eul_wid: uxc-aga
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Aristotle's Physics Books, Commentary: Books 1–3 by John Philoponus of Alexandria

Philoponus begins with the division of philosophy and the place of the Physics among Aristotle's writings on the natural world, then comments on the first three books: the principles of natural things, physis and the causes, and motion and the infinite. His notes set out how far the natural philosopher deals with form, only so far as it is not separated from matter, and end by showing that time and motion are infinite part by part, never as a whole at once.

Part of On Aristotle's Physics Books, Commentary

ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ α ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.

Δύο μερῶν ὄντων τῆς φιλοσοφίας κατὰ Ἀριστοτέλην, τοῦ τε θεωρητικοῦ καὶ πρακτικοῦ, πρὸς τὸ θεωρητικὸν μάλιστα τὴν πᾶσαν σπουδὴν κατεβάλετο Ἀριστοτέλης· τούτῳ γὰρ τὴν τῶν ὄντων φύσιν ᾗ ὄντα γινώσκομεν. τοῦ δὲ θεωρητικοῦ εἰς τρία μέρη διῃρημένου, τὸ φυσιολογικὸν τὸ θεολογικὸν καὶ τὸ μαθηματικόν, περὶ τὸ φυσιολογικὸν μάλιστα κατεγένετο ὡς σύστοιχον μᾶλλον τῇ φύσει τῇ ἡμετέρᾳ, καὶ ὅτι τὸ μὲν θεολογικὸν καὶ μαθηματικὸν παρὰ πολλοῖς ἦν καὶ πρὸ Ἀριστοτέλους ἐξειργασμένα, τὸ δὲ φυσιολογικὸν οὐχ οὕτως. ὅθεν καὶ πλείστας ὁ Ἀριστοτέλης φυσικὰς πραγματείας συνέγραψε, καὶ συνδιεῖλε τοῖς φυσικοῖς πᾶσιν ὡς εἰπεῖν πράγμασιν τὸ τῶν ἑαυτοῦ συγγραμμάτων πλῆθος. ἵνα δὲ τοῦτο δείξωμεν, εὔλογον ἂν εἴη τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασιν αἵρεσιν ποιήσασθαι· μαθησόμεθα γὰρ οὕτως ὅτι καὶ αἱ τοῦ Ἀριστοτέλους πραγματεῖαι ἀκολούθως τοῖς φυσικοῖς συνδιῃρέθησαν πράγμασι.

Τὰ μὲν κοινῶς ἅπασι παρακολουθεῖ, τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδίᾳ τισὶ παρακολουθούντων τὰ μὲν τοῖς ἀιδίοις ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἐν γενέσει καὶ φθορᾷ· καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ὑπαρχόντων τὰ μὲν τοῖς ὑπὲρ τὴν γῆν ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἐν τῇ γῇ· καὶ τῶν τοῖς ἐν τῇ γῇ ὑπαρχόντων τὰ μὲν ἰδίᾳ τοῖς ἀψύχοις ὑπάρχει, τὰ δὲ τοῖς ἐμψύχοις· καὶ τῶν τοῖς ἐμψύχοις ὑπαρχόντων τὰ μὲν τοῖς αἰσθητοῖς ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἀναισθήτοις. γέγραπται οὖν αὐτῷ περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς ὑπαρχόντων, ἥτις ἐστὶν ἡ προκειμένη πραγματεία, καὶ περὶ τῶν ἰδίᾳ τοῖς ἀιδίοις ὑπαρχόντων ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ παρακολουθούντων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ἰδίᾳ τούτοις ὑπαρχόντων γέγραπται αὐτῷ καὶ Περὶ μετάλλων — τοιοῦτο δέ ἐστι καὶ ὁ τῶν Μετεώρων τέταρτος —, ἐν οἷς περὶ τῶν τοῖς ἀψύχοις παρεπομένων ἐδίδαξεν. αἱ δὲ περὶ ζῴων καὶ φυτῶν πᾶσαι πραγματεῖαι αἱ μέν εἰσι περὶ τῶν ὡς ἐμψύχοις καὶ ἀναισθήτοις παρακολουθούντων, ὡς αἱ περὶ φυτῶν, αἱ δὲ περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς, ὡς αἱ περὶ τῶν ζῴων πᾶσαι πραγματεῖαι καὶ ἱστορίαι. τούτοις δὲ αὐτοῖς τοῖς ζῴοις τὰ μὲν ὡς ὅλοις παρακολουθεῖ, τὰ δὲ τοῖς μέρεσιν αὐτῶν. περὶ μὲν οὖν τῶν ὡς ὅλοις ζῴοις παρακολουθούντων ἐν τῇ Περὶ ζῴων διείλεκται, περὶ δὲ τῶν τοῖς μέρεσιν αὐτῶν παρακολουθούντων ἔν τε τοῖς Περὶ μορίων ζῴων καὶ ἐν τοῖς Περὶ κινήσεως ζῴων. καὶ τὰ Περὶ ὕπνου δὲ καὶ ἐγρηγόρσεως, Περὶ ζωῆς τε καὶ θανάτου καὶ τὰ παραπλήσια τούτοις εἰς τὴν περὶ ζῴων συντείνει θεωρίαν, καὶ προσέτι τὰ Περὶ ψυχῆς. τοιαύτη μὲν οὖν ἡ πᾶσα περὶ φύσεως τοῦ Ἀριστοτέλους πραγματεία. τὸ δὲ προκείμενον βιβλίον ἐστίν, ὡς εἴρηται, περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων, διὸ καὶ ἰδίως Φυσικὴν τὴν πραγματείαν ὠνόμασε. ταῦτα δέ ἐστι πέντε· ὕλη εἶδος τόπος χρόνος κίνησις. καὶ ἐν μὲν τοῖς πρώτοις τέτρασι βιβλίοις διδάσκει περὶ τῶν τεσσάρων, ἐν δὲ τοῖς τελευταίοις τέτρασι περὶ κινήσεως· ποικίλος γάρ ἐστιν ὁ περὶ κινήσεως λόγος, καὶ πολλὰ τούτῳ ἐστὶ τὰ παρακολουθήματα. ὅθεν καὶ τὴν ὅλην πολλάκις πραγματείαν Περὶ κινήσεως ὀνομάζει, «εἴρηται» λέγων «ἡμῖν ἐν τοῖς Περὶ κινήσεως», τουτέστιν ἐν τῇ Φυσικῇ, ἐκ τοῦ μέρους ὅλην πραγματείαν ὀνομάζων. κατά τινας δὲ τῶν φυσικῶν καὶ τὸ κενὸν καὶ τὸ ἄπειρον πᾶσι παρακολουθεῖ τοῖς φυσικοῖς πράγμασι. Δημόκριτός τε γὰρ πάντα τὰ φυσικὰ πράγματα συνεστάναι ἔλεγε ἐκ τῶν ἀτόμων τε καὶ τοῦ κενοῦ, καὶ Ἀναξαγόρας πάλιν ἀπείρους ἐν ἑκάστῳ ἔλεγεν εἶναι τὰς ὁμοιομερείας. ἀλλὰ καὶ τὰς ἀτόμους ὁ Δημόκριτος ἀπείρους εἶναι ὑπετίθετο· ἀλλʼ ὅτι μὲν οὐδαμοῦ δύναται εἶναι τὸ κενὸν δείκνυσιν ἐν τῷ τετάρτῳ τῆς προκειμένης πραγματείας ὁ Ἀριστοτέλης, τὸ δὲ ἄπειρον ὅτι μὲν κατʼ ἐνέργειαν εἶναι οὐ δύναται οὐδʼ ὅλον ἅμα ὁμοίως δείκνυσι, δυνάμει δὲ μόνον καὶ κατὰ μέρη συνεστάναι. εἰσὶ γὰρ τοιαῦτά τινα ἐν τῷ παντί, ἃ καθόλου μὲν συστῆναι οὐ δύναται, κατὰ μέρη δὲ ὑφέστηκεν, ὥσπερ λέγομεν ὑφεστάναι τὴν ἡμέραν οὐ τῷ ὅλην ἅμα εἶναι, ἀλλὰ τῷ κατὰ μέρη· ὁμοίως δὲ καὶ τὸν ἀγῶνα ὑφεστηκέναι λέγομεν οὐ τῷ ὅλον ἅμα συνεστάναι, ἀλλὰ τῷ κατὰ μέρος, πυγμὴν φέρε εἰπεῖν ἢ πάλην ἢ τῶν ἄλλων τι. οὕτως δὲ καὶ τὸ ἄπειρον δείκνυσι πῇ μὲν ὄν, πῇ δὲ οὐκ ὄν· καθόλου μὲν γὰρ οὐκ ἔστι δείκνυσι, κατὰ μέρη δὲ τῷ γίνεσθαι ἀεὶ τὰ πράγματα καὶ ἐπʼ ἄπειρον. ἡ δὲ στέρησις παρακολουθεῖ μὲν καὶ αὐτὴ τοῖς φυσικοῖς, οὐ πᾶσι δέ, ἀλλὰ τοῖς ἐν γενέσει καὶ φθορᾷ μόνοις· ταῦτα γὰρ πέφυκε παρὰ μέρος πῇ μὲν τοῦ εἴδους, πῇ δὲ τῆς στερήσεως μετέχειν. περὶ μὲν οὖν τῶν παρακολουθούντων τοῖς φυσικοῖς τοσαῦτα. ἐν δὲ τῷ πρώτῳ βιβλίῳ ἀνασκευάζει καὶ τὰς τῶν παλαιοτέρων περὶ τῶν φυσικῶν ἀρχῶν δόξας καὶ διδάσκει περὶ τοῦ εἴδους καὶ τῆς ὕλης, ἐν δὲ τῷ δευτέρῳ περὶ τοῦ εἴδους — διαλέγεται δὲ καὶ περὶ τῆς ὕλης, ὥσπερ καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ εἴδους· ἀλλὰ μᾶλλον ἐν τῷ πρώτῳ περὶ τῆς ὕλης ἤπερ τοῦ εἴδους, ὡς καὶ ἐν τῷ δευτέρῳ περὶ τοῦ εἴδους μᾶλλον ἤπερ τῆς ὕλης —, ἐν δὲ τῷ τρίτῳ διδάσκει περὶ κινήσεως καὶ ἀπείρου, ἐν δὲ τῷ τετάρτῳ περὶ τόπου χρόνου κενοῦ, ἐν δὲ τοῖς λοιποῖς τέτρασι περὶ κινήσεως καὶ πάντων τῶν παρακολουθούντων αὐτῇ. ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁπηνίκα βούλεται ταῦτα τὰ βιβλία σημᾶναι οὕτω φησίν, ὅτι «εἴρηται ἡμῖν ἐν τοῖς Περὶ κινήσεως».

Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γινώσκειν.

Ἔθος τῷ Ἀριστοτέλει ἀπό τινων κοινῶν ἀξιωμάτων ἄρχεσθαι τῶν πραγματειῶν. οὕτω γοῦν καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ ἀπό τινος κοινοῦ ὁμολογήματος ἤρξατο· «πάντες» γάρ φησιν «ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις»· καὶ ἐν τῇ Ἀποδεικτικῇ· «πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως»· καὶ ἐν τοῖς Ἠθικοῖς· «πᾶσα τέχνη καὶ μέθοδος, ὁμοίως δὲ πρᾶξις καὶ προαίρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ». οὕτως οὖν καὶ ἐνταῦθα ἀπὸ κοινοῦ τινος ἀξιώματος τὴν ἀρχὴν ποιεῖται. ἔστι δὲ τὸ ἀξίωμα τοιοῦτον· πᾶσα ἐπιστήμη ἔχουσα ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται γνωσθεισῶν τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων. ἐπεὶ οὖν, φησί, καὶ τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, τότε γνωσόμεθα αὐτὰ ὅταν τὰς ἀρχὰς αὐτῶν καὶ τὰ αἴτια καὶ τὰ στοιχεῖα γνῶμεν. ἔστι δὲ ὁ ὅλος συλλογισμὸς τοιοῦτος· τῆς περὶ φύσεως ἐπιστήμης εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα· πᾶσα ἐπιστήμη ἧσπερ εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων ἐγνωσμένων· καὶ ἡ περὶ φύσεως ἄρα ἐπιστήμη γνωσθήσεται ἐγνωσμένων τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων. ὁ μὲν οὖν πᾶς συλλογισμὸς τοιοῦτος, αὐτὸς δὲ διὰ συντομίαν τὴν μείζονα μόνον θεὶς πρότασιν, τὴν λέγουσαν ὅτι πᾶσα μέθοδος ἧσπερ εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται ἐγνωσμένων τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων, τὴν ἐλάττονα παραλιμπάνει ὅτι τῆς φυσιολογίας εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. παραλιμπάνει δὲ καὶ τὸ συμπέρασμα, τίθησι δὲ μόνον τὸ ἀκόλουθον τῷ συμπεράσματι· τὸ μὲν γὰρ συμπέρασμα ἦν «καὶ ἡ φυσιολογία ἄρα γνωσθήσεται τῶν ἀρχῶν γνωσθεισῶν». τὸ τούτου οὖν ἀκόλουθον τίθησι. τοῦτο δέ ἐστιν ὅτι, ἐπειδὴ ἡ φυσιολογία γινώσκεται τῶν ἀρχῶν γνωσθεισῶν, ὅπερ ἐκ τοῦ συλλογισμοῦ συνεπεράνθη, πειρατέον διορίσαι τὰς ἀρχὰς τῆς φυσιολογίας. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως, Θεόφραστος δὲ καὶ ὅλον τὸν συλλογισμὸν ἔθηκεν ἐν τῇ ἰδίᾳ Περὶ φύσεως πραγματείᾳ, παραμυθίας τινὸς ἀξιώσας καὶ τὴν ἐλάττονα πρότασιν τὴν ὅτιπερ τῆς φυσιολογίας εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. τοῦτο γὰρ οὐ πρόδηλον. κατασκευάζει οὖν αὐτὴν τοῦτον τὸν τρόπον· τὰ φυσικά, φησί, πράγματα ἢ σώματά ἐστιν ἢ ἐν σώματι τὸ εἶναι ἔχει, οἷον αἱ ῥοπαὶ καὶ αἱ δυνάμεις καὶ τὰ ὅμοια· πάντα δὲ τὰ σώματα καὶ τὰ ἐν σώματι τὸ εἶναι ἔχοντα σύνθετά ἐστι — καὶ ὅτι μὲν τὰ σώματα σύνθετα πρόδηλον. συνθέτους δέ φησι καὶ τὰς δυνάμεις τὰς ἐν ὑποκειμένοις τοῖς σώμασι τὸ εἶναι ἐχούσας καὶ ἁπλῶς πάντα τὰ ἐν ὑποκειμένῳ εἴδη, πρῶτον μὲν τῷ ἐκ γενῶν εἶναι καὶ διαφορῶν, ἔπειτα εἰ καὶ κατὰ τὸν ὁριστικὸν λόγον θεωρούμενα ἁπλᾶ ἐστιν, ἀλλʼ ὁ ὁριστικὸς λόγος οὐκ ἐν ὑπάρξει, ἀλλʼ ἐν μόνῃ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει. ὡς μέντοι ἐνυπόστατα ὄντα μετὰ τοῦ ὑποκειμένου θεωρεῖται· ἡ γὰρ ἐνεργείᾳ οὖσα ὄψις οὐκ ἔστιν αὐτὴ ἡ δύναμις μόνον, ἀλλὰ μετὰ τοῦ ὀπτικοῦ πνεύματος. ἄλλως τε οἱ φυσικοὶ ὡς φυσικὰ καὶ ἐν ὑπάρξει πράγματα αὐτὰ θεωροῦντες μετὰ τοῦ ὑποκειμένου αὐτὰ θεωροῦσιν. ὁ γὰρ ὁριστικὸς αὐτῶν, ὡς εἶπον, λόγος ἐν μόνῃ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει· ταύτῃ δὲ οὐδὲ ἰδέας αὐτῶν εἶναι βούλεται ὁ Ἀριστοτέλης τῷ τὰ φυσικὰ εἴδη μὴ ὑφίστασθαι ἐξῃρημένα σωμάτων, ἀλλʼ ἐν ψιλῇ μόνον εἶναι ἐπινοίᾳ. ἄλλως τε οὐδὲν διοίσει ταῦτα τοῦ εἴδους τοῦ σώματος. ὥσπερ οὖν καὶ τοῦτο κατὰ μὲν τὸν ἴδιον λόγον ἁπλοῦν ἐστι, τὸ τριχῇ λέγω διαστατόν, πρὸς μέντοι τὴν ὕπαρξιν αὐτοῦ χρεία καὶ τῆς ὕλης, καὶ οὕτω λοιπὸν τὸ ἐν ὑπάρξει σῶμα οὐκ ἔστιν ἁπλοῦν, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους, οὕτω κἀπὶ τούτων ἔχει· κατὰ μὲν γὰρ τὸν ἴδιον αὐτῶν λόγον θεωρούμενα ἁπλᾶ ἐστιν, ὅταν μέντοι ὡς ὑπάρχοντα καὶ ἐνεργείᾳ αὐτὰ ὄντα θεωρήσωμεν, μετὰ τοῦ ὑποκειμένου σώματος αὐτὰ θεωροῦμεν. καὶ οὕτως οὐχ ἁπλᾶ ἐστιν, ἀλλὰ σύνθετα —, εἰ τοίνυν τὰ φυσικὰ πράγματα ἢ σώματά ἐστιν ἢ ἐν σώματι τὸ εἶναι ἔχει, ταῦτα δὲ σύνθετα, τὰ φυσικὰ ἄρα πράγματα σύνθετά ἐστι. πάντα δὲ τὰ σύνθετα στοιχεῖα καὶ αἴτια καὶ ἀρχὰς ἔχει· τὰ γὰρ ἁπλᾶ τοῦ συνθέτου ἐστὶ στοιχεῖα· τὰ φυσικὰ ἄρα πράγματα ἀρχὰς καὶ αἴτια καὶ στοιχεῖα ἔχει. οὕτω μὲν οὖν τὴν ἐλάττονα κατεσκεύασε πρότασιν· ᾗ προσθεὶς τὴν μείζονα, ὅτι πᾶν ὃ ἔχει ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τούτων ἐγνωσμένων, οὕτω συνάγει ὅτι τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων.

Ἀρχὰς δὲ τῶν πραγμάτων πάντων Πλάτων μὲν ἕξ φησιν εἶναι, ὕλην, εἶδος, ποιητικὸν αἴτιον, παραδειγματικόν, ὀργανικόν, τελικόν· καὶ καλεῖ τὴν μὲν ὕλην ἐν ᾧ — μητέρα γὰρ αὐτὴν καλεῖ καὶ δεξαμενὴν καὶ τιθηνήν —, τὸ δὲ εἶδος ὅ — τοῦτο γάρ ἐστι τὸ ἑκάστου τῶν πραγμάτων χαρακτηριστικόν, οὐχ ἡ ὕλη μία καὶ ἡ αὐτὴ οὖσα πάντων —, τὸ δὲ ποιητικὸν ὑφʼ οὗ, τὸ ὀργανικὸν διʼ οὗ, τὸ παραδειγματικὸν πρὸς ὅ, τὸ τελικὸν διʼ ὅ. τούτων δὲ τῶν ἓξ τὰ μὲν τρία συναίτια καλεῖ, τὰ δὲ τρία αἴτια· τὸ μὲν γὰρ ποιητικὸν καὶ τὸ τελικὸν καὶ τὸ παραδειγματικὸν αἴτια καλεῖ ὡς ἐξῃρημένα καὶ κύρια ὄντα τῆς ἑαυτῶν ἐνεργείας, τὴν δὲ ὕλην καὶ τὸ εἶδος καὶ τὸ ὄργανον συναίτια, διότι μὴ ἔστι κύρια τῆς ἑαυτῶν ἐνεργείας. ὁ μὲν οὖν Πλάτων, ὡς εἶπον, ἕξ φησιν εἶναι τὰς τῶν ὄντων ἀρχάς, ὁ δὲ Ἀριστοτέλης τέσσαρας, ὕλην, εἶδος, ποιητικὸν αἴτιον, τελικόν· τὸ γὰρ ὀργανικὸν καὶ παραδειγματικὸν ὡς φυσιολόγος παρῆκεν — οὐ γὰρ πρὸς παράδειγμα ἡ φύσις ποιεῖ· ζωὴ γάρ τις οὖσα οὕτω ποιεῖ, οὐχὶ δὲ γνῶσίς τις ὡς ὁ νοῦς. ὡς οὖν φυσικὸς τοῦ παραδειγματικοῦ καὶ τοῦ ὀργανικοῦ αἰτίου οὐ μεμνήσεται· ἔστι γὰρ καὶ φυσιολογεῖν θεολογικῶς, ὡς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ περὶ τῶν ἐξῃρημένων αἰτίων τῶν φυσικῶν πραγμάτων διαλεγόμενος, καὶ θεολογεῖν φυσικῶς, ὥσπερ ὁ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐκ τῶν φυσικῶν πραγμάτων τὴν διδασκαλίαν τῶν θείων ποιούμενος. ὁ οὖν τοιοῦτος φυσιολόγος, λέγω δὴ ὁ περὶ τῶν συντεταγμένων αἰτίων τοῖς φυσικοῖς πράγμασι διαλεγόμενος, οὔτε τοῦ παραδειγματικοῦ αἰτίου δεήσεται διὰ τὴν εἰρημένην αἰτίαν, οὔτε τοῦ ὀργανικοῦ διὰ τὸ κοινῶς περὶ πάντων τῶν φυσικῶν αἰτίων καὶ τῶν πρωτίστων ποιεῖσθαι τὸν λόγον. εἰ μὲν γὰρ περί τινος φυσικοῦ ἦν αὐτῷ ὁ λόγος, ὥσπερ τυχὸν τοῖς ἰατροῖς περὶ τῶν ἀνθρωπίνων σωμάτων, ἠδύνατο λέγειν ὄργανον εἶναι τῆς φύσεως τὰς κράσεις τυχὸν ἢ τὸ ἔμφυτον θερμὸν ἤ τι τοιοῦτον· διʼ αὐτῶν γὰρ ποιεῖ ἡ φύσις τὰ ἴδια ἔργα· ἐπειδὴ δὲ καὶ αὐτῶν τῶν κράσεων καὶ τῶν πρωτίστων στοιχείων, λέγω δὴ τῶν τεσσάρων, τὰ αἴτια ζητεῖ, εἰκότως οὐ παραλήψεται ὀργανικὸν αἴτιον· οὐ γὰρ διά τινος ὀργάνου ἡ φύσις συνίστησι τὰ πρῶτα στοιχεῖα, ἀλλʼ ἀμέσως ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους αὐτὰ δημιουργεῖ. καλεῖ δὲ ὁ Ἀριστοτέλης τὴν μὲν ὕλην ἐξ οὗ, τὸ δὲ εἶδος καθʼ ὅ — κατʼ αὐτὸ γὰρ καὶ χαρακτηρίζονται τὰ πράγματα καὶ λέγονται —, τὸ δὲ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ τελικὸν ὁμοίως τῷ Πλάτωνι διʼ ὅ.

Ἀρχὰς δὲ καὶ αἴτια ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ λέγει, ἵνα ἀρχὰς μὲν καὶ αἴτια τὸ ποιητικὸν εἴπῃ καὶ τὸ τελικόν, στοιχεῖα δὲ τὰ λοιπὰ δύο, τὸ ὑλικὸν καὶ τὸ εἰδικόν, ἢ τὴν μὲν ἀρχὴν κοινῶς κατὰ πάντων κατηγορεῖ — φαίνεται γοῦν ἕκαστον αὐτῶν ἀρχὴν καλῶν πανταχοῦ. «ἀνάγκη δέ», φησίν, «ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους», περὶ τῶν φυσικῶν ἀρχῶν λέγων. καὶ πάλιν «ὅτι μὲν οὖν ἐναντίας γε δεῖ εἶναι τὰς ἀρχάς, δῆλον», περὶ ὕλης καὶ εἴδους λέγων. καὶ πάλιν περὶ τῶν αὐτῶν «μία μὲν οὖν ἀρχή», αὐτὴν τὴν ὕλην λέγων, «ἑτέρα δὲ ἡ ὁ λόγος», τὸ εἶδος —, αἴτια δὲ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ, στοιχεῖα δὲ ἐπὶ τῶν λοιπῶν δύο, τῆς ὕλης καὶ τοῦ εἴδους. τὸ δὲ ὧν εἰσὶν ἀρχαὶ προσέθηκε, διότι οὐ πᾶσα ἐπιστήμη ἢ μέθοδος οἰκείαις ἀρχαῖς χρῆται, ἀλλʼ εἰσί τινες ταῖς τῶν ἑτέρων ἐπιστημῶν ἀρχαῖς χρώμεναι, οἵα ἐστὶν ἡ διαλεκτική, ἥτις πάσας ὑποδύεται τὰς ἐπιστήμας· πειρᾶται γὰρ καὶ ἰατρικὰ ἀποδεικνύναι θεωρήματα ταῖς ἰατρικαῖς ἀρχαῖς χρωμένη καὶ μαθηματικὰ ταῖς μαθηματικαῖς, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. αὕτη οὖν ἡ μέθοδος ἡ διαλεκτικὴ οὐκ οἰκείας ἀρχὰς ἔχουσα, ἀλλὰ ταῖς ἀλλοτρίαις χρωμένη, οὕτως ἐνεργεῖ περὶ τὰ ὑποκείμενα. τοιαύτη ἐστὶ καὶ ἡ ῥητορικὴ ἀεὶ ταῖς τῶν ἄλλων ἐπιστημῶν ἀρχαῖς χρωμένη καὶ οὕτω κατασκευάζουσα τὸ προκείμενον· διὸ καὶ ἀντίστροφος εἶναι λέγεται τῇ διαλεκτικῇ, διότι ὁμοίως περὶ τὰ αὐτὰ στρέφονται ἀμφότεραι. μέθοδος δέ ἐστιν ἕξις ὁδοποιητικὴ μετὰ λόγου.

Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους. εἴπομεν ὡς ὅτι τοῦ συλλογισμοῦ τὴν μείζονα θεὶς πρότασιν παρῆκε τὴν ἐλάττονα καὶ τὸ συμπέρασμα. κεῖται οὖν εὐθὺς ἐν προοιμίοις ἡ μείζων πρότασις· διόπερ, ἵνα σαφέστερον ἐπιστήσωμεν τῷ λεγομένῳ, δεῖ τὸν ἐπειδή σύνδεσμον ἀφελεῖν καὶ οὕτως τὸ ῥητὸν ἀναγνῶναι· τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν. οὕτω γὰρ σαφεστέρα ἡ καθόλου πρότασις. ἢ οὕτως· «περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει ἐκ τοῦ ταῦτα γνωρίζειν». εἶτα λαβόντας τὸν ἐπειδή σύνδεσμον προσθεῖναι ἔξωθεν τῇ ἐλάττονι προτάσει· «ἐπειδὴ οὖν καὶ τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ τὰ φυσικὰ ἄρα γνωσόμεθα ἐγνωκότες τὰς ἀρχὰς αὐτῶν καὶ τὰ αἴτια καὶ τὰ στοιχεῖα». εἶτα λοιπὸν τὸ ἀκολουθοῦν τῷ συμπεράσματι ἀναγνῶναι, τὸ δῆλον οὖν ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν περὶ τῆς τοῦ ῥητοῦ συντάξεως. τὸ μέντοι εἰδέναι καὶ τὸ ἐπίστασθαι τινὲς οὐκ ἐκλαμβάνουσιν ὡς ταὐτὸν δηλοῦν, ἀλλὰ τὸ μὲν εἰδέναι ἐπὶ τῆς ἁπλῆς γνώσεως τῆς ἄνευ ἀποδείξεως, τὸ δὲ ἐπίστασθαι ἐπὶ τῆς μετὰ ἀποδείξεως. οἱ δὲ ἐκ παραλλήλου ἄμφω λαμβάνουσιν ὡς ταὐτὸν σημαίνοντα. καὶ ὁ Πλάτων δὲ τὸ εἰδέναι κατὰ τῆς ἀκριβεστάτης καὶ ἐπιστημονικῆς γνώσεως ἄγει· ἐν γὰρ τῷ Φαίδωνί φησι· «τὸ γὰρ εἰδέναι τοῦτό ἐστι λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβληκέναι». ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα. εἰ μὲν τὸν ἤ σύνδεσμον διαζευκτικὸν λάβωμεν, καθολικωτέρα καὶ ἐπὶ πλειόνων γίνεται ἡ πρότασις· τὰ γὰρ μὴ φυσικὰ ἀλλὰ λογικὰ καὶ νοερὰ ἀρχὰς μὲν ἔχει καὶ αἴτια, στοιχεῖα δὲ οὐκ ἔχει· ἐὰν δὲ παραδιαζευκτικὸν λάβωμεν τὸν ἤ ἀντὶ τοῦ καί, ἐπὶ τῶν φυσικῶν μόνων χωρήσει ὁ λόγος, ὧν εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. στοιχεῖα γὰρ μόνων εἰσὶ τῶν συνθέτων πραγμάτων, ταὐτὸν δὲ εἰπεῖν τῶν φυσικῶν. στοιχεῖον γάρ ἐστι τὸ συγκατατεταγμένον τῷ πράγματι ὃ καὶ μέρος τοῦ συνθέτου γίνεται, μέρος δὲ οὐχ οἷά εἰσι τὰ κυρίως μέρη ὁμοιομερῆ τε καὶ ὀργανικά· ταῦτα μὲν γὰρ ἰδίαν ἔχει περιγραφήν τε καὶ ἐνέργειαν, καὶ ἕκαστον αὐτῶν μέρος τι τοῦ συνθέτου ἀπείληφε, τὰ δὲ στοιχεῖα ὅλα διʼ ὅλων αὐτῶν καὶ διὰ τοῦ συνθέτου κεχώρηκεν, ὡς μηδὲν αὐτοῦ εἶναι σημεῖον ὃ μὴ τῶν στοιχείων μετείληφεν. ἔστι δὲ τὸ μὲν τῆς ἀρχῆς ὄνομα καθολικώτερον — φέρεται γὰρ καὶ ἐπὶ τοῦ εἴδους καὶ ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ καὶ τῶν λοιπῶν —, τὸ δὲ αἴτιον καὶ τὸ στοιχεῖον μερικώτερά ἐστι, τὸ μὲν αἴτιον ἐπὶ τῶν κεχωρισμένων τοῦ ἀποτελέσματος ἀρχῶν τῆς τε ποιητικῆς καὶ τῆς τελικῆς καὶ ἐπὶ τῆς παραδειγματικῆς τε καὶ ὀργανικῆς, τὸ δὲ στοιχεῖον ἐπὶ τῶν συγκατατεταγμένων φέρεται ἀρχῶν, τοῦ εἴδους λέγω καὶ τῆς ὕλης, ἃ καὶ μέρος τοῦ ἀποτελέσματος γίνεται. οὐχ οὕτω δὲ μέρος ὡς τὰ ἀνομοιομερῆ λεγόμενα ἢ τὰ ὁμοιομερῆ, ἀλλʼ ὡς συμπληρωτικὸν τῆς οὐσίας τοῦ πράγματος. τίνι δὲ διαφέρει μέρος στοιχείου εἴπομεν.

Τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων.

Ἀρχὰς πρώτας φησὶ καὶ αἴτια ἤτοι ἵνα ἀπὸ τῶν πρωτίστων ἀρχῶν ἀρξώμεθα, καὶ οὕτω μέχρι τῶν προσεχεστάτων κατέλθωμεν — τῷ γὰρ ὄντι τότε ἀκριβῶς ἕκαστον γνωσόμεθα, ὅταν καὶ τὰς πρωτίστας ἀρχὰς αὐτοῦ γνῶμεν καὶ τὰς μέσας καὶ τὰς προσεχεῖς καὶ συγκατατεταγμένας, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ μέχρι τῶν στοιχείων. καὶ γὰρ τὸ προσεχὲς ποιητικὸν αἴτιον τῶν φυσικῶν πραγμάτων, αὐτὴ λέγω ἡ φύσις, συγκατατέτακται τῷ πράγματι καὶ στοιχεῖον αὐτοῦ ἐστι διʼ ὅλου αὐτοῦ διήκουσα —, ἢ ἀρχὰς πρώτας τὰς ἑκάστου πρώτας ἀκουστέον· τοῦτο γὰρ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· τότε γὰρ γνωσόμεθα ἕκαστον. γνωσόμεθα γὰρ τὰ ἐν μετεώροις συνιστάμενα, ὅταν τὰς αὐτῶν πρωτίστας ἀρχὰς ὡς μετεώρων γνῶμεν, ὅτι ὕλην μὲν ἔχει τήνδε, εἶδος δὲ τόδε, ποιητικὸν δὲ αἴτιον τόδε, καὶ τελικὸν ὁμοίως· τὸ γὰρ τὴν πρωτίστην ὕλην γνῶναι οὐκ ἔστιν ἁπλῶς ὡς μετεώρων ἀρχὰς γνῶναι, ἀλλʼ ἁπλῶς ὡς σωμάτων. ὅταν οὖν τὰς ἑκάστου ἰδιαζούσας ἀρχὰς γνῶμεν ποιητικάς τε καὶ τελικάς, ἀφικώμεθα δὲ καὶ μέχρι τῆς τῶν στοιχείων αὐτῶν γνώσεως, τῆς τε ἰδίας αὐτῶν φημι ὕλης καὶ τοῦ εἴδους, τότε τῷ ὄντι τὴν ἀκριβῆ ἑκάστου γνῶσιν ἕξομεν.

Δηλονότι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσαι.

Εἴπομεν ὅτι ὁ Ἀριστοτέλης τὸ συμπέρασμα τοῦ συλλογισμοῦ παρείς, ὅπερ ἦν «τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται ἐγνωσμένων τῶν ἀρχῶν», τὸ ἀκόλουθον τῷ συμπεράσματι τίθησι. τοῦτο δέ ἐστιν ὅτι εἰ τὰ φυσικὰ γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων, πειρατέον δηλονότι διορίσασθαι περὶ τῶν φυσικῶν ἀρχῶν τοῖς γε ταῦτα γνῶναι βουλομένοις.

Πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.

Εἰρηκὼς ἐν τῷ προτέρῳ προοιμίῳ, ὅτι τὴν περὶ φύσεως ἐπιστήμην οὐκ ἄλλως ἕξομεν ἢ τὰς ἀρχὰς αὐτῆς ἐγνωκότες — τὰ γὰρ φυσικά, φησί, πράγματα ἔχουσιν ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα· πᾶσα δὲ μέθοδος ἀρχὰς ἔχουσα ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων· τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων —, νῦν βούλεται εἰπεῖν τίς ἐστιν ὁ τρόπος τῆς τῶν ἀρχῶν γνώσεως. ἰστέον οὖν ὅτι αὐτὸς εἶπεν ἐν τῇ Ἀποδεικτικῇ, ὅτι δύο τρόποι εἰσὶ τῆς ἐπιστημονικῆς γνώσεως, πρῶτος μὲν ὁ ἀποδεικτικός, δεύτερος δὲ ὁ διδασκαλικός, οὗτοι δὲ ἀντιπεπονθότως ἔχουσι πρὸς ἀλλήλους. ὁ μὲν γὰρ ἀποδεικτικὸς ἐκ τῶν πρώτων τῇ φύσει καὶ ἀρχικωτέρων ἀποδείκνυσι τὰ δεύτερα, ὁ δὲ διδασκαλικός, ἀποδεικτικός τις ὢν καὶ αὐτός, κατὰ δεύτερα μέτρα ἀποδείξεως ἐκ τῶν ὑστέρων τῇ φύσει τὰ πρότερα ἀποδείκνυσιν, ὃν καὶ τεκμηριώδη καλεῖ. οἷον εἴ τις ἰδὼν καπνὸν εἴποι πῦρ εἶναι ἐνταῦθα· ἐκ γὰρ τοῦ τῇ φύσει ὑστέρου τὸ πρότερον κατεσκεύασε. κεχρήμεθα δὲ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ ἐπί τινων τῷ μὴ δύνασθαι τῷ προτέρῳ τε καὶ ἀποδεικτικωτέρῳ χρήσασθαι διὰ τὸ τὴν φύσιν τῶν πραγμάτων πολλάκις οὕτως ἔχειν, ἢ διὰ τὸ μὴ ἔχειν ἀρχικώτερα, ἢ διὰ τὸ ἔχειν μέν, ἀσαφέστερα δὲ ἡμῖν εἶναι καὶ ἀγνωστότερα. οὕτω γοῦν καὶ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ βουλόμενος ἀποδεῖξαι ὁποῖόν τί ἐστι τὸ τῆς σελήνης σχῆμα, ἐκ τῶν φωτισμῶν αὐτῆς κατεσκεύασεν ὅτι σφαιρικόν. φαίνεται γὰρ γινομένη δὶς μηνοειδής, δὶς διχότομος, δὶς ἀμφίκυρτος, ἅπαξ πανσέληνος· τούτους δὲ τοὺς φωτισμοὺς ἀδύνατον ἄλλῳ τινὶ σχήματι ἢ τῷ σφαιρικῷ ὑπάρξαι. ἐνταῦθα οὖν τεκμηριωδῶς ἐκ τῶν ὑστέρων τῇ φύσει, τῶν φωτισμῶν λέγω, τὸ τῇ φύσει πρότερον τὸ σχῆμα ἀπέδειξε, δέον ἐκ τοῦ δεῖξαι ὅτι ἐκ τῆς πέμπτης ἐστὶν οὐσίας διὰ τοῦτο ἀνάγκη σφαιρικὴν εἶναι — ἀδύνατον γὰρ ἀίδιόν τι σῶμα εἶναι μὴ σφαιρικὸν ὄν —, εἶτα ἐκ τοῦ σφαιρικὸν τὸ σῶμα εἶναι τῆς σελήνης διὰ τούτου δεῖξαι, ὅτι ἀνάγκη πᾶσα οὕτω φωτίζεσθαι. τοῦτο γὰρ ἦν ἀκολουθότερον τῷ ἐκ τῶν ἀρχικωτέρων κατασκευάζειν τὰ ὕστερα. ἀλλʼ ἐπειδὴ γνωριμώτεροι ἡμῖν εἰσιν οἱ τῆς σελήνης φωτισμοὶ τοῦ σχήματος αὐτῆς, καὶ τοῦτο τῆς οὐσίας, εἰκότως ἐκ σαφεστέρων τὰ ἀσαφέστερα κατασκευάζει. ἀλλὰ καὶ ὅταν περὶ τῶν καθολικωτέρων γενῶν διδάσκων ἐκ τῶν ὑστέρων τῇ φύσει διδάσκῃ περὶ αὐτῶν, ὑπογραφὰς καὶ οὐχ ὁρισμοὺς αὐτῶν ἀποδιδούς, ἢ ὅταν περὶ τῆς ὕλης κατὰ ἀφαίρεσιν διδάσκῃ, διὰ τὸ μὴ ἔχειν ἀρχοειδέστερα αὐτῶν ἀνάγκη ἐκ τῶν ὑστέρων τῇ φύσει τὴν περὶ αὐτῶν ποιεῖσθαι διδασκαλίαν. ἐπεὶ οὖν καὶ νῦν πρόκειται τὰς ἀρχὰς τῶν φυσικῶν πραγμάτων γνῶναι, ἀνάγκη θατέρῳ τούτων τῶν τρόπων γνῶναι. τῷ μὲν οὖν προτέρῳ ἀδύνατον· εἰ γὰρ βουληθείημεν ἐξ ἀρχῶν ἀεὶ τὰς ἀρχὰς κατασκευάζειν, ἐπʼ ἄπειρον οὕτως ἥξομεν ἀεὶ τῶν ληφθεισῶν ἀρχῶν ἑτέρας ζητοῦντες. λείπεται οὖν τῷ δευτέρῳ τρόπῳ εἰς τὴν τῶν ἀρχῶν διδασκαλίαν χρήσασθαι, καὶ ἐκ τῶν δευτέρων τῇ φύσει ἐπὶ τὴν τούτων γνῶσιν ἀνελθεῖν. καὶ γὰρ ἀεί, φησί, τὰ μὲν τῇ φύσει πρότερα καὶ σαφέστερα ἡμῖν ὕστερά ἐστι καὶ ἀσαφέστερα, καὶ τὰ ἡμῖν πρότερά τε καὶ σαφέστερα τῇ φύσει ὕστερά ἐστι καὶ ἀσαφέστερα. διὰ τοῦτο οὖν δεῖ ἡμᾶς ἐκ τῶν σαφεστέρων καὶ προτέρων ἡμῖν, τῇ φύσει δὲ ὑστέρων καὶ ἀσαφεστέρων, ἄρξασθαι τῆς διδασκαλίας. ταῦτα δέ ἐστι, φησί, τὰ συγκεχυμένα· ταῦτα γὰρ ἡμῖν ἐστι γνωριμώτερα καὶ σαφέστερα, τῇ φύσει δὲ ἀγνωστότερα. συγκεχυμένα δέ ἐστι τὰ καθόλου· ὥστε ἐκ τῶν καθόλου ἀρκτέον τῆς διδασκαλίας. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης.

Ζητοῦσι δὲ ἐνταῦθα, πῶς φησι τὰ καθόλου ὕστερα εἶναι τῇ φύσει καὶ ἀσαφέστερα, ἡμῖν δὲ πρότερα καὶ γνωριμώτερα — καίτοι ἀλλαχοῦ τὸ ἐναντίον δείκνυται, ὅτι τῶν καθόλου ἡ γνῶσις ἀσαφεστέρα τέ ἐστιν ἡμῖν καὶ ὑστέρα παραγίνεσθαι πέφυκεν· ἐπιστήμης γὰρ μόνης τὸ καθόλου ἑλεῖν, ἡ δὲ ἐπιστήμη ὑστέρα ἡμῖν παραγίνεται —, καὶ τίνα λέγει καθόλου ἐνταῦθα. λέγομεν οὖν ὅτι καθόλου ἐνταῦθά φησιν ἤτοι τὸ μερικόν, ὅπερ τοῦ καθʼ ἕκαστα διενήνοχεν, ὡς αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας φησί, τῷ τὸ μὲν καθʼ ἕκαστον ὡρισμένον εἶναι, αὐτὸ δὲ ἀόριστον. οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ μερικὸν ἢ καθʼ ἕκαστα ἀόριστον δυνάμενον πλείοσιν ἐφαρμόζειν. τοῦτο οὖν, διʼ αὐτὸ τοῦτο τὸ ἀόριστον εἶναι, καὶ συγκεχυμένον εἰκότως ἐκάλεσε καὶ καθόλου. καθόλου μὲν διὰ τὸ δύνασθαι πλείοσιν ἐφαρμόζειν, τοῦ καθʼ ἕκαστα ἑνὶ μόνῳ ἐφαρμόζοντος, συγκεχυμένον δὲ διότι ἀορίστως καὶ ἀδιαρθρώτως ἐφαρμόζει οἷς ἂν ἐφαρμόζῃ. τὰ γὰρ καθʼ ἕκαστα κατὰ τὸ καθόλου μὲν γινώσκοντες σαφῆ καὶ διηρθρωμένην αὐτῶν ἔχομεν τὴν γνῶσιν· ὅταν γὰρ εἴπω, ὅτι ὁ Σωκράτης ζῷόν ἐστιν ἢ ἄνθρωπός ἐστιν, ὡρισμένην ἔχω καὶ διηρθρωμένην τὴν τοῦ ἀνθρώπου καὶ τὴν τοῦ ζῴου φύσιν· κατὰ τὸ μερικὸν δὲ γινώσκοντες τὰ καθʼ ἕκαστα, ὡς ὅταν λέγωμεν ὅτι τὶ ζῷόν ἐστι καὶ τὶς ἄνθρωπός ἐστιν, οἷον ὅτι τὸ προσιόν τι ζῷόν ἐστιν ἤ τις ἄνθρωπός ἐστιν, ἀδιαρθρώτως καὶ συγκεχυμένως αὐτὸ γινώσκομεν. τὸ γὰρ τὶ ζῷον δύναται εἶναι καὶ ἄνθρωπος καὶ ἵππος καὶ τῶν λοιπῶν ἕκαστον· ὁμοίως καὶ ὁ τὶς ἄνθρωπος Πλάτων εἶναι ἢ Ἀλκιβιάδης ἢ ἕτερός τις. πρώτη οὖν ἡ τῶν συγκεχυμένων ἡμῖν γίνεται γνῶσις. τὸν γὰρ Σωκράτην ἰδὼν πόρρωθεν, πρότερον γινώσκω ὅτι ἔστι τι ζῷον, καὶ ταύτῃ συγκεχυμένη αὐτοῦ ὡς ζῴου ἐστὶν ἡ γνῶσις· δύναται γὰρ τὸ τὶ ζῷον τῶν ἄλλων ὁτιοῦν εἶναι· εἶτα καί τις ἄνθρωπος, καὶ ταύτῃ πάλιν, εἰ καὶ τῶν ἄλλων ζῴων διακέκριται, συγκεχυμένην καὶ οὕτως οὐδὲν ἧττον ἔχομεν αὐτοῦ τὴν γνῶσιν· δύναται γὰρ εἶναι τῶν ἄλλων ἀνθρώπων ὁστισοῦν. τῇ δὲ συγκεχυμένῃ ταύτῃ γνώσει προσθεὶς τὰς ἰδίας τοῦ Σωκράτους ἰδιότητας, οὕτως ἀκριβεστάτην αὐτοῦ ποιοῦμαι τὴν γνῶσιν. οὕτω γοῦν, φησί, καὶ τὰ παιδία τὸ μὲν πρῶτον συγκεχυμένην τὴν τῶν πατέρων γνῶσιν ἔχοντα, οὐχ ὡς πατέρας ἀλλʼ ὡς ἀνθρώπους γινώσκουσι· διὸ καὶ πάντας ἀνθρώπους πατέρας νομίζει· ὕστερον δέ, ὅταν λοιπὸν δυνηθῶσι ταῖς ἰδιότησι τοῦ πατρὸς ἐπιστῆσαι, τότε διηρθρωμένην αὐτοῦ τὴν γνῶσιν ἔχοντα τῶν ἄλλων ἀφορίζει ἀνθρώπων.

Καὶ ἑτέραν δὲ ἐξήγησιν τούτων τινὲς φέρουσιν. ἵνα γάρ, φασί, κυρίως τὴν τοῦ καθόλου ἔννοιαν σώσωμεν, ῥητέον καθόλου λέγειν αὐτὸν τὸ ἐν τοῖς πολλοῖς· τό τε γὰρ πρὸ τῶν πολλῶν σαφὲς ἡμῖν ἀλλʼ ὀψέ ποτε γινωσκόμενον, τό τε ἐπὶ τοῖς πολλοῖς καὶ ὑστέροις μετὰ τὴν τελείωσιν τοῦ λόγου παραγίνεται, ὅταν λοιπὸν οἷοί τε ὦμεν ἐκ τῶν κατὰ μέρος τὴν κοινῶς ὑπάρχουσαν αὐτοῖς φύσιν ἀπομάξασθαι. ἄλλως τε τὸ μὲν περὶ τοῦ πρὸ τῶν πολλῶν διαλέγεσθαι θεολόγου μᾶλλον, τὸ δὲ περὶ τοῦ ὑστερογενοῦς διαλεκτικοῦ· φυσιολόγῳ δὲ προσῆκον περὶ τοῦ ἐν τοῖς πολλοῖς διαλέγεσθαι. τοῦτο οὖν, φασί, πρότερον ἡμῖν εἶναι λέγεται καὶ σαφέστερον καὶ συγκεχυμένον. ὅταν γὰρ προσιόντα τινὰ ἴδωμεν, κατὰ τὰ καθόλου καὶ συγκεχυμένα πρῶτον αὐτὸν γινώσκομεν· πρότερον γὰρ ἁπλῶς ὅτι σῶμά ἐστι νοοῦμεν, εἶτα ὅτι ζῷον, εἶτα ὅτι ἄνθρωπος· ποῖον μέντοι σῶμα ἢ ποῖον ζῷον ἢ ποῖος ἄνθρωπος, οὐκέτι. φημὶ δὲ ἐγὼ τὴν δευτέραν ἐξήγησιν οὔτε τῇ Ἀριστοτελικῇ διδασκαλίᾳ συνᾴδειν, οὔτε τῇ φύσει αὐτῇ τῶν πραγμάτων. πρῶτον μὲν γὰρ τὰ παραδείγματα ἃ προφέρουσιν οὐ τοῦ γένους ἐστὶ τοῦ ἐν τοῖς πολλοῖς, ἀλλὰ τοῦ μερικοῦ καὶ ἀορίστου. τί γάρ ἐστιν ἄλλο τὸ ἐν τοῖς πολλοῖς γένος, εἰ μὴ ἡ ἄθροισις πάντων τῶν κατὰ μέρος, ἤγουν τὸ κοινῶς πάντων τῶν κατὰ μέρος κατηγορούμενον; ὅταν δὲ τὸ προσιὸν εἴπω ζῷον εἶναι ἢ ἄνθρωπον εἶναι, οὐ τοῦτο νομίζω ὅτι ὁ προσιὼν τὸ ἄθροισμά ἐστι τῶν ζῴων, ἢ τὸ ζῷόν ἐστι τὸ πάντων τῶν κατὰ μέρος κατηγορούμενον, ἀλλὰ τὸ καθʼ ἕκαστον ζῷον ὑπολαμβάνω τὸ προσεχῶς ὑπὸ τὸ εἶδος τεταγμένον. ἀόριστον δὲ τοῦτό ἐστι, διότι μὴ ἔχω ἐρεῖσαι τὴν διάνοιαν ποῖόν τί ἐστι τῶν καθʼ ἕκαστα τῶν ὑπὸ τὸ εἶδος τεταγμένων. διὰ τοῦτο καὶ μερικόν φημι τὸ τὶ ζῷον καὶ οὐ καθʼ ἕκαστα, τῷ τὸ μὲν καθʼ ἕκαστα ὡρισμένον ὂν μηδαμῶς ἄλλῳ τινὶ ἐφαρμόζειν δύνασθαι, τοῦτο δὲ διὰ τὸ ἀόριστον εἶναι δύνασθαι πλείοσιν ἐφαρμόζειν. πρῶτον μὲν οὖν, ὅπερ εἶπον, οὐδὲ τὰ παραδείγματα τὸ ἐν τοῖς πολλοῖς γένος σημαίνει, ἔπειτα τὸ ἐν τοῖς πολλοῖς γένος, εἰ καὶ τῷ ὄντι τῇ μερικῇ φύσει καὶ ὕστερόν ἐστι καὶ ἀσαφέστερον — τοῦτο γὰρ οἶδεν ἡ φύσις ὃ καὶ ποιεῖ, ποιεῖ δὲ τῶν καθόλου οὐδέν, ἀλλὰ μόνως τὰ καθʼ ἕκαστα, εἶτα ὕστερον ἐκ τοῦ ἀθροίσματος τούτων τὰ καθόλου συνίσταται —, ἀλλʼ οὐδὲν ἧττον καὶ ἡμῖν ὕστερόν ἐστι κατὰ τὴν γνῶσιν, διὸ καὶ ἀσαφέστερον. πρώτως γὰρ τὸ καθʼ ἕκαστα γινώσκομεν· τούτου γὰρ καὶ ἡ αἴσθησις ἀντιλαμβάνεται· πρώτως δὲ τῇ αἰσθήσει ἐνεργοῦμεν, εἶτα ὕστερον λόγῳ· ὃς συλλέξας τὰ κατὰ μέρος τῇ αἰσθήσει ἐγνωσμένα τὸ πάντων ἄθροισμα, ἢ ἁπλῶς τὸ ἐν πᾶσι κοινόν, γένος ἐκάλεσεν. ὥστε καὶ ἡμῖν ὑστέρα ἡ τοῦ γένους τοῦ ἐν τοῖς πολλοῖς γνῶσις, καὶ διὰ τοῦτο ἀσαφεστέρα· προχειρότερον γὰρ τοῖς καθʼ ἕκαστα ἐπιβάλλομεν ἢ τοῖς καθόλου. ἄλλως τε οὐδὲ τοῖς Ἀριστοτελικοῖς ἡ ἐξήγησις αὕτη συνᾴδει παραδείγμασιν. ὁ γὰρ παῖς εἰ καὶ πάντα ἄνθρωπον ὡς πατέρα γινώσκει, ἀλλʼ οὖν τοῦ καθόλου ἔννοιαν οὐκ ἔχει, ἀλλὰ τοῦ μερικοῦ, τοῦ ἀορίστου· μὴ ἔχων γὰρ διηρθρωμένους τοῦ καθʼ ἕκαστα τοὺς τύπους, οὓς ἐξ ἀρχῆς ἔσχε τοῦ ἀνθρώπου τύπους πᾶσιν ἐφαρμόζει. καὶ ἡμεῖς δέ, ὡς ἔφθην εἰπών, ὅταν τὸ προσιὸν ὡς ζῷον γινώσκωμεν, οὐχ ὡς γένος αὐτὸ γινώσκομεν — ἴσμεν γὰρ ὅτι ἕν τί ἐστιν —, ἀλλʼ ὡς ἀόριστον καθʼ ἕκαστα· τοῦτο δέ ἐστι τὸ μερικόν. παντελῶς ἄρα ἀνάρμοστος ἡ δευτέρα ἐξήγησις. καθόλου οὖν ἀκούσομεν κατὰ τὴν προτέραν ἐξήγησιν τὸ μερικόν, ὅπερ τῷ ἀόριστον εἶναι καὶ συγκεχυμένον ἐστὶ καὶ καθόλου. τὸ γὰρ γένος οὐκ ἔστι συγκεχυμένον· ὅταν γὰρ εἴπω ζῷον, ὥρισα τὴν οὐσίαν, κἂν ἐπὶ μυρίων ἢ ἑνὸς λέγηται, οὐδὲν μᾶλλον ἢ ἧττον γνωσθήσεται ἡ τοῦ ζῴου οὐσία· ὅταν δὲ εἴπω τὶ ζῷον, ἐπειδὴ δίδωσι μὲν ἡ ἔννοια μὴ μόνον τὸ ζῷον νομίζειν ἀλλὰ καί τινα διαφορὰν ὑπάρξασαν αὐτῷ καὶ χωρίζουσαν αὐτὸ τῶν ἄλλων, οὐκέτι μέντοι τίς ἡ διαφορὰ προστίθησι — τοῦτο γὰρ τοῦ καθʼ ἕκαστα ἴδιον —, διὰ τοῦτο συγκεχυμένον ἐστὶ καὶ ἀδιάρθρωτον. ἔστι δέ, ὡς εἶπον, καὶ ὕστερον τῇ φύσει· ἐκ τῶν γὰρ καθʼ ἕκαστα τοῦτο τὸ ἀόριστον συνῆκται· κοινὴ γάρ τίς ἐστι φωνὴ δυναμένη ἐπὶ πάντων τῶν καθʼ ἕκαστα ἰδίᾳ καθʼ ἕκαστον ἐφαρμόζειν. ἐπεὶ οὖν τὰ οὕτως καθόλου καὶ συγκεχυμένα σαφέστερα ἡμῖν καὶ πρότερα, ἀναγκαῖον δὲ … καὶ ἐν τῷ περὶ τῶν ἀρχῶν λόγῳ ἐκ τῶν συγκεχυμένων τε καὶ κοινοτέρων, ἡμῖν δὲ σαφεστέρων, ἄρξασθαι. εἰ δέ τις εἴποι ὅτι οὐ μόνον ἡμῖν τὰ κοινότερα καὶ συγκεχυμένα πρότερά ἐστι καὶ σαφέστερα, ἀλλὰ καὶ τῇ φύσει — ἀεὶ γὰρ καὶ αὐτὴ τῆς δημιουργίας ἐκ τῶν κοινοτέρων καὶ ἀδιαρθρώτων ἄρχεται· οἷον βουλομένη ποιῆσαι τὸν Σωκράτην πρότερον σώματος ἁπλῶς καταβάλλεται λόγους, ὅπερ ἐστὶ κοινόν τι οὐ μόνον ἐπὶ ἐμψύχων ἐφαρμόζον ἀλλὰ καὶ ἐπὶ ἀψύχων, καὶ διὰ τοῦτο συγκεχυμένον· ὅσον γὰρ ἐπὶ τῇ τοῦ σώματος δημιουργίᾳ ἄδηλον ποῖόν τι σῶμα τὸ προβληθέν· εἶτα προϊοῦσα διαρθροῖ μᾶλλον τοῦτο καὶ ποιεῖ ζῷον, ἀλλʼ ἔτι μέντοι καὶ τοῦτο ἀόριστον καὶ κοινότερον· ὁμοίως κατὰ τὸν αὐτὸν λόγον ἐκ τούτου ἄνθρωπον· εἶτα τέλος τὰς ἰδικωτάτας ἐπιθεῖσα διαφορὰς ποιεῖ τὰ καθʼ ἕκαστα, οἷον Σωκράτην, Ἀλκιβιάδην. καὶ τῇ φύσει ἄρα πρότερά ἐστι τὰ κοινότερα καὶ συγκεχυμένα, καὶ διὰ τοῦτο σαφέστερα αὐτῇ ταῦτα ὡς προσεχέστερα καὶ ἐγγύτερα· καὶ οὐκ εὔλογον πρὸς τοῦτο ἀπολογουμένους λέγειν, ὅτι σκοπὸν ἔχει ἡ φύσις τὸ καθʼ ἕκαστα ποιεῖν καὶ ὡς πρὸς τοῦτο πρῶτον τοὺς τῶν κοινοτέρων προβάλλεται λόγους· καὶ γὰρ καὶ ἡ ἡμετέρα γνῶσις σκοπὸν ἔχει τὸ καθʼ ἕκαστα γνῶναι, καὶ ὡς πρὸς τοῦτο ὁδῷ τινι κέχρηται τῇ ἐκ τῶν κοινοτέρων ἀρχῇ —, φαμὲν οὖν ἡμεῖς τὴν ἀπορίαν ταύτην ἐπιλυόμενοι, ὅτι οὐδέποτε ἡ φύσις τὰ κοινὰ καὶ συγκεχυμένα ποιεῖ, ἀλλʼ ἀεὶ τὰ καθʼ ἕκαστα καὶ διηρθρωμένα. οὐ γάρ, ὥσπερ ἡμεῖς τὸ προσιὸν ἀποφαινόμενοί τι σῶμα εἶναι δυνάμεθα τὸ τὶ σῶμα τοῦτο φέρειν καὶ κατὰ ἀψύχου καὶ ἐμψύχου καὶ ἱππείου καὶ ἀνθρωπείου, τῆς φαντασίας τοῦ τινὸς σώματος οὐδαμῶς κωλυομένης ἐπί τι τούτων φέρεσθαι, οὕτω καὶ ἡ φύσις, ὅταν ποιοῦσα τὸν Σωκράτην πρῶτον προβάλληται σῶμα, τοιοῦτον προβάλλεται, ὡς δύνασθαι τὸ αὐτὸ καὶ λίθῳ ἐφαρμόζειν ἢ ἵππῳ. οὐδαμῶς· ἀλλʼ οὐδὲ τῷ τυχόντι ἀνθρώπῳ, ἀλλὰ μόνως Σωκράτους δυνάμενον εἶναι σῶμα οὕτω προβάλλεται. ὁμοίως καὶ τὸ Σωκράτους ζῷον ποιεῖ καὶ τὸν ἄνθρωπον. ὥστε μόνως τὰ μερικὰ ἡ φύσις ποιεῖ. εἰ γὰρ καὶ πρῶτα προβάλλεται τὰ ὕλης λόγον ἐπέχοντα πρὸς τὰ μετὰ ταῦτα, καὶ κατὰ τοῦτο αὐτῇ κοινωνοῦμεν καθὸ ἀπὸ τῶν ὑλικωτέρων ἀρχόμεθα, ἀλλὰ διαφέρομεν καθὸ ἡ μὲν ἀπὸ τῶν μερικῶν ἄρχεται, εἶτα ἐκ τῆς τῶν καθʼ ἕκαστον συναγωγῆς ποιεῖ τὰ καθόλου, ἡμεῖς δὲ ἀπὸ τῶν καθολικωτέρων ἀρχόμενοι ἐπὶ τὰ μερικώτερα προβαίνομεν· καὶ ἡ μὲν ἀεὶ τὰ διηρθρωμένα ποιεῖ, ὕστερον δὲ ἐκ τούτων τὰ συγκεχυμένα γίνεται κατὰ τὸν εἰρημένον τρόπον, ἡμεῖς δὲ ἐκ τούτων ἀρξάμενοι ἐπὶ τὰ διηρθρωμένα προβαίνομεν.

Ἀλλὰ γὰρ ἄνωθεν τὸν σκοπὸν τῶν προκειμένων εἴπωμεν καὶ τοῦ ὅλου λόγου τὴν ἀγωγήν. πρόκειται, φησίν, ἡμῖν τὰ φυσικὰ πράγματα γνῶναι. φυσικὰ δὲ δηλονότι τὰ ἐν ὑπάρξει ὄντα καὶ ὑφεστηκότα, ταῦτα δέ ἐστι τὰ καθʼ ἕκαστα· οὐδὲν γὰρ τῶν κοινοτέρων τε καὶ καθόλου ὑφέστηκε καθʼ αὑτό. οὐδὲ γὰρ ἔστιν ἁπλῶς σῶμα ὃ μὴ πάντως ἢ ὅδε ὁ λίθος ἐστὶν ἢ τόδε τὸ ξύλον, οὐδὲ ἁπλῶς ζῷον ὃ μὴ ὅδε ὁ ἵππος ἐστίν, οἷον Ξάνθος ἢ Βαλίος, ἢ ὅδε ὁ ἄνθρωπος. οὐδὲ γὰρ γίνεται ὅλως τὸ καθόλου οὐδὲ γινώσκει αὐτὸ ἡ φύσις· ὃ γὰρ οἶδε τοῦτο καὶ δημιουργεῖ, καὶ ὃ δημιουργεῖ τοῦτο καὶ γινώσκει, δημιουργεῖ δὲ μόνον τὸ μερικόν· τοῦτο ἄρα καὶ γινώσκει μόνον· εἰ γὰρ ᾔδει τὸ καθόλου, καὶ ἐποίησεν ἂν αὐτὸ δηλονότι. ἐπεὶ οὖν πρόκειται ἡμῖν τὰ ἐν ὑποστάσει φυσικὰ πράγματα γνῶναι, γινώσκεται δὲ πᾶν ἐγνωσμένων τῶν ἀρχῶν, καὶ τὰ ἐν ὑποστάσει ἄρα φυσικὰ πράγματα γνωσόμεθα τὰς ἰδίας ἑκάστου αὐτῶν ἀρχὰς ἐγνωκότες. ἀλλʼ ἐπεὶ μὴ ἔστιν ἑκάστου τῶν πρώτων ἀρχῶν ἀρχὰς ἑτέρας εὑρεῖν, δεῖ, φησίν, ἐκ τῶν δευτέρων τῇ φύσει, ἡμῖν δὲ προτέρων καὶ σαφεστέρων, ἀναδραμεῖν ἐπὶ τὴν τῶν ἀρχῶν γνῶσιν. δεύτερα δέ ἐστι τῇ φύσει, ἡμῖν δὲ πρότερα καὶ σαφέστερα, τὰ κοινότερα μὲν καὶ πλείοσιν ἐφαρμόζοντα, συγκεχυμένα δέ, τῶν ἰδικωτέρων τε καὶ διηρθρωμένων ἑκάστου ἀρχῶν. πρῶται γὰρ ἀεὶ παραγίνονται ἡμῖν αἱ κοινότεραί τε καὶ ἀδιάρθρωτοι φαντασίαι, ὕστερον δὲ ἐκ τούτων ἐπὶ τὰς ἰδικωτέρας τε καὶ διηρθρωμένας ὁδεύομεν — ὡς δηλοῖ ἥ τε κατὰ τοὺς παῖδας γνῶσις καὶ ὅταν τινὰ πόρρωθεν προσιόντα ὁρῶμεν —, μᾶλλον δὲ παντὸς πράγματος ἡ γνῶσις κατὰ τὴν πρώτην προσβολὴν ἐκ τῶν κοινοτέρων πέφυκε γίνεσθαι. διὰ τοῦτο οὖν καὶ ἡμᾶς, φησί, δεῖ ἐκ τῶν κοινοτέρων τε καὶ συγκεχυμένων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιήσασθαι. ἄρχεται γοῦν ἐντεῦθεν κοινῶς περὶ τῶν ἀρχῶν ζητεῖν πότερον μία ἢ πλείους, αὕτη δὲ ἡ διδασκαλία τῶν κοινοτέρων ἐστὶ καὶ συγκεχυμένων· τὸ γὰρ ζητεῖν εἰ μία ἢ πλείους τῶν φυσικῶν αἱ ἀρχαὶ οὐδέν ἐστι περὶ τῆς ἰδιότητος ἑκάστης φυσικῆς ἀρχῆς εἰπεῖν, ἀλλὰ κοινότερον διδάξαι πόσαι εἰσὶν αἱ φυσικαὶ ἑκάστου ἀρχαί, ὅπερ καὶ ὕστερόν ἐστι τῇ φύσει συνειλεγμένον ἐκ τῶν κατὰ μέρος καὶ συγκεχυμένον. ἐπεὶ γὰρ ἡ φύσις ἕκαστον τῶν κατὰ μέρος ποιοῦσα — οὐδὲν γὰρ τῶν καθόλου ποιεῖ, ὥσπερ εἴπομεν — παρέλαβε τοσάσδε τινὰς ἀρχὰς εἰς τὴν ἑκάστου γένεσιν, καὶ ἐπὶ πάντων τὰς αὐτὰς ἀρχὰς ὁμοίως παρέλαβε, τὸ κοινὸν δηλονότι τοῦτο καὶ καθόλου ὕστερόν ἐστι καὶ ἐκ τῆς τῶν κατὰ μέρος πραγμάτων γενέσεως ὑπέστη, καὶ συγκεχυμένον δὲ διὰ τὸ μὴ διαρθροῦν τίς ποτέ ἐστιν ἡ ἰδιότης ἑκάστης ἀρχῆς. εἶτα ἐφεξῆς ἐπί τι μὲν διηρθρωμένον μᾶλλον προβαίνει ὁ λόγος, ἔτι μέντοι ὡς πρὸς τὰς ἰδικὰς ἑκάστου ἀρχὰς ἀδιάρθρωτόν τε καὶ συγκεχυμένον. ὅταν γὰρ μάθωμεν ὅτι ἡ μέν τίς ἐστι τῶν ἀρχῶν ὕλη, ἡ δὲ εἶδος, ἡ δὲ στέρησις, κοινόν τινα λόγον καὶ συγκεχυμένον ἐμάθομεν. ἄλλη γὰρ ἡ τοῖς οὐρανίοις καὶ ἀιδίοις ὑποκειμένη ὕλη καὶ ἄλλη ἡ τοῖς ἐν γενέσει· καὶ ἐν τούτοις ἄλλη μὲν ἡ τοῖς μετεώροις, ἄλλη δὲ ἡ τοῖς ἐν γῇ· καὶ ἄλλη μὲν φυτῶν, ἄλλη δὲ ζῴων. ὥστε κἂν περὶ τῆς ὕλης διδάσκῃ ἡμᾶς ἐν τούτοις, ἀλλὰ περὶ τῆς κοινότερον καλουμένης ὕλης, ἥτις ἐπὶ πάσης ὕλης κατηγορεῖσθαι δύναται. οὐ μία δὲ ἡ τῆς ὕλης φύσις οὐδὲ τῆς πρώτης· ἄλλη μὲν γὰρ ἡ τῶν οὐρανίων, ἄλλη δὲ ἡ τῶν ἐν γενέσει. ῥᾴδιον δὲ ἐπιβλέψειεν ἄν τις, ὅτιπερ ἐν τοῖς πράγμασιν ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον καὶ ὥσπερ ὕλη ὑπεστρωμένον, ἄλλο δὲ τὸ εἶδος καὶ ἡ μορφὴ ἡ ἐγγινομένη ἐν αὐτῇ — ὥσπερ ἐπὶ τῶν ξυλίνων τε καὶ κηρίνων σκευῶν καὶ πάντων τῶν τοιούτων ἔχει —, καὶ ὅτι ἡ αὐτή ἐστιν ἐπὶ πάντων ἀναλογία, εἰ τῇ ἰδίᾳ ἑκάστου ἀρχῇ τις ἐπιστήσειεν, ὅτι τοῖς μὲν μετεώροις ἡ ξηρὰ καὶ ὑγρὰ ἀναθυμίασις ὑπόκειται, τοῖς δὲ οὐρανίοις πέμπτη τις οὐσία· τῷ γὰρ ὄντι πολλῆς ἐπιβλέψεως χρεία εἰς τὸ τὰς ἰδικὰς ἑλεῖν ἀρχὰς τῶν πραγμάτων. ἴσως δὲ ἀπορήσειέ τις ὅτι, εἰ περὶ τῆς ἀνειδέου καὶ πρώτης ὕλης ἐνταῦθά ἐστιν αὐτῷ ὁ λόγος, πῶς φαμεν ὡς ἐκ τῶν ὑστέρων τῇ φύσει ποιεῖται τὴν διδασκαλίαν; πρώτη γὰρ πάντων ἀρχὴ αὐτή. φημὶ δὲ ἐγὼ ὅτι πρῶτον μὲν ἡ πρωτίστη ὕλη ὡς μὲν σωμάτων τῷ ὄντι ἐστὶ πρώτη ἀρχή, ὡς μέντοι ζῴων ἢ φυτῶν ἢ μετάλλων ἢ τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἢ τῶν οὐρανίων ἄλλη τίς ἐστιν ἰδικωτέρα ἀρχή. ὅταν οὖν ὡς μετεώρων πρώτην ἀρχὴν ζητῶμεν, οὐ δυνάμεθα λέγειν τὴν ἀνείδεον ὕλην· αὕτη γὰρ οὐδὲν μᾶλλόν ἐστι τῶν μετεώρων ἀρχὴ ἢ πάντων ἁπλῶς τῶν σωμάτων· ἀλλὰ δεῖ ζητεῖν τὴν ἰδίως αὐτοῖς ὑποκειμένην καὶ ὡς μετεώρων πρωτίστην ἀρχήν. ἄλλως τε κἂν διδάσκῃ περὶ τῆς ἀνειδέου ὕλης, οὐδὲν ἧττον κοινοτέρα ἐστὶ καὶ συγκεχυμένη ἡ διδασκαλία· συγκεχυμένη μέν, διότι οὐδὲν ἧττον ἡ τῶν οὐρανίων ἀνείδεός ἐστιν ἢ ἡ τῶν ἐν γενέσει, καὶ ταύτῃ οὐδὲν ἴδιον περὶ τῆς ἰδίας ἢ τούτων ἢ ἐκείνων ὕλης εἴρηκεν, ἀλλὰ κοινόν τινα λόγον ἀποδέδωκε περὶ αὐτῶν· τὸ δὲ κοινὸν τοῦτο δηλονότι ὕστερόν ἐστι τῇ φύσει, ἐπειδὴ ἡ φύσις, ὡς εἴπομεν, οὐδὲν τῶν κοινῶν ποιεῖ, ἀλλὰ τὰ καθʼ ἕκαστα ἐξ ὧν συλλέγεται τὸ κοινόν. ἀλλʼ οὐδὲ ὅλως τὴν πρώτην ὕλην ἡ φύσις ποιεῖ. γίνεται μὲν γάρ, ὡς πολλάκις εἶπον, τὰ καθʼ ἕκαστα, τούτων δὲ προσεχὴς ἑκάστου ἡ ὕλη ἣν ἡ δημιουργὸς ἑκάστου φύσις ποιεῖ. τὴν οὖν πρώτην ὕλην οὐδεμία φύσις ποιεῖ· ἐκ τοῦ πρώτου γὰρ παρῆκται, οὐχ ὑπὸ φύσεως. εἰ οὖν ἔγνωσται τῇ φύσει τὰ πρῶτα λεγόμενα ἃ ποιεῖ, τὴν δὲ ἀνείδεον ὕλην ἡ φύσις οὐ ποιεῖ, οὐκ ἄρα περὶ τῆς ἀνειδέου διδάσκων ὕλης περὶ τῶν τῇ φύσει πρώτων διδάσκει καὶ γνωριμωτέρων, εἰ μὴ ἁπλῶς τῇ καθόλου καὶ περιεκτικῇ τῶν ὅλων φύσει λέγοι τις γνωριμωτέραν εἶναι τὴν ἀνείδεον ὕλην.

