρμῆς Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι καὶ συμπνεῖν καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. Ἡ σύνθεσις τῶν ἐνδυμάτων τούτων ἐν σώματι γηίνῳ γίγνεται· ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθʼ ἑαυτὸν ἑδράσαι. Οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τὴν τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν οὔτε τὴν τοσαύτην. ἀρετὴν ἀνασχέσθαι συγχρωτιζόμενον αὑτῇ παθητὸν σῶμα. Ἔλαβεν οὖν ὥσπερ περιβόλαιον τὴν ψυχήν· ἡ δὲ ψυχὴ καὶ αὐτή τις θεία οὖσα καθάπερ ὑπηρέτῃ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ ζῷον διοικεῖ. Ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι. Γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ γῆ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος. Διὰ τοῦτο καὶ τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα· νοῦς δὲ ὀξύτατος ὢν πάντων τῶν θείων νοημάτων καὶ τὸ ὀξύτατον πάντων τῶν στοιχείων ἔχει τὸ πῦρ σῶμα. Δημιουργὸς γὰρ ὢν ὁ νοῦς τῶν πάντων ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται. Καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων, ὁ δὲ τοῦ ἀνθρώπου τῶν ἐπὶ γῆς μόνον. Γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώπῳ νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.
Πορφυρίου ἐκ τῶν Πρὸς τὰ νοητὰ ἀφορμῶν.
Πᾶν γενητὸν ἀπʼ ἄλλου τὴν αἰτίαν τῆς γενέσεως ἔχει, εἴ γε μηδὲν ἀναιτίως γίγνεται. Ἀλλὰ τῶν γε γενητῶν ὅσα μὲν διὰ συνθέσεως κέκτηται τὸ εἶναι, λυτὰ ἂν εἴη καὶ διὰ τοῦτο φθαρτά· ὅσα δὲ ἁπλᾶ καὶ ἀσύνθετα ὄντα ἐν τῷ ἁπλῷ τῆς ὑποστάσεως κέκτηται τὸ εἶναι, ἄλυτα ὄντα, ἔστι μὲν ἄφθαρτα, γενητὰ δὲ λέγεται, οὐ τῷ σύνθετα εἶναι, ἀλλὰ τῷ ἀπʼ αἰτίου τινὸς ἀνηρτῆσθαι. Τὰ μὲν οὖν σώματα διχῶς γενητὰ καὶ ὡς ἀπʼ αἰτίας ἠρτημένα τῆς παραγούσης καὶ ὡς σύνθετα· ψυχὴ δὲ καὶ νοῦς γενητά, ὡς ἀπʼ αἰτίας ἠρτημένα μόνον, οὐ μὴν καὶ ὡς σύνθετα. Τὰ μὲν ἄρα σώματα γενητὰ καὶ λυτὰ καὶ φθαρτά· τὰ δὲ ἀγένητα μὲν ὡς ἀσύνθετα καὶ ταύτῃ καὶ ἄλυτα καὶ ἄφθαρτα, γενητὰ δὲ ὡς ἀπʼ αἰτίου ἠρτημένα.
Τοῦ αὐτοῦ.
Ὁ νοῦς οὐκ ἔστιν ἀρχὴ πάντων· πολλὰ γάρ ἐστιν ὁ νοῦς, πρὸ δὲ τῶν πολλῶν ἀνάγκη εἶναι τὸ ἕν. Ὅτι δὲ πολλὰ ὁ νοῦς δῆλον· νοεῖ γὰρ ἀεὶ τὰ νοήματα, οὐχ ἓν ὄντα, ἀλλὰ πολλὰ καὶ οὐκ ἄλλα ὄντα παρʼ ἐκεῖνον. Εἰ οὖν ὁ αὐτός ἐστιν αὐτοῖς, ἐκεῖνα δὲ πολλά, πολλὰ ἂν εἴη καὶ ὁ νοῦς. Ὅτι δὲ ὁ αὐτός ἐστι τοῖς νοητοῖς, οὕτως δείκνυται. Εἰ γάρ τι ἔστιν ὃ θεωρεῖ, ἤτοι ἐν ἑαυτῷ ἔχων τοῦτο θεωρήσει, ἢ ἐν ἄλλῳ κείμενον. Καὶ ὅτι μὲν θεωρεῖ δῆλον· σὺν γὰρ τῷ νοεῖν εἴη ἂν ὁ νοῦς, ἀφαιρεθεὶς δὲ τοῦ νοεῖν ἀφῄρηται τῆς οὐσίας. Δεῖ τοίνυν ἐπιστήσαντας τοῖς πάθεσιν ἃ συμβαίνει περὶ τὰς γνώσεις ἀνιχνεῦσαι τὴν ἐκείνου θεωρίαν. Γνωστικαὶ δὲ δυνάμεις ἐν ἡμῖν ἀθρόον αἴσθησις, φαντασία, νοῦς. Πάντῃ δὲ τὸ αἰσθήσει προσχρώμενον τοῖς ἔξω ἐπιβάλλον θεωρεῖ, οὐχ ἑνούμενον ἐκείνοις ἃ θεωρεῖ, ἀλλὰ μόνον τύπον αὐτῶν ἐκ τῆς πρὸς αὐτὰ προσβολῆς λαμβάνον. ὅταν οὖν ἴδῃ ὀφθαλμὸς τὸ ὁρώμενον, ἀμήχανον ἐν ταὐτότητι γενέσθαι τοῦ ὁρωμένου· οὐ γὰρ ἂν ἴδοι, εἰ μὴ ἐν διαστάσει γένοιτο. ὡσαύτως δὲ κἂν τὸ ἁπτόμενον, ἐν ταὐτότητι γενόμενον, φθαρείη. ἐξ ὧν δῆλον, ὅτι ἀεὶ ἥ τε αἴσθησις καὶ τὸ αἰσθήσει προσχρώμενον εἰς τὸ ἔξω φέρεται, εἰ μέλλει τὸ αἰσθητὸν καταλήψεσθαι. Ὡσαύτως δὲ καὶ ἡ φαντασία ἀεὶ ἐπὶ τὸ ἔξω φέρεται καὶ τῇ τάσει αὐτῆς τὸ εἰκόνισμα παρυφίσταται ....., ἤτοι καὶ παρασκευάζον ἔξωθεν ἢ αὐτῇ τῇ πρὸς τὸ ἔξω τάσει τὴν ὡς ἔξω ὄντος εἰκονίσματος ἐνδεικνύμενον. Καὶ τούτων μὲν κατάληψις τοιαύτη, ὧν οὐδεμία εἰς ἑαυτὴν συννεύουσα καὶ συναγομένη ἐντύχοι ἂν ἤ τῳ αἰσθητῷ ἤ τῳ ἀναισθήτῳ εἴδει· ἐπὶ δὲ τοῦ νοῦ οὐ τοῦτον τὸν τρόπον ἡ κατάληψις, ἀλλὰ συννεύοντος εἰς ἑαυτὸν καὶ ἑαυτὸν θεωροῦντος. Παρεξελθὼν γὰρ τοῦ θεάσασθαι τὰς ἑαυτοῦ ἐνεργείας καὶ ὄμμα εἶναι τῶν αὑτοῦ ἐνεργειῶν ἐνεργουσῶν τὸ ὅραμα, οὐδὲν ἂν νοήσειεν. Ὡς μὲν οὖν ἦν αἴσθησίς τε καὶ τὸ αἰσθητόν, οὕτως ἔστι νοῦς τε καὶ τὸ νοητόν. Θεωρεῖ δὲ ἣ μὲν ἐκτεινομένη εἰς τὸ ἔξω, εὑρίσκουσα τὸ αἰσθητὸν ἐν τῇ ὕλῃ κείμενον· ὁ δὲ νοῦς εἰς αὑτὸν συναγόμενος, οὐδαμῇ ἔξω ἐκτεινόμενος, ὅπερ καὶ ἐδόκει τισὶν οὐδʼ ὀνόματος διαφορᾶς προστεθείσης τῇ τοῦ νοῦ ὑποστάσει καὶ τῇ τῆς φαντασίας. Ἡ γὰρ ἐν λογικῷ ζῴῳ φαντασία ἐδέδοκτο αὐτοῖς νόησις· ἀλλʼ ἐκείνοις μὲν πάντα ἀπαρτήσασιν ἀπὸ τῆς ὕλης καὶ τῆς σωματικῆς φύσεως ἀκόλουθον ἦν καὶ τὸν νοῦν τούτων ἀπαρτᾶν· ὁ δʼ ἡμέτερος νοῦς ἀσωμάτων καὶ ἑτέρων θεωρὸς οὐσιῶν ποῦ τοίνυν κειμένας καταλήψεται αὐτάς; ἔξω δὲ ὄντων ὕλης οὐδαμοῦ ἂν εἴη ταῦτα. Δῆλον οὖν ὡς νοερὰ καὶ νοήσει συναχθήσεται. Καὶ τοίνυν εἰ νοερὰ χωρεῖ εἰς τὸν νοῦν, καὶ ἑαυτὸν θεωρήσει νοῶν τὰ νοητά· καὶ χωρῶν εἰς ἑαυτόν, νοεῖ διὰ τὸ εἰς ἐκεῖνα χωρεῖν. Εἰ δὲ πολλὰ τὰ νοητά, — πολλὰ γὰρ ὁ νοῦς νοεῖ καὶ οὐχ ἕν —, πολλὰ ἂν εἴη ἐξ ἀνάγκης καὶ αὐτός. Κεῖται δὲ πρὸ τῶν πολλῶν τὸ ἕν, ὥστε ἀνάγκη πρὸ τοῦ νοῦ εἶναι τὸ ἕν.
Ἀρχύτου ἐκ τοῦ Περὶ νόω καὶ αἰσθάσιος.
Αἴσθασις μὲν ἐν σώματι γίνεται, νόος δʼ ἐν ψυχᾷ. Τὸ μὲν γὰρ ἀρχὰ τῶν αἰσθατῶν ὑπάρχει, τὸ δὲ τῶν νοατῶν. Πλάθεος μὲν γὰρ μέτρον ἀριθμός, μάκεος δὲ ποῦς, ῥοπᾶς δὲ καὶ σταθμῶ ζυγόν, ὀρθότατος δὲ καὶ εὐθύτατος κανὼν καὶ στάθμα ὀρθὰ γωνία· οὕτως δὲ καὶ τῶν μὲν αἰσθατῶν αἴσθασις, τῶν δὲ νοατῶν νόος ἀρχὰ καὶ μέτρον ἐντί. Καὶ ὁ μὲν νόος ἀρχὰ νοατῶν τε καὶ φύσι πράτων· ἁ δὲ αἴσθασις δευτέρων τε φύσι καὶ τῶν παρʼ ἁμῖν· ὃ μὲν γάρ ἐντι ἀρχὰ τᾷ ψυχᾷ, ἃ δὲ τῷ σώματι. Καὶ ὁ μὲν νόος τῶν τιμιαιτάτων ἐντὶ κριτάς, ἁ δʼ αἴσθασις τῶν χρησιμωτάτων. Ἁ μὲν γὰρ αἴσθασις τῶ σώματος ἕνεκε συνέστακε καὶ τᾶς εἰς τοῦτο λειτουργίας· ὁ δὲ νόος τᾶς ψυχᾶς ἕνεκε καὶ τᾶς εἰς ταύταν πολυφραδμοσύνας. Καὶ ὁ μὲν νόος ἐντὶ ἀρχὰ τᾶς ἐπιστάμας, ἁ δʼ αἴσθασις τᾶς δόξας· ἃ μὲν γὰρ ἔχει τὰν ἐκ τῶν αἰσθατῶν ἐνέργειαν, ὃ δὲ τὰν ἐκ τῶν νοατῶν. Τυγχάνοντι δὲ τὰ μὲν αἰσθατὰ τῶν πραγμάτων κινάσιος μεταβλάσιός τε κοινανέοντα, τὰ δὲ νοατὰ στάσιος καὶ αἰδιότατος. Παραπλασίως δὲ καὶ ἁ αἴσθασις καὶ ὁ νόος ἔχοντι· ἁ μὲν γὰρ αἴσθασις τῶ αἰσθατῶ, τὸ δʼ αἰσθατὸν καὶ κινέεται καὶ μεταβάλλει καὶ οὐδέποκα ἐν ταὐτῷ ἀτρεμέει· διὸ καὶ μᾶλλον καὶ ἧττον καὶ βέλτιον καὶ χεῖρον γίνεται ὁρῆν τὸ αἰσθατόν· ὁ δὲ νόος τῶ νοατῶ, τὸ δὲ νοατὸν ἀκίνατον ἐξ ὠσίας· διὸ οὔτε μᾶλλον οὔτε ἧττον οὔτε βέλτιον οὔτε χεῖρον ἔντι νοὲν τὸ νοατόν. Καὶ καθάπερ ὁ νόος τὸ πρᾶτον βλέπει καὶ τὸ παράδειγμα, οὕτως ἁ αἴσθασις τὰν εἰκόνα καὶ τὸ δεύτερον· ὁ μὲν γὰρ νόος οὐρανὸν ἁπλῶς ἢ τέχναν, ἁ δʼ αἴσθασις ἁπλῶς τὰν τῶ ἁλίω σφαῖραν ἢ τὰς χειροτεχνατῶν. Ἔτι ὁ μὲν νόος ἀμερὴς καὶ ἀδιαίρετος, καθάπερ μονὰς καὶ στιγμά, παραπλασίως δὲ καὶ τὸ νοατόν — τὸ γὰρ εἶδος οὔτε πέρας σώματός ἐντι οὔτε ὅρος, ἀλλὰ μόνον τύπωσις τῶ ἐόντος, ᾇ ἐόν ἐντι —, ἁ δʼ αἴσθασις μεριστὰ καὶ διαιρετά. Τῶν γὰρ ἐόντων ἐντὶ τὰ μὲν αἰσθατά, τὰ δὲ δοξαστά, τὰ δʼ ἐπιστατά, τὰ δὲ νοατά. Καὶ τὰ μὲν σώματα, ὧν ἔντι τις ἀντιτυπία, αἰσθατά· δοξαστὰ δὲ τὰ μετέχοντα τῶν εἰδέων ὡς αἱ εἰκόνες, οἷον ὁ τὶς ἄνθρωπος τῶ ἀνθρώπω καὶ τὸ τὶ τρίγωνον τῶ τριγώνω· ἐπιστατὰ δὲ τὰ τοῖς εἴδεσι συμβεβακότα ἐξ ἀνάγκας, ὡς ἐν γαμετρίᾳ τὰ τοῖς σχήμασι· νοατὰ δὲ αὐτὰ τὰ εἴδεα καὶ αἱ ἀρχαὶ τῶν ἐπιστατῶν· οἷον αὐτὸ κύκλος καὶ τρίγωνον καὶ σφαῖρα. Τυγχάνοντι δὲ καὶ ἐν ἁμῖν αὐτοῖς κατὰ ψυχὰν γνώσιες τέτταρες· νόος, ἐπιστάμα, δόξα, αἴσθασις· ὧν αἱ μὲν δύο τῶ λόγω ἀρχαί ἐντι, οἷον νόος καὶ αἴσθασις, τὰ δὲ δύο τέλεα, οἷον ἐπιστάμα καὶ δόξα. Τὸ δʼ ὅμοιον ἀεὶ τῶ ὁμοίω γνωστικόν. Φανερὸν ὦν ὅτι ὁ μὲν νόος ἐν ἁμῖν τῶν νοατῶν γνωστικός, ἁ δὲ ἐπιστάμα τῶν ἐπιστατῶν, ἁ δὲ δόξα τῶν δοξαστῶν, ἁ δὲ αἴσθασις τῶν αἰσθατῶν.
Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν.
Παρμενίδης καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος ταὐτὸν νοῦν καὶ ψυχήν, καθʼ οὓς οὐδὲν ἂν εἴη ζῷον ἄλογον κυρίως.
Ἰαμβλίχου ἐκ τοῦ Περὶ ψυχῆς.
Πάλιν τοίνυν περὶ τοῦ νοῦ καὶ πασῶν τῶν κρειττόνων δυνάμεων τῆς ψυχῆς οἱ μὲν Στωικοὶ λέγουσι μὴ εὐθὺς ἐμφύεσθαι τὸν λόγον, ὕστερον δὲ συναθροίζεσθαι ἀπὸ τῶν αἰσθήσεων καὶ φαντασιῶν περὶ δεκατέσσαρα ἔτη.
Οἱ δʼ ἀπὸ Πλάτωνος καὶ Πυθαγόρου παρεῖναι μὲν καὶ ἐν τοῖς ἀρτιγενέσι τὸν λόγον φασίν, ἐπισκοτεῖσθαί γε μὴν τοῖς ἔξωθεν καὶ μὴ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἀλλʼ ἡσυχάζειν.
Ἤδη τοίνυν πολλοὶ μὲν Περιπατητικοὶ τὸν ἐκ σπέρματος καὶ ἀπὸ τῆς φύσεως ἄλλον νοῦν ὑποθέμενοι, ὡς αὐτίκα μάλα ἀποβλαστάνοντα ʼπὸ τῆς πρώτης γενέσεως, καὶ χωριστὸν καὶ θύραθεν ἐπικαλούμενον ἕτερον παραγίγνεσθαι λέγουσιν ὀψιαίτατα, ἐπειδὰν τελειωθῇ μὲν ὁ κατὰ δύναμιν νοῦς, ἐπιτηδείως δὲ μετέχῃ τῆς κατʼ ἐνέργειαν νοήσεως.
Πολλοὶ δὲ αὐτῶν τῶν Πλατωνικῶν καὶ τὸν νοῦν τῇ ψυχῇ ἅμα τῇ πρώτῃ εἰσόδῳ αὐτῆς εἰς τὸ σῶμα συνεισάγουσιν, οὐδὲ εἶναι ὅλως ἑτέραν μὲν αὐτήν, ἕτερον δὲ αὐτῆς τὸν νοῦν.
Περὶ ψυχῆς.
Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν ἀεικίνητον ἢ αὐτοκίνητον.
Πυθαγόρας ἀριθμὸν αὑτὸν κινοῦντα, τὸν δὲ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει.
Ὁμοίως δὲ καὶ Ξενοκράτης.
Ἀλκμαίων φύσιν αὐτοκίνητον κατὰ ἀίδιον κίνησιν καὶ διὰ τοῦτο ἀθάνατον αὐτὴν καὶ προσεμφερῆ τοῖς θείοις ὑπολαμβάνει.
Δικαίαρχος ἁρμονίαν τῶν τεττάρων στοιχείων.
Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων.
Ἀριστοτέλης ἐνδελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δʼ ἐντελέχειαν ἀκουστέον ἀντὶ τοῦ εἴδους καὶ τῆς ἐνεργείας.
Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος ἀερώδη.
Οἱ Στωικοὶ πνεῦμα νοερόν, θερμόν.
Παρμενίδης δὲ καὶ Ἵππασος πυρώδη.
Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας, πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα εἶναι. Ἡρακλείδης φωτοειδῆ τὴν ψυχὴν ὡρίσατο. Λεύκιππος ἐκ πυρὸς εἶναι τὴν ψυχήν. Διογένης ὁ Ἀπολλωνιάτης ἐξ ἀέρος τὴν ψυχήν. Ἵππων ἐξ ὕδατος τὴν ψυχήν. Ξέναρχος ὁ Περιπατητικὸς καί τινες ἕτεροι τῆς αὐτῆς αἱρέσεως τὴν κατὰ τὸ εἶδος τελειότητα καὶ ἐντελέχειαν, καθʼ ἑαυτὴν οὖσαν ἅμα καὶ μετὰ τοῦ σώματος συντεταγμένην.
Ἐπίκουρος κρᾶμα ἐκ τεττάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ, ἐκ τετάρτου τινὸς ἀκατονομάστου, τοῦτο δʼ ἦν αὐτῷ τὸ αἰσθητικόν· ὧν τὸ μὲν πνεῦμα κίνησιν, τὸν δὲ ἀέρα ἠρεμίαν, τὸ δὲ θερμὸν τὴν φαινομένην θερμότητα τοῦ σώματος, τὸ δʼ ἀκατονόμαστον τὴν ἐν ἡμῖν ἐμποιεῖν αἴσθησιν, ἐν οὐδενὶ γὰρ τῶν ὀνομαζομένων στοιχείων εἶναι αἴσθησιν.
Ἑρμοῦ.
Ψυχὴ τοίνυν ἐστὶν οὐσία ἀίδιος νοητική, νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον.
Πλάτωνος ἐκ τοῦ Φαίδρου.
Ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς.
Ἑρμοῦ.
Ἔστι τοίνυν ἡ ψυχὴ ἀσώματος οὐσία· εἰ γὰρ ἔχει σῶμα, οὐκέτι ἔσται ἑαυτῆς σωστική. Πᾶν γὰρ σῶμα δεῖται τοῦ εἶναι, δεῖται καὶ ζωῆς τῆς ἐν τάξει κειμένης. Παντὶ γὰρ τῷ γένεσιν ἔχοντι καὶ μεταβολὴν δεῖ ἐπακολουθεῖν. Τὸ γὰρ γινόμενον γίνεται ἐν μεγέθει, γινόμενον γὰρ αὔξην ἔχει· παντὶ δὲ τῷ αὐξανομένῳ ἐπακολουθεῖ μείωσις, μειώσει φθορά. Μετειληφὸς δὲ εἴδους ζωῆς ζῇ καὶ κοινωνεῖ τοῦ εἶναι διὰ τὴν ψυχήν. Ἡ δὲ αἰτία ἑτέρῳ τοῦ εἶναι αὐτὴ προτοῦ ὄν ἐστι. Τὸ δὲ εἶναι νῦν λέγω τὸ ἐν λόγῳ γενέσθαι καὶ μετέχειν ζωῆς νοερᾶς· παρέχει δὲ ἡ ψυχὴ ζωὴν νοεράν. Καλεῖται δὲ ζῷον μὲν διὰ τὴν ζωήν, λογικὸν δὲ διὰ τὸ νοερόν, θνητὸν δὲ διὰ τὸ σῶμα. Ψυχὴ ἄρα οὐσία ἀσώματος, ἀμετάπτωτον ἔχουσα τὴν δύναμιν. Πῶς γὰρ οἷόν τέ ἐστι λέγειν ζῷον, μὴ οὔσης οὐσίας τῆς καὶ παρεχούσης ζωήν; ἀλλὰ οὐδὲ λογικὸν οἷόν τέ ἐστιν εἰπεῖν, μὴ οὔσης τῆς διανοητικῆς οὐσίας τῆς καὶ παρεχούσης νοερὰν ζωήν. Ἐν πᾶσι δὲ οὐκ ἀφικνεῖται τὸ νοερὸν διὰ τὴν τοῦ σώματος σύστασιν πρὸς τὴν ἁρμονίαν. Ἐὰν γὰρ ὑπερέχῃ ἐν τῇ συστάσει τὸ θερμόν, κοῦφος καὶ ἔνθερμος ἄνθρωπος γίνεται, ἐὰν δὲ τὸ ψυχρόν, βαρὺς καὶ νωχελὴς γίνεται· φύσις γὰρ ἁρμόζει τὴν τοῦ σώματος σύστασιν πρὸς τὴν ἁρμονίαν. Εἴδη δὲ τῆς ἁρμονίας τρία· τὸ κατὰ τὸ θερμὸν καὶ τὸ κατὰ τὸ ψυχρὸν καὶ τὸ κατὰ τὸ μέσον. Ἁρμόζει δὲ κατὰ τὸν ἐπικρατήσαντα ἀστέρα τῆς συγκράσεως τῶν ἀστέρων. Παραλαβοῦσα δὲ ψυχὴ σῶμα καθὼς εἵμαρται, τούτῳ παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ. Ἡ φύσις τοίνυν ὁμοιοῖ τὴν ἁρμονίαν τοῦ σώματος τῇ τῶν ἀστέρων συγκράσει καὶ ἑνοῖ τὰ πολυμιγῆ πρὸς τὴν τῶν ἀστέρων ἁρμονίαν, ὥστε ἔχειν πρὸς ἄλληλα συμπάθειαν. Τέλος γὰρ τῆς τῶν ἀστέρων ἁρμονίας τὸ γεννᾶν συμπάθειαν καθʼ εἱμαρμένην αὐτῶν.
Τοῦ αὐτοῦ.
Ψυχὴ τοίνυν ἐστίν, ὦ Ἄμμων, οὐσία αὐτοτελής, ἐν ἀρχῇ ἑλομένη βίον τὸν καθʼ εἱμαρμένην καὶ ἐπεσπάσατο ἑαυτῇ λόγον ὅμοιον τῇ ὕλῃ ἔχοντα θυμὸν καὶ ἐπιθυμίαν. Καὶ ὁ μὲν θυμὸς ὑπερέχει ὕλην· οὗτος, ἐὰν ἕξιν ποιήσῃ πρὸς τὸ τῆς ψυχῆς νόημα, γίνεται ἀνδρεία καὶ οὐ παράγεται ὑπὸ δειλίας. Ἡ δὲ ἐπιθυμία ὑπερέχεται· αὕτη ἐὰν ἕξιν ποιήσῃ πρὸς τὸν τῆς ψυχῆς λογισμόν, γίνεται σωφροσύνη καὶ οὐ κινεῖται ὑπὸ ἡδονῆς· ἀναπληροῖ γὰρ ὁ λογισμὸς τὸ ἐνδέον τῆς ἐπιθυμίας. Ὅταν δὲ ἀμφότερα ὁμονοήσῃ καὶ ἴσην ἕξιν ποιήσῃ καὶ ἔχηται ἀμφότερα τοῦ τῆς ψυχῆς λογισμοῦ, γίνεται δικαιοσύνη· ἡ γὰρ ἴση ἕξις αὐτῶν ἀφαιρεῖ μὲν τὴν ὑπερβολὴν τοῦ θυμοῦ, ἐπανισοῖ δὲ τὸ ἐνδέον τῆς ἐπιθυμίας. Ἀρχὴ δὲ τούτων ἡ διανοητικὴ οὐσία, καθʼ αὑτὴν αὐτὴ οὖσα, ἐν τῷ αὑτῆς περινοητικῷ λόγῳ κράτος ἔχουσα. Ἄρχει δὲ καὶ ἡγεμονεύει ἡ οὐσία ὥσπερ ἄρχων· ὁ δὲ λόγος αὐτῆς ὥσπερ σύμβουλος. Ὁ περινοητικὸς λόγος τοίνυν τῆς οὐσίας ἐστὶ γνῶσις τῶν λογισμῶν τῶν παρεχόντων εἰκασμὸν λογισμοῦ τῷ ἀλόγῳ, ἀμυδρὸν μὲν ὡς πρὸς λόγον, λογισμὸν δὲ ὡς πρὸς τὸ ἄλογον, καθάπερ ἠχὼ πρὸς φωνὴν καὶ τὸ τῆς σελήνης λαμπρὸν πρὸς ἥλιον. Ἥρμοσται δὲ θυμὸς καὶ ἐπιθυμία πρός τινα λογισμὸν καὶ ἀνθέλκει ἄλληλα καὶ ἐπισπᾶται τὴν ἐν ἑαυτοῖς ὑλικὴν διάνοιαν.
Τοῦ αὐτοῦ.
Ψυχὴ πᾶσα ἀθάνατος καὶ ἀεικίνητος. Ἔφημεν γὰρ ἐν τοῖς γενικοῖς κινήσεις τὰς μὲν ὑπὸ τῶν ἐνεργειῶν, τὰς δὲ ὑπὸ τῶν σωμάτων. Φαμὲν δὲ τὴν ψυχὴν ἐξ οὐσίας τινὸς οὐχ ὕλης γεγενῆσθαι, ἀσώματον οὖσαν καὶ αὐτῆς ἀσωμάτου οὔσης. Πᾶν γὰρ τὸ γενόμενον ἀνάγκη ἔκ τινος γεγενῆσθαι. Ὅσων μὲν οὖν τῇ γενέσει φθορὰ ἐπακολουθεῖ, τούτοις δύο κινήσεις παρακολουθεῖν ἀνάγκη, τήν τε τῆς ψυχῆς ὑφʼ ἧς κινεῖται καὶ τὴν τοῦ σώματος ὑφʼ ἧς αὔξεται καὶ φθίνει, ἔτι δὲ καὶ ἀναλυθέντος ἀναλύεται. Ταύτην ὁρίζομαι τὴν κίνησιν τῶν φθαρτῶν σωμάτων. Ἡ δὲ ψυχὴ ἀεικίνητος, ὅτι ἀεὶ ἐν αὑτῇ κινεῖται καὶ ἄλλοις κίνησιν ἐνεργεῖ. Κατὰ τοῦτον οὖν τὸν λόγον ἐστὶ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἀεικίνητος, ἔχουσα κίνησιν τὴν αὑτῆς ἐνέργειαν. Ἰδέαι δὲ ψυχῶν· θεία, ἀνθρωπίνη, ἄλογος. Ἡ μὲν οὖν θεία τοῦ θείου σώματος διʼ αὑτῆς ἐνέργεια. Ἐν μὲν γὰρ αὑτῇ κινεῖται καὶ αὐτὸ κινεῖ. Ἐπὰν γὰρ θνητῶν ζῴων ἀπαλλαγῇ, χωρισθεῖσα τῶν ἀλόγων ἑαυτῆς μερῶν, ἐξελθοῦσα εἰς τὸ θεῖον σῶμα ὡς ἀεικίνητος ἐν ἑαυτῇ κινεῖται, συμπεριφερομένη τῷ παντί. Ἡ δὲ ἀνθρωπίνη ἔχει μὲν καί τι τοῦ θείου, συνῆπται δὲ αὐτῇ καὶ τὰ ἄλογα, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. Καὶ αὗται μὲν ἀθάνατοι, καθότι καὶ αὐταὶ ἐνέργειαι τυγχάνουσιν, ἐνέργειαι δὲ θνητῶν σωμάτων. Διὸ τοῦ μὲν θείου μέρους τῆς ψυχῆς, οὔσης ἐν τῷ θείῳ σώματι, πόρρω τυγχάνουσιν οὖσαι· ἐπειδὰν δὲ εἰσέλθῃ τοῦτο εἰς θνητὸν σῶμα, κἀκεῖνα ἐπιφοιτᾷ καὶ τῇ παρουσίᾳ αὐτῶν γίνεται ἀεὶ ψυχὴ ἀνθρωπίνη. Ἡ δὲ τῶν ἀλόγων συνέστηκεν ἐκ θυμοῦ τε καὶ ἐπιθυμίας. Διόπερ καὶ ἄλογα ἐκλήθη τὰ ζῷα ταῦτα, στερήσει τοῦ λόγου τῆς ψυχῆς. Τετάρτην δὲ νόει τὴν τῶν ἀψύχων, ἥτις ἔξωθεν οὖσα τῶν σωμάτων ἐνεργεῖ κινοῦσα. Αὕτη δʼ ἂν εἴη ἐν τῷ θείῳ σώματι κινουμένη καὶ ὥσπερ κατὰ πάροδον ταῦτα κινοῦσα.
Τοῦ αὐτοῦ.
Ψυχὴ τοίνυν ἐστὶν ἀίδιος νοητικὴ οὐσία, νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον, συννοοῦσα δὲ διάνοιαν τῆς ἁρμονίας ἐπισπᾶται. Ἀπαλλαγεῖσα δὲ τοῦ φυσικοῦ σώματος, αὐτὴ καθʼ αὑτὴν μένει, αὐτὴ ἑαυτῆς οὖσα ἐν τῷ νοητῷ κόσμῳ. Ἄρχει δὲ τοῦ ἑαυτῆς λόγου, φέρουσα ὁμοίαν κίνησιν τῷ ἑαυτῆς νοήματι ὀνόματι ζωὴν τῷ εἰς ζωὴν ἐρχομένῳ. Τοῦτο γὰρ ἴδιον ψυχῆς, τὸ παρέχειν ἑτέροις ὅμοιον τῇ ἰδιότητι αὐτῆς. Δύο τοίνυν εἰσὶ ζωαὶ καὶ δύο κινήσεις. Μία μὲν ἡ κατʼ οὐσίαν, ἑτέρα δὲ ἡ κατὰ φύσιν σώματος. Καὶ ἣ μὲν γενικωτέρα, ἣ δὲ μερικωτέρα. Καὶ ἡ κατʼ οὐσίαν ἐστὶν αὐτεξούσιος· ἣ δὲ ἀναγκαστική· πᾶν γὰρ τὸ κινούμενον τῇ τοῦ κινοῦντος ἀνάγκῃ ὑποτέτακται. Ἡ δὲ κινοῦσα κίνησις τῷ τῆς νοητικῆς οὐσίας ἔρωτι ᾠκείωται. Εἴη γὰρ ἂν ψυχὴ ἀσώματος ἀμέτοχος οὐσία τοῦ φυσικοῦ σώματος. Εἰ γὰρ ἔχει σῶμα, οὔτε λόγον ἔχει οὔτε νόησιν. Πᾶν γὰρ σῶμα ἀνόητον· μεταλαβὸν δὲ οὐσίας τὸ εἶναι ζῷον ἔμπνουν ἔσχε. Καὶ τὸ μὲν πνεῦμα τοῦ σώματος, ὁ δὲ λόγος τῆς οὐσίας τοῦ καλοῦ θεωρητικός ἐστι. Τὸ δὲ αἰσθητικὸν πνεῦμα τῶν φαινομένων κριτικόν ἐστι. Διῄρηται δὲ εἰς τὰς ὀργανικὰς αἰσθήσεις καὶ ἔστι τι μέρος αὐτοῦ πνευματικὴ ὅρασις καὶ πνεῦμα ἀκουστικὸν καὶ ὀσφρητικὸν καὶ γευστικὸν καὶ ἁπτικόν. Τοῦτο τὸ πνεῦμα ἀνάλογον γενόμενον διανοίας κρίνει τὸ αἰσθητικόν, εἰ δὲ μή, φαντάζεται μόνον. Τοῦ γὰρ σώματός ἐστι καὶ δεκτικὸν πάντων. Ὁ δὲ λόγος τῆς οὐσίας ἐστὶ τὸ φρονοῦν. Συνυπάρχει δὲ τῷ λόγῳ ἡ τῶν τιμίων γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα. Τὸ μὲν γὰρ ἀπὸ τοῦ περιέχοντος κόσμου τὴν ἐνέργειαν ἔχει, ἣ δὲ ἀφʼ ἑαυτῆς.
Περὶ μερῶν τῆς ψυχῆς. ..............
Ἀπολλοφάνης ἐξ ἐννέα μερῶν φησι τὴν ψυχὴν συνεστάναι.
Περὶ κινήσεως καὶ ἀφθαρσίας ψυχῆς.
Ἀριστοτέλης ἀκίνητον τὴν ψυχήν, πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν, καθάπερ τὰ σχήματα καὶ τὰ πέρατα καὶ καθάπαξ τὰ παρὰ τοῖς σώμασιν εἴδη.
Πλάτων ἄφθαρτον καὶ ἀεικίνητον.
Λέγει γοῦν ἐν Φαίδωνι·
Εἰπόντος δὴ τοῦ Σωκράτους ταῦτα ὑπολαβὼν ὁ Κέβης ἔφη· Ὦ Σώκρατες, τὰ μὲν ἄλλα ἔμοιγε δοκεῖ λέγεσθαι καλῶς, τὰ δὲ περὶ τῆς ψυχῆς πολλὴν ἀπιστίαν παρέχει τοῖς ἀνθρώποις, μὴ ἐπειδὰν ἀπαλλαγῇ τοῦ σώματος οὐδαμοῦ ἔτι ᾖ, ἀλλʼ ἐκείνῃ τῇ ἡμέρᾳ διαφθείρηταί τε καὶ ἀπολλύηται, ᾗ ἂν ὁ ἄνθρωπος ἀποθάνῃ, εὐθὺς ἀπαλλαττομένη τοῦ σώματος καὶ ἐκβαίνουσα ὥσπερ πνεῦμα ἢ καπνὸς διασκεδασθεῖσα οἴχηται διαπτομένη καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ. Ἐπεὶ εἴπερ εἴη που αὐτὴ καθʼ αὑτὴν συνηθροισμένη καὶ ἀπηλλαγμένη τούτων τῶν κακῶν ὧν νῦν σὺ διῆλθες, πολλὴ ἂν εἴη ἐλπὶς καὶ καλή, ὦ Σώκρατες, ὡς ἀληθῆ ἐστιν ἃ σὺ λέγεις· ἀλλὰ τοῦτο δὴ ἴσως οὐκ ὀλίγης παραμυθίας δεῖται καὶ πίστεως, ὡς ἔστι τε ἡ ψυχὴ ἀποθανόντος τοῦ ἀνθρώπου καί τινα δύναμιν ἔχει καὶ φρόνησιν. —Ἀληθῆ, ἔφη, λέγεις, ὁ Σωκράτης, ὦ Κέβης· ἀλλὰ τί δὴ ποιῶμεν; ἢ περὶ αὐτῶν τούτων βούλει διαμυθολογῶμεν, εἴτε εἰκὸς οὕτως ἔχειν εἴτε μή; —Ἐγὼ γοῦν, ἔφη ὁ Κέβης, ἡδέως ἂν ἀκούσαιμʼ ἥντινα δόξαν ἔχεις περὶ αὐτῶν.
Ἐν ταὐτῷ.
Παλαιὸς μὲν οὖν ἔστι τις λόγος οὗτος, οὗ μεμνήμεθα, ὡς εἰσὶν ἐνθένδε ἀφικόμεναι ἐκεῖ, καὶ πάλιν γε δεῦρο ἀφικνοῦνται καὶ γίγνονται ἐκ τῶν τεθνεώτων· καὶ εἰ τοῦθʼ οὕτως ἔχει, πάλιν γίγνεσθαι ἐκ τῶν ἀποθανόντων τοὺς ζῶντας, ἄλλο τι ἢ εἶεν ἂν ἡμῶν αἱ ψυχαὶ ἐκεῖ; Οὐ γὰρ ἄν που πάλιν ἐγίγνοντο μὴ οὖσαι· καὶ τοῦτο ἱκανὸν τεκμήριον τοῦ ταῦτʼ εἶναι, εἰ τῷ ὄντι φανερὸν γένοιτο, ὅτι οὐδαμόθεν ἄλλοθεν γίγνονται οἱ ζῶντες ἢ ἐκ τῶν τεθνεώτων· εἰ δὲ μὴ ἔστι τοῦτο, ἄλλου ἄν του δέοι λόγου. — Πάνυ μὲν οὖν, ἔφη ὁ Κέβης. — Μὴ τοίνυν κατʼ ἀνθρώπων, ἦ δʼ ὅς, σκόπει μόνον τοῦτο, εἰ βούλει ῥᾷον μαθεῖν, ἀλλὰ καὶ κατὰ ζῴων πάντων καὶ φυτῶν καὶ ξυλλήβδην ὅσαπερ ἔχει γένεσιν περὶ πάντων ἴδωμεν, ἆρα οὑτωσὶ γίγνεται ἅπαντα οὐκ ἄλλοθεν ἢ ἐκ τῶν ἐναντίων τὰ ἐναντία, ὅσοις τυγχάνει ὂν τοιοῦτόν τι, οἷον τὸ καλὸν τῷ αἰσχρῷ ἐναντίον που καὶ δίκαιον ἀδίκῳ, καὶ ἄλλα δὴ μύρια οὕτως ἔχει. Τοῦτο οὖν σκεψώμεθα, ἆρα ἀναγκαῖον, ὅσοις ἔστι τι ἐναντίον, μηδαμόθεν ἄλλοθεν αὐτὸ γίγνεσθαι ἢ ἐκ τοῦ αὐτῷ ἐναντίου. οἷον ὅταν μεῖζόν τι γίγνηται, ἀνάγκη που ἐξ ἐλάττονος ὄντος πρότερον ἔπειτα μεῖζον γίγνεσθαι; — Ναί. — Οὐκοῦν κἂν ἔλαττον γίγνηται ἐκ μείζονος ὄντος πρότερον ὕστερον ἔλαττον γενήσεται; — Ἔστιν, ἔφη, οὕτω. — Καὶ μὴν ἐξ ἰσχυροτέρου γε τὸ ἀσθενέστερον καὶ ἐκ βραδυτέρου τὸ θᾶττον; — Πάνυ γε. — Τί δέ; ἄν τι χεῖρον γίγνηται, οὐκ ἐξ ἀμείνονος, καὶ ἐὰν δικαιότερον, οὐκ ἐξ ἀδικωτέρου; — Πῶς γὰρ οὔ; — Ἱκανῶς οὖν, ἔφη, ἔχομεν τοῦτο, ὅτι πάντα οὕτω γίγνεται, ἐξ ἐναντίων τὰ ἐναντία πράγματα; — Πάνυ γε. — ......... Τί οὖν; ἔφη, τῷ ζῆν ἔστι τι ἐναντίον, ὥσπερ τῷ ἐγρηγορέναι τὸ καθεύδειν; — Πάνυ μὲν οὖν, ἔφη. — Τί; — Τὸ τεθνάναι, ἔφη. — Οὐκοῦν ἐξ ἀλλήλων τε γίγνεται ταῦτα, εἴπερ ἐναντία ἐστί, καὶ αἱ γενέσεις εἰσὶν αὐτοῖν μεταξὺ δύο δυοῖν ὄντων; — Πῶς γὰρ οὔ; — Τὴν μὲν τοίνυν ἑτέραν συζυγίαν ὧν νῦν δὴ ἔλεγον ἐγώ σοι, ἔφη, ἐρῶ, ὁ Σωκράτης, καὶ αὐτὴν καὶ τὰς γενέσεις· σὺ δέ μοι τὴν ἑτέραν. Λέγω δὲ τὸ μὲν καθεύδειν, τὸ δὲ ἐγρηγορέναι, καὶ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεσθαι καὶ ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν καὶ τὰς γενέσεις αὐτῶν τὴν μὲν καταδαρθάνειν εἶναι, τὴν δὲ ἀνεγείρεσθαι. Ἱκανῶς σοι ἔφην ἢ οὔ; — Πάνυ μὲν οὖν. — Λέγε δὴ καὶ σύ μοι, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου. Οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι; — Ἔγωγε. — Γίγνεσθαι δὲ ἐξ ἀλλήλων; — Ναί. — Ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον; — Τὸ τεθνηκός, ἔφη. — Τί δέ, ἦ δʼ ὅς, ἐκ τοῦ τεθνεῶτος; — Ἀναγκαῖον, ἔφη, ὁμολογεῖν, ὅτι τὸ ζῶν. — Ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης, τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται; — Φαίνεται, ἔφη. — Εἰσὶν ἄρα, ἔφη, αἱ ψυχαὶ ἡμῶν ἐν Ἅιδου. — Ἔοικεν. — Οὐκοῦν καὶ τοῖν γενεσέοιν τοῖν περὶ ταῦτα ἥ γʼ ἑτέρα σαφὴς οὖσα τυγχάνει; τὸ γὰρ ἀποθνῄσκειν σαφὲς δήπου, ἢ οὔ; — Πάνυ μὲν οὖν ͵ἔφη. — Πῶς οὖν, ἦ δʼ ὅς, ποιήσομεν; οὐκ ἀνταποδώσομεν τὴν ἐναντίαν γένεσιν, ἀλλὰ ταύτῃ χωλὴ ἔσται ἡ φύσις; ἢ ἀνάγκη ἀποδοῦναι τῷ ἀποθνῄσκειν ἐναντίαν γένεσιν; — Πάντως που, ἔφη. — Τίνα ταύτην; — Τὸ ἀναβιώσκεσθαι. — Οὐκοῦν, ἦ δʼ ὅς, εἴπερ ἔστι τὸ ἀναβιώσκεσθαι, ἐκ τῶν τεθνεώτων ἂν εἴη γένεσις εἰς τοὺς ζῶντας αὕτη, τὸ ἀναβιώσκεσθαι; — Πάνυ γε. — Ὁμολογεῖται ἄρα ἡμῖν καὶ ταύτῃ τοὺς ζῶντας ἐκ τῶν τεθνεώτων γεγονέναι οὐδὲν ἧττον ἢ τοὺς τεθνεῶτας ἐκ τῶν ζώντων· τούτου δὲ ὄντος, ἱκανόν που ἐδόκει τεκμήριον εἶναι, ὅτι ἀναγκαῖον τὰς τῶν τεθνεώτων ψυχὰς εἶναί που, ὅθεν δὴ πάλιν γίγνεσθαι. — Δοκεῖ μοι, ἔφη, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἀναγκαῖον οὕτως ἔχειν.
Ἐν ταὐτῷ.
Ἆρʼ οὖν τῷ συντεθέντι τε καὶ συνθέτῳ ὄντι φύσει προσήκει τοῦτο πάσχειν, διαιρεθῆναι ταύτῃ ᾗπερ συνετέθη· εἰ δέ τι τυγχάνει ὂν ἀσύνθετον, τούτῳ μόνῳ προσήκει μὴ πάσχειν ταῦτα, εἴπερ τῳ ἄλλῳ; — Δοκεῖ μοι, ἔφη, οὕτως ἔχειν, ὁ Κέβης. — Οὐκοῦν ἅπερ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ταῦτα μάλιστα εἰκὸς εἶναι τὰ ἀσύνθετα, τὰ δὲ ἄλλοτʼ ἄλλως καὶ μηδέποτε κατὰ ταὐτά, ταῦτα δὲ σύνθετα; — Ἔμοιγε δοκεῖ οὕτως ....... Θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές; — Θῶμεν, ἔφη. — Καὶ τὸ μὲν ἀειδὲς κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; — Καὶ τοῦτο, ἔφη, θῶμεν. — Φέρε δή, ἦ δʼ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν, ἢ τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; — Οὐδὲν ἄλλο, ἔφη. — Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; — Παντί, ἔφη, τοῦτό γε δῆλον ὅτι τῷ ὁρατῷ. — Τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀειδές; — Οὐχ ὑπʼ ἀνθρώπων γε, ἔφη, ὦ Σώκρατες. — Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν· ἢ ἄλλῃ τινὶ οἴῃ; — Τῇ τῶν ἀνθρώπων. — Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; — Οὐχ ὁρατόν. — Ἀειδὲς ἄρα; — Ναί. — Ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ; — Πᾶσα ἀνάγκη, ὦ Σώκρατες. — Οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ διʼ ἄλλης τινὸς αἰσθήσεως — τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος, τὸ διʼ αἰσθήσεως σκοπεῖν τι —, τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη; — Πάνυ γε. — Ὅταν δέ γε αὐτὴ καθʼ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ συγγενὴς αὐτοῦ οὖσα ἀεὶ μετʼ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθʼ αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη· καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται; — Παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες. — Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ ξυγγενέστερον; — Πᾶς ἂν ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς, συγχωρῆσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος, ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή. — Τί δὲ τὸ σῶμα; — Τῷ ἑτέρῳ. — Ὅρα δὲ καὶ τῇδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι, ἢ πότερον τῷ θνητῷ; ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν; — Ἔοικε. — Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικε; — Δῆλα δή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. — Σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν ξυμβαίνει, τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ, ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχή, τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότερον αὖ εἶναι σῶμα. Ἔχομέν τι παρὰ ταῦτα λέγειν ἄλλο, ὦ φίλε Κέβης, ὡς οὐχ οὕτως ἔχει; — Οὐκ ἔχομεν. — Τί οὖν οὕτως ἐχόντων τούτων ἆρʼ οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτου; — Πῶς γὰρ οὔ; — Ἐννοεῖς οὖν, ἔφη, ὅτι ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ σῶμα καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ὃ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλʼ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. Συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον· ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα ὁμοίως, ὡς ἔπος εἰπεῖν, ἀθάνατά ἐστιν· ἢ οὔ; — Ναί. — Ἡ δὲ ψυχὴ ἄρα, τὸ ἀειδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης καὶ Σιμμία.
Πλάτωνος ἐκ τοῦ Κρατύλου.
Οἶμαι τοιοῦτόν τι νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυται καὶ τελευτᾷ· ὅθεν δή μοι δοκοῦσιν ψυχὴν αὐτὸ καλέσαι.
Πλάτωνος ἐκ τοῦ Φαίδρου.
Ψυχὴ πᾶσα ἀθάνατος. Τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δʼ ἄλλο κινοῦν καὶ ὑπὸ ἄλλου κινούμενον παῦλαν ἔχον ζωῆς παῦλαν ἔχει κινήσεως. Μόνον δὴ τὸ αὑτὸ κινοῦν, ἅτε οὐκ ἀπολεῖπον ἑαυτό, οὔποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται, τοῦτο γὰρ πηγὴ καὶ ἀρχὴ κινήσεως. Ἀρχὴ δὲ ἀγένητον· ἐξ ἀρχῆς γὰρ ἀνάγκη πᾶν τὸ γιγνόμενον γίγνεσθαι, αὐτὴν δὲ μηδʼ ἐξ ἑνός. Εἰ γὰρ ἔκ του ἀρχὴ γίγνοιτο, οὐκ ἂν ἐξ ἀρχῆς γίγνοιτο. Ἐπεὶ δὲ ἀγένητόν ἐστι, καὶ ἄφθορον αὐτὸ εἶναι ἀνάγκη. Ἀρχῆς γὰρ δὴ ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται, εἴπερ ἐξ ἀρχῆς δεῖ τὰ πάντα γίγνεσθαι. Οὕτω δὴ κινήσεως μὲν ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν· τοῦτο δʼ οὖν οὔτʼ ἀπόλλυσθαι οὔτε γίγνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν συμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν ὅθεν κινηθέντα γενήσεται. Ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφʼ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐχ αἰσχυνεῖται. Πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον· ᾧ δὲ ἔνδοθεν αὐτὸ ἐξ αὑτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς. Εἰ δʼ ἐστὶ τοῦτο οὕτως, μὴ ἄλλο τι εἶναι τὸ αὐτὸ αὑτὸ κινοῦν ἢ ψυχήν, ἐξ ἀνάγκης ἀγένητόν τε καὶ ἀθάνατον ψυχὴ ἂν εἴη. Περὶ μὲν οὖν ἀθανασίας αὐτῆς ἱκανῶς. Περὶ δὲ τῆς ἰδέας αὐτῆς ὧδε λεκτέον· οἷον μέν ἐστι, πάντῃ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης τε καὶ ἐλάττονος. Ταύτῃ οὖν λέγωμεν. Ἐοικέτω δὴ ξυμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.
Ἡροδότου ἱστορία βʹ … .
Πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοί εἰσι οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατόν ἐστι· τοῦ δὲ σώματος καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται· ἐπὰν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γενόμενον ἐσδύνειν· τὴν περιήλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι. τούτῳ τῷ λόγῳ εἰσὶ οἳ Ἑλλήνων ἐχρήσαντο οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον.