Ἐπιστάσεως δὲ ἄξιον, πῶς οὐκ ἐναντία ἐστὶ τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς. ἐνταῦθα μὲν γὰρ εἰπὼν ὅτι πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα, τὰ καθόλου φησὶν ἡμῖν εἶναι γνωριμώτερα, τὰ δὲ καθʼ ἕκαστα ἀσαφέστερα μὲν ἡμῖν, τῇ δὲ φύσει γνωριμώτερα — διό, φησίν, ἐκ τῶν καθόλου ἐπὶ τὰ καθʼ ἕκαστα δεῖ προϊέναι· τὸ γὰρ ὅλον, φησί, κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι· ταῦτα οὖν εἰπὼν ἐνταῦθα, τἀναντία λέγει ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς. τὴν γὰρ τῶν καθόλου γνῶσιν ὑστέραν ἡμῖν φησι παραγίνεσθαι· «λέγω» γάρ φησι «πρὸς ἡμᾶς πρότερα καὶ γνωριμώτερα τὰ ἐγγυτέρω τῆς αἰσθήσεως· ἔστι δὲ πορρωτάτω μὲν τὰ καθόλου μάλιστα, ἐγγύτατα δὲ τὰ καθʼ ἕκαστα.» τὰ οὖν ζητούμενά ἐστι δύο, πῶς ἐνταῦθα μὲν τὰ καθόλου φησὶ γνωριμώτερα τῇ αἰσθήσει, καὶ διὰ τοῦτο δεῖν ἐκ τῶν καθόλου ἀρξαμένους ἐπὶ τὰ καθʼ ἕκαστα προϊέναι, ἐν δὲ τῇ Ἀποδεικτικῇ ἐγγυτέρω φησὶ τῆς αἰσθήσεως εἶναι τὰ καθʼ ἕκαστα, πορρωτέρω δὲ τὰ καθόλου· καὶ πῶς ἐν μὲν τῇ Ἀποδεικτικῇ πρῶτά φησιν εἶναι τῇ φύσει τὰ καθόλου, ἐνταῦθα δὲ τὰ καθʼ ἕκαστα τῇ φύσει πρῶτα. εἰ γὰρ καὶ μὴ ἐπὶ λέξεως οὕτως κεῖται, ἀλλʼ οὖν ἕπεται ἐξ ἀνάγκης· εἰ γὰρ σαφέστερα τῇ φύσει τὰ καθʼ ἕκαστα, καὶ πρῶτα δηλονότι. καὶ ἡμεῖς δὲ ἀρτίως ἐλέγομεν ὅτι ὃ ποιεῖ ἡ φύσις, τοῦτο καὶ γινώσκει μάλιστα, ποιεῖ δὲ τὰ καθʼ ἕκαστα. τὸ μὲν οὖν πρῶτον τῶν ἠπορημένων ἤδη σχεδὸν διελυσάμεθα, ὅτι καθόλου ἐνταῦθα λέγει οὐ τὸ κυρίως καθόλου, ἀλλὰ τὸ μερικὸν καὶ συγκεχυμένον διὰ τὸ πλείοσιν ἐφαρμόζειν· οὐκ ἐναντία οὖν ταῦτα ἐκείνοις. ἀληθὲς μὲν γὰρ ὅτι τὸ καθʼ ἕκαστα τῇ αἰσθήσει γνωριμώτερον — ὅλως γὰρ τοῦ καθόλου ἡ αἴσθησις οὐκ ἀντιλαμβάνεται —, ἀλλʼ ἐπειδὴ πᾶσα φύσις ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόεισι, διὰ τοῦτο πρότερον συγκεχυμένως καὶ ἀδιαρθρώτως ἐπιβάλλει τῷ καθʼ ἕκαστα ἡ αἴσθησις, διακρίνειν εὐθὺς τοὺς ἰδικοὺς τοῦ καθʼ ἕκαστα χαρακτῆρας ἀπὸ τῶν λοιπῶν οὐκ ἐξισχύουσα· ὅθεν διʼ αὐτὸ τοῦτο τοῦ καθόλου τὴν τοιαύτην τῆς αἰσθήσεως γνῶσιν προσηγόρευσεν, ἐν δὲ τῇ Ἀποδεικτικῇ τὸ κυρίως καθόλου λαμβάνει. ὥστε σύμφωνα καὶ οὐκ ἐναντία ταῦτα.

Ἀλλὰ πῶς τὰ καθʼ ἕκαστα καὶ διηρθρωμένα πρῶτα εἶναι τῇ φύσει ἐνταῦθα λέγεται, ἐκεῖ δὲ τὰ καθόλου; φημὶ τοίνυν ὅτι ὥσπερ ἐπὶ τῶν καθʼ ἕκαστα ζῴων οὐ μόνον ἐν ἑκάστῳ τοῦ ζῴου μέρει φυσική τις ἔστι δύναμις ἡ τὴν τούτου διοίκησιν ἐμπιστευθεῖσα, ἀλλʼ ἔστι τις καὶ ἡ τὸ ὅλον ἐπιτροπεύουσα καὶ μίαν ζωὴν καὶ ἁρμονίαν ἐκ πάντων τῶν μερῶν ἀποτελοῦσα, εἴπερ ὕλης ἔχει πρὸς τὸ ὅλον τὰ μέρη λόγον, οὕτως ἀνάγκη καὶ ἐν τῷ παντί, ὥσπερ ἐστὶν ἡ ἐν ἑκάστῳ μερικὴ φύσις ἡ δημιουργικὴ τούτου καὶ σωστική, οὕτως ἐξ ἀνάγκης καὶ τὴν εἰς μίαν ὁλότητα τὰ καθʼ ἕκαστον ἁρμόζουσαν εἶναι δεῖ. ἐπεὶ πόθεν αἱ ἐν τοῖς γένεσί τε καὶ τοῖς εἴδεσι κοινότητες, εἰ μὴ ἦν τι τὸ τῆς κοινωνίας ταύτης αἴτιον; οὐ γὰρ ἐκ ταὐτομάτου, οὐδὲ κατὰ συμβεβηκὸς ἡ κοινωνία. οὐκοῦν τὶς καὶ ἡ τούτου φυσικὴ αἰτία, εἰ καὶ μὴ καθʼ αὑτό τι τῶν τοιούτων ὑφέστηκεν, ἀλλʼ ἐν τῇ τῶν καθʼ ἕκαστα συνυφίσταται γενέσει, ὡς καὶ ἡ ἐπὶ ἑκάστου ἀτόμου ὁλότης οὐκ οὖσα τῶν μερῶν χωρὶς τῇ τούτων ἅμα πάντων συνυφίσταται γενέσει. ὥστε κἂν λέγωμεν μηδὲν τῶν ὅλων ἁπλῶς γίνεσθαι, ἀληθές· οὐδὲ γὰρ ὡς ὅλον ἁπλῶς αὐτὸ καθʼ αὑτὸ γίνεται, ἀλλὰ τῇ γενέσει τῶν μερῶν συναναφαίνεται. οὕτως οὖν οὔτε γίνεται καθʼ αὑτὸ τῶν καθόλου τι, καὶ τοῖς ὧν ἐστι καθόλου γινομένοις συναναφαίνεται. ἐπεὶ οὖν ἑκάστη φύσις τοῦτο γινώσκει πρῶτον οὗπερ καί ἐστιν αἰτία, οὐκοῦν, ὥσπερ ἡ τὸ καθʼ ἕκαστα δημιουργοῦσα τοῦτο καὶ οἶδε πρῶτον κἀκ τοῦδε ὑστέρως ἐπὶ τὰ καθόλου πρόεισιν, οὕτως ἐκ τοῦ ἐναντίου ἡ τῶν καθόλου αἰτία ταῦτά τε γινώσκει πρῶτα καὶ σαφέστερα αὐτῇ ταῦτα τυγχάνει. ἐν μὲν οὖν τῇ Φυσικῇ πραγματείᾳ, ἐπειδὴ σκοπὸς μὴ μόνον ὡς φυσικὰ ἁπλῶς εἰδέναι, ἀλλὰ καὶ ὡς τοιάδε φυσικὰ ζῷα καὶ τοιάδε ζῷα καὶ ὡς τοιάδε μέταλλα, κἀν τοῖς Μετεώροις ὡς βροντὴν ὡς ἀστραπήν, καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως, εἰκότως ὑστέραν ἡμῖν τὴν τῶν καθʼ ἕκαστα γίνεσθαί φησι γνῶσιν, πρώτην δὲ τὴν τῶν καθολικωτέρων καὶ συγκεχυμένων, καθʼ ὃν ἤδη τρόπον ἔφθημεν εἰπόντες· ἐν δὲ τῇ Ἀποδεικτικῇ, ἐπειδὴ περὶ ἐπιστήμης ὁ λόγος ἥτις τῶν καθόλου ἐστὶ γνῶσις, πρῶτα εἶναι τῇ φύσει λέγει τὰ καθόλου καὶ γνωριμώτερα, καὶ ὕστερα ἡμῖν ταῦτα παραγίνεσθαι, τὴν αἰτίαν δηλονότι τῶν καθόλου φύσιν ἐκεῖσε λέγων. ὥστε σύμφωνα ταῦτα, οὐκ ἐναντία.

Πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα. ἐκ τῶν ἡμῖν μὲν σαφεστέρων ἀρξάμενοι, φησί, τῇ δὲ φύσει ἀσαφεστέρων, τελευτῶμεν ἐπὶ τὰ ἡμῖν μὲν ἀσαφῆ, τῇ δὲ φύσει σαφῆ. ἐπεὶ οὖν, φησίν, ἡ ἐπὶ γνῶσιν τῶν πραγμάτων καθόλου οὕτως πέφυκεν, ἀνάγκη καὶ νῦν ἡμᾶς τὴν τῶν φυσικῶν γνῶσιν ἑλεῖν βουλομένους τούτῳ τῷ τρόπῳ τῆς διδασκαλίας χρήσασθαι.

Ὕστερον δὲ ἐκ τούτων γίνεται γνώριμα τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ διαιροῦσι ταῦτα.

Τὰ γὰρ κοινότερα καὶ συγκεχυμένα διαιροῦντες καταντῶμεν εἰς τὰ ἰδικώτερά τε καὶ διηρθρωμένα. τὸ γὰρ ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι· πολλὰ γὰρ περιλαμβάνει ὡς μέρη. ὥσπερ γὰρ ἐν τοῖς αἰσθητοῖς, εἰ προσίοι τι ζῷον, θᾶττον ἡ ὄψις ὅλου τοῦ σώματος ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρός — ὅθεν τάχιον ἂν εἴποι ὅτι ζῷον τὸ προσιὸν ἢ ὅτι ἄνθρωπος —, οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν ἐστι τῶν προσεχῶν τε καὶ κοινῶν. καὶ γὰρ ἔχει τινὰ ἀναλογίαν τὸ καθόλου πρὸς τὸ ὅλον· ὅνπερ γὰρ τρόπον τὸ ὅλον περιεκτικὸν τῶν οἰκείων ὑπάρχει μερῶν, τὸν αὐτὸν τρόπον καὶ τὸ καθόλου περιεκτικόν ἐστι τῶν μερικῶν. διενηνόχασι δὲ ἀλλήλων ὅτι τὸ μὲν καθόλου μεταδίδωσι τοῦ οἰκείου ὀνόματος τοῖς ὑφʼ ἑαυτὸ τεταγμένοις, τὸ μέντοι ὅλον οὐ πάντως· οὐ γὰρ ὁ δάκτυλος χεὶρ καλεῖται, οὐδὲ ὁ ὄνυξ δάκτυλος. ἐπεὶ οὖν ὡς τὸ ὅλον τῇ αἰσθήσει γνωριμώτερον οὕτω τὸ καθόλου τῷ λόγῳ, ἐκ τῶν δὲ σαφεστέρων ἄρχεσθαι δεῖ καὶ γνωριμωτέρων, ἐκ τούτων κἀνταῦθα τῆς διδασκαλίας ἀρκτέον. οὕτω γοῦν οἱ ῥήτορες ποιοῦσι περὶ τῶν κοινῶν κεφαλαίων πρῶτον, εἶθʼ οὕτως περὶ τῶν ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω καὶ αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς τὸν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ προτάττει λόγον τοῦ διαλεκτικοῦ καὶ ἀποδεικτικοῦ καὶ σοφιστικοῦ· ῥᾷον γὰρ ἀπὸ τῶν κοινῶν τὰ ἴδια κατοπτεύομεν.

Πέπονθε δὲ ταὐτὸ τοῦτο τρόπον τινὰ καὶ τὰ ὀνόματα πρὸς τὸν λόγον· ὅλον γάρ τι ἀδιορίστως σημαίνει.

Τὸ μὲν γὰρ ὄνομα ὁλοσχερῶς καὶ συγκεχυμένως τὴν οὐσίαν σημαίνει τοῦ πράγματος, οἷον τὸ ἄνθρωπος τὸ ζῷον τὸ κύκλος· ὁ μέντοι λόγος, τουτέστιν ὁ ὁρισμός, ἀνειλιγμένως ἕκαστον τῶν ὑπαρχόντων τῷ πράγματι σημαίνει, καὶ οἷον διαιρεῖ αὐτὸ εἰς τὰ οἰκεῖα μέρη. ὅταν γὰρ εἴπω «ἄνθρωπος», ὁλικήν τινα καὶ συγκεχυμένην εἴρηκα φωνὴν πολλὰ ἐν αὑτῇ περιλαμβάνουσαν πράγματα, ὁ μέντοι ὁρισμὸς ἐοικὼς τῇ εἰς τὰ μόρια διαιρέσει· ζῷον γάρ, φησί, λογικὸν θνητὸν τὴν ὑποκειμένην ἡμῖν οὐσίαν ἀσυγχύτως ἐσήμανε. καλῶς δὲ τὸ τρόπον τινὰ προσέθηκε, διότι οὐχ ὥσπερ τὸ ὅλον αὐτὸ διαιρεῖται εἰς τὰ μέρη, οὕτω δὴ καὶ τὸ ὄνομά ἐστι τὸ ὑπὸ τοῦ ὁρισμοῦ διαιρούμενον, ἀλλὰ τὸ ὑπὸ τοῦ ὀνόματος σημαινόμενον διαιρεῖ ὁ ὁρισμός, καὶ οὐχ οἷόν περ τρόπον τὸ καθʼ ἕκαστα μέρος τυγχάνει τοῦ καθόλου, τὸν αὐτὸν τρόπον καὶ ἕκαστον τῶν δηλουμένων ὑπὸ τοῦ ὁρισμοῦ μέρος τυγχάνει τοῦ ὀνόματος. οὐ γὰρ ἡ αν μὲν εἰ τύχοι συλλαβὴ τοῦ ἀνθρώπου δηλοῖ τὸ ζῷον, ἄλλη δὲ τὸ λογικόν, εἰ μὴ ἄρα κατὰ τὸ σημαινόμενον· τοῦ γὰρ σημαινομένου ὑπὸ τοῦ ὀνόματος μέρη ἐστὶ τὰ μέρη τοῦ ὁρισμοῦ, νῦν δὲ περὶ τῆς φωνῆς αὐτῆς ὁ λόγος, τοῦ μέντοι καθόλου, οἷον τοῦ ζῴου, τὰ καθʼ ἕκαστον ζῷα μέρη ἐστίν.

Ἀνάγκη δʼ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους.

Ἐντεῦθεν εἰσβάλλει εἰς τὸν περὶ τῶν ἀρχῶν λόγον. ὅπερ δὲ εἴωθε ποιεῖν ἀεί, τοῦτο καὶ νῦν ποιεῖ· πρότερον τὰς τῶν παλαιοτέρων ψευδεῖς διελέγχει δόξας. λαμβάνει δὲ τὰς τῶν παλαιοτέρων δόξας ἐκ διαιρέσεως ἐπιστημονικῆς τε ἅμα καὶ ἐναργοῦς, ἐπιστημονικῆς μὲν ὅτι κατʼ ἀντίφασιν — αἱ γὰρ ἐπιστημονικαὶ διαιρέσεις κατʼ ἀντίφασίν εἰσιν, ἐπιστημονικαὶ δὲ διότι ἄφυκτοι· οὐδὲν γὰρ ἐκπέφευγε τὴν ἀντίφασιν —, ἐναργοῦς δὲ διότι ἐκ τῶν πᾶσι γνωρίμων· γνώριμον γὰρ πᾶσι τὸ ἓν καὶ τὸ πλῆθος. ἀνάγκη γάρ, φησίν, τὰς ἀρχὰς ἢ μίαν εἶναι ἢ πλείους· εἰ δὲ καὶ μὴ αὐτόθεν ἀντίφασίς ἐστι τὸ τοιοῦτον, ἀλλʼ οὖν ἰσοδυναμεῖ τῇ ἀντιφάσει· τὸ γὰρ οὐχ ἓν ἐξ ἀνάγκης πλείονά ἐστιν. ἀνάγκη οὖν, φησί, τὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ πλείους· καὶ εἰ μίαν ἢ ἀκίνητον ἢ κινουμένην, εἰ δὲ πλείους ἢ πεπερασμένας ἢ ἀπείρους. καὶ αὐτὸς μὲν μέχρι τῶν ἐνταῦθα προήγαγε τὴν διαίρεσιν, ἐπειδὴ δὲ φαίνεται ἐν τοῖς ἑξῆς καὶ ἕτερα μόρια προστιθεὶς τῇ διαιρέσει, εὔλογον ἡμᾶς ἐξ ἀρχῆς τελείαν τὴν διαίρεσιν παραδοῦναι. ἀνάγκη οὖν τὰς ἀρχὰς ἢ μίαν εἶναι ἢ πλείους, καὶ εἰ μίαν ἢ ἀκίνητον ἢ κινουμένην, καὶ εἰ κινουμένην ἢ πεπερασμένην ἢ ἄπειρον, καὶ αὖ εἰ ἀκίνητον ἢ πεπερασμένην ἢ ἄπειρον, καὶ εἰ πλείους ἢ πεπερασμένας ἢ ἀπείρους, καὶ εἰ πεπερασμένας ἢ κινουμένας ἢ ἀκινήτους, καὶ εἰ ἀπείρους ἢ κινουμένας ἢ ἀκινήτους. καὶ ἡ μὲν διαίρεσις τῶν ἀρχῶν αὕτη, εἰ δέ τις ζητοίη τί δήποτε τὴν μίαν μὲν ἀρχὴν εὐθὺς εἰς τὸ ἀκίνητον καὶ κινούμενον διείλομεν, εἶτα εἰς τὸ πεπερασμένον καὶ ἄπειρον, τὰς δὲ πλείους πρῶτον εἰς τὸ ἄπειρον καὶ πεπερασμένον, εἶτα εἰς τὸ κινούμενον καὶ ἀκίνητον, ἐροῦμεν ὅτι δυνατὸν μὲν ἦν καὶ τῷ αὐτῷ τρόπῳ τῆς διαιρέσεως ἀμφότερα τὰ μόρια διελεῖν, πλὴν ἐπειδὴ τῷ μὲν ἑνὶ οἰκειοτέρα μᾶλλον ἡ κίνησις ἢ τὸ ἄπειρον, τῷ δὲ πλήθει τὸ ἄπειρον μᾶλλον ἤπερ ἡ κίνησις, διὰ τοῦτο τὴν μὲν μίαν ἀρχὴν εὐθὺς εἰς τὸ κινούμενον καὶ ἀκίνητον διείλομεν, τὰς δὲ πλείους εἰς τὸ πεπερασμένον καὶ ἄπειρον.

Μίαν μὲν οὖν ἀρχὴν εἶναι καὶ ἀκίνητον καὶ πεπερασμένην ἐδόξασε Παρμενίδης καὶ Ξενοφάνης. δῆλον δέ που πάντως ὅτι οὐ περὶ τῶν φυσικῶν πραγμάτων ἦν τούτοις ὁ λόγος· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς Μετὰ τὰ φυσικὰ εἶπεν, οὐχ οὕτω καὶ τῶν μαινομένων χειρόνως διέκειντο οἱ ἄνδρες οὗτοι, ὡς νομίζειν τὸ πῦρ καὶ τὸ ὕδωρ μὴ εἶναι διάφορον· καὶ ἐξ αὐτῆς δὲ τῆς Ἀριστοτελικῆς ῥήσεως πρόδηλον ὡς οὐ φυσικοὶ οἱ ἄνδρες οὗτοι. εἰπὼν γὰρ καὶ εἰ μίαν, ἢ ἀκίνητον, ὥσπερ φησὶ Παρμενίδης καὶ Μέλισσος, ἐπήγαγεν ἢ κινουμένην, ὥσπερ οἱ φυσικοί, ὡς δὴ μὴ φυσικῶν ὄντων τῶν περὶ Παρμενίδην. ἔτι δὲ δῆλον ὅτι οὐ περὶ τῶν φυσικῶν ἔλεγον ἐξ ὧν καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεώς φησι καὶ οἱ αὐτοῦ ὑπομνηματισταί, ὅτι ὁ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν ἔλεγεν εἶναι τὴν ἀρχὴν τῶν πάντων, ἐν δὲ τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι τὸ πᾶν καὶ πεπερασμένον καὶ ἀκίνητον. οὐ νομιστέον δὲ ὅτι ἐν τοῖς πρὸς δόξαν οὐ τὰ αὐτῷ δοκοῦντα ἔλεγεν, ἀλλὰ τὰ τοῖς πολλοῖς, ἐν δὲ τοῖς πρὸς ἀλήθειαν τὰ αὐτῷ δοκοῦντα — καὶ γὰρ καὶ ἐν τοῖς πρὸς δόξαν τὰ αὐτῷ δοκοῦντα ἔγραφεν —, ἀλλʼ ἐπειδὴ περὶ τῶν νοητῶν ἦν αὐτῷ ἐν τοῖς πρὸς ἀλήθειαν ὁ λόγος, ταῦτα δὲ ὄντως ὄντα ἔλεγε καὶ ἀληθῶς ὄντα, διὰ τοῦτο οὕτως ἐπέγραψε τὸ βιβλίον. ἐν δὲ τοῖς πρὸς δόξαν περὶ τῶν αἰσθητῶν ὁ λόγος, ἅπερ καὶ ὁ Τίμαιος δοξαστὰ προσηγόρευσε· τὰ μὲν γὰρ ἀεὶ ὄντα νοήσει φησὶ μετὰ λόγου περιληπτά, τὰ δὲ αἰσθητά, ἅπερ γινόμενα καὶ ἀπολλύμενα καλεῖ, δόξῃ φησὶ μετʼ αἰσθήσεως ἀλόγου δοξαστά. ὥστε περὶ τῶν νοητῶν ἔλεγε τὸ ἓν εἶναι αὐτὰ καὶ ἀκίνητα καὶ πεπερασμένα· ἐπειδὴ γὰρ τὰ νοητὰ πρὸς τῷ ἑνὶ μᾶλλόν εἰσιν ὡς ἐγγυτέρω ὄντα τῆς μιᾶς τῶν πάντων ἀρχῆς, διὰ τοῦτο ἓν ἐκείνας ἐκάλεσε. μίαν μὲν οὖν καὶ πεπερασμένην καὶ ἀκίνητον Παρμενίδης ἔλεγε καὶ Ξενοφάνης, μίαν δὲ καὶ ἀκίνητον καὶ ὁ Μέλισσος περὶ τῶν αὐτῶν καὶ αὐτός, ὡς ἤδη εἶπον, διαλεγόμενος· πλὴν ὅτι οὗτος μὲν ἄπειρον ἔλεγε τὸ ἕν, οἱ δὲ περὶ Παρμενίδην πεπερασμένον, τοῦτο δὲ διὰ τὸ ἐκείνους μὲν εἰς τὴν ὁριστικὴν καὶ εἰδοποιὸν τῶν νοητῶν δύναμιν ἀπιδεῖν, τοῦτον δὲ εἰς τὴν ἀπειρίαν τῆς δυνάμεως. καλῶς δὲ ὅσοι ἓν τὸ ὃν εἰρήκασιν εὐθὺς καὶ ἀκίνητον ἐδόξασαν· εἰ γὰρ ἐκινεῖτο, οὐκέτι ἓν ἂν ἦν· ἦν γὰρ καὶ αὐτὴ ἡ κίνησις καὶ τόπος τις ἢ χρόνος ἤ τι τοιοῦτον, ἐν ᾧ ἡ κίνησις. ἰστέον δὲ ὅτι ἓν τὸ πᾶν λέγοντες οὗτοι οὐ περὶ τῶν ἀρχῶν ἐποιοῦντο τὸν λόγον· εἰ γὰρ μίαν ἔλεγον εἶναι τὴν ἀρχὴν τῶν ὄντων, οὐκέτι ἠδύναντο λέγειν ἓν τὸ ὂν εἶναι· οὔσης γὰρ τῆς ἀρχῆς ἀνάγκη εἶναι καὶ τὸ ἀπὸ τῆς ἀρχῆς. ταῦτα γὰρ τῶν πρός τί εἰσιν· ἡ γὰρ ἀρχὴ τινῶν ἐστιν ἀρχή. ὥστε οὐ περὶ τῶν ἀρχῶν τούτοις ὁ λόγος, ἀλλὰ περὶ τῶν ὄντων ἁπλῶς. ἀλλʼ εἰ μὴ περὶ τῶν ἀρχῶν τούτοις ὁ λόγος, τί δήποτε ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς ἄνδρας τούτους ὡς κακῶς μίαν τὴν ἀρχὴν ὑποτιθεμένους; λέγω οὖν ὅτι, εἰ καὶ μὴ περὶ τῶν ἀρχῶν ἔλεγον, ἀλλʼ οὖν ὁ Ἀριστοτέλης ὡς εἰ καί τις ὑπετίθετο μίαν εἶναι τὴν τῶν φυσικῶν πραγμάτων ἀρχήν, οὕτως ἐλέγχει τὸν λόγον ἀνασκευάσαι τὸ τοιοῦτον δόγμα βουλόμενος.

Μίαν μὲν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον οἱ εἰρημένοι, τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων οἱ μὲν πεπερασμένην ἔλεγον, οἱ δὲ ἄπειρον. μίαν μὲν καὶ κινουμένην καὶ πεπερασμένην ἔλεγεν Ἵππασος Ἡράκλειτος Θαλῆς Ἵππων ὁ ἐπικληθεὶς ἄθεος. Ἡράκλειτος μὲν καὶ Ἵππασος τὸ πῦρ ἔλεγον ἀρχὴν τῶν ὄντων εἶναι διὰ τὸ λεπτομερέστερον αὐτὸ εἶναι τῶν ἄλλων καὶ εὔπλαστον — οὐ γὰρ δὴ νομιστέον διὰ τὸ εἴδους λόγον αὐτὸ ἔχειν πρὸς τὰ ἄλλα ὡς περιεκτικὸν τῶν ἄλλων· νῦν γὰρ περὶ τῆς ὑλικῆς ἀρχῆς ὁ λόγος —, Θαλῆς δὲ καὶ Ἵππων τὸ ὕδωρ διὰ τὸ γόνιμον, καὶ ὅτι τὴν γονὴν ὑγρὰν ἑώρων, καὶ τὰ σπέρματα δὲ εἰ καὶ ξηρά εἰσιν, ἀλλʼ οὖν οὐ φύει μὴ ὑγρανθέντα τε καὶ ἤδη λοιπὸν διαρρέοντα. μίαν δὲ καὶ κινουμένην καὶ ἄπειρον ὑπετίθεντο οἵ τε τὸν ἀέρα ὑποτιθέμενοι καὶ οἱ τὸ μεταξὺ ἢ ἀέρος καὶ ὕδατος, ἢ πυρὸς καὶ ἀέρος. Διογένης μὲν οὖν ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης τὸν ἀέρα ὑπέθεντο ἀρχὴν εἶναι διά τε τὸ εὔπλαστον καὶ ὡς ἐν σώμασιν ἀσώματον καὶ ἀνεπαίσθητον μᾶλλον. Ἀναξίμανδρος δὲ τὸ μεταξὺ ἢ ἀέρος καὶ ὕδατος, ἢ πυρὸς καὶ ἀέρος· ἐπεὶ γὰρ ἐν τῇ μεταβολῇ τῇ ἐξ ὕδατος εἰς ἀέρα οὐκ ἀμέσως γίνεται ἡ μετάβασις, ἀλλʼ οἷον ἐξατμίζεται πρότερον τὸ ὕδωρ, εἶτα ἡ ἀτμὶς ἔτι λεπτυνθεῖσα ἐξαεροῦται, ὁμοίως καὶ ἐπὶ τῆς τοῦ ἀέρος εἰς τὸ πῦρ μεταβολῆς, τὸ μεταξὺ τοῦτο ἔλεγεν εἶναι τὴν ἀρχήν, ὅπερ ἀέρος μὲν εἶναι πυκνότερον, ὕδατος δὲ μανότερον, ἢ πυρὸς μὲν πυκνότερον, ἀέρος δὲ μανότερον. οὗτος δὲ τῶν μὲν ἄλλων μᾶλλον κατώρθου, διότι μὴ ἕν τι τῶν στοιχείων τὴν ὕλην ἔλεγεν, ἀλλʼ ἕτερόν τι παρὰ ταῦτα· ἔπταιε δέ, διότι εἰδοπεποιημένον ὑπετίθετο ἀέρος μὲν λέγων πυκνότερον, ὕδατος δὲ μανότερον. οὗτοι δὲ καὶ ἄπειρον ἔλεγον εἶναι τὸν ἀέρα ἢ τὸ μεταξύ, ἐπειδὴ ὑπενόησαν ὡς εἰ γίνοιτο μὲν ἀεὶ ἐξ αὐτῶν τὰ γινόμενα, μὴ εἴη δὲ ἄπειρα, ἐπιλιπεῖν τὴν γένεσιν ἀνάγκη· οὐ προσέσχον γὰρ τῇ ἀνταποδόσει καὶ τῇ εἰς ἄλληλα τῶν πραγμάτων μεταβολῇ. οἱ μὲν οὖν μίαν τὴν ἀρχὴν ὑποθέμενοι οὗτοι καὶ τοσοῦτοί εἰσιν, οὐδεὶς δὲ τῶν μίαν ὑποθεμένων μόνην τὴν γῆν ὑπέθετο εἶναι ἀρχήν, διὰ τὸ δυσκίνητον αὐτῆς καὶ δυσμετάβλητον.

Τῶν δὲ πολλὰς ὑποθεμένων τὰς ἀρχὰς οἱ μὲν ἀπείρους ὑπέθεντο, οἱ δὲ πεπερασμένας, καὶ τούτων ἀμφοτέρων οἱ μὲν ἀκινήτους, οἱ δὲ κινουμένας· πλείους μὲν καὶ πεπερασμένας καὶ ἀκινήτους ὁ Τίμαιος ὑπετίθετο, θεὸν ἰδέαν καὶ ὕλην, πλείους δὲ καὶ πεπερασμένας καὶ κινουμένας ὅ τε Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, καὶ ὁ Ἱπποκράτης ὁ ἰατρὸς ὁμοίως τὰ τέσσαρα στοιχεῖα. ὁ δὲ Ἐμπεδοκλῆς δύο τοὺς κόσμους εἶναι ὑπετίθετο, τόν τε ἐκ τεσσάρων στοιχείων τὸν αἰσθητὸν καὶ τὸν σφαῖρον, τουτέστι τὸν νοητόν — ὃν σφαῖρον ἐκάλει διὰ τὸ πρὸς ἑαυτὸν ἐπεστράφθαι καὶ πρὸς τῷ ἑνὶ εἶναι μᾶλλον —, οὓς καὶ μεταβάλλειν ἔλεγεν εἰς ἀλλήλους· ἐπικρατούσης μὲν γὰρ τῆς φιλίας μεταβάλλειν τὰ στοιχεῖα εἰς τὸν σφαῖρον, ἐπικρατοῦντος δὲ τοῦ νείκους τὸν σφαῖρον εἰς τὰ στοιχεῖα μεταβάλλειν· οὐ τοῦτο λέγων ὅτι οἱ κόσμοι εἰς ἀλλήλους μεταβάλλουσιν, ἀλλὰ τὴν τῆς ψυχῆς τῆς ἡμετέρας εἰς τοὺς κόσμους τούτους σημαίνων μεταβολήν. ἐπειδὴ γὰρ ἔστιν ἐν τῇ ἡμετέρᾳ ψυχῇ καὶ ἑτεροποιὸς καὶ ταὐτοποιὸς δύναμις, ὅταν μὲν κατὰ τὴν ταὐτοποιὸν δύναμιν ἐνεργήσῃ, ὃν «ταὐτοῦ κύκλον» ὁ Πλάτων ἐκάλεσε, πρὸς τοῖς νοητοῖς γίνεται μᾶλλον — ταύτην δὲ τὴν δύναμιν φιλίαν ὁ Ἐμπεδοκλῆς ἐκάλεσεν, ὅτι ἡ φιλία ἑνοποιός ἐστιν —, ὅταν δὲ κατὰ τὴν ἑτεροποιὸν δύναμιν ἐνεργήσῃ, ἣν Πλάτων μὲν «θατέρου κύκλον» ἐκάλεσεν, Ἐμπεδοκλῆς δὲ νεῖκος, πρὸς τοῖς αἰσθητοῖς γίνεται. τὴν οὖν μεταβολὴν τῆς ψυχῆς κατὰ τὸν αἰσθητόν τε καὶ νοητὸν κόσμον μεταβολὴν τῶν κόσμων ὁ Ἐμπεδοκλῆς ἐκάλεσεν, ὅθεν καὶ τὸ πολυθρύλητον ἐκεῖνο περὶ ψυχῆς ἔφη· ὡς καὶ ἐγὼ δεῦρʼ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος, τουτέστι πεπεισμένος τῇ ἑτεροποιῷ τῆς ψυχῆς δυνάμει.

Πλείους δὲ καὶ ἀπείρους καὶ κινουμένας ἔλεγον Ἀναξαγόρας Δημόκριτος Ἐπίκουρος Λεύκιππος. Ἀναξαγόρας μὲν τὰς ὁμοιομερείας ἀρχὰς τῶν ὄντων ὑπετίθετο, ὁμοιομέρεια δέ ἐστιν ἧς τὸ μέρος τῷ ὅλῳ ὅμοιον. ὑπάρχειν οὖν ἐν ἀλλήλαις τὰς ὁμοιομερείας, οἷον ἐν τῷ ξύλῳ ὁμοιομερεῖ ὄντι ὑπάρχειν καὶ σάρκα καὶ ὀστοῦν καὶ ὕδωρ καὶ πῦρ καὶ χρυσὸν καὶ πάντα ἁπλῶς, καὶ ἐν ἑκάστῳ καὶ τῷ τυχόντι ἀπείρους ἐνυπάρχειν ὁμοιομερείας. τοῦτο δὲ ὑπετίθετο, διότι ἑώρα πάντα ἐξ ἀλλήλων γινόμενα, εἰ καὶ μὴ κατὰ πρώτην γένεσιν, ἀλλʼ οὖν διὰ πλειόνων μέσων. περιφανταζόμενος οὖν τὴν ὕλην τὴν εἰς πάντα ἐπιτηδείαν μεταβληθῆναι, μὴ ἐξισχύων δὲ αὐτὴν τελείως θεωρῆσαι, ὑπέθετο «ὁμοῦ πάντα εἶναι χρήματα», καὶ οὕτω τὴν ἐξ ἀλλήλων γένεσιν κατʼ ἔκκρισιν γίνεσθαι καὶ οὐ κατὰ μεταβολὴν τῆς οὐσίας. καλῶς δὲ καὶ τὰς ὁμοιομερείας μὲν ἐν ἀλλήλαις εἶναι ὑπέθετο, οὐκέτι δὲ καὶ τὰς ἀνομοιομερείας· οὐδεὶς γὰρ ἂν ὑπολάβοι ἐν προσώπῳ χεῖρα εἶναι ἢ ἐν χειρὶ πόδα. Δημόκριτος δὲ καὶ Λεύκιππος καὶ Ἐπίκουρος τὰς ἀτόμους καὶ τὸ κενὸν ὑπετίθεντο, τό τε κενὸν ἄπειρον εἶναι καὶ τὰς ἀτόμους τὰς ἐν αὐτῷ. ἀτόμους δὲ ἔλεγε σώματά τινα διὰ σμικρότητα ἀφανῆ καὶ ἀδιαίρετα διὰ σκληρότητα, οἷά εἰσι τὰ διὰ τῶν θυρίδων ἐν ταῖς ἀκτῖσι κονιορτώδη φαινόμενα ψήγματα, ἅπερ ἀφανῆ γίνεται μὴ ἐπιλαμπούσης ἀκτῖνος οὐ διὰ τὸ μὴ εἶναι, ἀλλὰ διὰ τὴν σμικρότητα.

Πολλὰς δὲ τὰς ἀρχὰς καὶ ἀπείρους καὶ ἀκινήτους οὐδεὶς ὑπέθετο.

Καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι ἢ εἴδει διαφερούσας.

Γένος φησὶ τὸ ὑποκείμενον καὶ τὴν οὐσίαν τῶν ἀτόμων· ἔλεγε γὰρ μιᾶς μὲν οὐσίας εἶναι πάσας τὰς ἀτόμους, διαφέρειν δὲ ἀλλήλων τοῖς σχήμασι, τῷ τὰς μὲν εἶναι σφαιρικάς, τὰς δὲ κυβικὰς ἢ πυραμοειδεῖς, ἢ ἕτερόν τι τῶν σχημάτων ἔχειν. οὕτω δὲ πολλάκις καὶ ἐν τοῖς Ἀποδεικτικοῖς τὸ ὑποκείμενον γένος ὠνόμασε. σχήματι δὲ ἢ εἴδει· ἐκ παραλλήλου τὸ αὐτό φησιν· εἴδους γὰρ λόγον ἐν ταῖς ἀτόμοις τὸ σχῆμα ἔχειν ἔλεγεν ὁ Δημόκριτος. ἢ καὶ ἐναντίας· ἤτοι τοῦτό φησιν ὅτι ὁ Δημόκριτος ἓν τὸ γένος ὑπετίθετο τῶν ἀτόμων, διαφέρειν δὲ αὐτὰς κατὰ τὰ σχήματα, οὐ μόνον δὲ διαφέρειν, ἀλλὰ καὶ ἐναντίας εἶναι — ἐπειδὴ γὰρ θερμότητα καὶ ψῦξιν καὶ λευκότητα καὶ μελανίαν οὐκ ἔλεγεν εἶναι ἐν ταῖς ἀτόμοις ὁ Δημόκριτος, ἀλλʼ ἐκ τῶν σχημάτων ἀπεγέννα τὰ πάθη καὶ τῆς πρὸς ἡμᾶς τῶν ἀτόμων σχέσεως· τὰς μὲν γὰρ σφαιρικάς, ὡς εὐκινήτους, θερμότητος καὶ τοῦ πυρὸς εἶναι αἰτίας· ὡς γὰρ εὐκίνητοι, διαιροῦσι θᾶττον καὶ διεισδύνουσι, τοῦτο δὲ ἴδιον πυρὸς τὸ τμητικὸν καὶ εὐκίνητον· τὰς κυβικὰς δὲ φέρε εἰπεῖν, ὡς ὠθούσας μᾶλλον καὶ πιλούσας, ψῦξιν ἐργάζεσθαι· πιλητικὸν γὰρ τὸ ψυχρόν. ὁμοίως καὶ ἐπὶ τῶν χρωμάτων γίνεσθαι ἔλεγεν. ὅταν μὲν τῶν πυραμίδων φέρε εἰπεῖν αἱ κορυφαὶ προσβάλλωσι τῇ ὄψει, τοιάνδε ποιεῖν χρώματος φαντασίαν, οἷον λευκοῦ· διακριτικὸν γὰρ τῆς ὄψεως τὸ λευκόν, διαιρετικὸν δὲ καὶ τὸ ὀξύ, οἵα ἐστὶ καὶ ἡ κορυφὴ τῆς πυραμίδος· ὅταν δὲ αἱ βάσεις, μέλανος· συγκριτικὸν γὰρ τὸ μέλαν, τοιοῦτον δὲ τὸ ἀμβλύ· πιλεῖ γὰρ καὶ εἰς ταὐτὸν τῇ πιλήσει συνωθεῖ τὰ διεστῶτα. ἐπεὶ οὖν τοῖς διαφόροις σχήμασι τῶν ἐναντίων παθῶν ποιητικαί εἰσιν αἱ ἄτομοι, οὐ μόνον διαφέρειν αὐτὰς τοῖς σχήμασιν εἶπεν, ἀλλὰ καὶ ἐναντίας εἶναι —, ἢ μᾶλλον πρὸς τὸν Ἀναξαγόραν αὐτῷ τείνει ὁ λόγος, ὃς καὶ ἐναντίας εἶναι ὁμοιομερείας ἔλεγεν, οἷον πυρὸς καὶ ὕδατος. καὶ μᾶλλον τοῦτο ἀληθές, ἵνα καὶ ἡ ἀντιδιαίρεσις σωθῇ. εἰπὼν γὰρ καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι ἢ εἴδει διαφερούσας, ἀνταπέδωκε τὸ ἕτερον τῆς διαιρέσεως μόριον εἰπὼν ἢ ἐναντίας, ὡσανεὶ ἔλεγεν «ἢ ὡς Ἀναξαγόρας λέγει ἐναντίας».

Ὁμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄντα ζητοῦντες πόσα.

Ἐκθέμενος τὴν διαίρεσιν νῦν βούλεται δεῖξαι, ὅτι οὐ περιέργως οὐδὲ καινοτέρως αὐτὸς ταύτῃ τῇ περὶ τῶν ἀρχῶν διαιρέσει ἐχρήσατο, ἀλλὰ πάντες οἱ πρὸ αὐτοῦ φυσικοὶ τῇ αὐτῇ διαιρέσει ἐν τῷ περὶ τῶν ἀρχῶν λόγῳ ἐχρήσαντο, ζητοῦντες πότερον ἕν τί ἐστι τὸ στοιχεῖον ἐξ οὗ τὰ πάντα ἢ πλείονα, καὶ πότερον κινούμενα ἢ ἀκίνητα.

Τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκοπεῖν.

Ἐκθέμενος ἐκ διαιρέσεως τὰς περὶ τῶν ἀρχῶν τῶν φυσικῶν δόξας καὶ εἰπὼν ποίου μορίου τῆς διαιρέσεως τίς τῶν ἀρχαιοτέρων προέστη, νῦν ἐπισκέπτεται πρὸς ποίας μὲν τῶν δοξῶν φυσιολόγου ἐστὶ διαλεχθῆναι, πρὸς ποίας δʼ οὔ. καὶ γὰρ ἐπιστήμονος ἔργον ἐστὶ τὴν φύσιν τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἐπισκέπτεσθαι καὶ διακρίνειν τίνα μὲν αὐτῷ προσήκει, τίνα δὲ μή· ὥσπερ ἀμέλει καὶ τέκτων ξύλων πολλῶν ὑποκειμένων τὰ μὲν ἐκλέξεται ὡς ἐπιτήδεια τῇ αὑτοῦ τέχνῃ, τὰ δὲ ἀπορρίψει. διὰ τοῦτο καὶ νῦν ὁ Ἀριστοτέλης ἕν τι τῆς διαιρέσεως μόριον ἀποκρίνας, τὸ λέγον μίαν εἶναι τὴν ἀρχὴν καὶ ἀκίνητον, οὗ προΐσταντο οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, φησὶν ὅτι οὐκ ἔστι φυσικοῦ τὸ πρὸς τούτους διαλέγεσθαι ἀναιροῦντας τὰς φυσικὰς ἀρχάς. οὐδεμιᾶς γάρ ἐστι τῶν κατὰ μέρος ἐπιστημῶν πρὸς τὸν ἀναιροῦντα τὰς οἰκείας ἀρχὰς αὐτῆς διαλέγεσθαι, διότι οὐδὲ τὸ ἀποδεικνύναι τὰς οἰκείας ἀρχὰς τῶν κατὰ μέρος ἐπιστημῶν, ἀλλὰ μόνης τῆς πρώτης καὶ ἀνυποθέτου φιλοσοφίας· αὕτη γὰρ τὰς πασῶν ἀρχὰς ἀποδείκνυσιν, αἱ δὲ κατὰ μέρος ἐπιστῆμαι ἐξ ὑποθέσεως τὰς οἰκείας ἀρχὰς λαμβάνουσι. διὰ τοῦτο οὖν πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς ἡστινοσοῦν ἐπιστήμης οὐκ ἔστιν αὐτῆς ἐκείνης διαλέγεσθαι, ἀλλʼ ἢ τῆς προσεχῶς ὑπὲρ αὐτὴν τεταγμένης ἐπιστήμης, ἢ τῆς πασῶν κοινῆς. — κοινὴν δὲ πασῶν ἐπιστήμην λέγει ἢ τὴν πρώτην καὶ ἀνυπόθετον φιλοσοφίαν, ἢ τὴν διαλεκτικήν. καὶ γὰρ αὕτη τὰς πάντων ἀρχὰς ἀποδείκνυσιν· οὕτω γὰρ αὐτὴν ἐν τοῖς Τόποις ὡρίσατο· «ὁ μὲν σκοπός», φησί, «τῆς πραγματείας μέθοδον εὑρεῖν διʼ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἐνδόξων». ταύτῃ οὖν ἡ διαλεκτικὴ διαφέρει τῆς πρώτης φιλοσοφίας, ὅτι ἡ μὲν ἐξ ἀρχῶν αὐτοπίστων καὶ κοινῶν ἐννοιῶν ποιεῖται τὰς ἀποδείξεις, ἡ δὲ διαλεκτικὴ ἐξ ἐνδόξων. — πρὸς γοῦν τὸν ἀναιροῦντα ὅτι τὸ σημεῖον ἀμερές ἐστιν, ἢ ἡ γραμμὴ μῆκος ἀπλατές, οὐ διαλέξεται ὁ γεωμέτρης, ἀλλὰ παραπέμψει τῷ πρώτῳ φιλοσόφῳ ταῦτα ἀποδεικνύναι. ὁμοίως ὁ ἰατρός, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὸ σῶμα καὶ περὶ αὐτῶν τῶν στοιχείων τῷ φυσικῷ παραπέμψει ἀποδεικνύναι· προτέτακται γὰρ φυσικῶς τοῦ ἰατροῦ ὁ φυσικός. πάλιν τῆς ὀπτικῆς τὰς ἀρχὰς γεωμετρία ἀποδείξει, καὶ γραμματικῆς μὲν μουσική, ταύτης δὲ ἀριθμητική. λαμβάνει μὲν γὰρ ὁ γραμματικὸς τάδε μὲν τὰ στοιχεῖα μακρά, τάδε δὲ βραχέα, καὶ τὰ αὐτὰ νῦν μὲν βραχέα, ἄλλοτε δὲ μακρά· τὴν αἰτίαν δὲ αὐτὸς μὲν ἀγνοεῖ, ὁ μουσικὸς δὲ ἀποδείκνυσι. πάλιν ὁ μουσικὸς λαμβάνει ὅτι ἥδε πρὸς τήνδε ἡ χορδὴ τὸν ἡμιόλιον ἢ τὸν διπλασίονα ἢ τὸν ἐπίτριτον ἔχει λόγον, τὴν ἐν χορδαῖς μόνον τῶν ἀριθμῶν σχέσιν λαμβάνων· ὁ μέντοι ἀριθμητικὸς καθόλου τίς ἐστιν ὁ τοῦ διπλασίου λόγος ἐξετάζει καὶ τῶν λοιπῶν, εἴτε ἐν χορδαῖς εἴη, εἴτε ὁπουδήποτε. καὶ αὐτῆς δὲ τῆς γεωμετρίας, δῆλον δὲ ὅτι πάσης τῆς μαθηματικῆς ἐπιστήμης, φασὶ προηγεῖσθαι τὴν ἀριθμητικήν· λαμβάνει γὰρ καὶ ὁ γεωμέτρης πλευρὰν πλευρᾷ διπλασίονα ἢ ἐπίτριτον, καὶ τοσοῦτον μὲν τὸ ἐν μεγέθει διπλάσιον ἢ ὁπωσοῦν λαμβάνει, ὁ μέντοι ἀριθμητικὸς καθόλου ταῦτα λαμβάνει καὶ ἀποδείκνυσι τίς ἐστιν ὁ τοῦ διπλάσιου λόγος καὶ τῶν ἄλλων. τὰς δὲ πάντων ἀρχὰς ὁ πρῶτος φιλόσοφος ἀποδείκνυσι. διὰ ταῦτα οὐκ ἔστι φυσικοῦ ἀνδρὸς πρὸς Παρμενίδην καὶ Μέλισσον διαλέγεσθαι ἀναιροῦντας τὰς φυσικὰς ἀρχάς· λέγοντες γὰρ ἓν τὸ ὂν εἶναι καὶ ἀκίνητον, τῷ μὲν ὑποτίθεσθαι ἓν τὸ ὂν τὰς ἀρχὰς ἀναιροῦσι, τῷ δὲ ἀκίνητον καὶ ὡς φυσικὰς ἀρχάς. ἓν γὰρ λέγοντες εἶναι τὸ ὂν ἢ ἀρχὴν αὐτὸ ὑποτίθενται ἢ ἀπὸ τῆς ἀρχῆς. ἀλλʼ εἰ μὲν ἀρχὴν αὐτὸ ὑπόθοιντο, ἀνάγκη πᾶσα εἶναι καὶ τὰ ἀπὸ τῆς ἀρχῆς· ταῦτα γὰρ τῶν πρός τί εἰσιν· ἡ γὰρ ἀρχὴ τινὸς ἢ τινῶν ἐστιν ἀρχή, ὡς αὐτὸς εἶπεν. ὥστε οὐχ ἓν τὸ ὄν, ἀλλὰ πολλά, ἥ τε ἀρχὴ καὶ τὰ ἀπʼ αὐτῆς· οὐκ ἄρα ἀρχὴν δύναιντο λέγειν τὸ ἕν. πάλιν δʼ αὖ ἀπὸ τῆς ἀρχῆς ὑποτιθεμένοις αὐτὸ εἶναι ἀνάγκη πᾶσα καὶ τὴν ἀρχὴν αὐτοῦ ὑποτίθεσθαι· ὥστε πάλιν οὐκέτι ἓν τὸ ὄν· νῦν δὲ ἓν ὑποτίθενται. ἀναιροῦσιν ἄρα ἑκατέρωθεν τὴν ἀρχήν· ἀρχῆς γὰρ οὔσης ἀδύνατον ἓν εἶναι τὸ ὄν. ταύτῃ μὲν οὖν τὴν ἀρχὴν ἀναιροῦσιν, ὡς φυσικὴν δὲ ἀρχὴν ἀναιροῦσι τῷ ἀκίνητον αὐτὸ ὑποτίθεσθαι. κίνησις γὰρ ἐναργῶς τοῖς φυσικοῖς ὑπάρχει πράγμασι· γένεσις γὰρ καὶ φθορὰ αὔξησις μείωσις ἀλλοίωσις καὶ ἡ κατὰ τόπον μεταβολὴ τοῖς φυσικοῖς ὑπάρχει πράγμασι· καὶ αὐτὸς δὲ ὁριζόμενος τὴν φύσιν ἀρχὴν εἶναι κινήσεώς φησι καὶ ἠρεμίας. ὥστε ὁ τὴν κίνησιν ἀναιρῶν τὰς φυσικὰς ἀρχὰς ἀναιρεῖ. διὰ τοῦτο οὖν φησιν οὐ φυσικοῦ τὸ πρὸς τούτους διαλέγεσθαι, ὡς φυσικοὶ δὲ ταύτην μετερχόμεθα τὴν πραγματείαν. ὅμως δέ, φησίν, ἐπειδὴ ἔχει τινὰ φιλοσοφίαν ἡ σκέψις — περὶ τῶν ὄντων γὰρ ζητοῦσιν, εἰ καὶ μὴ ὡς φυσικοί, ἀλλʼ οὖν ὡς φιλόσοφοι —, πρὸς αὐτοὺς ἀπαντήσωμεν. ἄλλως τε, ἐπειδὴ δοκοῦσί τινας φυσικὰς ἀπορίας λέγειν, εὔλογος ἡμῖν καὶ οὕτως ἡ πρὸς αὐτοὺς ἀπάντησις. τῷ γὰρ ἀναιρεῖν τὴν φύσιν ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον ὑποτιθέμενοι περὶ φύσεως ἀποροῖεν ἄν· οὐ γὰρ ἔτι ἀρχή ἐστιν εἰ ἓν μόνον καὶ οὕτως ἕν ἐστιν· ἡ γὰρ ἀρχὴ τινὸς ἢ τινῶν. ὅτι δὲ οἱ τὸ ὂν ἓν ὑποτιθέμενοι ἀναιροῦσι τὰς ἀρχάς, κατασκευάζει ἐν δευτέρῳ σχήματι οὕτως· εἰ ἓν τὸ ὄν, οὐκ ἔστι πλῆθος· εἰ ἀρχή ἐστι, πλῆθός ἐστιν· εἰ ἓν ἄρα τὸ ὄν, οὐκ ἔστιν ἀρχή. ἀρχῆς γὰρ οὔσης, ἀνάγκη καὶ τὰ ἀπὸ τῆς ἀρχῆς εἶναι, τούτου δὲ ὄντος πλῆθος εἶναι ἀνάγκη. τὸ δὲ εἰ οὕτως ἓν ἀντὶ τοῦ ἀκίνητον. ἀκινήτου γὰρ ὄντος οὔτε ἐξ αὐτοῦ τι ἔσται, οὔτε αὐτὸ ἐξ ἄλλου, ἀρχῆς δὲ οὔσης κίνησιν ἀνάγκη εἶναι· εἰ γὰρ πάντῃ εἴη ἀμετάβλητος καὶ ἀκίνητος, οὐδʼ ἄν τι ἐξ αὐτῆς γένοιτο.

Ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων.

«Θέσις ἐστίν,» ὡς αὐτὸς ἐν τοῖς Τόποις εἴρηκε, «παράδοξος ὑπόληψις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν». οἷον ὁ Ἡράκλειτος ταὐτὸν εἶναι ἔλεγε τὰ ἐναντία, ὁμοίως δὲ οὗτοι ἓν τὸ πᾶν λέγοντες καὶ ἀκίνητον, ἢ ὡς Ζήνων ἔλεγε μὴ εἶναι κίνησιν, ἢ ὡς Ἀναξαγόρας πάντα κινεῖσθαι. τὸ οὖν σκοπεῖν, φησίν, εἰ τὸ ὂν ἕν ἐστι καὶ ἀκίνητον, ὅμοιόν ἐστι τῷ πρὸς ἄλλην ὁποιανοῦν διαλέγεσθαι θέσιν, οἷον τὴν Ἡρακλείτου, ὃς ἔλεγε τὰ ἐναντία τὰ αὐτὰ εἶναι. ὡς γὰρ πρὸς ταύτην τὴν θέσιν ἀντιλέγειν μάταιον τῆς ἐναργείας κρείττονος οὔσης πάσης ἀποδείξεως, ἢ πρὸς τὸν λέγοντα ὅτι τὸ πᾶν εἷς ἄτομός ἐστιν ἄνθρωπος, οὕτω καὶ πρὸς τὸν Παρμενίδου καὶ Μελίσσου λόγον. λόγου δὲ ἕνεκα λέγει ἀντὶ τοῦ ἕνεκα τοῦ λέγειν τι ἁπλῶς ἀποφαινομένους καὶ οὐδὲ συλλογιστικῶς, ὡς εἴ τις λέγοι «ὁ ἄνθρωπος τρίπους ἐστίν». ἢ λύειν λόγον ἐριστικόν. κατὰ κοινοῦ τὸ ὅμοιον δὴ τὸ σκοπεῖν καὶ τὰ ἑξῆς, ἢ λύειν λόγον ἐριστικόν. διαφέρει δὲ ὁ ἐριστικὸς λόγος τοῦ σοφιστικοῦ ταύτῃ, ὅτι ὁ μὲν σοφιστικὸς ὕλῃ μὲν ἀληθεῖ κέχρηται, τὸ δὲ σχῆμα ἀσυλλόγιστον ἔχει, ὁ δʼ ἐριστικὸς κατʼ ἀμφότερα ἔπταισται καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ σχῆμα. ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου. καὶ ὁ Παρμενίδου, φησί, λόγος καὶ ὁ Μελίσσου ἐριστικός ἐστιν· ἑκάτερος γὰρ αὐτῶν καὶ ψευδέσι κέχρηται προτάσεσι καὶ ἀσυλλογίστως προέρχεται. τίνας δὲ προτάσεις ψευδεῖς λαμβάνουσι καὶ ὅπως ταύτας ἀσυλλογίστως συμπλέκουσιν, ἐπιόντες αὐτοὺς τοὺς λόγους δείξομεν. ἀλλʼ εἰ καὶ ἀμφότεροι, φησίν, ἐριστικοὶ οἱ λόγοι, ἀλλὰ μᾶλλον ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν. ὁ μὲν γὰρ Παρμενίδου εἰ καὶ ψευδῆ λαμβάνει καὶ ἀσυλλόγιστός ἐστιν, ἀλλʼ οὖν ἔχει τι δυσφώρατον καὶ δριμύ, ὁ δὲ Μελίσσου ἐπιπόλαιος ὢν φορτικός ἐστι καὶ οὐδεμίαν κινῶν τοῖς ἀκροωμένοις ἀπορίαν. ἀλλʼ ἑνὸς ἀτόπου δοθέντος οὕτω τὰ ἐφεξῆς συμπεραίνει. τοῦτο δέ, φησίν, οὐδὲν χαλεπόν, τουτέστιν ἢ τὸ συγχωρήσαντα ἑνὶ ἀτόπῳ τὰ ἑπόμενα κατασκευάσαι — δεδομένου γὰρ τοῦ ὅτι ἡ γῆ ἵπταται, συμβήσεται μετεώρους ἡμᾶς εἶναι, τὰ βάρη ἐκτὸς τοῦ μέσου ἵστασθαι καὶ ἄλλα μυρία —, ἢ οὐδὲν χαλεπὸν ἐπιλύειν καὶ ἐλέγχειν τὰ οὕτως ἐπιπολῆς εἰρημένα.

Ἡμῖν δὲ ὑποκείσθω· τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενά ἐστι.

Λάβωμεν, φησί, τοῦτο ἐξ ὑποθέσεως. οὐδὲ γὰρ φυσικοῦ ἐστι τὸ περὶ τῶν ἀρχῶν ἀποδεικνύναι, ὅτι τὰ φυσικὰ πράγματα ἢ πάντα κινοῦνται ἢ ἔνια· ἄλλως τε καὶ ἐξ αἰσθήσεως τὴν πίστιν ἔχομεν τοῦ ἢ πάντα κινεῖσθαι ἢ ἔνια. προσέθηκε δὲ τὸ ἔνια διὰ τὰς δυνάμεις τὰς ἐν ὑποκειμένῳ καὶ τὰς ἀλόγους ψυχάς, ἅτινα φυσικὰ μέν ἐστιν, ἀκίνητα δέ· οὔτε γὰρ ἀλλοιοῦται, οὔτε αὔξει, οὔτε κατὰ τόπον κινεῖται.

Ἅμα δὲ οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλʼ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται.

Ἐπειδὴ πρὶν ἐλέγξαι τὰ παρʼ ἐκείνων ὑπέθετο κινεῖσθαι τὰ φυσικὰ πράγματα, ὑπὲρ τούτου ἀπολογούμενος προσέθηκε τὸ ὅτι οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλʼ ἐκεῖνα ὅσα, τῶν ἀρχῶν σῳζομένων, ἐξ αὐτῶν ψευδῆ τις κατασκευάζει. πρὸς δὲ τὸν ἀναιροῦντα τὰς ἀρχὰς καὶ πρὸς αὐτὰς φέροντα ἀπορίας ἀνασκευαστικὰς αὐτῶν οὐ χρὴ διαλέγεσθαι, οὐδὲ τὰ παρὰ τούτου φερόμενα ἄπορα ἐπιλύεσθαι. τὸ δὲ ἅμα δὲ οὐδὲ λύειν ἀντὶ τοῦ οὐδὲ γὰρ λύειν.

Οἷον τὸν τετραγωνισμὸν τοῦ κύκλου τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὔ.

Ἱπποκράτης Χῖός τις ὢν ἔμπορος, λῃστρικῇ νηὶ περιπεσὼν καὶ πάντα ἀπολέσας, ἦλθεν Ἀθήναζε γραψόμενος τοὺς λῃστάς, καὶ πολὺν παραμένων ἐν Ἀθήναις διὰ τὴν γραφὴν χρόνον, ἐφοίτησεν εἰς φιλοσόφους, καὶ εἰς τοσοῦτον ἕξεως γεωμετρικῆς ἦλθεν, ὡς ἐπιχειρῆσαι εὑρεῖν τὸν κύκλου τετραγωνισμόν. καὶ αὐτὸν μὲν οὐχ εὗρε, τετραγωνίσας δὲ τὸν μηνίσκον ᾠήθη ψευδῶς ἐκ τούτου καὶ τὸν κύκλον τετραγωνίζειν· ἐκ γὰρ τοῦ τετραγωνισμοῦ τοῦ μηνίσκου καὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν ᾠήθη συλλογίζεσθαι. ὁ δὲ Ἀντιφῶν καὶ αὐτὸς ἐπεχείρησε τετραγωνίσαι τὸν κύκλον, ἀλλʼ οὐ σῴζων τὰς γεωμετρικὰς ἀρχάς. ἐπεχείρησε δὲ οὕτως. ἐάν, φησί, ποιήσω κύκλον καὶ γράψω ἐντὸς τετράγωνον, τέμω δὲ τὰ τμήματα τοῦ κύκλου τὰ γενόμενα ἐκ τοῦ τετραγώνου δίχα, εἶτα ἀγάγω εὐθείας ἀπὸ τῆς τομῆς ἑκατέρωθεν ἐπὶ τὰ πέρατα τοῦ τμήματος, ποιῶ ὀκτάγωνον σχῆμα. ἐὰν δὲ πάλιν τὰ περιέχοντα τὰς γωνίας τμήματα τέμωμεν δίχα, καὶ πάλιν ἀγάγωμεν ἀπὸ τῶν τομῶν εὐθείας ἑκατέρωθεν ἐπὶ τὰ πέρατα τῶν τμημάτων, ποιοῦμεν πολύγωνον σχῆμα. ἐὰν οὖν ἐπὶ πολὺ τοῦτο ποιῶμεν, γίνεται πολυγωνότατον σχῆμα μικρὰς πάνυ ἔχον τὰς γωνίας, ἃς αἱ περιέχουσαι εὐθεῖαι διὰ τὸ σμικρὰς πάνυ εἶναι ἐφαρμόσουσι τῷ κύκλῳ. ἐπεὶ οὖν δέδοται πᾶν τὸ δοθὲν εὐθύγραμμον σχῆμα τετραγωνίσαι, ἐὰν τετραγωνίσω τὸ πολύγωνον τοῦτο, ἐπειδὴ ἐφαρμόζει τῷ κύκλῳ, τετραγωνίσας ἔσομαι καὶ τὸν κύκλον. οὗτος οὖν ἀναιρεῖ τὰς γεωμετρικὰς ἀρχάς· ἀρχὴ γάρ ἐστι γεωμετρικὴ μηδέποτε ἐφαρμόζειν εὐθεῖαν περιφερείᾳ, οὗτος δὲ δίδωσι, διὰ σμικρότητα, τινὰ εὐθεῖαν ἐφαρμόζειν τινὶ περιφερείᾳ. ὁ μὲν οὖν Ἱπποκράτης, ἐκ γεωμετρικῶν ἀρχῶν ὁρμηθεὶς καὶ τετραγωνίσας μηνοειδές τι τοῦ κύκλου τμῆμα, κακῶς τὸ ἑξῆς συνεπέρανεν, ἐκ τούτου καὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν συλλογίσασθαι βουληθείς· ὁ μέντοι Ἀντιφῶν ἀνελὼν τὰς γεωμετρικὰς ἀρχάς, τὸ μηδέποτε περιφερείᾳ εὐθεῖαν ἐφαρμόζειν, οὕτω τὸ ἑξῆς συνεπέρανεν. φησὶν οὖν ὅτι τὸν τετραγωνισμὸν τοῦ κύκλου ἐλέγξαι ψευδῆ ὄντα τὸν μὲν Ἱπποκράτους γεωμετρικοῦ ἐστι διαλῦσαι, ὡς φυλάττοντος τοῦ Ἱπποκράτους τὰς γεωμετρικὰς ἀρχάς, τὸν δὲ Ἀντιφῶντος οὐκέτι διαλύσει ὁ γεωμέτρης, ἐπεὶ ἀνῃρημένων τῶν γεωμετρικῶν ἀρχῶν οὕτω συνῆκται.

Οὐ μὴν ἀλλʼ ἐπεὶ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτούς.

Εἰ καὶ περὶ φύσεως μὲν μηδὲν λέγουσιν οὗτοι οἱ ἄνδρες — οὐδὲ γὰρ κεχρημένοι ταῖς φυσικαῖς ἀρχαῖς, οὕτω συνελογίσαντο τὸ ὂν ἓν εἶναι καὶ ἀκίνητον —, ἀλλʼ οὖν ἐπεὶ συμβαίνει φυσικὰς ἀπορίας αὐτοὺς λέγειν — τῷ γὰρ ἓν εἶναι τὸ ὂν ὑποτίθεσθαι καὶ ἀκίνητον ἀναιροῦσι τὴν φύσιν, τῷ δὲ ἀναιρεῖν τὴν φύσιν συμβαίνει φυσικὰς αὐτοὺς ἀπορίας λέγειν —, ἀναγκαῖον, φησίν, ἐπὶ μικρὸν πρὸς αὐτοὺς διαλεχθῆναι, οὐχ ὡς τοῦ δόγματος δεομένου τινὸς λόγου καὶ ἀγῶνος, ἀλλὰ διὰ τὸ τῶν προσώπων ὑπειλημμένον· πολλάκις γὰρ διὰ τὴν ἀξιοπιστίαν τῶν προσώπων καὶ τὰ πάνυ σαφῆ ἀμφίβολα δοκεῖ τοῖς πολλοῖς. ἔχει δὲ καὶ ἄλλως αὐτὴ καθʼ αὑτὴν ἡ περὶ τούτων σκέψις τινὰ φιλοσοφίαν, τουτέστι καὶ αὐτὸ καθʼ αὑτὸ ζητῆσαι περὶ τῶν ὄντων, πότερον ἕν ἐστιν ἢ πολλά, ἁρμόζοι ἂν τῇ πρώτῃ καὶ ἀνυποθέτῳ φιλοσοφίᾳ.

Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν.

Διαστειλάμενος ἐν τοῖς προλαβοῦσι πρὸς τίνας ἐστὶ τοῦ φυσικοῦ διαλεχθῆναι, πρὸς τίνας δʼ οὔ, καὶ εἰπὼν ὅτι πρὸς τοὺς περὶ Παρμενίδην καὶ Μέλισσον οὐκ ἔστι φυσικοῦ τὸ διαλέγεσθαι, διότι ἀναιροῦσιν οὗτοι τὰς φυσικὰς ἀρχὰς λέγοντες ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον· εἶτα εἰπὼν ὅτι εἰ καὶ μὴ φυσικοῦ τὸ πρὸς τούτους διαλέγεσθαι, ἀλλʼ οὖν … ἔχει τινὰ φιλοσοφίαν ἡ σκέψις, οὐ χεῖρον ἐπὶ σμικρὸν διαλεχθῆναι πρὸς αὐτούς, καὶ ἄλλως διότι κἂν μὴ περὶ φύσεώς τι λέγωσιν, ἀλλʼ οὖν φυσικὰς ἀπορίας κινοῦσι τῷ ἀναιρεῖν τὰς φυσικὰς ἀρχάς· ταῦτα οὖν καὶ ἐν ἐκείνοις εἰπών, ἐμβάλλει λοιπὸν ἐντεῦθεν εἰς τοὺς λόγους τοὺς πρὸς αὐτούς. πρὶν δὲ πρὸς τὰ παρὰ τούτων λεγόμενα ἀπαντήσει, κοινῶς αὐτὸ καθʼ αὑτὸ τὸ πρόβλημα γυμνάζει. ἴδιον μὲν γάρ ἐστι τῆς πρὸς αὐτοὺς ἀντιλογίας πρὸς αὐτοὺς τοὺς παρʼ ἐκείνων λόγους ἀπαντῆσαι, διʼ ὧν ἐκεῖνοι τὸ δόγμα κατασκευάζειν ἐπιχειροῦσι, κοινῆς δέ ἐστι περὶ τοῦ προβλήματος σκέψεως τὸ κοινῶς αὐτὸ καθʼ αὑτὸ γυμνάσαι καὶ δεῖξαι εἴτε δυνατὸν οὕτως ἔχειν ἢ οὔ. εἶτα δείξας τοῦτο, ἰδίως καὶ πρὸς τοὺς αὐτῶν ἀπαντήσεται λόγους· δεῖ γὰρ τὰ προβλήματα καὶ αὐτὰ καθʼ αὑτὰ γυμνάζειν, καὶ τὰς ἀπορίας τὰς πρὸς αὐτὰ φερομένας ἐλέγχειν, ἵνα μὴ μένουσαι ταράττωσι τοὺς ἁπλουστέρους. διαιρέσει δὲ κέχρηται λέγων ποσαχῶς τὸ ἓν λέγεται, εἶτα δείκνυσιν ὅτι κατʼ οὐδὲν σημαινόμενον τοῦ ἑνὸς δυνατὸν λέγειν ἓν τὸ ὄν. τὸ οὖν ἕν, φησίν, ἤτοι ὀνόματί ἐστιν ἓν ἢ πράγματι. λέγω δὲ ὀνόματι ἕν, ὥσπερ ἂν εἴ τις τὸν ἀληθινὸν καὶ τὸν γεγραμμένον ἄνθρωπον ἓν λέγοι εἶναι, διότι ἓν ἔχουσι τὸ τοῦ ἀνθρώπου ὄνομα, ἢ καὶ πάσας τὰς κατηγορίας ἕν, διότι κοινὸν τὸ τοῦ ὄντος ἔχουσιν ὄνομα. τὸ οὖν ἓν ἤτοι ὀνόματί ἐστιν ἓν ἢ πράγματι· καὶ εἰ πράγματι, ἢ τῷ καθόλου ἢ τῷ μερικῷ· καὶ εἰ τῷ καθόλου, ἢ γένει ἢ εἴδει· γένει μέν, ὥσπερ ἂν εἰ εἴποι τις πάσας τὰς κατὰ μέρος οὐσίας ἓν εἶναι, διότι κοινὸν ἔχουσι γένος τὴν οὐδίαν, εἴδει δέ, ὡς εἴ τις τὴν λεύκανσιν καὶ τὴν μέλανσιν ἓν λέγοι, διότι κοινὸν ἔχουσι τὸ τῆς ἀλλοιώσεως ὄνομα, μᾶλλον δὲ τὴν ἐν ψιμμυθίῳ λεύκανσιν καὶ τὴν ἐν ἱματίῳ, διότι κοινὸν ἔχουσιν εἶδος τὴν ἁπλῶς λεύκανσιν, ἢ τὰ λογικὰ πάντα ἓν εἶναι λέγοι, διότι εἶδος τοῦ ζῴου ἐστὶ τὸ λογικόν. εἰ δὲ τῷ μερικῷ πράγματι ἓν εἴη, ἤτοι ὡς συνεχὲς ἓν ἔσται, ὡς λέγομεν τὸ ξύλον ἓν εἶναι, ἢ ὡς ἀδιαίρετον, ὡς τὸ σημεῖον καὶ ἡ μονάς, ἢ ὡς τῷ λόγῳ ἕν, ὡς τὰ πολυώνυμα, οἷον λώπιον καὶ ἱμάτιον, καὶ ἄορ καὶ ξίφος· ταῦτα γὰρ τῷ λόγῳ ἕν ἐστι. λαμβάνει οὖν τὸ ἕτερον μόριον τῆς διαιρέσεως τὸ τῷ πράγματι ἓν καὶ τούτῳ ὡς καθόλου, καί φησιν ὅτι ταῦτα ἃ τῷ καθόλου λέγεται ἓν εἶναι ἤτοι οὐσία ἐστὶ δηλονότι ἤ τι τῶν συμβεβηκότων ἢ ποσὸν ἢ ποιὸν ἢ ἄλλο τι. εἶτα τὴν μὲν οὐσίαν ὑπερτίθεται ἐν τοῖς ἑξῆς — δείξει γὰρ ὅτι οὐδὲ ὡς οὐσία ἕν τί ἐστι τὸ ὄν· οὕτω γὰρ τὴν τῶν συμβεβηκότων ἀναιρήσομεν φύσιν —, νῦν δὲ γυμνάζει μήποτε ὡς καθόλου τι τῶν συμβεβηκότων τὸ ὂν ἕν τί ἐστιν, οἷον ποσόν· τῷ γὰρ ποσὰ εἶναι πάντα, οὕτω κατὰ τὸ καθόλου ἕν τι εἶναι ποσὸν λέγεται τὸ ὄν. πρὶν δὲ τοῦτο ἐλέγξει, ἐν μέσῳ παρεμβάλλει ὅτι οὐδʼ ὀνόματι δυνατὸν ἓν εἶναι λέγειν τὸ ὄν· οἷον πολλὰ μὲν εἶναι οὐσίαν τε καὶ συμβεβηκότα, τῷ δὲ πάντα ὄντα λέγεσθαι οὕτως ἓν λέγεσθαι εἶναι τὸ ὄν. ἀλλʼ εἰ τοῦτο, φησίν, ἐναργῶς πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν· οὐδὲ γὰρ ἄν, φησίν, εἴποι τις τὰ τῷ πράγματι πολλὰ διὰ τὸ ὀνόματος κοινοῦ μετέχειν ἓν εἶναι. τοῦτο οὖν ζητεῖ, εἰ δυνατὸν ποσὰ εἶναι πάντα, καὶ οὕτω διὰ τὸ γένος ἓν λέγεσθαι πάντα. τούτῳ γάρ, φησί, τῷ ποσῷ ἤτοι συνυφέστηκεν ἡ οὐσία ἢ οὔ· καὶ εἰ μὲν οὐ συνυφέστηκεν, ἔσται αὐθυπόστατον τὸ ποσόν, ὅπερ ἀδύνατον — ἐν γὰρ τῇ οὐσίᾳ τὰ συμβεβηκότα τὸ εἶναι ἔχουσιν —, εἰ δὲ συνυφέστηκεν, ἤτοι τῆς αὐτῆς οὔσης ἐννοίας τοῦ ποσοῦ καὶ τῆς οὐσίας καὶ ἕν τι πρᾶγμα σημαινόντων διαφόροις ὀνόμασιν, ἢ ἑτέρας μὲν οὔσης τῆς οὐσίας, ἑτέρας δὲ τοῦ ποσοῦ. εἰ μὲν οὖν ἡ αὐτὴ οὐσία ποσοῦ καὶ οὐσίας, τὰ ἀσύγκλωστα συγκλώσουσιν εἰς ταὐτὸν ἄγοντες τῷ συμβεβηκότι τὴν οὐσίαν, εἰ δὲ ἕτερον ἡ οὐσία παρὰ τὸ ποσόν, πάλιν πολλὰ τὰ ὄντα. ταῦτα εἰπών, ἐφεξῆς δείκνυσιν ὅτι οὐ μάτην ὑπέθετο αὐτοὺς ποσόν τι λέγειν τὸ ὄν. ὁ γάρ τοι Μέλισσος, φησί, τὸ ὂν τοῦτο καὶ ἄπειρον εἶναί φησι, τὸ δὲ ἄπειρον τοῦ ποσοῦ ἐστιν ἢ εἶδος ἢ μέρος, ἢ ὅπερ καὶ μᾶλλον πάθος τῶν καθʼ αὑτό. δύναται μὲν γάρ τις ὡς εἶδός τι τοῦ ποσοῦ αὐτὸ εἰπεῖν, λέγων «τοῦ ποσοῦ τὸ μέν ἐστιν ἄπειρον, τὸ δὲ πεπερασμένον», πάθος δʼ ἂν εἴη μᾶλλον τῶν καθʼ αὑτό· οὐ γάρ ἐστιν ἁπλῶς τὸ ἄπειρον ποσόν, ἀλλὰ τῷ ποσῷ ὑπάρχει. τὸ δὲ καθʼ αὑτὸ διττόν, ὡς αὐτὸς ἐν τοῖς Ἀποδεικτικοῖς φησιν, ἢ οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνεται, ὥσπερ ἐν τῷ ὅρῳ τῆς σιμότητος ἡ ῥίς· σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί, καί ἐστι πάθος καθʼ αὑτὸ τῆς ῥινὸς ἡ σιμότης. ὁμοίως δὲ καὶ ἐν τῷ ὅρῳ τοῦ ἀρτίου ἢ τοῦ περιττοῦ παραλαμβάνομεν τὸ ὑποκείμενον· λέγομεν γὰρ ὅτι ἄρτιόν ἐστιν ἀριθμὸς δίχα τεμνόμενος. πάλιν τὸ χρεμετιστικὸν καθʼ αὑτὸ τῷ ἵππῳ ὑπάρχει· παραλαμβάνεται γὰρ ἐν τῷ τοῦ ὑποκειμένου ὅρῳ· ἵππος γάρ ἐστι, φαμέν, ζῷον ἄλογον χρεμετιστικόν. καὶ τοῦ κύκλου πάθος τὸ ἴσας εἶναι τὰς ἀπὸ τοῦ κέντρου, εἴπερ ἐν τῷ ὅρῳ τοῦ κύκλου παραλαμβάνεται· σχῆμα γάρ ἐστιν ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσί. καὶ τὸ ἄπειρον οὖν καθʼ αὑτὸ τῷ ποσῷ ὑπάρχει, διότι ἐν τῷ ὅρῳ αὐτοῦ τὸ ὑποκείμενον παραλαμβάνεται, λέγω δὴ τὸ ποσόν· φαμὲν γὰρ ἄπειρον εἶναι ποσὸν ἀδιεξίτητον. εἰ τοίνυν τὸ ὂν ἄπειρον εἶναι ἔλεγεν ὁ Μέλισσος, τὸ δὲ ἄπειρον τοῦ ποσοῦ ἐστι καθʼ αὑτό, τὸ ὂν ἄρα ποσόν τι ἔλεγε. κἂν γὰρ λέγηται ἄλλο τι εἶναι ἄπειρον, κατὰ συμβεβηκὸς λέγεται εἶναι τῷ μετέχειν τοῦ ποσοῦ· ὥσπερ κἂν τὸ λευκὸν ἢ τὸ μέλαν λέγηται πολύ, οὐ καθʼ αὑτὸ λέγεται, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ πολλὴν εἶναι τὴν ἐπιφάνειαν ἐν ᾗ ἐστι τὸ χρῶμα, ὡς αὐτὸς ἐν Κατηγορίαις εἶπεν. οὕτως οὖν κἂν οὐσία λέγηται ἄπειρος, οὐ καθʼ αὑτήν ἐστιν ἄπειρος· οὐδενὶ γὰρ τῶν τοῦ καθʼ αὑτὸ ὅρων ὑποπίπτει. οὔτε γὰρ ἐν τῷ ὁρισμῷ τοῦ ἀπείρου ἡ οὐσία παραλαμβάνεται, οὔτε ἐν τῷ αὑτῆς ὁρισμῷ τὸ ἄπειρον παραλαμβάνει. ὥστε οὐ καθʼ αὑτὸ ἄπειρος ἡ οὐσία, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ μετέχειν ποσοῦ, ᾧ καθʼ αὑτὸ τὸ ἄπειρον ὑπάρχει. εἰ τοίνυν ἔλεγεν ὁ Μέλισσος τὸ ὂν ἄπειρον εἶναι, ἄπειρον δὲ καθʼ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός — οὕτω γὰρ οὐχ ἓν ἔτι τὸ ὄν, εἰ συμβέβηκέ τινι —, δῆλον ὅτι ποσὸν αὐτὸ ὑπετίθετο εἶναι. ὥστε οὐ μάτην ὑπεθέμεθα ποσὸν αὐτοὺς λέγειν τὸ ὄν.

Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπεὶ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες ἓν εἶναι τὰ πάντα. ἐπειδὴ τὸ ὄν, φησί, πολλαχῶς λέγεται, οἰκειοτάτη ἂν εἴη ἀρχὴ ἐκθέσθαι τε τὰ σημαινόμενα τοῦ ὄντος καὶ ἔρεσθαι αὐτούς· ποῖον τῶν σημαινομένων τοῦ ὄντος φατέ; πάλιν δέ, ἐπεὶ τὸ ἓν πολλαχῶς λέγεται, πῶς φασι τὸ ὂν τοῦτο ἓν εἶναι. τῷ γὰρ ὄντι οἰκειοτάτη ἀρχὴ ἐπὶ παντὸς οὑτινοσοῦν προβλήματος τὰς κυρίας εὑρίσκειν τῶν λεγομένων σημασίας, καὶ διαστέλλειν τὸ προκείμενον ἀπὸ τῶν ὁμωνύμως αὐτῷ λεγομένων· αἰτία γὰρ πλείστης πλάνης τοῖς ἀνθρώποις ἡ ὁμωνυμία γίνεται. συνέπλεξε δὲ ὁ Ἀριστοτέλης ἀμφοτέρας τὰς διαιρέσεις τήν τε τοῦ ἑνὸς καὶ τὴν τοῦ ὄντος· διαιρῶν γὰρ εἰς τὴν οὐσίαν καὶ τὰ συμβεβηκότα τὸ ὄν, εὐθὺς διαιρεῖ καὶ εἰς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. τὸ δὲ ἐφεξῆς, τὸ «ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται», οὐκ ἔστιν ἁπλῶς τοῦ ἑνὸς καθόλου διαίρεσις, ἀλλὰ τοῦ μάλιστα κυρίως ἑνός, τουτέστι τοῦ ἀτόμου· καὶ τοῦτο γὰρ διαιρεῖ εἰς τὸ συνεχὲς καὶ τὸ ἀδιαίρετον καὶ τὸ τῷ λόγῳ ἕν.

Πότερον ὡς οὐσίαν ἅπαντα ἢ ποσὰ ταῦτα ἢ ποιά.

Τινὲς ὑπέλαβον διὰ τούτων τὸ καθόλου μόριον τῆς διαιρέσεως αὐτὸν ἐκτίθεσθαι, καὶ διὰ μὲν τοῦ εἰπεῖν πότερον ὡς οὐσίαν ἅπαντα ἢ ποσὰ ἄττα ἢ ποιά, τὸ κατὰ γένος ἓν λέγειν, διὰ δὲ τοῦ καὶ πάλιν πότερον οὐσίαν, μίαν δὲ πάντα, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα, τὸ κατὰ τὸ εἶδος ἕν· τὸ γὰρ μερικὸν μετʼ ὀλίγα ἐκτίθεσθαι ἔνθα λέγει· «λέγεται δὲ ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ οὗ ὁ λόγος ὁ αὐτός». ἡμεῖς δέ φαμεν ὅτι, ἐπειδὴ ὅταν ἀκούσωμεν ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα εὐθὺς ἡ διάνοια ἡμῶν εἰς τὸ μερικὸν ἀναφέρεται, διὰ τοῦτό φαμεν ὅτι διὰ μὲν τοῦ πότερον ὡς οὐσίαν πάντα ἢ ποσὰ ἄττα ἢ ποιὰ τὸ καθόλου αὐτὸν ἐκτίθεσθαι κοινῶς, τό τε κατὰ τὸ γένος καὶ τὸ κατὰ τὸ εἶδος, διὰ δὲ τοῦ οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα τὸ μερικόν· ἐφεξῆς δέ, ὥσπερ ἤδη εἶπον, αὐτὸ τὸ μερικὸν διαιρεῖ.

Ταῦτα γὰρ πάντα διαφέρει τε πολὺ καὶ ἀδύνατα λέγειν.

Τὰ ἀπηριθμημένα, φησί, ἥ τε οὐσία, φημί, καὶ τὸ συμβεβηκός, καὶ τῆς οὐσίας ἥ τε καθόλου καὶ ἡ μερική, ὁμοίως δὲ τὸ ποσὸν καὶ ποιὸν καὶ τὰ λοιπὰ συμβεβηκότα, πλεῖστόν τε διαφέρουσιν ἀλλήλων καὶ ἕκαστον αὐτῶν λέγειν ὑποτιθεμένων τῶν περὶ Παρμενίδην, ἀδύνατα πάντως ἕψεται τῇ ὑποθέσει.

Εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν.

Ἐντεῦθεν, ὅπερ ἤδη εἶπον, μεταξὺ παρεμβάλλει τὴν ὑπόθεσιν ὀνόματι ἓν εἶναι τὸ ὄν, ὥσπερ αἱ δέκα κατηγορίαι καθʼ αὑτὸ τὸ ὂν ἕν εἰσιν, ὀνόματι μόνῳ τὸ ἓν ἔχουσαι. φησὶν οὖν ὅτι εἰ τὸ ὄν, ὅπερ καὶ ἓν ὑποτίθενται, λέγουσιν αὐτὸ καὶ οὐσίαν καὶ ποσὸν εἶναι καὶ τὰς ἄλλας κατηγορίας, εἴτε ἀπολελυμένα ταῦτα καὶ χωριστὰ εἶναι ἀλλήλων ὑποτίθενται, εἴτε ἐν ἀλλήλοις εἶναι — ὥσπερ οὖν καὶ τὸ ἀληθὲς ἔχει τὰς ἄλλας ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχειν —, ἀμφοτέρως συμβαίνει πολλὰ εἶναι φύσει τὰ ὄντα, μόνου δὲ τοῦ ὀνόματος κοινωνεῖν ἀλλήλοις καθὸ πάντα ὄντα λέγονται. ὥστε ὀνόματι μόνον τὸ ἕν, οὐ πράγματι. εἰ δὲ ἅπαντα ποιὸν ἢ ποσόν. ἀνατρέχει ἐπὶ τὸ ἕτερον τῆς διαιρέσεως μόριον τὸ ὑποτιθέμενον τῷ πράγματι ἕν, τῷ πράγματι δὲ ἢ ὡς συμβεβηκὸς ἓν ἢ ὡς οὐσίαν· ἀλλὰ νῦν, ὡς εἶπον, τὸν μὲν τῆς οὐσίας ὑπερτίθεται λόγον, τὸν δὲ τοῦ συμβεβηκότος γυμνάζει. εἰ οὖν ἕν τι εἴη τῶν συμβεβηκότων, φησί, τὸ ὂν τοῦτο, οἷον ποσόν, κἄν τε ὑποθῶνται συνυφεστάναι αὐτῷ τὴν οὐσίαν κἄν τε μή, ἄτοπος ὁ λόγος. εἰ μὲν γὰρ συνυφέστηκεν, οὐκέτι ἓν τὸ ὄν, ἀλλὰ πολλά· εἰ δὲ μὴ συνυφέστηκεν, ἀλλὰ καθʼ αὑτὸ ὑπάρχει τὸ ποσόν, ἔσται χωριστὸν τῆς οὐσίας τὸ συμβεβηκός, ὅπερ οὐ μόνον ἄτοπόν ἐστιν ἀλλὰ καὶ ἀδύνατον. διὸ καὶ αὐτὸς εἰπὼν ἄτοπον, ἐπήγαγεν εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον. τῷ μὲν γὰρ ἀτόπῳ τὸ εὔλογον ἀντίκειται· ἄτοπον γάρ ἐστιν ὃ μὴ ἄν τις τοπάσειε διὰ τὸ μὴ ἔχεσθαι λόγου καὶ ἀκολουθίας τινός· τῷ οὖν ἀτόπῳ τὸ εὔλογον ἀντίκειται, τῷ δὲ ἀδυνάτῳ τὸ ἀναγκαῖον. ἐπίτασις δέ ἐστι τοῦ ἀτόπου τὸ ἀδύνατον· τὸ μὲν γὰρ ἄτοπον ἴσως ἄν ποτε καὶ γένοιτο — οἷον οὐδεὶς ὑπονοήσειε πάντας ἀνθρώπους λούεσθαι· τὸ οὖν τοῦτο ὑπονοεῖν ἔστι μὲν ψεῦδος, οὐκ ἀδύνατον δέ —, τὸ δὲ ἀδύνατον καὶ ψεῦδός ἐστι καὶ ἀδύνατον, οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον πτερωτὸν εἶναι· τοῦτο γὰρ ἐπιτεταμένον ἐστὶ ψεῦδος, διότι πρὸς τῷ ψεύδει καὶ τὸ ἀδύνατον ἔχει.

Οὐδὲν γὰρ τῶν ἄλλων χωριστόν ἐστι παρὰ τὴν οὐσίαν.

Τοῦτο τὸ ἄτοπον ὡς τῇ ὑστέρᾳ ὑποθέσει ἀκολουθοῦν ἐπήγαγε τῇ ὑποτιθεμένῃ εἶναι τὸ ποσὸν μὴ οὔσης οὐσίας, τὸ δὲ τῇ ἄλλῃ ὑποθέσει ἀκολουθοῦν οὐκέτι προσέθηκε, λέγω δὴ τῇ ὑποτιθεμένῃ συνυπάρχειν τῷ ποσῷ τὴν οὐσίαν. λέξει μὲν οὖν καὶ ἐφεξῆς, ἤδη δὲ καὶ ἔφθη αὐτὸ εἰρηκὼς προσεχῶς· «εἰ μὲν γὰρ ἔσται» φησί «καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, καὶ ταῦτα εἴτε ἀπολελυμένα ἀλλήλων εἴτη μή, πολλὰ τὰ ὄντα». κἀνταῦθα γάρ, εἰ συνυπάρχει τῷ ποσῷ ἡ οὐσία, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν, καὶ τὰς ἑαυτῶν ἀναιροῦσιν ὑποθέσεις. πάντα γὰρ καθʼ ὑποκειμένου λέγεται τῆς οὐσίας. τὸ καθʼ ὑποκειμένου ὃ νῦν εἶπεν ἀντὶ τοῦ ἐν ὑποκειμένῳ εἴρηκεν.

Ὁ Μέλισσος δὲ τὸ ὂν ἄπειρόν φησιν εἶναι· ποσὸν ἄρα τὸ ὄν· τὸ γὰρ ἄπειρον ἐν τῷ ποσῷ.

Ἐπειδὴ ὑπέθετο μήποτε πάντα οὐσίαν μὲν οὐ λέγουσιν εἶναι, ποιὸν δὲ ἴσως ἢ ποσόν, βούλεται δεῖξαι διὰ τούτων, ὅτι οὐ μάτην ὑπέθετο αὐτοὺς ἢ ποιὸν ἢ ποσὸν λέγοντας τὸ ὄν. ἐκ γὰρ τῶν Μελίσσου, φησί, λόγων ἔστι δεῖξαι ὅτι τὸ ὄν ὅπερ ἔλεγε ποσὸν αὐτὸ ὑπετίθετο· ἄπειρον γὰρ αὐτὸ ἔλεγε, τὸ δὲ ἄπειρον τῷ ποσῷ καθʼ αὑτὸ ὑπάρχει. οὐσίαν δέ, φησίν, ἢ ποιότητα ἢ ἄλλο τι ἄπειρον εἶναι καθʼ αὑτὸ ἀδύνατον, εἰ μὴ κατὰ συμβεβηκὸς τῷ μετέχειν τοῦ ποσοῦ, ὥσπερ καὶ τὸ λευκὸν πολὺ λέγομεν οὐ καθʼ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ ἐν πολλῇ ἐπιφανείᾳ εἶναι.

Ζητητέον δὲ πῶς φησιν μὴ ὑπάρχειν ἐν τῇ οὐσία τὸ ἄπειρον, εἰ μὴ κατὰ συμβεβηκὸς τῷ μετέχειν τοῦ ποσοῦ, οὗ πάθος ἐστὶ καθʼ αὑτὸ τὸ ἄπειρον. εἰ γὰρ τὸ σῶμα οὐσία ἐστίν, ὅρος δὲ τούτου τὸ τριχῇ διαστατόν, μέγεθός τι ἄρα καὶ ποσὸν τὸ σῶμα· εἰ δὲ τοῦτο, καὶ τὸ ἄπειρον ἄρα καὶ τὸ πεπερασμένον καθʼ αὑτὸ αὐτῷ ὑπάρξει. καὶ ἄλλως εἰ τρία εἴδη τοῦ μεγέθους τὸ μοναχῇ τὸ διχῇ τὸ τριχῇ διαστατόν, τουτέστι γραμμὴ ἐπιφάνεια σῶμα, τὸ δὲ σῶμα οὐσία ἐστίν, ἐστὶν ἄρα τὸ μέγεθος οὐσία. ὥσπερ ἐπὶ τῶν ποιοτήτων εἰσὶ μέν τινες οὐσιώδεις, ὁποῖαί εἰσιν ἐν τοῖς στοιχείοις, εἰσὶ δὲ καὶ ἐπουσιώδεις καὶ κατὰ συμβεβηκὸς ὑπάρχουσαι, οἷαί εἰσιν ἐν τοῖς ἡμετέροις σώμασι λευκότητες μελανίαι θερμότητες αἱ ἐπιγινόμεναι ἔξωθεν καὶ ψύξεις, οὕτως ἔστι τι καὶ οὐσιῶδες ποσόν, ὅπερ πρώτως εἰδοποιεῖ τὴν ὕλην, ὅπερ ἐστὶ καὶ τοῦ σώματος χαρακτηριστικόν. ἰδίας μὲν οὖν ἐστι θεωρίας τὸ περὶ τούτων ἀκριβέστερον διεξιέναι, εἴτε τῷ ὄντι οὐσιῶδές ἐστι τὸ τριχῇ τοῦ σώματος διαστατὸν καὶ αὐτὸ οὐσία τίς ἐστιν ἐν διαστάσει καὶ μεγέθει χαρακτηριζομένη, εἴτε μή· ἐπιλυόμενοι δʼ ὅμως τὴν ἀπορίαν φαμὲν ὅτι πρῶτον μέν, εἰ κατὰ Ἀριστοτέλην μὴ ἁπλοῦν τί ἐστι τὸ σῶμα, ἀλλὰ καὶ αὐτὸ ἐξ ὕλης τῆς πρώτης καὶ τοῦ ποσοῦ, τουτέστι τοῦ τριχῇ διαστατοῦ, συνέστηκε, δῆλον ὅτι οὐκ ἔστιν ἁπλῶς ποσὸν τὸ σῶμα. καὶ ἄλλως ἡ οὐσία οὐκ ἔστι φωνὴ ὁμώνυμος — γένος γάρ ἐστιν —, ἀλλʼ ὥσπερ τὸ ζῷον σημαίνει κοινήν τινα φύσιν ἑκάστῳ τῶν μερικῶν ὑπάρχουσαν ζῴων — λέγω δὴ τὸ ἔμψυχον αἰσθητικόν —, οὕτω καὶ ἡ οὐσία δηλοῖ τὸ αὐθυπόστατον· αὐθυπόστατοι γὰρ αἱ σωματικαὶ οὐσίαι καὶ αἱ ἀσώματοι. οὐκοῦν εἰ ἡ οὐσία ἐστὶ τὸ αὐθυπόστατον, τὸ δὲ αὐθυπόστατον οὐ ποσόν, τὸ δὲ ἄπειρον τοῦ ποσοῦ, τὸ ἄρα αὐθυπόστατον, τουτέστιν ἡ οὐσία, οὐκ ἄπειρον. κἂν ἐπὶ τῆς σωματικῆς δὲ μόνης οὐσίας γυμνάζηται ὁ λόγος, ᾗ τινι ὡς διαφορά τις τὸ τριχῇ διαστατὸν ἐπιγίνεται, οὐδʼ οὕτως καθʼ αὑτὸ τῇ σωματικῇ οὐσίᾳ ὑπάρξει ἢ τὸ ἄπειρον ἢ τὸ πεπερασμένον. τὸ γὰρ πεπεράνθαι ἢ ἄπειρα εἶναι τὰ συνεχῇ κατὰ τὴν ἔκτασιν λέγεται, οὐ κατὰ τὸ τριχῇ διεστάναι, τὸ δὲ κατὰ τὴν ἔκτασιν ποσὸν συμβέβηκε τοῖς σώμασι καὶ οὐ συμπληρωτικόν ἐστι τῆς τῶν σωμάτων οὐσίας. οὐδὲ γὰρ τὸ εἶναι τὸ ξύλον τρίπηχυ ἢ δακτυλιαῖον ἢ χιλίων πήχεων, τοῦτο ποιεῖ αὐτὸ εἶναι ξύλον· εἰ γὰρ ὡρισμένον οἷον φέρε τὸ πηχυαῖον εἰς τὸ εἶναι τὴν τοῦ ξύλου οὐσίαν συνετέλει, ἀδύνατον ἦν εἶναι ξύλον τὸ τὴν πηχυαίαν διάστασιν ὑπερβαῖνον ἢ ἐλλεῖπον. οὐκοῦν καὶ εἴ τις ἐπινοήσειε τὴν ἔκτασιν τοῦ ξύλου ἐπʼ ἄπειρον γινομένην, τὸ ποσὸν τοῦτο οὐ καθʼ αὑτὸ ὄν, ἀλλὰ κατὰ συμβεβηκὸς ὑπῆρχε τῷ ξύλῳ. ὥστε εἰ τὸ μὲν πεπερασμένον καὶ ἄπειρον ἐν τοῖς συνεχέσι τῷ ποσῷ τῷ κατὰ τὴν ἔκτασιν ὑπάρχει, τοῦτο δὲ συμβέβηκε τοῖς σώμασι, τὸ ἄρα πεπερασμένον καὶ τὸ ἄπειρον κατὰ συμβεβηκὸς ὑπάρχει τοῖς σώμασιν.

Εἰ μὲν τοίνυν καὶ οὐσία ἐστὶ καὶ ποσόν, δύο καὶ οὐχ ἓν τὸ ὄν.

Τὸ τῇ λοιπῇ ὑποθέσει ἑπόμενον νῦν ἐπήγαγε τῇ λεγούσῃ συνυπάρχειν τῷ ποσῷ τὴν οὐσίαν· οὕτω γάρ, φησί, πολλὰ καὶ οὐχ ἓν τὰ ὄντα. εἰ δὲ οὐσία μόνον, οὐκ ἄπειρον τὸ ὄν, οὐδὲ μέγεθος ἕξει οὐθέν· ποσὸν γάρ τι ἔσται. ὑποθέμενος τὸ ποσὸν τὸ καθόλου μεταβαίνει ἐπὶ τὴν οὐσίαν, καὶ κοινότερον ἁπλῶς ὡς οὐσίαν ὑποτιθέμενος, οὕτως ἐξετάζει τὸν λόγον. εἰ οὖν τὸ ἓν τοῦτο, φησίν, οὐσίαν ὑπόθοιντο, οὐκέτι δυνηθήσονται ἄπειρον αὐτὸ ἢ πεπερασμένον ὑποτίθεσθαι· ταῦτα γὰρ τοῦ ποσοῦ, οὐσίας δὲ μόνον οὔσης ποσὸν οὐκ ἔσται. ὥστε εἰ πεπερασμένον Παρμενίδης ὑπετίθετο τὸ ὂν εἶναι, Μέλισσος δὲ ἄπειρον, οὐκ ἂν οὐσίαν αὐτὸ ὑποτίθεσθαι δύνανται.

Ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται ὥσπερ καὶ τὸ ὄν.

Προθέμενος ἀντειπεῖν τοῖς περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, ἀναγκαῖον ἐνόμισε πρότερον πρὸς αὐτὸ τὸ πρόβλημα ἐνστῆναι, εἶτα διαιρέσει χρησάμενος τοῦ ἑνός — τὸ γὰρ ἕν, φησίν, ἢ ὀνόματί ἐστιν ἢ πράγματι, καὶ εἰ τῷ πράγματι, ἢ τῷ καθόλου ἢ τῷ μερικῷ —, πρότερον ἔδειξεν ὅτι οὐ δύναται τῷ ὀνόματι ἓν εἶναι τὸ ὄν· εἶτα μετελθὼν ἐπὶ τὸ τῷ πράγματι ἓν καὶ τοῦτο τῷ καθόλου, ἔδειξεν ὅτι οὔτε ὡς συμβεβηκὸς δύναται ἓν εἶναι τὸ ὄν. εἶτα ἐφεξῆς ἔδειξεν ὅτι, ἐξ ὧν ἔλεγον οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, ποσόν τι ὑπετίθεντο τὸ ὄν· ἔλεγον γὰρ αὐτὸ Παρμενίδης μὲν πεπερασμένον, Μέλισσος δὲ ἄπειρον. ὥστε οὐ μάτην ὑπεθέμεθα ποσὸν αὐτοὺς λέγειν τὸ ὄν. εἶτα τελευταῖον ὅτι οὐδὲ οὐσίαν δυνατὸν αὐτοὺς ὑποτίθεσθαι ἔδειξε. λείπεται οὖν τὸ μερικὸν ἐξετάσαι, τοῦτο δὲ τριχῇ διαιρεῖ. τὸ γὰρ μερικὸν ἢ συνεχές ἐστιν ἢ ἀδιαίρετον ἢ τῷ λόγῳ ἕν, ὡς τὰ πολυώνυμα· ταῦτα γὰρ τῷ μὲν λόγῳ τῆς οὐσίας τὰ αὐτά ἐστιν, ὀνόματι δὲ μόνον διαφέρουσιν. εἰ μὲν οὖν ὡς συνεχὲς ἓν εἴη τὸ ὄν, ἐπειδὴ συνεχές ἐστιν, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ τῆς προκειμένης πραγματείας ὁρίζεται, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, δῆλον ὅτι πλείονα μόρια ἔχει τὸ συνεχές· ὥστε εἰ καὶ ἕν ἐστιν ἐνεργείᾳ, ἀλλὰ πολλὰ δυνάμει. εἰ τοίνυν δυνάμει πολλά ἐστι τὸ συνεχές, οὐχ ἓν τὸ ὄν, ἀλλὰ πολλά. παντελῶς δὲ ἀνῄρουν ἐκεῖνοι τὸ πλῆθος, οὐδαμῇ οὐδαμῶς πλῆθος εἶναι λέγοντες. εἰ δὲ τοῦτο, οὐ δύνανται λέγειν συνεχὲς τὸ ὂν εἶναι· τὸ γὰρ συνεχὲς δυνάμει πολλά ἐστιν. εἰ δὲ ἀδιαίρετον, οἷον ὡς τὸ σημεῖον ἢ ἡ μονὰς ἢ τὸ νῦν ἢ τὸ κίνημα — ταῦτα γὰρ ἐν τοῖς φυσικοῖς ἀδιαίρετα —, πῶς τοῦτο ἢ πεπερασμένον ἔσται, ὥς φησι Παρμενίδης, ἢ ἄπειρον, ὥς φησι Μέλισσος; τὸ γὰρ ἀμερὲς πέρας μὲν εἶναι δύναται, ὡς τὸ νῦν ἢ τὸ σημεῖον, πεπερασμένον δὲ ἢ ἄπειρον οὐδαμῶς· ταῦτα γὰρ ποσὰ ἄττα ἐστίν. αὐτόθεν οὖν τὸ οὕτως λέγειν ἓν τὰς ὑποθέσεις ἀμφοτέρων ἀναιρήσει. ἔπειτα εἰ ἀμερὲς εἴη τὸ ὄν, ἀναιρεθήσεται καὶ τὸ ποσὸν καὶ τὸ ποιόν. καὶ ὅτι μὲν τὸ ποσὸν ἀναιρεθήσεται, πρόδηλον — μεριστὸν γὰρ τὸ ποσόν· δύο γὰρ εἴδη τοῦ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, ἀμφότερα δὲ μεριστά· ἀλλὰ δὴ καὶ τὸ ποιὸν ἀναιρήσουσι, πρῶτον μὲν ὅτι ἐν μεγέθει τὸ εἶναι ἔχει τὸ ποιόν, ἔπειτα τὸ σχῆμα καὶ ἡ μορφὴ τοῦ ποιοῦ εἶδός ἐστι, τοῦτο δὲ μεριστόν· ὥστε καὶ τὸ ποιὸν ἀναιρεθήσεται, εἰ ἀμερὲς τὸ ὄν. εἰ δὲ τῷ λόγῳ ἕν, ὥσπερ μέροψ καὶ βροτός — τῷ γὰρ τῆς οὐσίας λόγῳ ἓν ταῦτα, ὀνόματι δὲ μόνῳ ἡ διαφορὰ τοῦ ὑποκειμένου τοῦ αὐτοῦ ὄντος —, τὸν Ἡρακλείτου, φησί, λόγον συμβαίνει λέγειν αὐτούς. ἔλεγε γὰρ ὁ Ἡράκλειτος τὰ ἐναντία τὰ αὐτὰ εἶναι, τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ γλυκὺ καὶ τὸ πικρόν. εἰ τοίνυν καὶ οὗτοι οὕτως ἔλεγον ἓν τὸ ὄν, τῷ ἕνα καὶ τὸν αὐτὸν λόγον ἔχειν, κἂν πλείοσιν ὀνόμασι καλεῖται, δῆλον ὅτι εἰς ταὐτὸν οἴσουσι τὰ ἐναντία, θερμὸν ἢ καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν, ἀγαθὸν καὶ κακὸν ταὐτὰ ἔσται ὀνόματι μόνον διαφέροντα. ἀπολογούμενοι δέ τινες ὑπὲρ Ἡρακλείτου φασὶν ὅτι τὰ ἐναντία λέγων ταὐτὰ εἶναι, οὐ τοῦτο ἔλεγεν ὡς οὐδὲν διαφέρει τὸ ἀγαθὸν τοῦ κακοῦ, ἢ τὸ λευκὸν τοῦ μέλανος, ἀλλὰ πρῶτον μὲν ὅτι ἕν εἰσι τῷ ὑποκειμένῳ καὶ τῷ γένει, ἔπειτα ὅτι τὰ ἐναντία ἐνταῦθα ὄντα οὐκ εἰσὶν εἰλικρινῆ, ἀλλὰ συμμέμικταί πως πρὸς τὰ ἐναντία. οἷον οὐκ ἔστιν εἰλικρινῶς ἀγαθὸν εὑρεῖν ἢ εἰλικρινῶς κακόν· αὗται μὲν γὰρ αἱ τῶν ἐναντίων ἰδέαι μὴ γενόμεναι ἐν ὕλῃ εἰλικρινεῖς εἰσι καὶ καθαραὶ ὅπερ εἰσίν, ἐν ὕλῃ δὲ γενόμεναι, διὰ τὸ τὴν ὕλην δεκτικὴν εἶναι τῶν ἐναντίων, μίγνυνταί πως πρὸς ἀλλήλας καὶ εἰλικρινεῖς οὐκέτι μένουσιν. οὐ μόνον δὲ τὰ ἐναντία εἰς ταὐτὸν ἄξουσιν, ἀλλὰ καὶ τὴν ἀντίφασιν. ἐπεὶ γάρ ἐστί τι τὸ οὐ λευκόν, ὅπερ ἀναιρεῖ μὲν τὸ λευκόν, σημαίνει δέ τι ἕτερον, εἰ λέγουσι πάντα τὰ ὄντα τῇ οὐσίᾳ ἓν εἶναι, τῷ ὀνόματι δὲ μόνον διαφέρειν, ἀνάγκη καὶ τὸ λευκὸν καὶ τὸ οὐ λευκὸν τὸ αὐτὸ εἶναι. ὥστε συναληθεύσει ἡ ἀντίφασις, καὶ τὸ αὐτὸ ἔσται λευκὸν καὶ οὐ λευκόν, καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ὁ λόγος αὐτοῖς, φησί, γενήσεται οὐ περὶ τοῦ ἓν εἶναι τὰ πάντα, ἀλλὰ περὶ τοῦ μηδὲν εἶναι ὅλως. εἰ γὰρ τὸ λευκὸν ταὐτόν ἐστι τῷ οὐ λευκῷ, οὐ μᾶλλον ἔσται τὸ λευκὸν διὰ τὴν κατάφασιν, ἢ οὐκ ἔσται διὰ τὴν ἀπόφασιν. καὶ πρὸς τούτοις εἰς ταὐτὸν ἄξουσιν οὐσίαν ποιὸν ποσὸν καὶ τὰς δέκα κατηγορίας· ὀνόματι γὰρ μόνον διοίσουσιν αὗται, οὐ πράγματι. ταῦτα εἰπὼν ἐφεξῆς ἐπάγει· ὅτι, φησί, καλῶς ἐμεμψάμεθα αὐτοῖς εἰς ἄτοπον ἀπαγαγόντες ὡς τὰ ἐναντία εἰς ταὐτὸν ἄγουσι, δῆλον ἐξ ὧν καὶ οἱ πρὸ ἡμῶν εἰς αὐτὴν ταύτην τὴν ἀπορίαν ἐθορυβήθησαν ἐπὶ τοῦ συνεχοῦς μήποτε δόξῃ τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, ὡς ἐκ κοινῆς ἐννοίας ἔχοντες ὡμολογημένον ὅτι τὰ ἐναντία ἅμα εἶναι οὐ δύναται. Ζήνων γὰρ ὁ Ἐλεάτης πρὸς τοὺς διακωμῳδοῦντας τὴν Παρμενίδου τοῦ διδασκάλου αὐτοῦ δόξαν λέγουσαν ἓν τὸ ὂν εἶναι ἐνιστάμενος καὶ συνηγορῶν τῇ τοῦ διδασκάλου δόξῃ, ἐπεχείρει δεικνύναι ὅτι ἀδύνατον πλῆθος εἶναι ἐν τοῖς οὖσιν. εἰ γάρ, φησίν, ἐστὶ πλῆθος, ἐπειδὴ τὸ πλῆθος ἐκ πλειόνων ἑνάδων σύγκειται, ἀνάγκη εἶναι ἑνάδας πλείους ἐξ ὧν τὸ πλῆθος συνέστηκεν. εἰ τοίνυν δείξομεν ὅτι ἀδύνατον εἶναι πλείονας ἑνάδας, δῆλον ὅτι ἀδύνατον εἶναι πλῆθος· τὸ γὰρ πλῆθος ἐξ ἑνάδων. εἰ δὲ ἀδύνατον εἶναι πλῆθος, ἀνάγκη δὲ ἢ τὸ ἓν εἶναι ἢ τὸ πλῆθος, πλῆθος δὲ εἶναι οὐ δύναται, λείπεται τὸ ἓν εἶναι. πῶς οὖν ἐδείκνυεν ὅτι οὐ δυνατὸν εἶναι ἑνάδας πλείους; ἐπειδὴ οἱ τὸ πλῆθος εἰσάγοντες ἐκ τῆς ἐναργείας τοῦτο ἐπιστοῦντο — ἔστι γὰρ ἵππος καὶ ἄνθρωπος καὶ ἕκαστον τῶν κατὰ μέρος, ὧν ἡ ἄθροισις τὸ πλῆθος ἀποτελεῖ —, τὴν ἐνάργειαν οὖν σοφιστικῶς ἀνασκευάσαι βουλόμενος ὁ Ζήνων ἔλεγεν ὅτι, εἰ ἐκ τούτων τὸ πλῆθος, τὸ δὲ πλῆθος ἐξ ἑνάδων, ταῦτα ἄρα ἑνάδες. ἐὰν οὖν δείξωμεν ὅτι οὐ δυνατὸν εἶναι ταῦτα ἑνάδας, δῆλον ὅτι οὐδὲ ἔσται τὸ ἐξ αὐτῶν πλῆθος, εἴ γε τὸ πλῆθος ἐξ ἑνάδων. δείκνυσιν οὖν τοῦτο οὕτως· ὁ Σωκράτης, φησίν, ὃν λέγετε ἑνάδα εἶναι συντελοῦσαν εἰς τὴν τοῦ πλήθους σύστασιν, οὐ μόνον Σωκράτης ἐστίν, ἀλλὰ καὶ λευκὸς καὶ φιλόσοφος καὶ προγάστωρ καὶ σιμός· ὥστε ὁ αὐτὸς ἓν καὶ πολλὰ ἔσται. ἀλλὰ μὴν τὸν αὐτὸν ἕνα εἶναι καὶ πολλὰ ἀδύνατον, οὐκ ἄρα ἔσται ἓν ὁ Σωκράτης. ὁμοίως οὐδὲ τὰ λοιπὰ ἐξ ὧν τὸ πλῆθος εἶναί φατε. εἰ δὲ μὴ δυνατὸν εἶναι πλείους ἑνάδας, δῆλον ὅτι οὐδὲ τὸ πλῆθος ἔσται· εἰ δὲ ἀνάγκη μὲν εἶναι τὸ ὂν ἢ ἓν ἢ πολλά, δέδεικται δὲ ὅτι πολλὰ οὐκ ἔστι τῷ μὴ εἶναι πλείους ἑνάδας, ἀνάγκη ἄρα ἓν εἶναι. τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐκ τοῦ συνεχοῦς δείκνυσι. τὸ γὰρ συνεχὲς εἴ ἐστιν ἕν, ἐπειδὴ τὸ συνεχὲς ἀεὶ διαιρετόν, ἔστιν ἀεὶ τὸ διαιρεθὲν εἰς μόρια διελεῖν πλείονα· εἰ δὴ τοῦτο, πολλὰ ἄρα τὸ συνεχές. τὸ αὐτὸ ἄρα ἓν ἔσται καὶ πολλά, ὅπερ ἀδύνατον. ὥστε οὐκ ἔσται ἕν. εἰ δὲ μηδὲν τῶν συνεχῶν ἕν, ἀνάγκη δὲ εἴπερ ἔσται τὸ πλῆθος ἐξ ἑνάδων συγκεῖσθαι, ἐπεὶ … οὐδʼ ἄρα τὸ πλῆθος ἔσται. λείπεται ἄρα ἓν εἶναι τὸ ὄν. πρὸς ταύτην οὖν τὴν ἀπορίαν, φησίν, οἱ παλαιοὶ ἐθορυβοῦντο, μήποτε τὸ αὐτὸ καὶ ἓν ἔσται καὶ πολλά· ἐκ κοινῆς γὰρ ἐννοίας ὁμολογούμενον ἐλάμβανον μὴ δύνασθαι ἅμα τὰ ἐναντία εἶναι ἐν ταὐτῷ. καὶ οἱ μέν, φησί, τὸ εἶναι ἀφεῖλον ἐπιλυόμενοι τὴν ἀπορίαν, ὥσπερ Λυκόφρων ὁ σοφιστής — ἔλεγε γὰρ οὗτος ὅτι οὐ δεῖ λέγειν ὅτι Σωκράτης λευκός ἐστιν, ἀλλʼ ὅτι Σωκράτης λευκός· τὸ γὰρ ἔστι, φησί, προστιθέμενον ὕπαρξιν δίδωσι τῷ λευκῷ —, οἱ δέ, φησί, τὴν λέξιν μετερρύθμιζον λέγοντες ὅτι οὐ δεῖ λέγειν ὅτι Σωκράτης λευκός ἐστιν, ἀλλὰ λελεύκωται, ἵνα ῥῆμα ᾖ τὸ κατηγορούμενον καὶ μὴ ὄνομα, ὅπερ ἐστὶ γελοῖον. εἰ γὰρ μὴ προσκέηται τὸ ἔστιν ἐν τῷ Σωκράτης λευκός, εἰ μὲν μηδὲ προσυπακούεται ἔξωθεν, ἀδιανόητος γίνεται ὁ λόγος καὶ ἀτελής — ἄνευ γὰρ συμπλοκῆς ὁριστικοῦ ῥήματος οὐκ ἀπαρτίζεται λόγος ἀποφαντικός· τὸ γὰρ Σωκράτης λευκὸς ἄδηλον πότερόν ἐστιν ἢ οὐκ ἔστιν —, εἰ δὲ προσυπακούεται, τὴν αὐτὴν πάλιν δύναμιν σχήσει κἂν εἰ ἐξ ἀρχῆς τῇ ὅλῃ προτάσει συνεπλάκη. καὶ τὸ λέγειν δὲ Σωκράτης λελεύκωται ἢ Σωκράτης περιπατεῖ ταὐτόν ἐστι τῷ εἰπεῖν Σωκράτης λελευκωμένος ἐστὶν ἢ περιπατῶν ἐστι· πᾶν γὰρ ῥῆμα ὁριστικὸν ἀναλύεται εἰς μετοχὴν καὶ τὸ ἔστι ῥῆμα. ταῦτα μὲν οὖν πρὸς τὰς ἀπορίας τοῦ Ζήνωνος οἱ ἀρχαιότεροι. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ταῦτα ἔπασχον ἐκεῖνοι καὶ ἐθορυβοῦντο μήποτε τὸ αὐτὸ καὶ ἓν καὶ πολλὰ ἔσται, διʼ ἀπειρίαν λογικῆς ἐφόδου καὶ τῆς τῶν ὁμωνύμων φωνῶν σημασίας. τὸ γὰρ ἕν, φησίν, ὁμώνυμόν ἐστιν· ἢ γὰρ τῷ ὑποκειμένῳ ἐστὶν ἢ τῷ λόγῳ, καὶ πάλιν ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ· καὶ τὰ πολλὰ ὡσαύτως. γίνονται οὖν αἱ πᾶσαι συζυγίαι ἕξ. τὸ γὰρ ἓν καὶ πολλὰ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ συμπλεκόμενα ποιεῖ συζυγίας δʹ· ἢ γὰρ καὶ τῷ ὑποκειμένῳ πολλὰ καὶ τῷ λόγῳ, ἢ οὐδὲ τῷ ὑποκειμένῳ οὐδὲ τῷ λόγῳ, ἢ τῷ μὲν ὑποκειμένῳ πολλά, τῷ δὲ λόγῳ ἕν, ἢ ἔμπαλιν τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ δὲ λόγῳ πολλά. οἷον τῷ μὲν ὑποκειμένῳ ἓν καὶ τῷ λόγῳ πολλὰ τὸ λευκὸν καὶ τὸ θερμόν· ταῦτα γὰρ τῷ μὲν ὑποκειμένῳ ἓν καὶ ταὐτόν εἰσιν — ἐν τῷ αὐτῷ γὰρ σώματι ἄμφω, οἷον τῷ Σωκράτει —, τῷ λόγῳ δὲ ἕτερα — ἕτερος γὰρ ὁ τοῦ θερμοῦ λόγος καὶ ἕτερος ὁ τοῦ λευκοῦ. ἀνάπαλιν δὲ τῷ μὲν λόγῳ ἕν, τῷ δὲ ὑποκειμένῳ πολλά, ὡς τὸ λευκὸν τὸ ἐν ψιμμυθίῳ καὶ τὸ ἐν χιόνι· εἷς γὰρ ἀμφοῖν ὁ ὅρος, χρῶμα διακριτικὸν ὄψεως, πολλὰ δὲ τῷ ὑποκειμένῳ χιόνι καὶ ψιμμυθίῳ. τῷ λόγῳ δὲ ἅμα καὶ τῷ ὑποκειμένῳ ἓν τὸ λώπιον καὶ τὸ ἱμάτιον, ὁμοίως χθὼν καὶ γῆ. τῷ ὑποκειμένῳ δὲ καὶ τῷ λόγῳ πολλά, ὡς ὑγρότης καὶ ξηρότης· οὐ δύναται γὰρ ἐν τῷ αὐτῷ ἅμα εἶναι ὑποκειμένῳ· καὶ ἐπιστήμη καὶ θερμότης, ἡ μὲν ἐν ψυχῇ, ἡ δὲ ἐν σώματι. τοσαύτας μὲν οὖν ποιεῖ συζυγίας τὸ ἓν καὶ τὰ πολλὰ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ συμπλεκόμενα, εἰ μέντοι τῷ δυνάμει καὶ τῷ ἐνεργείᾳ συμπλακείη, δύο μόνας ποιεῖ συμπλοκάς. ἢ γὰρ δυνάμει ἕν, ἐνεργείᾳ δὲ πολλά, ὡς τὰ πυρὰ τὰ ἐν πλείοσι λύχνοις ἢ τὰ ὑδάτια τὰ ἐν τοῖς πλείοσιν ἀμφορεῦσιν — ταῦτα γὰρ δυνάμει ἐστὶν ἕν, διότι δύνανται συνελθόντα ἑνωθῆναι, ἐνεργείᾳ δὲ πολλά· διῄρηνται γὰρ ἀπʼ ἀλλήλων —, ἢ ἐνεργείᾳ μὲν ἕν, δυνάμει δὲ πολλά, ὡς τὸ συνεχές. τὰ δὲ λοιπὰ πάντα μόρια ἀσύστατα· τὸ αὐτὸ γὰρ ἅμα δυνάμει ἓν εἶναι καὶ ἐνεργείᾳ ἀδύνατον, ὁμοίως καὶ πολλά. πολλῷ οὖν ἀδυνατώτερον ἅμα καὶ ἓν καὶ πολλὰ δυνάμει τε καὶ ἐνεργείᾳ εἶναι. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὸ αὐτὸ μὲν κατὰ τὸ αὐτὸ ἓν εἶναι καὶ πολλὰ τῷ ὄντι τῶν ἀδυνάτων ἐστίν. ἅμα γὰρ καὶ τῷ αὐτῷ τὰ ἐναντία εἶναι ἀδύνατον, ἢ ἁπλῶς τὰ ἀντικείμενα, οἷον τὸ αὐτὸ τῷ ὑποκειμένῳ καὶ ἓν εἶναι καὶ πολλὰ ἀδύνατον ἢ τῷ λόγῳ, ἢ τὸ αὐτὸ δυνάμει καὶ ἓν εἶναι καὶ πολλὰ ἢ ἐνεργείᾳ καὶ ἓν καὶ πολλά· ταῦτα γὰρ ἐναντία ἐστί, διὸ οὐδὲ συνυφέστηκε. κατʼ ἄλλο μέντοι εἶναι πολλά, κατʼ ἄλλο δὲ ἕν, οὐδὲν κωλύει, οἷον κατὰ μὲν τὸ ὑποκείμενον ἕν, κατὰ δὲ τὸν λόγον πολλά, ὡς τὸ γλυκὺ καὶ τὸ ξανθὸν ἐν τῷ μέλιτι, ἢ τὸ ἐρυθρὸν καὶ ἡ στύψις ἐν τῷ οἴνῳ. πάλιν ἐνεργείᾳ μὲν εἶναι ἕν, δύναμει δὲ πολλά, οὐδὲν ἄτοπον, ὡς τὸ συνεχές. ἢ ἔμπαλιν ἐνεργείᾳ μὲν πολλά, δυνάμει δὲ ἕν, ὡς ἐπὶ τῶν πλειόνων ὑδατίων. ἐπεὶ οὖν τὸ ἓν πολλαχῶς λέγεται, ἐπιλυσόμεθα τὴν μὲν προτέραν τοῦ Ζήνωνος ἀπορίαν διὰ τῆς προτέρας τοῦ ἑνὸς διαιρέσεως τῆς λεγούσης ἢ τῷ ὑποκειμένῳ ἓν εἶναι ἢ τῷ λόγῳ — τὸ γὰρ λευκὸν τὸ ἐν Σωκράτει καὶ φαλακρὸν καὶ τὰ λοιπὰ τῷ μὲν ὑποκειμένῳ ἕν ἐστι καὶ ταὐτόν, λέγω δὴ τῷ Σωκράτει, τῷ δὲ ὁριστικῷ λόγῳ πλείονα —, τὴν δὲ δευτέραν ἀπορίαν τὴν ἐπὶ τοῦ συνεχοῦς διὰ τῆς δευτέρας, λέγω δὴ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. τὸ γὰρ συνεχὲς ἕν ἐστι καὶ πολλά, ἀλλʼ οὐ κατὰ ταὐτόν, ἀλλὰ πολλὰ μὲν δυνάμει, ἓν δὲ ἐνεργείᾳ. ὥστε οὐχ ἅμα ἔσονται τὰ ἐναντία· οὐ γὰρ ἐναντίον τῷ δυνάμει πολλὰ τὸ ἐνεργείᾳ ἕν, ἀλλὰ τὸ δυνάμει ἓν τῷ δυνάμει πολλά, καὶ τὸ ἐνεργείᾳ δὲ ἓν τῷ ἐνεργείᾳ πολλά. ἄλλως τε καὶ αὐτὸς διʼ αὑτοῦ ὁ τοῦ Ζήνωνος ἐλεγχθήσεται λόγος. ὥσπερ γὰρ ἐπὶ τοῦ παντός, φησίν, ὡς εἰ μὴ πολλὰ εἴη ἓν πάντως ἐστί, διότι τὸ ὂν ἢ ἓν εἶναι ἢ πολλὰ ἀνάγκη, οὕτω καὶ ἐπὶ τοῦ Σωκράτους καὶ πάντων τῶν λοιπῶν· εἰ γὰρ φαλακρός ἐστι καὶ σιμὸς καὶ φιλόσοφος καὶ ὅσα ἄλλα, ἀνάγκη δὲ ὄντος τοῦ Σωκράτους ἢ ἓν εἶναι αὐτὸν ἢ πολλά, οὐκ ἔσται δὲ ἕν, πολλὰ ἔσται ἐξ ἀνάγκης. ὥστε φεύγων ἕνα εἶναι λέγειν τῶν κατὰ μέρος ἕκαστον, ἵνα μὴ πολλὰ εἶναι τὸ ἓν ἐκ πολλῶν ἑνάδων συγκείμενον λέγῃ, ἕκαστον τῶν ὄντων πολλὰ λέγειν ἀναγκασθήσεται. οὐκ ἄρα πολλὰ μόνον ἔσται τὸ ὄν, ἀλλὰ πολλάκις πολλά.

Λέγεται δʼ ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ οὗ ὁ λόγος ὁ αὐτὸς καὶ εἷς ὁ τοῦ τί ἦν εἶναι.

Τὸ καθʼ ἕκαστα ἕν, φησίν, τριχῶς λέγεται καὶ ὡς συνεχὲς ἕν, ὡς λέγομεν ἓν τὸ ξύλον, καὶ ὡς τὸ ἀδιαίρετον, οἷον τὸ σημεῖον, καὶ ὡς τὰ πολυώνυμα, οἷον ἄορ ξίφος μάχαιρα. τὸν οὖν Σωκράτην ἓν ὄντα ἐπὶ τί ἀνοίσομεν; λέγω οὖν ὅτι ἐπὶ τὸ συνεχές· καὶ γὰρ καὶ αἱ Σωκράτους ἰδιότητες αἱ συμπληροῦσαι αὐτὸν καὶ αἱ ζωαὶ αὐταί, εἰ καὶ μή εἰσι καθʼ αὑτὰς συνεχεῖς, ἀλλʼ οὖν ἐν συνεχεῖ τὸ εἶναι ἔχουσι. διὰ τοῦτο οὖν ἐπὶ τὸ συνεχὲς αὐτὸν ἀνοίσομεν.

Ἔχει δὲ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως δὲ οὐ πρὸς τὸν λόγον, ἀλλʼ αὐτὴν καθʼ αὑτήν.

Ἐπειδὴ ἔδειξεν ὅτι, εἰ ὡς συνεχὲς ἔλεγον τὸ ὂν ἓν εἶναι, ἐπειδὴ τὸ συνεχὲς διαιρετόν ἐστιν, ἔσται τὸ ὂν οὐκέτι ἓν κυρίως ἀλλὰ πολλά, ἠπόρησε δὲ ἄν τις πρὸς αὐτὸν ὅτι «κακῶς τὸ συνεχὲς πολλὰ εἴρηκας, ἐπειδὴ δυνάμει διαιρετόν ἐστι. τὸ γὰρ συνεχὲς ταὐτόν ἐστι τῷ ὅλῳ, τὸ δὲ ὅλον ταὐτόν ἐστι τοῖς μέρεσιν· οὐδὲ γάρ ἐστιν ἕτερον παρὰ τὰ μέρῃ. ὥστε καὶ τὸ συνεχὲς ταὐτόν ἐστι τοῖς μέρεσιν. εἰ δὲ τὸ συνεχές, ἐπειδὴ καὶ τὸ ὅλον, δῆλον ὅτι καὶ τὰ μέρη οὐ πλείονα ἔσται, ἀλλʼ ἕν· οὐδὲ γὰρ κατʼ ἐνέργειαν λαμβάνεται ὑπάρχοντα, ἀλλὰ δυνάμει, ἐνεργείᾳ δὲ ἕν εἰσι», φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ἡ περὶ τοῦ μέρους ζήτησις καὶ τοῦ ὅλου, πότερον ἕτερά ἐστι ταῦτα ἀλλήλων ἢ ταὐτά, ἔχει ἀπορίαν οὐ μόνον πρὸς τὸν παρόντα νῦν λόγον, ἀλλὰ καὶ αὐτὴν καθʼ αὑτὴν ζητηθῆναι ἀξίαν. εἴτε γὰρ ταὐτά τις ὑπόθοιτο ταῦτα εἶναι, εἴτε ἕτερα, δόξει ἑκατέρᾳ ὑποθέσει ἄτοπόν τι ἀκολουθεῖν· εἰ μὲν γὰρ ἕτερον τὸ ὅλον τῶν μερῶν, ἐπειδὴ οὐδὲν ἕτερόν ἐστι τὸ ὅλον ἢ πάντα τὰ μέρη, συμβήσεται καὶ τὸ αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, ὅπερ ἄτοπον. καί ἐστιν ὁ συλλογισμὸς τοιοῦτος· τὸ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη, τὰ μέρη τοῦ ὅλου ἕτερά ἐστι — τοῦτο γὰρ ὑπόκειται —, τὸ ὅλον ἄρα τοῦ ὅλου ἕτερόν ἐστιν· αὐτὸ ἑαυτοῦ ἄρα ἕτερον τὸ ὅλον. εἰ μὲν οὖν ἕτερον τῶν μερῶν ὑποτεθείη, ταῦτα. εἰ δὲ ταὐτὸν τοῖς ὅλοις μέρεσι τὸ ὅλον, καὶ ἑνὶ ἑκάστῳ ταὐτὸν ἂν εἴη· εἰ γὰρ μὴ ταὐτὸν ἑνὶ ἑκάστῳ, οὐδὲ πᾶσιν ἅμα. εἰ δὲ ἑνὶ ἑκάστῳ ταὐτόν, ἔσονται καὶ ἀλλήλοις τὰ μέρη ταὐτά, ὅπερ ἄτοπον· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά. ὥστε ὅσον ἐκ τῶν ἀποριῶν τούτων, δόξει οὔτε ταὐτὸν οὔτε ἕτερον εἶναι τοῖς μέρεσι τὸ ὅλον.

Ἰστέον οὖν ὅτι τὸ ὅλον πῇ μὲν ταὐτόν ἐστι τοῖς μέρεσι, πῇ δὲ ἕτερον. ἕτερον μὲν γάρ ἐστι τῶν μερῶν, ὡς ἐπιγινόμενον τῇ πάντων συνθέσει καὶ ἀποτέλεσμα αὐτῆς ὄν, ταὐτὸν δὲ πάλιν τοῖς μέρεσι τὸ ὅλον, ὡς μηδενὸς ἐπιγινομένου ἔξωθεν τῶν μερῶν εἰς τὴν τοῦ ὅλου ὕπαρξιν. οἷόν τι λέγω· ἐὰν τῆς κιθάρας ἑκάστην χορδὴν ἰδίᾳ ἐντείνῃ τοσοῦτον, ὅσον εἰς τὴν Λύδιον τυχὸν ἁρμονίαν συντελέσαι, εἶτα πᾶσαι κεχωρισμέναι ὦσι καὶ μὴ εἰς ἓν συνηρμοσμέναι, ἑκάστη μὲν δηλονότι καθʼ ἑαυτὴν τὸν ἴδιον ἦχον ἀποτελεῖ, ἡ μέντοι ἁρμονία ἡ μετὰ τὴν σύνοδον πασῶν τῶν χορδῶν ἐκ τοῦ ἤχου πασῶν ἀποτελουμένη ἑτέρα ἐστὶ δηλονότι τοῦ ἤχου πασῶν τοῦ πρὶν συνελθεῖν αὐτάς· ἡ γὰρ συνδρομὴ πασῶν ἀπετέλεσέ τι εἶδος, ὃ μὴ ἦν ἐν πᾶσι τοῖς κατὰ μέρος μήπω συνελθοῦσιν. οὕτω μὲν οὖν ἡ ὁλότης τῆς ἁρμονίας ἑτέρα τῶν ἤχων πάντων τῶν κατὰ μέρος, κἂν ἅμα ἠχῶσι διεστηκότες ἀλλήλων, ἡ αὐτὴ δὲ τῷ μηδὲν ἕτερον παρὰ τὰς κατὰ μέρος ἀπηχήσεις συνελθεῖν εἰς τὸ ἀποτελέσαι τὸ εἶδος τῆς ἁρμονίας. οὕτως καὶ ἐπὶ ἀνθρώπου, εἰ νοήσαις τὰ μόρια αὐτοῦ διεσπασμένα, ἕκαστον μέντοι τὴν ἰδίαν ἔχον ἐνέργειαν — οἷον τὸν ὀφθαλμὸν τὴν ὀφθαλμοῦ καὶ χεῖρα ὁμοίως καὶ τὰ λοιπά —, τούτων πάντων διῃρημένων ὄντων τὸ ἐκ τῆς πάντων συνδρομῆς ἀποτελεσθὲν εἶδος ἕτερόν ἐστι. λεχθείη δʼ ἂν πάλιν καὶ ταὐτόν, ἐπεὶ μηδὲν ἄλλο παρὰ τὰ καθʼ ἕκαστον μέρη καὶ τὰς ἰδίας αὐτῶν ἐνεργείας συνέρχεται εἰς τὸ ἀποτελέσαι τὴν ὁλότητα τοῦ εἴδους· ἐκ γὰρ τῆς τῶν κατὰ μέρος ἐνεργείας ἡ κοινὴ τοῦ ζῴου ἐνέργεια ἀποτελεῖται.

Ἴσως δὲ οὐ πρὸς τὸν λόγον, ἀλλʼ αὐτὴν καθʼ αὑτήν. πῶς δοκεῖ μὴ πρὸς τὸν προκείμενον λόγον ἡ ἀπορία ἡ περὶ τοῦ ὅλου; καὶ εἰ μηδὲν πρὸς τὸν προκείμενον, τί αὐτῆς μέμνηται; δόξει μὲν οὖν μὴ εἶναι πρὸς τὸ προκείμενον, διότι ζητουμένου τοῦ πότερον ἓν τὸ ὂν ἢ οὔ, καὶ εἰρημένου «εἰ ὡς συνεχὲς εἴη ἕν, ἐπειδὴ τὸ συνεχὲς ἐπʼ ἄπειρον διαιρετόν, πολλὰ ἔσται», οὔτε πρὸς κατασκευὴν τούτου, οὔτε πρὸς ἀνασκευὴν λυσιτελήσει ἡμῖν ἡ περὶ τοῦ ὅλου καὶ τῶν μερῶν ἀπορία. εἴτε γὰρ ταὐτὸν εἴη, οὐ παρὰ τοῦτο ἓν τὸ ὄν — δύναται γὰρ καὶ οὕτως ἐπʼ ἄπειρα διαιρεθῆναι —, εἴτε μὴ εἴη ταὐτὸν ἀλλʼ ἕτερον, ἤδη διὰ τοῦτο πολλὰ τὰ ὄντα, εἰ μὴ ὡς διαιρετὸν αὐτὸ εἶναι λάβωμεν. καὶ ὅλως τὸ ἀπορεῖν εἴτε ταὐτὸν τοῖς μέρεσιν, εἴτε ἕτερον, οὐ δοκεῖ τοῦ παρόντος λόγου οἰκεῖον εἶναι. διὰ τί δὲ αὐτῆς μέμνηται καὶ πῶς ἔχει σχέσιν τινὰ πρὸς τὴν προκειμένην θεωρίαν, εἴπομεν ἐν τῇ ἀρχῇ. καὶ ὅλως ἐπειδὴ τῆς εἰς τὰ μέρη τοῦ συνεχοῦς διαιρέσεως ἐμνήσθη, οὐκ ἀνηρτημένη τοῦ προκειμένου ἡ τοιαύτη ζήτησις· τὸν γὰρ λέγοντα διαιρεῖσθαί τι εἰς μέρη, δεῖ ἔννοιαν ἔχειν τῆς τε τοῦ ὅλου φύσεως καὶ τῆς τῶν μερῶν.

Πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον.

Τὸ μὲν ἓν ἀντὶ τοῦ ταὐτὸν ἔθηκε, τὸ δὲ πλείω ἀντὶ τοῦ ἕτερον. καὶ πῶς ἓν ἢ πλείω ἀντὶ τοῦ καὶ πῶς ταὐτὸν ἢ πῶς ἕτερον. καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν λέγει ἢ τῶν κατὰ παράθεσιν ἢ τῶν ἀφεστηκότων· κατὰ παράθεσιν μέν, ὡς ἐπὶ τῆς οἰκίας — ζητητέον γὰρ καὶ ἐπὶ ταύτης εἰ ταὐτὸν ἢ ἕτερον τὸ ὅλον τοῖς μέρεσιν· εἰ μὲν γὰρ ταὐτόν, καὶ ἑκάστῳ ταὐτόν, εἰ δὲ τοῦτο, καὶ αὐτὰ ἑαυτοῖς ταὐτά. ὥστε ὁ ὄροφος τῷ θεμελίῳ ταὐτὸν καὶ αὐτὸς τοῖς τοίχοις, ὅπερ ἄτοπον —, ἀφεστηκότα δέ φημι, οἷον πόδα χεῖρα καὶ τὰ λοιπά· τὸ γὰρ ὅλον εἰ ταὐτὸν ἑκάστῳ τῶν ἀνομοιομερῶν, καὶ ἀλλήλοις ταὐτὰ ἔσονται. ὥστε ἡ χεὶρ τῷ ποδὶ ταὐτὸν ἔσται.

Καὶ εἰ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑτοῖς.