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Πότερον οὖν, ἔφη, πάντας τοὺς ἔμπροσθεν λόγους οὐκ ἀποδέχεσθε, ἢ τοὺς μέν, τοὺς δʼ οὔ; — Τοὺς μέν, ἐφάτην, τοὺς δʼ οὔ. — Τί οὖν, ἦ δʼ ὅς, περὶ ἐκείνου τοῦ λόγου λέγετε, ἐν ᾧ ἔφαμεν τὴν μάθησιν ἀνάμνησιν εἶναι, καὶ τούτου οὕτως ἔχοντος ἀναγκαίως ἔχειν ἄλλο τι πρότερον ἡμῶν εἶναι τὴν ψυχήν, πρὶν ἐν τῷ σώματι ἐντεθῆναι; — Ἐγὼ μέν, ἔφη ὁ Κέβης, καὶ τότε θαυμαστῶς ἐπείσθην ὑπʼ αὐτοῦ καὶ νῦν ἐμμένω ὡς οὐδενὶ λόγῳ. — Καὶ μήν, ἔφη ὁ Σιμμίας, καὶ αὐτὸς οὕτως ἔχω, καὶ πάνυ γε ἂν θαυμάσαιμι, εἴ μοι περί γε τούτου ἄλλα ποτὲ ἔτι δόξειεν. — Καὶ ὁ Σωκράτης· Ἀλλʼ ἀνάγκη σοι, ἔφη, ὦ ξένε Θηβαῖε, ἄλλο δόξαι, ἄνπερ μείνῃ ἥδε ἡ οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων συγκεῖσθαι. Οὐ γάρ που ἀποδέξῃ γε σαυτοῦ λέγοντος, ὡς πρότερον ἦν ἁρμονία ξυγκειμένη, πρὶν ἐκεῖνο εἶναι ἐξ ὧν ἔδει αὐτὴν συντεθῆναι· ἢ ἀποδέξῃ; — Οὐδαμοῦ, ἔφη, ὦ Σώκρατες. — Αἰσθάνῃ οὖν, ἦ δʼ ὅς, ὅτι ταῦτά σοι ξυμβαίνει λέγειν, ὅταν φῇς μὲν εἶναι τὴν ψυχὴν πρὶν καὶ εἰς ἀνθρώπου εἶδος καὶ σῶμα ἀφικέσθαι, εἶναι δʼ αὐτὴν συγκειμένην ἐκ τῶν οὐδέπω ὄντων; οὐ γὰρ δὴ ἁρμονία γέ σοι τοιοῦτόν ἐστιν ᾧ ἀπεικάζεις· ἀλλὰ πρότερον καὶ ἡ λύρα καὶ αἱ χορδαὶ καὶ οἱ φθόγγοι ἔτι ἀνάρμοστοι ὄντες γίγνονται, τελευταῖον δὲ πάντων ξυνίσταται ἡ ἁρμονία καὶ πρῶτον ἀπόλλυται. Οὗτος οὖν σοι ὁ λόγος ἐκείνῳ τῷ λόγῳ πῶς ξυναινέσεται; — Οὐδαμῶς, ἔφη ὁ Σιμμίας. — Καὶ μήν, ἦ δʼ ὅς, πρέπει γε, εἴπερ τῳ ἄλλῳ λόγῳ ξυνῳδῷ εἶναι καὶ τῷ περὶ ἁρμονίας. — Πρέπει γάρ, ἔφη ὁ Σιμμίας. — Οὗτος τοίνυν, ἔφη, σοὶ οὐ ξυνῳδός, ἀλλʼ ὅρα· πότερον αἱρεῖ τῶν λόγων, τὴν μάθησιν ἀνάμνησιν εἶναι, ἢ ψυχὴν ἁρμονίαν; — Πολὺ μᾶλλον ἐκεῖνον, ἔφη, ὦ Σώκρατες. Ὅδε μὲν γάρ μοι γέγονεν ἄνευ ἀποδείξεως μετὰ εἰκότος τινὸς καὶ εὐπρεπείας· ὅθεν καὶ τοῖς πολλοῖς δοκεῖ ἀνθρώποις· ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις ποιουμένοις λόγοις ξύνοιδα οὖσιν ἀλαζόσι, καὶ ἄν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μάλα ἐξαπατῶσι καὶ ἐν γεωμετρίᾳ καὶ τοῖς ἄλλοις πᾶσιν. Ὁ δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος διʼ ὑποθέσεως ἀξίας ἀποδέξασθαι εἴρηται. Ἐρρήθη γάρ που οὕτως ἡμῶν εἶναι ἡ ψυχὴ καὶ πρὶν ἢ εἰς σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν ἡ οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ ὃ ἔστιν. Ἐγὼ δὲ ταύτην, ὡς ἐμαυτὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδειγμαι. Ἀνάγκη οὖν μοι, ὡς ἔοικε, διὰ ταῦτα μήτε ὡς ἐμαυτοῦ μήτε ὡς ἄλλου ἀποδέχεσθαι λέγοντος ὡς ψυχή ἐστιν ἁρμονία. — Τί δέ, ἦ δʼ ὅς, ὦ Σιμμία, τῇδε; δοκεῖ σοι ἁρμονίᾳ ἢ ἄλλῃ τινι συνθέσει προσήκειν, ἄλλως πως ἔχειν ἢ ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν συγκέηται; — Οὐδαμῶς. — Οὐδὲ μὴν ποιεῖν τι, ὡς ἐγᾦμαι, οὐδέ τι πάσχειν ἄλλο παρʼ ὃ ἂν ἐκεῖνα ἢ ποιῇ ἢ πάσχῃ. — Συνέφη. — Οὐκ ἄρα ἡγεῖσθαί γε προσήκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλὰ ἕπεσθαι. — Συνεδόκει. — Πολλοῦ ἄρα δεῖ ἐναντία γε ἁρμονία κινηθῆναι ἂν ἢ φθέγξασθαι ἤ τι ἄλλο ἐναντιωθῆναι τοῖς αὑτῆς μέρεσι. — Πολλοῦ μέντοι, ἔφη. — Τί δέ; οὐχ οὕτως ἁρμονία πέφυκεν εἶναι ἑκάστη ἁρμονία, ὡς ἂν ἁρμοσθῇ; — Οὐ μανθάνω, ἔφη. — Ἢ οὐχί, ἦ δʼ ὅς, ἐὰν μὲν μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλόν τε ἂν ἁρμονία εἴη καὶ πλείων· εἰ δʼ ἧττόν τε καὶ ἐπὶ ἔλαττον, ἧττόν τε καὶ ἐλάττων; — Πάνυ γε. — Ἦ οὖν ἔστι τοῦτο περὶ ψυχήν, ὥστε κατὰ τὸ σμικρότατον μᾶλλον ἑτέραν ἑτέρας ψυχὴν ἐπὶ πλέον καὶ μᾶλλον ἢ ἐπὶ ἔλαττον καὶ ἧττον αὐτὸ τοῦτʼ εἶναι, ψυχήν; — Οὐδʼ ὁπωστιοῦν, ἔφη. — Φέρε δή, ἔφη, πρὸς Διός· λέγεται ψυχὴ ἣ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἣ δὲ ἄνοιάν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή; καὶ ταῦτα ἀληθῶς λέγεται; — Ἀληθῶς μέντοι. — Τῶν οὖν τιθεμένων ψυχὴν ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε ἀρετὴν καὶ τὴν κακίαν; Πότερα ἁρμονίαν αὖ τινʼ ἄλλην καὶ ἀναρμοστίαν; καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ τῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην; — Οὐκ ἔχω ἔγωγε, φησὶν ὁ Σιμμίας, εἰπεῖν· δῆλον δὲ ὅτι τοιαῦτʼ ἄττʼ ἂν λέγοι ὁ ἐκεῖνο ὑποθέμενος. — Ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον μηδʼ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι. Τοῦτο δʼ ἐστὶ τὸ ὁμολόγημα, μηδὲν μᾶλλον μηδʼ ἐπὶ πλέον μηδὲ ἧττον, μηδʼ ἐπὶ ἔλαττον ἑτέραν ἑτέρας ἁρμονίαν ἁρμονίας εἶναι; ἦ γάρ; — Πάνυ γε. — Τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μηδὲ μᾶλλον μηδὲ ἧττον ἡρμόσθαι· ἔστιν οὕτως; — Ἔστιν. — Ἡ δὲ μήτε μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἔστιν ὅτι πλέον ἢ ἔλαττον ἁρμονίας μετέχει, ἢ τὸ ἴσον; — Τὸ ἴσον. — Οὐκοῦν ψυχὴ οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἄλλη ἄλλης αὐτὸ τοῦτο ψυχή ἐστιν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται; — Οὕτω. — Τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας μετέχοι ἄν. — Οὐ γὰρ οὖν. — Τοῦτο δʼ αὖ πεπονθυῖα ἆρʼ ἄν τι πλέον κακίας ἢ ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη; — Οὐδὲν πλέον. — Μᾶλλον δέ γέ που, ὦ Σιμμία, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μεθέξει, εἴπερ ἁρμονία ἐστίν· ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτʼ ἂν μετάσχοι. — Οὐ μέντοι. — Οὐδέ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας. — Πῶς γὰρ ἔκ γε τῶν προειρημένων; — Ἐκ τούτου ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο εἶναι, ψυχαί. — Ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες. — Ἦ καὶ καλῶς δοκεῖ, ἦ δʼ ὅς, οὕτω λέγεσθαι καὶ πάσχειν ἂν ταῦτα ὁ λόγος, εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν, τὸ ψυχὴν ἁρμονίαν εἶναι. — Οὐδʼ ὁπωστιοῦν, ἔφη. — Τί δέ; ἦ δʼ ὅς· τῶν ἐν ἀνθρώπῳ πάντων ἔσθʼ ὅ τι ἄλλο λέγεις ἄρχειν ἢ ψυχήν, ἄλλως τε καὶ φρόνιμον; — Οὐκ ἔγωγε. — Πότερον συγχωροῦσαν τοῖς κατὰ τὸ σῶμα παθήμασιν, ἢ καὶ ἐναντιουμένην; λέγω δὲ τὸ τοιόνδε· οἷον καύματος ἐνόντος καὶ δίψους ἐπὶ τοὐναντίον ἕλκειν, τὸ μὴ πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα που μυρία ἐροῦμεν ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα· ἢ οὔ; — Πάνυ μὲν οὖν. — Οὐκοῦν αὖ ὡμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτε ταύτην, ἁρμονίαν γε οὖσαν, ἐναντία ᾄδειν οἷς ἐπιτείνοιτο καὶ χαλῷτο καὶ ψάλλοιτο καὶ ἄλλο ὁτιοῦν πάθος πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνει οὖσα, ἀλλʼ ἕπεσθαι ἐκείνοις καὶ οὔποτʼ ἂν ἡγεμονεύειν; — Ὡμολογήσαμεν, ἔφη· πῶς γὰρ οὔ; — Τί οὖν νῦν; οὐ πᾶν τοὐναντίον φαίνεται ἡμῖν ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων, ἐξ ὧν φησί τις αὐτὴν εἶναι, καὶ ἐναντιουμένη ὀλίγου πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν χαλεπώτερον κολάζουσα καὶ μετʼ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ τὴν ἰατρικήν, τὰ δὲ πραότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα, ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη; οἷόν που καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ πεποίηκεν, οὗ λέγει τὸν Ὀδυσσέα·
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. Ἆρʼ οἴει αὐτὸν ταῦτα ποιῆσαι διανοούμενον ὡς ἁρμονίας αὐτῆς οὔσης καὶ οἵας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλʼ οὐχ οἵας ἄγειν τε ταῦτα καὶ δεσπόζειν, καὶ οὔσης αὐτῆς πολὺ θειοτέρου τινὸς ἢ καθʼ ἁρμονίαν; — Νὴ Δία, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ. — Οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἁρμονίαν τινὰ φάναι εἶναι· οὔτε γὰρ ἄν, ὡς ἔοικεν, Ὁμήρῳ θειῷ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. — Ἔχει οὕτως, ἔφη. — Εἶεν δή, ἦ δʼ ὃς ὁ Σωκράτης, τὰ μὲν Ἁρμονίας ἡμῖν τῆς Θηβαικῆς ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονε· τί δὲ δὴ τὰ Κάδμου, ἔφη, ὦ Κέβης, πῶς ἱλασόμεθα καὶ τίνι λόγῳ; — Σύ μοι δοκεῖς, ἔφη ὁ Κέβης, ἐξευρήσειν.
Ἐν ταὐτῷ.
Ὁ οὖν Σωκράτης συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς αὑτόν τι σκεψάμενος, Οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ Κέβης, ζητεῖς· ὅλως γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι. Ἐγὼ οὖν σοι δίειμι περὶ αὐτῶν, ἂν βούλῃ, τά γʼ ἐμὰ πάθη· ἔπειτα ἐάν τί σοι χρήσιμον φαίνηται ὧν ἂν λέγω, πρὸς τὴν πειθὼ περὶ ὧν λέγεις χρήσῃ. — Ἀλλὰ μήν, ἔφη ὁ Κέβης, βούλομαί γε. — Ἄκουε τοίνυν ὡς ἐροῦντος. Ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίγνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἄνω κάτω μετέβαλλον σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρʼ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῷα συστρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ, ἢ τούτων μὲν οὐδέν, ὁ δὲ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ τοῦ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην· καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι, ὡς οὐδὲν χρῆμα.
Πλάτωνος.
Τὸ γὰρ μὴ διελέσθαι οἷόν τε εἶναι ὅτι ἄλλο μέν τί ἐστι τὸ αἴτιον τῷ ὄντι, ἄλλο δὲ ἐκεῖνο ἄνευ οὗ τὸ αἴτιον οὐκ ἄν ποτʼ εἴη αἴτιον· ὃ δή μοι φαίνονται ψηλαφῶντες οἱ πολλοὶ ὥσπερ ἐν σκότει, ἀλλοτρίῳ ὀνόματι προσχρώμενοι, ὡς αἴτιον αὐτὸ προσαγορεύειν. Διὸ δὴ καὶ ὃ μέν τις δίνην περιτιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλʼ ἡγοῦνται τούτου ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ ἀθανατώτερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον συνιδεῖν καὶ συνδέειν οὐδὲν οἴονται. Ἐγὼ μὲν οὖν τῆς τοιαύτης αἰτίας, ὅπῃ ποτὲ ἔχει, μαθητὴς ὁτουοῦν ἥδιστʼ ἂν γενοίμην· ἐπειδὴ δὲ ταύτης ἐστερήθην καὶ οὔτʼ αὐτὸς εὑρεῖν οὔτε παρʼ ἄλλου μαθεῖν οἷός τε ἐγενόμην, τὸν δεύτερον πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ᾗ πεπραγμάτευμαι, βούλει σοι, ἔφη, ἐπίδειξιν ποιήσομαι, ὦ Κέβης; — Ὑπερφυῶς μὲν οὖν, ἔφη, ὡς βούλομαι. — Ἔδοξε τοίνυν μοι, ἦ δʼ ὅς, μετὰ ταῦτα, ἐπειδὴ ἀπείρηκα τὰ ὄντα σκοπῶν, δεῖν εὐλαβηθῆναι, μὴ πάθοιμι ὅπερ οἱ τὸν ἥλιον ἐκλείποντα θεωροῦντες καὶ σκοπούμενοι πάσχουσι· διαφθείρονται γάρ που ἔνιοι τὰ ὄμματα, ἐὰν μὴ ἐν ὕδατι ἤ τινι τοιούτῳ σκοπῶνται τὴν εἰκόνα αὐτοῦ. Τοιοῦτόν τι καὶ ἐγὼ διενοήθην καὶ ἔδεισα, μὴ παντάπασι τὴν ψυχὴν τυφλωθείην βλέπων πρὸς τὰ πράγματα τοῖς ὄμμασι καὶ ἑκάστῃ τῶν αἰσθήσεων ἐπιχειρῶν ἅπτεσθαι αὐτῶν. Ἔδοξε δή μοι χρῆναι εἰς τοὺς λόγους καταφυγόντα ἐν ἐκείνοις σκοπεῖν τῶν ὄντων τὴν ἀλήθειαν. Ἴσως μὲν οὖν, ὡς εἰκάζω, τρόπον τινὰ οὐκ ἔοικεν. Οὐ γὰρ πάνυ συγχωρῶ, τὸν ἐν λόγοις σκοπούμενον τὰ ὄντα ἐν εἰκόσι μᾶλλον σκοπεῖν ἢ τὸν ἐν τοῖς ἔργοις· ἀλλʼ οὖν δὴ ταύτῃ γε ὥρμησα, καὶ ὑποθέμενος ἑκάστοτε λόγον ὃν ἂν κρίνω ἐρρωμενέστατον εἶναι, ἃ μὲν ἄν μοι δοκῇ τούτῳ συμφωνεῖν, τίθημι ὡς ἀληθῆ ὄντα, καὶ περὶ αἰτίας καὶ περὶ τῶν ἄλλων πάντων· ἃ δʼ ἂν μή, ὡς οὐκ ἀληθῆ. Βούλομαι δέ σοι σαφέστερον εἰπεῖν ἃ λέγω· οἶμαι γάρ σε νῦν οὐ μανθάνειν. — Οὐ μὰ τὸν Δίʼ, ἔφη ὁ Κέβης, οὐ σφόδρα.
Ἐν ταὐτῷ.
Ἀποκρίνου δή, ἦ δʼ ὅς, ᾧ ἂν τί ἐγγένηται σώματι, ζῶν ἔσται; — Ὧι ἂν ψυχή, ἔφη. — Οὐκοῦν ἀεὶ τοῦτο οὕτως ἔχει; — Πῶς γὰρ οὐχί, ἦ δʼ ὅς. — Ἡ ψυχὴ ἄρα ὅ τι ἂν αὐτὴ κατάσχῃ, ἀεὶ ἥκει ἐπʼ ἐκεῖνο φέρουσα ζωήν; — Ἥκει μέντοι, ἔφη. — Πότερον δʼ ἔστι τι ζωῇ ἐναντίον ἢ οὐδέν; — Ἔστιν, ἔφη. — Τί; — Θάνατος. — Οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μήποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται; — Καὶ μάλα σφόδρα, ἔφη ὁ Κέβης. — Τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν, τί νῦν δὴ ὀνομάζομεν; — Ἀνάρτιον, ἔφη. — Τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν μουσικὸν μὴ δέχηται; — Ἄμουσον, ἔφη, τὸ δὲ ἄδικον. — Εἶεν· ὃ δʼ ἂν θάνατον μὴ δέχηται, τί καλοῦμεν; — Ἀθάνατον, ἔφη. — Οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον; — Οὔ. — Ἀθάνατον ἄρα ψυχή; — Ἀθάνατον. — Εἶεν, ἔφη· τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν· ἢ πῶς δοκεῖ; — Καὶ μάλα γε ἱκανῶς, ὦ Σώκρατες. — Τί οὖν, ἦ δʼ ὅς, ὦ Κέβης; Εἰ τῷ ἀναρτίῳ ἀναγκαῖον ἦν ἀνωλέθρῳ εἶναι, ἄλλο τι ἢ τὰ τρία ἀνώλεθρα ἂν ἦν; — Πῶς γὰρ οὔ; — Οὐκοῦν εἰ καὶ τὸ θερμὸν ἀναγκαῖον ἦν ἀνώλεθρον εἶναι, ὁπότε τις ἐπὶ χιόνα θερμὸν ἐπάγει, ὑπεξῄει ἂν ἡ χιὼν μένουσα ἄτηκτος· οὐ γὰρ ἂν ἀπώλετό γε, οὐδʼ αὖ ὑπομένουσα ἐδέξατʼ ἂν τὴν θερμότητα. — Ἀληθῆ, ἔφη, λέγεις. — Ὡσαύτως, οἶμαι, κἂν εἰ τὸ ψυχρὸν ἀνώλεθρον ἦν, ὁπότε ἐπὶ τὸ πῦρ ψυχρόν τι ἐπῄει, οὔποτʼ ἂν ἀπεσβέννυτο οὐδʼ ἀπώλλυτο, ἀλλὰ σῶον ἂν ἀπελθὸν ᾤχετο. — Ἀνάγκη, ἔφη. — Οὐκοῦν καὶ ὧδε, ἔφη, ἀνάγκη περὶ τοῦ ἀθανάτου εἰπεῖν; Εἰ μὲν τὸ ἀθάνατον καὶ ἀνώλεθρόν ἐστιν, ἀδύνατον ψυχῇ, ὅταν θάνατος ἐπʼ αὐτὴν ἴῃ, ἀπόλλυσθαι· θάνατον μὲν γὰρ δὴ ἐκ τῶν προειρημένων οὐ δέξεται οὐδʼ ἔσται τεθνηκυῖα, ὥσπερ τὰ τρία οὐκ ἔσται, ἔφαμεν, ἄρτιον, οὐδὲ γοῦν τὸ περιττόν, οὐδὲ δὴ τὸ πῦρ ψυχρόν, οὐδέ γε ἡ ἐν τῷ πυρὶ θερμότης. Ἀλλὰ τί κωλύει, φαίη ἄν τις, ἄρτιον μὲν τὸ περιττὸν μὴ γίγνεσθαι ἐπιόντος τοῦ ἀρτίου, ὥσπερ ὡμολόγηται, ἀπολομένου δʼ αὐτοῦ ἀντʼ ἐκείνου ἄρτιον γεγονέναι; Τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοιμεν διαμάχεσθαι ὅτι οὐκ ἀπόλλυται· τὸ γὰρ ἀνάρτιον οὐκ ἀνώλεθρόν ἐστιν, ἐπεὶ εἰ τοῦτο ὡμολόγητο ἡμῖν, ῥᾳδίως ἂν διεμαχόμεθα ὅτι ἐπελθόντος τοῦ ἀρτίου τὸ περιττὸν καὶ τὰ τρία οἴχεται ἀπιόντα· καὶ περὶ πυρὸς καὶ θερμοῦ καὶ τῶν ἄλλων οὕτως ἂν διεμαχόμεθα· ἢ οὔ; — Πάνυ μὲν οὖν. — Οὐκοῦν καὶ νῦν περὶ τοῦ ἀθανάτου, εἰ μὲν ἡμῖν ὁμολογεῖται καὶ ἀνώλεθρον εἶναι, ψυχὴ ἂν εἴη πρὸς τῷ ἀθάνατος εἶναι καὶ ἀνώλεθρος· εἰ δὲ μή, ἄλλου ἂν δέοι λόγου. — Ἀλλʼ οὐδὲν δεῖ, ἔφη, τούτου γε ἕνεκα· σχολῇ γὰρ ἄν τι ἄλλο φθορὰν μὴ δέχοιτο, εἴ γε τὸ ἀθάνατον ἀίδιον ὂν φθορὰν δέξεται. — Ὁ δέ γε θεός, οἶμαι, ἔφη ὁ Σωκράτης, καὶ αὐτὸ τὸ τῆς ζωῆς εἶδος καὶ εἴ τι ἄλλο ἀθάνατόν ἐστι, παρὰ πάντων ἂν ὁμολογηθείη μηδέποτε ἀπόλλυσθαι. — Παρὰ πάντων μέντοι νὴ Δίʼ, ἔφη, ἀνθρώπων τέ γε καὶ ἔτι μᾶλλον, ὡς ἐγᾦμαι, παρὰ θεῶν. — Ὁπότε δὴ τὸ ἀθάνατον καὶ ἀδιάφθορόν ἐστιν, ἄλλο τι ψυχὴ ἤ, εἰ ἀθάνατος τυγχάνει οὖσα, καὶ ἀνώλεθρος ἂν εἴη; — Πολλὴ ἀνάγκη. — Ἐπιόντος ἄρα θανάτου ἐπὶ τὸν ἄνθρωπον, τὸ μὲν θνητόν, ὡς ἔοικεν, αὐτοῦ ἀποθνῄσκει, τὸ δʼ ἀθάνατον σῶον καὶ ἀδιάφθορον οἴχεται ἀπιόν, ὑπεκχωρῆσαν τῷ θανάτῳ. — Φαίνεται. — Παντὸς μᾶλλον ἄρα, ἔφη, ὦ Κέβης, ἔσονται ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου.
Ἐκ τῶν Πορφυρίου Πρὸς τὰ νοητὰ ἀφορμῶν.
Ἡ μὲν ψυχὴ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας μέσον τι· ὁ δὲ νοῦς ἀμέριστος οὐσία μόνον, τὰ δὲ σώματα μεριστὰ μόνον. Αἱ δὲ ποιότητες καὶ τὰ ἔνυλα εἴδη περὶ τὰ σώματα τὰ μεριστά.
Ἐν ταὐτῷ.
Ψυχὴ καταδεῖται πρὸς σῶμα τῇ ἐπιστροφῇ τῇ πρὸς τὰ πάθη τὰ ἀπʼ αὐτοῦ, καὶ λύεται διὰ τῆς ἀπαθείας.
Ἐν ταὐτῷ.
Ἡ ψυχὴ ἔχει μὲν πάντων τοὺς λόγους, ἐνεργεῖ δὲ κατʼ αὐτοὺς ἢ ὑπʼ ἄλλου εἰς τὴν προχείρισιν ἐκκαλουμένη ἢ ἑαυτὴν εἰς αὐτοὺς ἐπιστρέφουσα εἰς τὸ εἴσω. Καὶ ὑπʼ ἄλλου μὲν ἐκκαλουμένη ὡς πρὸς τὰ ἔξω τὰς αἰσθήσεις εἴσω ἀποδίδωσιν· εἰς δὲ ἑαυτὴν εἰσιοῦσα πρὸς τὸν νοῦν ἐν ταῖς νοήσεσι γίγνεται· καὶ οὔτε αἴσθησις ἔξωθεν οὔτε νόησις εἴσω ἄλλῃ ποτέ. Ὡς δὲ τῷ ζῴῳ οὐκ ἄνευ πάθους τῶν αἰσθητικῶν ὀργάνων αἱ αἰσθήσεις, οὕτω καὶ αἱ νοήσεις οὐκ ἄνευ φαντασίας· ἵνʼ ᾖ τὸ ἀνάλογον, ὡς ὁ τύπος παρακολούθημα ζῴου αἰσθητικοῦ, οὕτως τὸ φάντασμα ψυχῆς ζῴου ἑπόμενον νοήσει.
Ἐν ταὐτῷ.
Ἡ ψυχὴ οὐσία ἀμεγέθης, ἄυλος, ἄφθαρτος, ἐν ζωῇ παρʼ ἑαυτῆς ἐχούσῃ τὸ ζῆν κεκτημένη τὸ εἶναι.
Ἐν ταὐτῷ.
Ἄλλο τὸ πάσχειν τῶν σωμάτων, ἄλλο τῶν ἀσωμάτων. Τῶν μὲν γὰρ σωμάτων σὺν τροπῇ τὸ πάσχειν· τῆς δὲ ψυχῆς αἱ οἰκειώσεις καὶ τὰ πάθη ἐνέργειαι, οὐδὲν ἐοικυῖαι θερμάνσεσι καὶ ψύξεσι σωμάτων. Διὸ εἴπερ τὸ πάσχειν πάντως σὺν τροπῇ, ἀπαθῆ ῥητέον παντελῶς τὰ ἀσώματα. Τὰ μὲν γὰρ ὕλης κεχωρισμένα καὶ σωμάτων ἐνεργείαις ἦν τὰ αὐτά· τὰ δʼ ὕλῃ πλησιάζοντα καὶ σώμασιν αὐτὰ μὲν ἀπαθῆ, τὰ δὲ ἐφʼ ὧν θεωρεῖται πάσχει. Ὅταν γὰρ τὸ ζῷον αἰσθάνηται, ἔοικεν ἡ ψυχὴ μὲν ἁρμονίᾳ χωριστῇ, ἐξ ἑαυτῆς τὰς χορδὰς κινούσῃ ἡρμοσμένας· … ἁρμονίᾳ ἀχωρίστῳ· τὸ δὲ αἴτιον τοῦ κινῆσαι τὸ ζῷον διὰ τὸ εἶναι ἔμψυχον ἀνάλογον τῷ μουσικῷ διὰ τὸ εἶναι ἐναρμόνιον· τὰ δὲ πληγέντα σώματα διὰ πάθος αἰσθητικὸν ταῖς ἡρμοσμέναις χορδαῖς. καὶ γὰρ ἐκεῖ οὐδʼ ἡ ἁρμονία πέπονθεν ἡ χωριστή, ἀλλʼ ἡ χορδή· καὶ κινεῖ μὲν ὁ μουσικὸς κατὰ τὴν ἐν αὑτῷ ἁρμονίαν, οὐ μὴν ἐκινήθη ἂν ἡ χορδὴ μουσικῶς, εἰ καὶ ὁ μουσικὸς ἐβούλετο, μὴ τῆς ἁρμονίας τοῦτο λεγούσης.
Ἐν ταὐτῷ.
Ἧς οὐσίας ἐν ζωῇ τὸ εἶναι καὶ ἧς τὰ πάθη ζωή, ταύτης καὶ ὁ θάνατος ἐν ποιᾷ ζωῇ κεῖται, οὐκ ἐν ζωῆς καθάπαξ στερήσει, ὅτι μηδὲ τὸ παθεῖν ἦν ὁδὸς εἰς τὴν παντελῆ ἀζωίαν ἐπʼ αὐτῆς.
Ἐν ταὐτῷ.
Οὐ διὰ τὸ πλῆθος τῶν σωμάτων δεῖ νομίζειν πλῆθος τῶν ψυχῶν γενέσθαι, πρὸ δὲ τῶν σωμάτων εἶναι καὶ πολλὰς καὶ μίαν, οὔτε τῆς μιᾶς ὅλης κωλυούσης τὰς πολλὰς ἐν ἑαυτῇ εἶναι οὔτε τῶν πολλῶν τὴν μίαν εἰς αὑτὰς μεριζουσῶν. Διέστησαν γὰρ οὐκ ἀποκοπεῖσαι οὐδʼ ἀποκερματίσασαι εἰς αὑτὰς τὴν ὅλην, καὶ πάρεισιν ἀλλήλαις οὐ συγκεχυμέναι οὐδὲ σωρὸν ποιοῦσαι τὴν ὅλην. Οὔτε γὰρ πέρασίν εἰσι διειλημμέναι οὔτε πάλιν ἀλλήλαις συγκεχυμέναι, ὥσπερ οὐδὲ ἐπιστῆμαι συνεχύθησαν αἱ πολλαὶ ἐν ψυχῇ μιᾷ καὶ πάλιν οὐκ ἔγκεινται ὡς τὰ σώματα τῇ ψυχῇ ἑτερουσίως, ἀλλὰ τῆς ψυχῆς ποιαὶ ἦσαν ἐνέργειαι.
Ἀπειροδύναμος ἡ τῆς ψυχῆς φύσις καὶ καθʼ ἕκαστον τὸ τυχὸν αὐτῆς … ψυχή, καὶ πᾶσαι μία, καὶ πάλιν ἡ ὅλη ἄλλη παρὰ πάσας. Ὡς γὰρ τὰ σώματα ἐπʼ ἄπειρον τεμνόμενα οὐ καταλήγει εἰς ἀσώματα, κατʼ ὄγκον λαμβανόντων τῶν τμημάτων τὴν διαφοράν, οὕτως ψυχή, οὖσα ζωτικόν, ἐπʼ ἄπειρον κατὰ τὰ εἴδη διείληπται, παραλλαγὰς ἔχουσα εἰδικάς, καὶ ἡ ὅλη σὺν ταύταις οὖσα καὶ ἄνευ τούτων. Ἡ γὰρ ἐπʼ αὐτῆς οἷον τομὴ ἑτερότης ἐστὶ μενούσης τῆς ταὐτότητος. Εἰ δʼ ἐπὶ τῶν σωμάτων, ἐφʼ ὧν ἡ ἑτερότης ἐκράτει μᾶλλον τῆς ταὐτότητος, οὐδὲν ἐπεισελθὸν ἀσώματον διέκοψε τὴν ἕνωσιν, μένει δὲ πάντα ἡνωμένα μὲν κατὰ τὴν οὐσίαν, ταῖς δὲ ποιότησι καὶ τοῖς ἄλλοις εἴδεσι διειλημμένα, τί χρὴ ὑπονοεῖν ἐπὶ τῆς εἰδικῆς ἀσωμάτου ζωῆς, ἐφʼ ἧς ἡ ταὐτότης μᾶλλον κεκράτηκε τῆς ἑτερότητος, καὶ οὐδὲν ὑπόκειται ἀλλοῖον παρὰ τὸ εἶδος, ἀφʼ ἧς καὶ τοῖς σώμασιν ἡ ἑνότης, οὐδὲ σῶμα συμπεσὸν ἀποκόπτει τὴν ἕνωσιν, καίπερ πρὸς τὰς ἐνεργείας ἐν πολλοῖς ἐμποδίζον; Αὐτὴ διʼ αὑτὴν ἡ ταὐτότης αὐτῆς πάντα ποιεῖ καὶ εὑρίσκει διὰ τῆς ἐπʼ ἄπειρον εἰδικῆς ἐνεργείας, τοῦ τυχόντος μέρους πάντα δυναμένου. ὅταν σωμάτων καθαρεύῃ, ὡς τὸ τυχὸν μέρος τοῦ σπέρματος τὴν τοῦ παντὸς σπέρματος ἔχει δύναμιν. Ὥσπερ δὲ κρατηθὲν ἐν ὕλῃ τὸ σπέρμα καθʼ ἕκαστον ὧν ἠδύνατο λόγων ἐν τοῖς μέρεσι τῆς ὕλης κρατεῖται, καὶ πάλιν συναχθὲν εἰς τὴν τοῦ σπέρματος δύναμιν καθʼ ἕκαστον τῶν μερῶν ἔχει τὴν πᾶσαν δύναμιν, οὕτω καὶ ψυχῆς ἀύλου τὸ ὡς μέρος ἐπινοούμενον τῆς πάσης ψυχῆς ἔχει τὴν δύναμιν. Τὸ δὲ πρὸς ὕλην ῥέψαν κεκράτηται μὲν καθʼ ὃ ἐπιτηδείως ἔσχε προσομιλεῖν ἐνύλῳ· ἔχει δὲ τὴν τῆς ὅλης δύναμιν ἤδη καὶ ἐντυγχάνει οὔσῃ ἐν ἑαυτῷ, ὅταν ἀπὸ τοῦ ἐνύλου ἀποστὰν ἐν ἑαυτῷ γένηται. Ἐπεὶ δὲ πρὸς μὲν ὕλην ῥεπούσῃ ἀπορία ἁπάντων ἦν καὶ τῆς οἰκείας δυνάμεως κένωσις, εἰς δὲ τὸν νοῦν ἀναγομένη τὸ πλῆρες ἑαυτῆς κατὰ τὴν δύναμιν ἔχειν τῆς πάσης ηὑρίσκετο, τὴν μὲν εἰκότως πενίαν τὴν δὲ κόρον οἱ τοῦτο πρῶτον γνόντες τῆς ψυχῆς τὸ πάθος ᾐνίξαντο.
Ἐκ τῶν Πορφυρίου Περὶ τῶν τῆς ψυχῆς δυνάμεων.
Τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται καὶ πρότερόν γε ἐπεξελθεῖν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστερον ἐπικρίσει τῇ παρὰ τοῖς διδασκάλοις.
Ἀρίστων ἀντιληπτικὴν δύναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθητικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθʼ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ ὠνομάσθαι — ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς, ἢ τελέως ἀσθενὲς καὶ ἀμυδρὸν ἄγαν —, ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα ἢ μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι. Πῶς οὖν ἡ μετʼ ὀργάνου οὐχ ἡ αὐτὴ ἔσται τῷ νῷ, εἴγε ὑφʼ ἓν γένος, τὸ τῆς ἀντιληπτικῆς, τέτακται καὶ τὸ μετʼ ὀργάνου ἐνεργοῦν μέρος καὶ τὸ ἄνευ ὀργάνου; ἢ ὅτι ἣ μὲν τῆς μορφῆς τῶν ὄντων ἀντιλαμβάνεται, ἣ δὲ τῆς οὐσίας; Αἴσθησις γὰρ οὐσίας οὐκ ἀντιληπτική, ἀλλὰ μορφῆς καὶ πλάσεως … ὅτι δὲ ἄνθρωπος ἢ ἵππος, ἄλλου ἡ ἀντίληψις. Διάφορον οὖν τῆς ἀντιλήψεως κίνημα· ἣ μὲν γὰρ τυπουμένῃ ἔοικεν ἡ τῆς αἰσθητικῆς καὶ ἔξω ἑλκομένῃ ἐπὶ μορφήν, ἣ δὲ ἀφισταμένῃ τυπώσεως. Οἳ μὲν οὖν διῄρουν καὶ τὸ μὲν ἄνευ φαντασίας ἢ αἰσθήσεως διεξοδικόν, ἀπὸ τοῦ νοῦ ἠρτημένον διάνοιάν τε καὶ νοῦν προσηγόρευον, τὸ δὲ μετὰ φαντασίας ἢ αἰσθήσεως τὴν διέξοδον ἔχον δοξαστικόν. Οἳ δὲ μίαν μὲν τὴν οὐσίαν λογικὴν ἐτίθεντο, διαφόρους δὲ τὰς ἐνεργείας. Τοιαύτης δὲ οὔσης τῆς διαφορᾶς ὑφʼ ἓν τίθεσθαι τὰς δύο δυνάμεις μήποτε ἄτοπον ἦν — οὐ γὰρ ἐκ μιᾶς ἥ τε νόησις οὐσίας ὁρμᾶται καὶ ἡ αἴσθησις, καὶ ἀντίληψιν εἴ τις λέγει τὴν τοῦ νοῦ ἐνέργειαν, ὁμωνύμως ἐρεῖ —, καὶ ἔδει ἄλλην μὲν θέσθαι τὴν τοῦ νοῦ δύναμιν καὶ ἑτερογενῆ. μεθʼ ἣν τὴν τῆς διανοίας, πάντας τοὺς ἐφʼ ἑκατέρας, ἀλλὰ τὴν μὲν ἀθρόαν ἐνέργειαν τὴν δὲ ἐν διεξόδῳ· ἄλλην δὲ πάντῃ τὴν αἰσθητικήν, ἧς τὸ μέν τι μετὰ προσχρήσεως ὀργάνων, τὸ δέ τι ἄνευ προσχρήσεως, τοῦ μὲν μετʼ ὀργάνων αἰσθητικοῦ καλουμένου, τοῦ δὲ ἄνευ τούτων φανταστικοῦ, τὸ δέ τι οὐχ ἧττον τοῦ αὐτοῦ γένους, ὑπερβεβηκὸς δὲ τὸ διεξοδεῦον, τὸ ἀθρόον τούτων, δοξαστικὸν καλούμενον, ἐπιστάσεως οὔσης, πότερον τῆς διανοίας εἶδος τὸ τοιοῦτο ἢ τὸ ἄλλο, τὸ ὑπερβεβηκὸς μὲν τὸ αἰσθητικὸν καὶ φανταστικόν, ὑποβεβηκὸς δὲ τὸ νοητικόν.
Ἐν ταὐτῷ. Νουμήνιος δὲ τὴν συγκαταθετικὴν δύναμιν παραδεκτικὴν ἐνεργειῶν φήσας εἶναι, σύμπτωμα αὐτῆς φησιν εἶναι τὸ φανταστικόν, οὐ μὴν ἔργον γε καὶ ἀποτέλεσμα, ἀλλὰ παρακολούθημα· τῶν ἀπὸ τῆς Στοᾶς τὴν αἴσθησιν οὐκ ἐν τῇ φαντασίᾳ ἱστάντων μόνον, ἀλλὰ τὴν οὐσίαν ἀναρτώντων ἀπὸ τῆς συγκαταθέσεως. Αἰσθητικὴ γὰρ φαντασία συγκατάθεσίς ἐστιν ἢ αἴσθησις τῆς συγκαταθέσεως καθʼ ὁρμὴν οὔσης. Λογγῖνος δὲ μηδʼ εἶναι ὅλως συγκαταθετικὴν δύναμιν ὑπονοεῖ. Κατὰ μέντοι τοὺς πρεσβυτέρους καὶ τοὺς ἀπὸ τῆς Ἀκαδημίας ἡ αἴσθησις ἐπὶ τῆς διʼ αἰσθητηρίου φαντασίας ψιλὴ τίθεται καὶ διὰ τοῦτο οὐδὲ κατʼ ἀρχὰς μέτοχος ἰδιώματος, ὅτι μηδὲ συγκαταθέσεως μέτοχος. Κἂν ᾖ δὲ μετὰ συγκαταθέσεως συγκατακειμένη φαντασία διʼ αἰσθητηρίου ἡ αἴσθησις, οὐ πάντως καὶ ἀρετῆς μέτοχος ἡ αἴσθησις ἔσται, εἰ μὴ συγκατάθεσις εἴη τῶν ἐφʼ ἡμῖν.
Τοῦ αὐτοῦ.
Διαπεφώνηται δὲ οὐ τὰ περὶ τούτων μόνον τοῖς παλαιοῖς, ἀλλὰ καὶ ἐξ ἀρχῆς τὰ περὶ τῶν μερῶν τῆς ψυχῆς, καὶ ὅλως τί τὸ μέρος καὶ τίς ἡ δύναμις καὶ τίνι ταῦτα διενήνοχεν.
Αὐτίκα οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὀκταμερῆ τὴν ψυχὴν θέντες καὶ πέντε μὲν μέρη τὰ αἰσθητικὰ λαβόντες, ἕκτον δὲ τὸ φωνητικὸν καὶ ἕβδομον τὸ σπερματικόν, λοιπὸν τὸ ἡγεμονικὸν ὡς ἂν ἄρχοντος χώραν ἔχειν ὑπετίθεντο, τὰ δὲ ἄλλα μέρη ἐν ὑπηρέτου τάξει ἀπεδίδοσαν, ὥστε τὸ αὐτὸ ἐξ ἄρχοντος καὶ ἀρχομένων συνεστάναι. Παρὰ δὲ Πλάτωνι καὶ Ἀριστοτέλει ἐν τοῖς Ἠθικοῖς τριμερὴς ἡ ψυχὴ λέγεται εἶναι, καὶ κεκράτηκε τοῦτο παρὰ τοῖς πολλοῖς ἀγνοοῦσιν ὡς ἡ διαίρεσις τῆς συστάσεως ἕνεκα τῶν ἀρετῶν παρείληπται· οὐ γὰρ ἁπλῶς εἰς σύλληψιν πάντων τῶν μερῶν. Τὸ γὰρ φανταστικὸν καὶ αἰσθητικὸν καὶ τὸ νοερὸν καὶ τὸ φυτικὸν οὐ δήπου ἐν τῇ διαιρέσει ταύτῃ περιληφθήσεται. Ἄλλοι δέ, ὧν καὶ Νουμήνιος, οὐ τρία μέρη ψυχῆς μιᾶς, ἢ δύο γε, τὸ λογικὸν καὶ ἄλογον, ἀλλὰ δύο ψυχὰς ἔχειν ἡμᾶς οἴονται, ὥσπερ καὶ ἄλλα, τὴν μὲν λογικήν, τὴν δὲ ἄλογον· ὧν πάλιν οἳ μὲν ἄμφω ἀθανάτους, οἳ δὲ τὴν λογικὴν ἀθάνατον, τὴν δὲ ἄλογον οὐ κατὰ τὰς ἐνεργείας μόνον ἀφίστασθαι τῆς ποιᾶς κινήσεως, ἀλλὰ καὶ κατʼ οὐσίαν διαλύεσθαι. Τοῖς δὲ ἐδόκει δύο ψυχῶν εἰς ταὐτὸ συμπλακεισῶν ἀλλήλαις διπλασίας εἶναι τὰς κινήσεις, ὁμοιουμένων ἀλλήλαις ἐκ τοῦ ἀπολαύειν ἑκατέραν τῶν τῆς ἑτέρας παθημάτων κατὰ τὴν ἕνωσιν.
Ῥητέον δὲ ὡς δύναμις μέρους διήνεγκεν, ὅτι τὸ μὲν μέρος ἐκβέβηκε κατὰ γένος τὸν χαρακτῆρα τοῦ ἄλλου μέρους, αἱ δὲ δυνάμεις περὶ τὸ αὐτὸ στρέφονται γένος. Διὸ τὰ μὲν μέρη παρῃτεῖτο Ἀριστοτέλης ἐπὶ τῆς ψυχῆς, τὰς δὲ δυνάμεις οὐκέτι· τὸ γὰρ ἑτερομερὲς εὐθὺς ὑποκειμένου παραλλαγὴν εἰσάγειν, τὸ δὲ ἑτεροδύναμον καὶ περὶ ἓν ὑποκείμενον ἐνίστασθαι. Λογγῖνος δὲ οὐδὲ τὸ ζῷον πολυμερὲς εἶναι ἀλλʼ ἀμερές, πολυδύναμον δέ, τὸ τοῦ Πλάτωνος ἐν τοῖς σώμασι πολυμερῆ φάσκων τὴν ψυχὴν γίγνεσθαι, καθʼ ἑαυτὴν οὖσαν ἀμερῆ. ὅτι δὲ οὐ πολυμερής, οὐ διὰ τοῦτο καὶ μονοδύναμος· ἐνδέχεσθαι γὰρ ἓν ἀμερὲς δυνάμεις πλείους ἔχειν.
Διακριτέον οὖν τάχα ἐκ τοῦ πολλοῦ ταράχου θέντας ὅρον γνώσεως μερικῆς διαφορᾶς καὶ ἀδιαφορίας καὶ πάλιν δυνάμεων πρὸς μέρη καὶ πρὸς ἀλλήλας, εἶτʼ ἀνωτέρω οὐσιῶν εἰ καὶ πλείους ἐν ἑνὶ εἶεν. Ὡς ἐκ τούτου γὰρ γνώριμον ἔσται, εἰ καὶ ἡ ψυχὴ ἐν ζῴῳ οὖσα πολυμερὴς ἢ μόνον πολυδύναμος, καὶ πότερον συγχωρητέον τοῖς μίαν μὲν ψυχὴν εἰς τὸν ἄνθρωπον κατακλείουσι πολυμερῆ δὲ ταύτην, ἢ καθʼ αὑτὴν ἢ καὶ ἐν τούτῳ λέγουσι γίγνεσθαι· ἢ πλειόνων ψυχῶν ἦν σύνοδος καὶ ἐῴκει ὁ ἄνθρωπος μάλιστα χορῷ συνᾴδοντι καὶ κατὰ τοῦτο ἔχοντι τὸ ἓν κατὰ τὴν τῶν συμπληρούντων τὸ ὅλον συμφωνίαν, ἢ ἑνὸς ἦν κατʼ οὐσίαν τὸ διάφορον πλῆθος.
Ῥητέον οὖν, ὡς δύναμις καὶ μέρος καὶ κατασκευὴ ἐπὶ τῆς ψυχῆς ταύτῃ διενήνοχε· μέρος μὲν γάρ ἐστιν ὃ καὶ τῷ ὑποκειμένῳ καὶ τῷ εἴδει καὶ ταῖς ἐνεργείαις ἄλλου μέρους διαφέρει· κατασκευὴ δὲ ἡ πρὸς ὃ πέφυκε τῶν μερῶν οἰκεία ἐπιτηδειότης· δύναμις δὲ τῆς κατασκευῆς ἕξις ἀφʼ ἧς ἐνεργεῖν δύναται, καθʼ ὃ κατεσκεύασται ἕκαστον. Ἔνιοι δὲ τὴν αὐτὴν ἔφασαν εἶναι κατασκευήν τε καὶ δύναμιν. Διαφέρει δὲ μέρους δύναμις· αἱ μὲν γὰρ δυνάμεις ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου ὅλου πλείους θεωροῦνται, οὐκ ἐν ἄλλῳ καὶ ἄλλῳ περατούμεναι τῷ ποσῷ τῆς ὑποκειμένης οὐσίας, τὰ δὲ μέρη ἀπολαμβάνει ἑαυτοῖς ποσόν τι τῆς οὐσίας καὶ περιγράφει ἀλλοῖόν τι μόριον αὐτῆς. Αὐτίκα τοῦ μήλου αἱ μὲν δυνάμεις πᾶσαι ἐν ἑνί, τὰ δὲ μέρη ἄλλα ἀλλαχοῦ κεχώρισται· ἐφάπτεται γὰρ ἡ μὲν τοῦ μέρους ἔννοια ποσοῦ, ὡς πρὸς τὴν τοῦ ὅλου κατασκευὴν ὀλιγωτέραν ποσότητα ἀπολαμβάνον· ἡ δὲ τῆς δυνάμεως τοῦ ὅλου τὴν ἐπίνοιαν ἀπείληφε. Διόπερ ἀμερεῖς μὲν αἱ δυνάμεις καὶ διʼ ὅλου κεχωρηκυῖαι, τὰ δὲ μέρη ἠλλοίωται, μερικοῦ ἔχοντα ἀντὶ τοῦ ὅλου ποσότητα.
Πῶς οὖν ἀμερὴς ἡ ψυχὴ καὶ πάλιν τριμερής; Οἱ μὲν οὖν τὰ μέρη τῆς ψυχῆς κατὰ τὸ ποσὸν ἀκούσαντες εἰκότως ἀποροῦσι, πῶς καὶ ἀμερὴς καὶ τριμερής, καὶ λύουσι φάσκοντες κατὰ μὲν ἴδιον λόγον καὶ καθʼ ἑαυτὴν εἶναι ἀμερῆ, τριμερῆ δὲ καθʼ ὅσον ἐν σώματι γενομένη μεριστῷ ὄντι ἄλλο καὶ ἄλλο μέρος ἐπέχει τοῦ σώματος εἰς τὰς διαφόρους αὑτῆς ἐνεργείας. Οὐ γὰρ δὴ ἡ αὐτὴ κεφαλὴν ἔχει καὶ θώρακα καὶ τοῦ ποτʼ ἧπαρ, ἀλλʼ αἱ διὰ τούτων διάφοροι ἐνέργειαι διαμεριστῶς καὶ μερῶν γιγνόμεναι διαφόρων τοῦ σώματος ἀπʼ ἐκείνων αὐτῇ τῶν μερῶν μερισμὸν ἐπανέθεσαν.
Νικόλαος δὲ οὐκ ἠξίου τὰ μέρη τῆς ψυχῆς κατὰ τὸ ποσὸν λαμβάνειν, ἀλλὰ μᾶλλον κατὰ τὸ ποιόν, ὥσπερ καὶ τέχνης καὶ φιλοσοφίας· ἐπὶ μὲν γὰρ τοῦ ποσοῦ τὸ ὅλον ἐκ τῶν μερῶν συμπληροῦται καὶ γίγνεται ὡς κατὰ τὴν πρὸς ἕτερον ἀντεξέτασιν πλέον ἢ ἔλαττον, ἢ μικρότερον ἢ μεῖζον, προστιθεμένου μέρους ἢ ἀφαιρουμένου. Ψυχῆς δὲ οὐχ οὕτως λέγομεν εἶναι μέρη — οὐ γὰρ δὴ τὸ ποσὸν αὐτῆς ὑπὸ τούτων συμπληροῦται, οὔτε γὰρ μέγεθός ἐστιν, οὔτε τι ἔχει πλῆθος —, ἀλλʼ ὡς τέχνης μέρη. Διαφέρει δὲ καὶ τούτων· τέχνη μὲν γάρ, ἂν ἀπῇ τι μέρος, οὐκ ἂν εἴη ὁλόκληρος οὐδὲ τελεία, ψυχὴ δὲ πᾶσα τελεία ἐστὶ καὶ τὸ πᾶν ζῷον οὐ κομισάμενον τὸ κατὰ φύσιν τέλος ἀτελές ἐστιν. Ἀκούει τοίνυν Νικόλαος τὰ μέρη τῆς ψυχῆς ὡς δυνάμεις τοῦ ἔχοντος· τὸ γὰρ ζῷον καὶ ὅλως τὸ ἔμψυχον τῷ ψυχὴν ἔχειν πολλὰ δύναται, οἷον ζῆν, αἰσθάνεσθαι, κινεῖσθαι, νοεῖν, ὀρέγεσθαι, ὧν πάντων αἰτία καὶ ἀρχὴ ἡ ψυχή. Ταύτας οὖν τὰς δυνάμεις, ἀφʼ ὧν λέγεται τὸ ἔμψυχον ταῦτα δρᾶν ἢ πάσχειν, μέρη τῆς ψυχῆς τίθεται ὡς εἴρηται. Οὐδὲν δὲ κωλύει αὐτῆς ἀμεροῦς οὔσης μεριστῶς. δέχεσθαι τὰς ἀπʼ αὐτῆς τῶν ἐνεργειῶν ἐνδόσεις.
Μεριστὸν οὖν τὸ ζῷον, εἰς τὴν ἐπίνοιαν αὐτοῦ καὶ τοῦ σώματος παραλαμβανομένου, ἀφʼ οὗ αἱ ζωτικαὶ ἐνέργειαι κατὰ ψυχῆς ἔνδοσιν δεχόμεναι τὴν εἰς μέρη τῶν διαφόρων ἐνεργειῶν κατάταξιν καὶ τῇ ψυχῇ τὸ μέρη ἔχειν προσανέθεσαν. Καὶ μήποτε διττῶς ἐπινοουμένης τῆς ψυχῆς καὶ ἐχούσης τὴν ζωήν, τήν τε καθʼ αὑτὴν καὶ τὴν κατὰ σχέσιν, ἐν τῇ κατὰ σχέσιν ζωῇ ὑφίσταται τὰ μέρη. Ὡς γὰρ πυρῷ σπαρέντι ἐν τῇ πρὸς τὴν γένεσιν σχέσει ὑφίσταται τὰ μέρη, τοῦ στάχυος τοῦ ὅλου οὐκ ὄντος μεριστοῦ ἐν δὲ μεριστῷ θεωρουμένου, ἀφʼ οὗ πάλιν ἐπάνεισιν εἰς τὸ ἀμέριστον, οὕτω καὶ ψυχῇ ἀμερίστῳ οὔσῃ ἐν τῇ σπορᾷ παρυφίσταται τὰ μέρη.
Ἐν ταὐτῷ.
… συμβαλλόμενον ἑξῆς ἂν εἴη ἐπισκέψασθαι πρὸς τὸ γνῶναι τίνες διὰ τὴν ψυχὴν ζῷα προβέβληνται ὡς διʼ αὐτήν, καὶ τίνες διὰ τὴν μετʼ αὐτήν, καὶ τίνες διὰ τὸ ζῷον. Οὕτως γὰρ καὶ αἱ ὑποστάσεις πρόδηλοι καὶ τίνες αἱ ἀνάγκαι εἰς τὴν καθʼ αὑτὴν ἐπάνοδον ἔσονται τῶν ἐν μέρεσι τοῦ σώματος μέρη ψυχῆς κατακλειόντων.
Αἰσάρας Πυθαγορείου Λευκανᾶς ἐκ τοῦ Περὶ ἀνθρώπω φύσιος.