Εἰ ἓν ἑκάτερον, φησί, τῶν μερῶν ταὐτόν ἐστι τῷ ὅλῳ, διότι ἀδιαίρετόν ἐστι, πρόδηλον ὅτι καὶ αὐτὰ ἑαυτοῖς ταὐτά εἰσι. τὸ οὖν ὡς ἀδιαίρετον αἰτίας ἐστὶν ἀπόδοσις, διὰ τί τῷ ὅλῳ τὸ μέρος ταὐτόν. τὸ δὲ ἑκάτερον ἀντὶ τοῦ ἕκαστον, τουτέστιν εἰ διὰ τὸ ἀδιαίρετα εἶναι τοῦ ὅλου τὰ μέρη ἕκαστον τῶν μερῶν τῷ ὅλῳ ἐστὶ ταὐτόν — τὸ γὰρ ἓν πάλιν ἀντὶ τοῦ ταὐτὸν κεῖται —, καὶ τὰ μέρη αὐτὰ ἑαυτοῖς. τουτέστιν ἀλλήλοις ταὐτὰ ἔσται· οὐκοῦν ἡ κεφαλὴ τῇ χειρὶ ἡ αὐτὴ ἔσται. εἰ μὲν οὖν τὸ ἑκάτερον ἀντὶ τοῦ ἕκαστον ἀκουσόμεθα, τοιαύτη ἐστὶν ἡ τῶν ῥητῶν διάνοια, εἰ δὲ συνήθως τὸ ἑκάτερον ἐπὶ δύο νοοῖτο, λέγοι ἂν τό τε ὅλον καὶ τὸ μέρος. καὶ ἔστιν ἡ διάνοια τοιαύτη· εἰ, ἐπειδὴ τὸ ὅλον ἀδιαίρετόν ἐστι καὶ ἐν αὐτῷ θεωρεῖται καὶ τὸ μέρος, διὰ τοῦτο ταὐτόν ἐστι τῷ ὅλῳ τὸ μέρος, καὶ αὐτὰ αὑτοῖς τὰ μέρη, τουτέστιν ἀλλήλοις, ταὐτὰ ἔσται. διὰ τί δέ, εἰ τῷ ὅλῳ τὸ μέρος ταὐτόν, καὶ ἀλλήλοις ταὐτά εἰσιν; ὅτι εἰ τῶν μερῶν Σωκράτους ἕκαστον τῷ ὅλῳ Σωκράτει ταὐτόν ἐστι, τὰ δὲ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά, καὶ τὰ μέρη ἄρα Σωκράτους ἀλλήλοις ἔσται ταὐτά.

Ἀλλὰ μὴν εἰ ὡς ἀδιαίρετον, οὐκ ἔστι ποσὸν οὐδὲ ποιόν.

Ἐλέγξας τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ὂν ἓν εἶναι ὡς συνεχές, μεταβαίνει ἐπὶ τὴν ὡς ἀμερὲς ὑποτιθεμένην, καί φησιν, ὅπερ ἤδη εἴπομεν, ὅτι καὶ τὰ ποιὰ καὶ τὰ ποσὰ ἀναιρήσουσιν, καὶ οὐκέτι προχωρήσει αὐτοῖς τὸ λέγειν αὐτὸ ἄπειρον ἢ πεπερασμένον.

Ἀλλὰ μὴν εἰ τῷ λόγῳ, ὡς λώπιον καὶ ἱμάτιον.

Ἐπὶ τὴν τρίτην μετέβη ὑπόθεσιν τὴν ἓν λέγουσαν τῷ λόγῳ τῷ ὁριστικῷ οὐ τοῖς ὀνόμασιν, οἷά ἐστι τὰ πολυώνυμα. τὸ αὐτὸ γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ· ὅτι τὰ ἐναντία εἰς ταὐτὸν ἄξουσιν, ὥσπερ ὁ Ἡράκλειτος. καὶ μήτε ἀγαθῷ μήτε κακῷ· ὅτι καὶ τὴν ἀντίφασιν εἰς ταὐτὸν ἄξουσιν. ὥστε συναληθεύει ἡ ἀντίφασις. καὶ ἄνθρωπος καὶ ἵππος· ὅτι καὶ τὰ ἁπλῶς ἕτερα. καὶ οὐ περὶ τοῦ ἓν εἶναι τὰ ὄντα ὁ λόγος ἔσται, ἀλλὰ περὶ τοῦ μηδέν· εἰ γὰρ συναληθεύει ἡ ἀντίφασις, ὁ τὸ ὂν λέγων ἓν εἶναι, οὗτος λέξει τὸ ὂν οὐδὲν εἶναι. ὥστε κινδυνεύει ἐκ τούτων ὁ λόγος οὐχ ἓν μᾶλλον τὸ ὂν δεῖξαι ἢ οὐδέν. καὶ τὸ τοιῳδὶ εἶναι καὶ τὸ τοσῳδὶ ταὐτόν· εἰ γὰρ ὀνόματι μόνον διαφέρουσι τὰ πράγματα, ταὐτὸν ἔσται ποσὸν καὶ ποιὸν καὶ αἱ λοιπαὶ κατηγορίαι.

Ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων.

Τοῦτο οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, ἔνθα ἔλεγε «τὸ αὐτὸ γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ». οὕτω γὰρ ἄτοπον, φησί, τὰ ἐναντία τὰ αὐτὰ εἶναι, ὥστε καὶ τοὺς πρὸ ἡμῶν αὐτὸ τοῦτο φοβηθῆναι, μήποτε δόξῃ τὸ αὐτὸ ἅμα ἓν καὶ πολλὰ εἶναι, οἷον ὁ Σωκράτης καὶ λευκὸς ὢν καὶ φιλόσοφος καὶ Ἀθηναῖος. οἱ δὲ τὴν λέξιν μετερρύθμιζον· ὡς Μενέδημος ὁ Ἐρετριεύς. καὶ ὁ μὲν Ἀριστοτέλης ἀνωνύμως εἶπε, τινὲς δὲ ὑπενόησαν εἰς τὸν Πλάτωνα αὐτὸν αἰνίττεσθαι, παντελῶς ἄπειροι ὄντες καὶ αὐτῆς τῆς Πλατωνικῆς λέξεως. πανταχοῦ τε γὰρ ἀεὶ ταῖς προτάσεσι τὸ ἔστι προσκατηγορεῖται, «ἔστι τι τὸ δίκαιον» καὶ «ἔστι τι τὸ καλόν», καὶ ἐν τῷ Σοφιστῇ αὐτοῦ τούτου τοῦ θεωρήματος μεμνημένος μέμφεται τοὺς νομίζοντας τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι διὰ τὸ πλείονα τοῦ αὐτοῦ κατηγορεῖσθαι, καί φησιν ὅτι διὰ πενίαν τῆς κατὰ τὴν φρόνησιν κτήσεως τοῦτο πάσχουσι, μὴ δυνάμενοι διαστείλασθαι ὅτι τῷ αὐτῷ κατʼ ἄλλο μὲν ὑπάρχει τὸ ἓν εἶναι, κατʼ ἄλλο δὲ τὸ πολλά. ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος. τοῦτο ὡς διακωμῳδῶν αὐτοὺς ἐν μέσῳ εἶπεν. ὡς δή, φησί, τοῦ ἑνὸς μοναχῶς καὶ οὐ πολλαχῶς λεγομένου, ὥσπερ καὶ τοῦ ὄντος· τὸ γὰρ ἢ τοῦ ὄντος ἀντὶ τοῦ ὥσπερ καὶ τοῦ ὄντος.

Πολλὰ δὲ τὰ ὄντα ἢ λόγῳ.

Τὸ γὰρ μουσικὸν καὶ τὸ λευκὸν λόγῳ μὲν ἕτερα τῷ ὁριστικῷ, τὰ αὐτὰ δὲ τῷ ὑποκειμένῳ· ἐν ἑνὶ γὰρ καὶ τῷ αὐτῷ ἀνθρώπῳ. πολλὰ ἄρα τὸ ἕν· τὸ τῷ ὑποκειμένῳ ἓν πολλὰ τῷ λόγῳ ἐστί, καὶ τοῦτο οὐκ ἄτοπον οὐδὲ ἀδύνατον. ἢ διαιρέσει, ὥσπερ τὸ ὅλον καὶ τὰ μέρη. διαιρέσει φησὶν ἀντὶ τοῦ δυνάμει· τὸ γὰρ συνεχὲς ἐνεργείᾳ μὲν ἕν τί ἐστιν ὡς ὅλον, δύναμει δὲ πολλά, καὶ τοῦτο οὐκ ἄτοπον. οἱ μέντοι ἀρχαιότεροι, φησίν, ἐνταῦθα ἤδη ἠπόρουν, λέγω δὲ ἐπὶ τοῦ συνεχοῦς, καὶ οἷον νικώμενοι ὑπὸ τῆς ἀπορίας ὁμόσε τῷ ἀτόπῳ ἐχώρουν, καὶ ὡμολόγουν τὸ αὐτὸ ἓν εἶναι καὶ πολλά, ὡς ἄν, φησίν, οὐκ ἐνδεχόμενον τὸ αὐτὸ καὶ ἓν καὶ πολλὰ εἶναι, μὴ μέντοι τὰ ἀντικείμενα· τὸ γὰρ αὐτὸ δυνάμει ἓν καὶ πολλὰ εἶναι ἀδύνατον, ἢ ἐνεργείᾳ ἓν καὶ πολλὰ τὸ αὐτό — ταῦτα γὰρ ἀντικείμενά ἐστιν, ἅμα δὲ τὰ ἀντικείμενα εἶναι ἀδύνατον —, τὸ αὐτὸ δὲ δυνάμει μὲν πολλὰ εἶναι, ἐνεργείᾳ δὲ ἕν, οὐδὲν ἀδύνατον. τοιοῦτον δέ ἐστι τὸ συνεχές.

Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν.

Ἐνστὰς πρότερον πρὸς αὐτὸ τὸ δόγμα, νῦν μέτεισιν ἐπʼ αὐτοὺς τοὺς λόγους τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον, διʼ ὧν κατεσκεύαζον ἓν εἶναι τὸ πᾶν καὶ ἀκίνητον, πρότερον δὲ τὸν Μελίσσου προχειρίζεται λόγον. δεῖ οὖν ἡμᾶς τὸν ὅλον λόγον τοῦ Μελίσσου πρότερον ἐκθέσθαι, καὶ εἶθʼ οὕτως ἐξετάσαι ἑκάστην τῶν προτάσεων ὅπως κατεσκευάζετο ὑπὸ τοῦ Μελίσσου, καὶ τελευταῖον εἰπεῖν ὅπως αὐτὰς ὁ Ἀριστοτέλης ἀνασκευάζει.

Ἔστιν οὖν ὁ τοῦ Μελίσσου λόγος οὗτος, μᾶλλον δὲ Μελίσσου μὲν οὐκ ἔστιν ὁ συλλογισμός, ἀλλὰ τοσοῦτον ἐκεῖνος ὑπετίθετο ὅτι «τὸ ὂν ἄναρχόν ἐστι, τὸ ὂν ἕν ἐστι, τὸ ὂν ἄπειρόν ἐστι, τὸ ὂν ἀκίνητόν ἐστι». τούτων οὖν τῶν τεσσάρων ὑποτεθέντων ὑπὸ τοῦ Μελίσσου, τινὲς ᾠήθησαν αὐτὸν ἀπό τινος συλλογισμοῦ τὰ τοιαῦτα συνάγειν, ὃν ἐκτίθεται ὁ Ἀριστοτέλης. εἴτε δὲ καὶ τὸν συλλογισμὸν ὁ Μέλισσος ἐξετίθετο, εἴτε ἄλλοι ἐκ τοιούτου συλλογισμοῦ ᾠήθησαν αὐτὸν ταῦτα συνάγειν, οὐδὲν διαφερόμεθα. ἁπλῶς γοῦν ὁ συλλογισμὸς ἐξ οὗ τὰ εἰρημένα συνάγεται ἐστὶ τοιοῦτος· τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐδὲ πέρας ἔχει, τὸ μὴ ἔχον πέρας ἄπειρόν ἐστι, τὸ ὂν ἄρα ἄπειρόν ἐστιν. οὕτω μὲν οὖν ὅτι ἄπειρόν ἐστιν ἐδείκνυεν, ἔνθεν δὲ ὅτι καὶ ἓν καὶ ἀκίνητον. εἰ γὰρ ἄπειρον, δῆλον ὅτι καὶ ἓν ἂν εἴη· τὸ γὰρ ἄπειρον τὸν πάντα τόπον κατείληφεν, εἰ δὲ τοῦτο, οὐ συγχωρήσει ἄλλο εἶναι, ἐπεὶ οὕτως οὐκ ἂν εἴη ἄπειρον. διὰ δὲ τὸ ἓν εἶναι καὶ ἄπειρον, διʼ ἀμφότερα ταῦτα καὶ ἀκίνητον ἔσται· εἰ γὰρ τὸν ὅλον κατείληφε τόπον, οὐχ ἕξει ποῦ κινηθῆναι. πάλιν εἰ ἕν ἐστιν, ἀνάγκη αὐτὸ καὶ ἀκίνητον εἶναι· εἰ γὰρ κινοῖτο, ἀνάγκη εἶναι ἢ τόπον ἢ χρόνον ἐν ᾧ κινεῖται, ἢ αὐτὸ τῆς κινήσεως τὸ εἶδος καθʼ ὃ κινεῖται. ὥστε πάλιν οὐκ ἔσται ἕν, ἀλλὰ πολλά. διὰ τούτων μὲν οὖν ὅτι ἓν τὸ ὂν καὶ ἄπειρον καὶ ἀκίνητον ὁ Μέλισσος κατεσκεύαζε.

Δεῖ δὲ ἐπισκέψασθαι ἑκάστην τῶν προτάσεων πόθεν αὐτῷ εἴληπται. ὅτι μὲν γὰρ τὸ ὂν οὐ γέγονε, δείκνυσιν οὕτως. εἰ γὰρ γέγονε τὸ ὄν, ἢ ἐξ ὄντος γέγονεν ἢ ἐξ οὐκ ὄντος· εἰ μὲν οὖν ἐξ ὄντος, ἔσται τὸ ὂν πρὶν γενέσθαι — τὶ μὲν γὰρ ὂν ἐκ τινὸς ὄντος γίνεται, τὸ δὲ ἁπλῶς ὂν οὐκ ἂν ἐξ ὄντος γένοιτο· αὐτὸ γὰρ ἐξ αὑτοῦ γίνοιτο ἄν. ὥστε πρὶν γενέσθαι ἦν, ὅπερ ἄτοπον —, εἰ δὲ ἐξ οὐκ ὄντος, ἀνάγκη ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος· τὸ γὰρ ἁπλῶς ὂν εἰ γίνεται, ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γένοιτʼ ἄν. ἀλλὰ τοῦτο κοινόν ἐστιν ὁμολόγημα πάντων τῶν φυσικῶν τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι — δεῖ γὰρ ὑπομένειν τι ἐν τῇ γενέσει ὃ μεταβάλλει, καὶ τὸ γινόμενον δεῖ δύνασθαι γενέσθαι τοῦτο ὅπερ γενήσεται· δεῖ γὰρ τὸ παιδίον δύνασθαι γενέσθαι γραμματικόν. οὕτως οὖν καὶ τὸν γενησόμενον ἄνθρωπον δεῖ εἰς τοῦτο ἐπιτηδειότητα ἔχειν, τὸ δὲ τὴν ἐπιτηδειότητα ἔχον καὶ αὐτὴ ἡ ἐπιτηδειότης ὄν τί ἐστι· πᾶν ἄρα τὸ γινόμενον ἐξ ὄντος γίνεται. εἰ τοίνυν ἀνάγκη τὸ ὂν εἰ γίνοιτο, ἢ ἐξ ὄντος γίνεσθαι ἢ ἐκ μὴ ὄντος, ἑκατέρῳ δέ τι ἄτοπον ἕπεται, δῆλον ἄρα ὅτι τὸ ὂν οὐ γέγονεν. ὅτι δὲ τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, δείκνυσιν ἐκ τοῦ ἀντικειμένου ἀντιστροφῇ χρησάμενος. λαμβάνει γὰρ ὅτι τὸ γενόμενον πᾶν ἀρχὴν ἔχει. εἰ τοίνυν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει. ὅτι δὲ τὸ ἀρχὴν ἔχον καὶ πέρας ἔχει, ἐκ κοινῶν πάλιν ὁμολογημάτων εἴληφε· καὶ γὰρ αὐτὴ ἡ ἀρχὴ πέρας τί ἐστιν. ἡ μὲν οὖν ὅλη ἀγωγὴ τοῦ Μελισσείου λόγου αὕτη.

Ἐγκαλεῖ δὲ αὐτῷ ὁ Ἀριστοτέλης πλείονα, καὶ πρῶτον τὴν ἀντιστροφὴν ὅτι κακῶς ἀπὸ τοῦ ἡγουμένου ἐποιήσατο. ὁ γὰρ νόμος τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς ὀφείλει ἐκ τοῦ ἑπομένου γίνεσθαι· τότε γὰρ ἀληθὴς γίνεται, ὅταν λάβωμεν τὸ ἀντικείμενον τῷ ἑπομένῳ καὶ κατασκευάσωμεν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, ἐὰν δὲ ἀπὸ τοῦ ἡγουμένου γένηται ἡ ἀντιστροφή, οὐ πάντως ἀληθεύει, εἰ μὴ ἐξισάζωσιν οἱ ἀντιστρέφοντες ὅροι. εἰ μὲν γὰρ ἄνθρωπος, πάντως καὶ ζῷον· οὐ μὴν εἰ μὴ εἴη τι ἄνθρωπος, διὰ τοῦτο πάντως οὐδὲ ζῷον ἔσται — ὁ γὰρ ἵππος οὐκ ἄνθρωπος μέν, ζῷον δʼ ὅμως —, ἀλλʼ εἴ τι μὴ ζῷον εἴη, τοῦτο οὐδὲ ἄνθρωπος. ἀληθὲς οὖν ἀεὶ τὸ ἐκ τοῦ ἑπομένου ἀντιστρέφειν, ψεῦδος δὲ τὸ ἐκ τοῦ ἡγουμένου. εἰ τοίνυν ἀντιστρέψωμεν ἐκ τοῦ ἑπομένου, ὥσπερ νόμος τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ, ἥτις ἀεὶ τὸ ἀναγκαῖόν τε καὶ ἀληθὲς ἔχει, ποιοῦμεν συλλογισμὸν ἐν δευτέρῳ σχήματι ἐκ δύο ἀποφατικῶν· «εἰ γὰρ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονε. τὸ οὖν ὂν οὐ γέγονε. τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν.» ὥστε ἀσυλλόγιστος ἡ συζυγία. ἔπειτα εἰ καὶ συγχωρήσωμεν τῇ ἀντιστροφῇ τοῦ Μελίσσου, καὶ οὕτως ἐλεγχθήσεται ὁ λόγος· τὸ γὰρ τῆς ἀρχῆς σημαινόμενον διττόν ἐστι. λέγεται γὰρ ἀρχὴ ἤτοι ἡ χρονική, λέγω δὲ αὐτὸ τὸ νῦν ἐν ᾧ γίνεταί τι, ἢ ἡ πραγματική, οἷον ἡ ὕλη ἢ τὸ εἶδος· ἤγουν ἐπὶ τοῦ ζῴου ὃ ποιεῖ πρῶτον ἡ φύσις φέρε εἰπεῖν τὸ σαρκίον, ἢ πάλιν ἀρχὴ ἡ καρδία ἢ ὁ ἐγκέφαλος. ποίαν οὖν ἀρχὴν ὁ Μέλισσος ἐλάμβανεν; εἰ μὲν τὴν χρονικήν, ἴδωμεν τί ἕπεται τῷ λόγῳ. τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει τὴν χρονικήν, τὸ μὴ ἔχον ἀρχὴν χρονικὴν οὐδὲ πέρας ἔχει χρονικόν — δεῖ γὰρ καὶ τὸ πέρας δηλονότι ἀναλόγως τῇ ἀρχῇ λαμβάνειν —, τὸ μὴ ἔχον πέρας χρονικὸν ἀτελεύτητόν ἐστι, τὸ ὂν ἄρα ἀτελεύτητόν ἐστιν. ἀλλὰ μὴν καὶ ἄναρχόν ἐστι κατὰ χρόνον ἐπεὶ μὴ γέγονε, τὸ δὲ ἄναρχον κατὰ χρόνον καὶ ἀτελεύτητον ἀίδιόν ἐστι, τὸ ὂν ἄρα ἀίδιόν ἐστιν. ἀκολουθήσει οὖν τῇ ἀντιστροφῇ, ἀρχὴν λαμβανόντων ἡμῶν τὴν χρονικήν, τὸ τὸ ὂν οὐκ ἄπειρον εἶναι ἀλλʼ ἀίδιον. εἰ δὲ τὴν πραγματικὴν ἀρχὴν λάβωμεν, οὐκέτι χώραν ἕξει ἡ ἀντιστροφή· οὐδὲ γὰρ ἐπειδὴ τὸ γενόμενον ἀρχὴν ἔχει πραγματικήν, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ ἕξει πραγματικήν. τί γὰρ ἐκώλυε, καὶ εἰ ἀγένητον ἦν τὸ ὄν, σῶμα δʼ οὖν ὅμως ὑπάρχον, ἀρχὴν ἔχειν πραγματικὴν τὴν ὕλην ἑαυτοῦ καὶ τὸ εἶδος; καὶ τῶν σφαιρῶν δὲ ἀρχὴ πραγματικὴ ἂν εἴη τὸ κέντρον, πέρας δὲ ἡ ἐπιφάνεια, καὶ εἰ ἀγένητοι εἶεν καὶ τοῦτό τις συγχωρήσειεν. ἔπειτα, φησί, τί κωλύει καὶ ἄπειρον αὐτὸ ὂν κινεῖσθαι περὶ ἑαυτὸ δινούμενον καὶ μὴ ἐπιλαμβάνον τόπον ἕτερον, ὥσπερ τὸ ἐν τῷ κεράμῳ ὕδωρ καὶ ὥσπερ τὰ κύκλῳ κινούμενα πάντα, οἷον τὰ οὐράνια; ἔπειτα, φησίν, εἰ καὶ κατὰ τόπον κινεῖσθαι οὐ δύναται τὸ ἄπειρον, τί κωλύει ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι κατʼ ἀλλοίωσιν αὐτὸ κινεῖσθαι; αὐτὸς μὲν οὖν ὁ Ἀριστοτέλης δείκνυσιν ὅτι τὸ ἄπειρον, εἴπερ γε ὅλως εἴη, πάντῃ τε καὶ πάντως καὶ δύναμιν ἄπειρον ἕξει καὶ διὰ τοῦτο ἀμετάβλητον ἔσται κατὰ πᾶσαν μεταβολήν· εἰ γὰρ μεταβάλλει, δεῖ μεταβάλλειν αὐτὸ ὑπὸ τοῦ μεταβλητικοῦ, τὸ δὲ πάσχον ὑπὸ μείζονος πάσχει δυνάμεως — οὔτε γὰρ ὑπὸ τῆς ἐλάττονος, οὔτε ὑπὸ τῆς ἴσης πάθοι τι ἄν —, τοῦ δὲ ἀπείρου οὐκ ἔστι μεῖζον. καὶ ἄλλως ὅτι οὐδὲ ἔσται τὸ δρᾶσον εἰς τὸ ἄπειρον, εἴ γε μηδὲ συνυπάρξαι τι αὐτῷ ἕτερον δύναται τοῦ ἀπείρου τὸ πᾶν κατειληφότος. οὐ γὰρ δὴ καθʼ ἑτέραν μὲν τῶν διαστάσεων ἄπειρον ἂν εἴη, καθʼ ἑτέραν δὲ οὔ — μυθῶδες γὰρ τοῦτο καὶ ἀποκληρωτικόν —, ἀλλὰ δῆλον ὅτι, εἴ γε ὅλως δύναταί τι σῶμα ἄπειρον εἶναι, κατὰ τὰς τρεῖς διαστάσεις ἄπειρον ἂν εἴη. ὁ μὲν οὖν Ἀριστοτέλης, ὡς εἶπον, δείκνυσιν ὅτι τὸ ἄπειρον πάντως καὶ ἀμετάβλητον, διότι καὶ ἀπειροδύναμον, ἀλλʼ ἐπειδὴ ὁ Μέλισσος διὰ τοῦτο μόνον ἔλεγε τὸ ἄπειρον μὴ κινεῖσθαι, διότι μὴ ἔχει ποῦ μεταβῇ κατειληφὸς τὸν πάντα τόπον, διὰ τοῦτο ὡς πρὸς ταύτην τὴν ὑπόθεσίν φησιν οὐδὲν κωλύει αὐτὸ καὶ κατὰ τόπον κινεῖσθαι δινούμενον καὶ κατʼ ἀλλοίωσιν. εἰ μὲν οὖν διὰ τοῦτο μόνον ὁ Μέλισσος ἀκίνητον ἔλεγε τὸ ὄν, τῷ ὄντι οὐδὲν ἐκώλυεν αὐτὸ καὶ κύκλῳ κινεῖσθαι καὶ ἀλλοιοῦσθαι, εἰ δὲ μὴ μόνον διὰ τοῦτο, ἀλλὰ διότι καὶ ἓν αὐτὸ ὑπετίθετο, οὐκ ἐλέγχοιτʼ ἂν ὅσον ἐκ τούτων. τὸ γὰρ τῷ ὄντι ἓν καὶ μόνως ἓν ἀμετάβλητον ἂν εἴη κατὰ πᾶσαν μεταβολήν· εἰ γὰρ μεταβάλλοι, ἔσται τι τὸ καθʼ ὃ ἡ μεταβολή, καὶ οὕτως οὐχ ἓν ἔσται πάλιν, ἀλλὰ πλείω.

Αἱ μὲν οὖν πρὸς τὸν τοῦ Μελίσσου λόγον ἐνστάσεις τοῦ Ἀριστοτέλους αὗται. πρὸς δὲ τὸ μὴ γεγονέναι τὸ ὂν οὐκ ἀντιλέγει· δοκεῖ γὰρ καὶ αὐτῷ τοῦθʼ οὕτως ἔχειν, ἀγένητον τὸ πᾶν οἰομένῳ. εὔλογον δὲ οἶμαι μὴ ἀνεξέταστον καταλεῖψαι τὴν ἐπιχείρησιν, διʼ ἧς ὡς οὐχ οἷόν τέ ἐστι γεγονέναι τὸ ὂν κατεσκευάσθη. ὅτι μὲν γὰρ τὸ ἁπλῶς ὂν οὐκ ἂν γένοιτο ἐξ ὄντος, ἐναργὲς οἶμαι παντί· εἴη γὰρ ἂν πρὶν γενέσθαι. πῶς δὲ οὐδὲ ἐκ μὴ ὄντος οἷόν τε αὐτὸ γίνεσθαι; οὐδὲ γὰρ ἐπειδὴ τοῖς πολλοῖς τῶν φυσικῶν οὕτως ἔδοξεν, ἤδη καὶ ἀληθὲς εἶναι τοῦτο ἀνάγκη· πολλὰ γὰρ καὶ ἄλλα οὐκ ἀληθῶς αὐτοῖς ἔδοξεν, ὧν πολλὰ καὶ Ἀριστοτέλης ἀπήλεγξεν. ἀλλʼ οὐδʼ εἰ πρὶν γενέσθαι τὸ ὂν δύνασθαί φαμεν αὐτὸ γενέσθαι, ἤδη διὰ τοῦτο ἐκ προϋποκειμένου τινὸς ὄντος τὴν γένεσιν αὐτοῦ ὑποτιθέμεθα ὡς ὑλικοῦ αἰτίου· τί γὰρ κωλύει διὰ τὸ προϋπάρχειν αὐτοῦ τὸ ποιητικὸν αἴτιον, καὶ οὐχὶ διὰ τὸ ὕλην τινὰ προϋποκεῖσθαι τὴν εἰς τὸ γινόμενον μεταβάλλουσαν, ταύτῃ λέγειν ἡμᾶς ὡς ὅτι πρὶν γένηται ἠδύνατο γενέσθαι; κατὰ γὰρ τὴν ὑλικὴν αἰτίαν, εἰ μὴ δειχθείη αὐτὴ καθʼ αὑτὴν οὖσα ἀγένητος, οὐκ εὔλογον κατʼ αὐτῆς φέρειν τὸ δύνασθαι· πῶς γὰρ ἡ ὕλη δύνασθαι λέγοιτʼ ἂν τόδε τι εἶναι, εἰ μὴ αὐτὸ τοῦτο πρότερον δειχθείη ὅτι ὑφέστηκεν; ὡς οὐδὲ τὸ εἶδος λέγοιτʼ ἂν δύνασθαί τι, πρὶν ὑποστῇ. ὥστε εἰ μὲν αὐτό τις λέγει ἐξ ὄντος ἀντὶ τοῦ ἐκ ποιητικοῦ αἰτίου, ὁμολογοῦμεν πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι — παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν —, εἰ δὲ ὡς προϋποκειμένου ὑλικοῦ αἰτίου, οὐκέτι ἀνάγκη ἐκ τοῦ λέγειν «τὸ ὂν πρὶν γενέσθαι ἠδύνατο γενέσθαι» ἐξ ὄντος αὐτὸ γίνεσθαι, ἀλλʼ ἐκ μὴ ὄντος, εἴπερ μὴ δειχθείη πρότερον ἡ ὕλη αὐτὴ κατὰ τὸν αὑτῆς λόγον ἀγένητος οὖσα καὶ ἄφθαρτος. τέως μέντοι τὸ νῦν δὴ λεχθὲν ἐπιχείρημα οὐκ ἀναγκάζει ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα κατὰ τὸ ὑλικὸν αἴτιον, ἀλλʼ ὅσον ἐπʼ αὐτῷ καὶ ἐκ μὴ ὄντος ἐνδέχεται, συνυφισταμένης τῆς ὕλης ἅμα τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς αἰτίας. ὥσπερ γὰρ τὰ εἴδη παράγει μὴ ὄντα πρότερον, τί κωλύει καὶ τὴν ὕλην μὴ οὖσαν παράγειν, ἵνα καὶ ἐξ ὁλοκλήρου δημιουργὸς ᾖ; εἰ δὲ καὶ τὴν ὕλην παράγει, δεήσει καὶ αὐτὴν ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, καὶ τοῦτο ἐπʼ ἄπειρον. μήποτε δὲ οὐδʼ ὅλως ἐπὶ τοῦ ἁπλῶς ὄντος ἔχει χώραν τὸ ζητεῖν εἴτε γέγονεν εἴτε μή, εἴπερ τὸ ὂν οὐκ ἔστι τῶν δέκα κατηγοριῶν γένος, ἀλλὰ φωνὴ ὁμώνυμος εἰς διάφορα διαιρουμένη σημαινόμενα. τὰ μὲν γὰρ γένη καὶ ὅλως τὰ καθόλου φύσεώς τινός ἐστι δηλωτικά — ἡ γὰρ τοῦ ζῴου φύσις ἄλλο τί ἐστι παρὰ τὸν ἄνθρωπον καὶ παρʼ ἕκαστον τῶν λοιπῶν· ὅθεν εἰ καὶ πάντως ἐν τοῖς μερικοῖς θεωρεῖται ζῴοις, ἀλλʼ οὖν ἔχει τινὰ κατὰ τὸν αὑτῆς λόγον φύσιν, εἴτε γέγονεν εἴτε οὔ —, αἱ δὲ ὁμώνυμοι φωναὶ οὐσίας ἢ ὅλως ὑποστάσεώς τινος κοινῆς οὐκ οὖσαι δηλωτικαί, πῶς ἂν λέγοιντο ἢ γίνεσθαι ἢ μὴ γίνεσθαι; τὸ γὰρ μῦς, φέρε, οὐδεμιᾶς κοινῆς φύσεως δηλωτικόν ἐστι. μηδεμιᾶς οὖν ὑποκειμένης κοινῆς φύσεως ἐν τοῖς ὁμωνύμοις, πῶς ἂν λέγοιτο ἢ γίνεσθαι ἢ μή; ὁμοίως οὖν, εἰ καὶ τὸ ὂν γένος μὲν οὐκ ἔστι, φωνὴ δὲ μόνον ὁμώνυμος, οὐδεμία δηλονότι κοινὴ φύσις ὑπὸ τοῦ ὄντος σημαίνεται. κατὰ φωνὴν γὰρ μόνην ἡ τῶν δέκα κατηγοριῶν ἐστὶ κοινωνία· οὐκ ἔστι γὰρ ὄν τι ἁπλῶς, ἀλλʼ ἢ οὐσία ἐστὶν ἢ ποσὸν ἢ τῶν ἄλλων τι. ὥστε οὐδʼ ὅτι γέγονεν, οὐδʼ ὅτι οὐ γέγονε ζητεῖν περὶ αὐτοῦ εὔλογον, ζητοῦμεν δὲ εἰ γέγονε τὸ σῶμα ἢ οὔ, εἰ γέγονεν ὁ κόσμος ἢ οὔ, καὶ εἰ γέγονε, πότερον ἐξ ὄντων ἢ ἐξ οὐκ ὄντων· καὶ οὐκ ἀδύνατον ἐπὶ τούτων καὶ ἐξ ὄντων λέγειν, εἰ δειχθείη προϋποκεῖσθαι τὴν ὕλην ἐν ᾗ ὑφίσταται τὸ γινόμενον, καὶ ἐκ μὴ ὄντων, εἰ καὶ αὐτὴ ἡ ὕλη ἅμα τῷ εἴδει εἰς τὸ εἶναι παράγοιτο. πρὸς μὲν οὖν τὸ μὴ γεγονέναι τὸ ὂν τοσαῦτα καὶ παρʼ ἡμῶν ὡς πρὸς τὸ παρὸν ἡγείσθω, ἐν ἄλλοις ἡμῖν γεγυμνασμένων ἱκανῶς τῶν τοιούτων θεωρημάτων.

Ἀλλʼ ἐπειδὴ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁμολογεῖ μὴ εἶναι φυσικοὺς τοὺς ἄνδρας τούτους, δηλοῦσι δὲ καὶ αὐτὰ τὰ συγγράμματα τῶν ἀνδρῶν — ὁ γὰρ Παρμενίδης, ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγων τὸ ὄν, ἐν τοῖς πρὸς δόξαν δύο φησὶν εἶναι τὰς ἀρχὰς τῶν ὄντων, πῦρ καὶ ὕδωρ, διὰ τῶν ἄκρων περιλαμβάνων καὶ τὰ μέσα, ὡς δὴ ἐν τούτοις μὲν περὶ τῶν φυσικῶν διαλεγόμενος, ἃ καὶ δοξαστὰ καλοῦσιν, ἐν δὲ τοῖς πρὸς ἀλήθειαν περὶ τῶν νοητῶν —, ἄξιον ἐπισκέψασθαι ὡς πρὸς τὸν σκοπὸν τοῦ ἀνδρὸς τὴν τῶν προτάσεων ἀκολουθίαν.

Ἰστέον οὖν ὅτι τὸ μὲν νοητὸν πᾶν ὂν ἐκάλουν, τὸ δὲ αἰσθητὸν γινόμενον. οὕτω γοῦν καὶ ὁ Πλάτων αὐτὰ καλεῖ, ἐξ αὐτοῦ λαβὼν «τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον;» περὶ τοῦ νοητοῦ λέγων, «τί δὲ τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε;» περὶ τοῦ αἰσθητοῦ· «τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν.» ἐπεὶ οὖν ἐν τῷ νοητῷ ἑώρων ἐπικρατοῦσαν τὴν ἕνωσιν — ἔστι μὲν γὰρ ἐν πᾶσι καὶ ἕνωσις καὶ διάκρισις, ἀλλʼ ἀεὶ τὸ κρεῖττον καὶ ἐγγυτέρω τῆς μιᾶς τῶν πάντων ἀρχῆς τῇ ἑνώσει μᾶλλον κεκράτηται. ἔστι γοῦν καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς ἀλόγοις καὶ ἕνωσις καὶ διάκρισις, ἀλλʼ ἐπικρατεῖ μᾶλλον ἐκείνων ἐν ἡμῖν ἡ ἕνωσις· ἥμερον γὰρ καὶ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος· ἐν ἐκείνοις δὲ μᾶλλον ἡ διάκρισις. πάλιν καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς οὐρανίοις ὁρᾶται καὶ ἕνωσις καὶ διάκρισις, ἀλλʼ ἐν ἐκείνοις μᾶλλον ἡμῶν ἐπικρατεῖ ἡ ἡ ἕνωσις. ὁμοίως καὶ ἐν τοῖς νοητοῖς πάντων μᾶλλον ἐπικεκράτηκεν ἡ ἕνωσις —, ἐπεὶ οὖν ἑώρων αὐτὰ κεκρατημένα τῇ ἑνώσει, καὶ οἱονεὶ διὰ πάντων τὴν κοινὴν καὶ μίαν πάντων ἀρχὴν ὁρωμένην διὰ τὴν πρὸς αὐτὴν ἕνωσιν, ἕν τε ἔλεγον εἶναι τὸ νοητὸν πᾶν καὶ ἄναρχον, μὴ διαστέλλοντες αὐτὰ τῆς ἰδίας ἀρχῆς, μηδὲ ἄλλο μὲν εἶναι τὴν ἀρχήν, ἄλλο δὲ τὸ ἀπὸ ταύτης, διὰ τὸ αὐτὴν διὰ πάντων ὁρᾶσθαι μίαν οὖσαν καὶ ἄναρχον. διὰ τοῦτο γοῦν ἀκολούθως μηδὲ πέρας ἔχειν αὐτὸ ἔλεγον, διὰ τὸ ἀπειροδύναμον καὶ ἐπὶ πάντα διῆκον καὶ μὴ ὑπό τινος ἀποπερατούμενον. ὥστε εἰ πᾶν τὸ νοητὸν ὂν ἐκάλουν καὶ οὐ γενόμενον, πᾶν δὲ πάλιν ἄναρχον εἶναι διὰ τὴν εἰρημένην αἰτίαν, ἐξισάζει ταῦτα ἄρα ἀλλήλοις τό τε μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον· ἐπὶ τῶν αὐτῶν γὰρ ἄμφω. ὁμοίως καὶ εἰ γενητὸν πᾶν τὸ αἰσθητὸν ἔλεγον, τοῦτο δὲ πᾶν ἀρχὴν ἔχει ἢ χρονικὴν ἢ πραγματικήν, καὶ ταῦτα ἄρα ἐξισάζει ἀλλήλοις τό τε γενόμενον καὶ τὸ ἀρχὴν ἔχον. ὥστε εἴ τι γενόμενόν ἐστι, τοῦτο καὶ ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, τοῦτο καὶ γέγονε· καὶ πάλιν εἴ τι μὴ γενόμενον, τοῦτο ἀρχὴν οὐκ ἔχον, καὶ ἔμπαλιν εἴ τι ἀρχὴν οὐκ ἔχον, τοῦτο οὐδὲ γενόμενον. ὥστε ἐπειδὴ ταῦτα ἐξισάζει ἀλλήλοις, ἐπὶ δὲ τῶν ἐξισαζόντων ἀδιάφορόν ἐστιν ἐκ τοῦ ἡγουμένου ἢ ἐκ τοῦ ἑπομένου ποιήσασθαι τὴν ἀντιστροφήν, εἰκότως καὶ ὁ Μέλισσος, ὡς ἐπὶ ἐξισαζόντων πραγμάτων ποιούμενος τὴν ἀντιστροφήν, ἀδιάφορον ἡγήσατο τὸ ἐκ τοῦ ἡγουμένου ἀντιστρέψαι. οἷον ἐπὶ τοῦ γελαστικοῦ καὶ τοῦ ἀνθρώπου οὐδὲν διαφέρει εἰπεῖν «εἰ ἄνθρωπος καὶ γελαστικόν, εἰ δὲ μὴ γελαστικόν, οὐδὲ ἄνθρωπος», ἢ «εἰ δὲ μὴ ἄνθρωπος, οὐδὲ γελαστικόν». καὶ ἀκίνητον δὲ οὕτως ἔλεγεν, ὡς ἑστῶσαν ἐχόντων ἐκείνων τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν καὶ παντελῶς ἀμετάβλητον. οὕτω γοῦν καὶ Ἀριστοτέλης ἀκίνητα καλεῖ τὰ νοητὰ πάντα, οὐ μόνον τὰ θεῖα, ἀλλὰ καὶ τὰς ψυχάς, ἐν οἷς δείκνυσιν ὡς ἀνάγκη τὰ πρώτως κινοῦντα αὐτὰ εἶναι ἀκίνητα. καλῶς οὖν καὶ ὁ Ἀριστοτέλης, ὡς φυσικός, φυσικώτερον τρόπον ἐπιλαμβάνεται τῶν λόγων, καὶ ὁ Μέλισσος θεολογικώτερον τοῖς τοιούτοις λόγοις ἐχρήσατο.

Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν. ἐπειδὴ προθέμενος ἐλέγξαι τὴν δόξαν τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον πρότερον κοινότερον αὐτὸ καθʼ αὑτὸ τὸ πρόβλημα ἐγύμνασε, μέλλει δὲ νῦν τὸν Μελίσσου λόγον διελέγχειν, διὰ τοῦτό φησιν ὅτι τόν τε εἰρημένον τρόπον ἐπιών τις τὴν τοιαύτην δόξαν τὴν περὶ τοῦ ἓν εἶναι τὰ πάντα εὑρήσει ἀδύνατον οὖσαν, καὶ τοὺς λόγους ἐξ ὧν αὐτὴν οὗτοι πειρῶνται κατασκευάζειν οὐ χαλεπὸν διελέγξαι. δεῖ γὰρ τὸν ἐπιστήμονα μὴ μόνον αὐτὰ καθʼ αὑτὰ τὰ πράγματα ὅπως ἔχουσι φύσεως ἀποδεικνύναι, ἀλλὰ καὶ τὰς φερομένας ἀπορίας κατὰ τῆς περὶ αὐτῶν ἀληθοῦς δόξης ἐπιλύεσθαι. ὁπότερον γὰρ ἂν ἀπῇ, χωλεύει τὸ ἕτερον· εἴτε γὰρ τοὺς τῶν ἐναντίων ἐλέγξεις λόγους, οὔπω δῆλον ὡς ἔχει τὰ πράγματα φύσεως — δυνατὸν γὰρ ἀληθὲς μέν τι κατασκευάσαι, μὴ ἐξ ἀναγκαίων δὲ προτάσεων· οἷον ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐκ τοῦ τιμᾶν τοὺς προγονικοὺς τάφους. καὶ οὐχ ὁ ἐλέγξας τοὺς λόγους τούτους ἤδη καὶ τὸ δόγμα ἀνεῖλε· πόθεν γὰρ δῆλον, μὴ εἰσὶν ἕτεροι λόγοι ἐξ ἀνάγκης τοῦτο κατασκευάζοντες; —, εἴτε αὐτὰ καθʼ αὑτὰ τὰ πράγματα δείξομεν ὅπως ἔχει φύσεως, τὰς δὲ ἀπορίας μὴ ἐπιλυσόμεθα, μένουσαι αὗται ταράττουσιν ἡμᾶς. διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης δείξας ὅτι οὐκ ἐνδέχεται ἓν εἶναι τὸ ὄν, καὶ τοὺς λόγους τοὺς τοῦτο κατασκευάζοντας νῦν προτίθεται διελέγξαι. ἀμφότεροι οὖν, φησί, καὶ ὁ Μέλισσος καὶ ὁ Παρμενίδης τὸν ἐριστικὸν συλλογίζονται τρόπον, προτάσεις τε ψευδεῖς λαμβάνοντες καὶ ἀσυλλογίστως συλλογιζόμενοι. τὸ μὲν οὖν ἀσυλλόγιστον αὐτοῖς ἐγκαλεῖ, διότι ἀμφότεροι κακῶς τῇ ἀντιστροφῇ ἐχρήσαντο, ἐκ τοῦ ἡγουμένου ποιησάμενοι αὐτήν. καὶ γὰρ καὶ ὁ Παρμενίδης τῷ αὐτῷ τῆς ἀντιστροφῆς ἐχρήσατο τρόπῳ. «τὸ παρὰ τὸ ὄν» γάρ φησιν «οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, τὸ ὂν ἄρα ἕν». συνήγετο μὲν γὰρ ἐκ τῶν προτάσεων «τὸ παρὰ τὸ ὂν ἄρα οὐδέν», ὁ δὲ τὸ συμπέρασμα τοῦτο ἀντιστρέψας ἐκ τοῦ ἡγουμένου ἀντέστρεψε, δέον ἐκ τοῦ ἑπομένου. εἰ γὰρ τὸ παρὰ τὸ ὄν, φησίν, οὐδέν ἐστιν, τὸ ὂν ἄρα ἕν ἐστιν· ἀντίκειται γὰρ τῷ μὲν οὐκ ὄντι τὸ ὄν, τῷ δὲ οὐδὲν τὸ ἕν. ἔδει οὖν ἐκ τοῦ ἑπομένου ἀντιστρέψαι καὶ εἰπεῖν· τὸ ἓν ἄρα ὄν. οὕτω μὲν οὖν ἀσυλλόγιστοι αὐτῶν εἰσιν οἱ λόγοι, κακῶς τῇ ἀντιστροφῇ χρησάμενοι. λαμβάνουσι δὲ ψευδῆ· καὶ τέως ὁ Μέλισσος ὅτι οἴεται τὸ μὴ γενόμενον ἀρχὴν μὴ ἔχειν. εἰ γὰρ καὶ διὰ τὴν ἀντιστροφὴν ἐλήφθη ἡ τοιαύτη πρότασις, ἀλλʼ οὖν ἐπειδὴ δυνατὸν καὶ ἀσυλλογίστως συμπερᾶναί τι ἀληθές — ὡς ὅταν εἴπω «ὁ ἄνθρωπος οὐ λίθος, ὁ λίθος οὐχ ἵππος, ὁ ἄνθρωπος ἄρα οὐχ ἵππος», ἐνταῦθα ἀληθὲς μὲν τὸ συμπέρασμα, ἀσυλλογίστως δὲ συνῆκται ἐκ δύο ἀποφατικῶν —, ἐπεὶ οὖν οὐ πάντως τῇ ἀσυλλογίστῳ ἀγωγῇ ἕπεται τὸ ψεῦδος, διὰ τοῦτο οὐ μόνον τὸ ἀσυλλογίστως λαβεῖν τὰς προτάσεις αὐτῷ ἐγκαλεῖ, ἀλλʼ ὅτι μετὰ τοῦ ἀσυλλογίστου καὶ ψευδεῖς εἴληφε. τὰ αὐτὰ δὲ καὶ ὁ Παρμενίδης πέπονθε, διὰ τῆς ἀσυλλογίστου ἀντιστροφῆς ψευδὲς συναγαγών τι, τὸ ὂν ἓν εἶναι. φορτικώτερον δέ φησιν εἶναι τὸν Μελίσσου λόγον, διότι ὁ μὲν Παρμενίδης δύο λόγους ἐκθέμενος ἐν μὲν τῷ ἑνί, οὗπερ καὶ ἀρτίως ἐμνήσθημεν, λαβὼν ἀληθεῖς προτάσεις «τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν», κακῶς τὸ συμπέρασμα ἀντέστρεψεν, ὁ μέντοι Μέλισσος εὐθὺς ἐν ἀρχῇ κακῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρησάμενος, ἐκ ταύτης ψευδεῖς εἴληφε τὰς προτάσεις. φορτικὸς οὖν ὡς εὐθὺς ἐξ αὐτῆς τῆς τῶν προτάσεων λήψεως προσιστάμενος τοῖς ἀκροωμένοις, καὶ μηδὲν δεινὸν λέγων καὶ οἷον κινοῦν ἀπορίαν. ὁ μέντοι Παρμενίδης καὶ ἐν τῷ δευτέρῳ λόγῳ δριμύτερον προῆλθεν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· «εἰ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει, τὸ ὂν ἄρα ἕν ἐστιν». οὔτε γὰρ τὰς προτάσεις πρὸς κοινὸν ὅρον συναπτούσας ἔταξεν, οὔτε τὸ συμπέρασμα ἐκ τῶν ἐκκειμένων ὅρων συνήγαγε, καὶ διὰ τοῦτο μὴ προφανῆ τὸν ἔλεγχον ἔχων ἀπορίαν κινήσειεν ἂν εἰκότως τοῖς ἀκροωμένοις, ὅπῃ ἀληθείας ἢ ψεύδους ἔχεται τὰ εἰρημένα. διὰ τοῦτο οὖν φορτικώτερον τὸν Μελίσσου λόγον εἴρηκε, διὰ τὸ μηδεμίαν ἔχειν ἀπορίαν, ἀλλʼ εὐθὺς εὐφώρατον εἶναι τοῖς ἀκροωμένοις· τῷ γὰρ ὄντι φορτικοὺς τοὺς τοιούτους ἡγούμεθα λόγους καὶ ἄχθος περιττόν, ὅσοι μετὰ τοῦ ψεύδους οὐδὲ τὸ δριμὺ καὶ δυσέλεγκτον ἔχουσιν. ἀλλʼ ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· λαβὼν γὰρ ὁ Μέλισσος εὐθὺς ἐν ἀρχῇ ἓν ἄτοπον τὴν ἀσυλλόγιστον ἀντιστροφήν, καὶ ἐκ ταύτης ψευδῆ πρότασιν τὴν λέγουσαν «τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει», τὴν πραγματικὴν δηλονότι, οὕτως ἐκ ταύτης τῆς ἀρχῆς τὰ ἑξῆς ἄτοπα συνήγαγε, τὸ καὶ ἓν καὶ ἄπειρον καὶ ἀκίνητον εἶναι τὸ ὄν. τοῦτο δέ, φησίν, οὐδὲν χαλεπὸν αἰτήσαντα ἓν ψεῦδος, ἐκ τούτου μυρία συναγαγεῖν· εἰ γὰρ δοθείη τὸν ἄνθρωπον πτηνὸν εἶναι, ἀκολουθήσει τὸ καὶ πτέρυγας αὐτὸν ἔχειν καὶ ἵπτασθαι καὶ ἄλογον εἶναι καὶ ᾠοτοκεῖν καὶ μυρία ἄλλα.

Εἶτα καὶ τοῦτο ἄτοπον τὸ παντὸς οἴεσθαι εἶναι ἀρχὴν τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου.

Ἐπειδὴ προδήλως ἀρχὴν τὴν πραγματικὴν ὁ Μέλισσος ἐλάμβανε, τὸ δὲ τῆς ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστιν, αὐτὸς δὲ παραδέδωκεν ἡμῖν ἐν τῷ περὶ τῶν ὁμωνύμων τόπῳ, ὅτι, ὅταν ὁμώνυμος ἡμῖν φωνὴ ἐν προβλήματι προτείνηται, δεῖ διαστέλλεσθαι τὰ σημαινόμενα τῆς ὁμωνύμου φωνῆς καὶ ἀφορίζειν περὶ ποίου ἐστὶν ὁ λόγος, διὰ τοῦτο ἐγκαλεῖ τῷ Μέλισσῳ, ὅτι περὶ ὁμωνύμου φωνῆς τῆς ἀρχῆς διαλεγόμενος οὐ διεστείλατο αὐτῆς τὰ σημαινόμενα, ἀλλʼ ὡς ἕν τι σημαινούσης τὴν πραγματικὴν ἀρχὴν οὕτω περὶ αὐτῆς διαλέγεται.

Καὶ γενέσεως μὴ τῆς ἁπλῆς, ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς.

Ἐπειδὴ ὑπετίθετο ὁ Μέλισσος πᾶν τὸ γινόμενον εὐθὺς καὶ ἀρχὴν ἔχειν πραγματικήν, πραγματικὴν δὲ ἀρχὴν τὴν κατὰ μόριον — οὐδὲ γὰρ ἁπλῶς τὴν ὡς στοιχεῖον· οὕτω γὰρ οὐ συνῆγεν ὃ ἠβούλετο. μάλιστα μὲν γὰρ καὶ εἴ τινα εἴη μὴ γενόμενα, σώματά γε ὅμως ὄντα, ἀνάγκη γε πάντως αὐτὰ ἀρχὴν τὴν κατὰ τὸ στοιχεῖον ἔχειν· πᾶν γὰρ σῶμα ἐξ ὕλης καὶ εἴδους τῶν ἁπλουστάτων. ἔπειτα οὐκ εἰ μὴ ἔχει ἀρχὴν τὴν κατὰ τὸ στοιχεῖον, ἀνάγκη τοῦτο καὶ ἄπειρον εἶναι τῷ μεγέθει· τοὐναντίον γὰρ εἴ τι μὴ ἐκ στοιχείων σύγκειται, τοῦτο οὐδʼ ὅλως μέγεθος ἕξει. ὥστε πολλῷ μᾶλλον οὐδʼ ἄπειρον ἢ πεπερασμένον ἔσται. τοιαῦτα δέ ἐστι τὰ ἀσώματα πάντα, οἷον ψυχὴ νοῦς, καὶ τὸ σημεῖον δὲ τοιοῦτόν ἐστιν. ἀρχὴν οὖν ἐλάμβανε τὴν κατὰ μόριον, οἷον ὅτι παντὸς τοῦ γινομένου γίνεται πρότερον τόδε τὸ μόριον —, ἐγκαλεῖ οὖν αὐτῷ ὁ Ἀριστοτέλης ὅτι κακῶς οὐ μόνον τῆς ἁπλῆς γενέσεως ἀρχὴν οἴεται τὴν τοιαύτην εἶναι, ἀλλὰ καὶ πάσης ἁπλῶς. ἁπλῆν δὲ δηλονότι γένεσιν τὴν τῆς οὐσίας φησίν· ἔστι γάρ, φησίν, ἀλλοίωσις ἥτις οὐ κατὰ μόριον γίνεται, ἀλλʼ ἀθρόον ἀλλοιοῖ τὸ πρᾶγμα, οἷον ἐπὶ τῆς πήξεως τοῦ γάλακτος· οὐδὲ γὰρ ἄλλο μὲν πρότερον, ἄλλο δὲ ὕστερον αὐτοῦ μόριον ἀλλοιοῦται, ἀλλʼ ὁμοτίμως διʼ ὅλου γίνεται ἡ πῆξις. ὁμοίως καὶ ἐπὶ ἡλιοκαΐας τὰ μόρια ὧν πρώτως ἐφάπτεται ὁ ἥλιος ὁμοτίμως ὅλα διʼ ὅλων ἅμα μελαίνονται, καὶ οὐχὶ τοῦτο μὲν πρότερον, δεύτερον δὲ ἄλλο. κακῶς οὖν παντὸς τοῦ γινομένου ἀρχὴν τὴν αὐτὴν ὑπέθετο· ἑτέρως γάρ ἐστιν ἀρχὴ καὶ ἐπὶ τῆς ἀθρόας ἀλλοιώσεως τῷ μὴ τὸ εἶδος ἀθρόον ἅμα παραγίνεσθαι, οἷον τὴν τελείαν πῆξιν, ἀλλʼ οἷον πρόδρομά τινα τοῦ τελείου εἴδους ἴχνη παραγίνεσθαι, λέγω δὴ τὰς ὑφειμένας πήξεις.

Ἔπειτα διὰ τί ἀκίνητον, εἰ ἕν; ὥσπερ γὰρ καὶ τὸ μέρος ἐνόν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῷ, διὰ τί οὐχὶ καὶ τὸ πᾶν;

Τί, φησίν, ἐκώλυεν καὶ ἑνὸς ὄντος τοῦ ὄντος κινεῖσθαι αὐτό; ὥσπερ γάρ, φησί, καὶ τὸ μέρος τοῦ ὕδατος ἐνυπάρχον ἐν τῷ ὅλῳ, καίτοι τοῦ ὅλου ἀκινήτου μένοντος, αὐτὸ κινεῖται — ὥσπερ ὅταν χαλάσαντες ἐν θαλάσσῃ τὴν χεῖρα δινήσωμεν τὸ περὶ τὴν χεῖρα ὕδωρ, τοιοῦτοί εἰσι καὶ οἱ ἴλιγγοι οἱ ἐν τοῖς ὕδασι γινόμενοι —, τί κωλύει οὖν, φησί, καὶ τὸ ὂν ἄπειρον ὂν καὶ ἓν ἀκίνητον μὲν εἶναι κατὰ τὸ ὅλον, κινεῖσθαι δὲ κατὰ τὰ μέρη; ὥσπερ καὶ ὁ οὐρανὸς τῷ μὲν ὅλῳ ἐστὶν ἀκίνητος, τοῖς δὲ μέρεσι κινούμενος. εἰ μὲν οὖν τὸ ὥσπερ γὰρ καὶ τὸ μέρος ενον ὑφʼ ἓν τὸ ενον ἀναγνῶμεν, ἀντὶ τοῦ ἐνυπάρχον, οὕτως ἡ ἑρμηνεία, εἰ δὲ κατὰ διαστολήν, ἀντὶ τοῦ «ὥσπερ γὰρ καὶ τὸ μέρος τοῦ ὕδατος, τοδὶ λέγω τὸ ὕδωρ, ἓν καὶ αὐτὸ ὑπάρχον, κινεῖται ἐν ἑαυτῷ» — καὶ γὰρ τὸ μέρος ἀποσπασθὲν τῆς ὁλότητος, οἷον τὸ ἐν τῷ κεράμῳ ὕδωρ, ἕν τί ἐστι καὶ αὐτό. ὥσπερ οὖν τοῦτο καὶ ἕν ἐστι καὶ οὐδὲν κωλύει αὐτὸ ἐν ἑαυτῷ κινεῖσθαι, διὰ τί μὴ καὶ τὸ ὄν, εἰ καὶ ἕν ἐστι, κινεῖται ἐν ἑαυτῷ; ἔπειτα, φησίν, ἔστω μὴ κινεῖσθαι αὐτὸ κατὰ τόπον· τί κωλύει αὐτὸ κατʼ ἀλλοίωσιν κινεῖσθαι; εἴπομεν δὲ ἡμεῖς ὅτι ἡ ὑπόθεσις τοῦ ἑνὸς παντελῶς τὴν κίνησιν ἀναιρεῖ.

Ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ.

Ὥσπερ συνηγορῶν τῇ Μελίσσου δόξῃ φησίν, ὅτι εἴ γε δεῖ τῷ ὄντι ἓν τὸ ὂν λέγειν, οὕτως ἔσται ἓν τὸ ὂν οὐ τῷ εἴδει, ἀλλὰ τῷ ὑποκειμένῳ· ὥσπερ, φησί, καὶ τῶν φυσικῶν τινες εἰρήκασιν, οἷον οἵ τε τὰ ἄτομα λέγοντες — ἓν γὰρ εἶναι τὸ γένος, σχήματι δὲ διαφέρειν —, καὶ ὅσοι ἓν εἶναι τὸ στοιχεῖον ὑπέθεντο, πυκνώσει δὲ καὶ μανώσει τούτου τὰ ἄλλα γεννᾶσθαι. ἀλλʼ εἰ καὶ τῷ ὑποκειμένῳ ἓν ὦσι τὰ ὄντα, ἀλλʼ οὖν τοῖς εἴδεσι διαφέρουσιν· ὥστε οὐ μᾶλλον διὰ τὸ ὑποκείμενον ἓν ἔσται τὰ ὄντα, ἢ πολλὰ διὰ τὰ εἴδη, ἐπεὶ καὶ χαρακτηρίζονται τὰ πράγματα οὐ κατὰ τὴν ὕλην, ἀλλὰ κατὰ τὸ εἶδος.

Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων.

Ἐνστὰς καθόλου πρὸς τὸ πρόβλημα ὅτι ἀδύνατον ἓν εἶναι τὸ ὄν, εἶτα προχειρισάμενος τὸν Μελίσσου λόγον, διʼ οὗ ἐκεῖνος ἓν εἶναι τὸ ὂν κατεσκεύαζε, καὶ διελέγξας αὐτόν, ἀκολούθως καὶ τοὺς Παρμενίδου νῦν προχειρίζεται λόγους καὶ διελέγχει. ὥσπερ δὲ αἱ δόξαι ἥ τε Μελίσσου καὶ ἡ Παρμενίδου τὰ μέν τινα ἔχουσι κοινά, τὸ λέγειν ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον, τὰ δὲ ἑκάστη ἰδίᾳ, τὸ τὸν μὲν ἄπειρον εἶναι λέγειν τὸ ὄν, τὸν δὲ πεπερασμένον, οὕτω καὶ οἱ πρὸς τούτους ἔλεγχοι οἱ μέν εἰσι κοινοί, οἱ δὲ ἴδιοι πρὸς ἕκαστον· κοινοὶ μὲν γάρ εἰσι διʼ ὧν ἐλέγχεται τὸ μὴ εἶναι ἓν καὶ ἀκίνητον τὸ ὄν, ἴδιοι δὲ διʼ ὧν ὁ μὲν ἐλέγχεται ὅτι οὐκ ἄπειρον, ὁ δὲ ὅτι οὐδὲ πεπερασμένον. δείξει γὰρ ὅτι τὸ ὂν τοῦτο, ὅπερ καὶ ἓν εἶναι ὑποτίθενται, ὅτι οὔτε ἄπειρον αὐτὸ ἐνδέχεται εἶναι, οὔτε πεπερασμένον. εἰσὶ δὲ οἱ τοῦ Παρμενίδου λόγοι δύο, ὧν τὸν ἕτερον ἐν τούτοις ἐκτίθεται — οὗπερ καὶ ὁ Θεόφραστος μέμνηται καὶ Πλάτων —, τὸν δὲ ἕτερον ἐν τοῖς ἔμπροσθεν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· τὸ παρὰ τὸ ὄν, φησίν, οὐκ ὄν ἐστι, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, ἤτοι τὸ ὂν ἄρα ἕν. ὁ μὲν οὖν λόγος τοιοῦτος, ἡμάρτηται δὲ καὶ κατὰ τὰς προτάσεις καὶ κατὰ τὴν ἀντιστροφήν· τὸ γὰρ συμπέρασμα ἀπὸ τοῦ ἡγουμένου κακῶς ἀντιστρέφει. ἔστι δὲ τὸ συμπέρασμα τοῦτο· τὸ παρὰ τὸ ὂν ἄρα οὐδέν. τῆς οὖν σὺν ἀντιθέσει ἀντιστροφῆς καθόλου ἀληθευούσης, ὅταν λάβωμεν τὸ τῷ ἑπομένῳ ἀντικείμενον καὶ συναγάγωμεν τὸ τῷ ἡγουμένῳ ἀντικείμενον, αὐτὸς κακῶς ἐκ τοῦ ἡγουμένου ἐποιήσατο τὴν ἀντιστροφὴν λαβὼν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ καὶ συναγαγὼν τὸ ἀντικείμενον τῷ ἑπομένῳ. ἔστι δὲ ἡγούμενον μὲν ἐν τῷ συμπεράσματι «τὸ παρὰ τὸ ὄν», ἑπόμενον δὲ τὸ «οὐδέν», ἀντίκειται δὲ τῷ μὲν παρὰ τὸ ὂν τὸ ὄν, τῷ δὲ οὐδὲν τὸ ἕν. εἰ τοίνυν ὑγιῶς ἐποιήσατο τὴν ἀντιστροφήν, ἐκ τοῦ ἑπομένου συνῆγε «τὸ ἓν ἄρα ὄν», καὶ ἀληθὲς ἂν ἦν τοῦτο. ἡ μὲν οὖν κατὰ τὴν ἀντιστροφὴν τοῦ συμπεράσματος ἁμαρτία τοιαύτη, ἐγκαλεῖ δὲ ὁ Ἀριστοτέλης καὶ ταῖς προτάσεσι, καὶ πρῶτόν γε τῇ ἐλάττονι τῇ λεγούσῃ «τὸ παρὰ τὸ ὂν οὐκ ὄν». τῶν γὰρ ὄντων, φησίν, ἐναργῶς πολλῶν ὄντων — τοῦτο γὰρ ἐκ τῆς ἐναργείας εἰλήφθω —, οὐκ ἔδει ἑνικῶς προαγαγέσθαι τὸν λόγον, οὐδὲ φωνὴν ὁμώνυμον λαβεῖν ἐν προτάσει τὴν τοῦ ὄντος, ἀλλʼ εἰπεῖν «τὰ παρὰ τὰ ὄντα οὐκ ὄντα»· εἰ δὲ τοῦτο εἶπεν, αὐτόθεν πολλὰ εἰσῆγε τὰ ὄντα. ἀλλὰ δὴ κἂν συγχωρήσωμεν αὐτῷ ἕν τι σημαίνειν τὸ ὂν καὶ ἀληθῆ εἶναι τὴν ἐλάττονα πρότασιν, ἡ μείζων ψευδὴς ἔσται. ἔστω γὰρ ἀληθὲς τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι, ἕν τι σημαίνοντος τοῦ ὄντος, οἷον τὴν οὐσίαν, οὐκέτι μέντοι ἀληθὲς τὸ οὐκ ὂν οὐδὲν εἶναι· καὶ γὰρ τὰ συμβεβηκότα οὐκ ὄντα μὲν διότι οὐκ οὐσίαι, οὐ μὴν οὐδέν. ταύτης τῆς προτάσεως καὶ ὁ Πλάτων ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ ἐπιλαμβάνεται. πολλὰ γὰρ ἐγκώμια πρότερον κατατείνας τοῦ Παρμενίδου καὶ πατέρα αὐτὸν καλέσας, φησὶν ὅτι εἰ καὶ ἀληθὲς εἴη τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι — ἴσμεν γὰρ ὅτι ὂν ἐκάλει τὸ νοητόν· εἴ τι οὖν ἐστι τὸ παρὰ τὸ νοητὸν ὅπερ ὄντως ὄν ἐστι, τοῦτο οὐκ ὂν ἔσται —, οὐκέτι μέντοι ἀληθὲς τὸ οὐκ ὂν οὐδὲν εἶναι. τὰ γὰρ αἰσθητὰ πάντα οὐκ ὄντα μέν, διότι μόνως ὄντα τὰ νοητά, οὐ μέντοι οὐδέν· εἰσὶ γάρ τι καὶ τὰ αἰσθητά. ὥστε κἂν τὴν ἐλάττονα πρότασιν ὑποθώμεθα ἀληθεύειν, ἡ μείζων ψευδὴς ἔσται· ἐκ μιᾶς δὲ προτάσεως οὐδὲν συνάγεται. ἄλλως τε πῶς λέγει ἓν τὸ ὂν εἶναι; ἢ γὰρ ὀνόματι ἓν ἔσται ἢ πράγματι· καὶ εἰ πράγματι, ἢ τῷ γένει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ· καὶ εἰ τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἢ ὡς τῷ λόγῳ ἕν· τὸ γὰρ ὡς ἀδιαίρετον νῦν παραλιμπάνει, διότι οὐδὲ χώραν ἔχει ἐπὶ τῶν ἀνδρῶν τούτων ἡ ὑπόθεσις αὕτη, εἴ γε ὁ μὲν ἄπειρον ἔλεγε τὸ ὄν, ὁ δὲ πεπερασμένον, τὸ δὲ ἄπειρον καὶ τὸ πεπερασμένον τοῦ μεγέθους εἰσίν, τὸ δὲ ἀδιαίρετον οὔτε ἄπειρον οὔτε πεπερασμένον. εἰ μὲν οὖν ὀνόματι μόνῳ ἕν ἐστι τὸ ὂν πραγμάτων ὄντων διαφόρων, αὐτόθεν πολλὰ τὰ ὄντα. εἰ δὲ πράγματι, εἴτε γένει εἴτε εἴδει, πάλιν πολλὰ τὰ ὄντα· πολλὰ γὰρ περιέχει τὸ γένος διαφέροντα τοῖς εἴδεσι καὶ τὸ εἶδος διαφέροντα τοῖς ἀτόμοις. εἰ δὲ τῷ ἀριθμῷ ἓν εἴη τὸ ὄν, εἰ μὲν τῷ λόγῳ ταὐτόν — λέγω δὲ ὡς πολυώνυμον —, τὸν Ἡρακλείτου ἐροῦσιν λόγον, ὅνπερ ἤδη εἶπεν — ὥστε τὰ ἐναντία τὰ αὐτὰ ἔσται καὶ ἡ ἀντίφασις, καὶ οὐ μᾶλλον ἔσται τὸ ὂν ἢ οὐκ ἔσται —, εἰ δὲ ὡς συνεχὲς ἓν τὸ ὄν, ἀνάγκη τοῦτο, φησίν, οὐσίαν εἶναι μόνον ἢ συμβεβηκὸς μόνον ἢ σύνθετόν τι ἐξ οὐσίας καὶ συμβεβηκότος. εἰ μὲν οὖν σύνθετον ἐξ οὐσίας καὶ συμβεβηκότος, ἐναργῶς πολλὰ τὰ ὄντα. οὐδὲ γάρ, ἐπειδὴ συνυπάρχουσιν ἀλλήλοις ἡ οὐσία καὶ τὰ συμβεβηκότα, ἤδη που ἕν τι καὶ ταὐτόν εἰσι πρᾶγμα· τοῦτο γάρ, φησίν, ἐστὶ καὶ τὸ τῆς πλάνης αἴτιον τῷ Παρμενίδῃ. οὐ συνεῖδε γὰρ ὅτι ἄλλο μέν ἐστι τὸ δεκτικὸν τῶν συμβεβηκότων, ἄλλο δὲ αὐτὰ τὰ συμβεβηκότα, οὐ μόνον πρὸς τὸ ὑποκείμενον, ἀλλὰ καὶ πρὸς ἄλληλα· ταῦτα γὰρ πάντα, εἰ καὶ ἕν τι ἀποτελοῦσιν, ἀλλʼ οὖν ὁ τοῦ εἶναι λόγος ἑκάστου ἕτερός ἐστιν· ἄλλως γὰρ ἀποδώσεις τοῦ ὑποκειμένου, λέγω δὴ τῆς οὐσίας, τὸν ὁρισμόν, καὶ ἄλλως τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ καὶ τῶν λοιπῶν. ὥστε εἰ οὕτως ὑπόθοιντο τὸ συνεχὲς ἓν εἶναι ὡς σύνθετον ἐξ οὐσίας καὶ συμβεβηκότων, ἐναργῶς πάλιν πολλὰ καὶ οὐχ ἓν τὸ ὄν, εἰ δὲ τὸ ὂν οὐσίαν μόνην ὑπόθοιντο, ὅπερ καὶ εὔλογον ὑπονοεῖν — οὐ γὰρ δήπου τὸ ὂν τοῦτο συμβεβηκὸς ἔλεγον εἶναι — … εἶτα μνησθεὶς τῆς οὐσίας, καὶ εἰπὼν ὅτι οὐκ εὔλογον τὸ ὑποτίθεσθαι αὐτοὺς συμβεβηκὸς λέγειν τὸ ὄν, πρότερον αὐτὸ τοῦτο διελέγχει τὸ τμῆμα τῆς διαιρέσεως, εἶτα ἀνατρέχει ἐπὶ τὴν ὑπόθεσιν τὴν τῆς οὐσίας. εἰ γάρ, φησίν, εἴποιμεν τὸ ὂν συμβεβηκὸς εἶναι, ἐπειδὴ τὸ συμβεβηκὸς τινὶ συμβέβηκε, λέγω δὴ τῇ οὐσίᾳ, ἀνάγκη εἶναί τι τοῦτο ᾧ συμβέβηκεν· ἔστιν ἄρα ἡ οὐσία. ἀλλʼ ἐπειδὴ μόνον τὸ συμβεβηκὸς ὄν ἐστι, δῆλον ὅτι ἡ οὐσία οὐκ ὂν ἔσται, καὶ οὐ τὶ μὲν ὄν, τὶ δὲ οὐκ ὄν — οὕτω γὰρ ἂν πολλὰ ἦν τὰ ὄντα —, ἀλλʼ ὅλως μὴ ὄν. ἀλλὰ μὴν ὑπέκειτο καὶ εἶναι, ἵνα καὶ συμβῇ αὐτῇ τὸ ὄν, τουτέστι τὸ συμβεβηκός, τὶ ἄρα οὐκ ὂν ἔσται, ὅπερ ἄτοπον. οὐκ ὂν μὲν γάρ, διότι τὸ συμβεβηκὸς μόνον ἐστὶν ὄν, εἶναι δὲ ἀνάγκη πάλιν τὴν οὐσίαν, ᾗ τινι καὶ συμβεβηκέναι λέγεται τὸ ὄν· ἔσται τι ἄρα, ἡ οὐσία λέγω, καὶ ὂν καὶ οὐκ ὄν. καὶ ἄλλως οὐκ ὂν μὲν ἔσται, ἐπειδὴ τοῦτο ὑπέκειτο, ἔσται δὲ πάλιν ὄν, ἐπειδὴ τοῦ ὄντος μετέχει, λέγω δὴ τοῦ συμβεβηκότος, τὰ δὲ μετέχοντά τινος παρωνύμως ἀπʼ ἐκείνου καὶ ὀνομάζεται. τὸ γὰρ μετέχον τοῦ λευκοῦ λευκὸν λέγεται, καὶ τὸ μετέχον τῆς μουσικῆς μουσικόν· μουσικὴ γὰρ καὶ ἡ ἐπιστήμη καὶ ἡ μουσικὴ γυνή. ὥστε εἰ τὸ μὴ ὄν, τουτέστιν ἡ οὐσία, μετέχει τοῦ συμβεβηκότος, τουτέστι τοῦ ὄντος, ὂν ἂν εἴη καὶ αὐτή· ὥστε τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὂν ἔσται. πάλιν ἐπειδὴ τὸ συμβεβηκὸς ὄν ἐστι, τὸ δὲ ὂν τοῦτο ἑτέρῳ συμβέβηκε, τοῦτο δὲ οὐκ ὄν ἐστιν, ἔσται τὸ ὂν τὸ αὐτὸ καὶ οὐκ ὄν· ἔστι γὰρ ἐν τῷ οὐκ ὄντι, τὸ δὲ ἐν τῷ οὐκ ὄντι ὂν οὐκ ὂν ἔσται. ἀδύνατον ἄρα τὸ ὂν συμβεβηκὸς εἶναι. τοῦτο δείξας, ἀνατρέχει ἐπὶ τὸ ἐξ ἀρχῆς προτεθέν, μήποτε οὖν τὸ ὂν οὐσίαν μόνην ὑποτίθενται εἶναι, «οἷον ἄνθρωπον ἕνα» ἢ ἁπλῶς σῶμά τι. ἀλλʼ εἰ τοῦτο, ἐπειδή, φησίν, ὑπάρχουσι ταῖς οὐσίαις τὰ συμβεβηκότα καὶ διὰ τοῦτο ἀληθὲς εἰπεῖν ὅτι ὁ Σωκράτης λευκός ἐστιν ἢ ὁ ἄνθρωπος ἢ τὸ σῶμα, ἔσται πάλιν τὸ αὐτὸ καὶ ὂν καὶ οὐκ ὄν· εἰ γὰρ ἀληθὲς εἰπεῖν τὴν οὐσίαν λευκὴν εἶναι, τὸ δὲ λευκὸν οὐκ ὄν ἐστιν, ἡ οὐσία ἄρα οὐκ ὂν ἔσται. ἀλλὰ μὴν ἔστι καὶ τὸ ὄν· τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὂν ἔσται. καὶ πάλιν εἰ τὸ λευκὸν οὐκ ὄν ἔστιν, ἔστι δὲ τοῦτο ἐν τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὄν ἐστι, τὰ οὐκ ὄντα ἄρα ἐν τῷ ὄντι ἔσται. τὸ δὲ ἐν τῷ ὄντι ὂν ὄν ἐστι· τὸ οὐκ ὂν ἄρα ὂν ἔσται. ἀδύνατον ἄρα τὴν οὐσίαν μόνην ὑποτίθεσθαι αὐτοὺς τὸ ὄν. μήποτε οὖν ὅλως τὰ συμβεβηκότα οὐχ ὑποτίθενται εἶναι, ἀλλʼ αὐτὴν καθʼ αὑτὴν μόνην, καὶ οὕτως οὐδὲν τῶν εἰρημένων ἀτόπων ἕψεται. ἀλλὰ ταύτην τὴν ὑπόθεσιν ἐφεξῆς γυμνάσει, δεῖ δὲ εὐγνωμόνως ἡμᾶς καὶ τῶν Παρμενίδου λόγων ἀκούοντας ἐκ τῶν παρʼ αὐτοῦ τοῦ Παρμενίδου τὴν διάνοιαν αὐτοῦ ἑλεῖν. τί οὖν φησιν ἐν τοῖς ἔπεσιν αὐτὸς περὶ τοῦ ὄντος; οὖλον μουνογενὲς καὶ ἀτρεμὲς ἠδʼ ἀγένητον. καὶ πάλιν· οὐκ ἦν οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον. καὶ πάλιν· ἐὸν γὰρ ἐόντι πελάζει. εἰ δέ φησιν «ὁμοῦ πᾶν» καὶ «ἐὸν ἐόντι πελάζει», ᾔδει ἄρα τὸ πλῆθος ἐν τοῖς οὖσιν ὑπάρχειν. ἀλλʼ ἐπεὶ μὴ περὶ φυσικῶν ἦν αὐτοῖς ὁ λόγος, ἀλλὰ περὶ τῶν νοητῶν, διὰ τοῦτο τὴν ἐν ἐκείνοις ἕνωσιν θεωροῦντες καὶ τὸ ἀμετάβλητον οὕτως αὐτὰ ἑκάλουν.

Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων, καὶ εἴ τινες ἄλλοι ἴδιοι. τουτέστι τῷ αὐτῷ τῶν λόγων τρόπῳ καὶ τὸν Παρμενίδην ἐλέγξομεν ἓν λέγοντα τὸ ὂν καὶ ἀκίνητον· ὁμοίως γὰρ καὶ αὐτὸς καὶ ψευδεῖς εἴληφε τὰς προτάσεις καὶ ἀσυλλογίστως συλλογίζεται. εἰ τοίνυν ὁ αὐτὸς τρόπος τῶν λόγων ἡμῖν καὶ πρὸς τοῦτον, δῆλον ὅτι ἐπιλυσόμεθα καὶ τοὺς τούτου λόγους πῇ μὲν ἐλέγχοντες ὅτι ψευδεῖς, πῇ δὲ ὅτι ἀσυλλόγιστοι. καὶ τοῖς αὐτοῖς οὖν τρόποις τῶν λόγων τῷ Μέλισσῳ ἐλεγχθήσεται, καὶ ἰδίοις ἑτέροις. φασὶ δὲ γεγράφθαι αὐτῷ ἰδίᾳ βιβλίον πρὸς τὴν Παρμενίδου δόξαν, ὃ νῦν αἰνίττεται διὰ τοῦ εἰπεῖν καὶ εἴ τινες ἄλλοι ἴδιοι.

Καὶ ἡ λύσις πῇ μὲν ὅτι ψευδής, πῇ δὲ ὅτι οὐ συμπεραίνεται.

Ἐπιλυσόμεθα, φησί, τὸν Παρμενίδου λόγον διττῶς, καὶ ὅτι ψευδεῖς εἴληφε προτάσεις καὶ ὅτι οὐδʼ οὕτως συμπεραίνει ἐξ αὐτῶν τοῦτο ὃ βούλεται. καὶ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ὅτι ἀμφότεροι ὅ τε Μέλισσος καὶ ὁ Παρμενίδης «καὶ ψευδῆ λαμβάνουσι καὶ ἀσυλλόγιστοί εἰσι». ψευδεῖς μὲν γὰρ λαμβάνει τὰς προτάσεις, ὅτι τὸ ὂν πολλὰ σημαῖνον ὡς ἕν τι σημαῖνον οὕτω παρείληφεν ἐν τῇ ἐλάττονι προτάσει· τὸ γὰρ ἁπλῶς ἐνταῦθα ἀντὶ τοῦ μοναχῶς, καὶ δῆλον ἐκ τοῦ ἀντιδιαστεῖλαι αὐτῷ τὸ πολλαχῶς· ᾗ ἁπλῶς γάρ φησι λαμβάνει τὸ ὂν λέγεσθαι, ἀντὶ τοῦ μοναχῶς, λεγόμενον πολλαχῶς. εἴπομεν δὲ ὅτι καὶ ἡ μείζων πρότασις ψευδής ἐστι. τὸ μὲν ψεῦδος ἐν ταῖς προτάσεσι τοιοῦτον, τὸ δὲ ἀσυμπέραντον οὐκ ἔοικε διὰ τὴν ἀντιστροφὴν λαμβάνειν ὁ Ἀριστοτέλης· ἔχει γὰρ ἡ λέξις οὕτως· ἀσυμπέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη σημαίνοντος ἓν τοῦ λευκοῦ, οὐδὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν. τουτέστι κἂν συγχωρήσωμεν αὐτῷ ἀληθῆ λαβεῖν τὴν ἐλάττονα πρότασιν καὶ τὸ ὂν ἕν τι σημαίνειν, οἷον τὸ λευκόν, ἀληθὲς μὲν τὸ εἰπεῖν ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τουτέστι τὸ παρὰ τὸ λευκὸν οὐ λευκόν, οὐκέτι δὲ ἕξει χώραν ἡ μείζων πρότασις ἡ λέγουσα τὸ οὐκ ὂν οὐδέν, τουτέστι τὸ οὐ λευκὸν οὐδέν ἐστιν. οὐκ ὂν μὲν γὰρ τὸ οὐ λευκόν, διότι τὸ ὂν ἓν μόνον σημαίνει τὸ λευκόν· οὐ μέντοι ἤδη καὶ οὐδὲν ἔσται, ἐπεὶ καὶ ἡμεῖς τὴν ὕλην ἑτέραν τῶν ὄντων πάντων λέγοντες εἶναι — τουτέστι τῶν εἰδοπεποιημένων — διὰ τὸ πᾶσιν ὑπεστρῶσθαι, ὅμως οὔ φαμεν αὐτὴν οὐδὲν εἶναι. ὥστε ἀνῃρημένης τῆς μείζονος προτάσεως οὐδὲν συμπερανθήσεται· ἐκ μιᾶς γὰρ προτάσεως οὐδὲν συμπεραίνεται. ἄλλως τε κἂν δῶμεν τὸ ὂν ἓν εἶναι, τοῦτο δὲ τὸ ὂν λευκόν ἐστιν, οὐδὲν ἧττον καὶ οὕτω πολλὰ ἔσονται τὰ ὄντα· τὰ γὰρ λευκὰ πολλά. τὸ γὰρ λευκὸν ἓν εἶναι ἢ γένει ἢ εἴδει μόνον δυνατόν, εἰ δὲ οὕτως ἓν τὸ λευκόν, πολλὰ δηλονότι καὶ οὐχ ἓν τὰ λευκά· πλειόνων γὰρ περιεκτικὸν τὸ γένος καὶ τὸ εἶδος. οὐ γὰρ δὴ τὸ λευκὸν ὡς ἕν τι ἄτομον ληψόμεθα· ἀδύνατον γάρ, φησί, τοῦτο. ἀνάγκη γάρ, εἰ ἓν εἴη ἄτομον, ἢ ὡς συνεχὲς εἶναι ἓν ἢ ὡς τῷ λόγῳ ταὐτόν, ἀδύνατον δὲ ἀμφοτέρως. οὔτε γὰρ ἕν τι συνεχές ἐστι τὸ λευκόν — ἐναργῶς γὰρ διακεκριμένα εἰσὶν ἀπʼ ἀλλήλων —, οὔτε τῷ λόγῳ εἰσὶ ταὐτά· ἄλλος γὰρ ὁ τοῦ λευκοῦ λόγος, καὶ ἄλλος ὁ τοῦ ὑποκειμένου τοῦ δεδεγμένου αὐτό.

Ἴδωμεν δὲ καὶ ἐπὶ λέξεως αὐτῆς πῶς φησιν. ἄλλο γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τὸ δεδεγμένῳ. εἰπὼν ὅτι εἰ καὶ ἓν σημαίνει τὸ λευκόν, οὐδὲν ἧττον πολλὰ τὰ λευκά, διότι ἢ γένει ἓν ἔσται ἢ εἴδει, ἐπήγαγεν· οὔτε γὰρ τῇ συνεχείᾳ ἓν ἔσται τὸ λευκόν, οὔτε τῷ λόγῳ. ταὐτὸν δὲ εἰπεῖν «οὔτε γὰρ ὡς καθʼ ἕκαστον ἓν ἔσται τὸ λευκόν», τὸ δὲ καθʼ ἕκαστον ἢ ὡς συνεχὲς ἐλέγετο ἓν εἶναι ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν. ἐπεὶ οὖν οὐδὲν αὐτῷ συντείνει τὸ ἀδιαίρετον, παρῆκεν αὐτὸ νῦν. διχῇ οὖν διελὼν τὸ καθʼ ἕκαστον, δείκνυσιν ὅτι κατʼ οὐδέτερον δυνατὸν ἓν εἶναι λέγειν τὸ ὄν, τουτέστι τὸ λευκόν· τοῦτο γὰρ ὑπόκειται νῦν τὸ ὂν σημαίνειν. καὶ ὅτι μὲν οὐ δυνατὸν ὡς τῷ λόγῳ ταὐτὸν εἶναι, φησίν· ἄλλο γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τὸ δεδεγμένῳ, τουτέστιν οὐ δυνατὸν ἕνα ὁρισμὸν τοῦ λευκοῦ ἀποδοῦναι. τὸ γὰρ λευκὸν σῶμά ἐστι τοιῶσδε κεχρωσμένον, καὶ ὁρισμὸς ἄλλος μὲν ἀποδίδοται τοῦ ὑποκειμένου, ἄλλος δὲ αὐτῆς τῆς λευκότητος· οὐ γάρ ἐστι τῶν καθʼ αὑτὸ ὑφεστηκότων τὸ λευκόν, ἀλλὰ τῶν ἐν σώματι ἐχόντων τὸ εἶναι. εἰ τοίνυν μὴ δυνατὸν ἕνα ὁρισμὸν τοῦ ὑποκειμένου καὶ τῆς λευκότητος ἀποδοῦναι, οὐκ ἄρα ὡς τῷ λόγῳ ταὐτὸν ἓν ἔσται τὸ λευκόν.

Καὶ οὐκ ἔστι παρὰ τὸ λευκὸν οὐδὲν χωριστόν· οὐ γὰρ ᾗ χωριστόν, ἀλλὰ τῷ εἶναι ἕτερον τὸ λευκὸν καὶ ᾧ ὑπάρχει.

Ἐπειδὴ εἶπεν ὅτι ἕτερόν ἐστι τὸ λευκὸν τοῦ ὑποκειμένου, ἵνα μή τις ὑπονοήσῃ ὅτι τῷ εἶναι ἰδέαν τινὰ τοῦ λευκοῦ χωριστὴν καὶ οὐκ ἐν ὑποκειμένῳ τινί, ταύτῃ ἕτερός ἐστιν ὁ τοῦ λευκοῦ λόγος παρὰ τὸ ὑποκείμενον, διὰ τοῦτό φησιν ὅτι οὐκ ἔστι χωριστόν τι εἶδος ἕτερον παρὰ τὸ λευκὸν τὸ ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχον, ὥσπερ τυχὸν ὑποτίθεται Πλάτων· οὐ γὰρ τῷ χωριστὸν εἶναί τι λευκὸν ἕτερόν ἐστι τοῦ ὑποκειμένου, ἀλλὰ τῷ τὴν οὐσίαν ἑτέραν ἔχειν, κἂν μυριάκις χωρισθῆναι οὐ πέφυκε, ταύτῃ καὶ τὸν ὁριστικὸν λόγον ἕτερον δέχεται. ὥστε εἰ ἀδύνατον ἓν εἶναι τῷ λόγῳ τὸ λευκόν, ταὐτὸν δὲ εἰπεῖν τὸ ὄν, οὐχ ἓν ἄρα οὐδʼ οὕτως τὸ ὄν. κἂν τὴν οὐσίαν δέ τις ὑπόθοιτο, ἀδύνατον πάλιν μίαν εἶναι τῷ λόγῳ· δεκτικὴ γὰρ αὕτη τῶν συμβεβηκότων, ἅτινα πάλιν ἕτερον τὸν τοῦ εἶναι δέχεται λόγον. ὥστε οὐδαμῶς ἓν εἶναι τὸ ὂν δυνατὸν ὡς τῷ λόγῳ ταὐτὸν ὄν. ἀλλὰ τοῦτο Παρμενίδης οὔπω συνεώρα, ὅτι κἂν ἅμα ὦσι καὶ ἐν τῷ αὐτῷ διάφορα πράγματα ἕτερον τὸν τοῦ εἶναι λόγον ἐπιδεχόμενα, οὐχ ἕν εἰσι διὰ τὸ ὑποκείμενον μᾶλλον ἢ πολλὰ διὰ τοὺς ὁριστικοὺς λόγους. καὶ τοῦτο τῆς πλάνης αὐτῷ αἴτιον γέγονε, τὸ ὁρᾶν τὰς κατηγορίας πάσας ἅμα οὔσας· ἐνόμισε γὰρ ὅτι διὰ τοῦτο καὶ τὸ ὂν ἕν ἐστιν.

Ἀνάγκη δὴ λαβεῖν οὐ μόνον ἓν σημαίνειν τὸ ὄν, καθʼ οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.

Δείξας ὅτι οὐκ ἔστιν ὡς τῷ λόγῳ ταὐτὸν ἓν τὸ ὄν, βούλεται νῦν δεῖξαι ὅτι οὐδὲ ὡς συνεχές. εἴρηται δὲ ὅτι εἰ ὡς συνεχὲς ἕν, ἢ ὡς οὐσία μόνον ἔσται, ἢ συμβεβηκὸς μόνον, ἢ μικτὸν ἐξ ἀμφοῖν· τέως οὖν ὅτι οὐ δύναται οὐσία μόνον εἶναι δείκνυσιν. ἀνάγκη οὖν, φησίν, εὐγνωμονέστερον ἀκούοντας τῶν λόγων τὸ ὂν ὅ φασιν οὐ μόνον ἓν σημαίνειν ἐνδέχεσθαι, ὡς αὐτοί φασιν, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν· ὅπερ ὄν, τουτέστι τὸ κυρίως ὄν, τοῦτο δέ ἐστιν ἡ οὐσία, καὶ τὸ ἔμπαλιν ὅπερ ἕν, τουτέστι τὸ κυρίως ἕν, ὅπερ ἐστὶ τὸ τῷ ἀριθμῷ ἕν. οὐ γὰρ δή, φησί, τὸ συμβεβηκὸς ἂν λέγοιεν τὸ ὄν, τοῦτο δὲ ἐσήμανεν εἰπών· τὸ γὰρ συμβεβηκὸς καθʼ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ὥστε κυριώτερον ἂν τὴν οὐσίαν λέγοιεν τὸ ὄν. εἶτα τοῦτο εἰπὼν τρέπεται εἰς τὸ δεῖξαι ὅτι ἀδύνατον τὸ συμβεβηκὸς αὐτοὺς ὑποτίθεσθαι. εἰ γὰρ τοῦτο, φησίν, εἴη τὸ ὄν, τὸ ᾧ συμβέβηκε τὸ ὂν οὐκ ἔσται, συμβέβηκε δὲ τῇ οὐσία· ὥστε εἰ τὸ συμβεβηκὸς μόνον ὄν, ἡ οὐσία οὐκ ὂν ἔσται — ἑτέρα γάρ ἐστι τοῦ ὄντος —, εἰ δὲ οὐκ ὂν ἡ οὐσία, τὶ ὂν ἄρα οὐκ ὂν ἔσται — ὑπόκειται γὰρ ἡ οὐσία τῷ συμβεβηκότι, ὥστε ἔστι τι ἡ οὐσία· ἀλλὰ τὸ συμβεβηκὸς μόνον ὄν, ὥστε ἡ οὐσία οὐκ ὄν· τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν, ὅπερ ἀδύνατον.

Οὐ δὴ ἔσται ἄλλῳ ὑπάρχον τὸ ὅπερ ὄν.

Εἰ ἀδύνατον, φησί, τὸ αὐτὸ ἅμα ὂν καὶ μὴ ὂν εἶναι, τοῦτο δὲ συμβέβηκεν ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς τὸ ὂν συμβεβηκὸς εἶναι, ἀδύνατον ἄρα ἄλλῳ συμβεβηκέναι τὸ ὄν· οὐ γὰρ ἐνδέχεται, φησίν, ὂν εἶναι τὸ συμβεβηκός, εἰ μὴ πολλὰ σημαίνει τὸ ὄν, ὥστε καὶ τὴν οὐσίαν ὄν τι εἶναι καὶ τὸ συμβεβηκός. εἰ γὰρ ἕν τι σημαίνει τὸ ὄν, συμβήσεται τὰ εἰρημένα ἄτοπα· ἀλλὰ μὴν ὑπόκειται ἓν τὸ ὂν σημαίνειν, ἀδύνατον ἄρα τὸ ὂν συμβεβηκὸς εἶναι.

Εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν ἀλλὰ ἐκείνῳ τι μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν;

Δείξας ὅτι ἀδύνατον τὸ ὂν συμβεβηκὸς αὐτοὺς ὑποτίθεσθαι, ἀνατρέχει ἐπὶ τὸ ἐξ ἀρχῆς, ὅτι οὐδὲ οὐσίαν μίαν αὐτὸ δυνατὸν εἶναι. διχῶς δὲ στικτέον, ἢ οὕτως· εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν, ἀλλὰ μᾶλλον ἐκείνῳ ἕτερόν τι συμβέβηκεν, εἶτα ὧδε ὑποστίξαντας ἐπαγαγεῖν· τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν; ἢ μᾶλλον εἰς τὸ ἀλλʼ ἐκείνῳ στικτέον, εἶτα ἐφεξῆς· τί μᾶλλον τὸ ὅπερ ὂν καὶ τὰ ἑξῆς. ὁ δὲ νοῦς· εἰ οὖν ἀδύνατον τὸ ὅπερ ὂν συμβεβηκέναι τινί, ἀλλʼ ἐκείνῳ — τουτέστι τῷ ὅπερ ὄντι — συμβέβηκεν ἕτερόν τι, τουτέστι τῇ οὐσίᾳ τὸ συμβεβηκός, τί μᾶλλον τὸ ὅπερ ὂν — τουτέστιν ἡ οὐσία — τὸ ὂν ἢ τὸ μὴ ὂν σημαίνει; τουτέστιν οὐδὲν μᾶλλον ἔσται ὂν ἢ οὐκ ὂν ἡ οὐσία. πῶς δὲ τοῦτο συμβαίνει ἐπήγαγεν· εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν τὸ αὐτὸ καὶ λευκόν, τὸ λευκῷ δὲ εἶναι μή ἐστιν ὅπερ ὄν — οὐδὲ γὰρ συμβεβηκέναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν —, οὐκ ἄρα ὂν τὸ λευκόν. ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐπειδὴ τὸ ὅπερ ὄν, τουτέστιν ἡ οὐσία, ἐστὶ καὶ λευκή — λέγομεν γὰρ τὸν Σωκράτην λευκὸν εἶναι —, τὸ δὲ λευκὸν οὐκ ἔστιν ὅπερ ὄν — μόνη γάρ ἐστιν ἡ οὐσία ὅπερ ὄν —, τὸ ὅπερ ὂν ἄρα οὐχ ὅπερ ὄν. τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν, ὅπερ ἀδύνατον. εἰ γὰρ ἀληθὲς εἰπεῖν τὴν οὐσίαν λευκήν, τὸ δὲ λευκὸν οὐκ ὄν, ἡ οὐσία ἄρα οὐκ ὄν· ὑπόκειται δὲ καὶ ὄν, τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν. οὐδὲ γὰρ συμβεβηκέναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν. οὐκ ἄρα ὂν τὸ λευκόν. τὸ λευκόν, φησίν, οὐκ ἔστιν ὄν· οὐκ ἐνδέχεται γὰρ αὐτῷ ὑπάρξαι τὸ ὄν. πᾶν γὰρ ὂν εὐθὺς καὶ ὅπερ ὄν ἐστιν, ὅπερ ὂν δὲ μόνως ἡ οὐσία, καὶ μόνως ἄρα ὂν ἡ οὐσία· εἰ δὲ τοῦτο, οὐκ ἄρα ὂν τὸ λευκόν. οὐχ οὕτως δὲ ὡς ὅπερ τὶ μὴ ὄν, ἀλλʼ ὅλως μὴ ὄν. ἐπειδὴ ἔδειξεν ὅτι τὸ λευκὸν οὐκ ἔστιν ὄν, διότι μόνως ὂν ἡ οὐσία, ἔστι δὲ μὴ ὂν καὶ τὸ ἁπλῶς μὴ ὂν καὶ τὸ τὶ μὴ ὄν — ὥσπερ ὁ Σωκράτης τὶ μὴ ὄν· οὐκ ἔστι γὰρ Πλάτων ἢ Ἀλκιβιάδης —, διὰ τοῦτο, φησί, τὸ λευκὸν μὴ ὄν ἐστιν, οὐχ ὡς τὶ μὴ ὄν, ἀλλʼ ὅλως μὴ ὄν, διότι καὶ τὸ μόνως ὄν, ἡ οὐσία, οὐκ ἔστι τὶ ὄν, ἀλλʼ ἁπλῶς ὄν. ὥστε εἰ ἁπλῶς ὂν ἡ οὐσία καὶ μόνον ὄν, τὸ συμβεβηκὸς ἄρα ἁπλῶς μὴ ὄν.

Τὸ ἄρα ὅπερ ὂν οὐκ ὄν.

Τοῦτο συμπέρασμά ἐστι τοῦ ὅλου λόγου· εἰ γὰρ τὸ ὅπερ ὂν ἡ οὐσία ἐστίν, ἡ οὐσία δέ ἐστι καὶ λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν, τὸ ὅπερ ὂν ἄρα οὐκ ὄν. πάλιν δὲ διὰ τῶν ἑξῆς αὐτὸ τοῦτο ἐπαναλαβὼν κατεσκεύασεν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι λευκόν. ἀληθές, φησί, τὸ ὅπερ ὂν εἰπεῖν ὅτι λευκόν· εἰ γὰρ τὸ ὅπερ ὂν ἡ οὐσία, τὴν δὲ οὐσίαν ἀληθὲς εἰπεῖν ὅτι λευκόν — λέγομεν γὰρ τὸ σῶμα λευκὸν εἶναι —, τὸ ὅπερ ὂν ἄρα ἀληθὲς εἰπεῖν ὅτι λευκόν. τὸ δὲ λευκὸν οὐκ ὂν ἐσήμανε — μόνον γὰρ ὂν ἡ οὐσία· ὥστε καὶ τὸ ὅπερ ὂν οὐκ ὂν ἔσται. ὥστʼ εἰ καὶ τὸ λευκὸν σημαίνει τὸ ὅπερ ὄν, πλείω ἄρα σημαίνει τὸ ὄν. εἰ ἄτοπον, φησί, τὸ ὅπερ ὂν τὸ αὐτὸ καὶ μὴ ὂν εἶναι, διότι τὸ ὅπερ ὄν ἐστι καὶ λευκόν, τὸ δὲ λευκὸν μὴ ὄν ἐστι, ψεῦδος ἄρα τὸ λευκὸν μὴ ὂν εἶναι. ὂν ἄρα τὸ λευκόν. πᾶν δὲ ὂν εὐθὺς καὶ ὅπερ ὄν· ὥστε καὶ τὸ λευκὸν ὅπερ ὄν. εἰ δὲ τοῦτο, ἔστι δὲ καὶ ἡ οὐσία ὅπερ ὄν, πλείω ἄρα σημαίνει τὸ ὂν καὶ οὐχ ἕν.

Οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν, εἴπερ ὅπερ ὂν τὸ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων.

Εἰς ἕτερον ἐπάγει τὸν λόγον. εἰ μόνως, φησίν, ὅπερ ὂν ἡ οὐσία, ἀνάγκη μηδὲ μέγεθος ἔχειν τὸ ὅπερ ὄν — τὸ γὰρ μέγεθος ποσόν, τὸ δὲ ποσὸν συμβεβηκός, τὸ δὲ συμβεβηκὸς μὴ ὄν —, εἰ δὲ τὸ ὅπερ ὂν οὐχ ἕξει μέγεθος, οὐδὲ πεπερασμένον οὐδὲ ἄπειρον ἔσται. ὥστε καὶ τὰς ἑαυτῶν ἀναιρήσουσιν ὑποθέσεις, ἓν ὑποτιθέμενοι σημαίνειν τὸ ὄν, τὴν οὐσίαν. ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων τῆς οὐσίας τῆς μεμεγεθυσμένης, οἷον τοῦ σώματος μόρια καλεῖ τήν τε οὐσίαν αὐτὴν καὶ τὸ ποσόν. ταῦτα οὖν, φησίν, εἰ καὶ τῷ ὑποκειμένῳ ἓν καὶ ταὐτόν εἰσιν, ἀλλʼ οὖν τὸ εἶναι ἕτερόν ἐστιν ἑκατέρῳ αὐτῶν· ἄλλος γὰρ ὁ τῆς οὐσίας λόγος καὶ ἄλλος ὁ τοῦ μεγέθους. ὥστε εἰ τὸ ὅπερ ὂν μόνον ἐστὶν ἡ οὐσία, τὸ μέγεθος ἄρα οὐκ ὄν. ὥστε οὐχ ἕξει μέγεθος ἡ οὐσία, ἵνα μὴ τὸ αὐτὸ καὶ ὂν καὶ οὐκ ὂν εἴη. εἰ δὲ μὴ ἕξει μέγεθος, οὔτε ἄπειρος ἔσται οὔτε πεπερασμένη· ταῦτα γὰρ τοῦ ποσοῦ.

Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν.

Διελὼν τὸ κυρίως ἕν, λέγω δὲ τὸ τῷ ἀριθμῷ, εἴς τε τὸ συνεχὲς καὶ τῷ λόγῳ ταὐτόν, καὶ εἰπὼν ὅτι εἰ ὡς συνεχὲς ἓν εἴη τὸ ὄν, ἢ οὐσία ἔσται ἢ συμβεβηκός — εἰ γὰρ σύνθετον ἐξ ἀμφοῖν, ἐναργῶς πολλὰ τὰ ὄντα —, εἶτα δείξας ὅτι οὐδʼ εἰ οὐσία μόνον εἴη, ἐπειδὴ ἡ οὐσία δεκτική ἐστι τῶν συμβεβηκότων καί ἐστιν ἀληθὲς εἰπεῖν ὅτι ἡ οὐσία λευκόν ἐστι, τὸ δὲ λευκὸν οὐκ ὄν, καὶ ἡ οὐσία οὐκ ὄν ἐστιν, ὑπέκειτο δὲ καὶ ὂν εἶναι, τὸ αὐτὸ ἄρα καὶ ὂν ἔσται καὶ μὴ ὄν· ἐπειδὴ ἐκ τοῦ ὑποτίθεσθαι τὴν οὐσίαν δεκτικὴν εἶναι τῶν συμβεβηκότων συνήχθη τὸ ἄτοπον, εἶπε δὲ ἄν τις ὅτι μήποτε οὐδʼ ὅλως δεῖ ὑποτίθεσθαι εἶναι τὰ συμβεβηκότα, ἀλλὰ μόνην τὴν οὐσίαν εἶναι, διὰ τοῦτο νῦν τοῦτο προτίθεται δεῖξαι ὅτι, κἂν τὸ ὂν τὴν οὐσίαν ὑποθώμεθα εἶναι καὶ ταύτην ἀριθμῷ μίαν καὶ μηδʼ ὅλως ὑπάρχειν αὐτῇ τὰ συμβεβηκότα, καὶ οὕτως δειχθήσεται οὐδὲν ἧττον πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν. λέγει δὲ δυνάμει ταῦτα· πότερον διδάσκετε ἡμᾶς περὶ τῆς οὐσίας ταύτης ἢ οὔ; εἰ μὲν οὖν οὐδὲν ἡμᾶς διδάσκετε, ἀλλʼ ἀξιοῦτε ἡμᾶς ταῖς ἀποφάνσεσιν ὑμῶν ἕπεσθαι, οὐ πεισόμεθα ὑμῖν· εἰ δὲ διδάσκετε, ἢ διʼ ὀνόματος πάντως ἡμᾶς διδάσκετε, ἢ διὰ λόγου. εἰ μὲν οὖν διʼ ὀνόματος ἡμᾶς διδάσκετε, οὐ πεφύκασι τὰ ὀνόματα τὴν φύσιν τῶν πραγμάτων ἡμῖν παριστᾶν· ὁ γὰρ τὴν τοῦ ἀνθρώπου μαθεῖν θέλων φύσιν οὐδὲν πλέον εἴσεται διὰ τῆς «ἀνθρώπου» φωνῆς. καὶ ἄλλως εἰ τὰ ὀνόματα τῶν πραγμάτων ἱκανὰ ἦν εἰς παράστασιν τῆς οὐσίας αὐτῶν, πάντες ἄνθρωποι ὁμοίως ἦμεν ἐπιστήμονες, ὁμοίως εἰδότες τί ὑφʼ ἑκάστου τῶν ὀνομάτων σημαίνεται. εἰ δὲ διὰ λόγου, ἢ διʼ ὁρισμοῦ πάντως ἢ διʼ ὑπογραφῆς. καὶ καθόλου πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις κατὰ τρεῖς γίνεται τρόπους· ἢ γὰρ κατὰ ἀπόφασιν — ὥσπερ ὁ Πλάτων τὴν περὶ θεοῦ φησι γίνεσθαι καὶ τῆς ὕλης διδασκαλίαν· ὅτι οὔτε τόδε ἐστὶν οὔτε τόδε θεός, ἀλλʼ ὅτι «ὑπὲρ ταῦτα», ὥσπερ καὶ ἐπὶ τῆς ὕλης ὅτι χείρων τούτων —, ἢ κατὰ ἀναλογίαν — ᾧ τρόπῳ πάλιν ἐπὶ θεοῦ καὶ τῆς ὕλης κέχρηται, λέγων ὅτι ὃν λόγον ἔχει ὁ ἥλιος πρὸς τὰ ἐγκόσμια πάντα, τοῦτον ὁ θεὸς ἁπλῶς πρὸς πάντα τὰ ὄντα, καὶ ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς τὰ χαλκᾶ σκεύη, τοῦτον τὸν λόγον ἡ ὕλη πρὸς τὰ ἔνυλα πάντα —, ἢ διʼ ὁρισμῶν. πᾶς δὲ ὁρισμὸς καὶ ὑπογραφὴ ἐκ πλειόνων ἐστὶν ὀνομάτων, ἢ ὀνομάτων καὶ ῥημάτων. τὰ οὖν πλείονα ταῦτα ὀνόματα ἤτοι ἓν καὶ ταὐτὸν σημαίνουσιν, ἢ πλείονα καὶ διάφορα· ἀλλʼ εἰ μὲν ἓν καὶ ταὐτὸν σημαίνοιεν, πάλιν διʼ ὀνόματός ἐστιν ἡ διδασκαλία — τί γὰρ διαφέρει διὰ τοῦ ξίφους ἢ μαχαίρας ἢ σπάθης διδάξαι τὸ ὑποκείμενον; καθʼ ἕκαστον γὰρ ὄνομα τὸ αὐτὸ σημαίνομεν ὑποκείμενον —, εἰ δὲ πλείονα καὶ διάφορα σημαίνουσιν αἱ ἐν τῷ ὁρισμῷ παραλαμβανόμεναι φωναί, ἤτοι οὐσίας πλείους σημαίνουσιν ἢ συμβεβηκότα. εἰ μὲν οὖν οὐσίας πλείους σημαίνουσιν, αὐτόθεν πολλὰ τὰ ὄντα — πολλαὶ γὰρ οὐσίαι, αἱ δὲ οὐσίαι ὄντα εἰσίν —, εἰ δὲ συμβεβηκότα, ἢ αὐτῷ τῷ ὄντι συμβεβήκασιν ἢ ἑτέρῳ, καὶ ἢ χωριστά εἰσιν ἢ ἀχώριστα.

Δείκνυσιν οὖν ὅτι οὐδεμία ὑπόθεσις ἀληθὴς εἶναι δύναται, πρὸς δὲ τὴν δεῖξιν τούτων προλαμβάνει τέσσαρά τινα ἀξιώματα. ἓν μὲν ὅτι τὸ χωριστὸν συμβεβηκὸς δύναται καὶ ἀπογίνεσθαι τοῦ ὑποκειμένου. δεύτερον δὲ ὅτι τῶν ἀχωρίστων συμβεβηκότων τῶν μὲν μιᾷ τινι ὡρισμένῃ φύσει ὑπαρχόντων — ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττὸν ἀριθμῷ, εὐθύτης καὶ καμπυλότης γραμμῇ —, τῶν δὲ πλείοσι — τὸ γὰρ μέλαν ἐστὶν ἀχώριστον τοῦ Αἰθίοπος, ὑπάρχει δὲ καὶ κόρακι καὶ ἐβένῳ καὶ ἄλλοις πλείστοις —, εἰς τὸν ὁρισμὸν τοῦ ἀχωρίστου συμβεβηκότος τοῦ ὡρισμένῃ φύσει μιᾷ ὑπάρχοντος τὸ ὑποκείμενον παραλαμβάνεται, ὅπερ καὶ ἕν τι σημαινόμενόν ἐστι τῶν καθʼ αὑτό — ὥσπερ εἰς τὸν ὁρισμὸν τῆς σιμότητος ἡ ῥίς· λέγομεν γὰρ σιμότητα εἶναι κοίλανσιν ἐν ῥινί, καὶ ἄρτιον εἶναι ἀριθμὸν δίχα τεμνόμενον. τρίτον ὅτι εἰς μὲν τὸν τοῦ ὅλου ὁρισμὸν τὰ μέρη παραλαμβάνεται, εἰς δὲ τὸν τῶν μερῶν οὐκέτι τὸ ὅλον· οἷον ἄνθρωπον ὁριζόμενοι ζῷον λογικὸν θνητὸν παραλαμβάνομεν ἅτινα μέρη ἐστὶ τοῦ ἀνθρώπου, τὸ ζῷον δὲ ὁριζόμενοι ἢ τὸ λογικὸν οὐκέτι εἰς τὸν ὁρισμὸν τούτων τινὸς τὸν ἄνθρωπον παραλαμβάνομεν. τέταρτον ὅπερ νῦν μὲν οὐ τίθησιν, ἐφεξῆς δὲ αὐτοῦ μεμνήσεται, ὅτι οἷς ὑπάρχει τὰ μέρη, τούτοις ἐξ ἀνάγκης καὶ τὸ ὅλον ὑπάρξει, καὶ ἔμπαλιν οἷς τὸ ὅλον, καὶ τὰ μέρη. τὰ μὲν οὖν ἀξιώματα ταῦτα.

Δείκνυσιν οὖν ὅτι ἀδύνατον τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα αὐτῷ τῷ ὄντι συμβεβηκέναι οὕτως, ὥστε καὶ χωρίζεσθαι δύναται. ἔστω γὰρ ὡς ἐν ὑποδείγματι εἷς ἄνθρωπος τὸ ὄν· τούτου ὁρισμὸς τὸ ζῷον λογικὸν δίπουν· εἰ οὖν τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ δίπουν συμβεβηκότα εἰσὶ χωριστὰ τοῦ ἀνθρώπου, ἐπειδὴ συμβεβηκός ἐστι χωριστὸν ὃ δύναται τοῦ ὑποκειμένου χωρίζεσθαι καὶ μὴ ἀεὶ εἶναι ἐν αὐτῷ, δῆλον ὅτι ἔσται ποτὲ ὁ ἄνθρωπος οὔτε ζῷον οὔτε δίπους οὔτε λογικόν. ὥστε οὐκ ἂν εἴη ὁριστικὰ ταῦτα τοῦ ἀνθρώπου· τὰ γὰρ ὁριστικὰ αὐτοῦ χαρακτηριστικά τε αὐτοῦ εἰσι καὶ ἀεὶ αὐτῷ ὑπάρχει. ἀδύνατον ἄρα χωριστὰ εἶναι τοῦ ὄντος συμβεβηκότα τὰ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβανόμενα, καὶ ἐχρησίμευσεν ἡμῖν εἰς τοῦτο τὸ πρότερον λῆμμα, τὸ λέγον τὰ χωριστὰ συμβεβηκότα μὴ ἀεὶ παρεῖναι τῷ ὑποκειμένῳ. εἰ δὲ συμβεβηκότα εἶεν ἀχώριστα τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν, ἤτοι αὐτῷ μόνῳ συμβέβηκεν — ὡς τῷ ἀριθμῷ τὸ ἄρτιον —, ἢ καὶ ἄλλοις, ὡς τὸ μέλαν οὐ τῷ Αἰθίοπι μόνον, ἀλλὰ καὶ τῇ ἐβένῳ. εἰ μὲν οὖν αὐτῷ μόνῳ συμβέβηκε τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὄντος παραλαμβανόμενα, ἔδει εἰς τὸν ὁρισμὸν ἑνὸς ἑκάστου αὐτῶν τὸ ὑποκείμενον, τουτέστι τὸν ἄνθρωπον, παραλαμβάνεσθαι· ὑποκείμενος γὰρ αὐτοῖς ὁ ἄνθρωπος διὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν ἀχώριστα εἶναι αὐτοῦ ταῦτα τὰ συμβεβηκότα. ἀδύνατον δὲ εἰς τὸν ὁρισμὸν τοῦ ζῴου καὶ τοῦ δίποδος παραληφθῆναι τὸν ἄνθρωπον· οὐδέποτε γὰρ εἰς τὸν ὁρισμὸν τοῦ μέρους τὸ ὅλον παραλαμβάνεται, μέρος δὲ τὸ ζῷον καὶ τὸ δίπουν, ὅλον δέ τι ὁ ἄνθρωπος. τοῦτο δὲ ἐκ τῆς ἐναργείας δῆλον καὶ ἐκ τούτου· καθάπερ γὰρ ὁ ὁρισμὸς ὅλον τὸ πρᾶγμα σημαίνει, οὕτω δηλονότι καὶ τὰ μέρη αὐτοῦ τὰ τοῦ πράγματος μέρη, εἰ δὲ μὴ ἐνδέχεται τὸ ὑποκείμενον εἰς τὸν ὁρισμὸν αὐτῶν παραληφθῆναι, οὐδʼ ἄρα ἐνδέχεται τῶν τοιούτων συμβεβηκότων εἶναι τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὄντος παραλαμβανόμενα. εἰ γὰρ εἰς τὸν ἑκάστου ὁρισμὸν παραληφθείη τὸ ὑποκείμενον, ἐπειδὴ τὰ εἰς ὁρισμόν τινος παραλαμβανόμενα μέρη εἰσὶν αὐτοῦ, ἔσται καὶ τὸ ὅλον τοῦ μέρους μέρος, εἴ γε παραλαμβάνεται εἰς τὸν τοῦ μέρους ὁρισμόν. ἀδύνατον ἄρα ἀχώριστα εἶναι συμβεβηκότα τοῦ ὄντος, ὡς αὐτῷ μόνῳ ὑπάρχοντα, τὰ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβανόμενα. τοῦτο δὲ ἐδείχθη διὰ τοῦ δευτέρου καὶ τρίτου λήμματος, ὅτι τε ἐν τῷ ὁρισμῷ τῶν καθʼ αὑτὰ συμβεβηκότων τὸ ὑποκείμενον παραλαμβάνεται, καὶ ὅτι ἐν τῷ ὁρισμῷ τοῦ μέρους οὐ παραλαμβάνεται τὸ ὅλον. διττοῦ δὲ ὄντος τοῦ καθʼ αὑτό, τοῦ τε ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνοντος καὶ ὃ ἐν τῷ τοῦ ὑποκειμένου ὁρισμῷ παραλαμβάνεται — τοιαῦτα δέ ἐστι τὸ λογικὸν τὸ δίπουν καὶ ἁπλῶς τὰ μέρη τῶν οὐσιῶν —, εἰκότως τοῦ προτέρου μόνον ἐμνήσθη· τοῦτο γὰρ μόνον τῶν συμβεβηκότων ἐστί, τὸ δὲ λοιπὸν ἐπὶ οὐσιῶν λέγεται — μέρος γάρ ἐστι τῆς οὐσίας —, κἂν ὑπόθοιτό τις τοῦτο ὃ βουλόμεθα, δίδωσι διαιρετὴν εἶναι τὴν οὐσίαν εἰς οὐσίας. ὅτι μὲν οὖν τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὄντος παραλαμβανόμενα οὐ συμβέβηκεν αὐτῷ οὔτε ὡς χωριστὰ οὔτε ὡς ἀχώριστα, δῆλον ἐκ τῶν εἰρημένων. μήποτε οὖν ἄλλῳ τινὶ συμβεβήκασιν. ἀλλʼ εἰ τοῦτο, τῷ αὐτῷ καὶ τὸ ὅλον συμβεβηκὸς ἂν εἴη· ᾧ γὰρ τὰ μέρη ὑπάρχει, τούτῳ καὶ τὸ ὅλον, καὶ ἔμπαλιν. ἀλλʼ ἀδύνατον τὸ ὂν συμβεβηκὸς εἶναι ἄλλῳ· ὥστε οὐδὲ ἑτέρῳ συμβεβηκέναι δυνατὸν τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα. τοῦτο δὲ ἐδείχθη διὰ τοῦ τετάρτου λήμματος, ὅτι ᾧ τὰ μέρη ὑπάρχει, τούτῳ καὶ τὸ ὅλον. εἰ δέ τις εἴποι ὅτι εἰ μὲν πάντα τὰ μέρη ἑνὶ συμβεβηκότα εἴη, καλῶς ἂν καὶ τὸ ὅλον τῷ αὐτῷ συμβαίνοι, εἰ δὲ ἄλλῳ ἄλλο μέρος, οὐκέτι — οἷον ἄλλῳ τὸ ζῷον, ἄλλῳ τὸ δίπουν· οὐ γὰρ τὸ δίπουν εὐθὺς καὶ ἄνθρωπος —, φημὶ οὖν ὅτι ἐπειδὴ τὸν ἄτομον λαμβάνω ἄνθρωπον, δῆλον ὅτι καὶ τὸ ἰδικὸν τούτου ζῷον καὶ τὸ δίπουν παραλήψομαι· εἰ δὲ τοῦτο, μερισθήσεται ὁ ὅλος ἄνθρωπος, ὥστε ᾧ τὸ δίπουν ὑπάρξει, καὶ τὸ τοῦ ὅλου μέρος ὑπάρξει, ᾧ δὲ πάντα τὰ μέρη, καὶ τὸ ὅλον. ὥστε οὐδὲ ἄλλῳ συμβεβηκέναι δυνατὸν τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα. ὅλως ἄρα συμβεβηκότα εἶναι οὐ δύνανται. εἰ δὲ οὐσίαι, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν· μερίζεται γὰρ τὸ ὂν εἰς ἕτερα τῷ εἴδει ὄντα.

Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν. εἰπὼν προσεχῶς ὅτι «οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν»· εἰ γὰρ ἕν ἐστι τὸ ὄν, τοῦτο δέ ἐστιν ἡ οὐσία, δηλονότι οὐχ ἕξει τι μέγεθος· τοῦτο γὰρ τοῦ ποσοῦ. εἰ γὰρ ἕξει, ἐπειδὴ ἕτερος ὁ τοῦ ποσοῦ λόγος καὶ ἕτερος ὁ τῆς οὐσίας, πλείονα ἔσονται τὰ ὄντα· εἰ γάρ τις ὑπόθοιτο τὸ ποσὸν ὑπάρχειν μὲν τῇ οὐσίᾳ, μὴ ὂν δὲ εἶναι, εἵπετο τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὂν εἶναι. ἀνάγκη οὖν, εἴπερ ἡ οὐσία τὸ ὄν, μηδὲ μέγεθος αὐτὴν ἔχειν μηδʼ ὅλως ἕτερόν τι τῶν συμβεβηκότων. καὶ ἕπεται μὲν καὶ τούτῳ τῷ λόγῳ τὸ ἐναντιοῦσθαι αὐτοὺς ταῖς ἰδίαις ὑποθέσεσιν — οὕτω γὰρ οὔτε ἄπειρον ἔσται, οὔτε πεπερασμένον —, πλὴν νῦν δείκνυσιν ὅτι κἂν τοῦτο αὐτοὺς λέγειν ὑποθώμεθα, αὐτὴν καθʼ αὑτὴν μόνην εἶναι τὴν οὐσίαν χωρὶς συμβεβηκότων, καὶ οὕτως οὐδὲν ἧττον δείκνυται πολλὰ τὰ ὄντα· διαιρεῖται γὰρ αὕτη ἡ οὐσία εἰς ἑτέρας οὐσίας τῷ ὁριστικῷ λόγῳ, εἰ καὶ τῷ ὑποκειμένῳ αἱ αὐταί εἰσιν. ὁ γὰρ ἄνθρωπος, εἰ καὶ εἷς ἐστιν αὐτῷ τούτῳ τῷ ἄνθρωπος εἶναι, ἀλλʼ οὖν διαιρεῖται εἰς τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ θνητόν, ἅτινα ἕτερα καὶ ἀλλήλων εἰσὶ κατὰ τὸν ὁριστικὸν λόγον. ἢ οὖν εἰς τὸ καὶ τῷ λόγῳ ὑποστικτέον, ἵνα ᾖ «ὅτι δὲ ἡ οὐσία διαιρεῖται εἰς ἑτέρας οὐσίας διαφερούσας ἀλλήλων τῷ λόγῳ τῷ ὁριστικῷ, εἰ καὶ μὴ τῷ ὑποκειμένῳ», ἢ στικτέον μετὰ τὸ εἰς ὅπερ ὄν τι ἄλλο, εἶτα ἐφεξῆς τὸ καὶ τῷ λόγῳ φανερὸν ἀντὶ τοῦ καὶ τῷ λόγῳ δεῖξαι δυνατόν· «ὅτι ἡ οὐσία διαιρεῖται εἰς ἑτέρας οὐσίας, ὡς δὴ τούτου μὲν ἐκ τῆς ἐναργείας φανεροῦ ὄντος, δεικνυμένου δὲ καὶ λόγῳ».

Εἰ γὰρ μὴ ὅπερ ὄν τι, συμβεβηκότα ἔσται.

Εἰ γὰρ τὰ εἰς ἃ ὁ ἄνθρωπος διαιρεῖται ὑπὸ τοῦ ὁριστικοῦ λόγου μὴ εἰσὶν οὐσίαι, ἀνάγκη συμβεβηκότα εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη ἢ αὐτῷ ἐκείνῳ συμβεβηκέναι ἢ ἑτέρῳ, καὶ ἢ χωριστὰ εἶναι ἢ ἀχώριστα, ἀμφότερα δὲ ἀδύνατον.

Συμβεβηκός τε γὰρ λέγεται τοῦτο, ἢ ὃ ἐνδέχεται ὑπάρχειν καὶ μή.

Τοῦτο τὸ πρῶτον ἀξίωμα, ὅτι τὸ χωριστὸν συμβεβηκὸς οὐκ ἀεί, ἀλλʼ ἔστιν ὅτε καὶ οὐχ ὑπάρχει. ἢ οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκεν. τὸ δεύτερον ἀξίωμα, ὅτι ἐν τῷ ὁρισμῷ τοῦ ἀχωρίστου συμβεβηκότος τὸ ὑποκείμενον παραλαμβάνεται, οὐ παντὸς δὲ ἀχωρίστου, ἀλλὰ τοῦ καθʼ αὑτὸ ὑπάρχοντος· καθʼ αὑτὸ γὰρ τῇ ῥινὶ ἡ σιμότης. οἷον τὸ μὲν καθῆσθαι ὡς χωριζόμενον. παράδειγμα τοῦ προτέρου· τῷ γὰρ ἀνθρώπῳ ὑπάρχει τὸ καθῆσθαι οὐκ ἀεί, ἀλλὰ ποτὲ μὲν ποτὲ δὲ οὔ. ἐν δὲ τῷ σιμῷ ὑπάρχει ὁ λόγος ὁ τῆς ῥινός. παράδειγμα τοῦ δευτέρου.

Ἔτι ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν ἢ ἐξ ὧν ἐστίν, ἐν τῷ λόγῳ τῷ τούτων οὐκ ἐνυπάρχει ὁ λόγος ὁ τοῦ ὅλου.

Τὸ τρίτον ἀξίωμα, ὅτι ἐν μὲν τῷ τοῦ ὅλου ὁρισμῷ τὸ μέρος παραλαμβάνεται, ἐν δὲ τῷ τοῦ μέρους οὐκέτι τὸ ὅλον. εἰπὼν δὲ ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν, προσέθηκεν ἢ ἐξ ὧν ἐστίν· ὡς γὰρ αὐτὸς εἶπεν ἐν τῇ Ἀποδεικτικῇ, οὐ παντὸς ἔστιν ὁρισμὸν ἀποδοῦναι. οὔτε γὰρ τῶν γενικωτάτων γενῶν, οὔτε τῶν ἀτόμων· εἰ γὰρ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ τῶν συστατικῶν διαφορῶν, οὔτε δὲ τῶν γενικωτάτων γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων — τὰ γὰρ γένη τῶν εἰδῶν ἐστι γένη, οὐχὶ τῶν ἀτόμων —, δηλονότι οὐδʼ ἂν ὁρισμόν τις τούτων ἀποδοίη. Σωκράτους γὰρ καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου οὐδὲν ἂν εἴη κοινὸν γένος οὐδὲ εἶδος, εἴπερ ἑκάστου μὲν ἄθροισμά τι ἴδιον συμβεβηκότων ἐστὶ χαρακτηριστικόν, τούτων δὲ τῶν ἀθροισμάτων οὐκ ἔστι τι συνωνύμως κατηγορῆσαι. ὅταν γὰρ εἴπω Σωκράτης ζῷόν ἐστιν ἢ ἄνθρωπος, οὐ τοῦ ἀθροίσματος τῶν συμβεβηκότων ἃ χαρακτηρίζει τὸν Σωκράτην κατηγόρησα τὸ ζῷον, εἰ μὴ παρὰ φύσιν — παρὰ φύσιν γὰρ λέγεται κατηγορία ὅταν τοῦ συμβεβηκότος τὴν οὐσίαν κατηγορήσωμεν, ὡς ὅταν εἴπω τὸ λευκὸν τοῦτο ἄνθρωπός ἐστι· κατὰ φύσιν γὰρ κατηγορῶ, ὅταν τῆς οὐσίας τὸ συμβεβηκὸς κατηγορήσω —, ἀλλὰ τῷ ἀνθρώπῳ τῷ μερικῷ φημι ὑπάρχειν τὸ ζῷον, καὶ ζῷον οὐ τὸ τυχόν, ἀλλὰ τὸ μερικὸν τὸ αὐτῷ ἐκείνῳ ὑπάρχον· οὐ γὰρ δὴ ὁ Σωκράτης τὸ ζῷόν ἐστι τὸ γενικόν, τὸ κοινῶς πάντων κατηγορούμενον. ὡσαύτως καὶ τὸν ἄνθρωπον αὐτοῦ κατηγορεῖσθαί φαμεν τὸν αὐτῷ πάλιν ὑπάρχοντα, τὸν συγκείμενον ἐκ τοῦδε τοῦ ζῴου καὶ τοῦδε τοῦ λογικοῦ. ἐπεὶ οὖν, ὡς εἶπον, οὐ πάντα ὁρισμῷ σημαίνεται, ἀλλʼ ἔστιν ἃ καὶ ὑπογραφικῷ λόγῳ, διὰ τοῦτο εἶπεν ἢ ἐξ ὧν ἐστίν· οὔτε γὰρ τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα εἰς τὸν ἴδιον ἕκαστον ἑαυτοῦ ὁρισμὸν τὸ ὅλον παραλαμβάνει — οἷον τὸ ζῷον τὸν ἄνθρωπον ἢ τὸν ἵππον, οὗ ἐν τῷ ὁρισμῷ παραλαμβάνεται —, οὔτε τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὸ σύνθετον σῶμα σύγκειται, εἰς τὸν ἴδιον ἕκαστον ἑαυτοῦ ὁρισμὸν τὸ σύνθετον σῶμα παραλαμβάνει, οὔτε μὴν εἰς τὸν ὁρισμὸν τοῦ τῆς κλίνης ποδὸς ἡ κλίνη, οὔτε εἰς τὸν τῆς χειρὸς ὁ Σωκράτης. ἐπιτήρησον δὲ ὅτι οὐκ ἐπήγαγε τὸ τέταρτον ἀξίωμα νῦν, προσθήσει δὲ αὐτὸ ἐφεξῆς.

Εἰ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δίπουν, ἀνάγκη χωριστὸν εἶναι αὐτό, ὥστε ἐνδέχοιτʼ ἂν μὴ δίπουν εἶναι τὸν ἄνθρωπον, ἢ ἐν τῷ λόγῳ τῷ τοῦ δίποδος ἐνέσται ὁ τοῦ ἀνθρώπου λόγος.

Εἰ τὰ παρʼ ἡμῶν ληφθέντα, φησίν, ἀξιώματα οὕτως ἔχει ὥσπερ εἴρηται, ἔστι δὲ τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου συμβεβηκότα τῷ ἀνθρώπῳ, ἢ χωριστά εἰσιν αὐτοῦ συμβεβηκότα καὶ ἐνδέχεταί ποτε τὸν ἄνθρωπον μὴ εἶναι δίποδα ἢ ζῷον ἢ λογικόν, ἢ ἀχώριστα καὶ ἐν τῷ ὁρισμῷ τοῦ δίποδος ἢ τοῦ ζῴου ἢ τοῦ λογικοῦ τὸν ἄνθρωπον παραληψόμεθα. ἀμφότερα δὲ ἀδύνατα· ἀεί τε γὰρ δίπουν ὁ ἄνθρωπος καὶ λογικὸν καὶ οὐκ ἐν τῷ ὁρισμῷ τῶν μερῶν τὰ ὅλα παραλαμβάνεται. ἀλλʼ ἔμπαλιν εἰς τὸν τῶν ὅλων τὰ μέρη. τὸ δὲ ἑξῆς· ἀνάγκη χωριστὸν εἶναι αὐτό, ἢ ἐν τῷ λόγῳ τῷ τοῦ δίποδους ἐνέσται ὁ τοῦ ἀνθρώπου λόγος, τουτέστιν ἀνάγκη ἢ χωριστὸν συμβεβηκὸς εἶναι αὐτὸ τοῦ ἀνθρώπου, ἢ ἀχώριστον.

Εἰ δὲ ἄλλῳ συμβέβηκε τὸ δίπουν καὶ τὸ ζῷον, καὶ μή ἐστιν ἑκάτερον ὅπερ ὄν τι, καὶ ὁ ἄνθρωπος ἂν εἴη τῶν συμβεβηκότων ἑτέρῳ.

Δείξας ὅτι ἀδύνατον τὰ μέρη τοῦ ὁρισμοῦ αὐτῷ ἐκείνῳ συμβεβηκέναι οὗ ὁ ὁρισμός, βούλεται δεῖξαι ὅτι οὐδὲ ἄλλῳ δυνατὸν αὐτὰ συμβεβηκέναι. εἰ γάρ, φησί, τὰ μέρη τοῦ ὁρισμοῦ μὴ εἰσὶν οὐσίαι — τοῦτο γὰρ σημαίνει τὸ καὶ μή ἐστιν ἑκάτερον ὅπερ ὄν τι —, συμβέβηκε δʼ εἰ ἐν ἄλλῳ τινί, ἐπειδὴ ᾧ τὰ μέρη ὑπάρχει τούτῳ καὶ τὸ ὅλον, καὶ τὸ ὅλον ἂν εἴη συμβεβηκὸς ἑτέρῳ. ὥστε ὁ ἄνθρωπος καὶ ἁπλῶς ἡ οὐσία τῶν συμβεβηκότων τινὶ ἔσται, ὅπερ ἄτοπον καὶ ἀδύνατον, τὴν οὐσίαν συμβεβηκὸς εἶναι.

Ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός.

Ἐπειδὴ εἶπε «καὶ ὁ ἄνθρωπος ἔσται τῶν συμβεβηκότων ἑτέρῳ», καὶ εἰς τοῦτο ὡς ἄτοπον ἀπήγαγε τὸν λόγον, διὰ τοῦτό φησιν ὅτι ὑποκείσθω τοῦτο ἡμῖν ὁμολογούμενον, ἐπειδὴ καὶ ὑπὸ τῆς ἐναργείας μαρτυρεῖται, ὅτι ἡ οὐσία οὐκ ἔστι τῶν ἑτέρῳ τινὶ συμβεβηκότων, ἀλλὰ τῶν καθʼ αὑτὸ ὑφεστηκότων.

Καὶ καθʼ οὗ ἄμφω, καὶ τὸ ἐκ τούτων λεγέσθω.

Ἐπειδὴ ἔλαβεν ὅτι ᾧ τὰ μέρη συμβεβήκασιν ἀνάγκη καὶ τὸ ὅλον συμβεβηκέναι μὴ προϋποθέμενος αὐτό, διὰ τοῦτο νῦν αὐτὸ τίθησι, καί φησιν· καὶ τοῦτο κείσθω ἡμῖν ἀξίωμα ἐκ τῆς ἐναργείας ὁμολογούμενον, ὅτι καθʼ οὗ ἂν κατηγορηθῇ πάντα τὰ μέρη, καὶ τὸ ἐκ πάντων συγκείμενον κατηγορεῖται· εἰ γὰρ μὴ ἔστιν ἕτερον τῶν μερῶν τὸ ὅλον, ἀνάγκη πᾶσα ᾧ ἂν ὑπάρξῃ πάντα τὰ μέρη, τούτῳ καὶ τὸ ὅλον ὑπάρξαι. ἐὰν δὲ ἔχῃ ἡ γραφὴ τὸ καὶ ἑκάτερον, οὕτως ἐξηγητέον· καὶ καθʼ οὗ ἄμφω ἅμα τὰ μέρη κατηγορεῖται καὶ ἑκάτερον ἰδίᾳ, κατηγορηθήσεται καὶ τὸ ὅλον τὸ ἐκ τούτων συγκείμενον. ἐὰν δὲ ᾖ ἡ γραφὴ καὶ καθόλου, οὕτω νοητέον· καὶ καθολικῷ λόγῳ ἄμφω ἐπὶ τοῦ αὐτοῦ κατηγορητέον, ἐφʼ οὗ τὰ μέρη ἐπὶ τούτου καὶ τὸ ὅλον, καὶ ἔμπαλιν.

Ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν.

Τοῦτο διττῶς ἐξηγητέον· ἢ γὰρ ἐξ ἀδιαιρέτων, τουτέστιν ἐκ σημείων — ἐπειδὴ γὰρ τὸ κυρίως ἕν, λέγω δὴ τὸ τῷ ἀριθμῷ ἕν, τριχῶς ἐλέγετο ἢ ὡς συνεχὲς ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν, ἀνελὼν ὅτι οὔτε ὡς τῷ λόγῳ ταὐτὸν δυνατὸν εἶναι, οὔτε ὡς συνεχὲς κατʼ οὐδένα τρόπον οὔτε ὡς οὐσίας ὄντος τοῦ συνεχοῦς οὔτε ὡς συμβεβηκότος οὔτε ὡς ἐξ ἀμφοῖν συγκειμένου, καὶ οὐσίας οὔτε δεκτικῆς τῶν συμβεβηκότων οὔτε μή, εἰκότως τὸν λειπόμενον εἰσάγει τρόπον. εἰ γὰρ τὸ κυρίως ἓν μήτε ὡς συνεχὲς εἴη μήτε ὡς τῷ λόγῳ ταὐτόν, λείπεται αὐτὸ σημεῖον εἶναι καὶ ἐκ σημείων· σημεῖον μὲν γὰρ τῷ μήτε συνεχὲς εἶναι μήτε τῷ λόγῳ ταὐτόν, ἐκ σημείων δὲ τῷ τὸν ὁριστικὸν αὐτοῦ λόγον πλείονα παραλαμβάνειν ἐξ ἀνάγκης ὀνόματα σημαντικά τινων ἃ μέρη αὐτοῦ γίνεται —, ἢ οὖν οὕτως τὸ ἐξ ἀδιαιρέτων, ἢ ἐξ ἀδιαιρέτων ἀντὶ τοῦ ἐξ οὐσιῶν. ἐπεὶ γὰρ ἔδειξεν ὅτι ἀδύνατον τὸν τοῦ ἀνθρώπου ἤτοι τὸν τοῦ ὄντος λόγον εἰς συμβεβηκότα διαιρεῖσθαι, ἕπεται τὸ εἰς οὐσίας εἶναι αὐτοῦ τὴν διαίρεσιν, ἐπειδὴ ἀνάγκη πάντως πολλά τινα σημαίνειν τὸν ὁρισμόν· ὥστε συγκέοιτο ἂν τὸ ὂν ἐξ ὄντων μόνον, τουτέστιν ἐξ οὐσιῶν μόνον. καὶ οὕτως οὖν πολλὰ τὰ ὄντα, κἂν μὴ διαιρῆται ἐνεργείᾳ τὸ πᾶν. εἰ δὲ ἐξ οὐσιῶν μόνον, οὐδαμῶς μεθέξει τοῦ ποσοῦ, εἰ δὲ τοῦτο, οὔτε πεπερασμένον ἔσται οὔτε ἄπειρον. καὶ ἐπίτηδες οὕτως εἶπε τὸ πᾶν καὶ οὐ τὸ ὄν, πληκτικώτερον ποιῶν τὸ πᾶν, ἐπειδὴ ἐκ διωρισμένων ἐστὶ ποσῶν· τὸ οὖν πᾶν, φησίν, ὅπερ ἔφης ἓν εἶναι, καὶ οὕτως ἐκ πλειόνων οὐσιῶν ἔσται, καὶ οὐκέτι ἓν ἂν εἴη, ἀλλὰ πολλά.

Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις.

Ἐλέγξας τὸν Παρμενίδειον λόγον, νῦν φησιν ὅτι οὐχ ἡμεῖς μόνοι πρὸς αὐτὸν ἀντειρήκαμεν, ἀλλὰ καὶ οἱ πρὸ ἡμῶν, εἰ καὶ μὴ δεόντως ἐποιήσαντο τὴν ἀπάντησιν. εἶτα βουλόμενος ἐλέγξαι αὐτοὺς οὐ καλῶς ἐπιλυσαμένους τὸν Παρμενίδου λόγον, πρότερον αὐτὸν τὸν λόγον αὐτοῦ ἐκτίθεται, οὐ τοῦτον δὲ ὃν καὶ πρότερον ἐξέθετο, ἀλλὰ τὸν δεύτερον. ἔστι δὲ ὁ δεύτερος τοῦ Παρμενίδου λόγος τοιοῦτος· εἰ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει, ἓν ἄρα τὸ ὄν. εἰσὶ δὲ ἐν τῷ λόγῳ αἱ δύο ὑποθέσεις ἀντὶ μιᾶς ἐν ἡγουμένου λόγῳ παραλαμβανόμεναι «εἰ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει», εἶτα ἑπόμενον «ἓν ἄρα τὸ ὄν». καὶ οὐδέν γε θαυμαστόν· πολλάκις γὰρ οὐ μιᾷ μόνῃ ὑποθέσει ἀκολουθεῖ τὸ ἑπόμενον, ἀλλὰ δύο, οἷον ἐὰν εἴπω «εἰ ἡ ψυχὴ ἀθάνατος, ἔστι τὰ ὑπὸ γῆν δικαιωτήρια», οὐκ ἀναγκαίως ἕψεται τῷ ἡγουμένῳ τὸ ἑπόμενον· τί γὰρ εἰ καὶ ἡ ψυχὴ ἀθάνατος εἴη, πρόνοια δὲ μὴ εἴη; ἐὰν δὲ ἀμφοτέρας τὰς ὑποθέσεις συμπλέξω «εἰ ἡ ψυχὴ ἀθάνατος καὶ εἰ ἔστι πρόνοια», τότε ἀναγκαίως ἀκολουθήσει ὅτι ἔστι τὰ ὑπὸ γῆν δικαιωτήρια. ἀλλʼ οὐδὲ τῇ ἑτέρᾳ μόνῃ ἕπεται· κἂν γὰρ πρόνοια μὲν ᾖ, ἡ ψυχὴ δὲ ἀθάνατος μὴ εἴη, οὐκ ἔστι τὰ ὑπὸ γῆν δικαιωτήρια, τοῦ κρινομένου μὴ ὄντος. ὥσπερ οὖν ἐνταῦθα ταῖς δύο μὲν ὑποθέσεσιν ἀκολουθεῖ τὸ ἑπόμενον, τῇ δὲ ἑτέρᾳ μόνῃ οὐκέτι, οὕτως καὶ ἐπὶ τοῦ λόγου τοῦ Παρμενίδου. κἄν τε γὰρ ἓν σημαίνει τὸ ὄν, συναληθεύει δὲ ἡ ἀντίφασις, οὐκέτι ἕπεται τὸ ὂν ἓν εἶναι — εἰ γὰρ συναληθεύει ἡ ἀντίφασις, ἔστι καὶ τὸ μὴ ὂν δηλονότι· εἰ δὲ τοῦτο, οὐκέτι ἓν τὸ ὄν —, κἄν τε πάλιν μὴ συναληθεύῃ μὲν ἡ ἀντίφασις, τὸ δὲ ὂν μὴ ἓν σημαίνοι ἀλλὰ πλείονα, δῆλον ὅτι οὐκ ἀκολουθήσει τὸ ἓν εἶναι τὸ ὄν. ἐὰν δὲ ἀμφοτέρας συμπλέξωμεν. τήν τε λέγουσαν τὸ ὂν ἓν σημαίνειν καὶ τὴν λέγουσαν μὴ συναληθεύειν τὴν ἀντίφασιν, εὐλόγως ἀκολουθήσει ἀμφοτέραις τὸ ἓν εἶναι τὸ ὄν. ὁ μὲν οὖν Παρμενίδου λόγος ἓν κατασκευάζων τὸ ὂν τοιοῦτος.

Ζήνων δὲ ὁ τούτου μαθητὴς συνηγορῶν τῷ διδασκάλῳ κατεσκεύαζεν ὅτι καὶ ἓν τὸ ὂν καὶ ἀκίνητον ἐξ ἀνάγκης, ταῦτα δὲ κατεσκεύαζεν ἐκ τῆς ἐπʼ ἄπειρον τῶν συνεχῶν διχοτομίας. εἰ γὰρ μὴ ἓν εἴη τὸ ὂν καὶ ἀδιαίρετον, ἀλλὰ διαιροῖτο εἰς πλείονα, οὐδὲν ἔσται κυρίως ἕν — εἰ γὰρ διαιροῖτο τὸ συνεχές, ἐπʼ ἄπειρον ἂν εἴη διαιρετόν —, εἰ δὲ μηδέν ἐστι κυρίως ἕν, οὐδὲ πολλά, εἴ γε τὰ πολλὰ ἐκ πολλῶν ἑνάδων σύγκειται. ἀδύνατον ἄρα εἰς πολλὰ διαιρεῖσθαι τὸ ὄν· μόνως ἄρα ἕν ἐστιν. ἢ οὕτως· εἰ μὴ τὸ ὂν ἓν εἴη, φησί, καὶ ἀδιαίρετον, οὐδὲ πολλὰ ἔσται· τὰ γὰρ πολλὰ ἐκ πολλῶν ἑνάδων. ἑκάστη οὖν ἑνὰς ἤτοι μία ἐστὶ καὶ ἀδιαίρετος, ἢ καὶ αὐτὴ εἰς πολλὰ διαιρεῖται. εἰ μὲν οὖν μία ἐστὶ καὶ ἀδιαίρετος ἑκάστη μονάς, ἐξ ἀτόμων μεγεθῶν τὸ πᾶν ἔσται, εἰ δὲ καὶ αὗται διαιροῦνται, πάλιν περὶ ἑκάστης τῶν διαιρουμένων μονάδων πευσόμεθα ταὐτά· καὶ τοῦτο ἐπʼ ἄπειρον. ὥστε ἀπειράκις ἄπειρον ἔσται τὸ πᾶν, εἰ πολλὰ εἴη τὰ ὄντα. εἰ δὲ τοῦτο ἄτοπον, μόνως ἄρα ἓν τὸ ὄν, καὶ πολλὰ εἶναι τὰ ὄντα οὐχ οἷόν τε· ἑκάστην γὰρ μονάδα ἀπειράκις τεμεῖν ἀνάγκη, ὅπερ ἄτοπον. ὅτι δὲ τὸ ἓν τοῦτο καὶ ἀκίνητόν ἐστιν, ἐκέχρητο λόγῳ τοιούτῳ. εἰ κινεῖταί τι, φησί, τήνδε τὴν πεπερασμένην γραμμήν, ἀνάγκη πᾶσα πρὶν τὴν ὅλην κινηθῆναι, τὴν ἡμίσειαν κινηθῆναι, καὶ πρὶν τὸ ἥμισυ τῆς ὅλης κινηθῆναι, ἀνάγκη πρότερον τὸ τέταρτον, καὶ πρὸ τοῦ τετάρτου τὸ ὄγδοον, καὶ τοῦτο ἐπʼ ἄπειρον· τὸ γὰρ συνεχὲς ἐπʼ ἄπειρόν ἐστι διαιρετόν. ἀνάγκη ἄρα, εἰ κινεῖταί τι πεπερασμένην γραμμήν, ἄπειρά τινα κινηθῆναι μεγέθη πρότερον· εἰ δὲ τοῦτο, πᾶσα δὲ κίνησις ἔν τινι χρόνῳ πεπερασμένῳ γίνεται — οὐδὲν γὰρ ἐν τῷ ἀπείρῳ χρόνῳ κινεῖται —, ἔσται ἄρα τὰ ἄπειρα μεγέθη κινηθῆναι ἐν πεπερασμένῳ χρόνῳ, ὅπερ ἀδύνατον· ὅλως δὲ τὸ ἄπειρον ἀδιεξίτητον.

Πρὸς οὖν τοὺς λόγους τούτους, φησίν, ἐνέδοσαν οἱ πρὸ ἡμῶν, τόν τε τοῦ Παρμενίδου καὶ τὸν τοῦ Ζήνωνος. ἐνδεδωκέναι δὲ αὐτούς φησι διὰ τὸ μαλακώτερον ἐνστῆναι αὐτοὺς πρὸς τοὺς λόγους· μαλακώτερον δὲ ἐνέστησαν, διότι ταῖς προτάσεσι συγχωρήσαντες τῷ συμπεράσματι διεμάχοντο, λῦσαι μὲν τοὺς λόγους οὐκ ἰσχύσαντες, πρὸς τὸ συμπέρασμα δὲ διατεινόμενοι. ὅτι μὲν γὰρ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει ἐνεδίδοσαν, τῷ δὲ ἑπομένῳ οὐκέτι συνεχώρουν, τῷ ἓν εἶναι τὸ ὄν, τοὺς μὲν λόγους οὐκ ἀναλύοντες, ἀντικατασκευάζοντες δὲ καὶ εἰς ἑτέραν ἀπορίαν ἄγοντες τὸν λόγον. ταῦτα δέ φασιν αὐτὸν αἰνίττεσθαι εἰς Πλάτωνα καὶ ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος· ὑποτιθέμενος γὰρ ὁ Πλάτων, φασίν, ἐν τῷ Σοφιστῇ εἶναι τὸ καθόλου μὴ ὄν, ὅπερ τὴν τοῦ ὄντος φύσιν ἐκπέφευγεν, ἀνῄρει τὸ τὰ πάντα ἓν εἶναι λέγων οὕτως· «εἰ τὸ ὂν πᾶν ἕν ἐστιν, οὐκ ἔσται τὸ μὴ ὄν· ἀλλὰ μὴν ἔστι τὸ μὴ ὄν· οὐκ ἄρα τὸ ὂν πᾶν ἕν ἐστι». πόθεν δὲ ὁ Πλάτων συγχωρῶν ἓν σημαίνειν τὸ ὄν, οὐκέτι συνεχώρει τὸ ἓν εἶναι καὶ τὰ πάντα; διότι ᾤετο αὐτοὺς τὸ ὂν τὸ ὄντως ὂν λέγειν, λέγω δὴ τὴν ἰδέαν καὶ τὸ νοητόν, ὅπερ καὶ αὐτὸς καὶ μόνον ἔλεγεν εἶναι ὂν καὶ παρὰ τοῦτο πᾶν οὐκ ὂν καὶ ἓν εἶναι τοῦτο. ἀλλʼ εἰ καὶ τοῦτο ἓν εἶναι ἔλεγε καὶ μόνον ὄν, οὐκέτι τὸ παρὰ τοῦτο πᾶν μὴ εἶναι ἔλεγεν· εἶναι γὰρ καὶ τὸ μὴ ὄν, τουτέστι τὴν ἄμορφον ὕλην, ἥτις εἰ καὶ παντελῶς ἑτέρα ἐστὶ τοῦ ὄντος, ἀλλʼ οὖν ἔστι καὶ αὐτή. συγκεῖσθαι οὖν ἔλεγε τὸ πᾶν ἔκ τε τοῦ ὄντος, ὃ καὶ ἓν εἶναι ἐδίδου, καὶ ἐκ τοῦ μὴ ὄντος, ὅπερ τὴν ὕλην εἶναι ὑπελάμβανεν. ἔνθεν τῇ προτάσει συγχωρῶν τῇ λεγούσῃ τὸ ὂν ἓν σημαίνειν, οὐκέτι συνεχώρει τῷ ἁπλῶς πᾶν ὅτιπερ ἐστὶ τοῦτο ἓν εἶναι, ὅπερ τὸ τοῦ συλλογισμοῦ συμπέρασμα ἐβούλετο. μέμφεται οὖν αὐτῷ ὁ Ἀριστοτέλης ὡς μαλακῶς πρὸς τὸν συλλογισμὸν τοῦ Παρμενίδου ἀπαντήσαντι· τοῦτο δέ, διότι συγχωρήσας τὸ ὂν ἓν σημαίνειν, οὐκέτι συγχωρεῖ τὸ ὂν πᾶν ἓν εἶναι, διὰ τὸ εἰσάγειν ἑτέραν τινὰ φύσιν, ἣν εἰ καὶ παντελῶς ἑτέραν εἶναι λέγει τοῦ ὄντος, εἶναι μέντοι καὶ ταύτην λέγει. τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τῇ ἀντιφάσει περιπίπτειν· συγχωρήσας γὰρ τὸ ὂν ἓν εἶναι, λέγει πάλιν ὅτι πολλὰ τὰ ὄντα διὰ τὸ εἶναι καὶ τὸ μὴ ὄν, ὅπερ τοῦ ὄντος παντελῶς ἐστιν ἕτερον. τοῦτο δὲ τί διαφέρει τοῦ τὸ ὂν ἕν τε εἶναι λέγειν καὶ οὐχ ἕν; οὐδὲ γὰρ διὰ τοῦ τὸ μὲν κυρίως εἶναι λέγειν, τὸ δὲ μὴ κυρίως, ἐκφεύγει τὴν ἀντίφασιν, εἰ μὴ καὶ μᾶλλον αὐτῇ περιπίπτει· διαφορὰς γὰρ τῶν ὄντων ποιῶν πλείω φανερῶς ἀριθμὸν αὐτοῖς ἀποδίδωσι. διὰ τοῦτο οὖν μέμφεται αὐτῷ ὁ Ἀριστοτέλης καί φησιν ὅτι δυνατὸν ἦν καὶ συγχωρήσαντα μίαν εἶναι τὴν τοῦ ὄντος φύσιν δεῖξαι ὅτι οὕτως πολλὰ τὰ ὄντα, οὐ διὰ τὸ ὑποθέσθαι τὸ ἁπλῶς μὴ ὄν, ὅπερ καθόλου τοῦ ὄντος ἐστὶν ἕτερον — τοῦτο γάρ, ὥσπερ εἶπον, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀντιφάσει περιπεσεῖν —, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τὸ τὶ μὴ ὄν, ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ ὄντος, ἀλλʼ ἐν αὐτῷ τῷ ὄντι τὸ εἶναι ἔχει, λέγω δὴ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, ὅπερ καὶ αὐτὸς ὁ Πλάτων φησὶν οὐ παρʼ ἔλαττον εἶναι τοῦ ὄντος. κἂν γὰρ συνάγηται ἐκ τοῦ Παρμενίδου λόγου ἓν εἶναι τὸ ὄν, οὐκ ἀνάγκη τὸ κατʼ ἀριθμὸν ἓν συνάγεσθαι· οὐδὲ γὰρ ἕπεται τοῦτο ταῖς προτάσεσι. τὸ γὰρ ἓν σημαίνειν τὸ ὂν οὐ τῷ ἀριθμῷ ἕν ἐστι σημαίνειν, οὐδὲ τοῦτο συγχωρήσομεν, ἀλλὰ τῷ γένει ἕν· ὥστε καὶ τὸ συμπέρασμα τὸ τῷ γένει ἓν συνάξει. εἰ δὲ τῷ γένει ἓν τὸ ὄν, οἷον εἰ τύχοι ζῷον ἢ οὐσία, ἐστὶν ἐν τούτῳ δηλονότι καὶ τὸ μὴ ὄν, οὐ τὸ ἁπλῶς μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὄν, ὅπερ καὶ τὶ ὄν ἐστιν. ὁ γὰρ ἄνθρωπος ὂν καὶ μὴ ὄν ἐστιν· οὐ γάρ ἐστιν ἵππος ἢ ὄνος. εἰ δὲ ἔστι καὶ τὸ μὴ ὄν, πολλὰ ἄρα τὸ ὄν, καὶ οὐκ ἔστι τοῦτο τῇ ἀντιφάσει περιπεσεῖν· οὐδὲ γὰρ ἓν λέγοντες εἶναι τὸ ὂν καὶ παρὰ τοῦτο ἕτερον μὴ εἶναι, τὸ μὴ ὂν εἰσάγομεν τὸ ἐκπεπτωκὸς παντελῶς τοῦ ὄντος — τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ αὐτὸ ὂν καὶ μὴ ὂν λέγειν —, ἀλλὰ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, ὅπερ καὶ ὄν ἐστιν. ὥστε τὸ αὐτὸ ἄλλως μὲν ὂν ἔσται, ἄλλως δὲ οὐκ ὄν, καὶ οὐ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὂν καὶ μὴ ὄν· οὐ γὰρ ᾗ ἄνθρωπος οὐκ ὄν, ἀλλʼ ᾗ οὐκ ἔστιν ἵππος. τὸ μέντοι λέγειν ὅτι ἔστι τι ὃ παντελῶς ἕτερόν ἐστι τοῦ ὄντος, εἶτα τοῦτο ἐγκαταριθμεῖν τοῖς οὖσι καὶ λέγειν πολλὰ τὰ ὄντα, ἄντικρυς τὸ αὐτό ἐστι κατὰ τὸ αὐτὸ ὂν καὶ μὴ ὂν ποιεῖν. ἄλλως τε αὐτόθεν ἔδει τῇ προτάσει ἐνστῆναι τῇ λεγούσῃ τὸ ὂν ἓν σημαίνειν, καὶ διελεῖν τὸ ἓν ποσαχῶς λέγεται, ὅτι ἢ ὀνόματι ἢ πράγματι· καὶ εἰ πράγματι, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· καὶ εἰ τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν· καὶ δεῖξαι ὅτι κατʼ οὐδεμίαν ὑπόθεσιν ἔρρωται ὁ τοῦ Παρμενίδου λόγος, ὥσπερ αὐτὸς ἐποίησε.

Πρὸς μὲν οὖν τοὺς τοῦ Παρμενίδου λόγους οὕτως, πρὸς δὲ τὸν Ζήνωνος τὸν Ξενοκράτην φασὶν ἀπαντῆσαι ὑποθέμενον μὴ ἐπʼ ἄπειρον γίνεσθαι τὴν τῶν μεγεθῶν τομήν· καταλήγειν γὰρ εἰς ἀτόμους γραμμὰς τεμνομένην τὴν γραμμήν. ἠγνόησε δὲ καὶ οὗτος ἀντιφάσει περιπεσὼν διὰ τοῦ δοκεῖν φεύγειν τὴν ἀντίφασιν· τὸ αὐτὸ μὲν γὰρ ἓν καὶ πολλὰ εἶναι οὐκ ἀδύνατον, οὐδὲ ἀντίφασις τὸ τοιοῦτον, εἰ τὸ μὲν ᾖ δύναμει τὸ δὲ ἐνεργείᾳ, ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρυς ποιεῖν ἐστι τὴν γραμμὴν οὐ γραμμὴν καὶ τὸ μέγεθος οὐ μέγεθος, εἴ γε ἐπʼ ἄπειρον διαιρετόν ἐστι τὸ μέγεθος.

Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις. ἀμφοτέροις φησὶ τοῖς τε τοῦ Παρμενίδου καὶ τοῖς τοῦ μαθητοῦ αὐτοῦ Ζήνωνος· τοῖς μὲν τοῦ διδασκάλου ὁ διδασκάλος Πλάτων, τοῖς δὲ τοῦ μαθητοῦ Ζήνωνος ὁ μαθητὴς Πλάτωνος ὁ Ξενοκράτης.

Τῷ μὲν ὅτι πάντα ἕν, εἰ τὸ ὂν ἓν σημαίνει, ὅτι ἔστι τὸ μὴ ὄν.

Τῷ μὲν λόγῳ τοῦ Παρμενίδου, τῷ κατασκευάζοντι ὅτι πάντα ἕν ἐστιν ἐκ τοῦ λαμβάνειν πρότασιν τὴν λέγουσαν τὸ ὂν ἓν σημαίνειν, ἐνδεδώκασι, δέον εὐθὺς ἐνστῆναι τῇ προτάσει, καὶ ζητῆσαι πῶς λαμβάνουσιν ἓν σημαίνειν τὸ ὄν, καὶ διελεῖν τὸ ἓν ποσαχῶς λέγεται, καὶ δεῖξαι ὅτι κατʼ οὐδὲν τῶν σημαινομένων τοῦ ἑνὸς εὐοδεῖ αὐτοῖς ὁ λόγος, ὅπερ ἡμεῖς ἐποιήσαμεν. οἱ δὲ τούτῳ συγχωρήσαντες, τῷ συμπεράσματι ὅπερ ἀναγκαίως συνήγετο διεμάχοντο διὰ τοῦ ὑποτίθεσθαι εἶναι καὶ τὸ μὴ ὄν. εἴπομεν δὲ τὴν τοῦ Πλάτωνος ἔννοιαν, ὅτι ἐπειδὴ τὸ ὂν ὑπελάμβανεν αὐτοὺς λέγειν τὸ νοητόν, τὴν δὲ ὕλην εἶναι μὲν λέγει ὂν δὲ μὴ εἶναι, μᾶλλον δὲ καὶ τὰ αἰσθητὰ πάντα, διὰ τοῦτο καὶ ἓν εἶναι τὸ ὂν συνεχώρει, καὶ μὴ εἶναι τὰ πάντα ἓν διὰ τὸ εἶναι καὶ τὸ μὴ ὄν.

Τῷ δὲ τῆς διχοτομίας, ἄτομα ποιήσαντες μεγέθη.

Ὅτι καὶ τῇ Ζήνωνος ἀπορίᾳ, διʼ ἧς κατεσκεύαζε καὶ ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον ἐκ τῆς ἐπʼ ἄπειρον τομῆς τῶν μεγεθῶν, κακῶς ἐνέδοσαν ψευδῶς ὑποθέμενοι μὴ εἶναι ἐπʼ ἄπειρον τὰ μεγέθη διαιρετά. ἐνδεδώκασι γὰρ ὅτι εἰ ἐπʼ ἄπειρον τὰ μεγέθη διαιρετὰ εἴη, μήτε κίνησιν εἶναι, μήτε εἶναί τι κυρίως ἕν, καὶ διὰ τοῦτο μηδὲ πολλά, ἐπειδὴ τὸ πλῆθος ἐκ πολλῶν μονάδων. ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομήν. αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο μοναχῶς τὴν ἀπορίαν ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπʼ ἄπειρον, ἐνεργείᾳ δὲ οὔ — ἀδύνατον γὰρ γενέσθαι ἐνεργείᾳ τὸ ἄπειρον —, ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν διʼ ἀπείρων διελεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ἀεὶ τὸ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν.

Φανερὸν δὲ καὶ ὅτι οὐκ ἀληθές, ὡς εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε εἶναι τὴν ἀντίφασιν ἅμα, οὐκ ἔσται οὐδὲν μὴ ὄν· οὐδὲν γὰρ κωλύει μὴ ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν.

Οὐκ ἀληθῆ, φησίν, ὑπονοεῖ ὁ Πλάτων ὅτι τῷ συλλογισμῷ τοῦ Παρμενίδου ἕπεται τὸ ἀνῃρῆσθαι καθόλου τὸ μὴ ὂν καὶ κατὰ μηδένα τρόπον δύνασθαι εἶναι· ἕπεται μὲν γὰρ τῇ ὅλῃ τοῦ συλλογισμοῦ ἀγωγῇ τὸ ἓν εἶναι τὸ ὄν, οὐ μέντοι τὸ μηδαμῶς εἶναι τὸ μὴ ὄν. ἐπειδὴ γὰρ τὴν ὕλην ὁ Πλάτων μὴ ὂν ἐκάλει καὶ ἐξῃρῆσθαι αὐτὴν τῆς τοῦ ὄντος φύσεως ἔλεγεν, εἵπετο δὲ τοῖς Παρμενίδου λόγοις τὸ μηδὲν εἶναι ὅπερ μὴ τῆς τοῦ ὄντος ἐστὶ φύσεως, ἔνθεν συνῆγεν, φησίν, ὁ Πλάτων ὅτι ἕπεται τῷ Παρμενιδείῳ λόγῳ τὸ μηδαμῶς εἶναι τὸ μὴ ὄν. τοῦτο δέ, φησίν, οὐκ ἔστιν ἀληθές· οὐδὲν γὰρ κωλύει καὶ τοῦ συλλογισμοῦ τούτου ἀληθοῦς ὄντος, λέγω δὴ τοῦ κατασκευάζοντος ὅτι ἕν ἐστι τὸ ὄν, εἶναι καὶ τὸ μὴ ὄν. ἀλλʼ οὐ τοῦτο λέγω τὸ μὴ ὂν τὸ ἁπλῶς μὴ ὄν, ὅπερ παντελῶς ἕτερόν ἐστι τοῦ ὄντος, ἀλλὰ τὸ τὶ μὴ ὄν, ὅπερ ἐν τῷ ὄντι ἐστί, τουτέστι τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν. τὸ οὖν οὐκ ἀληθές, ὡς εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα εἶναι τὴν ἀντίφασιν, ἀντὶ τοῦ οὐκ ἀληθὲς τὸ τῷ ὅλῳ συλλογισμῷ ἕπεσθαι τὸ μὴ εἶναι μηδὲν μὴ ὄν· τὰς γὰρ προτάσεις ἀντὶ τοῦ ὅλου συλλογισμοῦ ἔθηκε. τὸ δὲ ἑξῆς οὐδὲν γὰρ κωλύει εἶναι τὸ μὴ ὄν, οὐ τὸ ἁπλῶς, ἀλλὰ τὸ τὶ μὴ ὄν.

Τὸ δὲ δὴ φάναι παρʼ αὐτὸ τὸ ὄν, ὡς εἰ μή τι ἔσται ἄλλο, ἓν πάντα ἔσεσθαι, ἄτοπον.

Ὅτι οὐκ ἀνάγκη τῷ συλλογισμῷ τῷ Παρμενίδου ἕπεσθαι τὸ μὴ εἶναι τὸ μὴ ὄν, διὰ τούτων κατασκευάζει. τὸν οὖν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ ἐπακούσωμεν· τὸ γὰρ λέγειν, φησίν, ὅτι εἰ μὴ εἴη ἕτερόν τι παρὰ τὸ ὂν ὅπερ παντελῶς ἕτερόν ἐστι τῆς τοῦ ὄντος οὐσίας, ἤδη ἀνάγκη πάντα ἓν εἶναι — ὡς γὰρ τούτου ἑπομένου ἠναγκάζετο ὁ Πλάτων ὑποτίθεσθαι τὸ ἁπλῶς μὴ ὄν, ἵνʼ οὕτω πολλὰ δείξῃ τὰ ὄντα —, ἄτοπόν ἐστι. τίς γὰρ μανθάνει, φησίν, αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι; τουτέστι τίς ἀκούων παρʼ αὐτῶν τὸ ὄν, οὐ τὸ ὅπερ ὂν νομίζει αὐτοὺς λέγειν, τουτέστι τὸ κυρίως ὄν, λέγω δὴ τὴν οὐσίαν; εἰ δὲ τοῦτό ἐστι τὸ ὄν, οὐδὲν κωλύει αὐτὸ πολλὰ εἶναι, ὥσπερ εἴπομεν. τῷ γὰρ γένει ἓν εἶναι τὸ ὂν ἀκουσόμεθα καὶ οὐ τῷ ἀριθμῷ, εἰ δὲ τοῦτο, δηλονότι καὶ τὸ τὶ μὴ ὂν ἔστιν ἐν τούτῳ· ἕκαστον γὰρ τῶν ὑπὸ τὸ γένος εἰδῶν καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων οὐκ ἔστιν ὅπερ τὸ ἕτερον. οὐκ ἀληθὲς ἄρα τὸ νομίζειν ἕπεσθαι τῷ Παρμενίδου συλλογισμῷ τὸ ἀνῃρῆσθαι τὸ μὴ ὄν. δύναται δὲ καὶ ἴδιον ἐπιχείρημα εἶναι τοῦτο, ὅτι οὐδὲ ἀναγκαῖον ἦν διὰ τῆς ὑποθέσεως τοῦ μὴ ὄντος ἐλέγξαι τὸν Παρμενίδου λόγον· εἰ γὰρ δυνατὸν τὸ ἓν τῷ γένει καὶ οὐ τῷ ἀριθμῷ ἀκούειν, περιττὸν τὸ διὰ τῆς ὑποθέσεως τοῦ μὴ ὄντος δεικνύναι θέλειν πολλὰ εἶναι τὰ ὄντα, ἐξὸν αὐτόθεν δεῖξαι διὰ τῆς διαιρέσεως ὅτι πολλὰ τὰ ὄντα· τῷ γὰρ γένει τὸ ἓν καὶ οὐ τῷ ἀριθμῷ. κατὰ ταύτην δὲ τὴν ἔκδοσιν οὐ μεταληψόμεθα τὸν δέ εἰς τὸν γάρ· ἔστι γὰρ ἀρκτικός.

Ὅτι μὲν οὖν οὕτως ἓν εἶναι τὸ ὂν ἀδύνατον, δῆλον. ὡς δʼ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν.

Ἐλέγξας τὴν δόξαν τὴν τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον, τὴν λέγουσαν ἓν εἶναι τὸ ὄν, μέτεισιν ἐπὶ τὸν τῶν φυσικῶν ἔλεγχον καί φησιν· ὅτι μὲν ὡς ἐκεῖνοι ἓν τὸ ὂν λέγουσιν ἀδύνατον ὑποθέσθαι, δέδεικται, ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν· λέγουσι δὲ οὐ τῷ πάντα ἓν εἶναι, ἀλλὰ τῷ μίαν πάντων ἀρχὴν ὑποτίθεσθαι, μίαν δὲ ἀρχὴν ὑποτίθενται Ἡράκλειτος μὲν τὸ πῦρ, Ἀναξιμένης δὲ τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ μεταξύ· τούτων δὲ διττοί εἰσιν οἱ τρόποι. οἱ μὲν γὰρ αὐτῶν μανώσει καὶ πυκνώσει τοῦ κατʼ αὐτοὺς στοιχείου, οὕτω γεννῶσι τὰ ἄλλα — οἷον Θαλῆς τὸν ἀέρα στοιχεῖον ὑποτιθέμενος, τοῦτον μανούμενον μὲν ἔλεγε ποιεῖν τὸ πῦρ, πυκνούμενον δὲ ἠρέμα ποιεῖν τὸν ἄνεμον, ἔτι δὲ μᾶλλον πυκνούμενον ποιεῖν τὰ νέφη, ἔτι δὲ μᾶλλον τὸ ὕδωρ, καὶ ἐπὶ πλέον τὰ γήινα πάντα —, οἱ μὲν οὖν οὕτως ἔλεγον ἐκ τοῦ ἑνὸς τὴν γένεσιν γίνεσθαι, Ἀναξίμανδρος δὲ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος ἢ ἀέρος καὶ ὕδατος λέγων στοιχεῖον τὰ ἄλλα ἐκ τούτου ἐκκρίνεσθαι ἔλεγεν· ἐνυπάρχειν γὰρ ἐν τούτῳ ἀπείρῳ ὄντι τὰς ἐναντιότητας, εἶτα ἐκκρινομένας ἐξ αὐτοῦ ποιεῖν τὰ λοιπά. οἱ μὲν οὖν πυκνώσει καὶ μανώσει λέγοντες, ἀλλοιώσει τοῦ κατʼ αὐτοὺς στοιχείου γεννῶσι τὰ ἄλλα, ὥστε συμβαίνειν αὐτοῖς τὴν γένεσιν ἀλλοίωσιν λέγειν — οὕτω γοῦν καὶ λέγουσιν ὅτι τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι —, Ἀναξίμανδρος δὲ οὐκ ἀλλοιώσει τοῦ μεταξὺ γεννᾷ τὰ ἄλλα, ἀλλʼ ἐκκρίσει ἐνυπαρχόντων ἐν αὐτῷ. εἶτα θέλων σαφέστερον δεῖξαι πῶς ἔλεγεν ἐκκρίσει γίνεσθαι ὁ Ἀναξίμανδρος ἐκ τοῦ ἑνὸς τὰ ἄλλα, μέμνηται τῶν περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα.

Ἔστι δὲ ἡ μὲν τοῦ Ἀναξαγόρου δόξα τοιαύτη. ἀρχὰς εἶναι τῶν ὄντων ὑπετίθετο ὑλικὰς μὲν τὰς ὁμοιομερείας — ταύτας δὲ ἀπείρους εἶναι τὸν ἀριθμόν — καὶ τὴν ἐναντίωσιν, πρίν τε τὸ πᾶν γενέσθαι, πάσας ἅμα μεμῖχθαι· τὸν δὲ νοῦν, ὃν καὶ ποιητικὸν αἴτιον ὑποτίθεται, ἀπό τινος χρόνου ἀρξάμενον θελῆσαι μὲν διακρῖναι ἀπʼ ἀλλήλων πάντα, μὴ μὴν δυνηθῆναι τελείαν ποιήσασθαι τὴν διάκρισιν, ἀλλὰ τὰ μὲν ἀνομοιομερῆ διέκρινε συγκείμενα καὶ αὐτὰ ἐκ τῶν ὁμοιομερῶν, τὰ μέντοι ὁμοιομερῆ εἰλικρινῶς οὐκ ἴσχυσε διακρῖναι, ἀλλʼ οὖν ἐκεῖθεν ἀρχὴν τῇ ἐκκρίσει δόντα ἐσαεὶ τοῦτο ποιεῖν. οὕτως οὖν γίνεσθαι πάντα ἐκ πάντων τῷ πάντα ἐν ἀλλήλοις ὑπάρχειν· εἶναι γὰρ ἐν τῷ ξύλῳ καὶ σάρκα καὶ ὀστοῦν καὶ χρυσὸν καὶ πάντα ἁπλῶς, καλεῖσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος τοῦ ἐν αὐτῷ· ὥσπερ ἐπὶ σωροῦ πανσπερμίας, εἰ ἐνυπάρχει πλέον τῶν λοιπῶν σπερμάτων ὁ σῖτος, καλεῖται ὁ σωρὸς ἐκεῖνος σῖτος ἐκ τοῦ πλεονάζοντος, οὕτως ἔνθα μέν ἐστι πλείων ἡ σὰρξ τῶν ἄλλων σάρκα τοῦτο καλεῖσθαι, ἔνθα δʼ ὀστοῦν ὁμοίως ὀστοῦν. ὡσαύτως καὶ ἐπὶ ξύλου καὶ χρυσοῦ καὶ τῶν λοιπῶν. ὥσπερ οὖν εἴ τις ἀπὸ τῆς πανσπερμίας κρυπτομένας κριθὰς διʼ ὀλιγότητα ἐξαγάγῃ καὶ ποιήσει σωρείαν κριθῶν, οὐ γένεσιν κριθῶν οὗτος ἐποίησεν, ἀλλʼ ἔκφανσιν μόνον καὶ ἔκκρισιν, οὕτως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν πραγμάτων· ὅταν γὰρ ἐκ σαρκὸς ὀστοῦν γίνηται ἤ τι ἕτερον, οὐκ ἔστι τοῦτο γένεσις κυρίως, ἀλλʼ ἔκφανσις μόνον καὶ ἔκκρισις τοῦ πρὶν κρυπτομένου. πλὴν ἐπὶ μὲν τοῦ σωροῦ τῆς πανσπερμίας ἔστιν ἕν τι εἶδος εἰλικρινὲς ἐκκρῖναι, οἷον κριθάς, ἐπὶ δὲ τῶν ὁμοιομερειῶν τοῦτο ἀδύνατον· οὐκ ἐνδέχεται γὰρ οὐδέποτε σάρκα εἰλικρινῆ ἐκκριθῆναι ἢ λίθον ἢ χρυσὸν ἢ ἄλλο τι, ἀλλʼ ἀεὶ ἐν παντὶ τῷ ἐκκρινομένῳ ὁπηλίκον ἂν ᾖ πάντα ἔνεστι, καλεῖται δὲ ἐκ τοῦ πλεονάζοντος. ταῦτα οὖν τὰ μικρὰ σαρκία συναγόμενα ἢ τὰ λιθάρια ποιεῖ σάρκα ἢ λίθον ἤ τι τοιοῦτον, ἡ δὲ τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὰ ἀνομοιομερῆ.

Οὕτω μὲν οὖν ὁ Ἀναξαγόρας. ὁ δὲ Ἐμπεδοκλῆς τέσσαρα ὑπετίθετο τὰ ὑλικὰ αἴτια· ταῦτα δὴ τὰ πολυθρύλητα στοιχεῖα — διὸ καὶ ῥιζώματα πάντων αὐτὰ ἐκάλει, «τέσσαρα» λέγων «τῶν πάντων ῥιζώματα» —, ποιητικὰ δὲ αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν· ἀλλʼ οὐχ ἅμα, ἀλλʼ ἀνὰ μέρος. τῆς μὲν γὰρ φιλίας ἐπικρατούσης συνάγεσθαι καὶ συγκρίνεσθαι τὰ στοιχεῖα καὶ ποιεῖν τὸν νοητὸν κόσμον, ὃν σφαῖρον ἐκάλει, ὅταν δὲ πάλιν κατά τινα περίοδον ἐπικρατήσῃ τὸ νεῖκος, διακρίνεσθαι τὸν σφαῖρον ἐκεῖνον καὶ ποιεῖν τὰ τέσσαρα στοιχεῖα καὶ τοῦτον τὸν κόσμον. ἐπεὶ οὖν ἑώρα τά τε ἄλλα πάντα καὶ ἐκ τῶν τεσσάρων στοιχείων γινόμενα καὶ αὐτὰ ἐξ ἀλλήλων, τὰ μὲν σύνθετα σώματα μόνῃ τῇ συγκρίσει τῶν στοιχείων ἔλεγε γίνεσθαι — ἀμετάβλητα γὰρ ὑπετίθετο —, ὅταν δὲ γίνηται ἐξ ὕδατος ἀὴρ ἢ ἐξ ἀέρος πῦρ ἢ καὶ ἔμπαλιν, οὐ μεταβάλλοντος τοῦ ὕδατος ἢ τοῦ ἀέρος γίνεσθαι τὰ λοιπά, ἀλλʼ ἐνυπάρχειν ἐν ἀλλήλοις κατʼ ἐνέργειαν τὰ στοιχεῖα. ἐπειδὰν οὖν μανωθῇ ὁ ἀήρ, τὸ ἐνυπάρχον πῦρ καὶ συνεχόμενον χώραν εὑρηκὸς ἐκκρίνεσθαι, πάλιν δὲ ὅταν πυκνωθῇ ὁ ἀήρ, τὰ ὑδάτια τὰ ἐνυπάρχοντα καὶ διεσπαρμένα ἐν αὐτῷ τῇ θλίψει τῇ ἐκ τῆς πυκνώσεως ἐξακοντίζεσθαι ἐκπυρηνιζόμενα, οἷόν τι πάσχουσι καὶ οἱ διὰ τῶν δακτύλων ἐκθλιβόμενοι πυρῆνες· ἐνυπάρχοντες γὰρ καὶ κεκρυμμένοι ὑπὸ τοὺς δακτύλους, ὅταν πυκνωθῶσιν οἱ δάκτυλοι, τῇ θλίψει ἐξακοντίζονται, οὐ γινόμενοι τότε, ἀλλʼ ἐκκρινόμενοι μόνον καὶ ἐκφαινόμενοι.

Ὃν τρόπον οὖν, φησίν, οἱ περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα ἐκκρίσει τὴν γένεσιν γίνεσθαι λέγουσιν, οὕτω καὶ ὁ Ἀναξίμανδρος ἐκ τοῦ κατʼ αὐτὸν στοιχείου — ὅπερ ἐστὶ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος ἢ ἀέρος καὶ ὕδατος —, ἀπείρου ὄντος καὶ πάντα ἐν ἑαυτῷ περιέχοντος, τὰ ἄλλα γίνεσθαι, μᾶλλον δὲ ἐκκρίνεσθαι· τὴν γὰρ γένεσιν οὐδὲν εἶναι ἄλλο ἢ ἔκκρισιν καὶ ἔκφανσιν. καὶ δῆλον ὅτι ταῦτα λέγων ὁ Ἀναξίμανδρος αὐτὸς τὰς ἑαυτοῦ θέσεις ἀνῄρει· οὐ γὰρ ἂν ἔτι εἴη μία ἡ κοινὴ τῶν πάντων ἀρχὴ τὸ μεταξύ, εἴ γε μὴ αὐτὸ ἐκεῖνο ὑπόκειται τοῖς γινομένοις, εἰ μή τις καὶ τοὺς ἐντὸς τοῦ οἴκου πάντας ἐξ ἑνὸς στοιχείου εἶναι λέγοι τοῦ περιέχοντος οἴκου. μᾶλλον οὖν εἰς τὴν Ἀναξαγόρου δόξαν ἐκπίπτει ταῦτα λέγων.

Ταῦτα δὲ εἰπὼν ὁ Ἀριστοτέλης, τρέπεται ἐπὶ τὸν ἔλεγχον τῆς Ἀναξαγόρου δόξης, ἀλλὰ πρὶν εἰς τοὺς ἐλέγχους εἰσβαλεῖν, λέγει πόθεν καὶ ἐκ ποίας ἐννοίας κινηθεὶς ὁ Ἀναξαγόρας, οὕτως ἐδόξασε πάντα ἐν πᾶσιν εἶναι καὶ μηδὲν εἶναι εἰλικρινὲς ὅπερ ἐστί. φησὶν οὖν ὅτι διὰ δύο αἰτίας· μίαν μὲν τὸ νομίζειν τὴν κοινὴν πάντων τῶν φυσικῶν δόξαν ἀληθῆ εἶναι, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται, ἀλλὰ πάντα τὰ γινόμενα ἔκ τινος ὄντος γίνεται. ἐχρήσατο οὖν τοιούτῳ συλλογισμῷ· πάντα τὰ γινόμενα ἢ ἐξ ὄντων ἢ ἐξ οὐκ ὄντων γίνεται — καὶ δῆλον ὅτι περὶ τὴν διαίρεσιν αὐτῷ γέγονεν ἡ αἰτία τῆς πλάνης, τῷ παραλιπεῖν τι μόριον τῆς διαιρέσεως· τὸ γὰρ γινόμενον πᾶν ἢ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γενήσεται, ἢ ἐκ τοῦ ἁπλῶς ὄντος, ἢ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. τὸ τρίτον οὖν τμῆμα παραλιμπάνων, ὅπερ καί ἐστιν ἀληθές, εἰς τὴν πλάνην ταύτην ἐξέπεσεν —, εἰ οὖν ἢ ἐξ ὄντων μόνων ἢ ἐξ οὐκ ὄντων γίνεται τὰ γινόμενα, ἐκ μὴ ὄντων δὲ ἀδύνατον διὰ τὸ κοινὸν ἀξίωμα, ἐξ ὄντων ἄρα. ἀλλʼ εἰ ἐξ ὄντων, ἢ ἐξ ὁμοειδῶν ἢ ἐξ ἑτεροειδῶν· ἐξ ἑτεροειδῶν μὲν ἀδύνατον — ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἵππος ἵππον, ἄνθρωπος δὲ ἵππον οὐκέτι —, εἰ δὲ ἐξ ὁμοειδῶν, ἀνάγκη πᾶσα, ὅταν ἴδωμεν ὀστοῦν ἐκ σαρκὸς γινόμενον, ἐπεὶ μὴ δυνατὸν τὰ ἑτεροειδῆ γεννᾶν ἄλληλα, ἐνυπάρχειν ἐν τῇ σαρκὶ τὸ ὀστοῦν ὅπερ ἐξ αὐτῆς γεγενῆσθαι. οὕτω καὶ ἐπὶ πάντων. ἐπεὶ οὖν πᾶν ἐκ παντὸς γίνεται ἤτοι κατὰ πρώτην γένεσιν, ἤτοι διὰ πλειόνων — ἐκ τοῦ ἄρτου γὰρ αἷμα καὶ ἐξ ἐκείνου σάρξ, εἶτα πολλάκις ἐκ σαρκὸς ὀστοῦν ἢ ἕτερόν τι· σηπομένης γὰρ γένοιτο ἂν ἐξ αὐτῆς ὕδωρ ἢ πῦρ ἢ γῆ ἢ σκώληξ ἢ ἄλλο ὁτιοῦν —, ἀνάγκη πᾶσα πάντα ἐν πᾶσι μεμῖχθαι νομίζειν· οὐδὲ γὰρ ἐπέστησε τῷ κοινῷ ὑποκειμένῳ, διόπερ συμβαίνει πᾶν ἐκ παντὸς γίνεσθαι. πρῶτον μὲν οὖν τοῦτο ἔπεισε τὸν Ἀναξαγόραν ταύτῃ τῇ δόξῃ συνθέσθαι, δεύτερον δὲ τὸ ὁρᾶν ἐξ ἀλλήλων τὰ ἐναντία γινόμενα· θερμὸν γὰρ ἐκ ψυχροῦ γίνεται καὶ ξηρὸν ἐξ ὑγροῦ, λευκὸν ἐκ μέλανος καὶ τὰ λοιπά. ἐπεὶ οὖν τὰ ἐναντία οὐδέποτε γεννητικὰ τῶν ἐναντίων γένοιντο — φθαρτικὸν γὰρ μᾶλλον τὸ ἐναντίον τοῦ ἐναντίου, μή τοί γε γεννητικόν —, ἀνάγκη πᾶσα ἐν τῷ ψυχρῷ σώματι ἐνυπάρχειν θερμὰ σωμάτια, ὧν ἐκκρινομένων τὴν γένεσιν τοῦ θερμοῦ γίνεσθαι. ἀνάγκη οὖν τὰς ἐναντιότητας ἅμα εἶναι ἐν τοῖς αὐτοῖς, λέγεσθαι δὲ ἕκαστον ἐκ τῆς ἐπικρατούσης· θερμὸν γὰρ λέγεται, ἐν ᾧ πλείονα τὰ θερμὰ σώματα. ὁμοίως ψυχρὸν λευκὸν καὶ τὰ λοιπά. ταῦτα εἰπών, οὕτω λοιπὸν εἰς τοὺς ἐλέγχους εἰσβάλλει.

Ὡς δὲ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσί. δεῖ προσυπακοῦσαι ὡς οἱ φυσικοὶ λέγουσιν ἓν εἶναι τὸ ὄν· κατὰ κοινοῦ γὰρ τὸ ἓν εἶναι τὸ ὄν. ἐπισημειωτέον ὅτι ἀντιδιαστέλλει τοὺς περὶ Μέλισσον καὶ Παρμενίδην τοῖς φυσικοῖς, δηλονότι μὴ περὶ φυσικῶν πραγμάτων οἰόμενος ἐκείνους διαλέγεσθαι, ἀλλʼ ἢ θεολογεῖν ἢ περὶ ἑτέρων τινῶν διαλέγεσθαι. ἤλεγξε δὲ αὐτὸς τοὺς λόγους διὰ τὸ μή τινας ὑπολαβεῖν περὶ τῶν φυσικῶν ἐκείνοις εἶναι τὸν λόγον, εἶτα τῇ ἀξιοπιστίᾳ τῶν προσώπων εἰς ψευδεῖς ὑπονοίας περὶ τῶν πραγμάτων παρασυρῆναι.

Οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὂν σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο.

Οἱ μὲν τῶν φυσικῶν, φησίν, ἓν ποιήσαντες τὸ ὄν, τουτέστι μίαν τὴν ἀρχὴν πάντων καὶ τὸ ὑποκείμενον ποιήσαντες, καὶ τοῦτο οὐκ ἀσώματόν τι, ἀλλὰ σῶμα κατʼ ἐνέργειαν, καὶ σῶμα ἢ ἕν τι τῶν τριῶν στοιχείων πυρὸς ἀέρος ὕδατος, ἢ ἄλλο τι παρὰ ταῦτα μεταξὺ τούτων, οἷον ὑπετίθετο ὁ Ἀναξίμανδρος, τὰ ἄλλα σώματα γεννῶσιν ἐκ τοῦ κατʼ αὐτοὺς στοιχείου πυκνουμένου ἢ μανουμένου. εἰπὼν δὲ «οἱ μὲν τῶν φυσικῶν ἓν ποιήσαντες τὸ ὂν πυκνότητι καὶ μανότητι τὰ ἄλλα γεννῶσι», τὴν ἀνταπόδοσιν οὐκ εὐθὺς ἐπήγαγεν, ἀλλὰ μετʼ ὀλίγον ἔνθα φησίν· «οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνουσιν». οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὂν οὐ δοκεῖ οἰκείως τῇ ἀνταποδόσει κεχρῆσθαι· εἰπὼν γὰρ οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὄν, ἀνταποδιδοὺς πρὸς τοῦτό φησιν «οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας» καὶ τὰ ἑξῆς. ἀκόλουθον δὲ ἦν τῷ εἰπόντι οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὄν, ἀνταποδιδόντι εἰπεῖν «οἱ δὲ πολλὰ ποιήσαντες». δεῖ οὖν μικρὸν μεταρρυθμίσαι τὴν λέξιν, ἵνα τὴν ἀκόλουθον ἀνταπόδοσιν ἴδωμεν. οὕτως οὖν ὑπερβιβαστέον τὴν λέξιν· «ὡς δὲ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν· ἓν γὰρ ποιήσαντες τὸ ὂν σῶμα τὸ ὑποκείμενον καὶ τὰ ἑξῆς, τὰ ἄλλα γεννῶσιν, οἱ μὲν πυκνότητι καὶ μανότητι, οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι λέγουσι». τὸ δὲ «ὡς οἱ φυσικοὶ λέγουσιν» οὐκ ἔστι καθόλου κατὰ πάντων τῶν φυσικῶν· δῆλον γὰρ ὅτι ὡς οἱ φυσικοὶ οἱ ἓν εἶναι τὴν ὑποκειμένην ὕλην ὑποτιθέμενοι. καὶ πρὸς τοῦτο δὲ τὴν ἀνταπόδοσιν ἐπάγει λέγων «ὅσοι δὲ ἓν καὶ πολλά».

Ταῦτα δέ ἐστιν ἐναντία. εἰπὼν ὅτι μίαν μὲν ὑποτίθενται τὴν ὕλην καὶ τὸ ὑποκείμενον, πυκνότητι δὲ καὶ μανότητι γεννῶσι τὰ ἄλλα, ἐπίτηδες ἐπισημειοῦται ὅτι ταῦτα δέ, ἡ πυκνότης καὶ ἡ μανότης, ἐναντία ἐστίν, ἐπειδὴ χρησιμεύει αὐτῷ τοῦτο εἰς τὴν αὑτοῦ δόξαν· μέλλει γὰρ καὶ αὐτὸς ἐφεξῆς τὰ ἐναντία μετὰ τῆς ὕλης ἀρχὰς ὑποτίθεσθαι. διὰ τοῦτο οὖν ἐπισημειοῦται ὅτι καὶ οἱ πρὸ αὐτοῦ φυσικοί, εἰ καὶ μὴ ἀκριβῶς, ὅμως περιεφαντάζοντο τὰς τῷ ὄντι ἀρχὰς τῶν ὄντων τὰ ἐναντία· εἰ γὰρ λέγουσι πυκνότητι καὶ μανότητι γεννᾶσθαι ἐκ τοῦ κατʼ αὐτοὺς ὑποκειμένου τὰ ἄλλα, πυκνότης δὲ καὶ μανότης ἐναντία ἐστίν, ἐκ τῶν ἐναντίων ἄρα τὴν γένεσιν εἶναι ὑπετίθεντο.

Καθόλου δὲ ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν.

Ἐπειδὴ εἶπεν ὅτι οἱ φυσικοὶ ὡς ἀρχὰς εἰδοποιοὺς τῆς ὕλης λαμβάνουσι τὰ ἐναντία, οἷον ἐπὶ μίαν ἐναντίωσιν καθολικωτέραν ἀνάγει πάντα τὰ ἐναντία περιέχουσαν ἐν ἑαυτῇ πάσας τὰς ἐναντιώσεις, τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν. καὶ ἔστιν ὅλος ὁ λόγος τοιοῦτος· οἱ ἓν ποιοῦντες τὸ ὑποκείμενον σῶμα πυκνότητι καὶ μανότητι ἐξ αὐτοῦ τὰ ἄλλα γεννῶσι, ταῦτα δὲ ἐναντία εἰσίν· ὥστε ἐναντίας ὑποτίθενται τὰς εἰδοποιοὺς τῶν ὄντων ἀρχὰς οἱ φυσικοί. καὶ ἵνα κοινῶς περιλάβωμεν κατὰ ποίαν ἐναντίωσιν πάντες τὴν γένεσιν τῶν ὄντων ἐκ τῆς κατʼ αὐτοὺς ὕλης ἔλεγον γίνεσθαι, φαμὲν ταύτην εἶναι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· κοινοτέρα γὰρ αὕτη τῶν ἐναντίων ἡ ἀντίθεσις καὶ ἐν ἑαυτῇ τὰς ἄλλας περιέχουσα. τοιαῦται γοῦν εἰσι καὶ αἱ Πλάτωνος ἀρχαὶ τὸ μέγα καὶ τὸ μικρόν, ὧν τὸ μέν ἐστιν ὑπεροχὴ τὸ μέγα, τὸ δὲ ἔλλειψις τὸ μικρόν, εἰ καὶ διαφόρως ὑπετίθεντο τὸ ἓν καὶ τὰ ἐναντία ὅ τε Πλάτων καὶ οἱ ἄλλοι, ὡς ἐφεξῆς ἐρεῖ. ὑπεροχὴν δὲ καὶ ἔλλειψίν φησι τὰ ἐναντία ἢ κατὰ τὸ κρεῖττον καὶ χεῖρον τῶν ἐναντίων — ἐρεῖ γὰρ καὶ ἐν τοῖς ἑξῆς ὅτι τὸ μὲν χεῖρον τῶν ἐναντίων στερήσει ἀναλογεῖ, τὸ δὲ κρεῖττον εἴδει· καὶ ἐνταῦθα οὖν τὸ μὲν χεῖρον, οἷον τὸ μέλαν, ἔλλειψις ἂν εἴη, τὸ δὲ κρεῖττον, οἷον τὸ λευκόν, ὑπεροχή —, ἢ οὖν οὕτως, ἢ ἵνα τῶν ἰσορρόπων ἐναντίων τὸ μὲν ἐν μείζονι ὄγκῳ ὑποκείμενον ὑπεροχὴν εἴποιμεν, τὸ δὲ ἐν ἐλάττονι ἔλλειψιν. οἷον ἐὰν λάβωμεν ἀέρα καὶ γῆν τοσοῦτον κινούμενον τὸν ἀέρα ἐπὶ τὸ ἄνω ὅσον τὴν γῆν ἐπὶ τὸ κάτω, καὶ συντόμως εἰπεῖν ἵνα λάβωμεν ἰσοταχῶς τὰς ἐναντίας κινούμενα κινήσεις, ὁ μὲν ἀὴρ ἐν μείζονι ὢν ὑποκειμένῳ ὑπεροχὴ ἂν εἴη κατὰ τὸν ὄγκον, ἡ δὲ γῆ ἐν ἐλάττονι οὖσα ὄγκῳ ἔλλειψις· διότι καὶ τὸ βαρὺ σῶμα μεταβάλλον εἰς τὸ κοῦφον μανούμενον ὄγκον πάντως μείζονα λαμβάνει, τὸ δὲ κοῦφον μεταβάλλον εἰς τὸ βαρὺ ἥττονα. ἐὰν οὖν ἰσόρροπα ὦσι κατὰ τὰς οἰκείας ῥοπάς, ἐξ ἀνάγκης τὸ κοῦφον μείζονα σχήσει ὄγκον. τὸ αὐτὸ δὲ εἴποι ἄν τις καὶ ἐπὶ λευκοῦ καὶ μέλανος καὶ τῶν λοιπῶν ἐναντίων· τὸ γὰρ ἐκ μέλανος λευκὸν γινόμενον ἴσως μὲν καὶ μανότερον γενήσεται κατὰ τὸ ὑποκείμενον, πλὴν ἐπεὶ τὸ λευκὸν διακριτικὸν τὸ δὲ μέλαν συγκριτικόν, εἴη ἂν τὸ μὲν λευκὸν ὑπεροχή, ὡς αἴτιον ταύτης, τὸ δὲ μέλαν ἔλλειψις, ὡς συγκριτικόν. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἴσως δὲ οὐδὲ δεῖ ἐπὶ πάντων ἁπλῶς τῶν ἐναντίων τὸν λόγον ἐκλαβεῖν, ἀλλʼ ἐπὶ τούτων ἅπερ ἐστὶν αἴτια γενέσεως καὶ φθορᾶς.

Πλὴν ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δὲ ἐναντία διαφοράς.

Ὁμοίως μὲν ὅ τε Πλάτων καὶ ὅσοι ἓν μὲν ὑπέθεντο τὸ στοιχεῖον, πυκνώσει δὲ καὶ μανώσει τὰ ἄλλα ἐξ αὐτοῦ ποιοῦσι, τρεῖς ἀρχὰς τίθενται τά τε ἐναντία καὶ τὸ ἕν — ὥσπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐφεξῆς τίθεται —, ἐναντίως μέντοι τοῖς ἄλλοις ὁ Πλάτων περὶ τοὺς τρόπους τῶν ἀρχῶν τούτων ἠνέχθη. οἱ μὲν γὰρ ἄλλοι τὴν μὲν ὕλην καὶ τὸ ὑποκείμενον τὸ ἓν λέγουσι, τὰ δὲ ἐναντία εἰδοποιοὺς διαφορὰς τοῦ ὑποκειμένου — κρατούμενον γὰρ τὸ ὑποκείμενον ποτὲ μὲν τῇ πυκνώσει ποτὲ δὲ τῇ μανώσει, οὕτω γεννᾶν τὰ σώματα —, Πλάτων δὲ ἔμπαλιν τὰ μὲν ἐναντία, λέγω δὲ τὸ μέγα καὶ τὸ μικρόν, ὕλην ποιεῖ, τὸ δὲ ἓν τὸ εἶδος τὸ τῇ ὕλῃ ἐπιγινόμενον καὶ ποιοῦν τὰ σώματα. ἴσμεν δὲ ὅτι Πυθαγόρειος ὁ Πλάτων, συμβολικῶς δὲ πάντα οἱ Πυθαγόρειοι ἔλεγον, ἐπεὶ κἀκεῖνοι τὴν ἀόριστον δυάδα τὴν ὕλην καλοῦσιν. ἐπειδὴ γὰρ ὁριστικὸν μὲν καὶ ἑνοποιοῦν τὸ εἶδος, ἀόριστος δὲ ἡ ὕλη καὶ σκεδασμοῦ τοῖς εἴδεσιν αἰτία — ἀδιάστατα γὰρ ὄντα φύσει δεξαμένη διίστησι· τὸν γὰρ τοῦ ἀνθρώπου λόγον ἀμερῆ καὶ ἀδιάστατον ὄντα καθʼ αὑτὸν δεξαμένη διίστησιν εἰς διάφορα κατατέμνουσα μόρια· τὸ τυχὸν γοῦν τοῦ σπέρματος μεῖναν τὸν ὅλον ἄνθρωπον γεννᾷ, ὡς ἅτε δὴ ἀμερίστως ἐν παντὶ τῷ σπέρματι καὶ τῷ τυχόντι αὐτοῦ μορίῳ τῶν λόγων τοῦ ζῴου ἐνόντων —, διὰ τοῦτο διὰ τῆς δυάδος τὴν ὕλην ᾐνίττοντο, εἶτα ἐπειδὴ τῶν ἄλλων ποιοτήτων πρῶτον ἡ ὕλη δέχεται τὸ ποσόν — πρῶτον γὰρ ποσοῦται καὶ γίνεται τριχῇ διαστατή —, διὰ τοῦτο τὴν δυάδα μέγα καὶ μικρὸν ἐκάλεσεν ὁ Πλάτων. ὥστε διὰ μὲν τὸ ἀόριστον τῆς ὕλης καὶ μηδένα οἰκεῖον ὅρον ἔχειν, δυάδα αὐτὴν ἐκάλεσε — πρώτη γὰρ ἀπὸ τῆς μονάδος ἡ δυὰς τὴν διαίρεσιν ἐδέξατο —, διὰ δὲ τὸ πρώτως δέχεσθαι τὸ ποσὸν καὶ προσεχέστατον εἶναι τοῦτο τῆς ὕλης εἶδος, μέγα καὶ μικρόν· ταῦτα γὰρ τοῦ ποσοῦ.

Οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνουσιν, ὥσπερ Ἀναξίμανδρός φησι.

Τοῦτο συνεχὲς πρὸς τὸ ἄνω· «ἓν γὰρ ποιήσαντες τὸ ὂν σῶμα τὸ ὑποκείμενον οἱ μὲν τὰ ἄλλα γεννῶσι πυκνότητι καὶ μανότητι», εἶτα ἡ ἀνταπόδοσις ἐνταῦθα· οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνουσιν, οἷος ἦν ὁ Ἀναξίμανδρος· ἐνυπάρχειν γὰρ ἔλεγεν ἐν τῷ μεταξύ, ὅπερ ἦν κατʼ αὐτὸν στοιχεῖον, τὰ ἐναντία ἐνεργείᾳ.

Καὶ ὅσοι δὲ ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας· ἐκ τοῦ μίγματος γὰρ ἐκκρίνουσι τὰ ἄλλα.

Εἰπὼν ὅτι ὁ Ἀναξίμανδρος ἐκ τοῦ ἑνὸς ἐκκρίνει τὰς ἐναντιότητας, ἵνα σαφέστερον παραστήσῃ ἡμῖν πῶς ἔλεγεν ἐκκρίνεσθαι ἐκ τοῦ ἑνὸς τὰ ἐναντία, διὰ τοῦτο ὡς ἐν παραδείγματι μέμνηται τῆς Ἐμπεδοκλέους καὶ Ἀναξαγόρου δόξης, καὶ ὅπως οὗτοι ἐξ ἀλλήλων ἐκκρίνεσθαι ἔλεγον τὰ κατʼ αὐτοὺς στοιχεῖα. ἐκ τοῦ μίγματος γὰρ ἐκκρίνουσι τὰ ἄλλα· ὁ μὲν Ἀναξαγόρας τὸ πρὶν ἐμμιχθείσας πάσας ἅμα τὰς ὁμοιομερείας ἐκ τοῦ μίγματος ἐκείνου ἐκκρῖναι αὐτὰς τὸν νοῦν, καὶ νῦν δὲ ἀεὶ ἐκκρίνεσθαι ἐξ ἀλλήλων — ἕκαστον γὰρ μῖγμά τι εἶναί φησι πολλῶν ὁμοιομερειῶν —, ὁ δὲ Ἐμπεδοκλῆς καὶ αὐτὸς μὲν τὴν ἀρχὴν ἐκ τοῦ σφαίρου ἐκκρίνει τὰ στοιχεῖα, καὶ νῦν δὲ ἐμμεμῖχθαί φησιν ἐν ἀλλήλοις τὰ στοιχεῖα τὰ τέσσαρα, οὐ μέντοι πάντα ὡς Ἀναξαγόρας ἔλεγεν, εἶτα κατʼ ἔκκρισιν γίνεσθαι ἐξ ἀλλήλων ὅνπερ εἴπομεν τρόπον. διαφέρουσι δὲ ἀλλήλων ὅ τε Ἀναξαγόρας καὶ ὁ Ἐμπεδοκλῆς ὅτι ὁ μὲν Ἀναξαγόρας ἅπαξ τὸν νοῦν φησιν ἐκ τοῦ μίγματος τοῦ πρώτου ἀρξάμενον διακρίνειν εἰσαεὶ τοῦτο ποιεῖν, καὶ μηκέτι ἐνδέχεσθαι πάλιν ἓν μῖγμα πάντα γενέσθαι, ὁ μέντοι Ἐμπεδοκλῆς πολλάκις τοῦτο ποιεῖ· ποτὲ μὲν γὰρ ἐκ τοῦ σφαίρου ἐκκρίνεσθαι τὰ στοιχεῖα, ποτὲ δὲ πάλιν τὰ στοιχεῖα συγκρίνεσθαι εἰς τὸν σφαῖρον, καὶ τοῦτο ἐπʼ ἄπειρον ἀνακάμπτειν κατά τινα περίοδον. πρώτη μὲν οὖν διαφορὰ Ἐμπεδοκλέους καὶ Ἀναξαγόρου αὕτη, ἑτέρα δὲ ὅτι ὁ μὲν Ἀναξαγόρας τὰ κατʼ αὐτὸν στοιχεῖα, λέγω δὴ τὰς ὁμοιομερείας, ἄπειρα ἔλεγεν, ὁ δὲ Ἐμπεδοκλῆς τὰ τέσσαρα ταῦτα στοιχεῖα πῦρ ἀέρα ὕδωρ καὶ γῆν. καλούμενα δὲ αὐτὰ εἶπεν, διότι οὐκ ἔστι κυρίως στοιχεῖα — οὐδὲ γάρ εἰσιν ἁπλᾶ, ἀλλὰ σύνθετα —, κυρίως δὲ στοιχεῖα ἡ ὕλη καὶ τὸ εἶδος.

Ἔοικε δὲ Ἀναξαγόρας ἄπειρα οὕτως οἰηθῆναι.

Ἐντεῦθεν βούλεται ἐκθέσθαι ἐκ ποίας ἐννοίας ὁρμηθεὶς ὁ Ἀναξαγόρας ἄπειρά τε ὑπέθετο εἶναι τὰ ὁμοιομερῆ καὶ πάντα ἐν πᾶσι μεμῖχθαι. καί φησιν ὅτι διὰ τὸ νομίζειν ἀληθῆ εἶναι τὴν τῶν φυσικῶν δόξαν, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται, ὥστε δεῖ προϋπάρχειν τὸ γινόμενον· εἰ δὲ τοῦτο, ἔκκρισις ἄρα ἐστὶν ἡ γένεσις. διὰ τοῦτο μὲν οὖν πάντα ἐν πᾶσι μεμῖχθαι ἔλεγε, διότι ἑώρα πᾶν ἐκ παντὸς γινόμενον· διότι δὲ ὑπελάμβανεν ἀίδιον εἶναι τὴν γένεσιν καὶ μὴ ὑπολείπειν, ἀπείρους ὑπετίθετο τὰς ὁμοιομερείας ἐν ἑκάστῳ, ἵνα μὴ ὑπολείπῃ ἡ γένεσις, ταὐτὸν δὲ εἰπεῖν ἡ ἔκκρισις.

Διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι. οἱ δὲ σύγκρισιν καὶ διάκρισιν.

Διὰ τὸ ὑπολαμβάνειν, φησί, τοὺς φυσικοὺς μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, λέγουσιν ὅτι ἦν ὁμοῦ πάντα. ὁμοῦ δὲ πάντα λέγει μάλιστα μὲν Ἀναξαγόρας, ἔπειτα δὲ καὶ Ἀναξίμανδρος· ἐν τῷ μεταξὺ γὰρ πάντα ὑπάρχειν φησί, γίνεσθαι δὲ ἐξ αὐτοῦ τῇ ἐκκρίσει οὐ μεταβάλλοντος τοῦ μεταξύ, ἀλλʼ ἐκκρινομένων ἐξ αὐτοῦ τῶν ἄλλων. καὶ Ἐμπεδοκλῆς δὲ ἐνυπάρχειν φησὶν ἐν ἀλλήλοις τὰ στοιχεῖα, ἅπερ καὶ ἀρχὰς καὶ «ῥιζώματα πάντων» ἔλεγε, καὶ ὅταν ἐξ ὕδατος δὲ γίνηταί τι τῶν ἄλλων, οὐ μεταβάλλειν τὸ ὕδωρ εἰς ἐκεῖνο, ἀλλʼ ἐκκρίνεσθαι ἐξ αὐτοῦ ἐνυπάρχον, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. καὶ ἐν τῷ σφαίρῳ πάντα, φησίν, ἐνυπῆρχεν οὐ μόνον τὰ στοιχεῖα ἅπερ καὶ νῦν ἐν ἀλλήλοις ἐνυπάρχειν, ἀλλὰ καὶ τὰ τῶν συνθέτων εἴδη ἐν τῷ σφαίρῳ ἐνυπῆρχε, τοῦ νείκους δὲ ἐπικρατήσαντος ἐξεκρίθησαν ἐκ τοῦ σφαίρου τά τε στοιχεῖα καὶ τὰ τῶν συνθέτων εἴδη. ὅθεν καὶ τὴν γένεσιν οἱ μὲν ἀλλοίωσιν λέγουσιν, ὅσοι τὸ ὕδωρ ἢ τὸν ἀέρα ὑποτιθέμενοι μανότητι καὶ πυκνότητι γεννῶσι τὰ ἄλλα, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν, οἵ τε περὶ τὸν Δημόκριτον καὶ Ἐμπεδοκλέα· συγκρίσει γὰρ ὁ μὲν τῶν στοιχείων ὁ δὲ τῶν ἀτόμων τὰ ἄλλα γίνεσθαί φασι, διακρίσει δὲ φθείρεσθαι. καὶ ὁ Ἀναξαγόρας δὲ δηλονότι ἐκκρίνεσθαι λέγων τὰ ὁμοιομερῆ καὶ ταύτην εἶναι τὴν γένεσιν, καὶ συγκρίνεσθαι ἔλεγε πλείους ὁμοιομερείας εἰς τὴν τοῦ συνθέτου γένεσιν, διακρίνεσθαι δὲ πάλιν αὐτὰς ἀπʼ ἀλλήλων ἐν τῇ φθορᾷ. ἁρμόσει δὲ κοινότερον κατὰ πάντων ἡ ἀλλοίωσις· καὶ γὰρ τὰ ἐκκρινόμενα ἢ συγκρινόμενα καὶ διακρινόμενα ἀλλοίωσίν τινα ὑπομένει, τὰ μὲν κατὰ τὴν θέσιν τὰ δὲ κατὰ τὴν ἔκφανσιν.

Ἔτι δὲ ἐκ τοῦ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία.

Ὅτι καὶ ἔνθεν ὑπενόει ὁ Ἀναξαγόρας πάντα ἐν πᾶσιν εἶναι διὰ τὸ μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ὁρᾶσθαι δὲ ἐκ τῶν ἐναντίων γινόμενα, τὸ δὲ ἐναντίον φθαρτικὸν μᾶλλον ἢ γεννητικὸν εἶναι τῶν ἐναντίων. ἔνθεν οὖν συνῆγεν ὅτι πάντα ἐν ἀλλήλοις εἰσί, μὴ φαίνεσθαι δὲ διὰ σμικρότητα τῶν ὄγκων, ὀνομάζεσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος, ὥσπερ ἐπὶ τῆς πανσπερμίας· λέγεται γὰρ αὕτη, εἰ πλεονάζει τὸ τοῦ σίτου εἶδος, σῖτος· οὕτως ἔνθα πλεονάζει σὰρξ ἢ ὕδωρ, οὕτω καλεῖσθαι. αἴτιον δὲ αὐτῷ γέγονε τῆς ἀπάτης τὸ λαμβάνειν ὅτι δεῖ πάντως ἢ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι τὰ γινόμενα, ἢ ἐκ τοῦ ὄντος· γίνεται μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος, ἀλλʼ οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος, ἀλλʼ ἐκ τοῦ τὶ μὴ ὄντος, ὅπερ ἑξῆς καὶ ἐγκαλέσει αὐτῷ καὶ ἐπιλύσεται.

Εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον.

Ἐκθέμενος τὴν Ἀναξαγόρου δόξαν καὶ εἰπὼν ἐκ ποίας ἐννοίας εἰς τὴν ὑπόθεσιν ταύτην ἦλθεν, ὅτι ἔκ τε τοῦ μηδὲν ἐκ τοῦ μὴ ὄντος οἴεσθαι γίνεσθαι καὶ ἐκ τοῦ τὰ ἐναντία ὁρᾶν ἐξ ἀλλήλων γινόμενα, νῦν τρέπεται ἐπὶ τὸν ἔλεγχον τῆς δόξης αὐτοῦ καὶ τίθησι πλείονα ἐπιχειρήματα ἀνασκευαστικὰ τῆς Ἀναξαγορείου δόξης, ὧν τὸ μὲν πρῶτον ἐντρεπτικόν ἐστιν οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων, ἀλλʼ ὡς πρὸς τὸν Ἀναξαγόραν καὶ ἁπλῶς τὸ τοῦ ἐπιστήμονος πρόσωπον· δείκνυσι γὰρ ὅτι ἡ ὑπόθεσις αὕτη πᾶσαν ἀναιρεῖ ἐπιστήμην. ἔστι δὲ τὸ ἐπιχείρημα τοιοῦτον· εἰ αἱ ἀρχαὶ τῶν πραγμάτων ὁμοιομέρειαί εἰσιν, αἱ δὲ ὁμοιομέρειαι ἄπειροι, τὸ δὲ ἄπειρον ἄγνωστον τῇ αὑτοῦ φύσει, αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ἄγνωστοι· ὧν δὲ αἱ ἀρχαὶ ἄγνωστοι, καὶ αὐτὰ ἄγνωστα· ἄγνωστα ἄρα τὰ ὄντα. ὥστε ἀνῄρηται ἐκ τῶν ὄντων ἡ ἐπιστήμη, εἴ γε καὶ ἡ γνῶσις. ἡ γὰρ ἐπιστήμη γνῶσίς τις· ἐπὶ πλέον γὰρ ἡ γνῶσις τῆς ἐπιστήμης. ἡ μὲν γὰρ ἐπιστήμη περιορίζειν πέφυκε καὶ περιλαμβάνειν λόγῳ τὰ πράγματα, τὸ δὲ ἄπειρον λόγῳ περιορίσαι ἀδύνατον — εὐθὺς γὰρ αὐτὸ πεπερασμένον ποιοῦμεν —, εἴ γε ἄπειρόν ἐστιν, οὗ ἀεὶ ἔξω τι τοῦ ληφθέντος ἔστιν εὑρεῖν· ἀναιρήσομεν ἄρα τῶν ἐπιστημῶν τὰς ἀκριβεστάτας γεωμετρίαν ἀστρονομίαν. καὶ αὐτὸς δὲ ὁ Ἀναξαγόρας δῆλον ὡς ἐπιστήμην οἰόμενος ἔχειν τῶν ὄντων οὕτως ἡμᾶς περὶ αὐτῶν διδάσκει· ὥστε οὐκ εἰσὶν ἄπειροι αἱ ἀρχαὶ τῶν ὄντων, εἴπερ ἐπιστήμων ὁ Ἀναξαγόρας, ἢ εἰ ἄπειροι, οὐκ ἐπιστήμων ἐκεῖνος· εἰ δὲ μὴ ἐπιστήμων, οὐ πεισόμεθα αὐτῷ ἀποφαινομένῳ περὶ ὧν οὐκ ἔγνωκε. πρῶτον μὲν οὖν ἐπιχείρημα τοῦτο ἐντρεπτικόν, ὡς εἶπον, οὐ πραγματειῶδες.