Φύσις ἀνθρώπω κανών μοι δοκέει νόμω τε καὶ δίκας ἦμεν καὶ οἴκω τε καὶ πόλιος. Ἴχνια γὰρ ἐν αὑτῷ στιβαζόμενος εὕροιτό κά τις καὶ μαστευόμενος· νόμος γὰρ ἐν αὐτῷ καὶ δίκα ἁ τᾶς ψυχᾶς ἐστι διακόσμασις. Τριχθαδία γὰρ ὑπάρχοισα ἐπὶ τριχθαδίοις ἔργοις συνέστακε· γνώμαν καὶ φρόνασιν ἐργαζόμενος ὁ νόος καὶ ἀλκὰν καὶ ὁρμὰν ἁ θύμωσις καὶ ἔρωτα καὶ φιλοφροσύναν ἁ ἐπιθυμία. Καὶ οὕτω συντέτακται ταῦτα ποτʼ ἄλλαλα πάντα, ὥστε αὐτᾶς τὸ μὲν κράτιστον ἀγέεσθαι, τὸ δὲ χέρειον ἄρχεσθαι, τὸ δὲ μέσον μέσαν ἐπέχεν τάξιν, καὶ ἄρχεν καὶ ἄρχεσθαι. Ταῦτα δʼ οὕτως ἐμάσατο κατὰ λόγον ὁ θεὸς ἔν τε ἐκτυπώσι καὶ ἐξεργασίᾳ τῶ ἀνθρωπίνω σκάνεος, ὅτι μόνον ἄνθρωπον ἐνοάσατο νόμω τε καὶ δίκας ἐπιδέκτορα γενέσθαι καὶ οὐδὲν ἄλλο τῶν θνατῶν ζῴων. Οὔτε γὰρ ἐξ ἑνὸς σύσταμα κοινανίας γένοιτό κα, οὔτε μὰν ἐκ πλειόνων, ὁμοίων δὲ τούτων — ἀνάγκα γάρ, ἐπεὶ τὰ πράγματα διαφέροντά ἐντι, καὶ τὰς ἐν ἁμῖν μοίρας τᾶς ψυχᾶς διαφόρως ἦμεν, ὥσπερ καὶ ἐπὶ τῶ σώματος ἅψιος ὄργανα καὶ ὁράσιος καὶ ἀκοᾶς καὶ γεύσιος καὶ ὀσφράσιος, οὐ γὰρ πάντα ποτὶ πάντα τὰν αὐτὰν ἔχει συναρμογάν —, οὔτε μὰν ἐκ πλειόνων μὲν καὶ ἀνομοίων, τῶν τυχόντων μέντοι γε, ἀλλὰ τῶν ποττὰν τῶ ὅλω συστάματος ἐκπλάρωσιν καὶ σύνταξιν καὶ συναρμογὰν τευχθέντων· οὐ μόνον δὲ ἐκ πλειόνων καὶ ἀνομοίων καὶ τῶν ἐς τὸ ὅλον καὶ τέλεον τευχθέντων, ἀλλὰ καὶ αὐτῶν τούτων οὐκ εἰκαίως καὶ ὡς ἔτυχε συνταχθέντων, ἀλλὰ μετά τινος νόμω καὶ ἔμφρονος ἐπιστασίας. Αἴ τε γὰρ τὰν ἴσαν ἐφέρετο μοῖραν καὶ δυνάμιος καὶ τιμᾶς, ἀνόμοια ἐόντα καὶ τὰ μὲν χερείονα τὰ δὲ κάρρονα τὰ δὲ μέσα, οὔ κα ἐδύνατο ἁ κατὰ ψυχὰν τῶν μερέων κοινανία συναρμοσθῆμεν· αἴ τε ἀνίσας, μὴ τὰ κάρρονα δὲ τὰν μείζονα μοῖραν ἐφέρετο, ἀλλὰ τὰ χερείονα, πολλά κα ἀφροσύνα καὶ ἀταξία περὶ τὰν ψυχὰν ὑπᾶρχεν· αἴ τε τὰ κάρρονα μὲν τὰν μείζονα, τὰ χερείονα δὲ τὰν μείονα, μὴ ποτὶ λόγον δὲ ἕκαστον τούτων, οὔ κα ἐδύνατο ὁμόνοια καὶ φιλία καὶ δικαιότας ἦμεν περὶ τὰν ψυχάν, ἐπεὶ ὧ ἕκαστον ἓν ποτὶ λόγον συντέτακται τὸν ἁρμόσδοντα, τὸ τοιοῦτον φαμὶ ἐγὼ δικαιότατα ἦμεν. Καὶ μὰν ὁμόνοιά τις καὶ ὁμοφροσύνα ὀπαδέει τᾷ τοιαύτᾳ διατάξι. Τὸ δὲ τοιοῦτον δικαίως κα λέγοιτο εὐνομία ἦμεν τᾶς ψυχᾶς, ἅτις ἐκ τῶ ἄρχεν μὲν τὸ κάρρον, ἄρχεσθαι δὲ τὸ χέρειον κράτος ἐπιφέροιτο τᾶς ἀρετᾶς. Καὶ φιλία δὲ καὶ ἔρως καὶ φιλοφροσύνα σύμφυλος καὶ συγγενὴς ἐκ τούτων ἐξεβλάστασε τῶν μερέων. Συμπείθει μὲν γὰρ ὁ νόος ὁραυγούμενος, ἔραται δὲ ἁ ἐπιθυμία, ἁ δὲ θύμωσις ἐμπιπλαμένα μένεος, ἔχθρᾳ ζέοισα φίλα γίνεται τᾷ ἐπιθυμίᾳ. Ἁρμόξας γὰρ ὁ νόος τὸ ἁδὺ τῷ λυπηρῷ συγκατακρεόμενος καὶ τὸ σύντονον καὶ σφοδρὸν τῷ κούφῳ μέρει τᾶς ψυχᾶς καὶ διαχυτικῷ· ἕκαστόν τε ἑκάστω πράγματος τὰν σύμφυλον καὶ συγγενέα προμάθειαν διαμεμέρισται, ὁ μὲν νόος ὁραυγούμενος καὶ στιβαζόμενος τὰ πράγματα, ἁ δὲ θύμωσις ὁρμὰν καὶ ἀλκὰν ποτιφερομένα τοῖς ὁραυγαθεῖσιν· ἁ δὲ ἐπιθυμία φιλοστοργίᾳ συγγενὴς ἐᾶσα ἐφαρμόσδει τῷ νόῳ ἴδιον περιποιουμένα τὸ ἁδὺ καὶ τὸ σύννοον ἀποδιδοῖσα τῷ συννόῳ μέρει τᾶς ψυχᾶς. Ὧνπερ ἕκατι δοκέει μοι καὶ ὁ βίος ὁ κατʼ ἀνθρώπως ἄριστος ἦμεν, ὅκκα τὸ ἁδὺ τῷ σπουδαίῳ συγκατακραθῇ καὶ ἁ ἁδονὰ τᾷ ἀρετᾷ. Ποθαρμόξασθαι δʼ αὐτὰ ὁ νόος δύναται, παιδεύσιος καὶ ἀρετᾶς ἐπήρατος γενόμενος.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τὴν δὲ δὴ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι ὁ θεὸς πρεσβύτερον ἀπὸ νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν, ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου ξυνεστήσατο ἐκ τῶνδέ τε καὶ τοιῷδε τρόπῳ. Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς, τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ ταῦτα ξυνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸν ξυναρμόττων βίᾳ. Μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκε διένειμεν, ἑκάστην δὲ ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ τῆς οὐσίας μεμιγμένην. —
Καὶ τὸ μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων. Ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν, καὶ ἀνάλογον μερισθεῖσα καὶ ξυνδεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει διὰ πάσης ἑαυτῆς κινουμένη, ὅτῳ τʼ ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅ τι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστά τε εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί· λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος, περί τε θάτερον ὢν καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφʼ αὑτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ὢν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται. Τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.
Πλάτωνος Πολιτείας ιʹ.
Οὐκοῦν ὁπότε μηδʼ ὑφʼ ἑνὸς ἀπόλλυται κακοῦ, μήτε οἰκείου μήτε ἀλλοτρίου, δῆλον ὅτι ἀνάγκη αὐτὸ ἀεὶ ὂν εἶναι· εἰ δʼ ἀεὶ ὄν, ἀθάνατον. — Ἀνάγκη, ἔφη. — Τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, οὕτως ἐχέτω. Εἰ δʼ ἔχει, ἐννοεῖς ὅτι ἀεὶ ἂν εἶεν αἱ αὐταί. Οὔτε γὰρ ἄν που ἐλάττους γένοιντο μηδεμιᾶς ἀπολλυμένης, οὔτε αὖ πλείους· εἰ γὰρ ὁτιοῦν τῶν ἀθανάτων πλέον γίγνοιτο, οἶσθʼ ὅτι ἐκ τοῦ θνητοῦ ἂν γίγνοιτο καὶ πάντα ἂν εἴη τελευτῶντα ἀθάνατα. — Ἀληθῆ λέγεις. — Ἀλλʼ, ἦν δʼ ἐγώ, μήτε τοῦτο οἰώμεθα, ὁ γὰρ λόγος οὐκ ἐάσει, μήτε γε αὖ τῇ ἀληθεστάτῃ φύσει τοιοῦτον εἶναι ψυχήν, ὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό. — Πῶς λέγεις; ἔφη. — Οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, ἀίδιον εἶναι σύνθετόν τε ἐκ πολλῶν καὶ μὴ τῇ καλλίστῃ κεχρημένον συνθέσει, ὡς νῦν ἡμῖν ἐφάνη ἡ ψυχή. — Οὔκουν εἰκός γε. — Ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ ἄλλοι ἀναγκάσειαν ἄν.
Πλάτωνος Πολιτείας δʹ.
Τόδε δὲ ἤδη χαλεπόν, εἰ τῷ αὐτῷ τούτῳ ἕκαστα πράττομεν, ἢ τρισὶν οὖσιν ἄλλο ἄλλῳ· μανθάνομεν μὲν ἑτέρῳ, θυμούμεθα δὲ ἄλλῳ τῶν ἐν ἡμῖν, ἐπιθυμοῦμεν δʼ αὖ τρίτῳ τινὶ τῶν περὶ τὴν τροφήν τε καὶ γέννησιν ἡδονῶν καὶ ὅσα τούτων ἀδελφά, ἢ ὅλῃ τῇ ψυχῇ καθʼ ἕκαστον αὐτῶν πράττομεν, ὅταν ὁρμήσωμεν. Ταῦτʼ ἔσται τὰ χαλεπὰ διορίσασθαι ἀξίως λόγου. — Καὶ ἐμοὶ δοκεῖ, ἔφη. —
Τοῦ διψῶντος ἡ ψυχή, καθʼ ὅσον διψῇ, οὐ βούλεται ἄλλο τι ἢ πιεῖν, καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ. — Δῆλον δή. — Οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερόν τι ἂν ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ τὸ πιεῖν; Οὐ γὰρ δή, φαμέν, τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμα τἀναντία πράττοι. — Οὐ γὰρ οὖν. — Ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν, ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλʼ ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δὲ ἡ προσαγομένη. — Παντάπασι μὲν οὖν, ἔφη. — Πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; — Καὶ μάλα γε, ἔφη, πολλοὺς καὶ πολλάκις. — Τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν τοῦ κελεύοντος; — Ἔμοιγε δοκεῖ, ἔφη. — Ἆρʼ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; — Φαίνεται. — Οὐ δὴ ἀλόγως, ἦν δʼ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δʼ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον. — Οὔκ, ἀλλʼ εἰκότως, ἔφη, ἡγοίμεθʼ ἂν οὕτως. — Ταῦτα μὲν τοίνυν, ἦν δʼ ἐγώ, δύο ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ τούτων ποτέρῳ ἂν εἴη ὁμοφυές; — Ἴσως, ἔφη, τῷ ἑτέρῳ τῷ ἐπιθυμητικῷ. — Ἀλλʼ, ἦν δʼ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ, ὡς ἄρα Λεόντιος ὁ Ἀγλαίωνος ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοίη, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτο καὶ παρακαλύπτοιτο, κρατούμενος δʼ οὖν ὑπὸ τῆς ἐπιθυμίας, διελκύσας τοὺς ὀφθαλμούς, προσδραμὼν πρὸς τοὺς νεκρούς, ἰδοὺ ὑμῖν, ἔφη, ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματος. — Ἤκουσα, ἔφη, καὶ αὐτός. — Οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις, ὡς ἄλλο ὂν ἄλλῳ. — Σημαίνει γάρ, ἔφη.
Ἐν ταὐτῷ.
Ἆρʼ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικόν τι εἶδος, ὥστε μὴ τρία ἀλλὰ δύο εἴδη εἶναι ἐν ψυχῇ, λογιστικὸν καὶ ἐπιθυμητικόν; ἢ καθάπερ ἐν τῇ πόλει ξυνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτω καὶ ἐν ψυχῇ τρίτον τοῦτό ἐστι τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ; — Ἀνάγκη, ἔφη, τρίτον. — Ναί, ἦν δʼ ἐγώ, ἄν γε τοῦ λογιστικοῦ ἄλλο τι, ὥσπερ τοῦ ἐπιθυμητικοῦ ἐφάνη ἕτερον ὄν. — Ἀλλʼ οὐ χαλεπόν, ἔφη, φανῆναι· καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτο ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δὲ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτέ γε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. — Ναὶ μὰ Διʼ, ἦν δʼ ἐγώ, καλῶς γε εἶπες. Ἔτι δὲ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει. Πρὸς δὲ τούτοις καὶ ἃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τὸ στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ. —Κομιδῇ, ἔφη, ὀρθῶς λέγεις.
Ἰαμβλίχου ἐκ τοῦ περὶ ψυχῆς.
Ἀριστοτέλης μὲν οὖν τὰ μάλιστα δοκοῦντα τῇ ψυχῇ ὑπάρχειν εἰς τρία τὰ κυριώτατα γένη ἀναγαγών, κίνησίν τε καὶ γνῶσιν καὶ λεπτότητα οὐσίας, ἣν ἐνίοτε καὶ ἀσώματον ὑπόστασιν ἐπονομάζει, ἐς ταῦτα τὰ τρία τὰς καθʼ ἕκαστα διωρισμένας ἐπαναφέρει δόξας, πέρας τῶν ἀπείρων ἀνευρὼν οὕτω καὶ σαφῆ καὶ σύντομον περίληψιν. Ἐγὼ δὲ ὁρῶ ἐν τούτοις τοῖς ὅροις πολὺ μὲν τὸ ὁμώνυμον καὶ συγκεχυμένον, — οὐ γὰρ ὡσαύτως αἱ κατὰ μεταβολὴν καὶ αἱ κατὰ ζωὴν θεωροῦνται κινήσεις, ἢ αἱ μορφωτικαὶ καὶ αἱ ἄμορφοι γνώσεις, ἢ αἱ τοῦ ἀέρος καὶ αἱ τῶν καθʼ αὑτὰ ἀσωμάτων καθαρότητες τῆς οὐσίας, — πολὺ δὲ καὶ τὸ ἀτελὲς αὐτῶν καὶ ἐνδεές· οὐ γὰρ ἔνεστι πάντα περιλαβεῖν τὰ γένη τῶν δοξῶν ἐν τοῖς τρισὶ τούτοις ὅροις.
Τινὲς εἰς τὰς τῶν τεσσάρων στοιχείων ἀρχὰς τὴν οὐσίαν τῆς ψυχῆς ἐπαναφέρουσιν. Εἶναι μὲν γὰρ τὰ πρῶτα σώματα ἄτομα, πρὸ τῶν τεσσάρων στοιχείων στοιχειωδέστερα· εἰλικρινῆ δʼ ὄντα καὶ πεπληρωμένα πάντῃ καθαρᾶς πρώτης οὐσίας μὴ δέχεσθαι μηδʼ ὁπωστιοῦν εἰς αὑτὰ διαίρεσιν. Ταῦτα τοίνυν ἄπειρα ἔχειν σχήματα, ἓν δὲ αὐτῶν εἶναι τὸ σφαιροειδές, ἀπὸ δὴ τῶν σφαιροειδῶν ἀτόμων εἶναι τὴν ψυχήν.
Ὡς δὲ τῶν Ἀριστοτελικῶν τινες ὑφηγοῦνται, εἶδός ἐστι τὸ περὶ τοῖς σώμασιν, ἢ ποιότης ἁπλῆ ἀσώματος ἢ ποιότης οὐσιώδης τελεία· ᾗ παράκειται δόξῃ οὐ παραδοθεῖσα μέν, δυναμένη δὲ πιθανῶς λέγεσθαι αἵρεσις, ἡ τὴν συνδρομὴν τῶν ὅλων ποιοτήτων καὶ τὸ ἓν αὐτῶν κεφάλαιον, εἴτε τὸ ἐπιγιγνόμενον ἢ τὸ προϋπάρχον, τιθεμένη τὴν ψυχήν.
Μετὰ δὴ ταῦτα τοὺς εἰς μαθηματικὴν οὐσίαν ἐντιθέντας τὴν οὐσίαν τῆς ψυχῆς καταλέγω διευκρινημένως. Ἔστι δὴ γένος ἕν τι αὐτῆς τὸ σχῆμα, πέρας ὂν διαστάσεως, καὶ αὐτὴ ἡ διάστασις. Ἐν αὐτοῖς μὲν οὖν τούτοις Σεβῆρος ὁ Πλατωνικὸς αὐτὴν ἀφωρίσατο, ἐν ἰδέᾳ δὲ τοῦ πάντῃ διαστατοῦ Σπεύσιππος· ἐν αἰτίᾳ δὲ ἤτοι ἑνώσει τούτων ἄλλος ἄν τις καθαρώτερον αὐτὴν προστήσαιτο τελεώτατα. Πάλιν τοίνυν ὁ ἀριθμὸς ἐν ἑτέρῳ γένει κεῖται. Ἀλλὰ καὶ τοῦτον ἁπλῶς μὲν οὕτως ἔνιοι τῶν Πυθαγορείων τῇ ψυχῇ συναρμόζουσιν· ὡς δʼ αὐτοκίνητον Ξενοκράτης, ὡς δὲ ἐν λόγοις περιέχουσιν Μοδέρατος ὁ Πυθαγόρειος, ὡς δὲ κριτικὸν κοσμουργοῦ θεοῦ ὄργανον Ἵππασος, ὁ ἀκουσματικὸς τῶν Πυθαγορείων· ὡς δʼ Ἀριστοτέλης ἱστορεῖ, Πλάτων ἐκ τῆς τοῦ ἑνὸς ἰδέας καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους αὐτὸ τὸ ζῷον προϋποτιθέμενος καὶ τὸ μὲν ἓν νοῦν, τὴν δὲ δυάδα ἐπιστήμην, δόξαν δὲ τὸν τοῦ ἐπιπέδου ἀριθμόν, τὸν δὲ τοῦ στερεοῦ αἴσθησιν διοριζόμενος.
Ἔτι τοίνυν τὴν ἁρμονίαν ἴδωμεν, οὐ τὴν ἐν σώμασιν ἐνιδρυμένην, ἀλλʼ ἥτις ἐστὶ μαθηματική. Ταύτην τοίνυν, ὡς μὲν ἁπλῶς εἰπεῖν, τὴν τὰ διαφέροντα ὁπωσοῦν σύμμετρα καὶ προσήγορα ἀπεργαζομένην ἀναφέρει εἰς τὴν ψυχὴν Μοδέρατος· τὴν δʼ ὡς ἐν οὐσίαις καὶ ζωαῖς καὶ γενέσει πάντων μεσότητα καὶ σύνδεσιν ὁ Τίμαιος αὐτῇ ἀνατίθησι, τὴν δʼ ὡς ἐν λόγοις τοῖς κατʼ οὐσίαν προϋπάρχουσι Πλωτῖνος καὶ Πορφύριος καὶ Ἀμέλιος παραδεδώκασι, τὴν δὲ συνδιαπλεκομένην τῷ κόσμῳ καὶ ἀχώριστον τοῦ οὐρανοῦ πολλοὶ δή τινες τῶν Πλατωνικῶν καὶ Πυθαγορείων προκρίνουσιν.
Ἴθι δὴ οὖν ἐπὶ τὴν καθʼ αὑτὴν ἀσώματον οὐσίαν ἐπανίωμεν, διακρίνοντες καὶ ἐπʼ αὐτῆς ἐν τάξει τὰς περὶ ψυχῆς πάσας δόξας. Εἰσὶ δή τινες, οἳ πᾶσαν τὴν τοιαύτην οὐσίαν ὁμοιομερῆ καὶ τὴν αὐτὴν καὶ μίαν ἀποφαίνονται, ὡς καὶ ἐν ὁτῳοῦν αὐτῆς μέρει εἶναι τὰ ὅλα· οἵτινες καὶ ἐν τῇ μεριστῇ ψυχῇ τὸν νοητὸν κόσμον καὶ θεοὺς καὶ δαίμονας καὶ τἀγαθὸν καὶ πάντα τὰ πρεσβύτερα γένη αὐτῆς ἐνιδρύουσι καὶ ἐν πᾶσιν ὡσαύτως πάντα εἶναι ἀποφαίνονται, οἰκείως μέντοι κατὰ τὴν αὐτῶν οὐσίαν ἐν ἑκάστοις. Καὶ ταύτης τῆς δόξης ἀναμφισβητήτως μέν ἐστι Νουμήνιος, οὐ πάντῃ δὲ ὁμολογουμένως Πλωτῖνος, ἀστάτως δὲ ἐν αὐτῇ φέρεται Ἀμέλιος· Πορφύριος δὲ ἐνδοιάζει περὶ αὐτήν, πῇ μὲν διατεταμένως αὐτῆς ἀφιστάμενος, πῇ δὲ συνακολουθῶν αὐτῇ, ὡς παραδοθείσῃ ἄνωθεν. Κατὰ δὴ ταύτην νοῦ καὶ θεῶν καὶ τῶν κρειττόνων γενῶν οὐδὲν ἡ ψυχὴ διενήνοχε κατά γε τὴν ὅλην οὐσίαν.
Ἀλλὰ μὴν ἥ γε πρὸς ταύτην ἀνθισταμένη δόξα χωρίζει μὲν τὴν ψυχήν, ὡς ἀπὸ νοῦ γενομένην δευτέραν καθʼ ἑτέραν ὑπόστασιν, τὸ δὲ μετὰ νοῦ αὐτῆς ἐξηγεῖται ὡς ἐξηρτημένον ἀπὸ τοῦ νοῦ, μετὰ τοῦ κατʼ ἰδίαν ὑφεστηκέναι αὐτοτελῶς, χωρίζει δὲ αὐτὴν καὶ ἀπὸ τῶν κρειττόνων γενῶν ὅλων, ἴδιον δὲ αὐτῇ τῆς οὐσίας ὅρον ἀπονέμει ἤτοι τὸ μέσον τῶν μεριστῶν καὶ ἀμερίστων τῶν τε σωματικῶν καὶ ἀσωμάτων γενῶν, ἢ τὸ πλήρωμα τῶν καθόλου λόγων, ἢ τὴν μετὰ τὰς ἰδέας ὑπηρεσίαν τῆς δημιουργίας, ἢ ζωὴν παρʼ ἑαυτῆς ἔχουσαν τὸ ζῆν τὴν ἀπὸ τοῦ νοητοῦ προελθοῦσαν, ἢ τὴν αὖ τῶν γενῶν ὅλου τοῦ ὄντως ὄντος πρόοδον εἰς ὑποδεεστέραν οὐσίαν. Περὶ δὴ ταύτας τὰς δόξας ὅ τε Πλάτων αὐτὸς καὶ ὁ Πυθαγόρας, ὅ τε Ἀριστοτέλης καὶ ἀρχαῖοι πάντες, ὧν ὀνόματα μέγαλα ἐπὶ σοφίᾳ ὑμνεῖται, τελέως ἐπιστρέφονται, εἴ τις αὐτῶν τὰς δόξας ἀνιχνεύοι μετʼ ἐπιστάσεως· ἡμεῖς τε περὶ αὐτὰς τὴν μετʼ ἀληθείας πραγματείαν πᾶσαν πειρασόμεθα ἐνστήσασθαι.
Τινὲς δὲ τῶν φυσικῶν σύνοδον τῶν ἐναντίων συνυφαίνουσιν, οἷον θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ. Καὶ γὰρ τὸ ζῆν ἀπὸ τοῦ ἀναζεῖν ὑπὸ τοῦ θερμοῦ καὶ τὴν ψυχὴν ἀπὸ τοῦ ἀναψύχεσθαι ὑπὸ τοῦ ψυχροῦ ὠνομάσθαι ἀποφαίνονται, καὶ ἅμα ἐπʼ ἀμφοτέρων τὸν ἀναπνεόμενον ἀέρα ψυχὴν νομίζουσιν· ὥσπερ Ἀριστοτέλης μὲν ἐν τοῖς Ὀρφικοῖς ἔπεσί φησι λέγεσθαι τὴν ψυχὴν εἰσιέναι ἐκ τοῦ ὅλου ἀναπνεόντων ἡμῶν φερομένην ὑπὸ τῶν ἀνέμων· ἔοικέ γε μὴν αὐτὸς ὁ Ὀρφεὺς χωρὶς ὑπολαμβάνειν εἶναι καὶ μίαν τὴν ψυχήν, ἀφʼ ἧς πολλὰς μὲν εἶναι διαιρέσεις, πολλὰς δὲ καὶ ἀμέσους ἐπιπνοίας καθήκειν ἐπὶ τὰς μεριστὰς ψυχὰς ἀπὸ τῆς ὅλης ψυχῆς.
Τινὲς μὲν τῶν Ἀριστοτελικῶν αἰθέριον σῶμα τὴν ψυχὴν τίθενται· ἕτεροι δὲ τελειότητα αὐτὴν ἀφορίζονται κατʼ οὐσίαν τοῦ θείου σώματος, ἣν ἐντελέχειαν καλεῖ Ἀριστοτέλης, ὥσπερ δὴ ἐν ἐνίοις Θεόφραστος, ἢ τὸ ἀπογεννώμενον ἀπὸ τῶν θειοτέρων γενῶν ὅλων, ὥσπερ ἄν τις νεωτερίσειεν ἐν ταῖς ἐπινοίαις· ἢ τὸ συγκεκραμένον τοῖς σώμασιν, ὥσπερ οἱ Στωικοὶ λέγουσιν· ἢ τὸ τῇ φύσει συμμεμιγμένον ἢ τὸ τοῦ σώματος ὂν ὥσπερ τὸ ἐψυχῶσθαι, αὐτῇ δὴ μὴ παρὸν τῇ ψυχῇ ὥσπερ ὑπάρχειν, οἷα δὴ λέγεται περὶ ψυχῆς παρὰ Δικαιάρχῳ τῷ Μεσσηνίῳ.
Ἐν ταὐτῷ· περὶ δυνάμεων ψυχῆς. Πλάτων μὲν οὖν οὐχ ὡς ἑτέρας τὰς δυνάμεις ἐν ἑτέρᾳ τῇ ψυχῇ ἐνεῖναι ἡγεῖται, συμφύτους δʼ αὐτὰς καὶ κατὰ μίαν ἰδέαν συνυφεστηκέναι λέγει διὰ τὴν ἀσύνθετον οὐσίαν τῆς ψυχῆς. Ἀριστοτέλης δὲ ὡσαύτως ἁπλῆν οὐσίαν, ἀσώματον, εἴδους τελεσιουργὸν τὴν τῆς ψυχῆς ὑποθέμενος, οὐ ποιεῖ τὰς δυνάμεις ὡς ἐν συνθέτῳ τινὶ τῇ ψυχῇ παρούσας. Ἀλλὰ μὴν οἵγε ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν δυνάμεις ὡς ἐν τῷ ὑποκειμένῳ ποιότητας συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν προϋποκειμένην ταῖς δυνάμεσι τιθέασιν, ἐκ δʼ ἀμφοτέρων τούτων σύνθετον φύσιν ἐξ ἀνομοίων συνάγουσιν. Ταύτῃ τοίνυν αἱ δυνάμεις αὐτῆς τῆς ψυχῆς καθʼ αὑτὴν ἢ τοῦ ἔχοντος τοῦ κοινοῦ μετὰ τοῦ σώματος θεωρουμένου ζῴου, καθʼ οὓς μὲν ἡ ψυχὴ διττὴν ζωὴν ζῇ, καθʼ αὑτήν τε καὶ μετὰ τοῦ σώματος, ἄλλως μὲν πάρεισι τῇ ψυχῇ, ἄλλως δὲ τῷ κοινῷ ζῴῳ, ὡς κατὰ Πλάτωνα καὶ Πυθαγόραν· καθʼ οὓς δὲ μία ζωὴ τῆς ψυχῆς ἐστιν ἡ τοῦ συνθέτου, συγκεκραμένης τῆς ψυχῆς τῷ σώματι, ὡς οἱ Στωικοὶ λέγουσιν, ἢ δούσης ὅλην τὴν ἑαυτῆς ζωὴν εἰς τὸ κοινὸν ζῷον, ὡς οἱ Περιπατητικοὶ διισχυρίζονται, κατὰ τούτους εἷς ἐστιν ὁ τρόπος τῆς παρουσίας αὐτῶν ὁ ἐν τῷ μετέχεσθαι ἢ ἐν τῷ κεκρᾶσθαι τῷ ὅλῳ ζῴῳ.
Πῶς οὖν διακρίνονται; Κατὰ μὲν τοὺς Στωικοὺς ἔνιαι μὲν διαφορότητι τῶν ὑποκειμένων σωμάτων· πνεύματα γὰρ ἀπὸ τοῦ ἡγεμονικοῦ φασιν οὗτοι διατείνειν ἄλλα κατʼ ἄλλα, τὰ μὲν εἰς ὀφθαλμούς, τὰ δὲ εἰς ὦτα, τὰ δὲ εἰς ἄλλα αἰσθητήρια· ἔνιαι δὲ ἰδιότητι ποιότητος περὶ τὸ αὐτὸ ὑποκείμενον· ὥσπερ γὰρ τὸ μῆλον ἐν τῷ αὐτῷ σώματι τὴν γλυκύτητα ἔχει καὶ τὴν εὐωδίαν, οὕτω καὶ τὸ ἡγεμονικὸν ἐν ταὐτῷ φαντασίαν, συγκατάθεσιν, ὁρμήν, λόγον συνείληφε. Κατὰ δὲ τοὺς Ἀριστοτελικοὺς καὶ πάντας ὅσοι ἀμέριστον τὴν ψυχὴν διανοοῦνται κατὰ μὲν τὴν οὐσίαν αἱ δυνάμεις, κατὰ δὲ εἴδη ὧν δύνανται ποιεῖν. Κατὰ δὲ Πλάτωνα ἄλλως μὲν λέγεται ἡ ψυχὴ τριμερής, ὡς ἐν ἑτέραις οὐσίαις τριπλῇ ζωῆς παραλλάττουσα, ἄλλως δὲ πολυδύναμος, οὐκέτι κατʼ οὐσίαν ζωῆς διαφέρουσα, ἐν ταὐτῷ δὲ πολλαῖς ἰδιότησι διακρινομένη. Καὶ ὅλως μέρος δυνάμεως ταύτῃ διενήνοχεν, ᾗ τὸ μὲν μέρος οὐσίας ἑτερότητα, ἡ δὲ δύναμις ἐν ταὐτῷ γεννητικὴν ἢ ποιητικὴν διάκρισιν παρίστησιν.
Ἐν ταὐτῷ· περὶ πλήθους δυνάμεων. Οἱ ἀπὸ Ζήνωνος ὀκταμερῆ τὴν ψυχὴν διαδοξάζουσι, περὶ ἣν τὰς δυνάμεις εἶναι πλείονας, ὥσπερ ἐν τῷ ἡγεμονικῷ ἐνυπαρχουσῶν φαντασίας, συγκαταθέσεως, ὁρμῆς, λόγου. Οἱ δὲ περὶ Πλάτωνα καὶ Ἀρχύτας καὶ οἱ λοιποὶ Πυθαγόρειοι τὴν ψυχὴν τριμερῆ ἀποφαίνονται, διαιροῦντες εἰς λογισμὸν καὶ θυμὸν καὶ ἐπιθυμίαν· ταῦτα γὰρ εἶναι χρήσιμα πρὸς τὴν τῶν ἀρετῶν σύστασιν. Δυνάμεις δὲ τῆς ψυχῆς ἀναλογίζονται φύσιν καὶ φαντασίαν καὶ αἴσθησιν καὶ δόξαν καὶ κινητικὴν σωμάτων διάνοιαν καὶ ὄρεξιν καλῶν κἀγαθῶν καὶ νοήσεις. Ἀριστοτέλης δὲ εἰς πέντε αὐτὰς διαιρεῖ, φύσιν, αἴσθησιν, κίνησιν κατὰ τόπον, ὄρεξιν, διανόησιν.
Ἐν ταὐτῷ· περὶ τῶν κατʼ οὐσίαν τῆς ψυχῆς καὶ τῶν προστιθεμένων αὐτῇ δυνάμεων. Πλωτῖνος αὐτῆς ἀφαιρεῖ τὰς ἀλόγους δυνάμεις, τὰς αἰσθήσεις, τὰς φαντασίας, τὰς μνήμας, τοὺς λογισμούς· μόνον δὲ τὸν καθαρὸν λογισμὸν εἰς τὴν καθαρὰν οὐσίαν αὐτῆς ἀνατείνει, ὡς ἔχοντα συμφυῆ δύναμιν πρὸς αὐτὴν τὴν τῆς οὐσίας ἰδέαν.
Οἱ δὲ περὶ Δημόκριτον Πλατωνικοὶ πάντα ταῦτα τὰ εἴδη τῶν δυνάμεων εἰς τὴν οὐσίαν αὐτῆς συνάγουσιν.
Ὁ δὲ Πλάτων καὶ αὐτὰς ἑαυτῶν ποιεῖ καὶ τῶν ζῴων, καθʼ ἑκατέραν ζωὴν διοριζόμενος ἑκάτερον.
Οἱ δὲ περὶ Πορφύριον καὶ Πλωτῖνον ἑκάστῳ μέρει τοῦ παντὸς τὰς οἰκείας δυνάμεις προβάλλεσθαι ὑπὸ τῆς ψυχῆς ἀποφαίνονται, καὶ ἀφίεσθαι μὲν καὶ μηκέτι εἶναι τὰς ζωὰς τὰς ὁπωσοῦν προβληθείσας ἀφορίζονται παραπλησίως τοῖς ἀπὸ τοῦ σπέρματος φυομένοις, ὁπόταν εἰς ἑαυτὸ ἀναδράμῃ τὸ σπέρμα· εἶναι δὲ καὶ ταύτας ἐν τῷ παντὶ καὶ μὴ ἀπόλλυσθαι τάχα ἄν τις ἐπινοήσειε καινότερον, οὐκ ἀπιθάνως.
Ἐν ταὐτῷ· περὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς.
Τίς οὖν ἀνήκοός ἐστι τῆς Περιπατητικῆς δόξης, ἣ τὴν ψυχὴν ἀκίνητον μὲν εἶναί φησιν, αἰτίαν δὲ κινήσεων; Εἰ δὴ καὶ ἀνενέργητόν ἐστι τὸ ἀκίνητον, ἔσται καὶ χορηγὸν τῶν ἐνεργειῶν τὸ τῆς ψυχῆς ἀνενέργητον. Εἰ δʼ, ὡς ἔνιοι λέγουσι, τέλος καὶ συνοχὴ καὶ ἕνωσις καὶ μόνιμος αἰτία τῶν κινήσεών ἐστιν ἡ ἐνέργεια καὶ ταύτην ἐν ἑαυτῇ συνείληφεν ἡ κατʼ Ἀριστοτέλην ἀκίνητος ἐντελέχεια τῆς ψυχῆς, ἔσται ἀπὸ τῆς τελειοτάτης ἐνεργείας προϊοῦσα ἡ ἐν τοῖς καθʼ ἕκαστα τῶν ζῴων ἔργοις ἀπεργασία. Αὕτη τοίνυν κατά γε Πλάτωνα πολλοῦ δεῖ ἡ αὐτὴ εἶναι τῇ συμφύτῳ τῆς ψυχῆς οὐσίᾳ καὶ ζωῇ. Δῆλον γὰρ ὅτι δίδοται μὲν εἰς τὸ κοινόν, ἀλλʼ ἐπεὶ μεταβολὴ καὶ διαίρεσις καὶ παράτασις περὶ τὸ σῶμα καὶ κατὰ χρόνον καὶ τόπον διάστασις ἐπισυμπίπτει, ὧν οὐδέν ἐστιν ἐν τῇ καθʼ αὑτὴν ἀσωμάτῳ ζωῇ, φανερὸν δὴ καὶ τοῦτο γέγονεν, ὡς οὐδὲν ὑπάρχει κατὰ Πλάτωνα τῶν τοῦ συνθέτου ζῴου κινημάτων ἴδιον αὐτῆς τῆς ψυχῆς. Οὐκοῦν ὥσπερ ζωὴ κατʼ αὐτὸν ἦν διττή, ἣ μὲν χωριστὴ τοῦ σώματος, ἣ δὲ κοινὴ μετʼ αὐτοῦ, οὕτω καὶ ἐνεργήματα τὰ μὲν ἴδια ἔσται τῆς ψυχῆς, τὰ δὲ κοινὰ καὶ τοῦ ἔχοντος. Καὶ τούτων τὰ μὲν ἀπὸ τῆς ψυχῆς προκατάρχοντα, τὰ δὲ ἀπὸ τῶν τοῦ σώματος παθημάτων ἐγειρόμενα, τὰ δὲ ἐξ ἀμφοῖν ἐπίσης ἀνακινούμενα· πάντα δὲ ὡς ἀπʼ αἰτίας τῆς ψυχῆς ὡρμημένα. Ὥσπερ δὴ καὶ τῆς κατὰ τὴν ναῦν φορᾶς κοινῆς οὔσης πρὸς τὸν κυβερνήτην καὶ τὸν ἄνεμον, τὰ μὲν ἄλλα τοιαῦτά ἐστιν, ὡς ἄνευ αὐτῶν μὴ γίγνεσθαι τὴν κίνησιν, ὁ δὲ κυβερνήτης καὶ ὁ ἄνεμος τὴν κυριωτάτην αἰτίαν περιέχουσιν ἐν ἑαυτοῖς τῆς φορᾶς, οὕτως ἄρα καὶ ἡ ψυχὴ αὐτή τε ὅλῳ χρῆται τῷ σώματι καὶ τὰ ἔργα μεταχειρίζεται, ὡς ὄργανον ἢ ὄχημα τὸ σῶμα περιέχουσα· ἔχει δὲ καὶ καθʼ αὑτὴν οἰκείας κινήσεις, ὅσαι τοῦ συνθέτου ζῴου ἀπολελυμέναι αὐταὶ καθʼ αὑτὰς τὰς κατʼ οὐσίαν ζωὰς τῆς ψυχῆς ἐνεργοῦσιν, οἷαι δή εἰσιν αἱ τῶν ἐνθουσιασμῶν καὶ τῶν ἀύλων νοήσεων καὶ συλλήβδην ἐκείνων, καθʼ ἃς τοῖς θεοῖς συναπτόμεθα. Οὐ μὴν ἔτι γε τούτοις συγχωροῦσιν οἱ σῶμα τὴν ψυχὴν ὑπολαμβάνοντες, οἷον οἱ Στωικοὶ καὶ ἄλλοι πλείονες· οὐδʼ ὅσοι συγκεκρᾶσθαι αὐτὴν εἰς τὴν γένεσιν οἴονται, ὥσπερ οἱ πλεῖστοι τῶν φυσικῶν· οὐδὲ ὅσοι βλάστημα αὐτὴν ἀπὸ τῶν σωμάτων ποιοῦσιν ἐν ἁρμονίας εἴδει οὖσαν. Πάντες γὰρ οὗτοι σωματοειδεῖς τὰς κινήσεις αὐτῇ ἀποδιδόασιν.
Ἐν ταὐτῷ· περὶ τῶν ἔργων τῆς ψυχῆς.
Πότερον οὖν πασῶν τῶν ψυχῶν τὰ αὐτὰ ἔργα ἀποτελεῖται, ἢ τὰ μὲν τῶν ὅλων τελεώτερα, τὰ δὲ τῶν ἄλλων ὡς ἕκασται διειλήχασι τὴν προσήκουσαν ἑαυταῖς τάξιν; Ὡς μὲν οἱ Στωικοὶ λέγουσιν, εἷς τέ ἐστιν ὁ λόγος καὶ ἡ αὐτὴ πάντως διανόησις καὶ τὰ κατορθώματα ἶσα καὶ αἱ αὐταὶ ἀρεταὶ τῶν τε μεριστῶν καὶ τῶν ὅλων· καί που Πλωτῖνος καὶ Ἀμέλιος ἐπὶ ταύτης εἰσὶ τῆς δόξης — ἐνίοτε γὰρ οὐχ ὡς ἄλλην τὴν μεριστὴν ψυχὴν παρὰ τὴν ὅλην, μίαν δὲ αὐτὴν πρὸς ἐκείνην εἶναι ἀφορίζονται· ὡς δʼ ἂν εἴποι Πορφύριος, πάντῃ κεχώρισται τὰ τῆς ὅλης ψυχῆς παρὰ τὴν μεριστὴν ἐνεργήματα.
Γένοιτο δὲ κἂν ἄλλη δόξα οὐκ ἀπόβλητος, ἡ κατὰ γένη καὶ εἴδη τῶν ψυχῶν ἄλλα μὲν τὰ τῶν ὅλων παντελῆ, ἄλλα δὲ τὰ τῶν θείων ψυχῶν ἄχραντα καὶ ἄυλα, ἕτερα δὲ τὰ τῶν δαιμονίων δραστήρια, τὰ δὲ τῶν ἡρωικῶν μεγάλα, τὰ δὲ τῶν ἐν τοῖς ζῴοις καὶ τοῖς ἀνθρώποις θνητοειδῆ καὶ τὰ ἄλλα ὡσαύτως ἔργα διαιρουμένη. Τούτων δὴ διωρισμένων καὶ τὰ ἐχόμενα τούτων τὴν ὁμοίαν λήψεται διάκρισιν.
Οἱ μὲν γὰρ μίαν καὶ τὴν αὐτὴν πανταχοῦ ψυχὴν διατείνοντες ἤτοι γένει ἢ εἴδει, ὡς δοκεῖ Πλωτίνῳ, ἢ καὶ ἀριθμῷ, ὡς νεανιεύεται οὐκ ὀλιγάκις Ἀμέλιος, εἶναι αὐτὴν ἐροῦσιν ἅπερ ἐνεργεῖν. Οἱ δʼ ἀσφαλέστερον τούτων διαταττόμενοι καὶ προόδους πρώτας καὶ δευτέρας καὶ τρίτας οὐσιῶν τῆς ψυχῆς διισχυριζόμενοι προχωρεῖν εἰς τὸ πρόσω, οἵους ἄν τις θείη τοὺς καινῶς μὲν ἀπταίστως δὲ ἀντιλαμβανομένους τῶν λόγων, τὰ μὲν τῶν ὅλων ψυχῶν καὶ θείων καὶ ἀύλων ἐνεργήματα ἐροῦσιν οὗτοι πάντως δήπου καὶ εἰς οὐσίαν ἀποτελευτᾶν· τὰ δὲ τῶν μεριστῶν καὶ κρατουμένων ἐν ἑνὶ εἴδει καὶ διαιρουμένων περὶ τοῖς σώμασιν οὐδαμῶς συγχωρήσουσιν εὐθὺς εἶναι ταῦθʼ ἅπερ ἐνεργοῦσι.
Κατὰ δὴ τὴν αὐτὴν μέθοδον προΐτω καὶ ἡ συγγενὴς πρὸς ταύτην διαίρεσις. Λέγω δὴ προσπεφυκέναι μὲν ταῖς δυνάμεσι τὰ ἔργα ἐκείνων τῶν ψυχῶν τῶν αὐτοτελῶν καὶ μονοειδῶν καὶ χωριστῶν ἀπὸ τῆς ὕλης, ὡς ἂν φαίη ἡ νεωστὶ παρευρεθεῖσα ἥδε αἵρεσις, ἐοικέναι δὲ ταῖς τῶν καρπῶν ἀπογεννήσεσιν ἐπὶ τῶν ἀτελεστέρων καὶ περὶ γῆν ἀπομεριζομένων. Ἐπὶ δὴ τούτοις δεῖ νοεῖν ὡς οἱ μὲν Στωικοὶ πάσας τῆς ὁποιασοῦν ψυχῆς τὰς ἐνεργείας συμμιγνύουσιν τοῖς διοικουμένοις καὶ ἀψύχοις, οἱ δʼ ἀπὸ Πλάτωνος οὐ πάσας. Εἶναι μὲν γάρ τινας δυνάμεις τῆς ψυχῆς αἳ τοῦ σώματος ὡς ὕλης ἐφάπτονται, ὡς τὴν αἰσθητικὴν καὶ ὁρμητικήν, καθαρωτέρας δὲ τούτων τὰς μηδὲν σώματι προσχρωμένας, ὡς τὴν νοεράν. Τὰ μὲν οὖν τῶν σωματοειδῶν δυνάμεων ἔργα κατʼ οὐσίαν μὲν Πλάτων οὐ συνάπτει τοῖς σώμασιν, κατʼ ἐπιστροφὴν δὲ κοινωνεῖν φησί, τὰ δὲ τῶν χωριστῶν ἀπολύει πάντῃ τοῦ κατατείνεσθαι εἰς τὰ σώματα. Ἤδη τοίνυν καὶ τὰ μὲν τῶν ὅλων καὶ θειοτέρων ἔργα ἄμικτα εἶναι διὰ τὴν καθαρότητα αὐτῶν τῆς οὐσίας, τὰ δὲ τῶν ἐνύλων καὶ μεριστῶν μηκέθʼ ὡσαύτως εἶναι ἄχραντα· καὶ τὰ μὲν τῶν ἀνιουσῶν καὶ ἀπολυομένων τῆς γενέσεως ἀφίεσθαι τὸ λοιπὸν τῶν σωμάτων, τὰ δὲ τῶν κατιουσῶν συμπλέκεσθαι αὐτοῖς πολυειδῶς καὶ συνυφαίνεσθαι. Καὶ τὰ μὲν τῶν ἐποχουμένων τοῖς αὐτοειδέσι πνεύμασι καὶ διʼ αὑτῶν τιθεμένων εὐκόλως, ἅπερ ἂν θέλωσιν, ἄνωθεν ἀπραγμόνως ἐκφαίνειν τὰ σφῶν ἔργα· τὰ δὲ τοῖς στερεωτέροις σώμασιν ἐνσπειρόμενα καὶ κατεχόμενα ἐν αὐτοῖς ἀναπίμπλασθαι ἀμωσγέπως τῆς τούτων φύσεως. Καὶ τὰ μὲν τῶν ὅλων ἐπιστρέφειν εἰς ἑαυτὰ τὰ διοικούμενα, τὰ δὲ τῶν διῃρημένων αὐτὰ ἐπιστρέφεσθαι πρὸς ταῦτα ὧν ἐπιμελοῦνται.
Κατʼ ἄλλην τοίνυν ἀρχὴν τῆς τῶν αὐτῶν διακρίσεως ἡ μὲν Περιπατητικὴ δόξα τοῦ ζῴου μόνως καὶ τοῦ συνθέτου τίθεται τὰ ἔργα τῆς ψυχῆς. Πλάτων δὲ καὶ Πυθαγόρας ὑπερφυῆ τὴν οὐσίαν αὐτῆς καὶ γεννητικὴν τῆς φύσεως προτάττοντες πρεσβύτερα αὐτῇ καὶ τιμιώτερα πρὸ τῆς φύσεως τὰ ἔργα διδόασιν· ἄρχεσθαί τε αὐτὴν οὐ ποιοῦσιν ἀπὸ τῆς φύσεως, αὐτὴν δὲ ἀφʼ αὑτῆς καὶ περὶ αὑτὴν ἐξηγεῖσθαι τῶν οἰκείων ἐνεργειῶν ὑπολαμβάνουσιν, ὅσα τέ ἐστιν ἐν αὐτῇ καλὰ καὶ σπουδαῖα κινήματα τῆς φύσεως ὑπερέχοντα καθʼ αὑτὰ ἐξαιροῦσιν.
Ἤδη τοίνυν καὶ ἐν αὐτοῖς τοῖς Πλατωνικοῖς πολλοὶ διαστασιάζουσιν, οἳ μὲν εἰς μίαν σύνταξιν καὶ μίαν ἰδέαν τὰ εἴδη καὶ τὰ μόρια τῆς ζωῆς καὶ τὰ ἐνεργήματα συνάγοντες, ὥσπερ Πλωτῖνός τε καὶ Πορφύριος· οἳ δὲ εἰς μάχην ταῦτα κατατείνοντες, ὥσπερ Νουμήνιος· οἳ δὲ ἐκ μαχομένων αὐτὰ συναρμόζοντες, ὥσπερ οἱ περὶ Ἀττικὸν καὶ Πλούταρχον. Καὶ οὗτοι μὲν προϋποκειμένων τῶν ἀτάκτων καὶ πλημμελῶν κινημάτων ἐπεισιέναι φασὶν ὕστερα τὰ κατακοσμοῦντα αὐτὰ καὶ διατάττοντα καὶ τὴν συμφωνίαν ἀπʼ ἀμφοτέρων οὕτως συνυφαίνουσι, κατὰ μὲν Πλωτῖνον τῆς πρώτης ἑτερότητος, κατʼ Ἐμπεδοκλέα δὲ τῆς ἀπὸ τοῦ θεοῦ φυγῆς, καθʼ Ἡράκλειτον δὲ τῆς ἐν τῷ μεταβάλλεσθαι ἀναπαύλης, κατὰ δὲ τοὺς Γνωστικοὺς παρανοίας ἢ παρεκβάσεως, κατʼ Ἀλβῖνον δὲ τῆς τοῦ αὐτεξουσίου διημαρτημένης κρίσεως αἰτίας γιγνομένης τῶν καταγωγῶν ἐνεργημάτων· τῶν δʼ αὖ διισταμένων πρὸς τούτους καὶ ἀπὸ τῶν ἔξωθεν προσφυομένων προστιθέντων ὁπωσοῦν τῇ ψυχῇ τὸ κακόν, ἀπὸ μὲν τῆς ὕλης Νουμηνίου καὶ Κρονίου πολλάκις, ἀπὸ δὲ τῶν σωμάτων αὐτῶν τούτων ἔστιν ὅτε καὶ Ἁρποκρατίωνος, ἀπὸ δὲ τῆς φύσεως καὶ τῆς ἀλόγου ζωῆς Πλωτίνου καὶ Πορφυρίου ὡς τὰ πολλά. Κατὰ δὲ Ἀριστοτέλην εἴδεσι ζωῆς καὶ ἄλλοις ὅροις ταῦτα χωρὶς ἐπὶ τῶν ἀνθρωπίνων διακέκριται. Κατὰ δʼ αὖ τοὺς Στωικοὺς ἀτελέστερα ἀεὶ ἀπομερίζεται τὰ τοιαῦτα τῆς ζωῆς ἐνεργήματα καὶ ὅσῳ ἂν ᾖ προϊόντα προσωτέρω τῆς ἀλογίας, τοσῷδε μᾶλλον ἐπὶ τὸ ἀτελέστερον ἀποφέρεται τὰ καταδεέστερα τῶν πρεσβυτέρων. Ὡς δʼ ἐγώ τινων ἀκήκοα Πλατωνικῶν, οἷον Πορφυρίου καὶ ἄλλων πολλῶν, ἀφομοιοῦται ἀλλήλοις τὰ μὲν ἀνθρώπεια τοῖς θηρείοις, τὰ δὲ τῶν ζῴων τοῖς ἀνθρωπείοις, ἐφʼ ὅσον πέφυκε τὰ διακεκριμένα καθʼ ἑτέρας οὐσίας ὁμοιοῦσθαι πρὸς ἄλληλα.
Ἐν ταὐτῷ· περὶ μέτρου ψυχῆς.
Οἱ μὲν δὴ μίαν οὐσίαν τῆς ψυχῆς ἀριθμῷ τιθέμενοι, πληθύουσαν δὲ αὐτήν, ὡς Ἀμέλιος οἴεται, σχέσεσι καὶ κατατάξεσιν, ἤ, ὡς οἱ Ὀρφικοὶ λέγουσιν, ἐπιπνοίαις ἀπὸ τῆς ὅλης, ἔπειτα ἀνασχέοντες ἀπὸ τοῦ πλήθους τῆς ὅλης ἐπὶ τὴν μίαν ψυχὴν ἀποθεμένην τὰς σχέσεις καὶ τὰς εἰς ἕτερον κατατάξεις καὶ ἀναλύοντες ἀπὸ τῆς εἰς τὰ μεταλαβόντα διαιρέσεως, ἀπολυομένης τῆς τῶν μετασχόντων διαλήψεως, τηροῦσιν αὐτὴν ὅλην πανταχοῦ τὴν αὐτήν, μίαν οὐσίαν τε αὐτῇ διδόασι καθʼ ἓν πεπερασμένην. Οἱ δʼ ἐν ἀπείροις κόσμοις, ὥσπερ δὴ οἱ περὶ Δημόκριτον καὶ Ἐπίκουρον νομίζουσιν, ἀπὸ τῶν ἀπείρων ἀτόμων κατὰ συντυχίαν συνερχομένων … συνίστασθαι ἀπὸ τῶν τοιῶνδε στοιχείων τὰς ψυχὰς ἡγούμενοι ἀπείρους αὐτὰς εἶναι ἑπομένως ταῖς οἰκείαις ὑποθέσεσιν ἀποφαίνονται. Καὶ οἱ μὲν ἐκ σπερμάτων αὐτὰς γεννῶντες ἑκάστου δυναμένου πολλὰ σπείρειν καὶ τοῦδε προϊόντος ἀεὶ καὶ οὐδαμῇ ἱσταμένου κατὰ τὴν γέννησιν καὶ ἐν τῷ γίγνεσθαι ἀεὶ τὸ ἄπειρον ἀπολείπουσιν. Οἱ δὲ κατὰ μεταβολὴν ἐξ ἑνὸς ζῴου φθειρομένου πολλὰ ζῷα καὶ πολλὰς ζωὰς παράγοντες ἐν τῷ μεταβάλλειν συνεχῶς καὶ μηδέποτε ἐπιλείπειν τὴν ἐκ τῆς μεταβολῆς διαδεχομένην ἀειγενεσίαν ταύτῃ τὸ ἀπέραντον πλῆθος τῶν ψυχῶν ἐπινοοῦσιν ἐν τῷ ἀεὶ πλεῖον γίγνεσθαι. Οἱ δὲ τῆς φύσεως τὴν ψυχὴν μὴ διακρίνοντες πάλιν δὴ καὶ οὗτοι κατὰ διαίρεσιν τὸ ἄπειρον τῶν ψυχῶν γίγνεσθαι προσομολογοῦσιν, ἐπειδὴ καὶ ἕκαστον τῶν φυομένων δένδρων μεριζόμενον ταὐτόν ἐστι τῷ ὅλῳ καὶ τῶν ἴσων αὑτῷ φαίνεται γεννητικὸν εἶναι. Οἱ δʼ ἀπὸ Πλάτωνος ἀγενήτους καὶ ἀφθάρτους αὐτὰς προστησάμενοι ἑστάναι ἀεὶ κατὰ τὴν αὐτὴν συμμετρίαν ἀφορίζονται, οὔτε γὰρ προστίθεσθαί τι αὐταῖς ἀπὸ τῆς γενέσεως οὔτε ἀφαιρεῖσθαι ἀπʼ αὐτῶν μεθιστάμενον εἰς τὰ ἀπολλύμενα. Τοῦτο δὴ τὸ μέτρον οἱ μὲν περὶ Πλωτῖνον εἰς τὸν τέλεον ἀριθμὸν ὡς οἰκεῖον προσβιβάζουσι.
Ἐν ταὐτῷ· περὶ διαφορᾶς καθόδου τῶν ψυχῶν.
Πλωτῖνος μὲν καὶ Πορφύριος καὶ Ἀμέλιος ἀπὸ τῆς ὑπὲρ τὸν οὐρανὸν ψυχῆς καὶ πάσας ἐπίσης εἰσοικίζουσιν εἰς τὰ σώματα.
Πολὺ δὲ διαφερόντως ἔοικεν ὁ Τίμαιος τὴν πρώτην ὑπόστασιν τῶν ψυχῶν ποιεῖν, τὸν δημιουργὸν διασπείροντα περὶ πάντα μὲν τὰ κρείττονα γένη, καθʼ ὅλον δὲ τὸν οὐρανόν, εἰς ὅλα δὲ τὰ στοιχεῖα τοῦ παντός. Ἔσται δὴ οὖν καὶ ἡ σπορὰ ἡ δημιουργικὴ τῶν ψυχῶν διαιρουμένη παρὰ τὰς θείας δημιουργίας καὶ ἡ πρώτη τῶν ψυχῶν πρόοδος συνυφισταμένη, μεθʼ ἑαυτῆς ἔχουσα τὰ δεχόμενα τὰς ψυχάς· ἡ μὲν ὅλη τὸν ὅλον κόσμον, αἱ δὲ τῶν ἐμφανῶν θεῶν τὰς κατʼ οὐρανὸν σφαίρας, αἱ δὲ τῶν στοιχείων αὐτὰ τὰ στοιχεῖα μεθʼ ὧν καὶ ψυχαὶ συνεκληρώθησαν καθʼ ἑκάστην τοιαύτην λῆξιν, ἀφʼ ὧν δὴ αἱ κάθοδοι γίγνονται τῶν ψυχῶν ἄλλαι ἀπʼ ἄλλων διακληρώσεων, ὡς βούλεται ἐνδείκνυσθαι σαφῶς ἡ τοῦ Τιμαίου διάταξις.