Τοῦ δὲ δευτέρου ἐπιχειρήματος πραγματειώδους ὄντος προλαμβάνει ἀξίωμά τι τοιοῦτον· τὰ εἴδη πάντα, φησίν, ἐν ὡρισμένῳ τινὶ ποσῷ πέφυκεν ὑφίστασθαι, καὶ οὔτε κατὰ μέγεθος εἰς ὁτιοῦν πέφυκεν αὔξεσθαι οὔτε ἐπὶ σμικρότητα εἰς ὁτιοῦν πέφυκε μειοῦσθαι, ἀλλʼ ἔστι τις ὅρος ἐπί τε τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, οὗ ἐπέκεινα ὑπάρξαι τὸ εἶδος οὐ δύναται. ἔστω δὴ πρῶτον ἡμῖν ὁ λόγος ὡς ἐπὶ τῶν τελειοτέρων εἰδῶν· ἐν τούτοις γὰρ ὡς τρανεστέροις σαφέστερος ὁ λόγος. τὸ τοῦ ἀνθρώπου εἶδος δύναται μὲν ἐν πηχυαίῳ μεγέθει συστῆναι, δύναται δὲ καὶ ἐν τετραπήχει ἢ πενταπήχει, οὐ μέντοι ἐπʼ ἄπειρον αὔξεσθαι δύναται. οὐ γὰρ δὴ καὶ ἑκατοντάπηχυς γένοιτʼ ἂν ὁ ἄνθρωπος, καὶ ἴσος τοῦ κόσμου τῷ μεγέθει· οὐ γὰρ τὸν ἐν ἐπινοίᾳ ἄνθρωπον λαμβάνομεν, ἀλλὰ τὸν ἐν ὑπάρξει. τοῦτον οὖν δῆλον ὅτι ἀδύνατον ἐπὶ πολύ τι μέγεθος καὶ ὑπὲρ τὸ πᾶν αὔξεσθαι, ἀλλʼ ἔστι τι ὡρισμένον μέγεθος, οὗ ἐπέκεινα αὐξηθῆναι οὐ δύναται· τὰ γὰρ εἴδη ἐπὶ πολύ τι ὑποκείμενον διιστάμενα ἐξίτηλα γίνεται. ὥσπερ οὖν ἐπὶ τὴν αὔξησιν ἀδύνατον ἐν παντὶ μεγέθει ὑπάρξαι τὰ εἴδη, οὕτω καὶ τὴν μείωσιν. γένοιτο μὲν γὰρ πυγμαῖος ἄνθρωπος, οὐ μὴν καὶ δακτυλιαῖος ἢ κεγχραμίδι ἴσος· οὐ γὰρ δύναται τὸ σμικρὸν πάνυ μέγεθος καταδέξασθαι τὸ εἶδος, ὥσπερ ἀμέλει καὶ τέκτων ἐν πηχυαίῳ μὲν ξύλῳ ποιήσει τὸ τοῦ πλοίου εἶδος, ἐν δακτυλιαίῳ δὲ οὐκέτι, καὶ κεραμεὺς τὸ τοῦ ἀμφορέως εἶδος οὐκ ἂν ποιήσειεν ἐν πηλῷ ἴσῳ κεγχραμίδι. ὥσπερ οὖν ἐπὶ τούτων ὡρισμένου τινὸς ποσοῦ χρεία ἐπί τε μέγεθος καὶ σμικρότητα εἰς τὸ ὑπάρξαι τὰ εἴδη, οὕτω δηλονότι καὶ ἐπὶ τῶν ὁμοιομερῶν· εἴδη γάρ τινα καὶ τὰ ὁμοιομερῆ. ὥστε δηλονότι καὶ τὸ τῆς σαρκὸς εἶδος καὶ τὸ τοῦ ὀστοῦ καὶ τὸ τοῦ ὕδατος οὔτε κατὰ μέγεθος ἐν τῷ τυχόντι συσταίη ἂν — οὐ γὰρ δὴ καὶ ἐν ἴσῳ καὶ ἐν μείζονι τοῦ παντός· οὐ γὰρ ἂν ὑποσταίη τι τοιοῦτον, περὶ δὲ τῶν ἐν ὑποστάσει ὁ λόγος —, οὔτε κατὰ σμικρότητα· ἀλλʼ ἔστι τι πάντως μέγεθος, οὗ ἐν τῷ ἐλάττονι οὐκ ἂν συσταίη τὸ εἶδος τῆς σαρκός. ἔστιν ἄρα τις ἄτομος καὶ ἐλαχίστη σάρξ. ὁμοίως καὶ ἐπὶ παντὸς ὁμοιομεροῦς. ὅτι δὲ τοῦτο οὕτως ἔχει, μάθοις ἂν καὶ ἐντεῦθεν. πάντα τὰ σώματα σύνθετα οὐχ ὡς ἔτυχε κεκραμένης τῆς ὕλης γίνεται, ἀλλʼ ἕκαστον εἶδος δεῖται τοιῶσδε κεκραμένης ὕλης, ἵνʼ οὕτως ἐπιτηδείᾳ ἐκείνῃ πρὸς ὑποδοχὴν αὐτοῦ γενομένῃ ἐπιγένηται· οὐ γὰρ ὡς ἔτυχε κεκραμένων τῶν στοιχείων ἐπιγένοιτʼ ἂν αὐτοῖς τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ, ἀλλὰ τὸ μὲν τῆς σαρκὸς εἶδος δεῖται τοιᾶσδε κράσεως ὑποκειμένης, ἑτέρας δὲ τὸ τοῦ ὀστοῦ, καὶ ἄλλο ἄλλης. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, ἔστι δὲ ὑποκείμενον τοῖς εἴδεσι τῶν συνθέτων σωμάτων οὐ μόνον ποιότης τις, λέγω δὲ ἡ τοιάδε τῶν στοιχείων κρᾶσις, ἀλλὰ καὶ ποσότης, εὔλογον ὥσπερ ποιὸν οὐ τὸ τυχὸν ἐνδέχεται αὐτοῖς ὑποκεῖσθαι, οὕτω μηδὲ ποσὸν τὸ τυχὸν ὑπάρχειν. τίς γὰρ ἡ ἀποκλήρωσις, ἰσοτίμως καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ ὑποκειμένων, ποιὸν μὲν μὴ τὸ τυχὸν παραλαμβάνεσθαι ἀλλʼ ὡρισμένον τι, ποσὸν δὲ τὸ τυχόν; ὥρισται ἄρα καὶ τὸ ποσὸν τὸ τοῖς εἴδεσιν ὑποκείμενον. ἔστιν ἄρα τις ἐλαχίστη σὰρξ καὶ ἐλάχιστον ὕδωρ, οὗ ἐν ἐλάττονι μεγέθει οὐκ ἂν συσταίη τὰ εἴδη ταῦτα. καὶ τοῦτο εἰκότως· εἰ γὰρ τὸ γενησόμενον σὰρξ πάσχει τι ὑπὸ τοῦ ποιοῦντος, εὔλογον ὥσπερ τὸ διαιρούμενον οὐ κατὰ τὸ τυχὸν ὂν μέγεθος διαιρεθείη ἄν, ἀλλʼ ἐκφεύγει τὸ διαιροῦν διὰ σμικρότητα, κἂν τῇ δύναμει διαιρετὸν ᾖ, οὕτω καὶ τὸ πεισόμενόν τι κατὰ ποιότητα οὐχ ὁπηλικονοῦν ὑπάρχον πάσχειν, ἀλλʼ ἐκφεύγειν διὰ σμικρότητα τὸ πάθος, μὴ πάσχον δὲ οὐ δέξεται τὸ εἶδος τοῦ ποιοῦντος δηλονότι.

Πρὸς ταῦτα ἀποροῦσιν ἡμῖν οἱ ἀπὸ τῶν μαθημάτων. εἰ δέδοται, φασί, τὴν δοθεῖσαν εὐθεῖαν δίχα διελεῖν, ἐπειδὴ πᾶν μέγεθος ἐπʼ ἄπειρόν ἐστι διαιρετόν, δηλονότι καὶ ἥν φατε ἐλαχίστην σάρκα διέλοιμεν ἂν δίχα. τὰ οὖν διαιρεθέντα πότερον σαρκία ἐστὶν ἢ οὔ; εἰ μὲν οὖν σαρκία, ἔστιν ἄρα λαβεῖν τῆς δοθείσης ἐλάττονα σάρκα καὶ οὐκ ἐκείνη ἦν τὸ ἐλάχιστον, εἰ δὲ τὰ διαιρεθέντα μή εἰσι σαρκία, πῶς συντιθέμενα πάλιν σάρκα ποιήσουσι; καὶ εἰ ὁμοιομερὴς ἡ σάρξ, δηλονότι καὶ τὰ μέρη ταύτης σάρκες ἂν εἶεν. ἔστιν ἄρα πάσης τῆς ληφθείσης σαρκὸς ἐλάττονα λαβεῖν, ἐπειδὴ καὶ πᾶσα σὰρξ ὁμοιομερής. πρὸς ταῦτά φαμεν ὅτι τὴν σάρκα ἔστι λαβεῖν καὶ ὡς εἶδός τι καὶ ὡς μέγεθος· ὡς μὲν οὖν μέγεθος οὖσα ἡ σὰρξ ἐπʼ ἄπειρόν ἐστι διαιρετή — διὸ οὐδὲ ἔστι λαβεῖν ἐλάχιστον μέγεθος —, ὡς μέντοι εἶδός τι οὖσαν οὐκέτι δυνατὸν ἐπʼ ἄπειρον διελεῖν, ἀλλὰ πάντως καταλήξει εἴς τινα ἐλαχίστην σάρκα, ἣν ἐὰν διέλωμεν, εὐθὺς ἅμα τῇ διαιρέσει τὸ τῆς σαρκὸς ἐφθείραμεν εἶδος. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἔστι λαβεῖν καὶ ὡς ἄνθρωπον καὶ ὡς μέγεθος, καὶ ὡς μὲν μέγεθος ἐπʼ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἀεὶ εἰς ὁμοειδῆ μεγέθη, ἐὰν μέντοι διέλω ὡς ἄνθρωπον εἰς κεφαλὴν καὶ πόδας, ἅμα τῇ διαιρέσει ἔφθαρται τὸ τοῦ ἀνθρώπου εἶδος καὶ οὔτε ἐν τῷ ὅλῳ ἐστίν — οὐδὲ γὰρ ἔστι τὸ ὅλον — οὔτε ἔν τινι τῶν μερῶν — ἄτομον γὰρ ὁ ἄνθρωπος —, οὕτω λέγω καὶ ἐὰν τὴν ἐλαχίστην σάρκα διέλῃς, εὐθὺς τῇ τομῇ ἔφθειρας τὸ εἶδος· ἄτομος γὰρ ἡ ἐλαχίστη σάρξ, καὶ τὰ τμηθέντα μόρια μεγέθη μέν εἰσι σάρκες δὲ οὔ. καὶ ὥσπερ. τοῦ ἀνθρώπου κἂν μυριάκις συνθῇς τὰ μόρια, οὐκέτι ποιεῖς ἄνθρωπον, διότι οὐ μόνης τῆς συνθέσεως δεῖ τῶν μερῶν, ἀλλὰ καὶ τῆς ἐπιστατούσης φύσεως καὶ ἐπιτιθείσης τὰ εἴδη, οὕτω λέγω καὶ ἐπὶ τῶν ὁμοιομερῶν ὅτι κἂν μυριάκις συνθῇς τὰ μόρια τῆς τμηθείσης σαρκός, οὐκέτι ποιήσεις σάρκα τῆς φύσεως μὴ ἐνυπαρχούσης. ὡς γὰρ τῶν ξύλων πάντων σωρευθέντων ἐξ ὧν ἡ ναῦς οὐκ ἂν γένοιτο ναῦς, καὶ τῶν ξύλων καὶ λίθων πάντων ἐξ ὧν ἡ οἰκία οἰκία οὐκ ἂν γένοιτο μὴ τῆς τέχνης ἐπιστατούσης, οὕτω κἂν τὰ μόρια τῆς σαρκὸς συντεθῇ, οὐκ ἂν γένοιτο σὰρξ μὴ ἐπιστατούσης τῆς φύσεως. ὁμοιομερὴς δὲ καὶ ἡ ἐλαχίστη σάρξ, ἀλλʼ ἐν ὅσῳ σῴζει τὴν ὁλότητα· τότε γὰρ καὶ τὸ τῆς σαρκὸς εἶδος σῴζει. τότε οὖν τὰ δυνάμει λαμβανόμενα μέρη σάρκες, ἐπειδὴ καὶ τὸ ὅλον, ἐπὰν δὲ διαιρεθῇ οὐκέτι. ὥστε διὰ πάντων δέδεικται ὅτι ἔστιν ἐλαχίστη σάρξ, καὶ τοῦτο ἀκολούθως τῇ προόδῳ τῶν πραγμάτων συμβέβηκε. τὰ μὲν γάρ ἐστι τῶν ὄντων γενικώτατα καὶ κοινότατα ἐπὶ πάντων τῶν ὄντων ἐκτεταμένα, οἷον τὸ ὂν καὶ τὸ ἕν — οὐδὲν γὰρ ἔστιν ὃ μὴ τοῦ ἑνὸς ἢ τοῦ ὄντος μετέχει —, τὰ δὲ ἄτομα καλούμενα εἴδη ἐστένωται ταῖς κατηγορίαις διὰ τὸ μερικώτατα ὡς ἐν εἴδεσιν εἶναι, καὶ οὔτε ἐπὶ πλειόνων ἐστὶ κατηγορούμενα — ἀλλʼ ὁ ἄνθρωπος ἐπὶ μόνων ἀνθρώπων, ὁ δὲ ἵππος ἐπὶ ἵππων —, οὔτε ἐφʼ ὧν κατηγορεῖται ὡς ἔτυχεν ἐχόντων· οὔτε γὰρ ὁ νεκρὸς ἄνθρωπος ἄνθρωπος, οὔτε τὸ μόριον τοῦ ἀνθρώπου ἔτι ἄνθρωπος. σὰρξ δὲ καὶ ὀστοῦν καὶ τὰ ὁμοιομερῆ μέσην τάξιν ἔχοντα ἐπʼ ἐλαττόνων μέν ἐστιν ἢ τὸ ὂν καὶ τὸ ἕν, ἐπὶ πλειόνων δὲ ἢ τὰ ἄτομα εἴδη· σὰρξ μὲν γὰρ καὶ ὀστοῦν καὶ ἐπὶ ἵππου καὶ ἐπὶ τῶν ἄλλων ζῴων κατηγορεῖται καὶ ἐπὶ τῶν μορίων αὐτῶν, οὐκέτι μέντοι καὶ ἐπὶ τοῦ μορίου τῆς ἐλαχίστης σαρκὸς ἢ τοῦ ὀστοῦ, ὅταν διαιρεθῇ. τότε γὰρ σὰρξ μὲν ἢ ὀστοῦν οὐκέτʼ ἂν αὐτῶν κατηγορηθείη, τὸ μέντοι ἓν καὶ τὸ ὂν οὐδὲν ἧττον. εἰ γὰρ καὶ μὴ σάρκες εἰσὶ τὰ μόρια τῆς ἐλαχίστης σαρκός, ἀλλʼ οὖν ὄντα ἐστί· μεγέθη γάρ εἰσι καὶ σώματα.

Δεύτερον ἀξίωμα λαμβάνει ὅτι πᾶν σῶμα πεπερασμένον μετρεῖται ὑπὸ σώματος πεπερασμένου, τὸ μεῖζον ὑπὸ τοῦ ἐλάττονος· οἷον τὸ ἑκατονταπηχυαῖον μετρεῖται καὶ τῷ δεκαπηχυαίῳ δεκάκις καὶ τῷ πηχυαίῳ ἑκατοντάκις· ἀλλὰ μὴν καὶ τῷ δακτυλιαίῳ, καὶ ἁπλῶς εἰπεῖν παντὶ πεπερασμένῳ ἐλάττονι τὸ μεῖζον μετρεῖται.

Τούτων προειλημμένων δείκνυσιν ὅτι ἀδύνατον πάντα ἐν πᾶσιν εἶναι καὶ τὴν ἔκκρισιν ἐπʼ ἄπειρον γίνεσθαι. καὶ ἔστι πρῶτον μὲν ἐπιχείρημα πραγματειῶδες, ἀπὸ δὲ τῆς ἀρχῆς δεύτερον, τοῦτο· εἰ ἐκ τῆσδε, φησί, τῆς ὁμοιομερείας τοῦ ὕδατος ἐξάγοιτο ὁμοιομέρεια σαρκὸς καὶ πάλιν ἄλλη καὶ πάλιν ἄλλη καὶ ἄλλη, ἐπειδὴ πεπερασμένη ἐστὶν ἡ ἐν τῷ ὕδατι σὰρξ τῷ μεγέθει — ἐπειδὴ καὶ ἡ ὁμοιομέρεια ἐκείνη τοῦ ὕδατος πεπερασμένη ἐστὶ τῷ μεγέθει —, πᾶν δὲ πεπερασμένον πεπερασμένων ἀεί τινων ἀφαιρουμένων καταδαπανᾶται, ἀνάγκη πᾶσα ἀεὶ ἀφαιρουμένων ἐκ τῆς σαρκὸς τῆς ἐν τῷ ὕδατι σαρκίων τινῶν καταδαπανηθῆναι αὐτήν. οὐ γὰρ δὴ διὰ τὸ ἐπʼ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά, ἀεὶ διαιρουμένη ἡ ἐν τῷ ὕδατι σὰρξ εἰς ἐλάττονα καὶ οἷον διχοτομουμένη οὐκ ἐκλείψει· κἂν γὰρ ἀεὶ διχοτομῆται, ἥξει πάντως εἰς τὸ ἐλάχιστον τῆς σαρκὸς μέγεθος — δέδεικται γὰρ ὅτι ἔστι τις ἐλαχίστη σάρξ —, εἰ δὲ ἥξει εἰς τὸ ἐλάχιστον τῆς σαρκὸς μέγεθος τεμνομένη ἡ ἐν τῷ ὕδατι σάρξ, δῆλον ὅτι ἀφαιρεθέντος ἐκείνου οὐκέτι ἐκκριθήσεται ἐκ τοῦ ὕδατος ἐκείνου σάρξ, εἰ δὲ τοῦτο, οὐκέτι πᾶν ἐν παντὶ ἐνέσται οὐδὲ ἐπʼ ἄπειρον ἡ ἔκκρισις. καὶ οὐδέν μοι διοίσει κἂν αἱ ἐκκρινόμεναι σάρκες οὐκ εἰσὶ καθαραί, ἀλλὰ μεμιγμέναι ἑτέραις ὁμοιομερείαις· κἂν γὰρ μὴ καθαραὶ ἐξίωσιν, ἐπειδὴ ἔχει ἡ ὑπόθεσις ἐπʼ ἄπειρον γίνεσθαι τὴν ἔκκρισιν, ἀνάγκη πᾶσα, κἂν τὰ ἀεὶ ἐκκρινόμενα σαρκία ἐλάχιστα ὦσι, καταδαπανηθῆναι τὴν ὅλην σάρκα τὴν ἐν τῷ ὕδατι διὰ τὸ δεύτερον ἀξίωμα τὸ λέγον μετρεῖσθαι τὸ πεπερασμένον ὑπὸ τοῦ πεπερασμένου· εἰ δὲ τοῦτο, οὐκ ἐπʼ ἄπειρον ἡ ἔκκρισις. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ ἐπιλεῖψαι τὴν ἔκκρισιν τῆς σαρκός, ὡς ὁ λόγος ἀπέδειξεν, ἢ εἰ ἐπʼ ἄπειρον ἐκκρίνοιτο ἐκ τοῦ ὕδατος σαρκία, ἐπειδὴ ὥρισται τὸ ἐλάχιστον τῆς σαρκὸς μέγεθος, ἀνάγκη ἴσα ἄπειρα ἐν πεπερασμένῳ μεγέθει ὑπάρχειν, ὅπερ ἀδύνατον. ταὐτὸν γάρ ἐστιν εἰπεῖν ἐν πεπερασμένῳ τὸ ἄπειρον ὑπάρχειν· τὸ γὰρ ἐξ ἀπείρων συνεστηκὸς ἄπειρόν ἐστι.

Τρίτον ἐπιχείρημα ἕτερον τίθησι τοιοῦτον. εἰ ὥρισται τὸ ποσὸν τῆς σαρκὸς ἐπί τε τὸ μεῖζον ἐπί τε τὸ ἔλαττον, ἀδύνατον ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκριθῆναι ἕτερόν τι· πᾶν γὰρ σῶμα πεπερασμένον ἀφαιρεθέντος τινὸς ἔλαττον γίνεται, ἐπειδὴ πᾶν πεπερασμένον ὑπὸ παντὸς ἐλάττονος πεπερασμένου καταμετρεῖται. ὥστε εἰ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκριθήσεταί τι, ἔσται ἐλάττων τῆς ἐλαχίστης, ὅπερ ἀδύνατον. οὐκ ἄρα πάντα ἐν πᾶσι.

Τέταρτον ἐπιχείρημα. εἰ πάντα ἐν πᾶσι, φησίν, ἐπʼ ἄπειρον δὲ καὶ ἡ ἔκκρισις, ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἔσονται σάρκες ἄπειροι καὶ ὀστᾶ ἄπειρα καὶ πάντα ἁπλῶς, καὶ πάλιν ἐν ἑκάστῃ σαρκὶ τῇ ἐν τῇ ὁμοιομερείᾳ ἢ αἵματι ἢ ἄλλῳ τινὶ πάλιν πάντα ἄπειρα ἔσονται, καὶ πάλιν ἐν ἑκάστῳ ἐκείνων ἄπειρα· ὥστε ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἀπειράκις ἔσται τὸ ἄπειρον. οὗ τί ἂν γένοιτο καταγελαστότερον, ἐν τῇ ἐλαχίστῃ σαρκὶ ἀπειράκις ἄπειρα εἶναι σώματα καὶ πλήθει καὶ μεγέθει; πλήθει μὲν διότι διῄρηται ἀπʼ ἀλλήλων μόνον ἁπτόμενα, μεγέθει δὲ ὅτι τὸ ἐξ ἀπείρων συγκείμενον ἄπειρόν ἐστιν. οὐ μόνον δὲ ἑκάστη ὁμοιομέρεια ἀπειράκις ἄπειρα περιέξει, ἀλλὰ καὶ οἱ τόποι ἀπειράκις ἄπειροι ἔσονται· διῃρημέναι γάρ εἰσιν ἀπʼ ἀλλήλων ὅσαι μὴ ἐνυπάρχουσιν, ἀλλʼ ἔφθησαν διακριθῆναι, καὶ αὗται δὲ ἄπειροί εἰσιν· ὥστε καὶ οἱ περιέχοντες αὐτὰς τόποι ἄπειροι, καὶ οἱ μεταξὺ οἷς διείργονται. ἀπειράκις οὖν τὸ ἄπειρον ἀπειράκις εἰσοίσομεν, ὅπερ ἐστὶ καταγέλαστον.

Πέμπτον, ὅτι ἀνόητος, φησίν, ἐστὶν ὁ Ἀναξαγόρου νοῦς· εἰ γὰρ βούλεται μὲν πάντα διακρῖναι καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, ἵνα μήτε αἱ διάφοροι ὁμοιομέρειαι ἐν ἀλλήλαις ὦσιν — οἷον σαρκὸς ὀστοῦ καὶ τῶν λοιπῶν —, μήτε αἱ τῷ εἴδει μὲν αἱ αὐταὶ ἀριθμῷ δὲ διάφοροι — οἷον αἱ τῆς σαρκὸς ὁμοιομέρειαι —, τοῦτο δὲ οὐ δύναται διά τε τὸ ἐπʼ ἄπειρον εἶναι τὸ μέγεθος διαιρετὸν καὶ διὰ τὸ μὴ οἷόν τέ ποτε τὰς διαφόρους ὁμοιομερείας εἰλικρινεῖς εἶναι, ἀνόητος ἂν εἴη ὁ νοῦς τοῖς ἀδυνάτοις ἐπιχειρῶν. τὸ δὲ μήποτε, φησί, διακριθήσεσθαι τὰ πράγματα, ὀρθῶς μὲν λέγεται παρὰ Ἀναξαγόρου, οὐκ εἰδότως δέ· εἰσὶ γὰρ ἐν τοῖς οὖσι καὶ τὰ συμβεβηκότα καὶ αἱ ἕξεις, ἅτινα οὐδέποτε χωρισθῆναι δύναται τῶν ὑποκειμένων. εἰ τοίνυν πάντα βούλεται χωρίσαι ὁ νοῦς, δηλονότι καὶ τὰ συμβεβηκότα καὶ τὰς ἕξεις· ταῦτα δὲ ἀδύνατον χωρίσαι· ἀνόητος ἄρα τὰ ἀνόητα ζητῶν ὁ νοῦς. κακῶς δὲ λαμβάνει, φησί, καὶ τὸ ἐκ τῶν ὁμοειδῶν γίνεσθαι τὰ γινόμενα. ἔστι μὲν γάρ, φησίν, ὡς ἐκ τῶν ὁμοειδῶν γίνεται τὰ γινόμενα· γίνεται γὰρ πηλὸς ἐκ πηλῶν ὁμοειδῶν, μείζων ἐκ τῶν μικροτέρων, γίνεται δὲ καὶ ἐξ ἀνομοειδῶν, ἐξ ὕδατος καὶ γῆς, καὶ οἰκία δὲ ἐκ πλίνθων καὶ ξύλων ἀνομοειδῶν ὄντων γίνεται. ὥστε κακῶς ἐλάμβανε τὰ γινόμενα ἐξ ὁμοειδῶν πάντως γίνεσθαι. καὶ οὐκ ἐπὶ τεχνητῶν μόνον, ἀλλὰ καὶ ἐπὶ φυσικῶν τοῦτο ὁρῶμεν· ἐκ γὰρ ξύλων πῦρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐκ τῶν σηπομένων σωμάτων διάφορα γίνεται ζῷα, οὐ μόνον ἐξ ἐμψύχων, ἀλλὰ καὶ ἐξ ἀψύχων. ταῦτα εἰπών, φησὶν ὅτι εἰ δυνατὸν τὰ αὐτὰ ἐξ ἀπείρων καὶ ἐκ πεπερασμένων γεννῆσαι, κάλλιον τὸ ἐκ πεπερασμένων γεννᾶν ἢ ἐξ ἀπείρων· τὸ γὰρ ἄπειρον ἄγνωστον. ὥστε κρείττων ὁ Ἐμπεδοκλῆς τοῦ Ἀναξαγόρου, ὅσον ἐπὶ τούτῳ, πεπερασμένας ὑποτιθέμενος τὰς ἀρχάς.

Εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον. τὸ πρῶτον ἐπιχείρημα τὸ ἐντρεπτικόν. τὸ ἄπειρον ἢ τῷ ποσῷ ἐστιν ἄπειρον, ἢ τῷ ποιῷ. καὶ τὸ μὲν κατὰ ποιὸν ἄπειρον πάντως καὶ κατὰ ποσόν· εἰ γὰρ εἴδη εἶεν ἄπειρα, ἀνάγκη καὶ τὰ ὑποκείμενα αὐτοῖς ἄπειρα εἶναι. εἰ δὲ τῷ ἀριθμῷ εἴη τὸ ἄπειρον, οὐκέτι ἕπεται τὸ καὶ τῷ εἴδει ἄπειρον εἶναι· δυνατὸν γὰρ ὑποθέσθαι ἄπειρα μὲν τῷ ἀριθμῷ τὰ ὑποκείμενα, ὁμοειδῆ δὲ πάντα. ὡς ἂν οὖν ἔχῃ τὸ ἄπειρον, οὕτως ἔχει καὶ τὸ ἄγνωστον. εἰ μὲν οὖν ἀπείρους τῷ ἀριθμῷ τοῖς δὲ εἴδεσι πεπερασμένας ὑπετίθετο, ἐκ ποίων μὲν ἀρχῶν ἦν τὰ πράγματα δυνατὸν γνῶναι, ἐκ πόσων δʼ οὐκέτι· ἐπεὶ δὲ καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν ἀπείρους ὑπετίθετο τὰς ἀρχὰς ὁ Ἀναξαγόρας, δῆλον ὅτι παντελῶς ἄγνωστοι αἱ ἀρχαί. τῶν δὲ ἀρχῶν ἀγνώστων οὐσῶν καὶ τὰ ἐξ αὐτῶν ἄγνωστα· τότε γὰρ γινώσκεται τὰ σύνθετα, ὅταν γνῶμεν ἐκ πόσων καὶ ποίων ἀρχῶν σύγκεινται.

Ἔτι δὲ ἀνάγκη, οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ σμικρότητα, καὶ αὐτὸ ἐνδέχεσθαι.

Τὸ πρῶτον τῶν λημμάτων, ὅτι ὥρισται τῆς σαρκὸς καὶ τῶν λοιπῶν εἰδῶν τὸ μέγεθος ἐπί τε τὸ μεῖζον ἐπί τε τὸ ἔλαττον, καὶ οὔτε ἐπʼ ἄπειρον αὔξεται, οὔτε ἐπʼ ἄπειρον μειοῦται. κατασκευάζει δὲ τοῦτο ἐκ τῶν ὅλων, λέγω δὲ τῶν συνθέτων, ὧν μόριά ἐστι τὰ ὁμοιομερῆ, κατασκευάζει δὲ διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν. ἔστι δὲ ὁ συλλογισμὸς οὗτος· εἰ τὰ μόρια ἐνδέχεται ἐπʼ ἄπειρον αὔξεσθαι καὶ μειοῦσθαι, καὶ τὸ ὅλον ἂν ἐνδέχοιτο ἐπʼ ἄπειρον αὔξεσθαι καὶ μειοῦσθαι — ἐκ τῶν μερῶν γὰρ τὸ ὅλον σύγκειται· οὐδὲ γὰρ αὔξεσθαι ἢ μειοῦσθαι δυνατὸν τὸ ὅλον, τῶν μερῶν μὴ ηὐξημένων ἢ μειωθέντων —, ἀλλὰ μὴν τὸ ὅλον ἀδύνατον ἐπʼ ἄπειρον αὔξεσθαι καὶ μειοῦσθαι, καὶ τὰ μόρια ἄρα. ὥστε στήσεται τὸ ποσὸν τῶν μορίων ἐπί τε τὸ μεῖζον ἐπί τε τὸ ἔλαττον. ἔστιν ἄρα τις ἐλαχίστη σὰρξ καὶ ὀστοῦν, ὥσπερ οὖν καὶ μεγίστη. ἀλλʼ ἴσως ἀντιλέγει τις τῷ συνημμένῳ τὸν ὑπὲρ Ἀναξαγόρου λόγον ποιούμενος, ὅτι οὐκ ἀνάγκη, εἰ ἐπʼ ἄπειρον ἡ τῶν ὁμοιομερῶν γίνεται μείωσις, ἤδη καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ἐπʼ ἄπειρον μειοῦσθαι· εἰ μὲν γὰρ μία ἦν ἐν ἑκάστῳ ζῴῳ σαρκὸς ὁμοιομέρεια ἢ ὀστοῦ ἢ αἵματος, εὔλογον ἦν, ὡς ἂν ηὖξεν ἢ ἐμειοῦτο τὸ μόριον, οὕτως αὔξειν καὶ μειοῦσθαι καὶ τὸ ὅλον, νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ πλείους ὁμοιομέρειαι συνιοῦσαι σαρκὸς ἢ ὀστοῦ ἢ τῶν λοιπῶν, οὕτω ποιοῦσι τὴν τοῦ ζῴου σάρκα καὶ τὸ ὀστοῦν. οὐκ ἀνάγκη οὖν συμμειοῦσθαι ταῖς ὁμοιομερείαις τὸ ζῷον δυνατὸν γὰρ πολλὰς ὁμοιομερείας, κἂν μικραὶ ὦσι, συνθεῖναι τὸ τοῦ ζῴου σῶμα, ὥσπερ φέρε εἰπεῖν τοὺς μὲν λίθους, ἐξ ὧν ἡ οἰκία, δυνατὸν ἐπʼ ἄπειρον μειοῦσθαι, οὐκέτι μέντοι καὶ τὴν οἰκίαν, διότι ἐκ πλειόνων καὶ οὐκ ἐξ ἑνὸς λίθου σύγκειται· συγκέοιτο γοῦν ἡ αὐτὴ ποτὲ μὲν ἐξ ἐλαττόνων, εἰ μείζονες εἶεν, ποτὲ δὲ ἐκ πλειόνων, εἰ ἐλάττονες εἶεν. ἀλλʼ εἰ καὶ τοῦτο οὕτως ἔχει, πάντως ὥρισται τὸ ποσὸν τῶν ὁμοιομερειῶν ἐξ ὧν ἡ τοῦ ἀνθρώπου σὰρξ σύγκειται. ἔστωσαν οὖν πέντε τινὲς ὁμοιομέρειαι σαρκός. αὗται οὖν πότερον ἐπʼ ἄπειρον μειοῦνται ἢ οὔ; εἰ μὲν οὖν ἐπʼ ἄπειρον μειοῦνται, ἥξουσι πάντως εἴς τι μέγεθος, ἐν ᾧ ἀδύνατον εἶναι τὴν τοῦ ἀνθρώπου σάρκα, οἷον ἐν δακτυλιαίῳ ἢ ἐν κέγχρου μεγέθει· ὥστε εἰ ἀδύνατον τὸν ἄνθρωπον ἐπὶ τοσοῦτον μειωθῆναι, δῆλον ὅτι καὶ τὰς τῆς σαρκὸς ὁμοιομερείας, ὥστε πάλιν εἰς τὸ αὐτὸ περιάγεται ὁ λόγος. εἰ δέ τις εἴποι ὅτι «ἀλλʼ αἱ μὲν ὁμοιομέρειαι πεφύκασιν ἐπʼ ἄπειρον μειοῦσθαι, τὸ δὲ σύνθετον οἷον ὁ ἄνθρωπος οὐ πέφυκε σῴζεσθαι ἐπὶ πολὺ μειουμένων τῶν ὁμοιομερειῶν· ἐπεὶ καὶ καθʼ ὑμᾶς τῆς σαρκὸς δηλονότι καὶ ἐν ἐλάττονι πολὺ μεγέθει δυναμένης συστῆναι, εἴπερ ἡ τοῦ ἀνθρώπου σάρξ ἐστιν οἵα ἐστὶν ἥ τε τῶν παιδίων καὶ τῶν ἐμβρύων, ὅμως ἐν τῷ τελείῳ ζῴῳ οὐ φθάνει πολύ τι μειωθῆναι πρὶν φθαρῇ τὸ ζῷον. οὕτως εἰ καὶ ἐπʼ ἄπειρον αἱ ὁμοιομέρειαι τέμνονται, ἀλλʼ οὐ τὸ ὅλον ζῷον πέφυκεν ἐν τῇ ὁπωσοῦν ἐχούσῃ ὁμοιομερείᾳ συνίστασθαι.» ἀλλʼ οὗτος ὁ λόγος οὐ σῳζόντων ἐστὶ τὰς Ἀναξαγορείους ὑποθέσεις, ὃς ἔλεγεν οὐδὲν ἕτερον εἶναι τὸ σύνθετον καὶ τὸ ὅλον ἢ τὴν συνδρομὴν τῶν ὁμοιομερειῶν. ἡμῖν μὲν γὰρ τοῖς λέγουσιν ὅτι τῇ τοιᾷδε τῶν στοιχείων συνθέσει καὶ κράσει ἔξωθεν ἐπιγίνονται τὰ εἴδη ἕτερα ὄντα παρὰ τὰ ὑποκείμενα, εὐλόγως τοῦτο ἕπεται — οὐ γὰρ ὁπωσοῦν ἐχουσῶν τῶν ὁμοιομερειῶν πέφυκε τὸ εἶδος ἐπιγίνεσθαι —, Ἀναξαγόρᾳ δὲ μηδὲν ἕτερον ἐπιγίνεσθαι ἔξωθεν λέγοντι παρὰ τὰ ὁμοιομερῆ, ἀλλὰ πάντως ἐν τοῖς ἁπλοῖς εἶναι τὰς ὁμοιομερείας — καὶ γὰρ καὶ ὀφθαλμοῦ, φέρε εἰπεῖν, τῶν διαφόρων χιτώνων καὶ τριχῶν καὶ αὐτὰ τὰ χρώματα καὶ πάσας τὰς ἐν τῷ συνθέτῳ ποιότητας ὑπάρχειν ἐν τοῖς ἁπλοῖς —, εὔλογον τὸ ἕπεσθαι πάντως τῇ τῶν ὁμοιομερειῶν μειώσει καὶ τὸ ὅλον συμμειοῦσθαι. διὰ τί γὰρ οὐχ ὥσπερ πλείους ἢ μείζους ὁμοιομέρειαι ὀφθαλμοῦ συνελθοῦσαι ποιοῦσι τὸν μέγαν ὀφθαλμόν, οὕτω καὶ μικρόν; ὥστε ἀναγκαίως ἀληθὲς ἂν εἴη τὸ συνημμένον, ὅσον ἐπὶ ταῖς Ἀναξαγόρου ὑποθέσεσι. τί ποτε δέ ἐστιν ὅλως τὸ λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων συνεστάναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν πλειόνων τούτων σαρκίων ἕκαστον οὐκ ἐκ πλειόνων συνέστηκεν, εἴ γε ἐπʼ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ τομή; ὥστε ἢ οὐδὲ ἔσται ὅλως μία τις ὁμοιομέρεια ἢ καὶ ἡ τοῦ ἀνθρώπου σὰρξ μία. συμβήσεται δὲ κἀκεῖνο γελοῖον ὄν, τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων σαρκίων συγκεῖσθαι, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων· οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν ἀορίστου τοῦ μεγέθους τῶν ἀρχῶν ὑπάρχοντος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον.

Λέγω δὲ τῶν τοιούτων τι μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον.

Διττῶς τὸ ἐνυπάρχον δυνατὸν ἐκλαβεῖν, ἢ ὡς πρὸς τὸ μέρος ἢ ὡς πρὸς τὸ ὅλον. πρὸς τὸ μέρος μὲν οὕτως· μόρια δέ, φησί, ταῦτα λέγω ἅτινα καὶ μετὰ τὴν ἐκ τοῦ ὅλου διαίρεσιν ὑφεστήκασι καὶ οὐ φθείρονται· ἀεὶ γὰρ ἀπόρροιαί τινες ἐκ τοῦ σώματος γίνονται. τὰ οὖν ἀπορρέοντα σώματα καὶ μετὰ τὴν ἐκ τοῦ ὅλου διαίρεσιν δύναται καὶ καθʼ ἑαυτὰ ὑποστῆναι. εἰ δὲ τὸ ἐνυπάρχον πρὸς τὸ ὅλον ἀκουσόμεθα· τούτου μόρια, φησί, λέγω ταῦτα ὧν καὶ διαιρεθέντων ἐκ τοῦ ὅλου οὐδὲν ἧττον σῴζεται τὸ ὅλον, τοιαῦτα δέ ἐστιν, ὡς εἶπον, τὰ ἀεὶ ἐξ ἡμῶν ἀπορρέοντα σώματα. ὁ μὲν οὖν νοῦς οὗτος, προσέθηκε δὲ τοῦτο, ἐπειδὴ εἶπεν «οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι», ἵνα μή τις ὑπολάβῃ μόρια αὐτὸν λέγειν τοῦ ὅλου τὴν ὕλην καὶ τὸ εἶδος. διὰ τοῦτό φησιν ὅτι ταῦτα λέγω τὰ μόρια ἅτινα καὶ μετὰ τὴν διαίρεσιν τὴν ἐκ τοῦ ὅλου καθʼ ἑαυτὰ ὑφέστηκεν, ἤγουν διαιρεθέντα οὐ φθείρει τὸ ὅλον, ὧν οὐδέτερον τῷ εἴδει καὶ τῇ ὕλῃ ὑπάρχει· χωρισθεῖσα γὰρ ἡ ὕλη καὶ τὸ εἶδος οὔτε τὸ ὅλον σῴζει ἔτι, οὔτε καθʼ ἑαυτὰ ὑποστῆναι δύναται. ταῦτα δὲ οὐδὲ μόριά ἐστι τοῦ συνθέτου, ἀλλὰ στοιχεῖα, διὸ οὐδὲ διαιρεῖσθαι ἂν λέγοιτο αὐτοῦ· διαίρεσις μὲν γὰρ ἐπὶ τῶν μορίων λέγεται, ἀνάλυσις δὲ ἐπὶ τῶν στοιχείων. σὰρξ δὲ καὶ τὰ τοιαῦτα μόρια ζῴου, καὶ οἱ καρποὶ τῶν φυτῶν. ὥσπερ γὰρ τὸ ζῷον ἀνομοιομερές ἐστιν, οὕτω δὴ καὶ τὰ φυτά· μόρια γὰρ τοῦ φυτοῦ πρέμνος φλοιὸς κλάδος φύλλα καρποὶ ἐντεριώνη καὶ εἴ τι τοιοῦτον, ἅπερ ἑτεροειδῆ ἐστι, πρὸς ἑαυτὸ δὲ ἕκαστον ὁμοιομερές.

Ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις.

Τὸ πρῶτον τῶν ἐπιχειρημάτων βούλεται ἐκθέσθαι, εἶτα εἰπὼν τὴν Ἀναξαγόρου ὑπόθεσιν, πρὶν συναγάγῃ τὸ ἑπόμενον τίθησι τὸ δεύτερον ἀξίωμα, ἐπειδὴ διʼ ἀμφοτέρων τὸ πρῶτον συμπεραίνει ἐπιχείρημα. ἅπαν δὲ σῶμα, φησί, πεπερασμένον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου. τὸ δὲ ἀναιρεῖται ἀντὶ τοῦ καταμετρεῖται· τὸ γὰρ μετρούμενον ἴσα ἀεὶ τῷ μέτρῳ ἀφαιρούμενον ἐπιλείπει καὶ καταδαπανᾶται.

Εἰ καὶ ἀεὶ εἴη ἐλάττων ἡ ἐκκρινομένη, ἀλλʼ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι.

Ἵνα μή τις εἴποι ὅτι οὐκ ἀνάγκη ἀεὶ ἀφαιρουμένων σαρκίων ἐκλείπειν τὴν ἐν τῷ ὕδατι σάρκα — εἰ μὲν γὰρ ἴσα ἀεὶ ἀφῃρεῖτο, τῷ ὄντι ἀναγκαῖον ἦν ὑπολιπεῖν διὰ τὸ μετρεῖσθαι τὸ πεπερασμένον ὑπὸ τοῦ πεπερασμένου, νῦν δὲ τὰ ἀφαιρούμενα ἀεὶ ἐλάττονά ἐστιν· ὥστε οὐκ ἀνάγκη ἐπιλείπειν, διότι τὸ συνεχὲς ἐπʼ ἄπειρόν ἐστι διαιρετόν —, διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης, ὅτι εἰ καὶ ἀεὶ ἐλάττονα ἀφαιροῖτο, ἀλλʼ οὖν πάντως τινὸς μεγέθους οὐχ ὑπερέξει τὰ ἐκκρινόμενα κατὰ σμικρότητα. ἐπεὶ οὖν ὥρισται τὸ ποσὸν τῆς σαρκός, οὐχ ὑπερέξει δηλονότι κατὰ τὸ ἔλαττον τῆς ἐλαχίστης σαρκὸς τὰ ἐκκρινόμενα, ἀλλὰ στήσεται ἡ τομὴ ἐν τῇ ἐλαχίστῃ σαρκί. πᾶσα οὖν ἀνάγκη τοιούτων ἀεί, λέγω δὴ τῶν ἐλαχίστων σαρκίων, ἐκκρινομένων καταδαπανηθῆναι τὸ ὅλον, ἐπειδὴ τὸ πεπερασμένον ἀναιρεῖται ὑπὸ τοῦ πεπερασμένου, ἢ εἰ μὴ τοῦτο, ἴσα πεπερασμένα ἄπειρα τὸν ἀριθμὸν ἐνέσονται ἐν τῷ πεπερασμένῳ, ὅπερ ἀδύνατον. τὸ οὖν οὐχ ὑπερέξει μέγεθός τι τῇ σμικρότητι ἀντὶ τοῦ οὐ παντὸς μεγέθους ἔλαττον τὸ ἐκκρινόμενον δυνατὸν ἐκκρίνεσθαι, κἂν ἀεὶ ἔλαττον ἐκκρίνηται· ἔστι γάρ τι τὸ τῆς ἐλαχίστης σαρκὸς μέγεθος, οὗ ἔλαττον ἀδύνατον ἐκκριθῆναι.

Πρὸς δὲ τούτοις, εἰ ἅπαν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίνεσθαι.

Ἕτερον ἐπιχείρημα τὸ τρίτον ἀπὸ τῆς ἀρχῆς, ὅτι εἰ ὥρισται τῆς σαρκὸς τὸ ποσόν, ἀδύνατον ἐκ τῆς ἐλαχίστης ἐκκριθῆναί τι· εἰ γὰρ ἐκκριθείη τι ἐξ αὐτῆς, γενήσεται ἐλάττων τῆς ἐλαχίστης σαρκός, ὅπερ ἀδύνατον, τοῦτο δὲ διότι ἅπαν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον γίνεται, τοῦτο δὲ διότι πᾶν πεπερασμένον καταμετρεῖται ὑπὸ παντὸς πεπερασμένου.

Ἔτι δὲ ἐν τοῖς ἀπείροις σώμασιν ἐνυπάρχοι ἂν ἤδη σὰρξ ἄπειρος.

Τέταρτον τοῦτο, ὅτι συμβήσεται ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἀπείρων ὄντων, καὶ πάλιν ἐν ἑκάστῃ τῶν ἀπείρων ἄλλων ἀπείρων ἐνυπαρχουσῶν, καὶ τοῦτο ἐπʼ ἄπειρον, ἀπειράκις τὸ ἄπειρον εἶναι.

Κεχωρισμένα μέντοι ἀπʼ ἀλλήλων, οὐδὲν μέντοι ἧττον ὄντα, καὶ ἄπειρον ἕκαστον.

Κεχωρισμένα εἶπεν ἀντὶ τοῦ κατʼ ἐνέργειαν καὶ τοῖς τόποις διακεκριμένα, οὐχ ὥσπερ ἐν τῇ ὕλῃ δυνάμει λέγομεν πάντα ἐνυπάρχειν — οὐ γὰρ οὕτως ἔλεγεν ὁ Ἀναξαγόρας πάντα ἐν ἀλλήλοις ὑπάρχειν, ὥσπερ λέγεται ἡ ὕλη πάντα εἶναι δυνάμει —, ἀλλʼ ὥσπερ ἐν τῇ πανσπερμίᾳ πάντα ἐνυπάρχει κριθὴ καὶ σῖτος καὶ τὰ λοιπὰ τῶν σπερμάτων ἐνεργείᾳ ὄντα. καὶ ἐνυπάρχουσιν οὖν, φησίν, ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἄπειρα σώματα, καὶ οὐδὲν ἧττον ἕκαστον τῶν ἐνυπαρχόντων καὶ αὐτὸ ἄπειρόν ἐστιν· ἔστι γὰρ καὶ ἐν ἐκείνῳ ἄπειρα.

Τὸ δὲ μηδέποτε διακριθήσεσθαι.

Ὅτι ἀνόητος ὁ κατὰ Ἀναξαγόραν νοῦς τοῖς ἀδυνάτοις ἐπιχειρῶν, εἴπερ θέλει μὲν αὐτὸς διακρῖναι πάντα, τοῦτο δὲ γενέσθαι ἀδύνατον. ἀλλὰ τὸ μηδέποτε διακριθήσεσθαι πάντα, εἰ καὶ ἀγνοῶν ἔλεγεν ὁ Ἀναξαγόρας, ἀλλʼ οὖν ὀρθῶς ἔλεγεν· αὐτὸς μὲν γὰρ τὰ σώματα ἔλεγε μηδέποτε ἀπʼ ἀλλήλων διακριθήσεσθαι, ἤτοι καὶ τὰ πάθη καὶ τὰς ἕξεις, οὐ διὰ τὸ μὴ φύσιν ἔχειν καθʼ αὑτὰς ὑποστῆναι, ἀλλὰ διὰ τὸ τὴν μῖξιν μὴ δύνασθαι εἰλικρινῶς χωρίσαι τὰ μιχθέντα, ὥσπερ εἴ τις καὶ τοῦ οἰνομέλιτος εἴποι μὴ ἐνδέχεσθαι τὸν οἶνον καὶ τὸ μέλι χωρισθῆναι. εἰ οὖν εἰσὶν ἐν τοῖς πᾶσι καὶ τὰ πάθη καὶ αἱ ἕξεις ἅπερ καθʼ αὑτὰ ὑποστῆναι οὐ πέφυκε, ζητεῖ δὲ καὶ ταῦτα χωρίσαι ὁ νοῦς, ἐπειδὴ πάντα βούλεται διακρῖναι, ἀνόητος ἂν εἴη τοῖς ἀδυνάτοις ἐπιχειρῶν.

Ἐὰν διακριθῶσιν, ἔσται τι λευκὸν καὶ ὑγιεινὸν οὐχ ἕτερόν τι ὂν οὐδὲ καθʼ ὑποκειμένου.

Οὐ γάρ ἐστιν αὐτὸ καθʼ αὑτὸ λευκόν τι, ἀλλὰ δεῖ πρότερον ἕτερόν τι εἶναι, εἶτα λευκὸν εἶναι ἢ μέλαν ἤ τι τοιοῦτον· τὸ γὰρ λευκὸν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ψιμμύθιον ἤ τι ἄλλο. ἐὰν οὖν χωρισθῶσι τὰ πάθη, ἔσται τι λευκὸν ὃ οὔτε ἄνθρωπός ἐστιν οὔτε ἕτερόν τι, οὐδʼ ὅλως ἐν ὑποκειμένῳ τινὶ τὸ εἶναι ἔχον, ὅπερ ἀδύνατον. τὸ δὲ καθʼ ὑποκειμένου ἀντὶ τοῦ ἐν ὑποκειμένῳ εἶπε· τοῦτο δὲ πολλαχῶς εἶπεν.

Οὐκ ὀρθῶς δὲ οὐδὲ τὴν γένεσιν λαμβάνει τῶν ὁμοειδῶν.

Ὅτι κακῶς λαμβάνει ἐκ τῶν ὁμοίων γίνεσθαι τὰ γινόμενα. γίνεται μὲν γὰρ ἄνθρωπος ἐξ ἀνθρώπων καὶ ἵππος ἐξ ἵππων, γίνεται δὲ καὶ ἐξ ἀνομοειδῶν· ἐξ ἵππων γὰρ σφῆκες σηπομένων, καὶ ἐκ ταύρων μέλισσαι, καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἐκ τούτου πῦρ. κακῶς οὖν ἐλάμβανεν ὅτι ἐξ ὁμοειδῶν πάντως ἡ γένεσις, ἐλάμβανε δὲ τοῦτο διὰ τὸ μηδὲν οἴεσθαι ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἔκ τινος δὲ γινόμενα μὴ ἄνευ τοῦ ἐναντίου γενέσθαι. οὐ καλῶς δὲ οὐδὲ τὸ ἐκ τοῦ μὴ ὄντος μὴ γενέσθαι τι ἐλάμβανεν· ἐκ γὰρ τοῦ μηδαμῇ μηδαμῶς μὲν ὄντος ὡς ἐξ ὕλης οὐκ ἂν γένοιτό τι, ἐκ τοῦ τὶ δὲ μὴ ὄντος ἀνάγκη τὴν γένεσιν εἶναι. καὶ γὰρ κατὰ τὸ ὑλικὸν αἴτιον ἐκ τὶ μὴ ὄντος γίνεται — τὸ γὰρ σπέρμα τὶ μὴ ὄν· οὐκ ἄνθρωπος γάρ —, καὶ καὶ κατὰ τὸ ποιητικόν· τὸ γὰρ αἴτιον ἐξ ἀνάγκης δεῖ διαφέρειν τοῦ αἰτιατοῦ, εἰ καὶ κατʼ οὐδὲν ἄλλο, ἀλλʼ οὖν πάντως κατʼ αὐτὸ τὸ αἴτιον καὶ αἰτιατόν. ὥστε ἔστι τὶ μὴ ὂν τὸ αἴτιον· οὐκ ἔστι γὰρ ὅπερ τὸ αἰτιατόν.

Καὶ οὐχ ὁ αὐτὸς τρόπος ὡς πλίνθοι ἐξ οἰκίας καὶ οἰκία ἐκ πλίνθων.

Οὐχ ὅνπερ τρόπον, φησίν, ἐκ πλίνθων ἡ οἰκία, τοῦτον τὸν τρόπον ἐκ τῶν πηλῶν ὁ πηλός· ἡ μὲν γὰρ οἰκία ἐξ ἀνομοειδῶν τῶν πλίνθων, ὁ δὲ πηλὸς ἐξ ὁμοειδῶν τῶν πηλῶν. εἶπον δὲ ὅτι οὐ κυρίως γίνεσθαι λέγεται ὁ πηλὸς ἐκ πηλῶν· οὐδὲ γὰρ γένεσις τοῦτό ἐστιν ἀλλὰ πρόσθεσις, εἰ μὴ γίνεσθαι ἁπλῶς εἴποι τις τοσόνδε πηλόν.

Οὕτω δὲ καὶ ὕδωρ καὶ ἀὴρ ἐξ ἀλλήλων καὶ εἰσὶ καὶ γίνονται.

Τουτέστιν ἐξ ἀνομοειδῶν, ὥσπερ καὶ ἡ οἰκία ἐκ πλίνθων. βέλτιόν τε ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς. εἰ γὰρ δυνατὸν τὰ αὐτὰ γεννᾶν ἐκ τῶν πεπερασμένων ἅπερ καὶ ἐκ τῶν ἀπείρων, κάλλιον τὸ ἐκ τῶν πεπερασμένων· τὰ γὰρ ἄπειρα ἄγνωστα. ὅθεν ταύτῃ μᾶλλον ὁ Ἐμπεδοκλῆς κατορθοῖ, τῷ πεπερασμένας ὑποτίθεσθαι τὰς ἀρχάς.

Πάντες δὲ τὰ ἐναντία ἀρχὰς ποιοῦσιν.

Ἀντειπὼν κατʼ ἀρχὰς πρὸς τὴν Παρμενίδου καὶ Μελίσσου δόξαν, καὶ δείξας ὅτι ἀδύνατον ἓν εἶναι τὸ ὄν — οὔτε γὰρ ἀρχὴ δύναται εἶναι, οὔτε ἀπὸ τῆς ἀρχῆς —, μετῆλθεν ἐπὶ τὰς τῶν φυσικῶν δόξας καὶ εἶπεν ὅτι οἱ μὲν μίαν ὑποτίθενται τὴν ἀρχὴν οἱ δὲ πλείους, καὶ οἱ μὲν ἀπείρους οἱ δὲ πεπερασμένας, εἶτα ἤλεγξε τὴν Ἀναξαγόρου δόξαν ἀπείρους τὰς ἀρχὰς ὑποτιθεμένην. ἀκόλουθον ἦν ἐφεξῆς δεῖξαι ὅτι οὐδὲ πλείους ἐνδέχεται εἶναι καὶ πεπερασμένας· τούτου γὰρ δειχθέντος, κατελιμπάνετο τὸ ἀληθὲς ὅτι ἓν εἶναι τὸ στοιχεῖον τὸ ὑλικόν. περὶ γὰρ τούτου αὐτῷ καὶ προέκειτο δεῖξαι· καὶ γὰρ ὅτε τὴν τῶν ἀρχῶν διαίρεσιν ἐποιεῖτο, ὅτι ἀνάγκη τὰς ἀρχὰς ἢ μίαν εἶναι ἢ πλείους, περὶ τῶν ὑλικῶν ἀρχῶν ἔλεγεν. ὅτι μὲν οὖν ἔστι τις ἀρχὴ τῶν φυσικῶν πραγμάτων, ἔδειξεν ἐν ἀρχῇ, μᾶλλον δὲ ἔλαβεν ὡς ὡμολογημένον ὅτι τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, παρεθέμεθα δὲ ἡμεῖς καὶ τὸν Θεοφράστου λόγον, διʼ οὗ ἐδείκνυ ἀρχὰς εἶναι τῶν φυσικῶν πραγμάτων. ἔδειξε δὲ ὁ Ἀριστοτέλης αὐτὸ τοῦτο καὶ ἐν τοῖς πρὸς Παρμενίδην καὶ Μέλισσον λόγοις, πρῶτον μὲν τῷ ἀνελεῖν τὴν ὑπόθεσιν τὴν μάλιστα τὸ εἶναι ἀρχὰς τῶν φυσικῶν πραγμάτων ἀναιροῦσαν — αὕτη δέ ἐστιν ἡ λέγουσα ἓν εἶναι τὸ ὄν· ἑνὸς γὰρ ὄντος, ὡς ἤδη εἶπον, ἀναιρεῖται καὶ ἡ ἀρχὴ καὶ τὰ ἀπὸ τῆς ἀρχῆς —, ἔπειτα εἰ πλείω τὰ ὄντα, αὐτόθεν εἰσάγει ὅτι καὶ ἀπό τινός εἰσιν ἀρχῆς. ἐπεὶ γὰρ ἔστι κοινωνία τις ἐν τοῖς πολλοῖς καὶ διαφορά, αὕτη δὲ μήτε ἀπὸ ταὐτομάτου αὐτοῖς ἐπεγένετο, μήτε ἐξ ἑνὸς τοῖς λοιποῖς — ἐκεῖνο γὰρ ἂν εἴη ἀρχή —, λείπεται τὸ ἔκ τινος ἄλλου ἀρχοειδεστέρου τὴν κοινωνίαν αὐτοῖς ἐφήκειν. ὅτι μὲν οὖν ἔστιν ἀρχὴ τῶν φυσικῶν, δῆλον· ταύτην δὲ ἀνάγκη ἢ μίαν εἶναι ἢ πλείους· καὶ εἰ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους. ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἀπείρους εἶναι τὰς ἀρχάς, ἔδειξεν ἐν τοῖς πρὸς Ἀναξαγόραν λόγοις· καὶ εἰκότως ταύτην πρώτην ἤλεγξε τὴν ὑπόθεσιν, διότι μᾶλλον αὐτὴ τῇ ἀληθείᾳ μάχεται, λέγω δὴ τῇ λεγούσῃ μίαν εἶναι τὴν ὑλικὴν ἀρχήν. εἰ οὖν μία ἐστὶν ἡ ὑλικὴ ἀρχὴ καὶ οὐκ ἐνδέχεται πλείους εἶναι, πολλῷ μᾶλλον οὐδʼ ἀπείρους. ἀκόλουθον οὖν ἦν δεύτερον ἐλέγξαι ὅτι οὐδὲ πλείους καὶ πεπερασμένας ἐνδέχεται εἶναι, ἵνα οὕτως λοιπὸν τὸ ἀληθὲς καταλείπηται ὅτι μία ἐστὶν ἡ ὑλικὴ ἀρχή, ὁ δὲ τοῦτο μὲν οὐ ποιεῖ, μεταβαίνει δὲ πρότερον ἐπὶ τὰς εἰδικὰς ἀρχάς, εἶτα ὕστερον ἀνατρέχει ἐπὶ τὸ λεῖπον καὶ δείκνυσιν ὅτι οὐδὲ πλείους καὶ πεπερασμένας ἐνδέχεται τὰς ὑλικὰς ἀρχὰς εἶναι. δείξας γὰρ ὅτι τὰς εἰδικὰς ἀρχὰς δεῖ ἐναντίας εἶναι, ἵνα τῷ δρᾶν καὶ πάσχειν εἰς ἀλλήλας τὴν γένεσιν ποιῶσι καὶ τὴν φθοράν, διὰ τὸ μήτε τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖν μήτε τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχειν, ἀλλὰ τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου, ἐπαπορεῖ τῷ λόγῳ, καὶ δείξας ὅτι οὐχ οἷόν τε μόνα εἶναι τὰ ἐναντία ἀρχάς — οὐδὲ γὰρ ἐνδέχεσθαι αὐτὰ εἰς ἑαυτὰ ποιεῖν καὶ πάσχειν, εἴ γε μηδὲ συνεῖναι ὅλως αὐτὰ καθʼ αὑτὰ δύνανται, δεῖ δὲ τὸ ποιοῦν καὶ πάσχον συνελθεῖν εἰς ταὐτόν —, ἀναγκαίως εἰσάγει τὸν περὶ τῆς ὕλης λόγον, ὅτι δεῖ ἄρα καὶ τρίτην τινὰ ἀρχὴν εἶναι ὑποκειμένην τοῖς ἐναντίοις, ἥτις ἀνὰ μέρος ὑπʼ αὐτῶν πάσχουσα ποιήσει τὴν γένεσιν καὶ τὴν φθοράν. εἶτα τοῦτο λαβὼν ἐλέγχει τὸ λοιπὸν τμῆμα τῆς διαιρέσεως τῶν ὑλικῶν ἀρχῶν, ὅτι οὐκ ἐνδέχεται πολλὰς εἶναι καὶ πεπερασμένας· εἰ γὰρ ἀρκεῖ ἡ μία τοῖς ἐναντίοις ὑποκειμένη εἰς γένεσιν τῶν ὄντων, περιττὴ ἂν εἴη ἡ ἑτέρα.

Ταῦτα μὲν οὖν ἐν ἐκείνοις ἐξετάσομεν — τῆς γὰρ συνεχείας ἕνεκα τοῦ λόγου καὶ τῆς οἰκονομίας ταῦτα ἡμῖν εἴρηται —, τὸ δʼ οὖν προκείμενόν ἐστι δεῖξαι ὅτι ἀνάγκη τὰς εἰδικὰς ἀρχὰς ἐναντίας εἶναι. ὅτι οὖν ἐναντίαι εἰσί, πιστοῦται ἔκ τε τῆς τῶν παλαιῶν μαρτυρίας καὶ ἐκ τοῦ λόγου· καὶ γὰρ πάντες, φησί, τὰς ἀρχὰς ἐναντίας ὑπέθεντο καὶ οἱ ἓν καὶ οἱ πλείω λέγοντες τὰ ὄντα. καὶ γὰρ αὐτὸς ὁ Παρμενίδης ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγων τὸ ὄν, ἐν τοῖς πρὸς δόξαν τὰ ἐναντία ἀρχὰς ὑπετίθετο τὸ θερμὸν καὶ τὸ ψυχρόν· καλεῖ δὲ τὸ μὲν ψυχρὸν γῆν τὸ δὲ θερμὸν πῦρ. τὸ δὲ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία. καὶ ὁ Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα λέγων ἀρχάς, τὸ μὲν πῦρ θερμὸν ἔλεγε, τὰ δὲ λοιπὰ ψυχρά. καὶ ὅσοι δὲ μανώσει ἢ πυκνώσει τοῦ κατʼ αὐτοὺς στοιχείου τὰ ἄλλα γεννῶσιν, οἷός ἐστιν ὁ Θαλῆς, τὰ ἐναντία ἀρχὰς ὑποτίθενται· μάνωσις γὰρ καὶ πύκνωσις ἐναντία. καὶ Δημόκριτος δὲ τὰς ἀτόμους καὶ τὸ κενὸν ὑποτιθέμενος, τὰς ἀτόμους πλῆρες ἐκάλει· τὸ πλῆρες γὰρ καὶ τὸ κενὸν ἀρχὰς εἶναι τῶν ὄντων ἔλεγε, τὸ δὲ πλῆρες καὶ τὸ κενὸν ἐναντία, ἅτινα ὂν καὶ οὐκ ὂν ἐκάλει, καὶ δὲν καὶ οὐδέν, δὲν μὲν τὸ πλῆρες τὸ δὲ κενὸν οὐδέν. σύγκρισίν τε καὶ διάκρισιν ὅ τε Δημόκριτος αἰτίας ἔλεγεν εἶναι γενέσεως καὶ φθορᾶς καὶ ὁ Ἀναξαγόρας, ὁ μὲν τῶν ὁμοιομερῶν ὁ δὲ τῶν ἀτόμων. ἀλλὰ καὶ ὁ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑπετίθετο. ταῦτα δὲ πάντα ἐναντία. ἀλλʼ ἴσως ἐρεῖ τις ὅτι οὐ πάντες τὰ κατʼ αὐτοὺς ἐναντία εἰδικὰς ὑπετίθεντο ἀρχάς· ὅ τε γὰρ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην ἔλεγε, καὶ ὁ Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. ὁμοίως καὶ ὁ Παρμενίδης τὸ πῦρ καὶ τὴν γῆν· οὐ γὰρ δήπου, ὡς ἄν τις ὑπολάβοι, τὸ μὲν πῦρ ποιητικὸν ἢ εἰδικὸν ἔλεγε, τὴν δὲ γῆν ὑλικόν. εἰ γὰρ ἐναντία ἐστὶ ταῦτα, ἀδύνατον τὸ ἕτερον τῷ ἑτέρῳ ὑποκεῖσθαι ὡς ὕλην· φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία, ἡ δὲ ὕλη σωστικὴ τοῦ εἴδους ἐστίν. ὥστε ταύτῃ μὲν οὐκ ἂν εἴη τὸ μὲν ὕλη τὸ δὲ εἶδος, ἀλλʼ οὐδὲ ποιητικὸν τὸ πῦρ· ἐναντία γὰρ αὐτὰ ὑπετίθετο, τὰ δὲ ἐναντία ἰσοσθενῆ εἰσι, καὶ οὐδὲν μᾶλλον τὸ ἕτερον εἰς τὸ ἕτερον δρᾷ ἢ τὸ ἕτερον. ἀλλʼ εἰ καί τινες τούτων τὰ ἐναντία ὡς ὕλην ὑπετίθεντο, ἀλλʼ οὐ τοῦτο ἁπλῶς νῦν πρόκειται δεῖξαι, τίνες μὲν ὡς ὕλην αὐτὰ ἐλάμβανον τίνες δὲ ὡς εἶδος, ἀλλʼ ὅτι ἁπλῶς ὑπʼ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως κινούμενοι ἐναντιότητα ἐν ταῖς ἀρχαῖς ὑπετίθεντο. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ ταῖς πρωτίσταις ἀρχαῖς τρία ταῦτα ὑπάρχειν, τὸ μήτε ἐξ ἄλλων εἶναι — οὐ γὰρ ἂν ἦσαν πρῶται ἀρχαί —, μήτε ἐξ ἀλλήλων — οὐ γὰρ ἂν εἶεν κυρίως ἀρχαὶ πρῶται· ἔσται γὰρ οὕτως ἕκαστον καὶ ἀρχὴ καὶ οὐκ ἀρχή —, καὶ ἐξ αὐτῶν εἶναι τὰ ἄλλα — τοῦτο γὰρ μάλιστα ἴδιον τῶν ἀρχῶν —, ταῦτα δὲ πάντα τοῖς ἐναντίοις ὑπάρχει τοῖς πρώτοις. πρῶτα δὲ ἐναντία λέγω τὰ γενικώτερα, ὑφʼ ἃ τὰ ἄλλα πάντα ἀνάγονται· οὐκ ἐξ ἄλλων μὲν γάρ, διότι πρώτως ὑπάρχουσι τῇ ὕλῃ, οὐκ ἐξ ἀλλήλων δέ, διότι οὐδέτερον τοῦ ἑτέρου ποιητικόν, ἐξ αὐτῶν δὲ τὰ ἄλλα, διότι κατὰ τὴν συμπλοκὴν τούτων πρὸς τὴν ὕλην τὰ ἄλλα γίνονται πάντα, καὶ ὅτι κατὰ μεταβολὴν ἡ γένεσις, ἡ δὲ μεταβολὴ ἐξ ἐναντίων καὶ εἰς ἐναντία, ὡς δειχθήσεται.