Ἄλλη τοίνυν αἵρεσις τῶν Πλατωνικῶν οὐ κατὰ τοὺς δημιουργικοὺς κλήρους, οὐδὲ κατὰ τὰς διαιρέσεις τῶν κρειττόνων γενῶν οἷον θεῶν, ἀγγέλων, δαιμόνων, ἡρώων, οὐδὲ κατὰ τὰς νομὰς τοῦ παντὸς διακρίνει τὰς ἀπὸ τῶν διαφερόντων τόπων καταβάσεις τῶν ψυχῶν· τιθεμένη δὲ τὴν ψυχὴν ἀεὶ εἶναι ἐν σώματι, ὥσπερ ἡ Ἐρατοσθένους καὶ Πτολεμαίου τοῦ Πλατωνικοῦ καὶ ἄλλων, ἀπὸ σωμάτων αὐτὴν λεπτοτέρων εἰς τὰ ὀστρεώδη πάλιν εἰσοικίζει σώματα· διατρίβειν μὲν γὰρ αὐτὴν εἰς μοῖράν τινα τοῦ αἰσθητοῦ, καθήκειν γε μὴν εἰς τὸ στερεὸν σῶμα ἄλλοτε ἀπʼ ἄλλων τοῦ παντὸς τόπων. Καὶ τούτους Ἡρακλείδην μὲν τὸν Ποντικὸν ἀφορίζειν περὶ τὸν γαλαξίαν, ἄλλους δὲ καθʼ ὅλας τοῦ οὐρανοῦ τὰς σφαίρας, ἀφʼ ὧν δὴ δεῦρο κατιέναι τὰς ψυχάς· τοὺς δὲ περὶ σελήνην ἢ ἐν τῷ ὑπὸ σελήνην ἀέρι λέγειν αὐτὰς κατοικεῖν καὶ ἀπʼ αὐτῶν κάτω χωρεῖν εἰς τὴν περίγειον γένεσιν, τοὺς δὲ ἀπὸ σωμάτων ἀεὶ στερεῶν πίπτειν εἰς ἕτερα σώματα διισχυρίζεσθαι.
Ἀπὸ μὲν δὴ τοσούτων καὶ οὕτω διαφερόντων μερῶν γίγνεσθαι διαφερούσας τὰς τῇδε καθόδους, αὐτοὺς δὲ τοὺς τρόπους διίστασθαι πολυειδῶς. Ἡράκλειτος μὲν γὰρ ἀμοιβὰς ἀναγκαίας τίθεται ἐκ τῶν ἐναντίων, ὁδόν τε ἄνω καὶ κάτω διαπορεύεσθαι τὰς ψυχὰς ὑπείληφε καὶ τὸ μὲν τοῖς αὐτοῖς ἐπιμένειν κάματον εἶναι, τὸ δὲ μεταβάλλειν φέρειν ἀνάπαυσιν. Οἱ δὲ περὶ Ταῦρον Πλατωνικοὶ πέμπεσθαι τὰς ψυχὰς ὑπὸ θεῶν εἰς γῆν λέγουσιν, οἳ μὲν ἑπομένως τῷ Τιμαίῳ παραδιδόντες ὅτι εἰς τελείωσιν τοῦ παντός, ὥστε εἶναι καὶ ἐν τῷ κόσμῳ τοσαῦτα ζῷα, ὅσα εἰσὶν ἐν τῷ νοητῷ· οἳ δὲ εἰς θείας ζωῆς ἐπίδειξιν τὸ τέλος ἀναφέροντες τῆς καθόδου. ταύτην γὰρ εἶναι τὴν βούλησιν τῶν θεῶν, θεοὺς ἐκφαίνεσθαι διὰ τῶν ψυχῶν· προέρχονται γὰρ εἰς τοὐμφανὲς οἱ θεοὶ καὶ ἐπιδείκνυνται διὰ τῶν ψυχῶν καθαρᾶς καὶ ἀχράντου ζωῆς.
Κατʼ ἄλλην τοίνυν διαίρεσιν οἱ μὲν ἑκούσιοι τρόποι νοοῦνται τῆς καθόδου ἢ ἑλομένης αὐτῆς τῆς ψυχῆς τὴν διοίκησιν τῶν περὶ γῆν, ἢ πειθαρχούσης τοῖς κρείττοσιν, οἱ δὲ ἀκούσιοι βιαζομένης ἐπὶ τὸ χεῖρον ἕλκεσθαι.
Ἐν ταὐτῷ.
Οὐχ ἡ αὐτή ἐστι πασῶν τῶν ψυχῶν κοινωνία πρὸς τὰ σώματα, ἀλλʼ ἣ μὲν ὅλη, ὥσπερ καὶ Πλωτίνῳ δοκεῖ, προσιὸν ἑαυτῇ τὸ σῶμα ἔχει ἐν ἑαυτῇ, ἀλλʼ οὐκ αὐτὴ πρόσεισι τῷ σώματι, οὐδὲ περιέχεται ὑπʼ αὐτοῦ· αἳ δὲ μερισταὶ προσέρχονται τοῖς σώμασι καὶ τῶν σωμάτων γίγνονται καὶ ἤδη κρατουμένων τῶν σωμάτων ὑπὸ τῆς τοῦ παντὸς φύσεως εἰσοικίζονται εἰς αὐτά. Καὶ αἳ μὲν τῶν θεῶν θεῖα σώματα, νοῦν μιμούμενα, ἐπιστρέφουσι πρὸς τὴν ἑαυτῶν νοερὰν οὐσίαν· αἳ δὲ τῶν ἄλλων θείων γενῶν, ὡς ἕκασται ἐτάχθησαν, οὕτω κατευθύνουσιν ἑαυτῶν τὰ ὀχήματα. Ἔτι γε μὴν αἱ καθαραὶ ψυχαὶ καὶ τέλειαι καθαρῶς εἰσοικίζονται εἰς τὰ σώματα ἄνευ παθημάτων καὶ τῆς στερήσεως τοῦ νοεῖν· αἱ δʼ ἐναντίαι ἐναντίως. Ἀττικῷ δὲ καὶ ἄλλοις τισὶ Πλατωνικοῖς οὐ συνδοκεῖ, καθʼ ἕνα δὲ τρόπον συντεύξεως τὰς ὅλας ψυχὰς τοῖς σώμασι συνάγουσιν, ὡσαύτως ἀεὶ μὲν καὶ ἐπὶ πάσης ἐνσωματώσεως τῶν ψυχῶν προϋποτιθέντες τὴν ἄλογον καὶ πλημμελῆ καὶ ἔνυλον ψυχήν, ἐν αὐτῇ δὲ κατακοσμουμένῃ τὴν κοινωνίαν τῆς λογικῆς ἐπεισάγοντες.
Οἶμαι τοίνυν καὶ τὰ τέλη διάφορα ὄντα καὶ τοὺς τρόπους τῆς καθόδου τῶν ψυχῶν ποιεῖν διαφέροντας. Ἡ μὲν γὰρ ἐπὶ σωτηρίᾳ καὶ καθάρσει καὶ τελειότητι τῶν τῇδε κατιοῦσα ἄχραντον ποιεῖται καὶ τὴν κάθοδον· ἡ δὲ διὰ γυμνασίαν καὶ ἐπανόρθωσιν τῶν οἰκείων ἠθῶν ἐπιστρεφομένη περὶ τὰ σώματα οὐκ ἀπαθής ἐστι παντελῶς, οὐδὲ ἀφεῖται ἀπόλυτος καθʼ ἑαυτήν· ἡ δὲ ἐπὶ δίκῃ καὶ κρίσει δεῦρο κατερχομένη συρομένῃ πως ἔοικε καὶ συνελαυνομένῃ. Τινὲς δὲ τῶν νεωτέρων οὐχ οὕτως διακρίνουσιν, οὐκ ἔχοντες δὲ σκοπὸν τῆς διαφορότητος εἰς ταὐτὸ συγχέουσι τὰς ἐνσωματώσεις τῶν ὅλων, κακάς τε εἶναι πάσας διισχυρίζονται καὶ διαφερόντως οἱ περὶ Κρόνιόν τε καὶ Νουμήνιον καὶ Ἁρποκρατίωνα. Δεῖ δέ που καὶ τοὺς βίους τῶν ψυχῶν κατανοεῖν πρὶν ἐλθεῖν εἰς σῶμα, ὡς ἄρα καὶ οὗτοι πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς διάστασιν· ἀπὸ δὲ διαφόρων τρόπων ζωῆς διάφορον ποιοῦνται ἑαυτῶν καὶ τὴν πρώτην σύνοδον. Οἵ τε γὰρ νεοτελεῖς καὶ πολυθεάμονες τῶν ὄντων, οἵ τε συνοπαδοὶ καὶ συγγενεῖς τῶν θεῶν, οἵ τε παντελεῖς καὶ ὁλόκληρα τὰ εἴδη τῆς ψυχῆς περιέχοντες, πάντες ἀπαθεῖς καὶ ἀκήρατοι ἐμφύονται πρώτως εἰς τὰ σώματα· οἱ δὲ ἀπὸ τῶν ἐπιθυμιῶν ἄδην ἀναπεπλησμένοι καὶ ἄλλων παθῶν μεστοὶ μετὰ παθῶν συνέρχονται πρώτως τοῖς σώμασι.
Ἐν ταὐτῷ.
Κατὰ δʼ Ἱπποκράτην, τὸν τῶν Ἀσκληπιαδῶν, ὅταν πλασθῇ τὸ σπέρμα — τότε γὰρ ἐπιτηδείως ἔχειν αὐτὸ μεταλαμβάνειν ζωῆς —, κατὰ δὲ Πορφύριον ἐν τῇ πρώτῃ ἀπογεννήσει τοῦ τικτομένου πρώτως ἡ κατʼ ἐνέργειαν ζωοποιία καὶ παρουσία τῆς ψυχῆς φύεται. Γένοιτο δʼ ἂν καὶ ἄλλη τις δόξα οὐδέπω καὶ νῦν ῥηθεῖσα, ἡ λέγουσα πλείονας μὲν εἶναι τὰς δυνάμεις καὶ τὰς οὐσίας τῆς ψυχῆς, κατὰ καιροὺς δὲ ἄλλοτε ἄλλους, ᾗπερ ἂν ἐπιτηδείως ἔχῃ τὸ γιγνόμενον σῶμα, τὰ μὲν πρῶτα τῆς φύσεως μεταλαμβάνειν, ἔπειτα τῆς αἰσθήσεως, εἶτα τῆς ὁρμητικῆς ζωῆς καὶ τότε δὴ τῆς λογικῆς ψυχῆς, ἐπὶ δὲ τῷ τέλει τῆς νοερᾶς. Τοσαῦτα καὶ ἡ κατὰ τοὺς χρόνους συμφυομένη κοινωνία τῶν ψυχῶν πρὸς τὰ σώματα δέχεται δοξάσματα.
Ἀλλὰ μὴν ἔν γε τῷ τόπῳ τῆς εἰσόδου τῶν ψυχῶν, καθʼ ὃν ἐπιζητοῦμεν πῶς εἰσκρίνεται, μία μέν ἐστι τριπλῆ δόξα ἡ ἕλκουσα ἀπὸ τῶν ἐκτὸς τὴν ψυχὴν ἐν τῇ καλουμένῃ συλλήψει ἢ διὰ προθυμίαν τοῦ γεννῶντος διὰ τῆς ἀναπνοῆς, ἢ διὰ προθυμίαν τῆς ὑποδεχομένης, ὅταν αὕτη ἐπιτηδείως ἔχῃ πρὸς τὴν κράτησιν, ἢ διὰ συμπάθειαν ἀμφοῖν, ὅταν κοινῇ συμπνέοντα ἀμφότερα ἑλκτικὴν ἔχῃ τὴν ἰδιότητα συγκινουμένης καὶ τῆς φύσεως· ἣ δὲ κατʼ ἀνάγκην εἰσδύνειν ποιεῖ αὐτὴν αὐτοκίνητον εἰς τὸ ὀργανικὸν σῶμα ἤτοι ἀπὸ τοῦ παντός, ἢ τῆς ὅλης ψυχῆς, ἢ τῆς δημιουργίας πάσης.
Ἤδη τοίνυν καὶ ἡ χρῆσις τοῦ σώματος πολλῆς δεῖται διακρίσεως. Οἳ μὲν γὰρ προσεοικέναι αὐτὴν λέγουσι νεὼς κυβερνήσει, ἧς καὶ ἀπολελύσθαι χωρὶς δύναται ὁ κυβερνήτης· οἳ δὲ ὀχήματος ἐπιβάσει κοινὴν πορείαν καὶ διακομιδὴν ἡνιοχούσῃ προσοικειοῦσιν αὐτήν· οἳ δὲ ὡς μᾶλλον ἁρμόζουσαν συνεργείᾳ ἀπʼ ἀμφοτέρων ἰσομοιρούσῃ, ἢ συννεύσει καὶ ῥοπῇ πρὸς τὸ σῶμα ἐπικρατεῖ τοῦ σώματος ἀποδιδόασιν αὐτῆς τὴν ὁμοιότητα· οἳ δὲ οὐδὲν τούτων συγχωροῦσιν, ὡς δὲ μέρος τὴν ψυχήν φασιν εἶναι ἐν ὅλῳ τῷ ζῴῳ, οἳ δὲ ὡς τέχνην ἐμπεφυκέναι τοῖς ὀργάνοις, ὥσπερ εἰ ἦν ἔμψυχος ὁ οἴαξ. Οἱ δὲ καθαρώτεροι τῶν Πλατωνικῶν, ὥσπερ δὴ οἱ περὶ Πλωτῖνον, ἄρχεσθαι μὲν τῆς κινήσεως τὸ ὀργανικὸν σῶμά φασιν ἀπὸ τούτων τῶν μερῶν, δουλεῦον εἰς τὴν γέννησιν ταῖς χρωμέναις αὐτῷ δυνάμεσιν, αὐτὰς δὲ τὰς δυνάμεις ἀπολύτους εἶναι τῶν μεριστῶν σωμάτων διισχυρίζονται.
Ἐν ταὐτῷ.
Περὶ τῆς κοινωνίας τῆς πρὸς τοὺς θεοὺς τῶν ψυχῶν γέγονέ τις διαμφισβήτησις τῶν μὲν λεγόντων ἀδύνατον μίγνυσθαι θεοὺς ταῖς κατεχομέναις ψυχαῖς ἐν τῷ σώματι, τῶν δὲ διατεινομένων μίαν εἶναι κοινὴν πολιτείαν τῶν καθαρῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ εἰ ὅτι μάλιστα ἐν τοῖς σώμασι διατρίβουσιν· οἳ δὲ μόνοις δαίμοσιν ἢ καὶ ἥρωσιν ὑποτιθέασιν αὐτὰς εἰς κοινὴν συνουσίαν.
… ἄλλοι μὲν οἱ βελτίονες κρινόμενοι κατὰ Πλάτωνα καθάρσει καὶ ἀναγωγῇ καὶ τελειώσει τῆς ψυχῆς, ἄλλοι δὲ οἱ χείρονες τοῖς ἐναντίοις τούτων ἀντιδιαστελλόμενοι· κατὰ δὲ τοὺς Στωικοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι· κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ· κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθʼ Ἱερώνυμον ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφʼ ὧν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι· περὶ ὧν οὐδὲν δεῖ πολυπραγμονεῖν, ἀλλὰ εἰς τὸ ἄπειρον αὐτοὺς μεθιέντας χαίρειν ἐᾶν.
Ἐν ταὐτῷ· περὶ θανάτου.
Ἐπειδὰν μετὰ τὸν τῇδε βίον ἡ τελευτὴ συμπίπτῃ, τί ποτε συμβαῖνόν ἐστι; Πότερον ὥσπερ ἐν τῇ γενέσει προϋπῆρχεν ἢ συνυφίστατο ἢ ὑστέρα πως ἐπεγίγνετο τοῖς σώμασιν ἡ ψυχὴ κατὰ τὰς διαφόρους αἱρέσεις, οὕτω καὶ ἐν τῷ ἀποθνῄσκειν προφθείρεται τοῦ σώματος ἢ συναπόλλυται αὐτῷ ἢ καὶ διαμένει καθʼ ἑαυτὴν μετὰ τὴν ἐνθένδε ἔξοδον; Τὸ μὲν οὖν πᾶν κεφάλαιον τοιοῦτον· μέρη δὲ αὐτοῦ καὶ ἡ κατὰ τὰ εἴδη διαίρεσις δέχεται πολλὰς τοιαύτας ἀμφισβητήσεις· ἆρά γε πνιγμῷ τῶν ἀρτηρίων ἀποκλειομένων τοῦ δέχεσθαι τὸ ἐκτὸς πνεῦμα, ἢ ἐκλυομένου τοῦ τόνου καὶ παριεμένου, ἢ τοῦ θερμοῦ ἐναποσβεννυμένου πως εἰς τὰ εἴσω τὰ ζῶντα πρότερον εἰσαῦθις ἀποθνῄσκει; Ἀλλʼ εἰ οὕτως γίγνεται ὁ θάνατος, προαναιρεῖται ἢ συναναιρεῖται ἡ ψυχὴ τῷ σώματι, καθάπερ Κουρνοῦτος οἴεται. Εἰ δὲ ὡς δύναμις ὑποκειμένου, ὥσπερ δὴ ἁρμονία λύρας ἢ τελειότης, προαφίσταται τοῦ σώματος ἐν τῷ ἀποθνῄσκειν ἡ ψυχή, προφθείρεται μὲν οὐδαμῶς — οὐδὲ γὰρ διὰ κινήσεως πρόεισιν εἰς τὸ μὴ εἶναι —, ἀλλʼ ἐξαίφνης εἰς τὸ μὴ εἶναι μεθίσταται ἀχράντως καὶ ἄνευ φθορᾶς, ὥσπερ δὴ καὶ ἔστιν ὅτε ἔστιν ἀθρόως οἷον ἀστραπῆς ἐκλαμπούσης.
Ἔσται δὴ οὖν τὸ μὲν ζῆν τὰ ζῷα ἀπὸ τοῦ ἔχειν τὸ τῆς ζωῆς εἶδος· τὸ δὲ καλούμενον ἀποθνῄσκειν ἀπὸ τοῦ μὴ παρεῖναι αὐτὸ ἢ μὴ ἔχεσθαι· ἧς πολλοὶ Περιπατητικοὶ δόξης προεστήκασιν. Εἰ δὲ παρέσπαρται μὲν καὶ ἔνεστιν ἡ ψυχὴ τῷ σώματι καθαπερεὶ ἀσκῷ πνεῦμα, περιεχομένη ἢ συμμιγνυμένη πρὸς αὐτὸ καὶ ἐγκινουμένη ὥσπερ τὰ ἐν τῷ ἀέρι ξύσματα διὰ τῶν θυρίδων φαινόμενα, δῆλόν που τοῦτο ὅτι ἔξεισιν μὲν ἀπὸ τοῦ σώματος, ἐν δὲ τῷ ἐκβαίνειν διαφορεῖται καὶ διασκεδάννυται, ὥσπερ Δημόκριτος καὶ Ἐπίκουρος ἀποφαίνονται.
… τοὺς δὲ περὶ Πλωτῖνον τῆς στάσεως προισταμένους ἐκείνης τῆς χωριζούσης αὐτὰς ἀπὸ τοῦ λόγου, ἢ καὶ ἀφιείσης εἰς τὴν γένεσιν, ἢ καὶ ἀφαιρούσης ἀπὸ τῆς διανοίας, ἀφʼ ἧς πάλιν διττῆς δόξης γίγνεται διάκρισις. Ἤτοι γὰρ λύεται ἑκάστη δύναμις ἄλογος εἰς τὴν ὅλην ζωὴν τοῦ παντὸς ἀφʼ ἧς ἀπεμερίσθη, ᾗ καὶ ὅτι μάλιστα μένει ἀμετάβλητος, ὥσπερ ἡγεῖται Πορφύριος· ἢ καὶ χωρισθεῖσα ἀπὸ τῆς διανοίας ἡ ὅλη ἄλογος ζωὴ μένει καὶ αὐτὴ διασῳζομένη ἐν τῷ κόσμῳ, ὥσπερ οἱ παλαιότατοι τῶν ἱερέων ἀποφαίνονται.
Κατὰ ταὐτὰ δὴ οὖν καὶ περὶ τῶν μέσων οὐσιῶν ψυχῆς τε καὶ σώματος πολὺ διαφερόντως διατάττονται. Οἳ μὲν γὰρ εὐθὺς αὐτὴν τὴν ψυχὴν αὐτῷ τῷ σώματι τῷ ὀργανικῷ συνοικίζουσιν, ὥσπερ οἱ πλεῖστοι τῶν Πλατωνικῶν· οἳ δὲ μεταξὺ τῆς τε ἀσωμάτου ψυχῆς καὶ τῆς ἀγγελιώδους αἰθέρια καὶ οὐράνια καὶ πνευματικὰ περιβλήματα περιαμπέχοντα τὴν νοερὰν ζωὴν προβεβλῆσθαι μὲν αὐτῆς φρουρᾶς ἕνεκεν, ὑπηρετεῖν δὲ αὐτῇ καθάπερ ὀχήματα, συμμέτρως δʼ αὖ καὶ πρὸς τὸ στερεὸν σῶμα συμβιβάζειν μέσοις τισὶ κοινοῖς συνδέσμοις αὐτὴν συνάπτοντα.
Ἑρμοῦ τρισμεγίστου ἐκ τῆς ἱερᾶς βίβλου τῆς ἐπικαλουμένης Κόρης κόσμου.
Ταῦτα εἰποῦσα Ἶσις ἐγχεῖ ποτὸν Ὥρῳ γλυκὺ τὸ πρῶτον ἀμβροσίας, ὃ αἱ ψυχαὶ λαμβάνειν ἔθος ἔχουσιν ἀπὸ θεῶν. Καὶ οὕτως τοῦ ἱερωτάτου λόγου ἄρχεται·
«Ἐπικειμένου, τέκνον Ὧρε, τῇ τῶν ὑποκειμένων φύσει πάσῃ τοῦ πολυστεφοῦς οὐρανοῦ καὶ κατʼ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμῆσθαι καὶ πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ κοσμῆσαι τὰ κάτω τὸν ὕπερθεν διάκοσμον. Ἀνάγκη τοίνυν τοῖς κρείττοσι μυστηρίοις εἴκειν τὰ ἐλάσσονα. Κρείσσων δὴ τῶν ὑποκειμένων ἡ τῶν μετεώρων ἐστὶ διάταξις καὶ τῷ παντὶ ἀσφαλής τε καὶ θνητῶν οὐχ ὑποπίπτουσα διανοίᾳ. Ἔνθεν ἐστέναξε τὰ κάτω, φόβον ἔχοντα, τὴν περικαλλῆ καὶ εἰς ἀεὶ διανομὴν τῶν ἐπικειμένων. Ἦν γὰρ ἄξιον θεωρίας ὁμοῦ καὶ ἀγωνίας ὁρᾶν οὐρανοῦ κάλλος θεῷ καταφανταζόμενον τῷ ἔτι ἀγνώστῳ πλουσίαν τε νυκτὸς σεμνότητα, ἐλάττονι μὲν ἡλίου ὀξεῖ δὲ προσφορουμένην φωτί, τῶν τε ἄλλων κατὰ μέρος κινουμένων ἐν οὐρανῷ μυστηρίων τακταῖς χρόνων κινήσεσι καὶ περιόδοις διά τινων κρυπτῶν ἀπορροιῶν τὰ κάτω συγκοσμούντων καὶ συναυξόντων.
Καὶ οὕτως φόβος μὲν ἐπάλληλος ζητήσεις τε ἄληκτοι, καὶ ἕως ὁ τῶν συμπάντων οὐκ ἐβούλετο τεχνίτης ἀγνωσία κατεῖχε τὰ ξύμπαντα· ὅτε δὲ ἔκρινεν αὑτὸν ὅστις ἐστὶ δηλῶσαι, ἔρωτας ἐνεθουσίασε θεοῖς καὶ αὐγὴν ἣν εἶχεν ἐν στέρνοις πλείονα ταῖς τούτων ἐχαρίσατο διανοίαις· ἵνα πρῶτον μὲν ζητεῖν θελήσωσιν, εἶτα ἐπιθυμήσωσιν εὑρεῖν, εἶτα καὶ κατορθῶσαι δυνηθῶσι.
Τοῦτο δʼ αὖ, ὦ τέκνον ἀξιοθαύμαστον Ὧρε, οὐκ ἂν ἐπὶ θνητῆς σπορᾶς ἐγεγόνει, οὐδὲ γὰρ ἦν οὐδέπω, ψυχῆς δὲ τῆς συμπάθειαν ἐχούσης τοῖς οὐρανοῦ μυστηρίοις· τοῦτο δὲ ἦν ὁ πάντα γνοὺς Ἑρμῆς· ὃς καὶ εἶδε τὰ σύμπαντα καὶ ἰδὼν κατενόησε καὶ κατανοήσας ἴσχυσε δηλῶσαί τε καὶ δεῖξαι. Καὶ γὰρ ἃ ἐνόησεν ἐχάραξε· καὶ χαράξας ἔκρυψε τὰ πλεῖστα σιγήσας ἀσφαλῶς ἢ λαλήσας, ἵνα ζητῇ ταῦτα πᾶς αἰὼν ὁ μεταγενέστερος κόσμου· καὶ οὕτως τοὺς συγγενεῖς θεοὺς δορυφορεῖν εἰπὼν ἀνέβαινεν εἰς ἄστρα. Ἀλλʼ ἦν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ καὶ παραλήπτωρ τῶν μαθημάτων τούτου, οὐκ εἰς μακρὰν δὲ καὶ Ἀσκληπιὸς ὁ Ἰμούθης, Πανὸς καὶ Ἡφαιστοβούλης, ἄλλοι τε ὅσοι τῆς οὐρανίου θεωρίας πιστὴν ἀκρίβειαν ἔμελλον βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προνοίας. Ἑρμῆς μὲν οὖν ἀπελογεῖτο τῷ περιέχοντι, ὡς οὐδὲ τῷ παιδὶ παρέδωκεν ὁλοτελῆ θεωρίαν διὰ τὸ ἔτι τῆς ἡλικίας νεοειδές· ἐμοὶ δὲ τῆς ἀνατολῆς γενομένης τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς τὰ τῆς ἀνατολῆς θεωρήσαντι ἀειδῆ καὶ ἐπισκοποῦντι βραδέως μὲν ἀλλʼ οὖν ἦλθεν ἡ ἀκριβὴς διάγνωσις πλησίον τῶν Ὀσίριδος κρυφίων ἀποθέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα. Ἐπικατευξάμενος δὲ καὶ τοὺς λόγους τούσδε εἰπὼν εἰς οὐρανὸν ἀπῆλθεν.
Ἀλλʼ οὐ καθῆκον ἀτελῆ τὴν ἐπαγγελίαν, ὦ τέκνον, ταύτην με καταλεῖψαι, εἰπεῖν δʼ ὅσα τὰς βίβλους κατατιθέμενος ἐξεῖπεν Ἑρμῆς. Ἐξεῖπε γὰρ οὕτως· “Ὦ ἱεραὶ βίβλοι, τῶν ἀφθάρτων αἳ τετεύχατέ μου χειρῶν, ἃς τῷ τῆς ἀφθαρσίας φαρμάκῳ χρίσας ἐπικρατῶ, ἀσαπεῖς παντὸς αἰῶνος καὶ ἄφθαρτοι διαμείνατε χρόνους, ἀθεώρητοι καὶ ἀνεύρετοι γιγνόμεναι παντὶ τῷ τὰ γῆς ταύτης παροδεύειν μέλλοντι πεδία, ἄχρις οὗ γέρων οὐρανὸς συστήματα ὑμῶν ἄξια τεκνώσεται, ἃς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε.” Τοσαῦτα εἰπὼν τὰς βίβλους τοῖς ἑαυτοῦ κατευξάμενος ἔργοις ἰδίαις τεμενίζεται ζώναις.
Ἱκανὸς δὲ ὁ μέσος ἤργει χρόνος καὶ ἐκέκρυπτο· καὶ ἡ φύσις, ὦ τέκνον, ἐτύγχανε στεῖρα, ἕως αὐτοὶ οἱ ἤδη περιπολεῖν τὸν οὐρανὸν κελευσθέντες θεοὶ τῷ πάντων θεῷ βασιλεῖ προσελθόντες τὴν τῶν ὄντων ἡσυχίαν ἀπήγγειλαν, καὶ ὅτι δέον ἐστὶ συγκοσμηθῆναι τὰ σύμπαντα καὶ τοῦτο ὅτι οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ· “καὶ δεόμεθά σου”, ἔλεγον, “τὰ νῦν ὄντα καὶ ὧν τὰ ὕστερον ἔχει χρείαν διάσκεψαι”. Ταῦτα εἰπόντων ἐμειδίασεν ὁ θεὸς καὶ εἶπε Φύσιν εἶναι καὶ θῆλυ πάγκαλον χρῆμα ἐκ τῆς φωνῆς αὐτοῦ προῆλθεν, ὃ καὶ θεωρήσαντες οἱ θεοὶ κατεπλάγησαν. Καὶ ταύτην Φύσεως ὀνόματι ἐτίμησεν ὁ θεὸς ὁ προπάτωρ καὶ αὐτῇ προσέταξεν εἶναι γεννητικὴν καὶ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας ἐφώνησεν· “ἔστω πεπληρωμένος ὁ οὐρανὸς ἅπασιν ἀήρ τε καὶ αἰθήρ”. Εἶπεν ὁ θεὸς καὶ ἦν. Ἡ δὲ Φύσις ἑαυτῇ λαλήσασα ἔγνω ὡς μὴ δέον αὐτήν ἐστι παρακοῦσαι τῆς τοῦ πατρὸς ἐντολῆς καὶ καλὴν Πόνῳ συνελθοῦσα θυγατέρα ἐποίησεν, ἣν Εὕρεσιν ἐκάλεσε. Τῇ δὲ ὁ θεὸς ἐχαρίσατο τὸ εἶναι καὶ χαρισάμενος διέκρινε τὰ ἤδη γεγονότα καὶ ἐπλήρωσεν αὐτὰ μυστηρίων καὶ τῇ Εὑρέσει τὸ κατὰ τούτων ἐχαρίσατο ἡγεμονικόν.
Αὐτὸς δʼ οὐκέτι βουλόμενος ἀργὸν τὸν ὑπεράνω κόσμον εἶναι, ἀλλὰ πνευμάτων πληρῶσαι δοκιμάσας τοῦτον ὡς μὴ τὰ κατὰ μέρος ἀκίνητα καὶ ἀργὰ μένῃ, οὕτως εἰς ταῦτα ἤρξατο τεχνιτείας, οὐσίαις πρὸς τὴν τοῦ ἰδίου ἔργου γένεσιν χρησάμενος ἱεραῖς. Πνεῦμα γὰρ ὅσον ἀρκετὸν ἀπὸ τοῦ ἰδίου λαβὼν καὶ νοερῷ τοῦτο πυρὶ μίξας ἀγνώστοις τισὶν ἑτέραις ὕλαις ἐκέρασε· καὶ ταῦτα ἑκάτερον ἑκατέρῳ μετά τινων ἐπιφωνήσεων κρυπτῶν ἑνώσας τὸ πᾶν οὕτως εὖ μάλα διεκίνησε κρᾶμα, ἕως ἐπεγέλασέ τις ὕλη τῷ μίγματι λεπτοτέρα τε καὶ καθαρωτέρα μᾶλλον καὶ διαφανεστέρα ἢ ἐξ ὧν ἐγένετο, διειδὴς δὲ ἦν αὕτη, ἣν δὴ καὶ μόνος ὁ τεχνίτης ἑώρα. Ἐπειδὴ δὲ οὔτε ὡς ἐκ πυρὸς καιομένη διετήκετο, οὔτε μὴν ὡς ἐκ πνεύματος τελεσιουργηθεῖσα ἔψυχεν, ἀλλά τινα ἰδιογενῆ καὶ οἰκείαν εἶχε τὴν τοῦ κράματος σύστασιν ἰδιότυπόν τε καὶ ἰδιοσύγκριτον, ἔνθεν δὴ καὶ ἀπὸ τοῦ εὐφημοτέρου ὀνόματος καὶ τῆς καθʼ ὁμοιότητα ἐνεργείας ψύχωσιν ὁ θεὸς ἐκάλεσε τὴν σύστασιν. Ἐξ οὗ δὴ ἐπιπάγου μυριάδας ψυχῶν ἱκανὰς ἐγενεσιούργησε, τὸ παρʼ αὐτοῦ τοῦ κράματος ἐπανθοῦν πρὸς ὃ θέλει πλάσσων εὐτάκτως τε καὶ συμμέτρως, μετʼ ἐμπειρίας καὶ λόγου τοῦ καθήκοντος, ᾧ μέγα τι διαφέρειν αὐτὰς ἑαυτῶν ἦν ἀναγκαῖον, ἐπειδήπερ τὸ ἐκ τῆς κινήσεως τοῦ θεοῦ ἐξατμιζόμενον ἄνθος οὐκ ἦν ἑαυτῷ ὅμοιον, ἀλλὰ μεῖζον καὶ πληρέστερον ἦν τοῦ δευτέρου τὸ πρῶτον καὶ τῷ παντὶ καθαρώτερον, τὸ δεύτερον δὲ ἱκανῶς μὲν ἦν τοῦ πρώτου δεύτερον, πολλῷ δὲ τοῦ τρίτου μεῖζον. Καὶ οὕτως ἄχρι βαθμῶν ἑξήκοντα ὁ πᾶς ἀπήρτιστο ἀριθμός, πλὴν ὅτι γε πάσας ἀιδίους εἶναι νομοθετήσας ἔταξεν, ὡς ἂν ἐκ μιᾶς οὐσίας, ἧς μόνος αὐτὸς ἤδη τελείωμα. Ταῖς δὲ καὶ τμήματα καὶ ταμιεῖα ἐν μεταρσίῳ διέταξε τῆς ἄνω φύσεως, ὅπως τόν τε κύλινδρον περιστροβῶσι τάξει τινὶ καὶ οἰκονομίᾳ καθηκούσῃ καὶ τὸν πατέρα τέρπωσιν. Οὕτως δὴ καὶ ἐν τῇ περικαλλεῖ τοῦ αἰθέρος στάσει καὶ τὰς τῶν ἤδη ὄντων μεταπεμψάμενος φύσεις, “ὦ”, φησί, “πνεύματος ἐμοῦ καὶ μερίμνης ἐμῆς, ψυχαί, καλὰ τέκνα, ἃ ταῖς ἐμαυτοῦ μαιωσάμενος χερσὶν ἤδη τῷ ἐμῷ καθιερῶ κόσμῳ, λόγων ἐμῶν ὡς νόμων τούτων ἐπακούσατε καὶ τόπου μηδενὸς ἄλλου θίγητε πλὴν τοῦ διαταγέντος ὑμῖν ὑπὸ τῆς ἐμῆς γνώμης. εὐσταθησάσαις μὲν οὖν ὑμῖν οὐρανός τε καταμένει πάλιν ὁμοίως καὶ ὁ διαταγεὶς ἀστερισμὸς θρόνοι τε ἀρετῆς πεπληρωμένοι· εἰ δέ τι νεώτερον παρὰ τἀμὰ πράξετε βουλεύματα, ἱερὸν ὑμῖν ὀμνύω πνεῦμα καὶ κρᾶμα τοῦτʼ ἀφʼ οὗπερ ὑμᾶς ἐγέννησα ψυχοποιούς τε ταύτας μου τὰς χεῖρας, ὡς οὐκ εἰς μακρὰν δεσμὸν καὶ κολάσεις ὑμῖν τεχνιτεύσω.”
Τοσαῦτα εἰπὼν ὁ θεός, ὁ κἀμοῦ κύριος, τὰ λοιπὰ τῶν στοιχείων συγγενῆ μίξας, ὕδωρ καὶ γῆν, καί τινας ὁμοίως κρυπτοὺς ἐπειπὼν λόγους, δυνατοὺς μέν, οὐ τοῖς πρώτοις δʼ ὁμοίους, εὖ τε κινήσας καὶ ζῳοποιὸν ἐνθουσιάσας τῷ κράματι ἐπιπλέοντα ὁμοίως ἐπίπαγον εὐαφῆ τε καὶ εὐπαγῆ γενόμενον ἔλαβε καὶ ἐκ τούτου τὰ ἀνθρωποειδῆ τῶν ζῳδίων διέπλασε. Τὸ δὲ τοῦ μίγματος λείψανον ταῖς ἤδη προκοψάσαις ψυχαῖς ἔδωκε. Ψυχαῖς δὲ ταύταις ταῖς εἰς χωρία θεῶν καὶ τοὺς ἐγγὺς ἄστρων τόπους καὶ ἱεροὺς δαίμονας μετακεκλημέναις “πλάσσετε”, λέγων, “ὦ τέκνα, τῆς ἐμῆς φύσεως γεννήματα, δέχεσθε τῆς ἐμῆς τέχνης τὰ λείψανα καὶ ἑκάστη τῇ ἑαυτῆς φύσει πλασσέτω τι παραπλήσιον· παραθήσομαι δʼ ἔτι καὶ ταῦθʼ ὑμῖν παραδείγματα”, καὶ λαβὼν εὖ καὶ καλῶς τὸν ζωδιακὸν συμφώνως ταῖς ψυχικαῖς κινήσεσι διέταξε κόσμον, πρὸς τοῖς ἀνθρωποειδέσι τῶν ζῳδιακῶν τὰ ἑξῆς ἀπαρτίσας οἷον ζῳδίοις, καὶ τὰς πανούργους ἐχαρίσατο δυνάμεις καὶ πάντεχνον πνεῦμα γεννητικὸν τῶν εἰς ἀεὶ μελλόντων ἔσεσθαι καθολικῶς πάντων. Καὶ ἀπέστη ὑποσχόμενος τοῖς ὁρατοῖς ἔργοις αὐτῶν τὸ ἀόρατον πνεῦμα ἐπιζεῦξαι οὐσίαν τε ὁμοιογονίας ἑκάστῳ, ὅπως αὑτῷ ἕτερα γεννᾷ ὅμοια αὐτά τε οὐκέτι ἀνάγκην ἔχουσιν ἄλλο τι ποιεῖν ἢ ἃ ἔφθησαν ἐργάσασθαι.»
«Τί οὖν, ὦ τεκοῦσα, ἐποίησαν αἱ ψυχαί;»
Καὶ εἰπεῖν Ἶσις· «Τὸ κεκερασμένον, ὦ τέκνον Ὧρε, τῆς ὕλης λαβόμεναι κατενόουν πρῶτον καὶ τὸ τοῦ πατρὸς προσεκύνουν κρᾶμα καὶ ὁπόθεν ἦν συμπεπλεγμένον ἐπεζήτουν. Τὸ δὲ ἦν αὐταῖς οὐκ εὔπορον ἐπιγνῶναι. Ἔνθεν δὴ καὶ ὅτι ἐπεζήτησαν ἐφοβοῦντο μὴ τῷ τοῦ πατρὸς ὑποπέσωσι χόλῳ καὶ ἐπὶ τὸ πράττειν τὰ προσταχθέντα ἐτράπησαν. Ἔνθεν ἐκ μὲν τῆς ἀνωτέρω ὕλης τῆς ὑπερβολῇ κοῦφον ἐχούσης τὸν ἐπίπαγον τὸ τῶν ὀρνέων γένος ἐμόρφουν· ἐν τούτῳ δʼ ἡμιπαγοῦς ἤδη τοῦ κράματος γενομένου καὶ ἤδη τὴν στερεὰν πῆξιν λαβόντος τὸ τῶν τετραπόδων γένος ἔπλασσον, τό θʼ ἧττον κοῦφον καὶ ἑτέρας ὑγρασίας δεόμενον εἰς διάνηξιν, τὸ τῶν ἰχθύων· ψυχροῦ δὲ τοῦ λοιποῦ καὶ ἤδη κατωφεροῦς ὑπάρχοντος τὴν τῶν ἑρπετῶν αἱ ψυχαὶ φύσιν ἐκαινούργουν. Αὗταί τε, ὦ τέκνον, ὥς τι πράξασαι ἤδη, καὶ περίεργον ὡπλίζοντο τόλμαν καὶ παρὰ τὰ διατεταγμένα ἐποίουν καὶ ἤδη τῶν ἰδίων τμημάτων καὶ ταμιείων προήρχοντο καὶ ἐφʼ ἑνὸς οὐκέτι ἤθελον τόπου μένειν, ἀεὶ δὲ ἐκινοῦντο καὶ τὸ ἐπὶ μιᾶς μονῆς εἶναι θάνατον ἡγοῦντο.
Τοῦτο μὲν οὖν, φησίν, ὦ τέκνον, Ἑρμῆς, ὡς Καμῆφιν λέγων. Καὶ τὸν τῶν ὅλων κύριον καὶ θεὸν οὐκ ἐλάνθανεν ὃ πράσσουσιν, κόλασιν δὲ αὐταῖς ἐπεζήτει καὶ δεσμόν, ὃν τλημόνως ὑπομενοῦσι. Καὶ δὴ καὶ ἔδοξε τῷ πάντων ἡγεμόνι καὶ δεσπότῃ τὸ τῶν ἀνθρώπων σύστημα τεχνήσασθαι, ὅπως ἐν τούτῳ τὸ τῶν ψυχῶν διαπαντὸς γένος κολάζηται. Τότε δὴ μεταπεμψάμενος ἐμέ, φησὶν Ἑρμῆς, εἶπεν· “Ὦ ψυχῆς ἐμῆς ψυχὴ καὶ νοῦς ἱεροῦ ἐμοῦ νοῦ, ἄχρι ποῦ στυγνὴ φύσις ἡ τῶν ὑποκειμένων ὁρᾶται; ἄχρι πότε τὰ ἤδη γεγονότα ἀργὰ μένει καὶ ἀνεγκωμίαστα ἀλλʼ ἄγε δή μοι τοὺς ἐν οὐρανῷ θεοὺς πάντας ἤδη”, εἶπεν ὁ θεός, ὦ τέκνον, ὥς φησιν Ἑρμῆς. Οἳ δὲ ὡς ἦλθον πρὸς ἐπίταγμα, “ἀπίδετε”, εἶπεν, “εἰς τὴν γῆν καὶ πάντα τὰ χαμαί”. Οἳ δὲ ἐν τάχει καὶ εἶδον καὶ ἐνόησαν ἃ ἐβούλετο ὁ δυνάστης. Καὶ εἰπόντι ὑπὲρ τῆς τῶν ἀνθρώπων γενέσεως συνῄσθοντο, ὅτι παρʼ ἑνὸς ἑκάστου τι δυνατός ἐστι παρασχεῖν τοῖς μέλλουσι γίγνεσθαι.
Ἔλεγεν Ἥλιος· “ἐπὶ πλέον λάμψω”. Ὑπισχνεῖτο Σελήνη τὸν μετὰ τὸν ἥλιον δρόμον φωτίσαι· ἔλεγε καὶ προπεπαιδοποιηκέναι Φόβον καὶ Σιγὴν καὶ Ὕπνον καὶ τὴν μέλλουσαν αὐτοῖς ἔσεσθαι πανωφελῆ Μνήμην. Κρόνος ἀπήγγειλεν ἤδη πατὴρ γεγονέναι καὶ Δίκης καὶ Ἀνάγκης. Ζεὺς ἔλεγεν· “ὡς μὴ παντάπασι πολεμῆσαι τὸ φῦλον τὸ ἐσόμενον, ἤδη αὐτοῖς καὶ Τύχην καὶ Ἐλπίδα καὶ Εἰρήνην γεγέννηκα”. Ἄρης Ἀγωνίας ἔλεγεν ἤδη καὶ Ὀργῆς καὶ Ἔριδος πατὴρ εἶναι. Ἀφροδίτη οὐκ ἐμέλλησεν, ἀλλὰ εἶπεν· “ἐγὼ δὲ Πόθον αὐτοῖς, ὦ δέσποτα, καὶ Ἡδονὴν ἐπιζεύξω καὶ Γέλωτα· ὡς μὴ χαλεπωτάτην αἱ συγγενεῖς ψυχαὶ τὴν καταδίκην ὑπομένουσαι ἐπὶ πλέον κολάζωνται”. Ἐτέρπετο, ὦ τέκνον, Ἀφροδίτης ταῦτα λεγούσης. “Ἐγὼ δέ”, εἶπεν Ἑρμῆς, “καὶ ποιήσω τὴν τῶν ἀνθρώπων φύσιν εὐφυῆ καὶ σοφίαν αὐτοῖς καὶ σωφροσύνην καὶ πειθὼ καὶ ἀλήθειαν ἀναθήσω καὶ οὐ παύσομαι τῇ Εὑρέσει συνών, ἀλλὰ καὶ τῶν ὑπὸ ζῳδίων τῶν ἐμῶν γινομένων ἀνθρώπων εἰσαεὶ τὸν θνητὸν βίον ὠφελήσω — ζῴδια γὰρ ἃ ἐμοὶ ἀνέθηκεν ὁ πατὴρ καὶ δημιουργὸς ἔμφρονά γε καὶ νοερά — καὶ τότε πλέον, ὅταν ἡ ἐπικειμένη αὐτοῖς τῶν ἀστέρων κίνησις σύμφωνον ἔχῃ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἐνέργειαν”.
Ἔχαιρεν ὁ θεός, ὁ δεσπότης κόσμου, ταῦτα ἀκούσας καὶ προσέταξε γίγνεσθαι φῦλον τὸ ἀνθρώπων. Ἐγὼ δέ, φησὶν Ἑρμῆς, ἐπεζήτουν ὕλην τίνι δέον ἐστὶ χρήσασθαι καὶ παρεκάλουν τὸν μόναρχον. Ὃ δὲ ταῖς ψυχαῖς προσέταξε τοῦ κράματος τὸ λείψανον δοῦναι· καὶ λαβὼν εὗρον αὐτὸ παντελῶς ξηρόν. Ἔνθεν πολλῷ πλείονι τοῦ δέοντος ἐχρησάμην κατὰ μῖξιν ὕδατι, ὡς ἔκλυτον παντάπασιν καὶ ἀσθενὲς καὶ ἀδύνατον τὸ πλασσόμενον εἶναι, ὡς μὴ πρὸς τῷ συνετὸν εἶναι ἔτι καὶ δυνάμεως ᾖ πεπληρωμένον. Ἔπλασα καὶ καλὸν ὑπῆρχε καὶ ἐτερπόμην βλέπων μου τὸ ἔργον καὶ κάτωθεν ἐπεκαλεσάμην τὸν μόναρχον θεωρῆσαι. Ὃ δὲ καὶ εἶδε καὶ ἐχάρη καὶ τὰς ψυχὰς ἐκέλευσεν ἐνσωματισθῆναι. Αἳ δὲ τότε πρῶτον στυγνάσασαι ἐστέναζον κατακρίτους ἑαυτὰς μαθοῦσαι.
Ἐθαύμασα οὖν καὶ τοὺς τῶν ψυχῶν λόγους. Πρόσεχε, τέκνον Ὧρε, κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ἔτυχεν ἐπακούσας παρὰ Ἑρμοῦ τοῦ πάντων ἔργων ὑπομνηματογράφου, ἐγὼ δὲ παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως, ὁπότʼ ἐμὲ καὶ τῷ τελείῳ μέλανι ἐτίμησε· νῦν δὲ αὐτὸς σὺ παρʼ ἐμοῦ. Ὅτε γάρ, ὦ θαυμαστὲ παῖ μεγαλόδοξε, ἔμελλον ἐγκατακλείεσθαι τοῖς σώμασιν, αἳ μέν γε αὐτῶν αὐτὸ μόνον ὠδύροντο καὶ ἐστέναζον, καθʼ ὅνπερ τρόπον τῶν γεγονότων θηρίων τὰ ἐλεύθερα δουλοῦσθαι πονηρῶν μελλήσει τῆς συνήθους τε καὶ φίλης ἀποσπώμενα ἐρημίας μάχεσθαι καὶ στασιάζειν καὶ οὐχ ὁμονοεῖν πρὸς τοὺς κρατήσαντας αὐτῶν, ἀλλὰ καὶ ἐὰν τύχῃ περιγενόμενα θανάτῳ παραδώσουσι τοὺς αὐτοῖς ἐπιβάλλοντας· αἳ δὲ πλέον ἔτριζον δίκην ἀσπίδων, ὀξὺ δὲ κωκύσασα ἑτέρα καὶ πρὸ τῶν λόγων ἱκανὰ κλαύσασα καὶ πολλάκις ἄνω τε καὶ κάτω τοὺς ὡς ἔτυχεν ἔχουσα μεταφέρουσα ὀφθαλμούς· “Οὐρανέ, τῆς ἡμετέρας”, εἶπεν, “ἀρχὴ γενέσεως, αἰθήρ τε καὶ ἀὴρ καὶ τοῦ μονάρχου θεοῦ χεῖρές τε καὶ ἱερὸν πνεῦμα, περιλαμπῆ τε, ὀφθαλμοὶ θεῶν, ἄστρα καὶ φῶς ἡλίου καὶ σελήνης ἀκοπίαστον, τὰ τῆς ἡμετέρας ἀρχῆς σύντροφα, ὧν ἁπάντων ἀποσπώμεναι ἄθλια πάσχομεν, πλέον δʼ ὅτι ἀπὸ μεγάλων τε καὶ λαμπρῶν καὶ τοῦ ἱεροῦ περιχύματος καὶ πλουσίου πόλου καὶ ἀπὸ τῆς μακαρίας μετὰ θεῶν πολιτείας εἰς ἄτιμα καὶ ταπεινὰ οὕτως ἐγκατειρχθησόμεθα σκηνώματα· τί ταῖς δυστήναις ἡμῖν ἀπρεπὲς οὕτως πέπρακται; τί τῶν κολάσεων τούτων ἄξιον; ὅσαι τὰς δειλαίας ἡμᾶς ἁμαρτίαι περιμένουσιν· ὅσα διὰ τὰ πονηρὰ τῶν ἐλπίδων πράξομεν, ἵνα τῷ ὑδαρεῖ καὶ ταχὺ διαλύτῳ σώματι πορίζωμεν τὰ ἐπιτήδεια· ὀφθαλμοὶ τὰς οὐκέτι τοῦ θεοῦ ψυχὰς χωρήσουσιν ἄλογοι, καὶ παντελῶς μικρὸν τῷ ἐν τούτοις ὑγρῷ κύκλῳ τὸν ἑαυτῶν πρόγονον οὐρανὸν ὁρῶσαι στενάξομεν ἀεί, ἔστι δʼ ὅτε καὶ οὐ βλέψομεν ἄθλιαι γὰρ κατεκρίθημεν καὶ τὸ βλέπειν ἡμῖν οὐκ ἀντικρὺς ἐχαρίσθη, ὅτι χωρὶς τοῦ φωτὸς ἡμῖν τὸ ὁρᾶν οὐκ ἐδόθη· πόροι τοίνυν καὶ οὐκέτι εἰσὶν ὀφθαλμοί. ὡς δὲ καὶ τῶν συγγενῶν φυσώντων ἐν ἀέρι πνευμάτων ἀκοῦσαι τλημόνως οἴσομεν, ὅτι μὴ συμπνέομεν αὐτοῖς. οἶκος ἡμᾶς ἀντὶ τοῦ μεταρσίου κόσμου τούτου ὁ βραχὺς περιμένει καρδίας ὄγκος. ἀεὶ δὴ ἐπιλήσας ἡμᾶς ἀφʼ ὧν εἰς οἷα κατέβημεν, ἀπόλυε τοῦ λυπεῖσθαι, δέσποτα καὶ πάτερ καὶ ποιητά, εἰ ταχέως οὕτως σῶν ἔργων ἠμέλησας· ἢ διάταξον ἡμῖν τινας ὅρους, ἔτι κἂν βραχέων ἡμᾶς ἀξίωσον λόγων, ἕως ἔτι διʼ ὅλου τοῦ περιφανοῦς ἔχομεν βλέπειν κόσμου.” Ἐπέτυχον, τέκνον Ὧρε, αἱ ψυχαὶ τάδε εἰποῦσαι, παρῆν γὰρ καὶ ὁ μόναρχος καὶ τάδε ἐπὶ τοῦ τῆς Ἀληθείας καθίσας θρόνου ταῖς δεηθείσαις ἐφώνησεν·
“Ἔρως ὑμῶν, ψυχαί, δεσπόσει καὶ Ἀνάγκη, οἵδε γὰρ μετʼ ἐμὲ πάντων δεσπόται τε καὶ ταξίαρχοι. Ψυχαὶ δέ, ὅσαι τὴν ἀγήρατόν μου σκηπτουχίαν θεραπεύετε, ἴστε ὡς ἕως μὲν ἀναμάρτητοί ἐστε, τὰ τοῦ οὐρανοῦ οἰκήσετε χωρία· εἰ δʼ ἄρα τις ὑμῶν τινος ἐγγίσει μέμψις, θνητοῖς καὶ αὐταὶ προσμεμοιρασμένον χῶρον σπλάγχνοις καταδικασθεῖσαι ἐνοικήσετε. κἂν μὲν ᾖ ὑμῶν μέτρια τὰ αἰτιάματα, τὸν ἐπίκηρον τῶν σαρκῶν σύνδεσμον καταλιποῦσαι, πάλιν ἀστένακτοι τὸν ἑαυτῶν οὐρανὸν ἀσπάσεσθε· εἰ δʼ ἄρα τινῶν μειζόνων ἁμαρτημάτων ἔσεσθε ποιητικαί, οὐ μετὰ τέλους καθήκοντος τῶν πλασμάτων προελθοῦσαι, οὐρανὸν μὲν οὐκέτι οἰκήσετε, οὐδʼ αὖ σώματα ἀνθρώπων, ζῷα δʼ ἄλογα μεταπλανώμεναι λοιπὸν διατελέσετε.”
Τάδε εἰπών, ὦ τέκνον Ὧρε, πάσαις αὐταῖς ἐχαρίσατο πνεύματα καὶ πάλιν ἐφώνησεν· “Ἀλλʼ οὐδὲ εἰκῇ καὶ ὡς ἔτυχεν ἐνομοθέτησα τὰς μεταβολὰς ὑμῶν, ἀλλʼ ὡς ἐπὶ τὸ χεῖρον εἴ τι διαπράξετε ἄσχημον, οὕτως ἐπὶ τὸ βέλτιον εἴ τι βουλεύσεσθε τῆς ἑαυτῶν γενέσεως ἄξιον· ἐγὼ γὰρ καὶ οὔτις ἕτερος ἐπόπτης αὐτὸς καὶ ἐπίσκοπος ἔσομαι. ἐπίγνωτε δὴ οὖν ὡς διὰ τὰ πρόσθεν πραχθέντα ὑμὶν κόλασιν ταύτην ὑπομένετε τὴν ἐνσωμάτωσιν. ἡ τοίνυν διαφορὰ τῆς παλιγγενεσίας ὑμῖν ἔσται ἡ τῶν σωμάτων, ὡς ἔφην, διαφορά, εὐεργεσία δὲ καὶ ἡ πρόσθεν εὐδαιμονία … ἡ διάλυσις. τυφλωθήσεται δʼ ὑμῶν ἡ φρόνησις, ἐάν τι ἀνάξιον ἐμοῦ δόξητε πράσσειν, ὥστε φρονεῖν τὰ ἐναντία καὶ τὴν μὲν κόλασιν ὡς εὐεργεσίαν ὑπομένειν, τὴν δὲ εἰς τὰ βελτίονα μεταβολὴν ἀτιμίαν τε καὶ ὕβριν. αἱ δικαιότεραι δʼ ὑμῶν καὶ τὴν εἰς τὸ θεῖον μεταβολὴν ἐκδεχόμεναι εἰς μὲν ἀνθρώπους βασιλεῖς δίκαιοι, φιλόσοφοι γνήσιοι, … κτίσται καὶ νομοθέται, μάντεις ἀληθεῖς, ῥιζοτόμοι γνήσιοι, ἄριστοι προφῆται θεῶν, μουσικοὶ ἔμπειροι, ἀστρονόμοι νοεροί, οἰωνοσκόποι σαφεῖς, ἀκριβεῖς θύται καὶ ὁπόσοι ἐστὲ καλῶν κἀγαθῶν ἄξιαι· εἰς δὲ πτηνὰ ἀετοί, διότι οὐδὲν τῶν ὁμογενῶν οὔτε ἐκσοβήσουσιν οὔτε θοινήσονται, ἀλλʼ οὐδὲ πλησίον τούτων ζῷον ἕτερον ἀσθενέστερόν τι αὑτοῦ ἀδικεῖν ἀφεθήσεται, ἐνδικώτερα γὰρ ἡ τῶν ἀετῶν φύσις μετελεύσεται· εἰς δὲ τετράποδα λέοντες, ἰσχυρὸν γὰρ τὸ ζῷον καὶ φύσεως ἔτυχεν ἀκοιμήτου τρόπῳ τινὶ καὶ φθαρτῷ σώματι τὴν ἀθάνατον γυμναζόμενον φύσιν — οὔτε γὰρ κάμνουσιν οὔτε κοιμῶνται· εἰς δὲ ἑρπετὰ δράκοντες, δυνατὸν ὅτι τὸ ζῷον καὶ μακρόβιον ἄκακόν τε καὶ φιλάνθρωπον ὁπωστιοῦν καὶ τιθασευθήσεται καὶ ἰὸν οὐχ ἕξει, νεάσει δὲ καὶ γηράσαν, καθάπερ φύσις ἡ θεῶν· ἐν δὲ νήχουσι δελφῖνες, συμπαθήσουσι γὰρ καὶ τοῖς εἰς πέλαγος ἐμπίπτουσιν οὗτοι καὶ τὰ μὲν ἔμπνοα διακομιοῦσιν εἰς γῆν, τῶν δὲ τελευτησάντων οὐδʼ ὅλως ποτὲ ἅψονται, καίτοι φιλοβρωτάτου πάντων ἐσομένου τούτου τῶν ἐνύδρων γένους”. Τοσαῦτα ὁ θεὸς εἰπὼν ἄφθαρτος νοῦς γίγνεται.
Τούτων οὕτως γενομένων, τέκνον Ὧρε, ἰσχυρότατόν τι ἀπὸ γῆς ἀνίσταται πνεῦμα, ἀκατάληπτον μὲν περιοχῇ σώματος, δυνάμει δὲ φρονήσεως ὑπάρχον, ὃ καίπερ εἰδὸς ὑπὲρ ὧν ἐπυνθάνετο, τὸ σῶμα μὲν κατὰ τύπον ἀνδρὸς περικείμενον καὶ καλὸν καὶ σεμνοπρεπὲς ὄν, ὑπερβολῇ δὲ ἄγριον καὶ πλῆρες φόβου, ὃ δὴ παραυτίκα τὰς ψυχὰς εἰσιούσας εἰς τὰ πλάσματα θεωρῆσαν, “τίνες”, ἔλεγεν, “οὗτοι καλοῦνται, ὦ Ἑρμῆ, θεῶν ὑπομνηματογράφε;” Εἰπόντος δέ, “ἄνθρωποι, ὦ Μῶμε”, “Ὦ Ἑρμῆ”, ἔφη, “τολμηρὸν ἔργον ποιῆσαι τὸν ἄνθρωπον, περίεργον ὀφθαλμοῖς καὶ λάλον γλώσσῃ, ἀκουστικὸν μέλλοντα εἶναι καὶ τῶν αὐτῷ μὴ προσηκόντων, λίχνον ὀσφρήσει καὶ μέχρι πάντων τῷ τῆς ἁφῆς ἁπτικῷ μέλλοντα καταχρᾶναι. τοῦτον ἀμέριμνον καταλεῖψαι κέκρικας, ὦ γενεσιουργέ, τὸν ὁρᾶν μέλλοντα τολμηρῶς τῆς φύσεως τὰ καλὰ μυστήρια; ἄλυπον ἐᾶσαι θέλεις τοῦτον καὶ μέχρι τῶν περάτων γῆς τὰς ἑαυτοῦ μελλήσοντα πέμπειν ἐπινοίας; ῥίζας φυτῶν ἀνασκάψουσιν ἄνθρωποι καὶ ποιότητα ἐξετάσουσι χυλῶν, λίθων φύσεις ἐπισκοπήσουσι καὶ διὰ μέσον ἀνατεμοῦσι τῶν ζῴων τὰ ἄλογα οὐ μόνον, ἀλλὰ καὶ ἑαυτούς, ὡς ἐγένοντο ἐξετάζειν θέλοντες, τολμηρὰς ἐκτενοῦσι χεῖρας καὶ μέχρι θαλάσσης καὶ τὰς αὐτοφυεῖς ὕλας τέμνοντες μέχρι καὶ τῶν πέραν διαπορθμεύσουσιν ἀλλήλους ἐπὶ ζήτησιν, καὶ τίς ἐνδοτέρω τῶν ἱερῶν ἀδύτων φύσις ὑπάρχει, τὰ μέχρις ἄνω διώξουσι, παρατηρῆσαι βουλόμενοι τίς οὐρανοῦ καθέστηκε κίνησις. ἔτι μέτρια ταῦτα· λείπει γὰρ οὐδὲν ἔτι πλὴν γῆς τόπος ἔσχατος. ἀλλὰ καὶ τούτων τὴν ἐσχάτην τῷ θέλειν ἐρευνήσουσι νύκτα. μηδὲν οὖν ἐμπόδιον ἔχωσιν οὗτοι, ἀλλὰ τῷ τῆς ἀλυπίας ἀγαθῷ μυηθῶσι καὶ τοῖς χαλεποῖς μὴ βιασθέντες τοῦ φόβου κέντροις ἀμερίμνῳ βίῳ τρυφήσωσιν; εἶτα οὐ καὶ μέχρις οὐρανοῦ περίεργον ὁπλισθήσονται τόλμαν οὗτοι; οὐκ ἀμερίμνους ἐκτενοῦσιν ἐπὶ καὶ τὰ στοιχεῖα τὰς ψυχὰς αὑτῶν; δίδαξον ἐντεῦθεν ἐρᾶν τοῦ τι βουλεύεσθαι, ἵνα τῷ τῆς λύπης δακνηρῷ δαμασθῶσι τῶν ἐλπιζομένων ἀποτυχόντες. χρεωκοπείσθω τῶν ψυχῶν αὐτῶν τὸ περίεργον ἐπιθυμίαις καὶ φόβοις καὶ λύπαις καὶ ἐλπίσι πλάνοις. ἐπάλληλοι τὰς ψυχὰς αὐτῶν ἔρωτες νεμέσθωσαν, ἐλπίδες, ποικίλαι ἐπιθυμίαι, ποτὲ μὲν ἐπιτυγχάνουσαι, ποτὲ δὲ ἀτευκτοῦσαι, ἵνα αὐτοῖς καὶ τῆς ἐπιτυχίας ἡδὺ δέλεαρ ᾖ εἰς ἄθλησιν τελειοτέρων κακῶν· βαρείτω πυρετὸς αὐτούς, ἵνα ἐκκακήσαντες κολάσωσι τὴν ἐπιθυμίαν.”
Λυπῇ, τέκνον Ὧρε, τάδε ἑρμηνευούσης σοι τῆς τεκούσης; Οὐ θαυμάζεις, οὐ καταπλήσσῃ, πῶς ὁ τάλας ἄνθρωπος ἐβαρήθη; Τὸ δεινότερον ἐπάκουσον.
Ἐτέρπετο Μώμου ταῦτα λέγοντος Ἑρμῆς, ἐλέγετο γὰρ οἰκείως αὐτῷ τὰ εἰρημένα καὶ ταῦτα ἔπραττεν, ὅσα περ εἰρήκει, λέγων· “Μῶμε, ἀλλʼ οὐκ ἐναργὴς γενήσεται πνεύματος θείου φύσις ἡ τοῦ περιέχοντος; εἶπε γὰρ εἶναί με ταμίαν καὶ προνοητὴν ὁ τῶν συμπάντων δεσπότης. ἐπόπτειρα τοίνυν ταγῆς ἔσται τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια καί τι κρυπτὸν ὄργανον ἐγὼ τεχνάσομαι, ἀπλανοῦς καὶ ἀπαραβάτου θεωρίας ἐχόμενον, ᾧ τὰ ἐπὶ γῆς ἀναγκαίως δουλαγωγηθήσεται πάντα τὰ ἀπὸ γενέσεως ἄχρι φθορᾶς ἐσχάτης, ἔχον τὴν τῶν ἀποτελουμένων πῆξιν· πεισθήσεται δὲ τῷ ὀργάνῳ τούτῳ καὶ τὰ ἐπὶ γῆς ἄλλα πάντα.” Εἶπεν Ἑρμῆς δὴ ταῦτα τῷ Μώμῳ καὶ ἤδη τὸ ὄργανον ἐκινεῖτο.
Ταῦτα δὲ ὡς ἐγένετο καὶ ἐνεσωματίσθησαν αἱ ψυχαὶ καὶ ἐπαίνου ὑπὲρ τῶν γενομένων αὐτὸς ἔτυχεν, πάλιν ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον καὶ οἱ θεοὶ παρῆσαν καὶ πάλιν αὐτὸς ταῦτα οὕτως ἐφώνησε· “Θεοί,” λέγων “ὅσοι τῆς κορυφαίας, ὅσοι καὶ ἀφθάρτου φύσεως τετεύχατε, οἳ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἷς αὐτὰ ἑαυτοῖς ἀντιπαραδιδόντα οὐδέποτε κοπιάσει τὰ σύμπαντα, μέχρι πότε τῆς ἀνεπιγνώστου ταύτης δεσπόσομεν ἡγεμονίας; μέχρι πότε ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ; ἕκαστος ἡμῶν ἐφʼ ἑαυτῷ γεννάτω· ἀπαλείψωμεν τῷ δύνασθαι τὴν ἔτι ἀργὴν σύστασιν ταύτην· ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δὴ δοξάτω τὸ χάος εἶναι· ἔργων ἅπτεσθε μεγάλων, ἐγὼ δʼ αὐτὸς ἄρξομαι πρῶτος”. Εἶπε καὶ εὐθέως κοσμικῶς τῆς ἔτι μελαίνης ἑνώσεως διάστασις ἐγένετο· καὶ ἐφάνη μὲν οὐρανὸς ἄνω, συγκεκοσμημένος τοῖς ἑαυτοῦ μυστηρίοις πᾶσι· κραδαινομένη ἔτι γῆ ἡλίου λάμψαντος ἐπάγη καὶ ἐφάνη πᾶσι τοῖς περὶ αὐτὴν συγκεκοσμημένη καλοῖς. Καλὰ γὰρ τῷ θεῷ καὶ τὰ θνητοῖς εἶναι νομιζόμενα φαῦλα, ὅτι δὴ τοῖς τοῦ θεοῦ νόμοις δουλεύειν ἐποιήθη. Ἔχαιρε δὲ ὁ θεὸς ὁρῶν ἤδη ἑαυτοῦ τὰ ἔργα κινούμενα· πληρώσας δὲ τὰς ἰσοστασίους χεῖρας τῷ περιέχοντι τῶν ἐκ τῆς φύσεως ὑπαρχόντων καὶ τὰς δράκας καρτερῶς σφίγξας “λάβε,” εἶπεν “ὦ ἱερὰ γῆ, λάβε, πάντιμε καὶ εἶναι γεννήτειρα μέλλουσα πάντων, καὶ μηδενὶ ἐντεῦθεν λείπεσθαι δόκει.” Εἶπεν ὁ θεὸς καὶ τὰς χεῖρας, οἵας δεῖ θεὸν ἔχειν, ἁπλώσας πάντα ἀφῆκεν ἐν τῇ τῶν ὄντων συστάσει.
Καὶ ἀγνωσία μὲν ἦν κατʼ ἀρχὰς παντάπασι. Νεωστὶ γὰρ αἱ ψυχαὶ καθειρχθεῖσαι καὶ τὴν ἀτιμίαν μὴ φέρουσαι τοῖς ἐν οὐρανῷ θεοῖς ἐφιλονείκουν τῆς ἑαυτῶν εὐγενείας περικρατοῦσαι καὶ ἀντιλαμβανόμεναι, ὡς καὶ αὐταὶ τοῦ αὐτοῦ ἔτυχον δημιουργοῦ, ἐστασίαζον οὖν καὶ τοῖς λειπομένοις ἀνθρώποις ὀργάνοις χρώμεναι, ἐποίουν αὐτοὺς ἑαυτοῖς ἐπιτίθεσθαι καὶ ἀντιτάσσεσθαι καὶ πολεμεῖν ἀλλήλοις. Καὶ οὕτως ἡ μὲν ἰσχὺς κατὰ τῆς ἀσθενείας μέγα ἠδύνατο, ὥστε οἱ ἰσχυροὶ τοὺς ἀδυνάτους καὶ ἔκαιον καὶ ἐφόνευον καὶ τοῦτο μὲν ζῶντας τοῦτο δὲ καὶ νεκροὺς ἔρριπτον κατὰ τῶν ἀδύτων, ἕως ἀγανακτήσαντα τὰ στοιχεῖα τῷ μονάρχῳ θεῷ ἐντυχεῖν ἐδοκίμαζον ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀγρίου πολιτείας. Πολλοῦ δὲ ἤδη γενομένου τοῦ κακοῦ τὰ στοιχεῖα τῷ ποιήσαντι αὐτὰ τῷ θεῷ προσελθόντα τοιούτοις λόγοις ὑπὲρ μέμψεως ἐχρήσαντο. Καὶ δὴ καὶ εἶχε τὴν τοῦ λέγειν ἐξουσίαν τὸ πῦρ πρῶτον. “Δέσποτα” δὲ ἔλεγε “καὶ τοῦ καινοῦ τούτου κόσμου τεχνῖτα καὶ κρυπτὸν ἐν θεοῖς καὶ σεβαστὸν ὄνομα μέχρι νῦν ἅπασιν ἀνθρώποις, μέχρι πότε, ὦ δαῖμον, ἄθεον καταλεῖψαι τὸν θνητῶν βίον προαίρεσιν ἔχεις; ἀνάτειλον ἤδη σεαυτὸν χρηματίζοντι τῷ κόσμῳ καὶ τοῦ βίου τὸ ἄγριον μύησον εἰρήνῃ· χάρισαι νόμους τῷ βίῳ, χάρισαι νυκτὶ χρησμούς· πλήρωσον καλῶν ἐλπίδων πάντα· φοβείσθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδικίαν καὶ οὐδεὶς ἁμαρτήσει· ἐπαξίους ἁμαρτημάτων μισθοὺς ἂν ἀπολάβωσι, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν, φοβηθήσονται ὅρκους καὶ οὐδὲ εἷς ἔτι ἀνόσιον φρονήσει· μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα χαῖρον παρὰ λοιβαῖς ὑπηρετήσω, ἵνʼ εὐώδεις ἀτμοὺς ἀπʼ ἐσχάρας προπέμψω σοι. μιαίνομαι γάρ, ὦ δέσποτα, μέχρι νῦν καὶ ὑπὸ τῆς τῶν γενομένων ἀνθρώπων ἀθέου τόλμης σάρκας ἀναγκάζομαι τήκειν, οὐκ ἐῶσί τε μένειν εἰς ὃ πέφυκα, παραχαράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον.” Ὁ δὲ ἀήρ “καὶ αὐτὸς θολοῦμαι, δέσποτα,” ἔλεγε “καὶ ἀπὸ τῆς ἀπὸ τῶν νεκρῶν σωμάτων ἀναθυμιάσεως νοσώδης τέ εἰμι καὶ ὑγιεινὸς οὐκέτι, ἐφορῶ τε ἄνωθεν ὅσα μὴ θέμις ὁρᾶν”. Ὕδωρ ἑξῆς, ὦ παῖ μεγαλόψυχε, τὴν τοῦ λέγειν εἶχεν ἐξουσίαν καὶ ἔλεγεν οὕτως· “Πάτερ καὶ θαυμαστὲ ποιητὰ πάντων, αὐτόγονε δαῖμον καὶ τῆς διὰ σὲ πάντα γεννώσης ποιητὰ φύσεως, ἤδη ποτέ, ὦ δαῖμον, ἀεὶ ῥεῖθρα ποταμῶν καθαρὰ πρόσταξον εἶναι· ἢ γὰρ ἀπολούουσι ποταμοὶ καὶ θάλασσαι τοὺς φονεύσαντας, ἢ δέχονται τοὺς φονευθέντας.” Γῆ παρῆν περίλυπος ἑξῆς καὶ τάξομαι τῆς ἀπὸ τῶν λόγων, ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· “Βασιλεῦ καὶ τῶν οὐρανίων πρύτανι καὶ δέσποτα ἀψίδων, στοιχείων ἡμῶν ἡγεμὼν καὶ πάτερ τῶν σοι παρεστώτων, ἐξ ὧν αὐξήσεως καὶ μειώσεως ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει, ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος ἀνθρώπων ἐπʼ ἐμὲ χορὸς ἔπεισι. χωρῶ δʼ ἐγὼ καὶ φύσιν πάντων. αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ τὰ φονευθέντα δέχομαι. ἀτιμοῦμαι δὲ ἤδη ὑπὸ πάντων· ὁ ἐπιχθόνιός σου κόσμος πεπληρωμένος θεὸν οὐκ ἔχει. πάντα γάρ, ὃ φοβηθῶσιν οὐκ ἔχοντες, παρανομοῦσι καὶ κατʼ ἐμῶν, ὦ κύριε, τενόντων πάσῃ πονηρᾷ τέχνῃ καταπίπτουσι. καταβρέχομαι δὲ πᾶσα διαφθειρομένων σωμάτων χυλοῖς. ἐντεῦθεν, κύριε, καὶ τοὺς οὐκ ἀξίους ἀναγκάζομαι χωρεῖν. χωρῆσαι θέλω μεθʼ ὧν φέρω πάντων καὶ θεόν. χάρισαι τῇ γῇ κἂν οὐ σεαυτόν, οὐ γάρ σε χωρεῖν ὑπομένω, σαυτοῦ γέ τινα ἱερὰν ἀπόρροιαν. στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν μεταποίησον. μόνῃ γὰρ αὐχεῖν τῶν ἀπό σου πρέπει τὰ πάντα παρεχούσῃ.”
Τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ θεὸς ἱερᾶς ἐν τῷ λέγειν φωνῆς τὰ σύμπαντα πληρώσας, “Πορεύεσθε”, εἶπεν, “ἱερὰ καὶ μεγάλου πατρὸς ἄξια τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε μηδὲ ἀργὸν τῆς ἐξ αὑτῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλείπετε. ἑτέρα γὰρ ἐν ὑμῖν τις ἤδη τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δʼ οὐ μόνον ἀλλὰ καὶ τιμωρὸς τῶν ὑπὸ γῆν τύραννος. καὶ ἑκάστῳ δὲ τῶν ἀνθρώπων ἀκολουθήσει διὰ γένους μισθὸς ἐπάξιος.”
Καὶ οὕτως ἐπαύσατο τῆς ἐντυχίας τὰ στοιχεῖα τοῦ δεσπότου κελεύσαντος καὶ ἐχεμυθίαν εἶχον· καὶ ἕκαστον αὐτῶν τῆς ἰδίας ἐξουσίας ἐκράτει καὶ ἐδέσποζε.»
Καὶ ἐκ τούτου εἶπεν Ὧρος· «Ὦ τεκοῦσα, πῶς οὖν τὴν τοῦ θεοῦ ἀπόρροιαν ἔχειν εὐτύχησεν ἡ γῆ;»
Καὶ εἶπεν Ἶσις· «Παραιτοῦμαι γένεσιν ἱστορεῖν· οὐ γὰρ θεμιτὸν σῆς σπορᾶς καταλέγειν ἀρχήν, ὦ μεγαλοσθενὲς Ὧρε, ὡς μήποτε ὕστερον εἰς ἀνθρώπους ἀθανάτων ἔλθῃ γένεσις θεῶν· πλὴν ὅτι γε ὁ μόναρχος θεός, ὁ τῶν συμπάντων κοσμοποιητὴς καὶ τεχνίτης, τὸν μέγιστόν σου πρὸς ὀλίγον ἐχαρίσατο πατέρα Ὄσιριν καὶ τὴν μεγίστην θεὰν Ἶσιν, ἵνα τῶν πάντων δεομένῳ κόσμῳ βοηθοὶ γένωνται. Οὗτοι βίου τὸν βίον ἐπλήρωσαν· οὗτοι τὸ τῆς ἀλληλοφονίας ἔπαυσαν ἄγριον· τεμένη προγόνοις θεοῖς αὐτοὶ καὶ θυσίας καθιέρωσαν· νόμους οὗτοι καὶ τροφὰς θνητοῖς καὶ σκέπην ἐχαρίσαντο· “οὗτοι τὰ κρυπτά”, φησὶν Ἑρμῆς, “τῶν ἐμῶν ἐπιγνώσονται γραμμάτων πάντα καὶ διακρινοῦσι καὶ τινὰ μὲν αὐτοὶ κατασχῶσιν, ἃ δὲ καὶ πρὸς εὐεργεσίας θνητῶν φθάνει, στήλαις καὶ ὀβελίσκοις χαράξουσιν”· οὗτοι πρῶτοι δείξαντες δικαστήρια εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν· οὗτοι δεξιᾶς καὶ πίστεως ἀρχηγέται γενόμενοι καὶ τὸν μέγιστον θεὸν Ὅρκον εἰσηγάγοντο εἰς τὸν βίον· οὗτοι τοὺς παυσαμένους τοῦ ζῆν, ὡς δέον ἐστίν, ἐδίδαξαν περιστέλλειν· οὗτοι τὸ τοῦ θανάτου ζητήσαντες ἄγριον ἔγνωσαν, ὡς τοῦ ἔξωθεν πνεύματος φιλυποστρόφου τυγχάνοντος εἰς τὰ τῶν ἀνθρώπων πλάσματα, ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτησιν οὐκ ἔχουσαν ἐργάζεται λειποθυμίαν· οὗτοι τὸ περιέχον ὅτι δαιμόνων ἐπληρώθη, παρὰ Ἑρμοῦ μαθόντες, κρυπταῖς στήλαις ἐχάραξαν· οὗτοι μόνοι τὰς κρυπτὰς νομοθεσίας τοῦ θεοῦ παρὰ Ἑρμοῦ μαθόντες τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων ἁπάντων εἰσηγηταὶ τοῖς ἀνθρώποις ἐγένοντο καὶ νομοθέται· οὗτοι παρʼ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη, τὰς προσκαταθέτους τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ· οὗτοι τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες τὸ ἐν ἅπασι τέλειον τῶν προφητῶν ἐτεχνάσαντο, ὡς μήποτε ὁ μέλλων θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ὄντων· ἵνα φιλοσοφία μὲν καὶ μαγεία ψυχὴν τρέφῃ, σῴζῃ δʼ ὅταν τι πάσχῃ ἰατρικὴ σῶμα. Ταῦτα πάντα ποιήσαντες, ὦ τέκνον, Ὄσιρίς τε κἀγώ, τὸν κόσμον πληρέστατον ἰδόντες ἀπῃτούμεθα λοιπὸν ὑπὸ τῶν τὸν οὐρανὸν κατοικούντων, ἀλλʼ οὐκ ἦν ἀνελθεῖν, πρὶν ἐπικαλέσασθαι τὸν μόναρχον, ἵνα δὴ καὶ τῆς θεωρίας ταύτης πλῆρες τὸ περιέχον γένηται αὐτοί τε εὐπαράδεκτον εὐτυχήσωμεν τὴν ἀνάβασιν. … χαίρει γὰρ ὕμνοις ὁ θεός.»
«Ὦ τεκοῦσα», εἶπεν Ὧρος, «κἀμοὶ χάρισαι τὴν τοῦ ὕμνου ἐπίγνωσιν, ὡς μὴ ἀμαθὴς ὑπάρχω». Καὶ εἶπεν Ἶσις· «Πρόσεχε, παῖ».
Ἐν ταὐτῷ.
«Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον, ἐπερώτα.» Καὶ εἶπεν Ὧρος· «Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω, πῶς γίγνονται βασιλικαὶ ψυχαί;» Καὶ εἶπεν Ἶσις· «Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν. Ἐπεὶ γὰρ τόποι τέσσαρές εἰσιν ἐν τῷ παντὶ οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ ὁ αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ ἱερωτάτη γῆ, ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὧν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ δαιμόνιαι, ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα, ὧν ἄρχει ὁ κατὰ καιρὸν γενόμενος βασιλεύς. Γεννῶσι γάρ, ὦ τέκνον, βασιλεῖς οἱ θεοὶ ἐπαξίους τῆς ἐπιγείου μονῆς. Καὶ εἰσὶν οἱ ἄρχοντες θεοῦ βασιλέως ἀπόρροιαι, ὧν ὁ μᾶλλον ἐκείνῳ πλησίον οὗτος καὶ τῶν ἄλλων βασιλικώτερος. Ὁ μὲν γὰρ ἥλιος. καθὸ ἔγγιόν ἐστι τοῦ θεοῦ, τῆς σελήνης ἐπιμείζων καὶ δυναμικώτερος, ᾧ δευτερεύει ἡ σελήνη καὶ κατὰ τάξιν καὶ κατὰ δύναμιν. Καὶ ὁ μὲν βασιλεὺς τῶν μὲν ἄλλων θεῶν ἐστιν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων· καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀληθοῦς θειότητος ἀπήλλακται, ἔχει δὲ ἐξαίρετόν τι παρʼ ἀνθρώπους, ὃ ὅμοιόν ἐστι τῷ θεῷ. Ἡ γὰρ εἰς αὐτὸν καταπεμπομένη ψυχὴ ἐξ ἐκείνου ἐστὶ τοῦ χωρίου ὃ ὑπεράνω κεῖται ἐκείνων, ἀφʼ ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἀνθρώπους. Καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασιλεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον. Αἱ μὲν καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον αἰῶνα καὶ μέλλουσαι ἀποθεοῦσθαι, ἵνα κἀν τῷ βασιλεύειν τὴν τῶν θεῶν προγυμνασθῶσιν ἐξουσίαν· αἱ δὲ θεῖαί τινες ἤδη οὖσαι καὶ ἐπὶ μικρῷ τινι παραθεμιστεύσασαι τὸν ἔνθεον γνώμονα, ἵνα κόλασιν μὲν ἐν τῷ σεσωματίσθαι ὑπομένωσι, διʼ ἀδοξίαν δὲ καὶ φύσιν μηθὲν ὅμοιον τοῖς ἄλλοις πάσχωσιν ἐνσωματισθεῖσαι, ἀλλʼ ὅπερ εἶχον λελυμέναι, τοῦτο καὶ δεθεῖσαι ἔχωσιν.
Αἱ μέντοι περὶ τὰ ἤθη τῶν βασιλευόντων γιγνόμεναι διαφοραὶ οὐκ ἐν τῇ τῆς ψυχῆς κρίσει κρίνονται, πᾶσαι γὰρ θεῖαι· ἀλλʼ ἐν τῇ τῶν δορυφορησάντων αὐτὴν καταστάσει ἀγγέλων καὶ δαιμόνων. Αἱ γὰρ τοιαῦται καὶ ἐπὶ τὰ τοιαῦτα κατερχόμεναι δίχα προπομπῆς καὶ δορυφορίας οὐ κατέρχονται. Οἶδε γὰρ ἡ ἄνω Δίκη τὴν ἀξίαν ἑκάστη νέμειν, κἂν ἐκ τῆς εὐημερούσης χώρας ἀπωθῶνται. Ὅταν οὖν οἱ κατάγοντες αὐτὴν ἄγγελοι καὶ δαίμονες, τέκνον Ὧρε, πολεμικοὶ ὦσι, τούτων περικρατεῖν τῆς γνώμης ἡ ψυχὴ ἔχει ἢ ἐπιλαθομένη τῶν ἑαυτῆς ἔργων, μᾶλλον δὲ μεμνημένη τούτων μέχρι τῶν τῆς ἑτέρας συνοδίας προσγεγονότων· ὅταν δὲ εἰρηνικοί, τότε καὶ αὐτὴ τὸν ἴδιον δρόμον εἰρηνοποιεῖται· ὅταν δὲ δικαστικοί, τότε καὶ αὐτὴ δικάζει· ὅταν δὲ μουσικοί, τότε καὶ αὐτὴ ᾄδει· ὅταν δὲ φιλαλήθεις, τότε καὶ αὐτὴ φιλοσοφεῖ. Ὡς γὰρ ἐξ ἀνάγκης αἱ ψυχαὶ αὗται τῆς τῶν καταγόντων περικρατοῦσι γνώμης, πίπτουσι γὰρ εἰς τὴν ἀνθρωπότητα τῆς μὲν ἰδίας φύσεως ἐπιλαθόμεναι καὶ παρόσον μακρὰν αὐτῆς ἀπέστησαν, μέμνηνται δὲ τῆς τῶν κατακλεικλεισάντων αὐτὰς διαθέσεως».
«Καλῶς», εἶπεν Ὧρος, «ἅπαντά μοι, ὦ τεκοῦσα, πῶς δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγήσω». «Ὃν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὧρε, εἰσί τινες πολιτεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. Καὶ αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὁρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὁρμηκυῖα εὐγενεστέρα ἐστὶ τῆς μὴ οὕτως ἐχούσης. Ὅνπερ γὰρ τρόπον ἐπʼ ἀνθρώποις ὁ ἐλεύθερος εὐγενέστερος εἶναι δοκεῖ δούλου — τὸ γὰρ ἐν ταῖς ψυχαῖς ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ τὸ ὑπερεχόμενον ἐξ ἀνάγκης —, οὕτω δή, ὦ τέκνον, καὶ ἐπὶ τῶν ψυχῶν ἐστιν».
«Πῶς δέ, ὦ τεκοῦσα. ἀρρενικαὶ καὶ θηλυκαὶ γίγνονται ψυχαί;» «Αἱ ψυχαί, ὦ τέκνον Ὧρε, ὁμοφυεῖς εἰσιν ἑαυταῖς, καθάπερ ἐξ ἑνὸς οὖσαι χωρίου, ἐν ᾧ αὐτὰς διατυποῦται ὁ δημιουργός, καὶ οὔτε εἰσὶν ἄρρενες οὔτε θήλειαι. Ἡ γὰρ τοιαύτη διάθεσις ἐπὶ σωμάτων γίγνεται καὶ οὐκ ἐπὶ ἀσωμάτων. Ἡ δὲ διαφορὰ τοῦ τὰς μὲν βριμωδεστέρας εἶναι τὰς δὲ εὐαφεῖς ὁ ἀήρ ἐστι, τέκνον Ὧρε, ἐν ᾧ πάντα γίγνεται. Ἀὴρ δὲ ψυχῆς ἐστιν αὐτὸ τὸ σῶμα ὃ περιβέβληται, ὅπερ στοιχείων ἐστὶ φύραμα, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός. Ἐπεὶ οὖν τὸ μὲν τῶν θηλειῶν σύγκριμα πλεονάζει μὲν τῷ ὑγρῷ καὶ ψυχρῷ, λείπεται δὲ τῷ ξηρῷ καὶ θερμῷ, παρὰ τοῦτο ἡ εἰς τοιοῦτον πλάσμα συγκλειομένη ψυχὴ δίυγρος γίγνεται καὶ τρυφερά, ὥσπερ ἐπὶ τῶν ἀρρένων τὸ ἐναντίον ἔστι γιγνόμενον εὑρεῖν. Ἐπὶ γὰρ τούτοις πλεονάζει μὲν τὸ ξηρὸν καὶ θερμόν, λείπεται δὲ τὸ ψυχρὸν καὶ ὑγρόν· διὰ τοῦτο αἱ ἐν τοιούτοις σώμασι ψυχαὶ τραχεῖαι καὶ ἐργατικώτεραί εἰσιν.»
«Πῶς γίγνονται αἱ ψυχαὶ συνεταί, ὦ τεκοῦσα;» Καὶ ἀπεκρίθη Ἶσις· «Τὸ ὁρατικόν, ὦ τέκνον, περιβέβληται χιτῶσιν. Ὅταν οὗτοι οἱ χιτῶνες πυκνοὶ ὦσι καὶ παχεῖς, ἀμβλυωπεῖ ὁ ὀφθαλμός, ἐὰν δὲ ἀραιοὶ καὶ λεπτοί, τότε ὀξυωπέστατα βλέπει. Οὕτως καὶ ἐπὶ τῆς ψυχῆς. Ἔχει γὰρ καὶ αὕτη ἴδια περιβόλαια ἀσώματα, καθὸ καὶ αὐτὴ ἀσώματός ἐστι. Τὰ δὲ περιβόλαια ταῦτα ἀέρες εἰσίν, οἱ ἐν ἡμῖν. Ὅταν οὗτοι ὦσι λεπτοὶ καὶ ἀραιοὶ καὶ διαυγεῖς, τότε συνετὴ ἡ ψυχή ἐστιν· ὅταν δὲ τοὐναντίον πυκνοὶ καὶ παχεῖς καὶ τεθολωμένοι, τότε ὡς ἐν χειμῶνι ἐπὶ μακρὸν οὐ βλέπει, ἀλλὰ ταῦτα ὅσα παρὰ ποσὶ κεῖται.»
Καὶ εἶπεν Ὧρος· «διὰ τίνα οὖν αἰτίαν, ὦ τεκοῦσα, οἱ ἔξω τῆς ἱερωτάτης ἡμῶν χώρας ἄνθρωποι ταῖς διανοίαις οὐκ ὄντως εἰσὶ συνετοί, ὡς οἱ ἡμέτεροι»; Καὶ εἶπεν Ἶσις· «Ἡ γῆ μέσον τοῦ παντὸς ὑπτία κεῖται ὥσπερ ἄνθρωπος οὐρανὸν βλέπουσα, μεμερισμένη δὲ καθʼ ὅσα μέρη ὁ ἄνθρωπος μελίζεται· ἐμβλέπει δʼ οὐρανῷ καθάπερ πατρὶ ἰδίῳ, ὅπως ταῖς ἐκείνου μεταβολαῖς καὶ αὐτὴ τὰ ἴδια συμμεταβάλλῃ. Καὶ πρὸς μὲν τῷ νότῳ τοῦ παντὸς κειμένην ἔχει τὴν κεφαλήν, πρὸς δὲ τῷ ἀπηλιώτῃ τὸν δεξιὸν ὦμον, πρὸς δὲ τῷ λιβὶ τὸν εὐώνυμον, ὑπὸ τὰς ἄρκτους τοὺς πόδας, τὸν μὲν δεξιὸν ὑπὸ τὴν οὐράν, τὸν δὲ εὐώνυμον ὑπὸ τὴν κεφαλὴν τῆς ἄρκτου· τοὺς δὲ μηροὺς ἐν τοῖς μετὰ τὴν ἄρκτον· τὰ δὲ μέσα ἐν τοῖς μέσοις. Καὶ τούτου σημεῖόν ἐστι τὸ τοὺς μὲν νοτιαίους τῶν ἀνθρώπων καὶ ἐπὶ τῇ κορυφῇ οἰκοῦντας εὐκορύφους καὶ καλλίτριχας, τοὺς δὲ ἀπηλιωτικοὺς πρὸς μάχην προχείρους εἶναι καὶ τοξικούς — αἰτία γὰρ τούτων ἡ δεξιὰ χείρ ἐστι· τοὺς δʼ ἐν τῷ λιβὶ ἀσφαλεῖς εἶναι ὡς ἐπὶ τὸ πλεῖστον ἀριστερομάχους καὶ ὅσον ἄλλοι τῷ δεξιῷ μέρει ἐνεργοῦσιν αὐτοὺς τῷ εὐωνύμῳ προστιθεμένους· τοὺς δὲ ὑπὸ τὴν ἄρκτον πρωτεύοντας τοὺς πόδας καὶ ἄλλους εὐκνήμους· τοὺς δὲ μετὰ τούτους καὶ μικρῷ πόρρω τὸ νῦν Ἰταλικὸν κλίμα κατοικοῦντας καὶ τὸ Ἑλλαδικόν, πάντας δὴ τούτους καλλιμήρους εἶναι καὶ εὐπυγοτέρους, ὥστε τῇ τοῦ κάλλους τῶν μερῶν τούτων ὑπερβολῇ καὶ τοὺς ἐνταῦθα ἀνθρώπους καταβαίνειν πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν. Πάντα δὲ ταῦτα τὰ μέρη πρὸς τὰ ἄλλα ἀργὰ ὄντα ἀργοτέρους ἤνεγκε καὶ τοὺς ἐπʼ αὐτοῖς ἀνθρώπους. Ἐπειδὴ δὲ ἐν τῷ μέσῳ τῆς γῆς κεῖται ἡ τῶν προγόνων ἡμῶν ἱερωτάτη χώρα, τὸ δὲ μέσον τοῦ ἀνθρωπίνου σώματος μόνης τῆς καρδίας ἐστὶ σηκός, τῆς δὲ ψυχῆς ὁρμητήριόν ἐστι καρδία, παρὰ ταύτην τὴν αἰτίαν, ὦ τέκνον, οἱ ἐνταῦθα ἄνθρωποι τὰ μὲν ἄλλα ἔχουσιν οὐχ ἧττον ὅσα καὶ πάντες, ἐξαίρετον δὲ τῶν πάντων νοεροί εἰσι καὶ σώφρονες, ὡς ἂν ἐπὶ καρδίας γενόμενοι καὶ τραφέντες. Ἄλλως τε ὁ μὲν νότος, ὦ παῖ, δεκτικὸς ὢν τῶν ἐκ τοῦ περιέχοντος συνισταμένων νεφῶν … — αὐτίκα γοῦν καὶ διὰ τὴν οὕτως αὐτῶν γενομένην ἐκεῖ κατακομιδὴν ἐκεῖθεν ῥεῖν λέγουσιν καὶ τὸν ἡμέτερον ποταμὸν λυομένης ἐκεῖ τῆς πάχνης· ὅπου δʼ ἂν ἐμπέσῃ νεφέλη, τὸν ἐπικείμενον ἤχλυσεν ἀέρα καὶ τρόπον τινὰ καπνοῦ κατεκόμισε, καπνὸς δὲ ἢ ἀχλὺς οὐ μόνον ὀμμάτων ἐστὶν ἐμπόδιον, ἀλλὰ καὶ νοῦ. Ὁ δὲ ἀπηλιώτης, ὦ μεγαλόδοξε Ὧρε, τῇ συνεχεῖ τοῦ ἡλίου ἀνατολῇ θορυβούμενος καὶ ἐκθερμαινόμενος, ὁμοίως δὲ καὶ ὁ ἀντικείμενος τούτῳ λὶψ μετέχων τῶν αὐτῶν κατὰ δυσμὰς οὐδεμίαν εἰλικρινῆ ἐπίστασιν ποιοῦνται τῶν παρʼ αὐτοῖς γεννωμένων ἀνθρώπων. Ὁ δὲ βορέας τῇ συμφώνῳ ψυχρίᾳ ἀποπήσσει μετὰ τῶν σωμάτων καὶ τὸν νοῦν τῶν ὑπʼ αὐτὸν ἀνθρώπων. Τὸ δὲ μέσον τούτων εἰλικρινὲς ὂν καὶ ἀτάραχον καὶ αὐτὸ προέχει καὶ τοῖς ἐν αὐτῷ πᾶσι. τῇ γὰρ συνεχεῖ ἀμεριμνίᾳ γεννᾷ καὶ κοσμεῖ καὶ παιδεύει καὶ μόνον τοῖς τοιούτοις ἐρίζει καὶ νικᾷ καὶ ἐπισταμένως τὴν ἰδίαν νίκην ὥσπερ σατράπης ἀγαθὸς τοῖς νενικημένοις καὶ ἐπιδίδωσι.»
«Καὶ τοῦτό μοι, κυρία μῆτερ, ἔκθου· παρὰ ποίαν αἰτίαν ἔτι ζώντων ἀνθρώπων ἐν ταῖς μακραῖς νόσοις καὶ ὁ λόγος καὶ αὐτὸς ὁ λογισμὸς καὶ αὐτὴ ἡ ψυχὴ ἔσθʼ ὅτε βλάπτεται;» Καὶ ἀπεκρίθη Ἶσις· «Τῶν ζώντων, ὦ τέκνον, τὰ μὲν ᾠκείωται πρὸς τὸ πῦρ, τὰ δὲ πρὸς τὸ ὕδωρ, τὰ δὲ πρὸς ἀέρα, τὰ δὲ πρὸς γῆν, τὰ δὲ πρὸς τούτων δύο ἢ τρία, τὰ δὲ καὶ πρὸς τὰ ὅλα. Πάλιν αὖ τὰ μὲν ἀπηλλοτρίωται τοῦ πυρός, τὰ δὲ τοῦ ὕδατος, τὰ δὲ τῆς γῆς, τὰ δὲ τοῦ ἀέρος, τὰ δὲ δύο τούτων, τὰ δὲ τριῶν, τὰ δὲ τῶν ὅλων. Οἷον ἀκρὶς μέν, ὦ τέκνον, καὶ πᾶσα μυῖα φεύγει τὸ πῦρ· ἀετὸς καὶ κίρκος καὶ ὅσα ὑψιπετέστερά ἐστιν τῶν ὀρνέων φεύγει τὸ ὕδωρ· ἰχθύες ἀέρα καὶ γῆν· ὄφις τὸν ἀέρα τὸν εἰλικρινῆ ἀποστρέφεται. Φιλοῦσι δὲ τὴν μὲν γῆν οἱ ὄφεις καὶ ὅσα ἕρπει· τὸ δὲ ὕδωρ τὰ νηκτὰ πάντα· τὸν δὲ ἀέρα τὰ πτηνά, ἐν οἷς καὶ πολιτεύεται, τὸ δὲ πῦρ ὅσα ὑπερπετῆ ἐστι καὶ ἐγγὺς ἔχει τὴν δίαιταν. Οὐ μὴν ἀλλὰ καί τινα τῶν ζῴων φιλεῖ τὸ πῦρ· οἷον αἱ σαλαμάνδραι, ἐν γὰρ τῷ πυρὶ καὶ φωλεύουσιν. Ἕκαστον γὰρ τῶν στοιχείων περιβολή ἐστι τῶν σωμάτων. Πᾶσα οὖν ψυχὴ ἐν τῷ σώματι οὖσα βαρεῖται καὶ θλίβεται τοῖς τέτταρσι τούτοις. Καὶ γὰρ εἰκός ἐστι καὶ ταύτην τισὶ μὲν τούτων τέρπεσθαι, τισὶ δὲ ἄχθεσθαι. Διὰ τοῦτο οὖν οὐκ ἔχει αὕτη τὴν ἀκροτάτην εὐδαιμονίαν· ἀλλʼ ὡς ἂν φύσει θεία οὖσα, κἀν τούτοις οὖσα μάχεται καὶ νοεῖ, ἀλλʼ οὐχ ὅσα ἂν ἐνόησεν ἀσύνδετος οὖσα σώματι. Ἐὰν μέντοι καὶ ταῦτα σάλον λάβῃ καὶ ταραχὴν ἤτοι ἀπὸ νόσου ἢ φόβου, τότε καὶ αὕτη ὡσπερεὶ βυθῷ ἀνθέρικος ἐπικυμαίνεται καὶ οὐδὲν ἑσταμένον φέρει.»
Περὶ τῆς τῶν ψυχῶν διαγωγῆς μετὰ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον· χρησμός. Σῶμα λυθὲν ψυχήν τε λιπὸν καὶ γαῖα γενηθὲν οὐκέτι πως βιότοιο παλίνδρομον οἶδε κέλευθον, ἀλλὰ τὸ μὲν λυθέν ἐστι κενὴ κόνις, ἣ δὲ πρὸς αἴθρην σκίδναται, ὁππόθεν ἦλθε, μετήορος εἰς αἰθέρʼ ἁπλοῦν. Ἄλλος δʼ ἐξ ἄλλου γεννώμενος ἠδʼ ἀναβλαστῶν ψυχοῦται γονίμου φύσεως ἀροτρεύμασι καινοῖς.
Πλάτωνος ἐκ τοῦ Ἀξιόχου.
Εἰ δὲ καὶ ἕτερον βούλει λόγον ἀκοῦσαι, ὃν ἐμοὶ ἤγγειλε Γωβρύης, ἀνὴρ μάγος, ἔφη κατὰ τὴν Ξέρξου διάβασιν τὸν πάππον αὑτοῦ καὶ ὁμώνυμον πεμφθέντα εἰς Δῆλον, ὅπως τηρήσειε τὴν νῆσον ἄσυλον ἐν ᾗ οἱ δύο θεοὶ ἐγένοντο, ἐκ τινῶν χαλκέων δέλτων, ἃς ἐξ Ὑπερβορέων ἐκόμισαν Ὦπις καὶ Ἑκάεργος, ἐκμεμαθηκέναι μετὰ τὴν τοῦ σώματος λύσιν τὴν ψυχὴν εἰς τὸν ἄδηλον χωρεῖν τόπον καὶ τὴν ὑπόγειον οἴκησιν, ἐν ᾗ βασίλεια Πλούτωνος οὐχ ἥττω τῶν Διός, ἅτε τῆς γῆς μὲν ἐχούσης τὰ μέσα τοῦ κόσμου, τοῦ πόλου δὲ ὄντος σφαιροειδοῦς· οὗ τὸ μὲν ἕτερον ἡμισφαίριον θεοὶ ἔλαχον οἱ οὐράνιοι, τὸ δὲ ἕτερον οἱ ὑπένερθεν, οἳ μὲν ἀδελφοὶ ὄντες, οἳ δὲ ἀδελφῶν παῖδες. Τὰ δὲ προπύλαια τῆς εἰς Πλούτωνος ὁδοῦ σιδηροῖς τείχεσι καὶ κλεισὶ διωχύρωται. Ταῦτα δὲ ἀνοίξαντα ποταμὸς Ἀχέρων ἐκδέχεται, μεθʼ ὃν Κωκυτός· οὓς χρὴ πορθμευθέντας ἀχθῆναι ἐπὶ Μίνω καὶ Ῥαδάμανθυν ἐν πεδίῳ ᾧ κλῄζεται ἀληθείας. Καθέζονται δὲ δικασταὶ ἀνακρίνοντες τῶν ἀφικνουμένων ἕκαστον, τίνα βίον βεβίωκε καὶ τίσιν ἐπιτηδεύμασιν ἐνῳκίσθη τῷ σώματι. Ψεύσασθαι δὲ ἀμήχανον. Οἷς μὲν οὖν ἐν τῷ ζῆν δαίμων ἀγαθὸς ἐπέπνευσεν, εἰς τὸν τῶν εὐσεβῶν χῶρον λογίζονται, ἔνθα ἄφθονοι μὲν ὧραι παγκάρπου γονῆς βρύουσι, πηγαὶ δὲ ὑδάτων καθαρῶν, παντοῖοι δὲ λειμῶνες εὐάνθεσι ποικίλοις ἐαριζόμενοι, διατριβαὶ δὲ ποιητῶν καὶ θέατρα φιλοσόφων καὶ ἐγκύκλιοι χοροὶ καὶ μουσικὰ ἀκούσματα, συμπόσιά τε εὐμελῆ καὶ εἰλαπίναι αὐτοχορήγητοι καὶ ἀκήρατος ἀλυπία καὶ ἡδεῖα δίαιτα. Οὔτε γὰρ χεῖμα σφοδρὸν οὔτε θάλπος ἐγγίγνεται, ἀλλʼ εὔκρατος ἀὴρ χεῖται ἁπαλαῖσιν ἀκτῖσιν ἡλίου ἀνακιρνάμενος· καὶ ἐνταῦθα τοῖς μεμυημένοις ἐστί τις προεδρία· καὶ τὰς ὁσίους ἁγιστείας κἀκεῖ συντελοῦσιν. Πῶς οὖν οὐ σοὶ πρώτῳ μέτεστι τῆς τιμῆς, ὄντι γεννήτῃ τῶν θεῶν; καὶ γὰρ τοὺς περὶ Ἡρακλέα καὶ Διόνυσον κατιόντας εἰς Ἅιδην πρότερον ἐνθάδε λόγος μυηθῆναι καὶ τὸ θάρσος τῆς ἐκεῖσε πορείας παρὰ τῆς Ἐλευσινίας ἐναύσασθαι. Ὅσοις δὲ τὸ ζῆν διὰ κακουργημάτων ἠλάθη, ἄγονται πρὸς Ἐρινύων εἰς ἔρεβος καὶ χάος διὰ ταρτάρου, ἔνθα χῶρος ἀσεβῶν καὶ Δαναίδων ὑδρεῖαι ἀτελεῖς καὶ Ταντάλου δῖψος καὶ Τιτυοῦ σπλάγχνα αἰωνίως ἐσθιόμενα καὶ γεννώμενα καὶ Σισύφου πέτρος ἀνήνυτος· οὗ τὰ τέρματα αὖθις ἄρχεται πόνων· ἔνθα θηρσὶ περιλιχμώμενοι καὶ δασὶν ἐπιμόνως πυρούμενοι Ποινῶν καὶ πᾶσαν αἰκίαν αἰκιζόμενοι ἀιδίοις τιμωρίαις τρύχονται.
Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ.
Οὐκ ἤκουσας ἐν τοῖς γενικοῖς, ὅτι ἀπὸ μιᾶς ψυχῆς, τῆς τοῦ παντός, πᾶσαι αἱ ψυχαί εἰσιν αὗται, αἱ ἐν τῷ παντὶ κόσμῳ κυλινδούμεναι, ὥσπερ ἀπονενεμημέναι; Τούτων τοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν εἰς τὸ εὐτυχέστερον, τῶν δʼ εἰς τὸ ἐναντίον. Αἱ μὲν γὰρ ἑρπετώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲ ἔνυδροι εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰς ἀνθρώπους, αἱ δὲ ἀνθρώπιναι ἀρχὴν ἀθανασίας ἴσχουσαι εἰς δαίμονας μεταβάλλουσιν, εἶθʼ οὕτως εἰς τὸν τῶν θεῶν χορόν· χοροὶ δὲ δύο θεῶν, ὃ μὲν τῶν πλανωμένων, ὃ δὲ τῶν ἀπλανῶν. Καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα. Ψυχὴ δὲ εἰς ἀνθρώπους ἐλθοῦσα ἐὰν κακὴ μείνῃ, οὔποτε τεύξεται ἀθανασίας, παλίσσυτος δὲ τὴν ὁδὸν ὑποστρέψει τὴν ἐπὶ τὰ ἑρπετά. Καὶ αὕτη καταδίκη ψυχῆς κακῆς. Κακία δὲ ψυχῆς ἀγνωσία. Ψυχὴ γὰρ μηδὲν ἐπιγνοῦσα τῶν ὄντων μηδὲ τὴν τούτων φύσιν μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δὲ ἐντινάσσεται τοῖς σωματικοῖς πάθεσι καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα καὶ οὐκέτʼ ἄρχουσα ἀλλʼ ἀρχομένη. Αὕτη κακία ψυχῆς.
Τοῦ αὐτοῦ.
Ψυχὴ δὲ ἀνθρωπίνη οὐ πᾶσα μέν, ἡ δʼ εὐσεβὴς δαιμονία τίς ἐστι καὶ θεία. Καὶ ἡ τοιαύτη καὶ μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος τὸν τῆς εὐσεβείας ἀγῶνα ἀγωνισαμένη — ἀγὼν δὲ εὐσεβείας τὸ γνῶναι τὸ θεῖον καὶ μηδένα ἀνθρώπων ἀδικῆσαι —, ὅλη νοῦς γίγνεται. Ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας ὑφʼ ἑαυτῆς κολαζομένη καὶ γήινον σῶμα ζητοῦσα εἰσελθεῖν, ἀνθρώπινον δέ· ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν, οὐδὲ θέμις ἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνην καταπεσεῖν· θεοῦ γὰρ νόμος οὗτος φυλάσσειν ψυχὴν ἀνθρωπίνην ἀπὸ τῆς τοιαύτης ὕβρεως.
Πορφυρίου ἐκ τῶν περὶ Στυγός.
Τοῦ δὲ Ἀπολλοδώρου ἐν τῷ εἰκοστῷ τοῦ περὶ τῶν θεῶν συγγράμματος, ὅ ἐστι περὶ τοῦ Ἅιδου, τάδε περὶ τῆς Στυγὸς λεγόμενα εὕρομεν.
«Ἀρκτέον γὰρ ἀπὸ τούτων, τῆς τε ἐκ τῶν ὀνομάτων παρεμφάσεως οὐ καταφρονητέον. Ἐκ γὰρ τοιούτων ὁρμώμενοι πιθανῶς καὶ τοὺς ἐν Ἅιδου νομιζομένους ποταμοὺς κατωνομάκασιν. Ἀχέροντα μὲν διὰ τὰ ἄχη, ὡς καὶ Μελανιππίδης ἐν Περσεφόνῃ· καλεῖται δʼ ἐν κόλποισι γαίας ἄχεα βροτοῖσιν προχέων Ἀχέρων. Ἐπεὶ καὶ Λικύμνιός φησι· μυρίαις παγαῖς δακρύων Ἀχέρων ἀχέων τε βρύει, καὶ πάλιν· Ἀχέρων ἄχεα πορθμεύει βροτοῖσιν· Ἀχέρων δὲ καὶ Ἀχερουσία λίμνη ταὐτόν, ὡς καὶ Σοφοκλῆς ἐν Πολυξένῃ τὴν Ἀχιλλέως ψυχὴν εἰσάγει λέγουσαν· Ἀκτὰς ἀπαίωνάς τε καὶ μελαμβαθεῖς λιποῦσα λίμνης ἦλθον ἄρσενας χοὰς Ἀχέροντος ὀξυπλῆγας ἠχούσας γόους, ἀπαίωνας ἀκτὰς τὰς τῶν νεκρῶν λέγων παιῶνʼ οὐκ ἐχούσας, ἄρσενας δὲ χοὰς τὰς οὐδὲν ἐκτρεφούσας. θήλεα μὲν γὰρ τὰ καρποφόρα, ἄρσενα δὲ τὰ ἄγονα ἔλεγον τῷ τὸν μὲν τὸ σπέρμα παρέχειν μόνον, τὴν δὲ καὶ ἐκτρέφειν· ὅθεν καὶ “θῆλυς ἐέρση” ἡ πολύγονος καὶ τροφίμη. Διαπεραιοῦσθαι δὲ ὑπὸ τῶν ἀπογενομένων τὸν Ἀχέροντά φασιν εἰκότως· ὁ γὰρ μετηλλαχὼς πάντα τἀν τῷ ζῆν ἄχη σχεδὸν ὑπερῆρκε καὶ ἔστιν ἐν ἀπονίᾳ καὶ ἀλυπίᾳ πάσῃ. Γοργύραν δὲ τοῦ Ἀχέροντος γυναῖκα προσανέπλασαν ἀπὸ τοῦ γοργὰ φαίνεσθαι τοῖς πολλοῖς τὰ ἐν Ἅιδου· καθὸ δὴ καὶ αὐτοῦ τούτου τιθήνην ὁ Σώφρων Μορμολύκαν ὠνόμασεν.»
Ταῦτʼ εἰπὼν περὶ τοῦ Ἀχέροντος Ἀπολλόδωρος ἐπάγει περὶ τῆς Στυγὸς αὐταῖς λέξεσι τάδε· «Στύγα δὲ δεινήν τινα καὶ φοβερὰν ὑποστησάμενοι δαίμονα, θεῶν ὅρκον, ἐν Ἅιδου τε ταύτην κατῴκισαν καὶ τῆς προσηγορίας ταύτης ἠξίωσαν ἀπὸ τοῦ στυγνάζειν τοῖς πένθεσι καὶ στύγεσθαι τὰ ἐν Ἅιδου, ὅρκον δὲ τῶν θεῶν διʼ ἐναντιότητα· ἣ μὲν γὰρ τῶν ὄντων τε καὶ ζώντων φθαρτικὴν ἔχει δύναμιν ὅσον ἐφʼ ἑαυτῇ, οἳ δὲ τῇ τε προαιρέσει καὶ τῷ τρόπῳ διεστήκασι.»
Τοσαῦτα περὶ τῆς Στυγὸς εἰπὼν ἐπάγει· «Κωκυτὸν δὲ ποταμὸν ἀνέπλασαν ἀπὸ τοῦ κωκύειν, ὅς ἐστι Στυγὸς καὶ στυγνάσεως ἀπορρώξ. Τοιούτου δέ ἐστι γένους καὶ ὁ Πυριφλεγέθων. Εἴρηται γὰρ ἀπὸ τοῦ πυρὶ φλέγεσθαι τοὺς τελευτῶντας, ὡς Ὅμηρός φησι· Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κεν πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός, ψυχὴ δʼ ἠΰτʼ ὄνειρος ἀποπταμένη πεπότηται. Ὑποτίθεται γὰρ τὰς ψυχὰς τοῖς εἰδώλοις τοῖς ἐν τοῖς κατόπτροις φαινομένοις ὁμοίας καὶ τοῖς διὰ τῶν ὑδάτων συνισταμένοις, ἃ καθάπαξ ἡμῖν ἐξείκασται καὶ τὰς κινήσεις μιμεῖται, στερεμνιώδη δʼ ὑπόστασιν οὐδεμίαν ἔχει εἰς ἀντίληψιν καὶ ἁφήν· ὅθεν αὐτὰς “βροτῶν εἴδωλα καμόντων” λέγει.»
Ἐν ταὐτῷ.
Ἅπαντες δὲ ὕδωρ ἱστόρησαν τὴν Στύγα ἐπίγειον, φύσιν ἔχον ἀμύνεσθαι τοὺς κατʼ αὐτοῦ ψευδῶς ὀμόσαι τολμήσαντας. Διαβόητον μὲν τοίνυν Στυγὸς ὕδωρ κατὰ τὴν Ἀρκαδίαν οἱ ἱστορικοὶ ἀναγεγράφασιν, ὧν ἐστι καὶ Ἡρόδοτος, ὃς ἐν τῇ ἕκτῃ … τὰ κατὰ Κλεομένην ἀφηγούμενος γράφει ταῦτα· «Ἐντεῦθεν δὲ ἀφικόμενος εἰς τὴν Ἀρκαδίαν νεώτερα ἔπρησσε πράγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστῶτας ἀγινεῖν, ἐξορκῶν τὸ Στυγὸς ὕδωρ.» Καλλίμαχος δʼ ἐν τῷ Περὶ νυμφῶν συγγράμματι καὶ τὸ ἰδίωμα τοῦ ὕδατος ἀφηγεῖται λέγων οὕτω· «Στὺξ ἐν Νωνακρίνῃ τῆς Ἀρκαδίας ὕδωρ ἐστὶ τὸ διακόπτον πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων.»
Ἐν ταὐτῷ.
Ἐπειδὴ περὶ τοῦ Στυγὸς ὕδατος ὁ λόγος ἐστί, δηλῶσαί σοι βούλομαι καὶ ἑτέραν ἱστορίαν περὶ τοῦ αὐτοῦ. Φίλων γὰρ ὁ Ἡρακλεώτης ἐν τῷ Πρὸς Νύμφιν περὶ θαυμασίων ἐν Σκύθαις φησὶν ὄνους γίγνεσθαι κέρατα ἔχοντας, ταῦτα δὲ τὰ κέρατα δύνασθαι τοῦτο τὸ ὕδωρ διαφέρειν· καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι ἐνεχθῆναι ὑπὸ Σωπάτρου κέρας τοιοῦτο, ὃ καὶ ἀνατεθῆναι ἐν Δελφοῖς, ἐφʼ οὗ καὶ ἐπιγεγράφθαι· Σοὶ τόδʼ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν, κάνθωνος Σκυθικοῦ, χρῆμά τι δαιμόνιον· ὃ Στυγὸς ἀχράντῳ Λουσηίδος οὐκ ἐδαμάσθη ῥεύματι, βάσταξεν δʼ ὕδατος ἠνορέην.
Ἐν ταὐτῷ.
Περὶ μὲν δὴ τῶν θεῶν εἰρήσθω τοσαῦτα. Λοιπὸν δὲ τὰ περὶ τῶν ψυχῶν ὅπως Ὅμηρος διέταξε τῶν ἐν Ἅιδου διαλαβόντες καὶ περὶ μὲν τῶν τιμωρουμένων ἀφηγησάμενοι συνάπτοιμεν ἂν τὸν λόγον ἐπὶ τὴν Στύγα, ἣν ἐπὶ τιμωρίᾳ καθʼ Ὅμηρον τῶν ἁμαρτανόντων τετάχθαι δαιμόνων ὑπειλήφαμεν. Πληρώσας γὰρ δὴ πάντα θεῶν καὶ τοῖς τόποις ἀφορίσας τὰς βασιλείας, πάλιν τῶν ψυχῶν ἃς ἀθανάτους εἶναι νενόμικε τόπους τρεῖς εἶναι ὑπείληφεν· ἕνα μὲν τὸν ἐπίγειον κατὰ τὴν οἰκουμένην ταύτην, καθʼ ἣν τὰ ζῷα καὶ οἱ ἄνθρωποι διατρίβουσιν· ἕτερον δὲ τοῖς δικαίοις ἀφωρισμένον παρὰ τὸν Ὠκεανόν, ὃν Ἠλύσιον καλεῖ πεδίον καὶ ζῶντας ἔτι εἰς αὐτόν φησιν ἐκπέμπεσθαι. δηλοῖ δὲ ἐπὶ τοῦ Μενελάου τὸ τοιοῦτο λέγων· Σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν· ἀλλά σʼ Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς· τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν, οὐ νιφετὸς οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος· ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας Ὠκεανὸς ἀνίησιν, ἀναψύχειν ἀνθρώπους. Τούτοις μὲν οὖν καὶ τὰ σώματα παρεῖναι. Τρίτον δὲ τόπον λέγει ὃν ψυχῶν τοῦ σώματος τούτου ἀπολυθεισῶν ὑπείληφεν εἶναι τὸν ἐν Ἅιδου, ταύτας δὲ εὐθὺς μὲν χωρεῖν εἰς Ἅιδου, διατρίβειν δὲ τὰς μὲν τῶν ἀτάφων ἔξω τοῦ Ἀχέροντος κατὰ τὰ ἄλση καὶ τὸν λειμῶνα τῆς Περσεφόνης, ἔσω περᾶσαι κωλυομένας· τὰς δὲ τῶν ταφέντων χωρεῖν ἐντός, εἰ μὴ εἶεν κολάσεως ἄξιαι· εἰ δὲ μή, κἂν ταφῇ τὰ σώματα, ὁμοίως εἴργεσθαι τοῦ ἔνδον. Τὰς τοίνυν ἐκτὸς μνήμης μετέχειν τῶν αὐταῖς βεβιωμένων· τὰς δὲ τὸν ποταμὸν ὑπερβαινούσας ἐπιλανθάνεσθαι τῶν λογισμῶν τῶν περὶ τὰ ἀνθρώπινα μεθείσας. Διὸ καὶ τῶν ἀδίκων ἐκτὸς εἶναι τὰ κολαστήρια διὰ τοῦ λογισμοῦ καὶ τῆς μνήμης τῶν βεβιωμένων τὰς κολάσεις ἐχόντων. Φαντασίας γὰρ λαμβάνειν τῶν δεινῶν ὅσα ἐν τῷ βίῳ δεδράκασι καὶ κολάζεσθαι, τῆς ἁμαρτίας παρεστώσης αὐτοῖς κατὰ λογισμὸν καὶ τιμωρούσης διὰ τῶν ἀφωρισμένων ταῖς ἁμαρτίαις κολάσεων, ὅθεν τὰς μέν τινας τῶν ψυχῶν λίθους βαστάζειν δοκούσας καὶ ὑπὸ τοῦ θλίβεσθαι τιμωρεῖσθαι, τὰς δὲ δίψης καὶ λιμοῦ αἰωνίου φαντασίας λαμβανούσας, τὰς δʼ ἄλλου τινὸς ὧν ἐν τῷ θνητῷ βίῳ ἐπεφρίκεσαν. Εἶναι γὰρ καὶ κριτὴν ἐκτὸς τοῦ ποταμοῦ διατρίβοντα, Μίνω, ὃν κατʼ ἀξίαν τῶν ἁμαρτημάτων κολάζειν, τοῖς μὲν τὸν ἔξω τοῦ ποταμοῦ τόπον ἀφορίσαντα ἐπὶ τὴν δίκην, τοῖς δὲ περᾶσαι τὸν ποταμὸν ἐπιτρέψαντα, ὃς ἀνάπαυσις ἦν ταῖς ψυχαῖς τῶν ἀνηνύτων κακῶν διὰ τὴν λήθην. Τιμωρεῖσθαι δὲ ἐκτὸς ὄντα καὶ τὸν Ἡρακλέα τοὺς ἀδίκους, φαντασίας φοβερὰς ἐμποιοῦντα τοῦ βάλλοντος καὶ τοξεύοντος, ὥσπερ ζῶν ἠμύνετο, ἀμυνομένου καὶ ἐν Ἅιδου τοὺς ἀξίους κολάσεως· οὐ γὰρ δὴ καὶ οὗτος τῶν κολαζομένων ἐστίν, ὡς Ἀριστάρχῳ ἐδόκει, ἀλλὰ τῶν κολαζόντων. Τῶν δʼ ἐντὸς τοῦ ποταμοῦ καὶ ἀφῃρημένων τὸν λογισμὸν τὸν ἀνθρώπινον μόνος ὁ Τειρεσίας καὶ τοῦτον ἔχει παρόντα· οἱ δὲ ἄλλοι ἀλλήλους μὲν γιγνώσκουσι κατʼ ἰδιότητα φρονήσεως ἣν ἐν Ἅιδου κέκτηνται, τοὺς δὲ ἀνθρώπους οὐκέτι· οὐδʼ ἂν φθέγξαιντο περὶ τῶν ἀνθρωπίνων τοῖς ζῶσιν ἔτι ἀνθρώποις, εἰ μὴ ἀτμοῦ μεταλάβοιεν αἵματος καὶ τούτῳ φρενωθεῖεν τὰ ἀνθρώπινα, ἃ δὴ οἱ ἔξω καὶ μὴ πιόντες τοῦ αἵματος φρονοῦσι, κατάστασιν ἔχοντες τῆς ἐξ αἱμοποσίας τῶν θνητῶν ταῖς ψυχαῖς γιγνομένης γνωρίσεως. Τειρεσίας δὲ ἔχει μὲν λογισμὸν τῶν ἀνθρωπίνων, μαντεύεται δʼ οὐδʼ αὐτὸς περὶ τῶν εἱμαρμένων τοῖς ζῶσι πρὶν πιεῖν τοῦ αἵματος. Οἴεται γὰρ καὶ Ὅμηρος, ἐν τῷ αἵματι εἶναι τοῖς ἀνθρώποις τὴν περὶ τὰ θνητὰ φρόνησιν, ἐπεὶ καὶ τῶν μετʼ αὐτὸν πολλοὶ τοῦτο πιστοῦνται δεικνύντες ὅτι καὶ ὑπερθερμανθὲν ὑπὸ πυρετοῦ καὶ χολῆς ἀφραίνειν ποιεῖ καὶ ἀνοηταίνειν. Ἐμπεδοκλῆς τε οὕτω φαίνεται ὡς ὀργάνου πρὸς σύνεσιν τοῦ αἵματος ὄντος λέγειν· αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, τῇ τε νόημα μάλιστα κυκλίσκεται ἀνθρώποισιν, αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα. Τῶν δὲ ὑπὲρ τὸν ποταμὸν διατριβουσῶν ψυχῶν πρῶται γυναῖκές εἰσι τεταγμέναι — λέγω δὲ πρώτας τὰς πλησιαζούσας τοῖς ἔξω —, ἐνδοτάτω δὲ αἱ τῶν ἀνδρῶν, καὶ λοιπὸν οἱ περὶ τὸν Ἅιδην θεοί. Διὸ καὶ πρῶται αἱ γυναῖκες πέμπονται, εἶθʼ οἱ ἄνδρες καὶ τούτων οἱ τίμιοι ὕστεροι.
Τὰ μὲν οὖν κατὰ τοὺς ἀνθρώπους οὕτως αὐτῷ διατέτακται· ὑποθέμενος δὲ τοὺς κοσμικοὺς θεούς, ὧν τὰ γένη διηριθμήκαμεν, οὐ πάντῃ ἀπαθεῖς, θεοὺς καλέσας κατὰ παλαιὰν συνήθειαν, κατʼ αὐτὸν μεγάλου δαίμονος ὄντος, ὃν καλεῖ Δία καὶ οἷον ἄρχοντος τῶν ἄχρις οὐρανοῦ φθανόντων, ὑποθέμενος οὖν τούτους, καθάπερ καὶ λέγονται, ἐμπαθεῖς καὶ διὰ τοῦτο καὶ ἐπιθυμίας μετέχοντας καὶ ὀργῆς καὶ μίσους καὶ ἔχθρας καὶ ὑφʼ εἱμαρμένην ὄντας, εἰκότως καὶ ἁμαρτάνειν οἴεται καὶ ψεύδεσθαι καὶ ὀμνύναι καὶ εὐορκεῖν ἢ τοὐναντίον τινὰς πλημμελεῖν εἰς τοὺς ὅρκους. Διὸ καὶ τούτων κολάσεις ὑποτίθεται, οὐ μέντοι ἀναμεμιγμένας τοῖς ἀνθρωπίνοις κολαστηρίοις, ἀλλʼ ἅτε μείζονας ὄντας, μείζονος καὶ τιμωρίας πειρᾶσθαι ἀδικήσαντας. Διὸ τῶν μὲν ἀνθρωπίνων ψυχῶν ἐν Ἅιδου τὰ κολαστήρια· τῶν δʼ εἰρημένων θεῶν ὑπὸ τὸν Ἅιδην ἐν τῇ Κρόνου ἐπικρατείᾳ κατὰ τὸν Τάρταρον. Διὸ καὶ τῶν Τιτάνων χῶρος οὗτος κέκληται ἀπὸ τῶν ἐν αὐτῷ τίσιν διδόντων θεῶν παρὰ τοῖς τιμωροῖς θεοῖς. Ἔνθα ὑποτίθεται καὶ τὴν Στύγα αὐτήν τε τὴν δαίμονα καὶ τὴν πηγὴν τῶν ὑδάτων αὐτῆς. Τὸν γὰρ Κωκυτὸν καὶ τὸν Τιταρήσιον Στυγὸς ἀπορροὴν εἶναι, ἀλλʼ οὐ πηγήν. Εἶναι δὲ ταύτην ἐπὶ τιμωριῶν ἀπαραίτητον ἔχουσαν δύναμιν καὶ φοβερωτάτην· καὶ ὅλως ὅπερ ἡ Ἐρινὺς ταῖς ἀδίκοις ψυχαῖς, τοῦτο τὴν Στύγα τοῖς ἀδικήσασι δαίμοσιν. Ὅτι δʼ οἱ ἄταφοι ἔξω τοῦ ποταμοῦ διατρίβουσιν εἴδωλον φέροντες τοῦ σώματος καὶ τῶν τοῦ ἀναρτημάτων σώματος, δηλοῖ τὰ τοιαῦτα· ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ εἰκυῖα, καὶ φωνήν· καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο. Εἶτα λέγει· θάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω. Εἴρηται δέ, ὅτι τὰ ἔνδον τοῦ ποταμοῦ Ἄιδα προσαγορεύει· καλεῖται δὲ καὶ τὰ ἔξω ποταμοῦ, ὡς ἐδείκνυμεν, Ἅιδου δόμοι· ἀλλʼ αὕτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄιδος δῶ. Τί οὖν πάσχουσι, φησίν· τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων, οὐδέ μέ πως μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσι. Ὅτι δὲ ὑπερβᾶσαι τὸν ποταμὸν οὔτε γνωρίζουσι τοὺς ζῶντας, οὔτε ἐξουσίαν ἔχουσι τούτοις ἐπιφαίνεσθαι, ἐὰν μὴ πεμφθῶσιν, ἐπάγει· καί μοι δὸς τὴν χεῖρʼ, ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις νίσομαι ἐξ Ἀίδαο, ἐπήν με πυρὸς λελάχητε. Φαίνεται οὖν ἡ ἄταφος μεμνημένη τῶν κατὰ τὸν βίον καὶ γλιχομένη αὐτοῦ καὶ διὰ τοῦτʼ ὀδυρομένη· οὕτω δεινὴ ἡ κόλασις τοῖς οὕτω διʼ αἰῶνος κολαζομένοις· οὕτω καὶ Ἐλπήνωρ· ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος ὕπνος. Καὶ εἰπὼν ἃ πέπονθεν ἀξιοῖ ταφῆναι, ἱκετεύων καὶ δεόμενος· νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων, μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν, νοσφισθείς, μήτοι τι θεῶν μήνιμα γένωμαι.
Ἐν ταὐτῷ.
Τὰ μὲν οὖν ἀνθρώπεια καὶ ὅλως τοὺς ζῶντας ἀγνοοῦσιν, ἀλλήλους δὲ ἴσασιν. Εἰ γὰρ μὴ τοῦτο εἶχον, πῶς ἂν ἦλθον σὺν Ἀγαμέμνονι πάντες οἱ ἅμα ἀνῃρημένοι; Πῶς δὲ συνελάλει Πάτροκλος καὶ Αἴας καὶ Ἀντίλοχος; Πῶς δʼ εἴργουσι τοὺς ἀτάφους μὴ πέραν τοῦ ποταμοῦ διελθεῖν; Λέγει δὲ· τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων. Συναποτέθειται δʼ αὐτοῖς ἅμα τῇ μνήμῃ καὶ τὰ γνωρίσματα τῶν περὶ τὸ σῶμα οἰκείων, ὃ καὶ δῆλον ὅτι διὰ φαντασίας τὰ περὶ τὸ σῶμα δείκνυσι. Διὰ γὰρ μνήμης ἡ φαντασία, ὡς Πλάτων ἐν Φιλήβῳ φησί· μνήμης δὲ ἀφῃρημένης ἦρται καὶ τὸ φαντασιούμενον, οὗ συνεκλιπόντος καὶ τὰ πάθη τὰ περὶ τὸ σῶμα τῆς ψυχῆς συνεξῆρται. Τούτων δὲ ἐκλελοιπότων καὶ ἡ κόλασις τῆς ψυχῆς πέπαυται, νοερᾶς μόνον οὔσης περὶ αὐτὴν καταστάσεως καὶ παρὰ τῷ φρονίμῳ θεῷ διατριβούσης.
Πρὸς δὲ τὰ εἰρημένα ἴσως ἄν τις ἀπορήσειε, πῶς, εἰ μὴ ἀλλήλας ἀγνοοῦσιν, ἔφη· ταὶ δὲ σκιαὶ ἀίσσουσι. Πρὸς ὃ ῥητέον, ὅτι σκιαὶ ἀίσσουσι πρὸς τούτους ὧν καὶ τὴν μνήμην ἀφῄρηνται. Πρὸς οὖν τὰ θνητά εἰσι σκιαὶ διὰ τὴν ἀσωματίαν καὶ ἀμνημοσύνην αὐτῶν, ὥς που καὶ πρὸς τὴν παχύτητα τοῦ σώματος ἡ ψυχὴ παραβαλλομένη καπνῷ ὡμοίωται· ψυχὴ δʼ ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα. Εἰ δὴ τοῖς οἰκείοις ἐντυγχάνοντες οὔτε ὁρῶσιν αὐτοὺς οὔτε προσδιαλέγονται, ἀνενέργητοι δέ εἰσιν αἰσθητικὴν ἐνέργειαν, πρὸς αὐτοὺς ἐοικότες εἶεν ἂν ταῖς σκιαῖς· ἡ γοῦν Ἀντίκλεια ἣ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδὲ ὃν υἱὸν ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. Τὸ δʼ αἷμα, ὡς ἔφημεν, ὁλκὸν Ὅμηρος ἡγεῖται τῆς φανταστικῆς καὶ μνημονικῆς ψυχῆς, ἧς καὶ ὁ λογισμός, συναγερμὸς ὢν μνήμης διὰ φαντασιῶν εἰς τὰ καθόλου κρίματα κεφαλαιουμένης. Ἄλλο δʼ ἦν τὸ διανοητικόν, εἰς ὃ ἀνατρέχει ἡ ψυχὴ ἔσω τοῦ Ἀχέροντος γενομένη, ὃν Κωκυτὸς πληροῖ καὶ Πυριφλεγέθων, ἐκ πέτρας ῥέοντες καὶ Στυγείων φόβων ἀπόρροιαι. Ἀποστέλλονται δὲ εἰς τοὺς ἀτμοὺς τοῦ αἵματος ὑπὸ Περσεφόνης· ἀδύνατον γὰρ ἐλθεῖν χωρὶς τοῦ πεμφθῆναι πρὸς τῶν ἐφεστώτων. Διὸ καὶ ἐπεύχεται ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ. Ἣ δὲ ἀποστέλλει πρώτας τὰς γυναῖκας, ὡς ἂν πλησίον οἰκούσας τοῦ Ἀχέροντος καὶ ἡττωμένας τῶν ἀνδρικῶν ψυχῶν. Αἱ γὰρ δὴ τῶν ἀνδρῶν ἐν τῷ ἀκραιφνεῖ σκότῳ διάγουσι, πόρρω τοῦ ποταμοῦ καὶ τῶν κολαζομένων οὖσαι. Ὧν πάντων πολλῆς θεοσοφίας γεμόντων ἡμεῖς ἐπιτρέχομεν, διὰ τὸ μὴ νῦν περὶ τούτων εἶναι τὴν πρόθεσιν, χάριν δὲ καὶ τῆς κατὰ τὴν Στύγα ἐξηγήσεως ἀναγκαίως παρειλῆφθαι.
Πορφυρίου ἐκ τῶν πρὸς τὰ νοητὰ ἀφορμῶν.
Ὥσπερ τὸ ἐπὶ γῆς εἶναι ψυχῇ ἐστι, οὐ τὸ γῆς ἐπιβαίνειν ὡς τὰ σώματα, τὸ δὲ προεστάναι σώματος ὃ γῆς ἐπιβαίνει, οὕτω καὶ ἐν Ἅιδου εἶναί ἐστι ψυχῇ, ὅταν προεστήκῃ εἰδώλου φύσιν μὲν ἔχοντος εἶναι ἐν τόπῳ, σκοτεινὴν δὲ τὴν ὑπόστασιν κεκτημένου· ὥστʼ ἐπεὶ ὁ Ἅιδης ὑπόγειός ἐστι τόπος σκοτεινός, ἡ ψυχὴ καίπερ οὐκ ἀποσπωμένη τοῦ ὄντος ἐν Ἅιδου γίγνεται ἐφελκομένη τὸ εἴδωλον. Ἐξελθούσῃ γὰρ αὐτῇ τοῦ στερεοῦ σώματος τὸ πνεῦμα συνομαρτεῖ, ὃ ἐκ τῶν σφαιρῶν συνελέξατο. Ἐκ δὲ τῆς πρὸς τὸ σῶμα προσπαθείας τὸν λόγον ἔχουσα τὸν μερικὸν προβεβλημένον, καθʼ ὃν σχέσιν ἔσχε πρὸς τὸ ποιὸν σῶμα ἐν τῷ βιοῦν, ἐκ τῆς προσπαθείας ἐναπομόργνυται τύπος τῆς φαντασίας εἰς τὸ πνεῦμα καὶ οὕτως ἐφέλκεται τὸ εἴδωλον. Ἐν Ἅιδου δὲ λέγεται, ὅτι τῆς ἀειδοῦς φύσεως ἐτύγχανε τὸ πνεῦμα καὶ σκοτεινῆς.
Ἐπεὶ δὲ διήκει τὸ βαρὺ πνεῦμα καὶ ἔνυγρον ἄχρι τῶν ὑπογείων τόπων, οὕτω καὶ αὕτη λέγεται χωρεῖν ὑπὸ γῆν· οὐχ ὅτι ἡ ἄυλος οὐσία μεταβαίνει τόπους καὶ ἐν τόποις γίγνεται, ἀλλʼ ὅτι τῶν πεφυκότων σωμάτων τόπους μεταβαίνειν καὶ εἰληχέναι τόπου σχέσεις ἀναδέχεται, δεχομένων αὐτὴν κατὰ τὰς ἐπιτηδειότητας τῶν τοιούτων σωμάτων ἐκ τῆς κατʼ αὐτὴν ποιᾶς διαθέσεως· ὡς γὰρ ἂν διατεθῇ, εὑρίσκει σῶμα τάξει καὶ τοῖς οἰκείοις διωρισμένον. Διὸ καθαρώτερον μὲν διακειμένῃ σύμφυτον τὸ ἐγγὺς τοῦ ἀύλου σῶμα, ὅπερ ἐστὶ τὸ αἰθέριον· προελθούσῃ δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές· θηλυνθείσῃ δὲ καὶ παθαινομένῃ πρὸς τὸ εἶδος παράκειται τὸ σεληνοειδές· πεσούσης δὲ εἰς σώματα, ὅταν κατὰ τὸ αὐτῆς ἄμορφον στῇ εἶδος ἐξ ὑγρῶν ἀναθυμιάσεων συνεστηκότα, ἄγνοια ἕπεται τοῦ ὄντος τελεία καὶ σκότωσις καὶ νηπιότης. Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἔτι κατὰ τὴν δίυγρον ἀναθυμίασιν τὸ πνεῦμα ἔχουσα τεθολωμένον, σκιὰν ἐφέλκεται καὶ βαρεῖται, χωρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος εἰς μυχὸν τῆς γῆς φύσει, ἂν μὴ ἄλλη τις αὐτὸ αἰτία ἀνθέλκῃ. Ὥσπερ οὖν τὸ γεῶδες ὄστρεον περικειμένῃ ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα ἐφελκομένῃ εἴδωλον περικεῖσθαι ἀνάγκη. Ὑγρὸν δὲ ἐφέλκεται, ὅταν συνεχῶς μελετήσῃ ὁμιλεῖν τῇ φύσει, ἧς ἐν ὑγρῷ τὸ ἔργον καὶ ὑπόγειον μᾶλλον. Ὅταν δὲ μελετήσῃ ἀφίστασθαι φύσεως, αὐγὴ ξηρὰ γίγνεται, ἄσκιος καὶ ἀνέφελος. Ὑγρότης γὰρ ἐν ἀέρι νέφος συνίστησι· ξηρότης δὲ ἀπὸ τῆς ἀτμίδος αὐγὴν ξηρὰν ὑφίστησιν.
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Ἐγὼ γάρ, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης, εἰ μὲν μὴ ᾤμην ἥξειν πρῶτον μὲν παρὰ θεοὺς ἄλλους σοφούς τε καὶ ἀγαθούς, ἔπειτα παρʼ ἀνθρώπους τετελευτηκότας ἀμείνους τῶν ἐνθάδε, ἠδίκουν ἂν οὐκ ἀγανακτῶν τῷ θανάτῳ· νῦν δέ, εὖ ἴστε, παρʼ ἄνδρας τε ἐλπίζω ἀφίξεσθαι ἀγαθούς· καὶ τοῦτο μὲν οὐκ ἂν πάνυ διισχυρισαίμην· τὸ μέντοι παρὰ θεοὺς δεσπότας πάνυ ἀγαθοὺς ἥξειν, εὖ ἴστε ὅτι, εἴπερ τι ἄλλο τῶν τοιούτων, διισχυρισαίμην ἂν καὶ τοῦτο. Ὥστε διὰ ταῦτα οὐχ ὁμοίως ἀγανακτῶ, ἀλλὰ εὔελπίς εἰμι, εἶναί τι τοῖς τετελευτηκόσι· καί, ὥσπερ γε καὶ πάλαι λέγεται, πολὺ ἄμεινον τοῖς ἀγαθοῖς ἢ τοῖς κακοῖς.
Ἐν ταὐτῷ.
Ἡ δὲ ψυχὴ ἄρα, τὸ ἀειδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία, ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει· ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ καὶ συνηθροισμένη αὐτὴ εἰς αὑτήν, ἅτε μελετῶσα ἀεὶ τοῦτο, τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως· ἢ οὐ τοῦτʼ ἂν εἴη ἡ μελέτη θανάτου; — Παντάπασί γε. — Οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸ λοιπὸν μετὰ θεῶν διάγουσα; Οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως; — Οὕτω νὴ Διʼ, ἔφη ὁ Κέβης. — Ἐὰν δέ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε τῷ σώματι ἀεὶ ξυνοῦσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρῶσα καὶ γεγοητευμένη ὑπʼ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλʼ ἢ τὸ σωματοειδές, οὗ τις ἂν ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀειδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετόν, τοῦτο δὲ εἰθισμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν, οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθʼ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι; — Οὐδʼ ὁπωστιοῦν, ἔφη. — Ἀλλὰ διειλημμένην γε οἶμαι ὑπὸ τοῦ σωματοειδοῦς, ὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ σώματος διὰ τὸ ἀεὶ ξυνεῖναι καὶ διὰ τὴν πολλὴν μελέτην ἐνεποίησε ξύμφυτον; — Πάνυ γε. — Ἐμβριθὲς δέ γε, ὦ φίλε, τοῦτο οἴεσθαι χρὴ εἶναι καὶ βαρὺ καὶ γεῶδες καὶ ὁρατόν· ὃ δὴ καὶ ἔχουσα ἡ τοιαύτη ψυχὴ βαρύνεταί τε καὶ ἕλκεται πάλιν εἰς τὸν ὁρατὸν τόπον, φόβῳ τοῦ ἀειδοῦς τε καὶ Ἅιδου, ὥσπερ λέγεται, περὶ τὰ μνήματά τε καὶ τοὺς τάφους κυλινδουμένη, περὶ ἃ δὴ καὶ ὤφθη ἄττα ψυχῶν σκιοειδῆ φάσματα, οἷα περιέχονται αἱ τοιαῦται ψυχαὶ εἴδωλα, αἱ μὴ καθαρῶς ἀπολυθεῖσαι ἀλλὰ τοῦ ὁρατοῦ μετέχουσαι· διὸ καὶ ὁρῶνται. — Εἰκός γε, ὦ Σώκρατες. — Εἰκὸς μέντοι, ὦ Κέβης· καὶ οὔ τί γε τὰς τῶν ἀγαθῶν ταύτας εἶναι, ἀλλὰ τὰς τῶν φαύλων, αἳ περὶ τὰ τοιαῦτα ἀναγκάζονται πλανᾶσθαι δίκην τίνουσαι τῆς προτέρας τροφῆς κακῆς οὔσης· καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ ξυνεπακολουθοῦντος τοῦ σωματοειδοῦς ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. Ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τοιαῦτα ἤθη ὁποῖα ἄττʼ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν τῷ βίῳ. — Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; — Οἷον τοὺς μὲν γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι· ἢ οὐκ οἴει; — Πάνυ μὲν οὖν εἰκὸς λέγεις. — Τοὺς δέ γε ἀδικίας τε καὶ τυραννίδας καὶ ἔρεις πάσας προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσέ φαμεν τὰς τοιαύτας ἰέναι; — Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. — Οὐκοῦν, ἦ δʼ ὅς, δῆλα δὴ καὶ τὰ ἄλλα, οἷ ἂν ἕκαστα ἴοι κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης; — Δῆλον δή, ἔφη· πῶς δʼ οὔ; — Οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικήν τε καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες ἣν δὴ καλοῦσι σωφροσύνην καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; — Πῇ δὴ εὐδαιμονέστατοι; — Ὅτι τούτους εἰκός ἐστιν εἰς τὸ τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤ που μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, ἢ καὶ εἰς ταὐτόν γε πάλιν τὸ ἀνθρώπινον γένος, καὶ γίγνεσθαι ἐξ αὐτῶν ἄνδρας μετρίους. — Εἰκός. — Εἰς δέ γε θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἄλλῳ ἢ τῷ φιλομαθεῖ.
Ἐν ταὐτῷ.
Ἀλλὰ τό γʼ ἔφη, ὦ ἄνδρες, δίκαιον διανοηθῆναι ὅτι, εἴπερ ἡ ψυχὴ ἀθάνατος, ἐπιμελείας δὴ δεῖται, οὐχ ὑπὲρ τοῦ χρόνου τούτου μόνον, ἐν ᾧ καλοῦμεν τὸ ζῆν, ἀλλʼ ὑπὲρ τοῦ παντός, καὶ ὁ κίνδυνος νῦν δὴ καὶ δόξειεν ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει. Εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς· νῦν δέ, ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν εἴη αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι. Οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς Ἅιδου ἡ ψυχὴ ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς, ἃ δὴ καὶ λέγεται μέγιστα ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ τῆς ἐκεῖσε πορείας. Λέγεται δὲ οὕτως, ὡς ἄρα τελευτήσαντα ἕκαστον ὁ ἑκάστου δαίμων ὥσπερ ζῶντα εἰλήχει, οὕτως ἄγειν ἐπιχειρεῖ εἰς δή τινα τόπον, οἷ δεῖ τοὺς συλλεγέντας διαδικασαμένους εἰς Ἅιδου πορεύεσθαι μετὰ ἡγεμόνος ἐκείνου ᾧ δὴ προστέτακται τοὺς ἐνθένδε ἐκεῖσε πορεῦσαι· τυχόντας δὲ ἐκεῖ ὧν δεῖ τυχεῖν καὶ μείναντας ὃν χρὴ χρόνον ἄλλος δεῦρο πάλιν ἡγεμὼν κομίζει ἐν πολλαῖς χρόνου καὶ μακραῖς περιόδοις. Ἔστι δὲ ἄρα ἡ πορεία οὐχ ὡς ὁ Αἰσχύλου Τήλεφος λέγει· ἐκεῖνος μὲν γὰρ ἁπλῆν οἶμόν φησιν εἰς Ἅιδου φέρειν, ἣ δʼ οὔτε ἁπλῆ οὔτε μία φαίνεταί μοι εἶναι. Οὐδὲν γὰρ ἂν ἡγεμόνων ἔδει· οὐ γάρ πού τις ἂν ἁμάρτοι οὐδαμόσε μιᾶς οὔσης ὁδοῦ. Νῦν δὲ ἔοικε σχίσεις τε καὶ περιόδους πολλὰς ἔχειν· ἀπὸ τῶν θυσιῶν τε καὶ νομίμων τῶν ἐνθάδε τεκμαιρόμενος λέγω. Ἡ μὲν οὖν κοσμία τε καὶ φρόνιμος ψυχὴ ἕπεταί τε καὶ οὐκ ἀγνοεῖ τὰ παρόντα· ἡ δʼ ἐπιθυμητικῶς τοῦ σώματος ἔχουσα, ὅπερ ἐν τῷ ἔμπροσθεν εἶπον, περὶ ἐκεῖνο πολὺν χρόνον ἐπτοημένη καὶ περὶ τὸν ὁρατὸν τόπον, ἄλλα ἀντιτείνασα καὶ πολλὰ παθοῦσα, βίᾳ καὶ μόλις ὑπὸ τοῦ προστεταγμένου δαίμονος οἴχεται ἀγομένη. Ἀφικομένην δὲ ὅθι περ ἄλλαι, τὴν μὲν ἀκάθαρτον καί τι πεποιηκυῖαν τοιοῦτον, ἢ φόνων ἀδίκων ἡμμένην ἢ ἄλλʼ ἄττα τοιαῦτα εἰργασμένην, ἃ τούτων ἀδελφά τε καὶ ἀδελφῶν ψυχῶν ἔργα τυγχάνει ὄντα, ταύτην μὲν ἅπας φεύγει τε καὶ ὑποκρύπτεται καὶ οὔτε ξυνέμπορος οὔτε ἡγεμὼν ἐθέλει γίγνεσθαι· αὕτη δὲ πλανᾶται ἐν πάσῃ ἐχομένη ἀπορίᾳ, ἕως ἂν δή τινες χρόνοι γένωνται, ὧν ἐλθόντων ὑπʼ ἀνάγκης φέρεται εἰς τὴν αὐτῇ πρέπουσαν οἴκησιν· ἡ δὲ καθαρῶς τε καὶ μετρίως τὸν βίον διεξελθοῦσα καὶ ξυνεμπόρων καὶ ἡγεμόνων θεῶν τυχοῦσα ᾤκησε τὸν αὐτῇ ἑκάστη τόπον προσήκοντα. Εἰσὶ δὲ πολλοὶ καὶ θαυμαστοὶ τῆς γῆς τόποι· καὶ αὕτη οὔτε οἵα οὔτε ὅση δοξάζεται ὑπὸ τῶν περὶ γῆς εἰωθότων λέγειν, ὡς ἐγὼ ὑπὸ τινος πέπεισμαι. — Καὶ ὁ Σιμμίας, Πῶς ταῦτα, ἔφη, λέγεις, ὦ Σώκρατες; περὶ γάρ τοι γῆς καὶ αὐτὸς πολλὰ δὴ ἀκήκοα, οὐ μέντοι ταῦτα ἅ σε πείθει· ἡδέως οὖν ἂν ἀκούσαιμι. — Ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ τε ἐστίν· ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην, καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδʼ ἂν οἷός τε εἴην, ἅμα δέ, εἰ καὶ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει οὐκ ἐξαρκεῖν. Τὴν μέντοι ἰδέαν τῆς γῆς, οἵαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με λέγειν κωλύει. — Ἀλλʼ, ἔφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ. — Πέπεισμαι τοίνυν, ἦ δʼ ὅς, ἐγώ, ὡς πρῶτον μὲν γῆ ἐστιν ἐν μέσῳ τοῦ οὐρανοῦ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλʼ ἱκανὴν εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ αὑτῷ πάντῃ καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδʼ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δʼ ἔχον ἀκλινὲς μένει. Πρῶτον μέν, ἦ δʼ ὅς, τοῦτο πέπεισμαι. — Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. — Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό· καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν μικρῷ τινι μορίῳ, ὥσπερ ἐπὶ τέλμα μύρμηκας ἢ βατράχους, περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖς τοιούτοις τόποις οἰκεῖν. Εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν περὶ ταῦτʼ εἰωθότων λέγειν· οὗ δὴ ὑποστάθμην ταῦτα εἶναι καὶ ξυρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. Ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτο ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσον καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦ ἑωρακότος. Ταὐτὸν δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι· οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα· τὸ δὲ εἶναι ταὐτόν, ὑπʼ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπʼ ἔσχατον ἀέρα· ἐπεί, εἴ τις αὐτοῦ ἐπʼ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καί, εἰ ἡ φύσις ἱκανὴ ἦν ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ. Ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπας ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶ καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης· καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον, ὡς ἔπος εἰπεῖν, οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν ἡ γῆ ᾖ· καὶ πρὸς τὰ παρʼ ἡμῖν κάλλη κρίνεσθαι οὐδʼ ὁπωστιοῦν ἄξια· ἐκεῖνα δὲ αὖ τῶν παρʼ ἡμῖν πολὺ ἂν ἔτι πλέον φανείη διαφέρειν. Εἰ γὰρ δεῖ καὶ μῦθον λέγειν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. — Ἀλλὰ μήν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν. — Λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὕτη ἰδεῖν, ἥ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα, οἷς δὴ οἱ γραφεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων· τὴν μὲν γὰρ ἁλουργῆ εἶναι καὶ θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου ἢ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν. Καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς ὕδατός τε καὶ ἀέρος ἔκπλεα ὄντα, χρώματός τι εἶδος παρὰ τὸ εἶδος παρέχεται στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος ξυνεχὲς ποικίλον φαντάζεσθαι. Ἐν δὲ τοιαύτῃ οὔσῃ τοιαῦτα ἀνάλογον τὰ φυόμενα φύεσθαι, δένδρα τε καὶ ἄνθη καὶ τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν ἀνὰ τὸν αὐτὸν λόγον τὴν τελειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα· ἐκεῖ δὲ οὐδὲν ὃ μὴ τοιοῦτον εἶναι καὶ ἔτι τούτων καλλίω. Τὸ δʼ αἴτιον τούτου εἶναι, ὅτι ἐκεῖνοι οἱ λίθοι καθαροί εἰσι καὶ οὐ κατεδηδομένοι οὔτε διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης ὑπὸ τῶν δεῦρο ξυνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει. Τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. Ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ πλήθει καὶ μεγάλα καὶ πολλαχοῦ τῆς γῆς ὥστε αὐτὴν ἰδεῖν εἶναι θέαμα εὐδαιμόνων. Ζῷα δʼ ἐπʼ αὐτῆς εἶναι ἄλλα τε πολλὰ καὶ ἀνθρώπους, τοὺς μὲν ἐν μεσογαίᾳ οἰκοῦντας, τοὺς δὲ περὶ τὸν ἀέρα, ὥσπερ ἡμεῖς περὶ τὴν θάλατταν, τοὺς δὲ ἐν νήσοις ἃς περιρρεῖν τὸν ἀέρα πρὸς τῇ ἠπείρῳ οὔσας, καὶ ἑνὶ λόγῳ, ὅπερ ἡμῖν τὸ ὕδωρ καὶ ἡ θάλαττά ἐστι πρὸς τὴν ἡμετέραν χρείαν, τοῦτο ἐκεῖ τὸν ἀέρα, ὃ δὲ ἡμῖν ἀήρ, ἐκείνοις τὸν αἰθέρα. Τὰς δὲ ὥρας αὐτοῖς κρᾶσιν ἔχειν τοιαύτην, ὥστε ἐκείνους ἀνόσους εἶναι καὶ χρόνον τε ζῆν πολὺ πλείω τῶν ἐνθάδε, καὶ ὄψει καὶ ἀκοῇ καὶ φρονήσει καὶ πᾶσι τοῖς τοιούτοις ἡμῶν ἀφεστάναι τῇ αὐτῇ ἀποστάσει, ᾗπερ ἀήρ τε ὕδατος ἀφέστηκε καὶ αἰθὴρ ἀέρος πρὸς καθαρότητα. Καὶ δὴ καὶ θεῶν ἄλση τε καὶ ἱερὰ αὐτοῖς εἶναι, ἐν οἷς τῷ ὄντι οἰκητὰς θεοὺς εἶναι, καὶ φήμας καὶ μαντείας καὶ αἰσθήσεις τῶν θεῶν καὶ τοιαύτας συνουσίας γίγνεσθαι αὐτοῖς πρὸς αὐτούς· καὶ τόν γε ἥλιον καὶ σελήνην καὶ ἄστρα ὁρᾶσθαι ὑπʼ αὐτῶν οἷα τυγχάνει ὄντα, καὶ τὴν ἄλλην εὐδαιμονίαν τούτων ἀκόλουθον εἶναι. Καὶ ὅλην μὲν δὴ τὴν γῆν οὕτω πεφυκέναι καὶ τὰ περὶ τὴν γῆν· τόπους δὲ ἐν αὐτῇ εἶναι κατὰ τὰ ἔγκοιλα αὐτῆς κύκλῳ περὶ ὅλην πολλούς, τοὺς μὲν βαθυτέρους καὶ ἀναπεπταμένους μᾶλλον ἢ ἐν ᾧ ἡμεῖς οἰκοῦμεν, τοὺς δὲ βαθυτέρους ὄντας τὸ χάσμα αὐτοὺς ἔλαττον ἔχειν τοῦ παρʼ ἡμῖν τόπου, ἔστι δʼ οὓς καὶ βραχυτέρους τῷ βάθει τοῦ ἐνθάδε εἶναι καὶ πλατυτέρους· τούτους δὲ πάντας ὑπὸ γῆν εἰς ἀλλήλους συντετρῆσθαί τε πολλαχῇ, καὶ κατὰ στενώτερα καὶ εὐρύτερα, καὶ διεξόδους ἔχειν· ᾗ πολὺ μὲν ὕδωρ ῥεῖν ἐξ ἀλλήλων εἰς ἀλλήλους ὥσπερ εἰς κρατῆρας, καὶ ἀεννάων ποταμῶν ἀμήχανα μεγέθη ὑπὸ τὴν γῆν καὶ θερμῶν ὑδάτων καὶ ψυχρῶν· πολὺ δὲ πῦρ καὶ πυρὸς μεγάλους ποταμούς, πολλὰ δὲ ὑγροῦ πηλοῦ καὶ καθαρωτέρου καὶ βορβορωδεστέρου, ὥσπερ ἐν Σικελίᾳ οἱ πρὸ τοῦ ῥύακος πηλοῦ ῥέοντες ποταμοὶ καὶ αὐτὸς ὁ ῥύαξ, ὧν δὴ καὶ ἑκάστους τόπους πληροῦσθαι, ὡς ἂν ἑκάστοις τύχῃ ἑκάστοτε περιρροὴ γιγνομένη. Ταῦτα δὲ πάντα κινεῖν ἄνω καὶ κάτω ὥσπερ αἰώραν τινὰ ἐνοῦσαν ἐν τῇ γῇ· ἔστι δὲ αὕτη ἡ αἰώρα διὰ φύσιν τοιάνδε τινά. Ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον διʼ ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτό·
τῆλε μάλʼ ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον·ὃ καὶ ἄλλοθι καὶ ἐκεῖνος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν Τάρταρον κεκλήκασιν. Εἰς γὰρ τοῦτο τὸ χάσμα συρρέουσί τε πάντες οἱ ποταμοὶ καὶ ἐκ τούτου πάλιν πάντες ἐκρέουσι· γίγνονται δʼ ἕκαστοι τοιοῦτοι διʼ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν. Ἡ δὲ αἰτία ἐστὶ τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο. Αἰωρεῖται δὲ καὶ κυμαίνει ἄνω καὶ κάτω, καὶ ὁ ἀὴρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸν ταὐτὸν ποιεῖ· ξυνέπεται γὰρ αὐτὸ καὶ ὅταν εἰς τὸ ἐπέκεινα τῆς γῆς ὁρμήσῃ καὶ ὅταν εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ ἐπὶ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ τὸ πνεῦμα ῥέον, οὕτω καὶ ἐκεῖ ξυναιωρουμένων τῷ ὑγρῷ τὸ πνεῦμα δεινούς τινας ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ εἰσιὸν καὶ ἐξιόν. Ὅταν δὲ οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω καλούμενον, τοῖς κατʼ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς εἰσρεῖ καὶ πληροῖ αὐτὰ ὥσπερ ἐπαντλοῦντες· ὅταν τε αὖ ἐκεῖθεν ἀπολίπῃ, δεῦρο δὴ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὖθις, τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἑκάστοις ὁδοποιεῖται, θάλαττάν τε καὶ λίμνας καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ· ἐντεῦθεν δὲ πάλιν κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν Τάρταρον ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω ἢ ἐπηντλεῖτο, τὰ δὲ ὀλίγον· πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐκροῆς. Καὶ ἔνια μὲν καταντικρὺ ᾗ ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος· ἔστι δὲ ἃ παντάπασι κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει. Δυνατὸν δʼ ἐστὶν ἑκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δʼ οὔ· ἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος. Τὰ μὲν δὴ ἄλλα πολλά τε καὶ μεγάλα καὶ παντοδαπὰ ῥεύματά ἐστι· τυγχάνει δὲ ἄρα ὄντα ἐν τούτοις τοῖς πολλοῖς τέτταρα ῥεύματα, ὧν τὸ μὲν μέγιστον καὶ ἐξωτάτω ῥέον τὰ περὶ κύκλῳ ὁ καλούμενος Ὠκεανός ἐστι, τούτου δὲ καταντικρὺ καὶ ἐναντίως ῥέων Ἀχέρων, ὃς διʼ ἐρήμων τε τόπων ῥεῖ ἄλλων καὶ δὴ καὶ ὑπὸ γῆν ῥέων εἰς τὴν λίμνην ἀφικνεῖται τὴν Ἀχερουσιάδα οὗ αἱ τῶν τετελευτηκότων ψυχαὶ τῶν πολλῶν ἀφικνοῦνται καί τινας εἱμαρμένους χρόνους μείνασαι, αἱ μὲν μακροτέρους, αἱ δὲ βραχυτέρους, πάλιν ἐκπέμπονται εἰς τὰς τῶν ζῴων γενέσεις. Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς παρʼ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δὲ τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ παρʼ ἔσχατα τῆς Ἀχερουσίας λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι· περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου· οὗτος δʼ ἐστὶν ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν ὅπῃ ἂν τύχωσι τῆς γῆς. Τούτου δʼ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα ἔχοντα ὅλον οἷον ὁ κυανός, ὃν δὴ ἐπονομάζουσι Στύγιον, καὶ τὴν λίμνην ποιεῖ ὁ ποταμὸς ἐμβάλλων, Στύγα· ὁ δʼ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος χωρεῖ ἐναντίως τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας· καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίως τῷ Πυριφλεγέθοντι· ὄνομα δὲ τούτῳ ἐστίν, ὡς οἱ ποιηταὶ λέγουσι, Κωκυτός. Τούτων δὲ οὕτω πεφυκότων, ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, πρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως βιώσαντες καὶ οἱ μή. Καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκησε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος· οἳ δʼ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξεργασάμενοι, ἢ ἄλλʼ ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν. Οἳ δʼ ἂν ἰάσιμα μὲν μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα ὑπʼ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δὲ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ ῥεῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας καὶ μητραλοίας κατὰ τὸν Πυριφλεγέθοντα· ἐπειδὰν δὲ φερόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν, καλέσαντες δὲ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἀποβαίνουσι καὶ λήγουσι τῶν κακῶν, εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν Τάρταρον καὶ ἐκεῖθεν πάλιν εἰς τοὺς ποταμούς· καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται, πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν. αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη. Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. Ἀλλὰ τούτων μὲν χρὴ ἕνεκα ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη. Τὸ μὲν οὖν ταῦτα διισχυρίσασθαι οὕτως ἔχειν, ὡς ἐγὼ διελήλυθα, οὐ πρέπει νοῦν ἔχοντι ἀνδρί· ὅτι μέντοι ἢ ταῦτά ἐστιν ἢ τοιαῦτʼ ἄττα περὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰς οἰκήσεις, ἐπείπερ ἀθάνατος ἡ ψυχὴ φαίνεται οὖσα, τοῦτο καὶ πρέπειν μοι δοκεῖ καὶ ἄξιον κινδυνεῦσαι οἰομένῳ οὕτως ἔχειν· καλὸς γὰρ ὁ κίνδυνος· καὶ χρὴ τὰ τοιαῦτα ὥσπερ ἐπᾴδειν ἑαυτῷ.
Πορφυρίου.
Ἡ δὲ τῆς ψυχῆς διαμονὴ καὶ ἀιδιότης ἐν τοῖς μάλιστα τῶν Πυθαγόρου δογμάτων γνώριμόν ἐστι πᾶσι καὶ περιβόητον, ὅνγε πρὸς τὸν εἰπόντα δόξαι κατὰ τοὺς ὕπνους ἰδεῖν τεθνεῶτα τὸν πατέρα, φασὶν εἰπεῖν, «οὐκ ἔδοξας, ἀλλʼ εἶδες»· τῶν δὲ παραγγελμάτων ἓν εἶναι «συνδεῖν ὁσημέραι τὸ στρωματόδεσμον», ὡς ἀποδημίαν οὖσαν τὴν τελευτὴν καὶ δεῖν ἀεὶ συνεσκευασμένους ἡμᾶς τὸν καιρὸν περιμένειν τῆς ἐκεῖσε πορείας· τὸν δὲ ἀναιροῦντα δικαίως πρὸς τὸ ἀποθνῆσκον τοῦτον τὸν λόγον ἔχειν, ὃν ὁ γεννῶν ἔχει πρὸς τὸ γεννώμενον. Ἑκατέραν γὰρ εἶναι τῆς ψυχῆς μεταβολήν, τὴν μὲν εἰς σῶμα γένεσιν, τὴν δὲ ἀπὸ σώματος θάνατον προσαγορευομένην.
Τοῦ αὐτοῦ.
Τὰ δὲ παρʼ Ὁμήρου περὶ τῆς Κίρκης λεγόμενα θαυμαστὴν ἔχει τῶν περὶ ψυχὴν θεωρίαν. Λέγεται γὰρ οὕτως· οἳ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας· αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. Ἔστι τοίνυν ὁ μῦθος αἴνιγμα τῶν περὶ ψυχῆς ὑπό τε Πυθαγόρου λεγομένων καὶ Πλάτωνος, ὡς ἄφθαρτος οὖσα τὴν φύσιν καὶ ἀίδιος, οὔ τι μὴν ἀπαθὴς οὐδὲ ἀμετάβλητος, ἐν ταῖς λεγομέναις φθοραῖς καὶ τελευταῖς μεταβολὴν ἴσχει καὶ μετακόσμησιν εἰς ἕτερα σωμάτων εἴδη, καθʼ ἡδονὴν διώκουσα τὸ πρόσφορον καὶ οἰκεῖον ὁμοιότητι καὶ συνηθείᾳ βίου διαίτης. Ἔνθα δῆλον τὸ μετὰ παιδείας ἑκάστῳ καὶ φιλοσοφίας ὄφελος, ἂν μνημονεύουσα τῶν καλῶν ἡ ψυχὴ καὶ δυσχεραίνουσα τὰς αἰσχρὰς καὶ παρανόμους ἡδονὰς δύνηται κρατεῖν καὶ προσέχειν αὑτῆ καὶ φυλάττειν, μὴ λάθῃ θηρίον γενομένη καὶ στέρξασα σώματος οὐκ εὐφυοῦς οὐδὲ καθαροῦ πρὸς ἀρετήν, φύσιν ἄμουσον καὶ ἄλογον καὶ τὸ ἐπιθυμοῦν καὶ θυμούμενον μᾶλλον ἢ τὸ φρόνιμον αὔξοντος καὶ τρέφοντος. Αὐτῆς γὰρ τῆς μετακοσμήσεως εἱμαρμένη καὶ φύσις ὑπὸ Ἐμπεδοκλέους δαίμων ἀνηγόρευται, «σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι,» καὶ μεταμπίσχουσα τὰς ψυχάς. Ὅμηρος δὲ τὴν ἐν κύκλῳ περίοδον καὶ περιφορὰν παλιγγενεσίας Κίρκην προσηγόρευκεν, Ἡλίου παῖδα τοῦ πᾶσαν φθορὰν γενέσει καὶ γένεσιν αὖ πάλιν φθορᾷ συνάπτοντος ἀεὶ καὶ συνείροντος. Αἰαίη δὲ νῆσος ἡ δεχομένη τὸν ἀποθνήσκοντα μοῖρα καὶ χώρα τοῦ περιέχοντος, εἰς ἣν ἐμπεσοῦσαι πρῶτον αἱ ψυχαὶ πλανῶνται καὶ ξενοπαθοῦσι καὶ ὀλοφύρονται καὶ οὐκ ἴσασιν, «ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν». Ποθοῦσαι δὲ καθʼ ἡδονὰς τὴν συνήθη καὶ σύντροφον ἐν σαρκὶ καὶ μετὰ σαρκὸς δίαιταν ἐμπίπτουσιν αὖθις εἰς τὸν κυκεῶνα τῆς γενέσεως μιγνύσης εἰς τὸ αὐτὸ καὶ κυκώσης ὡς ἀληθῶς ἀίδια καὶ θνητὰ καὶ φρόνιμα καὶ παθητὰ καὶ ὀλύμπια καὶ γηγενῆ, θελγόμεναι καὶ μαλασσόμεναι ταῖς ἀγούσαις αὖθις ἐπὶ τὴν γένεσιν ἡδοναῖς, ἐν ᾧ δὴ μάλιστα πολλῆς μὲν εὐτυχίας αἱ ψυχαὶ δέονται πολλῆς δὲ σωφροσύνης, ὅπως μὴ τοῖς κακίστοις ἐπισπόμεναι καὶ συνενδοῦσαι μέρεσιν ἢ πάθεσιν αὑτῶν κακοδαίμονα καὶ θηριώδη βίον ἀμείψωσιν. Ἡ γὰρ λεγομένη καὶ νομιζομένη τῶν ἐν Ἅιδου τρίοδος ἐνταῦθά που τέτακται περὶ τὰ τῆς ψυχῆς σχιζόμενα μέρη, τὸ λογιστικὸν καὶ θυμοειδὲς καὶ ἐπιθυμητικόν, ὧν ἕκαστον ἀρχὴν ἐξ ἑαυτοῦ καὶ ῥοπὴν ἐπὶ τὸν οἰκεῖον βίον ἐνδίδωσι. Καὶ οὐκέτι ταῦτα μῦθος οὐδὲ ποίησις, ἀλλὰ ἀλήθεια καὶ φυσικὸς λόγος. Ὧν μὲν γὰρ ἐν τῇ μεταβολῇ καὶ γενέσει τὸ ἐπιθυμητικὸν ἐξανθοῦν ἐπικρατεῖ καὶ δυναστεύει, τούτοις εἰς νωθῆ σώματα καὶ βίους θολεροὺς καὶ ἀκαθάρτους ὑπὸ φιληδονίας καὶ γαστριμαργίας φησὶ γενέσθαι τὴν μεταβολήν. Ὅταν δὲ φιλονεικίαις σκληραῖς καὶ φονικαῖς ὠμότησιν ἔκ τινος διαφορᾶς ἢ δυσμενείας ἐξηγριωμένον ἔχουσα παντάπασιν ἡ ψυχὴ τὸ θυμοειδὲς εἰς δευτέραν γένεσιν ἀφίκηται, πλήρης οὖσα προσφάτου πικρίας καὶ βαρυφρόνης, ἔρριψεν ἑαυτὴν εἰς λύκου φύσιν ἢ λέοντος, ὥσπερ ὄργανον ἀμυντικὸν τὸ σῶμα τῷ κρατοῦντι προἱεμένη πάθει καὶ περιαρμόσασα. Διὸ δεῖ μάλιστα περὶ τὸν θάνατον, ὥσπερ ἐν τελετῇ, καθαρεύοντα παντὸς ἀπέχειν πάθους φαύλου τὴν ψυχὴν καὶ πᾶσαν ἐπιθυμίαν χαλεπὴν κοιμήσαντα καὶ φθόνους καὶ δυσμενείας καὶ ὀργὰς ἀπωτάτω τιθέμενον τοῦ φρονοῦντος ἐκβαίνειν τοῦ σώματος. Οὕτως ὁ χρυσόρραπις Ἑρμῆς ἀληθῶς ὁ λόγος ἐντυγχάνων καὶ δεικνύων ἐναργῶς τὸ καλόν, ἢ παντάπασιν εἴργει καὶ ἀπέχει τοῦ κυκεῶνος, ἢ πιοῦσαν ἐν ἀνθρωπίνῳ βίῳ καὶ ἤθει διαφυλάττει πλεῖστον χρόνον, ὡς ἀνυστόν ἐστι.
Τοῦ αὐτοῦ.
Πάλιν αἰνιττόμενος, ὅτι ταῖς τῶν εὐσεβῶς βεβιωκότων ψυχαῖς μετὰ τὴν τελευτὴν οἰκεῖός ἐστι τόπος ὁ περὶ τὴν σελήνην, ὑπεδήλωσεν εἰπών ἀλλά σʼ ἐς ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, Ἠλύσιον μὲν πεδίον εἰκότως προσειπὼν τὴν τῆς σελήνης ἐπιφάνειαν ὑπὸ ἡλίου καταλαμπομένην, «ὅτʼ ἀέξεται ἁλίου αὐγαῖς», ὥς φησι Τιμόθεος· πέρατα δὲ γῆς τὰ ἄκρα τῆς νυκτός, ἣν σκιὰν τῆς γῆς εἶναι λέγουσιν οἱ μαθηματικοὶ πολλάκις ἐπιψαύουσαν τῆς σελήνης, ὡς τοῦτο τῆς γῆς πέρας ἐχούσης οὗ τῇ σκιᾷ μακρότερον οὐκ ἐξικνεῖται.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμιγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον τε καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα· ὧν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ. Καὶ ὃ μὲν εὖ τὸν προσήκοντα χρόνον βιούς, πάλιν εἰς τὴν τοῦ ξυννόμου πορευθεὶς οἴκησιν ἄστρου, βίον εὐδαίμονα ἕξοι· σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι· μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας τρόπον ὃν κακύνοιτο κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβάλλοι θήρειον φύσιν, ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὑτῷ ξυνεπισπόμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς θορυβώδη καὶ ἄλογον ὄντα λόγῳ κρατήσας, εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως.
Πλάτωνος ἐκ τοῦ Γοργίου.
Ἄκουε δή, φησί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγᾦμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν. Ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς παρέλαβον. Ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτʼ ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. Τούτων δὲ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες ᾗ μέλλοιεν τελευτᾶν. Κακῶς οὖν αἱ δίκαι ἐκρίνοντο· ὅ τε οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία, ὅτι φοιτῷέν σφισιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι. Εἶπεν οὖν ὁ Ζεύς· ἀλλʼ ἐγώ, ἔφη, παύσω τοῦτο γιγνόμενον. Νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται· ἀμπεχόμενοι γάρ, ἔφη, οἱ κρινόμενοι κρίνονται. Πολλοὶ οὖν, ἦ δʼ ὅς, ψυχὰς πονηρὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μάρτυρες, μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν· οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς αὑτῶν ὀφθαλμοὺς καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι. Ταῦτα δὲ αὐτοῖς πάντα ἔμπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιάσματα καὶ τὰ τῶν κρινομένων. Πρῶτον μὲν οὖν, ἔφη, παυστέον ἐστὶ προειδότας αὐτοὺς τὸν θάνατον· νῦν γὰρ προΐσασι. Τοῦτο μὲν δὴ καὶ εἴρηται τῷ Προμηθεῖ ὅπως ἂν παύσῃ αὐτῶν. Ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. Καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν συγγενῶν καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ. Ἐγὼ μὲν οὖν ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς υἱεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δὲ ἐκ τῆς Εὐρώπης, Αἰακόν· οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τριόδῳ, ἐξ ἧς φέρετον τὼ ὁδώ, ἣ μὲν εἰς μακάρων νήσους, ἣ δʼ εἰς Τάρταρον. Καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός· Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν, ἐὰν ἀπόρρητόν τι ᾖ τῷ ἑτέρῳ, ἵνα ὡς δικαιοτάτη ᾖ κρίσις περὶ τῆς πορείας τοῖς ἀνθρώποις.
Πλάτωνος Πολιτείας ιʹ.
Ἀλλʼ οὐ μέντοι σοί, ἦν δʼ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλʼ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου· ὅς ποτε ἐν πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δʼ οἴκαδε, μέλλων θάπτεσθαι, δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δʼ ἔλεγεν ἃ ἐκεῖ ἴδοι. Ἔφη δέ· ἐπειδὴ οὗ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι μετὰ πολλῶν καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύο εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα κατʼ ἀντικρύ. Δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὓς ἐπειδὴ δικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν. Ἑαυτοῦ δὲ προσελθόντος εἰπεῖν, ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύοιντό οἱ ἀκούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ. Ὁρᾶν δὴ ταύτῃ μὲν καθʼ ἑκάτερον τὸ χάσμα τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς ἀπιούσας τὰς ψυχάς, ἐπειδὴ αὐταῖς δικασθείη, κατὰ δὲ τὼ ἑτέρω ἐκ μὲν τοῦ ἀνιέναι ἐκ τῆς γῆς μεστὰς αὐχμοῦ τε καὶ κόνεως, ἐκ δὲ τοῦ ἑτέρου καταβαίνειν ἑτέρας ἐκ τοῦ οὐρανοῦ καθαράς. Καὶ τὰς ἀεὶ ἀφικνουμένας ὥσπερ ἐκ πολλῆς πορείας φαίνεσθαι ἥκειν, καὶ ἀσμένας εἰς τὸν λειμῶνα ἀπιούσας οἷον ἐν πανηγύρει κατασκηνοῦσθαι, καὶ ἀσπάζεσθαί τε ἀλλήλας ὅσαι γνώριμαι, καὶ πυνθάνεσθαι τάς τε ἐκ τῆς γῆς ἡκούσας παρὰ τῶν ἑτέρων τὰ ἐκεῖ καὶ τὰς ἐκ τοῦ οὐρανοῦ τὰ παρʼ ἐκείναις. Διηγεῖσθαι δὲ ἀλλήλαις τὰς μὲν ὀδυρομένας τε καὶ κλαιούσας, ἀναμιμνησκομένας ὅσα τε καὶ οἷα πάθοιεν καὶ ἴδοιεν ἐν τῇ ὑπὸ γῆς πορείᾳ — εἶναι δὲ τὴν πορείαν χιλίετιν —, τὰς δʼ αὖ ἐκ τοῦ οὐρανοῦ εὐπαθείας διηγεῖσθαι καὶ θέας ἀμηχάνους τὸ κάλλος. Τὰ μὲν οὖν πολλά, ὦ Γλαύκων, πολλοῦ χρόνου διηγήσασθαι· τὸ δʼ οὖν κεφάλαιον ἔφη τόδε εἶναι, ὅσα πώποτέ τινα ἠδίκησαν καὶ ὅσους ἕκαστος, ὑπὲρ ἁπάντων δίκην δεδωκέναι ἐν μέρει, ὑπὲρ ἑκάστου δεκάκις· τοῦτο δὲ εἶναι κατὰ ἑκατονταετηρίδα ἑκάστην, ὡς βίου ὄντος τοσούτου τοῦ ἀνθρωπίνου, ἵνα δεκαπλάσιον τὸ ἔκτισμα τοῦ ἀδικήματος ἐκτίνοιεν· καὶ οἷον εἴ τινες πολλοῖς θανάτων ἦσαν αἴτιοι, ἢ πόλεις προδόντες ἢ στρατόπεδα καὶ εἰς δουλείας ἐμβεβληκότες, ἤ τινος ἄλλης κακουχίας μεταίτιοι, πάντων τούτων δεκαπλασίας ἀλγηδόνας κομίσαιντο· καὶ αὖ εἴ τινας εὐεργεσίας εὐεργετηκότες καὶ δίκαιοι καὶ ὅσιοι γεγονότες εἶεν, κατὰ ταὐτὰ τὴν ἀξίαν κομίζοιντο. Τῶν δʼ εὐθὺς γενομένων καὶ ὀλίγον χρόνον βιούντων πέρι ἄλλα ἔλεγεν οὐκ ἄξια μνήμης. Εἰς δὲ θεοὺς ἀσεβείας τε καὶ εὐσεβείας καὶ γονέας καὶ αὐτόχειρας φόνου μείζους ἔτι τοὺς μισθοὺς διηγεῖτο. Ἔφη γὰρ δὴ καὶ παραγενέσθαι ἐρωτωμένῳ ἑτέρῳ ὑπὸ ἑτέρου, ὅπου εἴη Ἀρδιαῖος ὁ μέγας. Ὁ δὲ Ἀρδιαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγεγόνει, ἤδη χιλιοστὸν ἔτος εἰς ἐκεῖνον τὸν χρόνον, γέροντά τε πατέρα ἀποκτείνας καὶ πρεσβύτερον ἀδελφόν, ἄλλα τε πολλὰ καὶ ἀνόσια εἰργασμένος, ὡς ἔλεγεν. Ἔφη οὖν τὸν ἐρωτώμενον εἰπεῖν· «οὐχ ἥκει», φάναι, «οὐδʼ ἂν ἥξει δεῦρο». Ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεαμάτων. Ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν μέλλοντες ἀνιέναι, καὶ τἆλλα πάντα πεπονθότες, ἐκεῖνον τότε κατείδομεν ἐξαίφνης καὶ ἄλλους σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράννους· ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν μεγάλα ἡμαρτηκότων. Οὓς οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλʼ ἐμυκᾶτο, ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν ἢ μὴ ἱκανῶς δεδωκὼς δίκην ἐπιχειροίη ἀνιέναι. Ἐνταῦθα δὴ ἄνδρες, ἔφη, ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ θέμα, τοὺς μὲν ἰδίᾳ λαβόντες ἦγον, τὸν δὲ Ἀρδιαῖον καὶ ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπʼ ἀσπαλάθων κνάμπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σημαίνοντες, ὧν ἕνεκά τι, καὶ ὅτι εἰς τὸν Τάρταρον ἐμπεσούμενοι ἄγοιντο. Ἔνθα δὴ φόβων πολλῶν καὶ παντοδαπῶν σφίσι γεγονότων τοῦτον ὑπερβάλλειν, μὴ γένοιτο ἑκάστῳ τὸ φθέγμα ὅτε ἀναβαίνοι, καὶ ἀσμενέστατα σιγήσαντος ἀναβῆναι. Καὶ τὰς μὲν δὴ δίκας τε καὶ τιμωρίας τοιαύτας τινὰς εἶναι, καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρόφους· ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖν τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους, ὅθεν καθορᾶν ἄνωθεν διὰ παντὸς τοῦ οὐρανοῦ καὶ γῆς τεταμένον φῶς εὐθύς, οἷον κίονα, μάλιστα τῇ Ἴριδι προσφερῆ, λαμπρότερον δὲ καὶ καθαρώτερον. Εἰς ὃ ἀφικέσθαι προελθόντες ἡμερησίαν ὁδόν, καὶ ἰδεῖν αὐτόθι κατὰ μέσον τὸ φῶς ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν τεταμένα.
Ἰαμβλίχου ἐκ τοῦ περὶ ψυχῆς.
Πλωτῖνος δὲ καὶ οἱ πλεῖστοι τῶν Πλατωνικῶν ἀπόθεσιν τῶν παθῶν καὶ τῶν μορφωτικῶν διαγνώσεων, δόξης τε πάσης ὑπεροψίαν καὶ τῶν ἐνύλων διανοήσεων ἀπόστασιν, πλήρωσίν τε ἀπὸ νοῦ καὶ τοῦ ὄντος, ἀφομοίωσίν τε τοῦ κατανοουμένου πρὸς τὸ κατανοοῦν τὴν τελεωτάτην κάθαρσιν ὑπολαμβάνουσιν. Ἔνιοι δὲ καὶ τούτων πολλάκις ἀποφαίνονται περὶ τὴν ἄλογον ψυχὴν καὶ τὸν δοξαστικὸν λόγον ἐμφύεσθαι τὴν κάθαρσιν· τὸν δὲ λόγον αὐτὸν τὸν οὐσιώδη καὶ τὸν νοῦν τῆς ψυχῆς ἀεὶ ὑπερέχειν τοῦ κόσμου καὶ συνῆφθαι τοῖς νοητοῖς αὐτὸν καὶ οὐδέποτε δεῖσθαι τελειώσεως καὶ ἀπολύσεως τῶν περιττῶν.
Ἀλλὰ δὴ τὸ μετὰ τοῦτο διελώμεθα, ὑπὸ τίνων ἕκαστα τούτων ἐπιτελεῖται, τὸ τῆς κρίσεως λέγω, τὸ τῆς δίκης ἔργον, τὸ τῆς καθάρσεως. Ὡς μὲν δὴ οἱ πλεῖστοι Πυθαγόρειοι καὶ Πλατωνικοὶ λέγουσιν, ὑπʼ αὐτῶν τῶν μεριστῶν ψυχῶν· ὡς δὲ οἱ ἀκριβέστεροι ἐν αὐτοῖς, ὑπὸ τῶν καθολικωτέρων καὶ τελειοτέρων ψυχῶν καὶ τῆς μιᾶς καὶ ὅλης ψυχῆς καὶ τῆς τάξεως τοῦ παντὸς καὶ τοῦ νοῦ τοῦ βασιλεύοντος καὶ τῆς ὅλης διακοσμήσεως· ὡς δʼ οἱ ἀρχαιότεροι διατείνονται, ὑπὸ τῶν ἐμφανῶν θεῶν, καὶ μάλιστα δὴ πάντων ἡλίου, τῶν τε δημιουργικῶν αἰτιῶν τῶν ἀφανῶν, τῶν τε κρειττόνων γενῶν πάντων, ἡρώων φημὶ καὶ δαιμόνων καὶ ἀγγέλων καὶ θεῶν, ἐξηγουμένων αὐτῶν τῆς ὅλης συστάσεως.
Τί ποτε οὖν αὐτῶν ἐστι τὸ τέλος, οὗ ἕνεκα πρώτως ὑφεστήκασι; Κρίσεως μὲν ἄμικτος καθαρότης τῶν ἀγαθῶν, χωριστή τε αὐτῶν τῶν καλῶν τελεότης, ἀφεστηκυῖα τὸ παράπαν ἀπὸ τῶν ἀτελῶν, ὑπερβολή τε ἐξῃρημένη τῶν κρειττόνων αὐτὴ ἑαυτῇ, πρὸς ἣν οὐδὲν δύναται συντάττεσθαι τῶν χειρόνων οὐδέποτε. Καὶ ταῦτα τοῖς παλαιοτέροις ἀρέσκει τὰ κεφάλαια αὐτῆς, ἄλλοις δʼ ἂν ἴσως εὐταξία καὶ διάστασις τοῦ χείρονος ἀπὸ τοῦ βελτίονος καὶ τὰ τοιαῦτα μᾶλλον ἂν δόξειεν εἶναι κυριώτερα τῆς ὠφελείας αὐτῆς αἴτια. Δίκης δʼ ἂν εἴη τὸ τέλεον ἐν τῷ τὰ βελτίονα τῶν χειρόνων ἐπικρατεῖν καὶ ἐν τῷ τὸ κακὸν κολούειν καὶ ἀνατρέπειν καὶ ἀφανίζειν τὸ παράπαν καὶ ἐν τῷ τὴν ἀνάλογον καὶ κατʼ ἀξίαν ἰσότητα τοῖς πᾶσιν ἀπεργάζεσθαι. Πρὸς δὴ ταῦτα δοκοῦντα τοῖς πρεσβυτέροις οἳ μὲν τὴν κατʼ ἀριθμὸν ἰσότητα ἢ πολλαπλασίωσιν, οἳ δὲ τὸ ἀντιπάσχειν τὰ αὐτὰ ἅπερ οἱ δράσαντες προηδίκησαν, οἳ δὲ τὴν ἀπαλλαγὴν τῆς κακίας, οἳ δὲ ἄλλο τι τοιοῦτον ὑποτίθενται ἀπʼ αὐτῆς τὸ λυσιτελοῦν, καὶ περὶ ταύτας τὰς αἱρέσεις ἑλίσσονται οἱ πολλοὶ Πλατωνικοὶ καὶ Πυθαγόρειοι. Καὶ μὴν τῆς γε καθάρσεως ἀφαίρεσις τῶν ἀλλοτρίων, ἀπόδοσις τῆς οἰκείας οὐσίας, τελειότης, ἀποπλήρωσις, αὐτάρκεια, ἄνοδος ἐπὶ τὴν γεννησαμένην αἰτίαν, συναφὴ πρὸς τὰ ὅλα τῶν μερῶν, δόσις ἀπὸ τῶν ὅλων εἰς τὰ μεριστὰ δυνάμεως καὶ ζωῆς καὶ ἐνεργείας καὶ τὰ τοιαῦτα νοείσθω ὡς πάντων χρησιμώτατα. Οἳ δὲ οὐ πείθονται τοῖς ἀρχαιοτέροις ταῦτα προστησαμένοις αὐτῆς τὰ ὄντως συμφέροντα, λύσιν δὲ ἀπὸ σώματος καὶ ἀπαλλαγὴν τῶν καταδέσμων καὶ φθορᾶς ἐλευθέρωσιν καὶ γενέσεως ἄφεσιν καὶ τὰ τοιαῦτα σμικρὰ τέλη προἵστανται αὐτῆς, ὡς τὰ προέχοντα τῶν ὅλων, ἐν οἷς εἰσιν οἱ πολλοὶ Πλατωνικοὶ καὶ Πυθαγόρειοι, ἄλλοι κατʼ ἄλλας αἱρέσεις διεστηκότες.
Ἔτι δὲ τὰ πέρατα τῶν τριῶν τούτων διελώμεθα, μέχρι πόσου δή τινος ἀποτελευτᾷ αὐτῶν ἕκαστον. Κρίνονται μὲν δὴ μέχρι τοῦδε αἱ ψυχαί, μέχρις ὅσου συντάττονται εἰς τὴν γένεσιν καὶ τοῦ παντὸς οὐκ ἀφίστανται καὶ συμμίγνυνταί πως πρὸς τὰ διαφέροντα· αἱ δὲ ἀφειμέναι ἀπόλυτοι καὶ ἀμιγεῖς καὶ ἀδέσποτοι παντελῶς καὶ αὐταὶ ἑαυτῶν οὖσαι καὶ πεπληρωμέναι τῶν θεῶν ὁμοῦ καὶ τῆς κρίσεως παντάπασιν ἀπελύθησαν. Οὐ μὴν ἔτι γε τοῖς ἀρχαιοτέροις περὶ τοῦδε συμφωνοῦσιν οἱ Πλατωνικοὶ καὶ Πυθαγόρειοι, πάσας δὲ αὐτὰς ὑπάγουσιν ὑπὸ τὴν κρίσιν. Ὡσαύτως δὴ οὖν καὶ περὶ τῆς δίκης οἱ μὲν παλαιότεροι τὰς ἀχράντους ψυχὰς καὶ τὰς ὁμονοητικῶς συναφθείσας τοῖς θεοῖς ἐντεῦθεν ἤδη τοῖς θεοῖς ἐντιθέασι καὶ ἐκβαινούσας τῶν σωμάτων ἄνευ τῆς δίκης ἀνάγουσιν εἰς τοὺς θεούς· οἱ δὲ Πλατωνικοὶ πάσας μετὰ τὴν δίκην εἰς τὴν οὐσίαν ἀπὸ τῆς γενέσεως ἀπολύουσι. Γένοιτο δʼ ἂν καὶ περὶ τῆς καθάρσεως ἡ αὐτὴ ἀμφισβήτησις, εἰ οἱ αὐτοὶ μὲν ἄνδρες καὶ ταύτης ὑπερέχειν φασὶ τὰς ψυχὰς ὅσαι θεοῖς συνέπονται, οἱ δʼ ἄλλοι πάλιν οἳ μὲν περιόδους τῆς ψυχῆς περικοσμίους καθάρσεως εἶναι διατάττονται, ὥσπερ τινὲς Πλατωνικοί, οἳ δὲ καὶ τούτων αὐτὴν ὑπερέχουσαν προτάττουσιν, ὥσπερ δὴ λέγει Πλωτῖνος.
Ἐν ταὐτῷ.
Περὶ τῆς ἐπικαρπίας τῶν ψυχῶν, ἣν κομίζονται εἰσαῦθις, ἐπειδὰν ἐξέλθωσι τοῦ σώματος … ἰσαγγέλους δὲ καὶ ἀγγελικὰς ψυχὰς … τὸ ὅλον δὴ τοῦτο οἱ πρεσβύτεροι … Καὶ τηροῦσι μὲν αὐτὴν ἐπὶ τῆς οἰκείας τάξεως Πλούταρχος καὶ Πορφύριος καὶ οἱ παλαιότεροι· Πλωτῖνος δὲ πάντων τούτων αὐτὴν ἀφίστησιν. Οἱ δʼ ἀρχαιότεροι παραπλησίαν τοῖς θεοῖς κατὰ νοῦν διάθεσιν ἀγαθοειδῆ καὶ προστασίαν τῶν τῇδε αὐτῇ ἀπονέμουσι καλῶς, Πορφύριος δὲ καὶ τοῦτο ἀπʼ αὐτῆς ἀφαιρεῖ. Τῶν δὲ πρεσβυτέρων τινὲς ὑπερέχειν μὲν αὐτὴν λογισμοῦ φασι, τὰ δὲ ἔργα αὐτῆς οὕτω διηκριβωμένα ἀφορίζονται, ὡς οὐκ ἂν ἐξεύροι τῶν λογισμῶν ὁ καθαρὸς καὶ τελειότατος. Πορφύριος δὲ αὐτὰς ἀφαιρεῖ παντάπασιν ἀπὸ τῆς ἀδεσπότου ζωῆς, ὡς οὔσας συμφυεῖς τῇ γενέσει καὶ πρὸς ἐπικουρίαν δοθείσας τοῖς συνθέτοις ζῴοις. Ὁ δὲ παρὰ Πλάτωνι Τίμαιος ᾗπερ ἐσπάρησαν διαφερόντως ὑπὸ τοῦ δημιουργοῦ, ἄλλαι μὲν εἰς ἥλιον, ἄλλαι δὲ εἰς γῆν, ταύτῃ καὶ τὴν ἄνοδον αὐτὰς ἀνάγει, μὴ ὑπερβαινούσας τὸν ὅρον τῆς οἰκείας ἑκάστην πρόσθεν δημιουργικῆς καταβολῆς.
Ἕνωσιν μὲν οὖν καὶ ταὐτότητα ἀδιάκριτον τῆς ψυχῆς πρὸς τὰς ἑαυτῆς ἀρχὰς πρεσβεύειν φαίνεται Νουμήνιος, σύμφυσιν δὲ καθʼ ἑτέραν οὐσίαν οἱ πρεσβύτεροι διασῴζουσι. Καὶ ἀναλύσει μὲν ἐκεῖνοι, συντάξει δὲ οὗτοι προσεοίκασι· καὶ οἳ μὲν ἀδιορίστῳ συναφῇ, οἳ δὲ διωρισμένῃ χρῶνται. Οὐ μέντοι κρατεῖται ὁ διορισμὸς αὐτῶν ὑπὸ τοῦ κόσμου ἢ κατέχεται ὑπὸ τῆς φύσεως, ὥσπερ τινὲς τῶν Πλατωνικῶν ὑπειλήφασιν· ἀνεῖται δὲ πάντῃ ἀφʼ ὅλων, ὥσπερ ἐπὶ τῶν ἀχωρίστων οὐσιῶν τουτὶ νοοῦμεν. Οἱ δὲ περὶ Πορφύριον ἄχρι τῶν ἀνθρωπίνων βίων … τὸ δʼ ἀπὸ τούτου ψυχῶν ἄλλο εἶδος τὸ ἀλόγιστον ὑποτίθενται. Ἔτι τοίνυν Πορφύριος μὲν ἀφομοιοῖ τὴν ψυχὴν τοῖς πᾶσι, μένουσαν καθʼ ἑαυτὴν ἥτις ἐστίν. Κατὰ δὲ τοὺς Πλατωνικοὺς ἐπιμελοῦνται τῶν ἀψύχων. Ἀπολυθεῖσαι δὲ τῆς γενέσεως κατὰ μὲν τοὺς παλαιοὺς συνδιοικοῦσι τοῖς θεοῖς τὰ ὅλα, κατὰ δὲ τοὺς Πλατωνικοὺς θεωροῦσιν αὐτῶν τὴν τάξιν· καὶ ἀγγέλοις ὡσαύτως κατʼ ἐκείνους μὲν συνδημιουργοῦσι τὰ ὅλα, κατὰ δὲ τούτους συμπεριπολοῦσιν.
Ἑρμοῦ λόγος Ἴσιδος πρὸς Ὧρον.
«Θαυμαστῶς», εἶπεν Ὧρος, «ἕκαστά μοι διηγήσω, ὦ μέγα δυναμένη τεκοῦσα Ἶσι, ὑπὲρ τῆς θαυμαστῆς ψυχοποιίας τοῦ θεοῦ καὶ θαυμάζων διατελῶ· οὔπω δέ μοι ἀπήγγειλας ποῦ τῶν σωμάτων ἀπολυθεῖσαι χωροῦσιν αἱ ψυχαί. Βούλομαι οὖν καὶ τῆς θεωρίας ταύτης μύστης γενόμενος εὐχαριστῆσαι σοὶ μόνῃ, ἀθάνατε μῆτερ.»
Καὶ εἶπεν Ἶσις· «Πρόσεχε, παῖ· ἀναγκαιοτάτη γὰρ ζήτησις αὕτη· ἀλλʼ ὧδε γὰρ ἐρεῖ λόγος ἐμός. Τὸ συνεστὸς καὶ μὴ ἀφανιζόμενον χῶρον ἔχει. Οὐ γὰρ, ὦ θαυμαστὲ καὶ μεγάλου πατρὸς Ὀσίρεως μέγα τέκνον, ἀκρίτως καὶ ὁρμηδὸν τῶν σωμάτων προελθοῦσαι εἰς ἀέρα ἀναχύνονταί τε καὶ διασκεδάννυνται μετὰ τοῦ ἄλλου ἀπείρου πνεύματος, ὥστε οὐκέτι δύνασθαι πάλιν τὰς αὐτὰς οὔσας εἰς σώματα παλινδρομῆσαι, ἀλλὰ μηδὲ εἰς ἐκεῖνον ἔτι τὸν χῶρον, ὅθεν ἦλθον τὸ πρότερον, ἀναστρέφειν· καθάπερ οὐδὲ τὸ λαμβανόμενον ἐκ τῶν κάτω ἀγγείων ὕδωρ ἔτι τοὺς αὐτοὺς τόπους ὅθεν ἐλήφθη ἐπέχειν ἐστὶ δυνατόν, ἀλλʼ οὐδʼ αὐτὸ παραυτίκα λαμβανόμενον καὶ χεόμενον τὴν ἰδίαν λαμβάνει χώραν, πλὴν ἀναμίγνυται τῷ παντὶ τοῦ ὕδατος χύματι. Ἀλλʼ οὐκ ἔχει οὕτως, ὦ μεγαλόφρων Ὧρε. Μύστης δὲ ὥσπερ τῆς ἀθανάτου φύσεως καὐτὴ τυγχάνουσα καὶ ὡδευκυῖα διὰ τοῦ πεδίου τῆς Ἀληθείας διεξελεύσομαί σοι τῶν ὄντων τὸ καθʼ ἕκαστον, ἐκεῖνό σοι φήσασα πρῶτον, ὡς δὴ τὸ ὕδωρ σῶμά ἐστιν ἄλογον, ἐκ πολλῶν συγκριμάτων παρατεθλιμμένον εἰς χύσιν, ἡ δὲ ψυχὴ πρᾶγμα ἰδιοφυές, τέκνον, καὶ βασιλικὸν καὶ ἔργον τῶν τοῦ θεοῦ χειρῶν τε καὶ νοῦ, αὐτό θʼ ἑαυτῷ εἰς νοῦν ὁδηγούμενον. Τὸ τοίνυν ἐξ ἑνὸς καὶ οὐκ ἐξ ἄλλου ἀδύνατον ἑτέρῳ ἀναμιγῆναι· ὅθεν δεῖ καὶ τὴν πρὸς τὸ σῶμα αὐτῆς σύνοδον ἁρμονίαν θεοῦ ὑπὸ ἀνάγκης γενομένην εἶναι. Ὅτι δὲ οὔτε εἰς ἕνα καὶ τὸν αὐτὸν τόπον χυδαίως, οὔτε εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλλὰ ἑκάστη ἐπὶ τὴν ἰδίαν ἀναπέμπεται χώραν, φανερὸν καὶ ἐξ ὧν ἔτι ἐν τῷ σώματι οὖσα καὶ τῷ πλάσματι πάσχει παρὰ τὴν ἰδίαν φύσιν πεπαχυμμένη.
Ἀλλὰ καὶ πρόσχες, ὦ περιπόθητε Ὧρε, τῷ λεγομένῳ ὁμοιώματι. Φέρε γὰρ εἰς ἓν καὶ τὸ αὐτὸ συσχετήριον ἐγκεκλεῖσθαι ἀνθρώπους τε καὶ ἀετοὺς καὶ περιστερὰς καὶ κύκνους καὶ ἱέρακας καὶ χελιδόνας καὶ στρουθοὺς καὶ μυίας καὶ ὄφεις καὶ λέοντας καὶ παρδάλεις καὶ λύκους καὶ κύνας καὶ λαγωοὺς καὶ βόας καὶ ποίμνια καί τινα τῶν τῆς κοινότητος ἐχομένων ζῴων, οἱονεὶ φώκας καὶ ἐνύδρεις καὶ χελώνας καὶ τοὺς ἡμετέρους κροκοδείλους· ἔπειτα τούτους, ὦ τέκνον, ὑπὸ μίαν ῥοπὴν ἀπολυθῆναι τοῦ συσχετηρίου, οὐ πάντως τραπήσονται ὁ μὲν ἄνθρωπος εἴς τε ἀγορὰς καὶ στέγας; ὁ δὲ ἀετὸς εἰς τὸν αἰθέρα, ὅπου καὶ φύσιν ἔχει διαιτᾶσθαι; αἱ δὲ περιστεραὶ εἰς τὸν πλησίον ἀέρα; οἱ δὲ ἱέρακες ὑπεράνω τούτων; αἱ δὲ χελιδόνες οὐχὶ ὅπου ἂν οἰκῶσιν ἄνθρωποι; οἱ δὲ στρουθοὶ περὶ τὰ καρποφόρα τῶν δένδρων; οἱ δὲ κύκνοι ὅπου ἔξεστιν αὐτοῖς ᾄδειν, αἱ δὲ μυῖαι περὶ αὐτὴν τὴν γῆν, τοσοῦτον αὐτῆς ἀπέχουσαι ὅσον ἀναβῆναι δύνανται ἀνθρώπων τῇ ὀσμῇ — ἀνθρωπόλιχνον γὰρ ἰδίως, ὦ τέκνον, ἐστὶν ἡ μυῖα καὶ χαμαιπετές —; οἱ δὲ λέοντες καὶ παρδάλεις οὐκ ἐπὶ τὰ ὄρη; οἱ δὲ λύκοι ἐπὶ τὰς ἐρημίας; οἱ δὲ κύνες κατʼ ἴχνος ἀνθρώπων; οἱ λαγωοὶ δὲ εἰς δρυμοὺς καὶ οἱ βόες εἰς αὐλιστήρια καὶ πεδία; καὶ εἰς τὰς νομὰς τὰ ποίμνια; οἱ δὲ ὄφεις εἰς τὰ μύχια τῆς γῆς; αἱ φῶκαι δὲ καὶ χελῶναι μετὰ τῶν ὁμοίων εἰς βάθη καὶ νάματα, ὡς μὴ πεδιάδος γῆς στεροῖντο μηδὲ τοῦ συγγενοῦς ἀπολειφθεῖεν ὕδατος, ἑκάστου εἰς τὴν οἰκείαν χώραν ὑπὸ τοῦ ἔνδον κριτηρίου ἀνατρεπομένου; Οὕτως ἑκάστη ψυχὴ καὶ ἀνθρωπευομένη καὶ ἄλλως ἐπιγεΐζουσα οἶδεν ὅπου πορευτέον αὐτῇ ἐστι, πλὴν εἰ μή τις τῶν Τυφωνίων, ὦ τέκνον, παρελθὼν λέγοι, ὅτι δυνατὸν ταῦρον μὲν ἐν βυθῷ, ἐν δὲ ἀέρι χελώνην διαζῆν. Εἰ δὴ τοῦτο πάσχουσι σαρκὶ καὶ αἵματι βεβαπτισμέναι, ὡς μηδὲν παρὰ τάξιν πράσσειν κἂν κολάζωνται — κόλασις γὰρ αὐταῖς ἡ ἐνσωμάτωσις —, πόσου πλέον βαπτισμοῦ καὶ κολάσεως … καὶ ἐλευθερίας ἰδίας μετασχοῦσαι; Ἔχει δὲ ἡ διάταξις ἡ ἱερωτάτη οὕτως.
Ἤδη ποτὲ ἄνω, μεγαλοφυέστατε παῖ, βλέπε ψυχῶν διατάξεις· τὸ ἀπʼ οὐρανοῦ κορυφῆς μέχρι σελήνης θεοῖς καὶ ἄστροις καὶ τῇ ἄλλῃ προνοίᾳ σχολάζει· τὸ δὲ ἀπὸ σελήνης, ὦ τέκνον, ἐφʼ ἡμᾶς ψυχῶν ἐστιν οἰκητήριον. Ἔχει μέντοι ἐν ἑαυτῷ ὁδὸν ὁ τοσοῦτος ἀήρ, ὃν ἄνεμον καλεῖν ἔθος ἐστὶν ἡμῖν, ἴδιον μέγεθος ἐν ᾧ κινεῖται πρὸς ἀνάψυξιν τῶν ἐπιγείων, ὃ δὴ καὶ ὕστερον ἐρῶ· κατʼ οὐδένα μέντοι τρόπον πρὸς ἑαυτὸν κινούμενος ἐμπόδιον γίγνεται ψυχαῖς· κινουμένου γὰρ τούτου ἐξὸν ψυχαῖς ἀναίσσειν καὶ καταίσσειν, ὡς ἂν τύχῃ, ἀδιακωλύτως. Ῥέουσι γὰρ διʼ αὐτοῦ ἀμιγῶς καὶ ἀκολλητί, ὡς διʼ ἐλαίου ὕδωρ. Τὸ δὲ διάστημα τοῦτο, ὦ τέκνον Ὧρε, μοιρῶν μέν ἐστι γενικῶν τεσσάρων. Ὧν ἣ μὲν ἀπὸ γῆς ἄνω χωρῶν ἐστι τεσσάρων, ὡς τὴν γῆν κατά τινας λόφους καὶ ἀκρωρείας ἀνατεῖναι καὶ φθάνειν ἄχρι τοσούτου· ὑπὲρ γὰρ ταύτας αὐτὴν ἀναβῆναι τὸ ὕψος οὐκ ἔχει φύσιν. Ἡ δʼ ἀπὸ ταύτης δευτέρα ἐστὶ χωρῶν ὀκτώ — πρόσεχε, παῖ, ἀρρήτων γὰρ ἐπακούεις μυστηρίων γῆς τε καὶ οὐρανοῦ καὶ παντὸς τοῦ μέσου ἱεροῦ πνεύματος —, ὅπου ἡ τοῦ ἀνέμου κίνησις καὶ ἡ τῶν ὀρνέων πτῆσις· ὑπὲρ γὰρ ταύτης οὔτε ἀὴρ κινεῖται οὔτε ζῷον βαστάζει. Ἔχει μέντοι παρὰ τῆς φύσεως ταύτην τὴν ἐξουσίαν ὁ ἀὴρ οὗτος, ὥστε καὶ ἐν ταῖς ἰδίαις ὀκτὼ χώραις καὶ ἐν ταῖς τῆς γῆς τέτταρσι περιπολεῖν μεθʼ ὧν ἔχει ζῴων, τῆς γῆς εἰς τὰς αὐτοῦ ἐπαναβῆναι μὴ δυναμένης. Ἡ δὲ τρίτη χωρῶν ἐστιν ἑκκαίδεκα, ἀέρος λεπτοῦ καὶ καθαροῦ πλήρης. Ἡ δὲ τετάρτη ἐστὶ δύο καὶ τριάκοντα, ἐν αἷς ἐστι λεπτότατος καὶ εἰλικρινέστατος ἀὴρ καὶ διαυγής, διορίζων ἐφʼ ἑαυτοῦ τοὺς ἄνω οὐρανούς, ἐκπύρους ὄντας τὴν φύσιν. Καὶ ἔστιν ἡ διάταξις αὕτη κατʼ εὐθυτενῆ γραμμὴν ἄνωθεν κάτω ἀκολλητὶ τὴν φύσιν, ὡς εἶναι μοίρας γενικὰς μὲν τέσσαρας, διαστηματικὰς δὲ δώδεκα, χώρας δὲ ἑξήκοντα. Ἐν δὲ ταῖς χώραις ταύταις, ἑξήκοντα οὔσαις τὸν ἀριθμόν, οἰκοῦσιν αἱ ψυχαί, ἑκάστη πρὸς ἣν ἔχει φύσιν, μιᾶς μὲν καὶ τῆς αὐτῆς συστάσεως οὖσαι, οὐκέτι δὲ τιμῆς. Ὅσῳ γὰρ ἑκάστη τῶν χωρῶν ἀπὸ γῆς ὑπερβέβηκε τῆς ἑτέρας, τοσούτῳ καὶ αἱ ἐν αὐταῖς ψυχαὶ ἑτέρα τὴν ἑτέραν καθʼ ὑπεροχὴν λείπει, ὦ τέκνον, χώρᾳ καὶ τύχῃ.
Τίνες μὲν οὖν εἰς ἑκάτερα τούτων ἀναλύουσι ψυχαί, ἐντεῦθέν σοι πάλιν, ὦ μεγαλόδοξε Ὧρε, καταλέγειν ἄρξομαι, ἄνωθεν ἐπὶ τὰ πρόσγεια τὴν τάξιν ποιουμένη.»
«Τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ κεχώρισται, τέκνον Ὧρε, πρὸς μέτρον καὶ ἁρμονίαν. Αἱ δὲ χῶραι αὗται ὑπὸ τῶν προγόνων καλοῦνται ὑφʼ ὧν μὲν ζῶναι, ὑφʼ ὧν δὲ στερεώματα, ὑπὸ δὲ ἑτέρων πτυχαί. Ἐν δὲ ταύταις φοιτῶσιν αἵ τε ἀπολελυμέναι τῶν σωμάτων ψυχαὶ αἵ τε μηδέπω ἐνσωματισθεῖσαι. Ἑκάστη δὲ τούτων, ὦ τέκνον, κατὰ τὴν ἀξίαν καὶ χώραν ἔχει· ὥστε τὰς μὲν θείας καὶ βασιλικὰς ἐν τῇ ὑπεράνω πάντων κατοικεῖν, τὰς δὲ ἐλαχίστας κατὰ τιμὴν καὶ τὰς ἄλλας ὅσαι εἰσὶ χαμαιπετεῖς ἐν τῇ ὑποκάτω πάντων, τὰς δὲ μέσας ἐν τῇ μέσῃ. Αἱ μὲν οὖν εἰς τὸ ἄρχειν καταπεμπόμεναι, ὦ τέκνον Ὧρε, ἐκ τῶν ὑπεράνω ζωνῶν καταπέμπονται, αἳ καὶ λυθεῖσαι εἰς τὰς αὐτὰς ἢ καὶ ἔτι ὑπεράνω ἀνέρχονται, πλὴν εἰ μή τινές τι εἶεν παρὰ τὴν ἀξίαν τῆς ἑαυτῶν φύσεως καὶ τὴν τοῦ θείου νόμου παραγγελίαν πεπραχυῖαι· ἅσπερ ἡ ἄνω πρόνοια πρὸς μέτρον τῶν ἁμαρτημάτων εἰς τὰς ὑποκάτω χώρας ἐξορίζει, ὥσπερ καὶ τὰς ὑποδεεστέρας δυνάμει τε καὶ ἀξίᾳ … ἐκ γὰρ κατωτέρων ἐπὶ μείζονας καὶ ὑψηλοτέρας ἀνάγει. Εἰσὶ γὰρ ἄνωθέν οἱ δορυφόροι δύο ὄντες τῆς καθόλου προνοίας, ὧν ὃ μὲν ψυχοταμίας, ὃ δὲ ψυχοπομπός· καὶ ὁ μὲν ψυχοταμίας ψυχῶν … ὁ δὲ ψυχοπομπὸς ἀποστολεύς τε καὶ διατάκτης τῶν ἐνσεσωματωμένων ψυχῶν. Καὶ ὃ μὲν τηρεῖ, ὃ δὲ προἵησι κατὰ γνώμην τοῦ θεοῦ. Τῷ οὖν λόγῳ τούτῳ, ὦ παῖ, καὶ τῇ ἄνω τῶν πραγμάτων ἐξαλλαγῇ καὶ ἐπὶ γῆς ἐστιν ἡ Φύσις. πλάστρια γὰρ οὖσα καὶ σκηνοποιὸς ἀγγείῳ εἰσβάλλει τὰς ψυχάς. Παρεστᾶσι δὲ δύο ἐνέργειαι καὶ αὐτῇ, μνήμη καὶ ἐμπειρία· καὶ ἡ μὲν μνήμη ἔργον ἔχει τοῦτο, ὅπως ἡ Φύσις τηρῇ καὶ περικρατῇ τοῦ τε ἑκάστου τύπου ἐξ ἀρχῆς καταβεβλημένου καὶ τοῦ φυράματος τοῦ ἄνω γίγνηται … ἡ δὲ ἐμπειρία, ὅπως πρὸς ἀνάλογον ἑκάστης τῶν καταβαινουσῶν ψυχῶν εἰς τὸ σωματισθῆναι καὶ τὸ πλάσμα γένηται, καὶ ταῖς μὲν ὀξέσι τῶν ψυχῶν ὀξέα γένηται καὶ τὰ σώματα, ταῖς δὲ βραδέσι βραδέα, ταῖς δὲ ἐνεργέσιν ἐνεργῆ καὶ ταῖς νωθραῖς νωθρὰ καὶ ταῖς δυναταῖς δυνατὰ καὶ ταῖς δολίαις δόλια, καὶ ἁπαξαπλῶς ἑκάσταις κατὰ τὸ εἰκός. Οὐ γὰρ ἀσκόπως πτηνὰ μὲν ἐπτίλωσε, λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε, τετραπόδων δὲ τὰ μὲν κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξι καὶ ὁπλαῖς ἐκαρτέρωσε, τὰ δὲ ἑρπετὰ εὐχαίτοις σώμασι καὶ εὐυποχωρήτοις ἐμαλάκυνε, καὶ ὅπως μὴ ἡ τοῦ σώματος ὑγρότης τέλεον ἀσθενὴς διαμένῃ, ὧν μὲν τὰ στόματα καὶ τοῖς ὀδοῦσιν ἐχαράκωσεν ὧν δὲ τοὺς ὄγκους ὀξύνας δύναμιν περιέθηκεν — οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ἰσχυρότερα τῶν ἄλλων· τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν ἔδωκε στοιχείῳ, ἐν ᾧ τὸ φῶς οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει — ἐν γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει· ἕκαστον δὲ αὐτῶν ἢ φολίσιν ἢ ἀκάνθαις ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾶσθαι τὸ ὕδωρ. Εἰς γὰρ ἕκαστον τῶν σωμάτων τούτων καθʼ ὁμοιότητα ἐγκλείονται αἱ ψυχαί, ὥστε εἰς μὲν ἀνθρώπους χωρεῖν τὰς κριτικάς, εἰς δὲ πτηνὰ τὰς ἀπανθρώπους, εἰς δὲ τετράποδα τὰς ἀκρίτους — νόμος γὰρ ἐκείνοις ἐστὶν ἡ ἰσχύς —, εἰς δὲ ἑρπετὰ τὰς δολίας — οὐδὲν γὰρ αὐτῶν ἐξ ἐναντίου ἐπεξέρχεται τοῖς ἀνθρώποις, λοχήσαντα δὲ καταβάλλει —, εἰς δὲ νηκτὰ τὰς δειλὰς καὶ ὅσα τῶν λοιπῶν στοιχείων ἀπολαύειν ἀνάξια τυγχάνει. Γίγνεται μὲν οὖν καὶ ἐν ἑκάστῳ εἴδει εὑρεῖν ζῷον τῇ ἰδίᾳ φύσει μὴ καταχρώμενον.»
«Πῶς πάλιν, ὦ τεκοῦσα;» εἶπεν Ὧρος.
Καὶ ἀπεκρίθη Ἶσις· «Ὥστε ἄνθρωπον μέν, ὦ τέκνον, τὸ κριτικὸν ὑπερβῆναι, τετράπουν δὲ τὴν ἀνάγκην παραλλάξαι, ἑρπετὸν δὲ τὸ δόλιον ἀπολέσαι, καὶ νηκτὸν τῆς δειλίας καταφρονῆσαι, καὶ πτηνὸν τῆς ἀπανθρωπίας ἐκπεσεῖν. Καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεως αὐτῶν καὶ τῆς σωματουργίας τοσαῦτα.
Συμβαίνει δέ, ὦ τέκνον, ἐν ἑκάστῳ εἴδει εὑρίσκεσθαι καὶ γένει τῶν προκειμένων βασιλικάς τινας ψυχάς, καταβαίνειν δὲ καὶ ἄλλας ἀλλοίους, τὰς μὲν διαπύρους, τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους, τὰς μὲν διαπύρους, τὰς ἐλευθερίους, τὰς δὲ βαναύσους, τὰς δὲ ἐμπείρους, τὰς δὲ ἀπείρους, τὰς δὲ ἀργάς, τὰς δὲ ἐνεργεῖς, τὰς δὲ ἄλλοτε ἄλλας οὔσας. Συμβαίνει δὲ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν, ὅθεν εἰς τὸ ἐνσωματισθῆναι καθάλλονται αἱ ψυχαί. Αἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδῶσι τῆς ὁμοιοπαθοῦς βασιλικῆς τύχης. Πολλαὶ γάρ εἰσι βασιλεῖαι· αἳ μὲν γάρ εἰσι ψυχῶν, αἳ δὲ σωμάτων, αἳ δὲ τέχνης, αἳ δὲ ἐπιστήμης, αἳ δὲ αὖ τῶν καὶ τῶν».
«Πῶς πάλιν;» εἶπεν Ὧρος.
«Οἷον, ὦ τέκνον Ὧρε, ἀπογεγονότων ἤδη ψυχῶν μὲν Ὄσιρις, ὁ πατήρ σου· σωμάτων δὲ ὁ ἑκάστου ἔθνους ἡγεμών· βουλῆς δὲ ὁ πατὴρ πάντων καὶ καθηγητὴς ὁ τρισμέγιστος Ἑρμῆς· ἰατρικῆς δὲ ὁ Ἀσκληπιὸς ὁ Ἡφαίστου· ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθʼ ὅν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἀρνεβεσχῆνις, ποιητικῆς δὲ πάλιν ὁ Ἀσκληπιὸς ὁ Ἰμούθης. Καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάζῃς, πολλοὺς καὶ πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας. Ἀλλʼ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ὁ δὲ τῶν κατὰ μέρος ἐκείνην ἔσχε τάξιν, ἀφʼ οὗ τόπου ἐστίν· βασιλικωτέραν μὲν ...... τοῦ βασιλικοῦ διαζώματος τετευχότες· οἱ δὲ ἀπὸ τοῦ πυρώδους πυρὸς ἐργάται γίγνονται καὶ τροφεῖς· οἱ δὲ ἀπὸ τοῦ ὑγροῦ ἐν ὑγροῖς διαζῶσιν· οἱ δὲ ἀπὸ τοῦ ἐπιστημονικοῦ καὶ τεχνιτικοῦ περὶ ἐπιστήμας καταγίγνονται καὶ τέχνας· οἱ δὲ ἀπὸ τοῦ ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι. Πάντων γὰρ τῶν ἐπὶ γῆς, ὦ τέκνον, διὰ λόγου καὶ ἔργου πραγμάτων ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς οὐσίας, καὶ οὐκ ἔστιν ὃ μὴ ἄνωθεν καταβέβηκε καὶ πάλιν ἀνέρχεται ἵνα καταβῇ».
«Πῶς πάλιν λέγεις τοῦτο, ὦ τεκοῦσα, παράδειξον».
Καὶ ἀπεκρίθη Ἶσις πάλιν· «Τῆς παλινδρομίας ἐναργὲς τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὃ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν ἵνα λάβωμεν· καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν φῦσαι, αἳ ἐπειδὰν μύσωσι τὰ δεκτικὰ ἑαυτῶν τοῦ πνεύματος στόματα, τότε ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλʼ ἀναβεβήκαμεν.
Προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά τινα ἡμῖν ἐκτὸς τῆς τοῦ φυράματος συσταθμίας».
«Τί δέ ἐστιν», Ὧρος εἶπε, «τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα»;
Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς κράσεως καὶ συνόδου ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν τῷ σώματι, ἀμφοτέροις μεταδιδοὺς τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἐναλλοιώσεων γίνονται. Εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν διάπηξιν πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα, ἐκπυρωδεστέρα γενομένη, ποιεῖ τὸ ζῷον ἐνεργότερον καὶ θυμικόν, τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον· εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι. Εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα καὶ τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔρουν τε καὶ εὐφυὲς καὶ εὐπερίχυτον ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα ἑνωτικὸν καὶ κοινωνικὸν τοῦ ὕδατος· ἐφιζάνει γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν εἰς ἑαυτὸ ἀναλύει καὶ περιλαμβάνει, ὀλίγον δʼ ὑπάρχον καὶ καταδῦσαν, ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐκ ἄγεται, ἀλλὰ μικρᾷ τινι νόσου ἀφορμῇ λύεται, καὶ τοῦ ἰδίου συνδέσμου κατʼ ὀλίγον ἐκπίπτει. Εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα μὲν τοῦ ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν σωματικὴν ἀραιότητα εὔλυτον οὐδὲ τὸ διʼ οὗ πηδήσεται, πεπαχυμμένων τῶν αἰσθητικῶν μερῶν, ἀλλὰ ἔνδον μένει παρʼ ἑαυτῇ ὑπὸ βάρους καὶ πυκνότητος πεδηθεῖσα, τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρὺ καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεως μετακινούμενον. Εἰ δὲ σύμμετρος γένοιτο ἡ πάντων σύστασις, τότε τὸ ζῷον θερμὸν εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, εὔκρατον δὲ εἰς ἁφήν, γενναῖον δὲ εἰς πῆξιν κατασκευάζεται.
Ὅσα οὖν τῷδε τῷ λόγῳ κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ταῦτα ἀπωρνέωται καὶ ἄνω παρʼ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις, ἐξ ὧν καὶ ἐγένετο. Ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύματος, ὕδατος δὲ καὶ γῆς ἴσης, ταῦτα ἀπηνθρώπισται, καὶ τῷ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη· ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, διαδύνειν δὲ κατὰ πάντων ἐπίσταται. Ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, μετρίου δὲ πνεύματος, ὀλίγου δὲ πυρός, ταῦτʼ ἀποτεθηρίωται, τῇ δὲ τοῦ θερμοῦ περιουσίᾳ ἀλκιμώτερα γέγονε τῶν ἄλλων. Ὅσα δὲ γῆς καὶ ὕδατος ἴσων κεκοινώνηκε, ταῦτα ἀφηρπέτωται καὶ τῇ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρρησίαστα, τῇ δὲ τοῦ ὕδατος κοινωνίᾳ ψυχρὰ ἐγένετο, τῇ δὲ τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος εὐκίνητα, εἰ ἐν προαιρέσει τὸ κινεῖσθαι. Ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ταῦτα ἀπιχθύωται καὶ τῇ μὲν τοῦ θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ αὐτά, τῇ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρουσίᾳ ἐν λελυμένῃ γῇ καὶ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ. Καὶ πρὸς μὲν τὴν τοῦ ἑκάστου στοιχείου μοῖραν καὶ τῆς μοίρας τὴν περιοχὴν καὶ τὰ σώματα ἡλικιάζεται· καὶ πρὸς τὴν ὀλιγομετρίαν τὰ λοιπὰ ζῷα μεμετροποίηται, πρὸς ἐνέργειαν τὴν ἑκάστῳ τῶν στοιχείων οὐσιομετρίαν.
Καὶ ἔτι, ὦ παῖ περιπόθητε, λέγω, ὅτι ἐκ ταύτης τῆς οὕτω συστάσεως ἡ κατὰ τὴν πρώτην σύνοδον γενομένη κρᾶσις καὶ ὁ ἐκ ταύτης ἀναθυμιώμενος ἀτμὸς ἐφʼ ὅσον τὴν ἰδίαν τηροῦσιν ἰδιότητα, ὥστε τὸ μὲν θερμὸν ἕτερον μὴ λαβεῖν θερμόν, μηδὲ τὸ ἀερῶδες πνεῦμα ἕτερον, μηδὲ τὸ ὑγρὸν ἑτέραν ὑγρασίαν, μηδὲ τὸ γεῶδες ἑτέραν πυκνότητα, τὸ τηνικαῦτα τὸ ζῷον ὑγιαίνει. Ἐπὰν γὰρ μὴ οὕτως μένῃ, ὦ τέκνον, ἐφʼ οἷς ἔσχεν ἐξ ἀρχῆς μέτροις, ἀλλʼ ἤτοι πλεονάσῃ ταῦτα, οὐκ ἐνεργείᾳ λέγω τῇ κατὰ περιοχὴν οὐδὲ τῇ κατʼ αὔξησιν γινομένῃ μεταβολῇ τοῦ γένους καὶ τῶν σωμάτων, ἀλλὰ τῇ ὡς προέφαμεν συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμὸν ἐπὶ πλέον αὐξηθῆναι ἢ ἐπὶ πλέον ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, τὸ τηνικαῦτα νοσεῖ τὸ ζῷον. Ἐπὰν γὰρ οὕτως διατεθῇ τό τε θερμὸν καὶ τὸ ἀερῶδες, ἃ δὴ σύσκηνά ἐστι τῆς ψυχῆς, τότε ἐν ἀλληγορίαις καὶ ἐκστάσεσι γίγνεται τὸ ζῷον· πεπύκνωται γὰρ τὰ στοιχεῖα, διʼ ὧν διαφθείρεται τὰ σώματα. Αὐτὸ μὲν γὰρ τὸ γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς συμπαγίαν περίχυσις, τὸ δὲ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ. Τοιγαροῦν ὁ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος ἀτμὸς καὶ ὡσανεὶ ἔξαψις καὶ ἀναθυμίασις παραμιγεὶς τῇ ψυχῇ ἄγει αὐτὴν εἰς ἑαυτόν, ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως, εἴτε μή. Τῇ γὰρ ἐξ ἀρχῆς πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ ἐπιμένουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ. Ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ συγκράματι ἢ καὶ μέρεσιν ἢ μέρει αὐτοῦ ἔξωθέν τις πλείων μοῖρα τοῦ προκαταβεβλημένου, τότε καὶ ὁ ἐντεῦθεν μεταλλοιούμενος ἀτμὸς μεταλλοιοῖ ἤτοι τὴν τῆς ψυχῆς διάθεσιν ἢ τὴν τοῦ σώματος. Τὸ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμοιόχωρον αὐτοῖς ὑπάρχουσαν, ἀνατρέχει· τὸ δὲ ὑγρὸν καὶ τὸ γεῶδες, κατωφερῆ ὄντα, τῷ σώματι, ὁμοιέδρῳ ὄντι, ἐφιζάνει.
Περὶ αἰσθήσεως καὶ αἰσθητῶν καὶ εἰ ἀληθεῖς αἱ αἰσθήσεις.
Ἐπίκουρος· τό τε μόριόν ἐστιν ἡ αἴσθησις, ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα, ὅπερ ἐστὶ τὸ ἐνέργημα· ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν, αἴσθησιν δὲ τὸ ἐνέργημα.
Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὸ δὲ ὄργανον σώματος, ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν.
Λέγει δὲ ἐν τῷ Φιλήβῳ ὧδε·
«Τὸ δὲ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δὲ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιο ἄν; — Ἀληθέστατα λέγεις.»
Κατὰ τοὺς Περιπατητικοὺς τετραχῶς· ἐξ οὗ τὸ ἡγεμονικόν, διʼ οὗ τὸ ὄργανον καὶ αἰσθητήριον, καθʼ ὃ ἡ ἐνέργεια, καὶ οὗ ἕνεκα τὸ αἰσθητόν.
Λεύκιππος, Δημόκριτος τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἑτεροιώσεις εἶναι τοῦ σώματος.
Ἀριστοτέλης τὴν αἴσθησιν ἑτεροίωσιν αἰσθητοῦ καὶ μεσότητα· κοινὴν δὲ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας, ἐν ᾗ τὸ μεταβατικὸν ἀφʼ ἑτέρου εἰς ἕτερον οἷον σχήματος καὶ κινήσεως σώματος, ἐν μεθορίῳ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, μνήμης καὶ νοῦ μετέχουσα, διατείνουσα καὶ ἐπὶ τὰ ἄλογα τῶν ζῴων, καθὸ ποσὴν διανοίας ἀναλογίαν ἔχει· κοινὰ δʼ ἐστὶν ὄψεως μὲν καὶ ἁφῆς σχῆμα, ὄψεως δὲ καὶ ἀκοῆς διάστημα, πασῶν δὲ κίνησις καὶ μέγεθος καὶ ἀριθμός.
Οἱ Στωικοὶ τήνδε τὴν κοινὴν αἴσθησιν ἐντὸς ἁφὴν προσαγορεύουσι, καθʼ ἣν καὶ ἡμῶν αὐτῶν ἀντιλαμβανόμεθα.
πελλῆς πλείους αἰσθήσεις εἶναι περὶ τὰ ἄλογα ζῷα.
Δημόκριτος πλείους μὲν εἶναι τὰς αἰσθήσεις τῶν αἰσθητῶν, τῷ δὲ μὴ ἀναλογίζειν τὰ αἰσθητὰ τῷ πλήθει λανθάνειν.
Οἱ δʼ ἄλλοι παρίσους.
Οἱ Στωικοὶ σωμάτων τὰς αἰσθήσεις.
Οἱ ἀπὸ τῶν ἀρχαίων τῶν περὶ τὰ σώματα ἀσωμάτων λόγων ἅπερ ἤδη σχήματα προσαγορεύουσι.
Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος.
Οἱ ἄλλοι εἰδῶν ἢ σχημάτων ἑτεροιώσει ἢ ἐν ψυχῇ τυπώσει, ἀπορροίαις πάντως μᾶλλον ἢ εἰδώλοις.
Οἱ Στωικοὶ πᾶσαν αἴσθησιν εἶναι συγκατάθεσιν καὶ κατάληψιν.
Οἱ Ἀκαδημαικοὶ μὴ εἶναι τὰς αἰσθήσεις μήτε καταλήψεις μήτε συγκαταθέσεις.
Οἱ Περιπατητικοὶ οὐκ ἄνευ μὲν συγκαταθέσεως τὰς αἰσθήσεις, οὐ μέντοι συγκαταθέσεις.
Πυθαγόρας, Ἐμπεδοκλῆς, Ξενοφάνης, Παρμενίδης, Ζήνων, Μέλισσος, Ἀναξαγόρας, Δημόκριτος, Μητρόδωρος, Πρωταγόρας, Πλάτων ψευδεῖς εἶναι τὰς αἰσθήσεις.
Οἱ ἀπὸ τῆς Ἀκαδημίας ὑγιεῖς μέν, ὅτι διʼ αὐτῶν οἷόν τε λαβεῖν ἀληθινὰς φαντασίας, οὐ μὴν ἀκριβεῖς.
Ἀριστοτέλης τὴν αἴσθησιν μὴ πλανᾶσθαι περὶ τὸ ἴδιον, περὶ δὲ τὸ συμβεβηκός.
Οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς.
Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς. Καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται κατὰ νοητά, ἡ δὲ φαντασία διχῶς· καὶ γὰρ αἰσθητῶν ἐστι φαντασία καὶ νοητῶν.
Παρμενίδης, Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος, Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι τοῦ οἰκείου, τῶν αἰσθητῶν ἑκάστου ἑκάστῃ ἐναρμόττοντος.
Οἱ Περιπατητικοὶ παρὰ τὰς δυνάμεις τῶν αἰσθητηρίων.
Οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λεύκιππος δέ, Δημόκριτος καὶ Διογένης νόμῳ, τοῦτο δʼ ἐστὶ δόξῃ καὶ πάθεσι τοῖς ἡμετέροις· μηδὲν δʼ εἶναι ἀληθὲς μηδὲ καταληπτὸν ἐκτὸς τῶν πρώτων στοιχείων, ἀτόμων καὶ κενοῦ· ταῦτα γὰρ εἶναι μόνα φύσει, τὰ δʼ ἐκ τούτων, θέσει καὶ τάξει καὶ σχήματι διαφέροντα ἀλλήλων, συμβεβηκότα.
Παρμενίδης, Ἐμπεδοκλῆς ἐλλείψει τροφῆς τὴν ὄρεξιν.
Οἱ τὰ ἄτομα καὶ οἱ τὰ ὁμοιομερῆ καὶ οἱ τὰ ἀμερῆ καὶ τὰ ἐλάχιστα πάντʼ ἐν πᾶσι τὰ αἰσθητὰ ἀναμεμῖχθαι καὶ μηδὲν αὐτῶν εἰλικρινὲς ὑπάρχειν, παρὰ δὲ τὰς ἐπικρατείας ὀνομάζεσθαι τοῖον ἢ τοῖον καὶ παρὰ τὴν πολυαύγειαν.
Πυθαγόρας καὶ Πλάτων καθαρὸν ἕκαστον εἶναι τῶν αἰσθητῶν ἐξ ἑκάστου στοιχείου προερχόμενον. Πρὸς μὲν οὖν τὴν ὅρασιν τὸ αἰθερῶδες πεφυκέναι, πρὸς δὲ τὴν ἀκοὴν τὸ πνευματικόν, πρὸς δὲ τὴν ὄσφρησιν τὸ πυρῶδες, πρὸς δὲ τὴν γεῦσιν τὸ ὑγρόν, πρὸς δὲ τὴν ἁφὴν τὸ γεῶδες.
Ἐπίκουρος τῶν αἰσθητῶν τὰς ἡδονὰς ἤδη καὶ τὰς λύπας.
Οἱ Περιπατητικοὶ τῶν νοητῶν· οὐ γὰρ πᾶσι φαίνεται τὰ αὐτὰ ἡδέα τε καὶ λυπηρὰ καθάπερ λευκά τε καὶ μέλανα.
Χρύσιππος τὸ μὲν γενικὸν ἡδὺ νοητόν, τὸ δὲ εἰδικὸν καὶ προσπῖπτον ἤδη αἰσθητόν.
Ἐμπεδοκλῆς τὰς ἡδονὰς γίνεσθαι τοῖς μὲν ὁμοίοις, κατὰ δὲ τὸ ἐλλεῖπον πρὸς τὴν ἀναπλήρωσιν, ὥστε τῷ ἐλλείποντι ἡ ὄρεξις τοῦ ὁμοίου· τὰς δʼ ἀλγηδόνας τοῖς ἐναντίοις, ἠλλοτριῶσθαι γὰρ πρὸς ἄλληλα ὅσα διαφέρει κατά τε τὴν σύγκρισιν καὶ τὴν τῶν στοιχείων κρᾶσιν.
Ἀναξαγόρας πᾶσαν αἴσθησιν μετὰ πόνου.
Οἱ ἄλλοι ἐπιγίγνεσθαι ἤτοι ἡδονὴν ἢ πόνον οὐδὲ συμπεφυκέναι.
Οἱ Στωικοὶ τὸν σοφὸν αἰσθήσει καταληπτὸν ἀπὸ τοῦ εἴδους τεκμηριωδῶς· οἱ Ἀκαδημαικοὶ λόγῳ γνώριμον· Ἐπίκουρος σοφῷ μόνῳ τὸν σοφόν.
Δημόκριτος τὰ νεκρὰ τῶν σωμάτων αἰσθάνεσθαι.
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Ὡς ἄτοπον, ἔφη, ὦ ἄνδρες, ἔοικεν εἶναι τοῦτο ὃ καλοῦσιν οἱ ἄνθρωποι ἡδύ· ὡς θαυμασίως πέφυκε πρὸς τὸ δοκοῦν ἐναντίον εἶναι, τὸ λυπηρόν, τῷ ἅμα μὲν αὐτὼ μὴ θέλειν παραγίγνεσθαι τῷ ἀνθρώπῳ, ἐὰν δέ τις διώκῃ τὸ ἕτερον καὶ λαμβάνῃ, σχεδόν τι ἀναγκάζεσθαι ἀεὶ λαμβάνειν καὶ τὸ ἕτερον, ὥσπερ ἐκ μιᾶς κορυφῆς ἡμμένω δύʼ ὄντε· κἀμοὶ δοκεῖ, ἔφη, εἰ ἐνενόησεν αὐτὰ Αἴσωπος, μῦθον ἂν συνθεῖναι, ὡς ὁ θεὸς βουλόμενος αὐτὰ διαλλάξαι πολεμοῦντα, ἐπειδὴ οὐκ ἐδύνατο, συνῆψεν εἰς ταὐτὸν αὐτῶν τὰς κορυφάς, καὶ διὰ ταῦτα ᾧ ἂν τὸ ἕτερον παραγένηται, ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἕτερον. Ὥσπερ οὖν καὶ αὐτῷ μοι ἔοικεν, ἐπειδὴ ὑπὸ τοῦ δεσμοῦ ἦν ἐν τῷ σκέλει τὸ ἀλγεῖν, ἥκειν δὴ φαίνεται ἐπακολουθοῦν τὸ ἡδύ.
Πλάτωνος ἐκ τοῦ Θεαιτήτου.
Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις· οἷα γὰρ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστῳ καὶ κινδυνεύει εἶναι ..... Ὑπόλαβε τοίνυν, ὦ ἄριστε, οὑτωσὶ καὶ τὰ ὄμματα πρῶτον· ὃ δὴ καλεῖς χρῶμα λευκόν, μὴ εἶναι αὐτὸ ἕτερόν τι ἔξω τῶν σῶν ὀμμάτων μηδʼ ἐν τοῖς ὄμμασι· μηδέ τινʼ αὐτῷ χώραν ἀποτάξῃς· ἤδη γὰρ ἂν εἴη τε ἄν που ἐν τάξει καὶ μένον καὶ οὐκ ἂν ἐν γενέσει γίγνοιτο. — Ἀλλὰ πῶς; — Ἑπόμεθα τῷ ἄρτι λόγῳ, μηδὲν αὐτὸ καθʼ αὑτὸ ἓν ὂν τιθέντες· καὶ ἡμῖν οὕτω μέλαν τε καὶ λευκὸν καὶ ὁτιοῦν ἄλλο χρῶμα ἐκ τῆς προσβολῆς τῶν ὀμμάτων πρὸς τὴν προσήκουσαν φορὰν φανεῖται γεγενημένον, καὶ ὃ δὴ ἕκαστον εἶναί φαμεν χρῶμα, οὔτε τὸ προσβάλλον οὔτε τὸ προσβαλλόμενον ἔσται, ἀλλὰ μεταξύ τι ἑκάστῳ ἴδιον γεγονός· ἢ σὺ διισχυρίσαιʼ ἂν ὡς οἷον σοὶ φαίνεται ἕκαστον χρῶμα, τοιοῦτον καὶ κυνὶ καὶ ὁτῳοῦν ζῴῳ; — Μὰ Δίʼ οὐκ ἔγωγε. — Τί; ἄλλῳ ἀνθρώπῳ ἆρʼ ὅμοιον καὶ σοὶ φαίνεται ὁτιοῦν, ἔχεις τοῦτο ἰσχυρῶς, ἢ πολὺ μᾶλλον, ὅτι οὐδὲ σοὶ ταὐτὸν διὰ τὸ μηδέποτε ὁμοίως αὐτὸν σεαυτῷ ἔχειν; — Τοῦτο μᾶλλον δοκεῖ μοι ἢ ἐκεῖνο. — Οὐκοῦν εἰ μὲν ᾧ παρεμετρούμεθα, ἢ οὗ ἐφαπτόμεθα, μέγα ἢ λευκὸν ἢ θερμὸν ἦν, οὐκ ἄν ποτε ἄλλῳ προσπεσὸν ἄλλο ἂν ἐγεγόνει, αὐτό γε μηδὲν μεταβάλλον· εἰ δὲ αὖ τὸ παραμετρούμενον ἢ τὸ ἐφαπτόμενον ἕκαστον ἦν τούτων, οὐκ ἂν αὖ ἄλλου προσελθόντος ἤ τι παθόντος αὐτὸ μηδὲν παθὸν ἂν ἄλλο ἐγένετο.
Ἐν ταὐτῷ.
Μὴ τοίνυν ἀπολίπωμεν ὅσον ἐλλεῖπον αὐτοῦ. Λείπεται δὲ ἐνυπνίων τε πέρι καὶ νόσων τε τῶν ἄλλων καὶ μανίας, ὅσα τε παρακούειν ἢ παρορᾶν ἤ τι ἄλλο παραισθάνεσθαι λέγεται. Οἶσθα γάρ που ὅτι ἐν πᾶσι τούτοις ὁμολογουμένως ἐλέγχεσθαι δοκεῖ ὃν ἄρτι διῇμεν λόγον, ὥστε παντὸς μᾶλλον ἂν ἡμῖν ψευδεῖς αἰσθήσεις ἐν αὐτοῖς γιγνομένας, καὶ πολλοῦ δεῖ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι, ἀλλὰ πᾶν τοὐναντίον οὐδὲν ὂν φαίνεται εἶναι. — Ἀληθέστατα λέγεις, ὦ Σώκρατες. — Τίς δὴ οὖν, ὦ παῖ, λείπεται λόγος τῷ τὴν αἴσθησιν ἐπιστήμην τιθεμένῳ καὶ τὰ φαινόμενα ἑκάστῳ ταῦτα εἶναι τούτῳ ᾧ φαίνεται;
Ἐν ταὐτῷ.
Μετρίως ἄρα ἡμῖν πρὸς τὸν διδάσκαλόν σου εἰρήσεται, ὅτι ἀνάγκη αὐτῷ ὁμολογεῖν σοφώτερόν τε ἄλλον ἄλλου εἶναι καὶ τὸν μὲν τοιοῦτον μέτρον εἶναι, ἐμοὶ δὲ τῷ ἀνεπιστήμονι μηδὲ ὁπωστιοῦν ἀνάγκην εἶναι μέτρῳ γίγνεσθαι ..... Πολλαχῇ οὖν, ὦ Θεόδωρε, καὶ ἄλλῃ ἂν τό γε τοιοῦτον ἁλοίη μὴ πᾶσαν πάντως ἀληθῆ δόξαν εἶναι· περὶ δὲ τὸ παρὸν ἑκάστῳ πάθος, ἐξ ὧν αἱ αἰσθήσεις καὶ αἱ κατὰ ταύτας δόξαι γίγνονται, χαλεπώτερον ἑλεῖν ὡς οὐκ ἀληθεῖς.
Ἐν ταὐτῷ.
Οὐκοῦν, ὦ Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντʼ ἄνδρα πάντων χρημάτων μέτρον εἶναι.
Πλάτωνος ἐν Τιμαίῳ.
Λόγος δὲ ὁ κατὰ ταὐτὸν γιγνόμενος, περί τε θάτερον ὢν καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφʼ αὑτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται, τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.
Πόσαι εἰσὶν αἱ αἰσθήσεις καὶ ποίας οὐσίας καὶ ἐνεργείας ἑκάστη.
Σιμύλου. Πέντʼ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει· τούτων ἁπασῶν κυριωτάτη μία ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἔφυ σοφὸς οὐδʼ ἁψάμενος οὐδʼ ὀσφρόμενος οὐδʼ εἰσιδὼν τὸ λυσιτελές .......... ἐκ τοῦ δʼ ἀκούειν μανθάνειν τε τἀγαθὰ πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον· ............. ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.
Οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις· ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν.
Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δὲ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας, ἐν ᾗ τὸ μεταβατικὸν ἀφʼ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως.
Δημόκριτος πλείους εἶναι αἰσθήσεις περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς.
Ἀριστοτέλους. Τὸ δὲ αἰσθητικόν, ὃ δὴ κοινῶς ἁπάντων τῶν ζῴων ἴδιον — αἰσθήσει γὰρ διαφέρειν τὸ ζῷον τοῦ φυτοῦ —, πενταπλοῦν ἐοικέναι. Τοῦτο γὰρ τὸ μὲν ὅρασιν, τὸ δʼ ἀκοήν, τὸ δʼ ὄσφρησιν, τὸ δὲ γεῦσιν, τὸ δʼ ἁφήν. Ὑπάρχειν δέ τινα καὶ σύνθετον αἴσθησιν, ἐν ᾗ τό τε φανταστικὸν πᾶν γίγνεσθαι καὶ τὸ μνημονευτικὸν καὶ τὸ δοξαστικόν, ὅπερ οὖν οὐδʼ ἄμοιρον τοῦ νοῦ τυγχάνειν. Αἰσθάνεσθαι δὲ ἡμᾶς παθούσης τι τῆς αἰσθήσεως.
Πλάτωνος ἐκ τοῦ Φαίδωνος.
Ὁ δὲ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην.
Ἐμπεδοκλῆς. Γαίᾳ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δʼ ὕδωρ, αἰθέρι δʼ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον.
Περὶ ὁράσεως καὶ κατοπτρικῶν ἐμφάσεων.
Λεύκιππος Δημόκριτος Ἐπίκουρος κατὰ εἰδώλων εἴσκρισιν οἴονται τὸ ὁρατικὸν συμβαίνειν πάθος.
Τιμαγόρας, εἷς τῶν παραχαραξάντων ἐν συχνοῖς τὴν Ἐπικούρειον αἵρεσιν, ἀντὶ τῶν εἰδώλων ταῖς ἀπορροίαις χρῆται.
Στράτων χρώματά φησιν ἀπὸ τῶν σωμάτων φέρεσθαι συγχρῴζοντʼ αὐτοῖς τὸν μεταξὺ ἀέρα.
Ἀρίσταρχος σχήματα συνδιατυποῦντά πως αὑτοῖς τὸν ἀέρα.
Ἵππαρχος ἀφʼ ἑκατέρου φησὶ τῶν ὀφθαλμῶν ἀποτεινομένας ἀκτῖνας τοῖς πέρασιν αὑτῶν, οἱονεὶ χειρῶν ἐπαφαῖς, περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι.
Ἔνιοι καὶ Πυθαγόραν τῇ δόξῃ ταύτῃ συνεπιγράφουσιν, ἅτε δὴ βεβαιωτὴν τῶν μαθημάτων· καὶ πρὸς τούτῳ Παρμενίδην ἐμφαίνοντα τοῦτο διὰ τῶν ποιημάτων.
Πλάτων συναύγειαν τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δὲ ἀπὸ τῶν σωμάτων ἀντιφερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα, εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον, συντεινομένου τῷ πυρώδει τῆς ὄψεως. αὕτη λέγεται Πλάτωνι ἡ συναύγεια.
Ἀλκμαίων κατὰ τὴν τοῦ διαφανοῦς ἀντίληψιν.
Ἀριστοτέλους. Ὁρᾶν ἡμᾶς κατὰ κίνησιν τοῦ κατʼ ἐνέργειαν διαφανοῦς· διαφανὲς δὲ οὐ μόνον εἶναι τὸν ἀέρα ἀλλὰ καὶ τὸ ὕδωρ καί τινα τῶν συνισταμένων ποθέν, οἷον ὕαλον καὶ κρύσταλλον καί τινας τῶν λαμπρῶν λίθων. Ἀκούειν δὲ κατʼ ἐνέργειαν τοῦ μεταξὺ διηχοῦς· διηχὲς δʼ εἶναι καὶ τὸν ἀέρα καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ καί τινα τῶν συγκριμάτων.
Τῶν Ἀκαδημαικῶν τινες κατά τινων ἀκτίνων ἔκχυσιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν.
Ποσειδώνιος αὐγῶν αὐτὴν σύμφυσιν ὀνομάζει.
Ἐμπεδοκλῆς καὶ πρὸς τὸ διὰ τῶν ἀκτίνων καὶ πρὸς τὸ διὰ τῶν εἰδώλων ἐκδοχὰς παρέχεται· πλείους δὲ πρὸς τὸ δεύτερον· τὰς γὰρ ἀπορροίας ἀποδέχεται.
Ἑστιαῖος ὁ Περίνθιος τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον.
Ἐμπεδοκλῆς κατʼ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου, πιλουμένας δʼ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος.
Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατʼ εἰδώλων ἐμφάσεις, ἅ τινα φέρεσθαι μὲν ἀφʼ ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατʼ ἀντιπεριστροφήν.
Οἱ ἀπὸ Πυθαγόρου καὶ τῶν μαθηματικῶν κατʼ ἀνάκλασιν τῆς ὄψεως. Φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφʼ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ.
Σφαῖρος. ὁ Στωικὸς ὁρατὸν εἶναι τὸ σκότος, ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν.
Χρύσιππος κατὰ συνέντασιν τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὀπτικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ· προχέονται δʼ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ· τοῦ πυρὸς ὅσον τὸ μὲν καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίγνεσθαι. Τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον ξυμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν. Ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν συνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τῶν ἔξω συνέπεσεν. Ὁμοιοπαθὲς δὴ διʼ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται, καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην, ᾗ δὴ ὁρᾶν φαμεν. Ἀπελθόντος δὲ εἰς νύκτα τοῦ ξυγγενοῦς πυρὸς ἀποτέτμηται· πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, ξυμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γιγνόμενον, ἅτε πῦρ οὐκ ἔχοντι. Παύεταί τε οὖν ὁρῶν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται· σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τῆς ὄψεως ἕνεκα ἐμηχανήσαντο, τὴν τῶν βλεφάρων φύσιν, ὅταν ταῦτα συμμύσῃ, καθείργνυσι τὴν τοῦ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχεῖται καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισῶν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ξυμπίπτει, καταλειφθεισῶν δέ τινων κινήσεων μειζόνων, οἷαι καὶ ἐν οἵοις ἂν τόποις λίπωνται, τοιαῦτα καὶ τοσαῦτα παρέσχον τὰ ἀφομοιωθέντα ἐντὸς ἔξωθέν τε ἐγερθεῖσιν ἀπομνημονευόμενα φαντάσματα. Τὸ δὲ περὶ τὴν τῶν κατόπτρων εἰδωλοποιίαν, καὶ πάντα ὅσα ἐμφανῆ καὶ λεῖα κατιδεῖν οὐδὲν ἔτι χαλεπόν· ἐκ γὰρ τῆς ἐντὸς ἐκτός τε τοῦ πυρὸς ἑκατέρου κοινωνίας ἀλλήλοις, ἑνός τε αὖ περὶ τὴν λειότητα ἑκάστοτε γενομένου καὶ πολλαχῇ μεταρρυθμισθέντος, πάντα τὰ τοιαῦτα ἐξ ἀνάγκης ἐμφαίνεται, τοῦ περὶ τὸ πρόσωπον πυρὸς τῷ περὶ τὴν ὄψιν πυρὶ περὶ τὸ λεῖον καὶ λαμπρὸν ξυμπαγεῖ γιγνομένῳ.
Ἐν ταὐτῷ.
Ἔστι γένος ἡμῖν αἰσθητικόν, ὃ διελέσθαι δεῖ συχνὰ ἐν αὑτῷ ποικίλματα κεκτημένον, ἃ ξύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν· ὄψεως δʼ ἐν τοῖς πρόσθεν αὐτὸ περὶ τῶν αἰτίων τῆς γενέσεως ἐρρήθη· τῇδʼ οὖν τῶν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τʼ ἂν τὸν ἐπιεικῆ λόγῳ διεξελθεῖν, τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν, τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δὲ ἶσα τῆς αὐτῆς ὄψεως μέρεσιν εἶναι. Τὰ μὲν οὖν ἶσα ἀναίσθητά τε δὴ διαφανῆ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτὴν τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶτταν στρυφνοῖς καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν ἀδελφὰ εἶναι, ταῦτα εἴη ἂν τά τε λευκὰ καὶ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει ταὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας αἰτίας. Οὕτως οὖν αὐτὰ προσρητέον· τὸ μὲν διακριτικὸν τῆς ὄψεως λευκόν, τὸ δʼ ἐναντίον αὐτοῦ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τῶν ὀφθαλμῶν, αὐτάς τε τῶν ὀμμάτων τὰς διεξόδους βίᾳ διωθοῦσαν, πῦρ μὲν ἀθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλοῦμεν, ἐκεῖθεν ἐκχέουσαν, αὐτὴν δὲ οὖσαν πῦρ, ἐξ ἐναντίας ἀπαντῶσαν, καὶ τοῦ μὲν ἐκπηδῶντος πυρὸς οἷον ἀπʼ ἀστραπῆς, τοῦ δʼ εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπῶν ἐν τῇ κυκλήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ τοῦτο ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν. Τὸ δὲ τούτων αὖ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τῶν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῷ, στίλβον δὲ οὔ, τῇ δὲ διὰ τῆς νοτίδος αὐγῇ τοῦ πυρὸς μιγνυμένῃ χρῶμα ἔναιμον παρασχομένῃ τοὔνομα ἐρυθρὸν λέγομεν. Λαμπρὸν δὲ ἐρυθρῷ λευκῷ τε μιγνύμενον ξανθὸν γέγονε. Τὸ δὲ ὅσον μέτρον ὅσον οὔ, οὐδʼ εἴ τις εἰδείη, νοῦν ἔχει τὸ λέγειν, ὧν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπεῖν εἴη δυνατός. Ἐρυθρὸν δὲ δὴ μέλανι λευκῷ τε κραθὲν ἁλουργόν, ὄρφνινον δέ, ὅταν τούτοις μεμιγμένοις καυθεῖσί τε μᾶλλον συγκραθῇ μέλαν. Πυρρὸν δὲ ξανθοῦ καὶ φαιοῦ κράσει γίγνεται, φαιὸν δὲ λευκοῦ τε καὶ μέλανος, τὸ δὲ ὠχρὸν λευκοῦ ξανθῷ μιγνυμένου. Λαμπρῷ τε λευκὸν συνελθὸν καὶ ἐς μέλαν κατακορὲς ἐμπεσὸν κυανοῦν χρῶμα ἀποτελεῖται, κυανοῦ δὲ λευκῷ κεραννυμένου γλαυκόν, πυρροῦ δὲ μέλανι πράσινον. Τὰ δʼ ἄλλα ἀπὸ τούτων σχεδὸν δῆλα, αἷς ἂν ἀφομοιούμενα μίξεσι διασῴζοι τὸν εἰκότα μῦθον. Εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτʼ ἔστι νῦν, οὔτʼ εἰσαῦθίς ποτʼ ἔσται.
Ἀριστομβρότου Περὶ ὄψιος.
Ὄψις καὶ φάος καὶ ἀὴρ φυσικὰν ἔχει σύγκρασίν τε καὶ συγγένειαν ποτʼ ἄλλαλα … λαμπρῶς ὁρῆ· καὶ ἀὴρ πᾶς τῷ λαμπρῷ διορῆται. συμβέβακε δὲ καὶ τὰν ὄψιν καὶ τὸν ἀέρα εἶμεν … ἀλλὰ τὰν μὲν ὄψιν μέλαιναν καὶ ὑγράν, τὸν δὲ ἀέρα μέλανα καὶ ἀραιόν· ἐνυπόκειται δὲ καὶ τᾷ ὄψι καὶ τῷ ἀέρι τὸ δυνάμι διαφανές, ἀλλὰ τᾷ μὲν ὄψι τὸ συγγενὲς φάος, τῷ δὲ ἀέρι τὸ ἀπὸ τῶ ἁλίω. Ὅτι δὲ ἁ ὄψις ὑγρὰ ἔασσα φάος ἔχει συγγενές, δείξαιτο κά τις ἐκ τῶνδε· πρᾶτον μὲν τῷ διαφανέα καὶ λαμπρὰν εἶμεν· πᾶν γὰρ τὸ διαφανὲς καὶ λαμπρὸν οὐκ ἄνευ τινὸς φάεος … ἐκ τᾶς ὄψιος ἢ διά τινος παραθλίψιος ἢ καὶ παρατρίψιος.
Περὶ ἀκοῆς.
Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ τὴν πρόσπτωσιν πνεύματος τῷ χόνδρῳ, ὅνπερ φησὶν ἐξηρτῆσθαι ἐντὸς τοῦ ὠτός, κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον.
Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος εἰσβολήν· πάντα γὰρ τὰ κοῖλα ἠχεῖ.
Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου.
Οἱ ἀπὸ Πλάτωνος πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα, τοῦτον δʼ ἀνακλᾶσθαι εἰς τὰ ἡγεμονικὰ καὶ γίγνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν.
Πλάτωνος ἐν Τιμαίῳ.
Τὸ δὲ αἰσθητικὸν ἐν ἡμῖν μέρος ἐπιζητοῦσι τὸ περὶ τὴν ἀκοήν, διʼ ἃς αἰτίας τὰ περὶ αὐτὸ συμβαίνει παθήματα, λεκτέον. Ὅλως μὲν οὖν φωνὴν θῶμεν τὴν διʼ ὤτων ὑπʼ ἀέρος ἐγκεφάλου τε καὶ αἵματος μέχρι ψυχῆς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπʼ αὐτῆς κίνησιν ἀπὸ κεφαλῆς μὲν ἀρχομένην, τελευτῶσαν δὲ περὶ τὴν τοῦ ἥπατος ἕδραν ἀκοήν· ὅση δὲ αὐτῆς ταχεῖα, ὀξεῖαν, ὅση δὲ βραδυτέρα, βαρυτέραν· τὴν δὲ ὁμαλὴν λείαν· τὴν δὲ ἐναντίαν τραχεῖαν· μεγάλην δὲ τὴν πολλήν, ὅση δʼ ἐναντία, σμικράν. Τὰ δὲ περὶ ξυμφωνίας αὐτῶν ἐν τοῖς ὕστερον λεχθησομένοις ἀνάγκη ῥηθῆναι.
Περὶ ὀσφρήσεως.
Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν· τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς.
Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύματος συνεισκρίνεσθαι τὴν ὀσμήν· ὅταν γοῦν ἡ ἀναπνοὴ βαρεῖα γένηται, κατὰ τραχύτητα μὴ συναισθάνεσθαι, ὡς ἐπὶ τῶν ῥευματιζομένων.
Ἀριστοτέλους. Ὀσφραίνεσθαι τοῦ μεταξὺ σώματος ἀναπιμπλαμένου τῶν ὀσφραντῶν.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Περὶ δὲ τὴν τῶν μυκτήρων δύναμιν εἴδη μὲν οὐκ ἔνι. Τὸ γὰρ τῶν ὀσμῶν πᾶν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκε συμμετρία πρὸς τό τινα ἔχειν ὀσμήν. Ἀλλʼ ἡμῶν αἱ περὶ ταῦτα φλέβες πρὸς μὲν τὰ γῆς ὕδατός τε γένη στενώτεραι ξυνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι. Διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμῆς πώποτε ᾔσθετό τινος, ἀλλʼ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων· μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων γεγόνασιν, εἰσί τε ὀσμαὶ ξύμπασαι καπνὸς ἢ ὁμίχλη. Τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὁμίχλη, τὸ δʼ ἐξ ὕδατος εἰς ἀέρα καπνός. Ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ ξύμπασαι γεγόνασιν ἀέρος. Δηλοῦται δέ, ὁπόταν τινὸς ἀντιφραχθέντος περὶ τὴν ἀναπνοὴν ἄγῃ τις βίᾳ τὸ πνεῦμα εἰς αὐτόν· τότε γὰρ ὀσμὴ μὲν οὐδεμία ξυνδιηθεῖται, τὸ δὲ πνεῦμα τῶν ὀσμῶν ἐρημωθὲν αὐτὸ μόνον ἕπεται. Διʼ οὖν ταῦτα ἀνώνυμα τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλῶν οὐδὲ ἁπλῶν εἰδῶν ὄντα, ἀλλὰ διχῇ τό τε ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανῆ λέγεσθον, τὸ μὲν τραχῦνόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμῶν μεταξὺ κορυφῆς τοῦ τε ὀμφαλοῦ κεῖται, τὸ δὲ ταὐτὸν τοῦτο καταπραῧνον καὶ πάλιν ᾗ πέφυκεν ἀγαπητῶς ἀποδιδόν.
Περὶ γεύσεως.
Ἀριστοτέλους. Γεύεσθαι διὰ τοῦ μεταξὺ τῶν γευστῶν ὑγρῶν.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Πρῶτον οὖν ὅσα τῶν χυμῶν πέρι λέγοντες ἐν τοῖς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλῶτταν, ἐμφανιστέον εἰ δυνατόν. Φαίνεται δὲ καὶ ταῦτα, ὥσπερ οὖν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐταῖς κεχρῆσθαι μᾶλλόν τι τῶν ἄλλων τραχύτησί τε καὶ λειότησιν. Ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἷόν περ δοκίμια τῆς γλώττης τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήινα μέρη κατατηκόμενα ξυνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. Τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πᾶν τὸ περὶ τὴν γλῶτταν ἀποπλύνοντα πέρα μὲν τοῦ μετρίου τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα, ὥστε ἀποτήκειν αὐτῆς τῆς φύσεως, οἷον ἡ τῶν νίτρων δύναμις, πικρὰ πάνθʼ οὕτως ὠνόμασται· τὰ δʼ ὑποδεέστερα τῆς νιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται. Τὰ δὲ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λίαν μὲν ὑπʼ αὐτοῦ συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς κεφαλῆς αἰσθήσεις, τέμνοντα πάνθʼ ὅσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη. Τῶν δὲ αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνοῦσιν αὐτόθι μέρεσι γεώδεσι καὶ ὅσα ἀέρος ξυμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε, καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι, περιγιγνόμενα τοῖς εἰσιοῦσιν· ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαρᾶς διαφανεῖς περιστῆναι, κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ ἀναιρουμένης, ζέσιν τε καὶ ζύμωσιν ἐπικληθῆναι· τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι. Ξύμπασι δὲ περὶ ταῦτα εἰρημένοις πάθος ἐναντίον ἀπʼ ἐναντίας ἐστὶ προφάσεως, ὁπόταν ἡ τῶν εἰσιόντων σύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς γλώττης ἕξει πεφυκυῖα, λειαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυθέντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾷ, καὶ πάνθʼ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς πάντῃ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. Καὶ τὰ μὲν ταύτῃ ταῦτα.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Τὴν δὲ δὴ τοῦ στόματος ἡμῶν δύναμιν ὀδοῦσι καὶ γλώττῃ καὶ χείλεσιν ἕνεκα τῶν ἀναγκαίων καὶ τῶν ἀρίστων διεκόσμησαν οἱ διακοσμοῦντες, ᾗ νῦν διατέτακται, τὴν μὲν εἴσοδον τῶν ἀναγκαίων μηχανώμενοι χάριν, τὴν δʼ ἔξοδον τῶν ἀρίστων· ἀναγκαῖον μὲν γὰρ πᾶν ὅσον εἰσέρχεται τροφὴν διδὸν τῷ σώματι, τὸ δὲ λόγων νᾶμα ἔξω ῥέον καὶ ὑπηρετοῦν φρονήσει κάλλιστον καὶ ἄριστον πάντων ναμάτων.
Περὶ ἁφῆς.
Ἀριστοτέλους. Ἅπτεσθαι δὲ διὰ τοῦ μεταξὺ σώματος τῆς σαρκὸς καὶ τοῦ ἁπτοῦ. τὸ δὴ τοιοῦτον ἢ τὸν ἀέρα ἢ τὸ ὕδωρ ὑπάρχειν, ἢ ἐκ τούτων τι κοινόν. Λανθάνειν δὲ ἐπί τε τῆς γεύσεως καὶ τῆς ἁφῆς διὰ τὸ μὴ διὰ μακροῦ γίγνεσθαι, καθάπερ ἐπὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν καὶ ὀσφραντῶν. Τοῦ δὲ κινητικοῦ κατὰ τόπον ὃ δὴ προσείπομεν ὁρμητικόν, τὸ πρῶτον κινοῦν, καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἀκίνητον εἶναι.
Περὶ φωνῆς καὶ εἰ ἀσώματος ἡ φωνὴ καὶ πόθεν αἰσθητικὴ ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν.
Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας καὶ πληγὴν ὑπʼ ἀέρος διʼ ὤτων καὶ ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην.
Λέγεται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων, ὡς χρεμετισμοὶ καὶ ψόφοι. Κυρίως δὲ φωνὴ ἔναρθρός ἐστιν, ἔστι γὰρ φωτίζουσα τὸ νοούμενον.
Περὶ φαντασίας καὶ κριτηρίου.
Ἀριστοτέλους. Φαντασίαν δʼ εἶναι πάθος τι καὶ κίνησιν τῆς κατʼ ἐνέργειαν αἰσθήσεως. Ὠνομάσθαι δʼ ἀπὸ μιᾶς τῶν αἰσθήσεων τῆς ὁράσεως· τὸ γὰρ φαίνεσθαι παρὰ τὸ φάος ἔχειν τὴν ἐπίρρησιν. τοῦτο δʼ οἰκεῖον εἶναι τῆς ὄψεως, διατείνειν δὲ εἰς πάσας τὰς αἰσθήσεις καὶ τὰς διανοητικὰς κινήσεις· καὶ γὰρ ταύτας ὁμωνύμως λέγεσθαι φαντασίας. Κριτήρια δʼ εἶναι τῆς τούτων γνώσεως τόν τε νοῦν καὶ τὴν αἴσθησιν, τὸν μὲν τῶν νοητῶν, τὴν δὲ τῶν αἰσθητῶν. Οὔτε γὰρ τὸ καθόλου δύναιτʼ ἂν αἴσθησις ἐπικρίνειν οὔτε τὸ καθʼ ἕκαστον νοῦς. Πάντα δʼ ἐκ τούτων συνεστάναι καὶ διὰ τούτων.
Περὶ δόξης.
Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ.
Τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; Ὧδʼ εἴσει ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτά, τί ποτʼ ἔστι καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων. —Δίδου μόνον. —Οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη διάνοια; —Πάνυ μὲν οὖν. —Τὸ δʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος; —Ἀληθῆ. —Καὶ μὴν ἐν λόγοις γε αὐτὸ ἴσμεν ἐνόν. —Τὸ ποῖον; —Φάσιν τε καὶ ἀπόφασιν. —Ἴσμεν. —Ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅ τι προσείπῃς αὐτό; — Καὶ πῶς; —Τί δʼ ὅταν δόξα μὴ καθʼ αὑτὴν ἀλλὰ διʼ αἰσθήσεως παρῇ τινι τὸ τοιοῦτον αὖ πάθος, οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν; —Οὐδέν. — Οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δʼ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελεύτησις, φαίνεται δὲ ὃ λέγομεν σύμμιξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῶν λόγων συγγενῶν ὄντων, ψευδῆ τε αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι; —Πῶς δʼ οὔ; —Κατανοεῖς οὖν, ὅτι πρότερον εὑρέθη ψευδὴς δόξα καὶ λόγος.
Πλάτωνος ἐκ τοῦ Συμποσίου.
Ἤτοι τῆς διανοίας ὄψις ἄρχεται ὀξὺ βλέπειν, ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμῆς λήγειν ἐπιχειρῇ.
Πλάτωνος Πολιτείας γʹ.
Φαίνεταί μοι δόξα ἐξιέναι ἐκ διανοίας ἢ ἑκουσίως ἢ ἀκουσίως, ἑκουσίως μὲν ἡ ψευδὴς τοῦ μεταμανθάνοντος, ἀκουσίως δὲ πᾶσα ἡ ἀληθής. —Τὸ μὲν τῆς ἑκουσίου, ἔφη, μανθάνω, τὸ δὲ τῆς ἀκουσίου δέομαι μαθεῖν. —Τί δαί; οὐ καὶ σὺ ἡγῇ, ἔφην ἐγώ, τῶν μὲν ἀγαθῶν ἀκουσίως στέρεσθαι τοὺς ἀνθρώπους, τῶν δὲ κακῶν ἑκουσίως; ἢ οὐ τὸ μὲν ἐψεῦσθαι τῆς ἀληθείας κακόν, τὸ δὲ ἀληθεύειν ἀγαθόν; ἢ οὐ τὸ τὰ ὄντα δοξάζειν ἀληθεύειν δοκεῖ σοι εἶναι; —Ἀλλʼ, ἦ δʼ ὅς, ὀρθῶς λέγεις, καί μοι δοκοῦσιν ἄκοντες ἀληθοῦς δόξης στερίσκεσθαι.
Περὶ ἀναπνοῆς καὶ παθῶν.
Πλάτωνος ἐκ τοῦ Τιμαίου.
Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ τὰ νῦν ἐστιν. Ὧδʼ οὖν. Ἐπειδὴ κενὸν οὐδέν ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτʼ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρʼ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δʼ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατʼ αὐτὴν τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι. Διὸ δὴ τῶν μὲν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανῶν τῶν σαρκικῶν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλῆρες· αὖθις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξωθεν ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν στόματος καὶ τὴν τῶν μυκτήρων δίοδον. Τὴν δʼ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε. Πᾶν ζῷον αὑτοῦ τὰ ἐντὸς περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἷον ἐν αὑτῷ πηγήν τινα ἐνοῦσαν πυρός· ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματι κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δὲ ἄλλα, ὅσα ἔξωθεν, ἀέρος. Τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ ξυγγενὲς ὁμολογητέον ἰέναι. Δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δὲ αὖ κατὰ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ· τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δʼ ἐξιὸν ψύχεται. Μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὑτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον ἀεὶ σαλευόμενον, ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπʼ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.
Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς πόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς καὶ βραδεῖς, ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι διʼ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπʼ αὐτῶν κινήσεως· τοτὲ δὲ ξύμφωνοι διʼ ὁμοιότητα. Τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, καταλαμβάνουσι, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλʼ ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τοῦ θάττονος, ἀποληγούσης δὲ ὁμοιότητα προσάψαντες μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην· ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσι διὰ τὴν τῆς θείας ἁρμονίας κίνησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον. Καὶ δὴ καὶ τὰ τῶν ὑδάτων πάντα ῥεύματα, ἔτι τε τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε· τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα, τὸ δὲ διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοῖς παθήμασι πρὸς ἄλληλα συμπλεχθεῖσι τεθαυματουργημένα τῷ κατὰ τρόπον φανήσεται ζητοῦντι. Καὶ δὴ καὶ τὸ τῆς ἀναπνοῆς — ὅθεν ὁ λόγος ὥρμησε — κατὰ ταὐτὰ καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τέμνοντος μὲν τὰ σῖτα τοῦ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῷ πνεύματι συνεπομένου, τὰς φλέβας δʼ ἐκ τῆς κοιλίας τῇ συναιωρήσει πληροῦντος τῷ τὰ τετμημένα αὐτόθεν ἐπαντλεῖν καὶ διὰ ταῦτα δὴ καθʼ ὅλον τὸ σῶμα πᾶσι τοῖς ζῴοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίρρυτα γεγονέναι. Νεότμητα δὲ καὶ ἀπὸ ξυγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπʼ αὐτὸ τοῦθʼ ἡμῖν ἐφύτευσεν, εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἔχει διὰ τὴν σύμμιξιν, ἡ δʼ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ, τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένη φύσις. Ὅθεν τοῦ κατὰ σῶμα ῥέοντος τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ καλοῦμεν αἷμα, νομὴν σαρκῶν καὶ ξύμπαντος τοῦ σώματος, ὅθεν ὑδρευόμενα ἕκαστα πληροῖ τὴν τοῦ κενουμένου βάσιν.