Οὕτω μὲν οὖν ἐκ τῆς τῶν παλαιῶν δόξης δείκνυσιν ὅτι τὰ ἐναντία ἀρχαί, δείκνυσι δὲ καὶ ἐκ τοῦ λόγου αὐτὸ τοῦτο. λαμβάνει δὲ πρότερον δύο τινὰ ἀξιώματα ἐκ τῶν κοινῶν ἐννοιῶν ὁμολογούμενα, ἓν μὲν ὅτι οὐ τὸ τυχὸν πέφυκεν ὑπὸ τοῦ τυχόντος πάσχειν, οὐδὲ ποιεῖν τὸ τυχὸν εἰς τὸ τυχόν· οὐ γὰρ ἂν ποιήσειε γραμμὴ εἰς γλυκὺ οὐδὲ πείσεται ὑπʼ αὐτοῦ, οὐδὲ σίδηρος εἰς ἀδάμαντα δράσειεν ἄν. οὐ τοίνυν οὐδὲ γίνεται τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος — καὶ τοῦτο ἂν εἴη τῶν ἀξιωμάτων τὸ δεύτερον· οὐ γὰρ ἂν γένοιτό τι ἐκ μουσικοῦ γλυκὺ ἢ ἐκ μέλανος μουσικόν, ἀλλὰ λευκὸν ἐκ μέλανος γίνεται καὶ θερμὸν ἐκ ψυχροῦ καὶ ἐξ ἀγαθοῦ κακὸν καὶ ἔμπαλιν. ὁμοίως δὲ καὶ τὸ φθειρόμενον οὐκ εἰς τὸ τυχὸν φθείρεται· οὐ γὰρ ἂν φθαρείη μουσικὸν εἰς μέλαν ἢ μέλαν εἰς γλυκύ, ἀλλὰ τὸ μὲν μουσικὸν εἰς ἄμουσον φθείρεται καὶ τὸ μέλαν εἰς τὸ λευκὸν καὶ τὸ γλυκὺ εἰς πικρόν. ὥστε γίνεται τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου, καὶ φθείρεται τὸ ἐναντίον εἰς τὸ ἐναντίον. καὶ οὐ δεῖ θαυμάζειν εἰ ἔναγχος μὲν ἐλέγομεν μὴ εἶναι ἐξ ἀλλήλων τὰ ἐναντία, νῦν δέ φαμεν — μᾶλλον δὲ ἐκ τῆς ἐναργείας εἰλήφαμεν — ὅτι οὔτε ἐκ τοῦ τυχόντος γίνεταί τι οὔτε εἰς τὸ τυχὸν φθείρεται, ἀλλὰ γίνεται ἐξ ἐναντίου καὶ φθείρεται εἰς ἐναντίον. ἄνω μὲν γὰρ ἐλέγομεν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία, μήτε ὡς ἐκ ποιητικοῦ αἰτίου μήτε ὡς ἐξ ὑλικοῦ· οὔτε γὰρ παρακτικόν ἐστι τοῦ θερμοῦ τὸ ψυχρὸν καὶ δημιουργικόν, οὔτε τὸ θερμὸν τοῦ ψυχροῦ, οὔτε ἁπλῶς τὸ ἐναντίον τοῦ ἐναντίου, τοὐναντίον δὲ καὶ φθαρτικὰ ἀλλήλων εἰσὶ τὰ ἐναντία. ἀλλʼ οὐδὲ ὡς λέγομεν ἐκ χαλκοῦ γίνεσθαι τὸν ἀνδριάντα, οὕτως ἐξ ἀλλήλων τὰ ἐναντία· οὐ γὰρ ὑπομένει τὸ ἕτερον ἐπελθὸν τὸ λοιπόν, ὥσπερ ὁ χαλκὸς τὸ τοῦ ἀνδριάντος εἶδος, καὶ ἁπλῶς ἡ ὕλη τὸ εἶδος· ἅμα γὰρ ἦν οὕτω τὰ ἐναντία. οὕτω μὲν οὖν οὐκ ἐξ ἀλλήλων τὰ ἐναντία. ἐξ ἀλλήλων δὲ πάλιν λέγεται τῷ μετʼ ἄλληλα εἶναι, ὥσπερ ὁ Πλάτων ἐν τῷ Φαίδωνι κυριώτερον ὠνόμασε «μετʼ ἄλληλα» αὐτὰ εἰρηκώς, διότι μετὰ τὸ λευκὸν τὸ μέλαν εὐθὺς γίνεσθαι πέφυκε, καὶ πάλιν φθαρέντος τοῦ μέλανος τὸ λευκόν, καὶ ἐπὶ πάντων ὁμοίως. οὕτως οὖν ἐξ ἀλλήλων τὰ ἐναντία, ὅτι οὐκ ἂν γένοιτό τι θερμὸν μὴ πρότερον ψυχρὸν ὄν, καὶ τὸ ὡς θερμὸν φθειρόμενον εἰς ψυχρὸν πάντως μεταβάλλει. πάντως οὖν καὶ ἡ γένεσις ἐξ ἐναντίου εἰς ἐναντίον καὶ ἡ φθορὰ ὡσαύτως, εἰ δὲ τοῦτο, ἀρχαὶ ἂν εἶεν πάντων τῶν φύσει γινομένων τὰ ἐναντία. ἐπὶ μὲν οὖν τῆς τῶν συμβεβηκότων γενέσεως καὶ φθορᾶς πρόδηλον τὸ τοιοῦτον, ἀλλʼ ἐπειδὴ κοινῶς πάντων τὰς ἀρχὰς ζητοῦμεν καὶ αὐτῶν τῶν οὐσιῶν, δεῖ δεῖξαι πῶς καὶ τῶν οὐσιῶν ἀρχαὶ ἂν εἶεν τὰ ἐναντία· δέδεικται γὰρ ὅτι τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. ἡ μὲν οὖν κατὰ ἀλλοίωσιν γένεσις πρόδηλον ὅτι ἐξ ἐναντίων καὶ εἰς ἐναντία, καὶ οὐ μόνον αὐτή, ἀλλὰ καὶ ἡ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα μεταβολή· εἰ γὰρ καὶ μὴ ἔστιν οὐσία οὐσίᾳ ἐναντία, ἀλλʼ οὖν κατʼ ἐναντίας ποιότητας ἡ εἰς ἄλληλα τῶν στοιχείων γίνεται μεταβολή. οὐκ ἔστι μὲν γὰρ τὸ πῦρ τῷ ὕδατι ὡς οὐσία οὐσίᾳ ἐναντίον — κοινὸν γὰρ ἔχουσι τὸ ὑποκείμενον —, κατʼ εἴδη μέντοι ἐναντία· εἰδοπεποίηται γὰρ ἕκαστον αὐτῶν, τὸ μὲν κατὰ τὸ θερμὸν καὶ ξηρόν, τὸ δὲ κατὰ τὸ ὑγρὸν καὶ ψυχρόν. λέγεται δὲ οὐσία οὐσίᾳ μὴ εἶναι ἐναντία οὐχ ἁπλῶς πᾶσα, ἀλλʼ ἡ σύνθετος, τὰ μέντοι ἁπλᾶ εἴδη κατʼ ἐναντίωσιν χαρακτηρίζεται, τὸ ξηρὸν λέγω καὶ τὸ ὑγρὸν καὶ ψυχρὸν καὶ θερμόν· ἐν δὲ τοῖς συνθέτοις οὐδέν ἐστι καθάπαξ ἠναντιωμένον πρὸς τὸ ἕτερον· πάντων γὰρ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν.

Τὰ μὲν οὖν ἁπλᾶ ὅτι ἐξ ἐναντίων γίνεται καὶ εἰς ἐναντία φθείρεται, εἴτε κατʼ οὐσίαν εἴη ἡ μεταβολή, ὡς ἐπὶ τῶν στοιχείων, εἴτε κατὰ συμβεβηκός, πρόδηλον, ἐπὶ δὲ τῶν συνθέτων οὐσιῶν οὐκέτι προφανὲς τὸ ἐξ ἐναντίων ἔχειν αὐτὰς τὴν γένεσιν καὶ εἰς ἐναντία φθείρεσθαι· τοῦτο δέ, φησί, συμβαίνει διὰ τὸ μὴ ὠνομάσθαι τὰς ἀντικειμένας ταῖς γενέσεσι διαθέσεις. ἵνα οὖν δείξῃ ὅτι καὶ αἱ τῶν συνθέτων γενέσεις ἐξ ἐναντίων εἰσίν, εὑρίσκει μέθοδον κατὰ τὴν ἀγχίνοιαν τὴν ἑαυτοῦ, διʼ ἧς ἔδειξεν ὅτι πάντως καὶ αἱ σύνθετοι οὐσίαι ἐξ ἐναντίων γίνονται. φησὶν οὖν ὅτι αἱ κατὰ σύνθεσιν τῶν ἁπλῶν γενόμεναι οὐσίαι ἔχουσι δηλονότι τῆς συνθέσεως τῶν ἁπλῶν τινα λόγον καὶ ἁρμονίαν, καθʼ ἣν ἐγένοντο — ἡ γὰρ τοιάδε τῶν ἁπλῶν σύνθεσις καὶ κρᾶσις τὰ σύνθετα ποιεῖ —, καὶ καθόλου τὰ σύνθετα τῶν πραγμάτων ἢ τάξιν ἔχουσι μόνην καθʼ ἣν ἐγένοντο ἢ σύνθεσιν μόνην ἢ ἀμφότερα· οἷον ἀνδριὰς μὲν οὖν μόνην τάξιν ἔχει, διότι ἕκαστον τῶν μορίων τὴν οἰκείαν δεῖ ἔχειν χώραν, ὁ σωρὸς δὲ τῶν καρπῶν μόνην σύνθεσιν — οὐδὲ γὰρ τάξεως δεῖ τοῖς κόκκοις, ἀλλὰ μόνον σωρείας —, ἡ δὲ οἰκία καὶ τάξιν καὶ σύνθεσιν. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τῶν φυσικῶν ἔστιν ἰδεῖν· σύνθεσις μὲν γὰρ μόνη ἐπὶ τῶν ὁμοιομερῶν, οἷον λίθων ἢ σαρκῶν αἵματος καὶ τῶν τοιούτων, σύνθεσις δὲ καὶ τάξις ἐπὶ τῶν ἀνομοιομερῶν ζῴων καὶ φυτῶν καὶ τῶν τοιούτων, τάξιν δὲ μόνην ἐπὶ τῶν φυσικῶν οὐκ ἔστιν εὑρεῖν. δῆλον δὲ ὅτι διαφέρει ἡ τῶν φυσικῶν σύνθεσις τῶν τεχνητῶν, διότι ἐπὶ μὲν τῶν τεχνητῶν σωρεία μόνον ἐστὶ καὶ παράθεσις τῶν συντιθεμένων, ἐπὶ δὲ τῶν φυσικῶν καὶ συμπάθειά τις γίνεται πρὸς ἄλληλα τῶν συντιθεμένων, ἣν καλοῦμεν κρᾶσιν. εἰ τοίνυν κατὰ σύνθεσίν τινα καὶ ἁρμονίαν γίνεται λίθος καὶ ξύλον καὶ ἵππος καὶ ἄνθρωπος, δῆλον ὅτι καὶ ἐγένοντο ἐξ ἀναρμοστίας καὶ ἀσυνθεσίας. ὥσπερ ἡ οἰκία σύνθεσίς τίς ἐστι τοιάδε καὶ σχῆμα· τοιγαροῦν γίνεται ἐξ ἀσυνθεσίας καὶ ἀσχημοσύνης τῆς τοιᾶσδε. ὁμοίως δὲ καὶ ἡ ἁρμονία οἷον ἡ Λύδιος ἡ Φρύγιος ἡ Ἰάς, ἁρμονία τις οὖσα τῆς νεάτης πρὸς τὴν ὑπάτην τὸν ἡμιόλιον, φέρε εἰπεῖν, ἢ τὸν ἐπίτριτον ἢ τὸν διπλασίονα ἐχούσης λόγον· καὶ γὰρ δῆλον ὅτι ἐκ τοῦ μὴ διπλασίου ἢ μὴ ἡμιολίου ἢ μὴ ἐπιτρίτου, ὅπερ ἐστὶν ἀναρμοστία τῆς Λυδίου τυχὸν ἢ τῆς Φρυγίου ἢ τῆς Ἰάδος ἁρμονίας. καὶ φθείρεται δὲ πάλιν ἡ ἁρμονία καὶ σύνθεσις εἰς τὴν ἀσυνθεσίαν καὶ ἀναρμοστίαν.

Ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως ἔχει καὶ ἐπὶ τῆς τῶν οὐσιῶν γενέσεως. ἐπεὶ γὰρ ὁ ἄνθρωπος τοιάδε τίς ἐστι σύνθεσις καὶ ἁρμονία τῶν ἁπλῶν, ᾗ ἐπιγίνεσθαι πέφυκε τὸ εἶδος, δῆλον ὅτι γέγονεν ἐξ ἀσυνθεσίας καὶ ἀναρμοστίας, καὶ ἁπλῶς πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἐξ οὐ τοιοῦδε δὲ οὐ παντός, ἀλλὰ τοῦ ἀντικειμένου. ἀλλʼ αἱ μὲν ἕξεις καὶ τὰ εἴδη ἰδίῳ ἑκάστη ὀνόματι κέκληται, αἱ μέντοι ἀντικείμεναι διαθέσεις τούτων οὐκ ἔχουσιν ἴδια ὀνόματα, ἀλλὰ τῷ κοινῷ τῆς στερήσεως ὀνόματι κέκληνται· ὅθεν οὐ δοκεῖ ἐκ τῶν ἐναντίων ταῦτα γίνεσθαι, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἐξ ὧν καὶ τοῖς ἁπλοῖς σώμασιν ἡ εἰς ἄλληλα μεταβολή. ὅθεν πρόδηλος καὶ ἐπὶ τούτων ἡ ἐναντιότης καθʼ ἣν γίνονται, ἐπὶ δὲ τῆς τῶν συνθέτων γενέσεως, διὰ τὸ μὴ ὠνομάσθαι τὰς ἀντικειμένας διαθέσεις, ἄδηλον δοκεῖ εἰ ἐκ τῶν ἐναντίων αὐτοῖς ἡ γένεσις, καὶ μὴ ἁπλῶς ἐκ τῆς στερήσεως ἥτις ἂν ᾖ, ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν ἔχει. ἡ γὰρ Λύδιος ἁρμονία γίνεται ἐκ τῆς ἀναρμοστίας τῆς Λυδίου, ἀλλʼ ἡ Λύδιος ἀναρμοστία δύναται εἶναι Φρύγιος ἁρμονία ἢ ἑτέρα τις, δύναται δὲ καὶ ἁπλῶς ἀναρμοστία εἶναι τῶν χορδῶν ὁπωσοῦν ἐχουσῶν, καὶ τοῦτο ποικίλως ἄλλοτε ἄλλως ἐπιτεταμένων μᾶλλον ἢ ἀνειμένων. καὶ ἡ τῆς οἰκίας σύνθεσις ἐξ ἀσυνθεσίας γινομένη ἐξ ἀορίστου τῆς ἀσυνθεσίας ταύτης γίνεται· δύναται γὰρ ὁ οἰκοδόμος ἄλλοτε ἐξ ἄλλης ἀναρμοστίας καὶ ἀσυνθεσίας λίθων ποιῆσαι τὴν οἰκίαν συντιθεὶς τοὺς λίθους καὶ ἁρμόζων. ἐπὶ μὲν οὖν τῶν τεχνητῶν οὐχ ὥρισται τὸ ἀντικείμενον, διότι τοῖς πολλοῖς τῶν τεχνητῶν οὐδὲ ἐξ ἐναντίων ἡ γένεσις, ἀλλʼ ἐκ στερήσεων μόνον· τοῦτο δὲ διότι οὐδὲ τῷ σχήματι καὶ τῇ μορφῇ ἔστι τι ἐναντίον, εἰ μὴ οὕτως ὡς ἀσχημάτιστον ἐσχηματισμένῳ καὶ ἄμορφον μεμορφωμένῳ, τοῦτο δὲ στέρησίς ἐστι καὶ ἕξις, οὐκ ἐναντιότης. ὅσαι οὖν τῶν τεχνῶν σχῆμα μόνον ἢ μορφὴν τοῖς ἰδίοις ἔργοις ἐπιτιθέασιν, ἐπειδὴ τῇ μορφῇ καὶ τῷ σχήματι οὐδέν ἐστιν ἐναντίον, διὰ τοῦτο οὐδὲ ἐξ ἐναντίων ποιοῦσι τὰ ἴδια ἔργα, ἀλλʼ ἐκ στερήσεων μόνον, ὅσαι δὲ καὶ περὶ τὰ ἄλλα εἴδη τῆς ποιότητος ἐνεργοῦσιν, ἐν οἷς ἐστὶ τὸ ἐναντίον, αὗται πάντως ἐκ τῶν ἐναντίων ποιοῦσιν ἢ πάντως ἐκ τῶν μεταξύ· ἐκ λευκοῦ γὰρ οἱ βαφεῖς μέλαν ποιοῦσιν ἢ τῶν μεταξὺ καὶ πεπηγὸς ἐκ κεχυμένου καὶ σκληρὸν ἐκ μαλακοῦ καὶ ἔμπαλιν, καὶ ἐπὶ πάντων ὁμοίως. αἱ μὲν οὖν τέχναι οὕτως, ἡ δὲ φύσις ἐπειδὴ μὴ σχῆμα μόνον τοῖς πράγμασιν ἐπιτίθησιν, ἀλλὰ καὶ τὰς λοιπὰς οὐσιώδεις ποιότητας, ἐν οἷς ἐστὶν ἡ ἐναντιότης, ἐξ ἀνάγκης δεῖ πάντως τὰ γινόμενα ὑπʼ αὐτῆς ἐξ ἐναντιώσεών τινων γίνεσθαι, εἰ καὶ μή εἰσιν ὠνομασμέναι αὗται αἱ ἐναντιώσεις· οὐ γὰρ ἁπλῶς ἐκ τῆς στερήσεως ποιεῖ τὸν ἄνθρωπον, λέγω δὴ τοῦ οὐκ ἀνθρώπου, ἐπειδὴ καὶ ὁ ἵππος οὐκ ἄνθρωπός ἐστι, καὶ ὁ λίθος οὐκ ἄνθρωπος, καὶ πάντα τὰ μετʼ αὐτόν. διὰ τί μὴ γίνεται προσεχῶς ἐκ λίθων ὁ ἄνθρωπος ἢ ἐξ ἵππου ἢ ἐξ ἄλλου τινὸς τῶν παρʼ αὐτόν, λέγω δὴ ὡς ὑλικοῦ αἰτίου, ἵνα τὸ σπέρμα τυχὸν τὸ ἵππειον καὶ τὸ ἀνάλογον τῷ γυναικείῳ καταμηνίῳ τὸ ἐν τῇ ἵππῳ ἀνθρώπου ὕλη γένηται; ὁμοίως διὰ τί μὴ προσεχῶς ὕλη ἀνθρώπου γίνεται λίθος ἤ τι τῶν λοιπῶν ἐμψύχων τε καὶ ἀψύχων; ἐπεὶ οὐδʼ ὅσα ἐκ στερήσεων καὶ οὐκ ἐξ ἐναντίου γίνονται, οὐδὲ ταῦτα ἁπλῶς ἐκ τῆς τυχούσης στερήσεως γίνεται. λέγοιτο δʼ ἂν καὶ τὸ ὕδωρ οὐκ οἰκία καὶ ὁ ἵππος οὐκ οἰκία, ἀλλʼ ὅμως οὐκ ἂν γένοιτο ἐκ τούτων οἰκία, διότι μηδὲ κυρίως ἐπὶ τούτων ἡ στέρησις, ἀλλὰ μόνον ἡ ἀπόφασις, στέρησις δὲ ἐπὶ τούτων ἐφʼ ὧν καὶ ἡ ἕξις πέφυκε γίνεσθαι. ἀλλʼ ἐφʼ ὧν μὲν ἡ γένεσις σχημάτων ἐστὶ μόνον καὶ μορφῶν, ἐπὶ τούτων οὐκ ἔστιν ἐπὶ τῆς στερήσεως εὑρεῖν ἐναντίωσιν, ἐφʼ ὧν δὲ καὶ ποιότητές εἰσι παθητικαί, ἐπὶ τούτων ἐξ ἀνάγκης καὶ ἡ ἐναντιότης. ἐπὶ γοῦν τῆς προσεχοῦς ὕλης ἐξ ἧς ὁ ἄνθρωπος, λέγω δὴ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου, εἰ καὶ καλεῖται ταῦτα οὐκ ἄνθρωπος ὡς ἔχοντα ἐν ἑαυτοῖς τὴν τοῦ ἀνθρώπου στέρησιν, ἣν ἀποβαλόντα εὐθὺς τὸ εἶδος δέχονται, ἀλλʼ οὖν ἀνάγκη εἶναί τινα ἐν τούτοις καὶ ἐναντίωσιν πρὸς τὸν ἄνθρωπον — ἄνθρωπον δὲ λέγω τὸν σύνθετον, λέγω δὴ τὸ ἡρμοσμένον σῶμα, ᾧ τὸ εἶδος τὸ ζωτικὸν ἐπιγίνεσθαι πέφυκεν· εἰ γὰρ πάσχει τι καὶ μεταβάλλει οὐσιωδῶς, οὔτε δὲ τὸ ὅμοιον εἰς τὸ ὅμοιον μεταβάλλει, οὔτε ἁπλῶς εἰς ἕτερόν τι, ἀλλʼ εἰς τὸ ἐναντίον, ἀνάγκη πᾶσα εἶναί τινα ἐναντίωσιν ἐν τῷ σπέρματι, καθʼ ἣν πάσχον ποιεῖ τὸ σῶμα ἐξ ὑγροτέρου, φέρε εἰπεῖν, ξηρότερον γινόμενον, ἐκ κεχυμένου πεπηγός, ἐκ θερμοτέρου ψυχρότερον, καὶ οὕτω πάσχον μᾶλλον ἢ ἧττον κατὰ τὰς ἐναντίας ποιότητας τὰ διάφορα τοῦ ἀνθρώπου ἐπιτελεῖ μόρια ὀστοῦν σάρκα νεῦρον καὶ τὰ λοιπά. ὅπερ δὲ ἐπὶ τούτου εἶπον, τοῦτο καὶ ἐπὶ πάντων ἐμψύχων τε καὶ ἀψύχων φημί, λέγω δὴ μετάλλων· κἀκεῖ γὰρ ἡ αὐτὴ ἀναλογία. ὥστε εἰ ταῦτα οὕτως ἔχει, πρόδηλον ὅτι πᾶσα γένεσις ἐξ ἐναντίων καὶ εἰς ἐναντία. ὁμοίως δὲ καὶ ἡ φθορά. δέδεικται ἄρα καὶ ἐκ τοῦ λόγου ὡς ἀνάγκη τὰς εἰδοποιοὺς τῶν ὄντων ἀρχὰς ἐναντίας εἶναι.

Μήποτε δὲ καὶ ἐπὶ τῶν τεχνητῶν πάντων ἔστι τὴν αὐτὴν ἀναλογίαν φυλάξαι· οὐ γὰρ ἐκ τῆς αὐτῆς ἀναρμοστίας καὶ ἀσυνθεσίας θρόνος τε ἂν γένοιτο καὶ ἀβάκιον. νῦν γὰρ περὶ ὕλης τῆς προσεχεστάτης ἡμῖν ὁ λόγος, ἥτις μόνου ἐστὶ προσεχῶς τοῦδέ τινος· διὰ τοῦτο γὰρ καί φαμεν μὴ πᾶν ἐκ παντὸς γίνεσθαι. εἰ γὰρ περὶ τῆς ἁπλῶς ὕλης ἦν ἡμῖν ὁ λόγος, δῆλον ὅτι κατὰ ταύτην πᾶν ἐκ παντὸς γίνεται ἀναλυομένου ἑκάστου εἰς τὴν ὕλην, καὶ οὕτως τῆς ἐκείνῳ ὑποκειμένης ὕλης πᾶσι τοῖς ἄλλοις ὑποκεῖσθαι δυναμένης, καὶ ἢ εὐθὺς καὶ ἀμέσως, ἢ διά τινων μέσων, λέγω δὴ πρώτων, εἰς ἄλλα καὶ ἄλλα μεταβαλλούσης· οἷον φθαρέντος τοῦ λίθου τὰ ὑποκείμενα αὐτῷ τέσσαρα στοιχεῖα μεταβάλλει εἰς καρπούς, κἀκεῖνο εἰς αἷμα, κἀκεῖνο εἰς σπέρμα, ὅπερ ἐστὶ προσεχῶς ὕλη ἀνθρώπου, ἀλλὰ καὶ ἀμέσως ὡς ὅτε ἵππῳ σηπομένῳ σφῆκες γίνονται ἢ σκώληκες. ἐπεὶ οὖν οὐ περὶ τῆς ἁπλῶς ὕλης καὶ κοινῆς ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ τῆς προσεχεστάτης, φημὶ ὅτι οὐ μόνον ἐπὶ τῶν φυσικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνητῶν οὐκ ἐκ τῆς τυχούσης ἀναρμοστίας καὶ ἀσυνθεσίας τὸ τυχὸν εἶδος· ὁ γὰρ τέκτων ἄλλως μὲν κατασκευάζει τὴν τοῦ ἀβακίου ὕλην, ἄλλως δὲ τὴν τοῦ θρόνου ἢ ἑτέρου τινός. εὐτρεπισθείσης οὖν τῆς ὕλης τοῦ τε ἀβακίου καὶ τοῦ θρόνου μήπω μέντοι συναρμοσθέντων τῶν ὑλικῶν, ἔστι τις καὶ ἐν τῇ ὕλῃ τοῦ ἀβακίου ἀναρμοστία καὶ ἀσυνθεσία, ἔστι δὲ καὶ ἐν τῇ τοῦ θρόνου, καὶ οὔτε τὸ ἀβάκιον γένοιτο ἂν ἐκ τῆς ἀναρμοστίας καὶ ἀσυνθεσίας τῆς ἐν τῇ ὕλῃ τοῦ θρόνου, οὔτε ὁ θρόνος ἐκ τῆς τοῦ ἀβακίου. ἰδία ἄρα ἀναρμοστία καὶ ἀσυνθεσία ἀντίκειται ἑκάστῳ, ἐν ᾗ ἴσως καὶ ἐναντιότης τις ἐνθεωρηθήσεται κατʼ αὐτὸ τοῦτο τὸ ἀνάρμοστον καὶ ἀσύνθετον. τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν. καὶ γὰρ ἐπὶ τῆς Λυδίου εἰ τύχοι ἁρμονίας ἔστι τις ἑκάστης χορδῆς τάσις, ᾗτινι γενομένῃ εὐθὺς ἐπιγίνεται τὸ τῆς ἁρμονίας εἶδος. τῇ οὖν εὐθὺς πρὸ αὐτῆς ἀναρμόστῳ τάσει ὑπάρχοι ἂν ἡ ἀναρμοστία αὐτῆς, ἤγουν κἂν ἑκάστη τῶν χορδῶν τὴν προσήκουσαν τάσιν λάβοι, πρὶν οἷον συντεθῶσιν αἱ χορδαὶ καὶ ὁ ἀπʼ αὐτῶν ἦχος συγκραθῇ, ἡ προσεχέστατά ἐστιν ἀντικειμένη ἀναρμοστία τῇ Λυδίῳ ἁρμονίᾳ καὶ οὐδεμιᾷ ἄλλῃ.

Οἵ τε λέγοντες ἓν τὸ πᾶν καὶ μὴ κινούμενον.

Ὁ γὰρ Παρμενίδης, καίτοι ἓν λέγων τὸ πᾶν, ὅμως ἐν τοῖς πρὸς δόξαν θερμὸν καὶ ψυχρὸν ἀρχὰς τίθεται τῶν ὄντων. καὶ οἱ μανὸν καὶ πυκνόν, ὧν ἐστι Θαλῆς· τὸν γὰρ ἀέρα ὡς ὕλην ὑποτιθεὶς μανότητι καὶ πυκνότητι ἐξ αὐτοῦ εἰδοποιεῖ τὰ λοιπά. καὶ Δημόκριτος πλῆρες καὶ κενόν· πλῆρες γὰρ τὰς ἀτόμους ἐκάλει, κενῷ δὲ ταύτας διείργεσθαι. ἐκ τῆς συμπλοκῆς οὖν τοῦ κενοῦ καὶ τοῦ πλήρους εἰδοποιεῖσθαι πάντα. ἀλλʼ ἐπειδὴ πολλὴ διαφορὰ ἐν τοῖς οὖσιν, ἑτέρας ὑποτιθέμενος ἐναντιώσεις, οὕτως ἀπεδίδου τῆς διαφορᾶς τῶν ὄντων τοὺς λόγους· ὅσον γὰρ ἐπὶ τῷ κενῷ καὶ τῷ πλήρει, ἐπειδὴ πάντα ἐκ τούτων, οὐδὲν ἂν ἔμελλον ἀλλήλων διοίσειν. διὰ τοῦτο οὖν ἕτερα τρία γένη ἐναντίων ὑποτίθεται, ὧν πρὸς τὰς διαφορὰς διάφορα εἶναι καὶ τὰ ἀποτελούμενα. εἶναι μὲν γὰρ ἐναντίας ἀλλήλαις τοῖς σχήμασι τὰς ἀτόμους τῷ τὰς μὲν εἶναι γεγωνιωμένας, τὰς δὲ ἀγωνίους· ἐναντίον γὰρ εἶναι τὸ γεγωνιωμένον τῷ ἀγωνίῳ. διαφέρειν οὖν τὰ σύνθετα κατά τε ταύτην τὴν ἐναντίωσιν τῷ τὰ μὲν ἐκ γεγωνιωμένων ἐναντίων εἶναι τὰ δὲ ἐξ ἀγωνίων, ἔτι δὲ καὶ κατὰ τὴν τάξιν τῶν ἀτόμων· οἷον ἐν τούτῳ πρώτας μὲν εἶναι τὰς σφαιρικὰς εἰ τύχοι, τὰς δὲ πυραμοειδεῖς ὑστέρας — οἷον ἐν τῷ ἀνθρώπῳ τυχὸν αἱ μὲν σφαιρικαὶ ἄνω, ὅθεν σφαιροειδὴς ἡ κεφαλή, αἱ δὲ πυραμοειδεῖς περὶ τὴν γένυν —, ἐν ἑτέρῳ δὲ ἔμπαλιν, ἐναντίον δὲ τὸ πρῶτον τῷ ὑστέρῳ. ἔτι διαφέρουσι καὶ κατὰ τὴν θέσιν τῶν ἀτόμων, οἷον εἰ αἱ πυραμίδες ἐν τούτῳ μὲν τὰς κορυφὰς κάτω ἔχουσι, τὰς δὲ βάσεις ἄνω — οἷον ἐν τῇ γένυϊ κάτω μὲν αἱ κορυφαὶ ἄνω δὲ αἱ βάσεις, ἐν ἑτέρῳ δὲ ἄνω μὲν αἱ κορυφαὶ κάτω δὲ αἱ βάσεις —, ἐναντιότητες δὲ κατὰ τὴν θέσιν τὸ ἄνω τῷ κάτω, τὸ δεξιὸν τῷ ἀριστερῷ, τὸ ἔμπροσθεν τῷ ὄπισθεν. ὥστε καὶ οὗτος ἀρχὰς τῶν ὄντων τὰ ἐναντία ὑποτίθεται, ἐκάλει δὲ τὸ σχῆμα τὴν θέσιν τὴν τάξιν Ἀβδηρικαῖς φωναῖς «ῥυσμὸν τροπὴν διαθιγήν», ῥυσμὸν μὲν τὸ σχῆμα, τροπὴν τὴν θέσιν, διαθιγὴν τὴν τάξιν.

Ὅτι μὲν οὖν τὰ ἐναντία πως πάντες ποιοῦσιν ἀρχάς.

Τό πως προσέθηκε διότι οὐ κυρίως ἐναντία ἐστὶ τὸ γεγωνιωμένον τῷ ἀγωνίῳ ἢ τὸ εὐθὺ τῷ περιφερεῖ, ἀλλʼ εἴ γε ἄρα ὡς ἕξις καὶ στέρησις, ἕξις μὲν τὸ εὐθύ, στέρησις δὲ τὸ καμπύλον — τὸ μὲν γὰρ εὐθὺ ὥρισται, τὸ δὲ καμπύλον ἀόριστον —, ὁμοίως δὲ καὶ τὸ ἀγώνιον καὶ τὸ γεγωνιωμένον, τοιαῦται δὲ αἱ ἕξεις καὶ αἱ στερήσεις. ὥστε ἢ οὐδʼ ὅλως ἀντίκειται ταῦτα ἄλληλοις, ἀλλὰ μόνον ἕτερά ἐστιν, ἢ εἴ τις καὶ βούλοιτο ἀντικεῖσθαι, οὐκ ἄλλως δυνατὸν ἢ ὡς ἕξιν καὶ στέρησιν.

Καὶ τοῦτο εἰκότως.

Εἰκότως, φησί, τὰ ἐναντία ἀρχὰς ὑπέθεντο· τρία γὰρ ταῦτα ὑπάρχει ταῖς ἀρχαῖς ταῖς πρώταις κατὰ κοινὴν ἔννοιαν, τό τε μὴ εἶναι ἐξ ἄλλων — οὐκέτι γὰρ ἂν εἶεν πρῶται ἀρχαί —, καὶ τὸ μὴ ἐξ ἀλλήλων εἶναι — εἴτε γὰρ εἴη ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, ἡ μὲν ἔσται ἀρχὴ ἡ δὲ οὐκ ἀρχή, εἴτε ἀμφότεραι ἐξ ἀλλήλων εἶεν, οὐδὲν μᾶλλον ἑκατέρα αὐτῶν ἀρχὴ ἔσται ἢ οὐκ ἀρχή —, ὅτι δὲ καὶ ἐξ αὐτῶν τὰ ἄλλα δεῖ εἶναι, πρόδηλον. ἐπεὶ οὖν ταῦτα ὑπάρχειν δεῖ τοῖς πρώτοις ἐναντίοις· διότι μὲν γὰρ πρῶτά ἐστιν, οὐκ εἰσὶν ἐξ ἄλλων, διότι δὲ ἐναντία, ἀδύνατον ἐξ ἀλλήλων· οὔτε γὰρ ποιητικὰ ἀλλήλων τὰ ἐναντία — τοὐναντίον γὰρ φθαρτικά εἰσιν ἀλλήλων —, οὔτε τὸ ἕτερον τῷ ἑτέρῳ ὑποκεῖσθαι δύναται· δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἀμετάβλητον εἶναι, ἀμετάβλητον δὲ ὂν εἰ ὑποκέοιτο τῷ ἐναντίῳ, τὰ ἐναντία ἔσονται ἐν τῷ αὐτῷ, ὅπερ ἀδύνατον. πῶς δὲ καὶ ἐκ τούτων τὰ ἄλλα; διότι κατὰ μεταβολὴν πᾶσα γένεσις, ὡς δειχθήσεται, μεταβολὴ δὲ πᾶσα ἐξ ἐναντίου καὶ εἰς ἐναντίον.

Ληπτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων.

Δείξας ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας ὅτι τὰ ἐναντία ἀρχαί, βούλεται καὶ ἐκ τοῦ λόγου τοῦτο δεῖξαι. πρότερον δὲ τίθησι τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τοῖς γινομένοις πᾶσι καὶ φθειρομένοις, ὅτι οὔτε ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεται, οὔτε μὴν φθείρεται εἰς τὸ τυχόν, ἀλλʼ ἐξ ἐναντίου εἰς ἐναντίον καὶ ἡ γένεσις καὶ ἡ φθορά. καὶ τοῦτο δῆλον ἐπὶ πάσης τῆς τῶν συμβεβηκότων γενέσεως· ἐκ ψυχροῦ γὰρ τὸ θερμόν, καὶ φθείρεται πάλιν εἰς τὸ ψυχρόν, καὶ τὸ ἄνω γινόμενον ἐκ τῶν κάτω μεταβάλλει καὶ τὸ κάτω πάλιν ἐκ τῶν ἄνωθεν, καὶ ἐπὶ πάντων ὁμοίως. εἰ μή τις λαμβάνει κατὰ συμβεβηκός. ἀδύνατον, φησί, μὴ ἐξ ἐναντίου εἰς ἐναντίον εἶναι τὴν γένεσιν, εἰ μή τι κατὰ συμβεβηκός· οἷον εἰ γίνεταί τι λευκὸν ἐκ μέλανος, συμβέβηκε δὲ τὸ μέλαν εἶναι καὶ θερμόν, λέγοιτο ἂν κατὰ συμβεβηκὸς ἐκ θερμοῦ τὸ λευκὸν γεγονέναι, διότι ἐξ οὗ γέγονε τοῦ μέλανος συνέβη θερμὸν εἶναι. ὁμοίως καὶ ὁ μουσικὸς εἰ θερμαίνοιτο, κατὰ συμβεβηκὸς ἐκ μουσικοῦ θερμὸν λέγεται γεγονέναι, διότι τὸ ψυχρὸν ἐξ οὗ γέγονε τὸ θερμὸν συνέβη καὶ μουσικὸν εἶναι. δόξει δὲ τὰ ἐναντία ἑαυτῷ λέγειν, ἄνω μὲν λέγων μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία, ἐνταῦθα δὲ μὴ ἂν ἄλλως γενέσθαι τὸ ἐναντίον ἢ ἐκ τοῦ ἐναντίου. πῶς μὲν οὖν ἐκεῖ λέγει μὴ γίνεσθαι ἐξ ἀλλήλων, ἱκανῶς ἐδείξαμεν, ἐνταῦθα δὲ τὸ ἐξ ἀλλήλων τὸ μετʼ ἄλληλά φησιν, ὥσπερ καὶ ὁ Πλάτων κυριώτερον αὐτὰ ἐκάλεσε· μετʼ ἄλληλα γὰρ ἂν κυριώτερον λεχθείη ἢ ἐξ ἀλλήλων, διότι ἀνάγκη πᾶσα μὴ ἄλλως γενέσθαι μέλαν τι μὴ λευκὸν πρότερον ὑπάρχον, μηδὲ θερμὸν ὃ μὴ πρότερον ψυχρὸν ἦν. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

Ἢ τῶν μεταξύ.

Οἷον ἐκ τοῦ φαιοῦ γίνεταί τι λευκὸν ἢ μέλαν, μεταξὺ δὲ τοῦ λευκοῦ καὶ τοῦ μέλανος τὸ φαιόν. κἂν γὰρ γίνηταί τι ἐκ τοῦ μεταξύ, οὐχ ᾗ μεταξύ ἐστι γίνεται ἐξ αὐτοῦ, ἀλλʼ ᾗ τοῦ ἐναντίου μετέχει· γίνεται γὰρ ἐκ τοῦ φαιοῦ τὸ μέλαν οὐχ ᾗ μῖγμά ἐστι τὸ φαιὸν τοῦ λευκοῦ καὶ τοῦ μέλανος, ἀλλʼ ᾗ μετέχει τοῦ λευκοῦ. ὥστε καὶ ταῦτα ἐκ τῶν ἐναντίων γίνεται.

Ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον.

Οὐχ ὡς ἐξειλήφασί τινες τὰ μὲν ἐπάνω περὶ τῶν κατὰ συμβεβηκὸς μεταβαλλόντων εἴρηται, ταῦτα δὲ ἐπὶ τῶν κατʼ οὐσίαν, ἵνα σύνθετον τὴν οὐσίαν ἀκούσωμεν· εἰ γὰρ σύνθετον εἶπε τὴν οὐσίαν διὰ τὸ ἐξ ὑποκειμένου εἶναι καὶ εἴδους, ὥς φασιν, οὐδὲ τὰ ἐν ὑποστάσει ποιὰ ἄνευ τοῦ ὑποκειμένου θεωροῦνται. καὶ ἄλλως εἰ περὶ πάσης οὐσίας ἔλεγε τὸ ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα, πῶς φησι μὴ ὠνομάσθαι τὰς ἀντικειμένας διαθέσεις τῶν οὐσιῶν καθʼ ἃς γίνεται; ἐπὶ γοῦν τῶν ἁπλῶν πρόδηλοι αἱ ἀντικείμεναι διαθέσεις ἐξ ὧν μεταβάλλουσι, λέγω δὴ ἐπὶ τῶν στοιχείων· ἐκ θερμοῦ γὰρ εἰς ψυχρὸν καὶ ἐκ ξηροῦ εἰς ὑγρὸν καὶ ἔμπαλιν. τί οὖν ἐγώ φημι; ὅτι προθέμενος περὶ τῆς πάντων μεταβολῆς εἰπεῖν, καὶ εἰπὼν πῶς τε τὰ κατὰ συμβεβηκὸς μεταβάλλοντα μεταβάλλει καὶ πῶς τὰ ἁπλᾶ σώματα, ὅτι προφανῶς ἐξ ἐναντίων, ἐπεὶ δοκοῦσιν αἱ σύνθετοι οὐσίαι μὴ ἐξ ἐναντίων ἴσχειν τὰς μεταβολάς, διὰ τοῦτο καὶ ἐπὶ τούτων γυμνάζει τὸν λόγον. φησὶν οὖν ὅτι καὶ ἐπὶ τῶν συνθέτων οὐσιῶν πάντως ἐξ ἐναντίων εἰσὶν αἱ γενέσεις, ἀλλὰ διὰ τὸ μὴ τὰς ἐναντίας διαθέσεις ὠνομάσθαι, οὐκ ἔστιν οὕτω τοῦτο δῆλον· ἐπʼ ἐνίων μὲν γὰρ αἱ στερήσεις αὐτῶν κοινῶς ὀνομάζονται, ἐπʼ ἐνίων δὲ οὐδὲ αἱ στερήσεις, ἀλλʼ αἱ ἀποφάσεις μόναι· τὴν μὲν γὰρ τῶν ὑποκειμένων σύνθεσιν καὶ ἁρμονίαν, ἐξ ὧν αἱ γενέσεις, καὶ τὴν τῶν αὐτῶν πάλιν ἀναρμοστίαν καὶ ἀσυνθεσίαν κοινοῖς ὀνόμασι καλεῖν ἔχομεν, αὐτὸ τοῦτο ἁρμονίαν καὶ ἀναρμοστίαν καλοῦντες καὶ σύνθεσιν καὶ ἀσυνθεσίαν, τὴν μέντοι ἰδίαν ἑκάστου ἁρμονίαν ἢ τὴν ἀντικειμένην ταύτῃ ἀναρμοστίαν οὐκέτι ἔχομεν ἰδικοῖς καλέσαι ὀνόμασι, καὶ τὰ μὲν ὑποκείμενα οὕτως ὀνομάζομεν καὶ τὰ τούτοις ἀντικείμενα ἐξ ὧν γίνονται καὶ εἰς ἃ φθείρονται, τῶν μέντοι εἰδῶν αὐτῶν οὐκέτι δυνάμεθα τὸ ἀντικείμενον στερητικῶς ὀνομάσαι, ἀλλʼ ἀποφατικῶς αὐτὸ καλοῦμεν οὐκ ἄνθρωπος καὶ οὐχ ἵππος, καίτοι τῶν εἰδῶν ὡρισμένοις ὀνόμασιν ὠνομασμένων, οἷον ἀνθρώπου ἵππου. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλʼ εἰ καὶ τὸ οὐκ ἄνθρωπος φέροιτο, φησί, καὶ ἐπὶ λίθου καὶ ἵππου καὶ πάντων τῶν μετὰ τὸν ἄνθρωπον, δῆλον δήπου ὅτι οὐκ ἐκ τοῦ τυχόντος οὐκ ἀνθρώπου γίνεται ὁ ἄνθρωπος — οὐ γὰρ ἐξ ἵππου ἢ ἐκ λίθου —, ἀλλʼ ἔστι τι ὡρισμένως τῷ ἀνθρώπῳ ἀντικείμενον, ἐξ οὗ ἢ μεθʼ ὃ γίνεται· ὅπερ διὰ τὸ μὴ ὠνομάσθαι ἰδίῳ ὀνόματι πλάνην ἐμποιεῖ μήποτε οὐκ ἐξ ἐναντίου ἡ γένεσις. ὃ δὲ ἐπὶ ἀνθρώπου, τοῦτο καὶ ἐπὶ πάντων, καὶ ὅπερ ἐπὶ γενέσεως, τοῦτο καὶ ἐπὶ φθορᾶς.

Διαφέρει δὲ οὐδὲν ἐπὶ ἁρμονίας εἰπεῖν ἢ τάξεως ἢ συνθέσεως.

Ἐπειδὴ ὡς ἐπὶ ἁρμονίας ἐγύμνασε τὸν λόγον, διὰ τοῦτο εἶπε μηδὲν διαφέρειν κἂν μὴ κατὰ ἁρμονίαν, ὡς ἐπὶ τῆς λύρας, κατὰ σύνθεσιν δὲ ἡ γένεσις ᾖ ἢ κατὰ τάξιν, ὡς ἐπὶ στρατοπέδου· καὶ γὰρ ἡ τῆς οἰκίας σύνθεσις ἐξ ἀσυνθεσίας γίνεται, καὶ ἡ τοῦ στρατοπέδου τάξις ἐξ ἀταξίας, ὁμοίως δὲ καὶ τὸ ἐσχηματισμένον, ὡς ὁ ἀνδριάς, ἐξ ἀσχηματίστου γίνεται, καὶ τούτων οὐ τῶν τυχόντων οὔτε ἀναρμοστίας οὔτε ἀσυνθεσίας οὔτε ἀταξίας οὔτε τοῦ ἀσχηματίστου, ἀλλὰ τῶν προσεχῶς ἑκάστῃ συνθέσει ἢ ἁρμονίᾳ ἢ τῶν ἄλλων τινὶ ἀντικειμένων. εἴη γὰρ ἂν ἀσυνθεσία ὡς πρὸς τὴν σύνθεσιν τῆς οἰκίας ἡ τῆς νεὼς ἢ ἡ τοῦ ἀνδριάντος· ἀλλʼ οὐχ οἷόν τε ἐκ ταύτης γενέσθαι οἰκίαν· ὥστε ὡρισμένην τινὰ ἀνάγκη εἶναι ἀσυνθεσίαν ἐξ ἧς ἡ οἰκία, εἰ καὶ μὴ κατὰ ἄτομόν τι, ἀλλʼ ἐν πλάτει· πλὴν οὐδὲ ἐνταῦθα ἁπλῶς ἐκ στερήσεως τῆς τυχούσης, ἀλλʼ ἔστι τις ἰδιάζουσα στέρησις ἤτοι ἐναντίον τι, ἐξ οὗ γίνεται καὶ εἰς ὃ φθείρεται. ὃ δὲ ἐπὶ τούτου εἶπον, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν.

Καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.

Ἡ μὲν οἰκία σύνθεσίς τις, ὁ δὲ ἀνδριὰς τάξις μᾶλλον τῶν μορίων· σύνθεσις γὰρ μᾶλλον ἐπὶ τῶν ἀνομογενῶν κυριώτερον λέγεται, οἷον ξύλων καὶ λίθων καὶ πλίνθων ἐξ ὧν ἡ οἰκία. μᾶλλον δὲ καὶ ἐπὶ οἰκίας ἡ τάξις καὶ ἐπὶ ἀνδριάντος ἡ σύνθεσις· ἔστι γάρ τι πρῶτον ἐν τῇ οἰκίᾳ, οἷον θεμέλιοι, εἶτα δεύτερον οἱ τοῖχοι, εἶτα ἡ ὀρφή, καὶ ἄλλως ἀδύνατον. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἀνδριάντος οὐ μόνον τάξις μορίων, ἀλλὰ καὶ σύνθεσις.

Τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλανος.

Μεταξὺ γὰρ τὸ φαιὸν τὸ ὠχρὸν τὸ ἐρυθρὸν καὶ πάντα τὰ παρὰ τὸ λευκὸν καὶ τὸ μέλαν, ἅπερ ἐκ τῆς μίξεώς ἐστι τοῦ λευκοῦ καὶ τοῦ μέλανος. ὥστε εἴ τι γίνεται ἐκ τῶν μεταξύ, πάλιν ἐξ ἐναντίου γίνεται· καθὸ γὰρ μετέχει τοῦ ἐναντίου τὸ μεταξύ, οὕτως ἐξ αὐτοῦ γίνεται τὰ γινόμενα. ὥστε εἰ ταῦτα οὕτως ἔχει, ἀνάγκη πᾶσαν γένεσιν καὶ φθορὰν ἐξ ἐναντίων εἶναι καὶ εἰς ἐναντία, εἰ δὲ τοῦτο, ἀρχαὶ ἂν εἶεν εἰδοποιοὶ τῶν ὄντων τὰ ἐναντία. τὸ δὲ «ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία» ἐξ ἐναντίων μὲν ἡ γένεσις, εἰς ἐναντία δὲ ἡ φθορά. δῆλον δὲ ὅτι καὶ τὸ λοιπὸν ἐπὶ ἑκατέρου· καὶ γὰρ ἐπὶ τῆς γενέσεως τὸ εἰς ἐναντία καὶ ἐπὶ τῆς φθορᾶς τὸ ἐξ ἐναντίων, ἀλλὰ κυριώτερον ἐπὶ μὲν τῆς γενέσεως τὸ ἐξ, ἐπὶ δὲ τῆς φθορὰς τὸ εἰς, ὡς αὐτὸς ἐν τοῖς τελευταίοις δείκνυσι.

Μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι.

Δείξας ὅτι ἀνάγκη τὰς εἰδικὰς ἀρχὰς ἐναντίας εἶναι ἔκ τε τῆς τῶν παλαιῶν μαρτυρίας καὶ ἐκ τοῦ λόγου, ὅτι τοῖς μεταβάλλουσι πᾶσι κατὰ τὰ ἐναντία ἡ μεταβολή, ἐπειδὴ βούλεται ἀρχὰς κοινοτάτας λαβεῖν τῶν ὁπωσοῦν μεταβαλλόντων, οὐ πάντα δὲ τὰ μεταβάλλοντα κατὰ τὰ ἐναντία μεταβάλλει — καὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετήν, ἀπὸ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην, ταῦτα δὲ ἐναντία οὐκ ἔστιν· οὔτε γὰρ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, οὔτε ἡ ἀνεπιστημοσύνη τῇ ἐπιστήμῃ, ἀλλὰ στερήσεις καὶ ἕξεις· αἱ γὰρ κακίαι ἀόριστοι ὥσπερ καὶ αἱ στερήσεις, τὰ δὲ ἐναντία ὥρισται διότι καὶ εἰδοπεποίηται, ἥ τε ἀνεπιστημοσύνη σαφῶς στέρησις μόνον τῆς ἐπιστήμης. εἰλήφθωσαν γὰρ μὴ ἁπλῶς οἱ διαστρόφους δόξας ἔχοντες, εἶτα εἰς ἐπιστήμην ἀγόμενοι· μάλιστα μὲν γὰρ καὶ οὗτοι κατὰ στέρησιν ἀντίκεινται τοῖς ἐπιστήμοσιν, εἴ γε καὶ ἡ κακία καθόλου στέρησις ἀρετῆς, ἀλλὰ διὰ τὸ τῆς στερήσεως ἀόριστον οὐκ ἔστι μοναχῶς ἡ τῆς κακίας πρὸς τὴν ἀρετὴν ἀντίθεσις. ὥσπερ γὰρ ἡ καμπυλότης στέρησις οὖσα τῆς εὐθύτητος οὐκ ἔστιν ἐν ὅρῳ τινί, ἀλλʼ ἐστὶ πᾶσα ἁπλῶς ἡ τῆς εὐθύτητος ἔκστασις, οὕτω καὶ ἐπὶ τῶν κακιῶν ἔχει. ὅμως ἐὰν τὸν μήπω διαστρόφους ἐννοίας ἔχοντα λάβωμεν, ἀλλʼ ἐκ παίδων εἰς ἐπιστήμην ἀγόμενον, πρόδηλον ὡς οὗτος ἐκ στερήσεως, τῆς ἀνεπιστημοσύνης λέγω, εἰς εἶδος ἄγεται τὴν ἐπιστήμην· οὐδεμία γὰρ προϋπόκειται διάστροφος δόξα, ἀλλὰ μόνον ἄγνοια τοῦ ἀληθοῦς —, ἐπεὶ οὖν τὰς κοινοτάτας ἀρχὰς πάντων τῶν ὁπωσοῦν μεταβαλλόντων βούλεται λαβεῖν, οὐ πάντα δέ, ὡς εἶπον, τὰ μεταβάλλοντα κατὰ τὰ ἐναντία μεταβάλλει, βούλεται ἐπὶ τὰς καθολικωτάτας πάντων τῶν ὄντων ἀρχὰς ἀναγαγεῖν τὰ ἐναντία, τὸ εἶδος λέγω καὶ τὴν στέρησιν, καθʼ ἃ οὐ μόνον τὰ φυσικὰ ἀλλὰ καὶ τὰ ὑπερφυῆ μεταβάλλει, καὶ δεῖξαι ὅτι αὗται αἱ δύο ἀρχαὶ πάσης μεταβολῆς εἰσιν αἴτιαι τῇ ἑαυτῶν ἀνὰ μέρος παρουσίᾳ καὶ ἀπουσίᾳ τὰς μεταβολὰς ποιοῦσαι. βούλεται μὲν οὖν εἰς ταῦτα ὡς εἰς καθολικώτατα ἀναγαγεῖν τὰς ἀρχάς, ἀλλὰ πρὶν τοῦτο ποιήσει πρότερον ἀντιλέγει ταῖς δόξαις ταῖς περὶ τῶν ἀρχῶν τῶν πρὸ αὐτοῦ, καὶ διδάσκει τί μὲν ἔχουσι κοινόν, τί δὲ διάφορον. φησὶν οὖν ὅτι πάντες οἱ περὶ τῶν ἀρχῶν τῶν ὄντων δοξάσαντες, εἰ καὶ δοκοῦσι μὴ τὰς αὐτὰς ἐναντιώσεις πάντες ἐν ταῖς ἀρχαῖς ἀποτίθεσθαι, ἀλλὰ ἄλλος ἄλλην, ἀλλʼ οὖν σύμφωνα πάντες εἰρήκασιν ἑαυτοῖς, καὶ κατά τι δοκοῦντες διαφέρειν κατά τι κοινωνοῦσι πάντες· διαφέρουσι μὲν γὰρ ἀλλήλων τῷ τοὺς μὲν μερικώτερα λαβεῖν ἐναντία, τοὺς δὲ καθολικώτερα, καὶ τοὺς μὲν γνώριμα μᾶλλον τῇ αἰσθήσει ἤπερ τῷ λόγῳ, τοὺς δὲ τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει. τῶν γὰρ ἐναντίων τὰ μὲν τῇ αἰσθήσει μᾶλλόν εἰσι γνώριμα ἢ τῷ λόγῳ, τὰ δὲ τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει, ἐν ἀμφοτέροις δὲ τούτοις τὰ μέν εἰσι καθολικώτερα, τὰ δὲ μερικώτερα· οἷον γνώριμα τῇ αἰσθήσει μᾶλλον ἢ τῷ λόγῳ θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν, μανὸν καὶ πυκνόν, τῷ δὲ λόγῳ μᾶλλον γνώριμα ἢ τῇ αἰσθήσει νεῖκος καὶ φιλία, περιττὸν καὶ ἄρτιον, μονὰς καὶ δυάς. ἔστιν οὖν ἐν ἑκατέρῳ καὶ τὸ καθολικώτερον καὶ τὸ μερικώτερον· οἷον ἐν τοῖς κατὰ τὴν αἴσθησιν γνωρίμοις ἔστι μερικὸν μέν, φέρε εἰπεῖν, τὸ λευκὸν καὶ μέλαν, ὑπὲρ τοῦτο δὲ τὸ θερμὸν καὶ ψυχρόν, ὑπὲρ τοῦτο δὲ τὸ μανὸν καὶ πυκνόν, ὑπὲρ τοῦτο δὲ τὸ μέγα καὶ τὸ μικρόν, ὑπὲρ τοῦτο δὲ ὑπεροχὴ καὶ ἔλλειψις· ἐν δὲ τοῖς κατὰ τὸν λόγον γνωρίμοις ὑποκείσθω μερικώτερον μὲν σύγκρισις καὶ διάκρισις, τούτου δὲ ἐπὶ πλέον νεῖκος καὶ φιλία, ὑπὲρ τοῦτο δὲ τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὑπὲρ δὲ τοῦτο μονὰς καὶ δυάς. ὅσοι μὲν οὖν ἀρχὰς εἰλήφασιν ἢ τὸ θερμὸν καὶ ψυχρόν, ὡς Παρμενίδης, ἢ τὸ μανὸν καὶ πυκνόν, ὡς Θαλῆς, ἢ τὸ μέγα καὶ μικρόν, ὡς Πλάτων, οὗτοι τῇ αἰσθήσει γνωριμωτέρας λαμβάνουσι τὰς ἀρχάς, ἀλλʼ οἱ μὲν καθολικωτέρας οἱ δὲ μερικωτέρας. ὅσοι δὲ νεῖκος καὶ φιλίαν, ὡς Ἐμπεδοκλῆς, ἢ περιττὸν καὶ ἄρτιον ἢ μονάδα καὶ δυάδα, ὡς οἱ Πυθαγόρειοι, οὗτοι τῷ λόγῳ μᾶλλον γνωριμώτερα ἐλάμβανον, καὶ τούτων πάλιν Ἐμπεδοκλῆς μὲν μερικωτέρας ἐλάμβανεν ἀρχάς, οἱ δὲ Πυθαγόρειοι καθολικωτέρας. ταύτῃ μὲν οὖν ἑτέρας ἀρχὰς ἐλάμβανον, λέγω δὴ κατά τε τὸ ὑποκείμενον — ἕτερον γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ μανοῦ καὶ πυκνοῦ — καὶ κατὰ τὸ καθόλου καὶ τὸ μερικόν, τὰς αὐτὰς δὲ πάντες ἐλάμβανον τῷ πάντας, φησί, τὰ ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνειν, τουτέστι κατὰ τὴν αὐτὴν ἀναλογίαν. ὥσπερ γὰρ τὸ ταὐτὸν οὐ μόνον τῷ ὑποκειμένῳ ἢ τῷ λόγῳ, ἀλλὰ καὶ τῇ ἀναλογίᾳ — λέγομεν γὰρ ὡς τόδε θερμόν, οὕτω τόδε ψυχρόν· ἐνταῦθα γὰρ ἡ ταυτότης, ἤγουν ἡ ὁμοιότης, οὔτε τῷ ὑποκειμένῳ ἐστὶν οὔτε τῷ λόγῳ· ἕτερος γὰρ ὁ ἑκατέρου ὁρισμός· ἀλλὰ τῇ ἀναλογίᾳ. λέγομεν γὰρ ὡς ἔχει τὰ βʹ πρὸς τὰ δʹ, οὕτω τὰ φʹ πρὸς τὰ ͵α· πάλιν οὖν ἐνταῦθα ἡ ταυτότης κατὰ τὴν ἀναλογίαν —, τῷ οὖν λαμβάνειν πάντας καὶ ἐναντία καὶ τὰ ἐκ τῆς αὐτῆς συστοιχίας ἐναντία, ταύτῃ τὰ αὐτὰ πάντες ἔλεγον.

Ἰστέον γὰρ ὅτι οἱ Πυθαγόρειοι πάντα τὰ ὄντα καὶ πάσας τὰς ἐναντιώσεις εἰς δύο συστοιχίας ἀνῆγον, τήν τε τοῦ ἀγαθοῦ καὶ τὴν τοῦ κακοῦ· ταύταις γὰρ πᾶσαν ἐναντίωσιν ἐμέριζον. τῇ μὲν γὰρ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ κρεῖττον τῶν ἐναντίων ἀπένεμον, τῇ δὲἀγαθόν κακόν μονάς δυάς περιττόν ἄρτιον φιλία νεῖκος ὑπεροχή ἔλλειψις μέγα μικρόν διάκρισις σύγκρισις θερμόν ψυχρόν τοῦ κακοῦ τὸ χεῖρον· οἷον λευκὸν καὶ μέλαν, λογικὸν καὶ ἄλογον, ψυχρὸν καὶ θερμόν, νεῖ κος καὶ φιλίαν, τὸ μὲν λευκὸν καὶ τὸ λο γικὸν καὶ τὸ θερμὸν καὶ τὴν φιλίαν τῆς τοῦ ἀγαθοῦ συστοιχίας εἶναι ἔλεγον, τὰ δὲ τού τοις ἀντικείμενα τῆς τοῦ κακοῦ. καὶ τῶν παραληφθεισῶν οὖν ἐναντιώσεων ὑπὸ τῶν πα λαιοτέρων ἐν ταῖς τῶν ὄντων ἀρχαῖς τὰ μὲν ἕτερα μόρια ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν ἀνάγεται, τὰ δὲ ἕτερα ὑπὸ τὴν τοῦ κακοῦ· οἷον τῶν κατὰ τὸν λόγον γνωρίμων ἐναντιώσεων ἡ μὲν μονὰς καὶ τὸ περιττὸν καὶ ἡ φιλία ὑπὸ τὴν τοῦ ἀγαθοῦ, τὰ δὲ ἀντικείμενα ὑπὸ τὴν τοῦ κακοῦ. πάλιν τῶν κατὰ τὴν αἴσθησιν γνωρίμων ἐναντιώσεων τὸ μὲν θερμὸν καὶ ἡ διάκρισις καὶ τὸ μέγα ὑπὸ τὴν ὑπεροχήν, αὕτη δὲ ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν, τὰ δὲ ἀντικείμενα ὑπὸ τὴν τοῦ κακοῦ. πάντες οὖν τὰ κατὰ τὴν αὐτὴν συστοιχίαν εἰλήφασιν· ἢ γὰρ θερμὸν καὶ ψυχρόν, ἢ σύγκρισιν καὶ διάκρισιν, ἢ νεῖκος καὶ φιλίαν. ὡς γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν, οὕτως ἔχει σύγκρισις καὶ διάκρισις, καὶ μέγα καὶ μικρόν, καὶ νεῖκος καὶ φιλία· ὁμοίως γὰρ ἀντίκειται. οὐκοῦν καὶ ἐναλλὰξ ὡς ἔχει τὸ μέγα πρὸς τὴν διάκρισιν καὶ αὕτη πρὸς τὸ θερμόν, οὕτω τὸ μικρὸν πρὸς τὴν σύγκρισιν καὶ αὕτη πρὸς τὸ ψυχρόν· ὁμοίως γὰρ περιεκτικὸν τὸ μέγα τῆς διακρίσεως καὶ αὕτη τοῦ θερμοῦ, ὡς τὸ μικρὸν τῆς συγκρίσεως καὶ αὕτη τοῦ ψυχροῦ. τῷ οὖν ἐξ ἑκατέρας συστοιχίας ὁμοίως ἢ τὰ μερικώτερα λαμβάνειν ἢ τὰ ὁμοίως καθολικώτερα, ταύτῃ λέγονται τὰ αὐτὰ λαμβάνειν· οὐδεὶς γὰρ ἔλαβε, φέρε εἰπεῖν, τὸ μέγα καὶ τὴν σύγκρισιν, ἢ τὴν διάκρισιν καὶ τὸ ψυχρόν — ταῦτα γὰρ οὐχ ὁμοίως τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ἀφεστήκασιν, ἀλλὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον —, ἀλλὰ πάντες τὰ τὴν αὐτὴν ἀπόστασιν ἀφεστηκότα τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ταῦτα λαμβάνουσι. τῷ οὖν πάντας ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνειν τὴν καθʼ αὑτοὺς ἐναντίωσιν, ταύτῃ πάντης τὰ αὐτὰ λέγουσιν, ἕτερα δὲ τῷ τοὺς μὲν τῷ λόγῳ γνώριμα μᾶλλον τοὺς δὲ τῇ αἰσθήσει, καὶ τοὺς μὲν καθολικώτερα τοὺς δὲ μερικώτερα. ἐπεὶ οὖν κοινὰς πάντων ἀρχὰς ζητοῦμεν, δῆλον ὅτι κατορθοῦσι μᾶλλον οἱ τὰς καθολικωτέρας ἐναντιώσεις λαμβάνοντες· ὥστε εἰ συνῄσθοντο οἱ τὰ μερικώτερα λαμβάνοντες, ἠγάπησαν ἂν δηλονότι καθολικωτέρας λαβεῖν, ἵνα ἐπὶ πλειόνων ἐκτείνωσι τὰς ἀρχάς. διὰ τοῦτο οὖν δεῖ ἡμᾶς ζητήσαντας τίνες ἂν εἶεν κοινόταται πάντων ἁπλῶς ἀρχαί, ταύτας ὑποθέσθαι.

Μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι. εἰς τοῦτο, φησί, συμφώνως πάντες ἠνέχθησαν, ὥστε τὰς ὑπʼ αὐτῶν ἀρχὰς τῶν ὄντων καλουμένας ἐναντίας τίθεσθαι.

Καίπερ ἄνευ λόγου τιθέντες.

Οὐχ ὅτι οὐδενὶ λόγῳ ἐχρῶντο εἰς τὸ κατασκευάσαι ἃς ὑπετίθεντο ἀρχάς, ἀλλʼ ὅτι οὐδενὶ πιθανῷ, ὥστε καὶ πείθειν δύνασθαι. ἀλλʼ εἰ καὶ ἀπαραμυθήτως ἐτίθεσαν τὰ οἰκεῖα δόγματα, ἀλλʼ οὖν συμφώνως πάντες τὰς ἀρχὰς ἐναντίας εἶναι ὑπέθεντο. ἡ μὲν οὖν κοινωνία «ἐπὶ τοσοῦτον», ἡ δὲ διαφορὰ ὅτι οἱ μὲν καθολικώτερα καὶ περιεκτικώτερα ἐλάμβανον, οἱ δὲ μερικώτερα, καὶ οἱ μὲν γνωριμώτερα τῇ αἰσθήσει μᾶλλον ἢ τῷ λόγῳ, οἱ δὲ τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει. οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρόν, ὁ Παρμενίδης, ὧν τὸ μὲν θερμὸν πῦρ ἐκάλει, τὸ δὲ ψυχρὸν γῆν. οἱ δὲ ὑγρὸν καὶ ξηρόν. ὁ Πορφύριός φησι τὸν Ξενοφάνην τὸ ξηρὸν καὶ τὸ ὑγρὸν δοξάσαι ἀρχάς, τὴν γῆν λέγω καὶ τὸ ὕδωρ, καὶ χρῆσιν αὐτοῦ παρατίθεται τοῦτο δηλοῦσαν· γῆ καὶ ὕδωρ πάντʼ ἔσθʼ ὅσα φύοντʼ ἠδὲ γίνονται. ταύτης δὲ τῆς δόξης δοκεῖ καὶ Ὅμηρος εἶναι ἐν οἷς φησιν ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. καὶ οὐδέν γε θαυμαστὸν καὶ τοῦτον, ὥσπερ Παρμενίδην, ἐν τοῖς πρὸς δόξαν δύο λέγειν τὰς ἀρχὰς ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγοντα.

Οἱ δὲ περιττὸν καὶ ἄρτιον ἢ νεῖκος καὶ φιλίαν αἰτίας τίθενται.

Νεῖκος μὲν καὶ φιλίαν Ἐμπεδοκλῆς, περιττὸν δὲ καὶ ἄρτιον οἱ Πυθαγόρειοι· μονάδα γὰρ καὶ δυάδα. οὗτοι δὲ γνωριμώτερα τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει ἔλεγον· οὐ γὰρ γνώριμον τῇ αἰσθήσει τὸ νεῖκος καὶ ἡ φιλία, ἢ τὸ περιττὸν καὶ ἄρτιον. ἕτερα μὲν ὥσπερ καὶ δοκεῖ τοῖς πλείστοις, τουτέστι προφανὲς πᾶσιν ὅπως ἕτερα λέγουσιν· ἕτερον γὰρ τὸ θερμὸν καὶ ψυχρὸν νείκους καὶ φιλίας, καὶ τὰ λοιπὰ ὁμοίως.

Ταὐτὰ δὲ ᾗ ἀνάλογον· λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας.

Πῶς κατὰ τὴν αὐτὴν ἀναλογίαν λαμβάνουσιν ἑρμηνεύων, ἐπήγαγε τὸ λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας, εἴπομεν δὲ πῶς ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνουσι. τὰ μὲν γὰρ περιέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων. πῶς ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνουσι, σημαίνει διὰ τούτων· ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μέν ἐστι καθολικώτερα τὰ δὲ μερικώτερα, ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνειν φημὶ αὐτοὺς τὰς ἐναντιώσεις, διότι τὰ σύστοιχα ἐναντία λαμβάνουσι τὰ ὁμοίως ἢ περιέχοντα ἢ περιεχόμενα. οὐ λαμβάνουσι γάρ, φέρε εἰπεῖν, θερμὸν καὶ μέλαν — τὸ γὰρ θερμὸν περιέχει, τὸ δὲ μέλαν τῶν περιεχομένων —, ἀλλὰ θερμὸν καὶ ψυχρόν, ἅπερ ὁμοίως περιεκτικά εἰσι. καὶ χεῖρον καὶ βέλτιον· οἱ μὲν γὰρ τὰς περιεκτικωτέρας τῶν ἐναντίων λαμβάνοντες βέλτιον λαμβάνουσιν, ἐπεὶ καὶ κοινοτάτας ἀρχὰς δεῖ λαβεῖν τὰς ἐπὶ πάντα τὰ ὄντα διηκούσας, οἱ δὲ μερικωτέρας χεῖρον, διότι ἐπʼ ἐλαττόνων ἁρμοζούσας καὶ οὐκ ἐπὶ πλειόνων ἢ ἐπὶ πάντων ἐλάμβανον.

Τὸ μὲν καθόλου κατὰ τὸν λόγον γνώριμον, τὸ δὲ καθʼ ἕκαστον κατὰ τὴν αἴσθησιν.

Οὐ τὸ αὐτὸ λαμβάνει γνώριμον νῦν καὶ ἀνωτέρω· ἄνω μὲν γὰρ διῄρει τὰς ἐναντιώσεις εἴς τε τὰς τῷ λόγῳ γνωρίμους καὶ εἰς τὰς τῇ αἰσθήσει, καὶ ἐν ἑκάστῳ τούτων διαίρεσιν ἐποιεῖτο τοῦ τε καθολικωτέρου καὶ τοῦ μερικωτέρου· ἦν γὰρ καὶ ἐν τοῖς κατὰ τὴν αἴσθησιν γνωρίμοις τά τε καθολικώτερα καὶ τὰ μερικώτερα, ὁμοίως δὲ καὶ ἐν τοῖς κατὰ τὸν λόγον. οὐχ ὅπερ οὖν ἔλεγεν ἐκεῖ τῇ αἰσθήσει γνώριμον ἢ τῷ λόγῳ, τοῦτο καὶ ἐνταῦθά φησιν, ἀλλʼ ἐν ἑκάστῃ σειρᾷ τὰ μὲν καθολικώτερα γνωριμώτερα τῷ λόγῳ, τὰ δὲ μερικώτερα μᾶλλον τῇ αἰσθήσει. καὶ γὰρ ἐν τοῖς κατὰ τὴν αἴσθησιν γνωρίμοις τὰ μὲν καθολικώτερα, οἷον μανότης καὶ πυκνότης, τῷ λόγῳ μᾶλλον γνώριμα τοῦ θερμοῦ καὶ ψυχροῦ, ταῦτα δὲ μᾶλλον τῇ αἰσθήσει γνώριμα ἤπερ τῷ λόγῳ· ὁμοίως δὲ καὶ ὑπεροχὴ καὶ ἔλλειψις μᾶλλον τῷ λόγῳ γνώριμος ἢ τῇ αἰσθήσει, καὶ μᾶλλον μανότητος καὶ πυκνότητος. ὁμοίως καὶ ἐν τοῖς κατὰ τὸν λόγον τὰ μὲν καθολικώτερα τῷ λόγῳ μᾶλλόν ἐστι γνώριμα ἢ τὰ μερικώτερα, τὰ δὲ μερικώτερα τῇ αἰσθήσει μᾶλλον ἢ τὰ καθολικώτερα.

Ἐχόμενον δʼ ἂν εἴη λέγειν πότερον δύο ἢ τρεῖς ἢ πλείους εἰσίν.

Ὅτι μὲν τὰ ἐναντία παραληπτέον ἀρχὰς τῶν φυσικῶν πραγμάτων φθάσας ἤδη ἀπέδειξεν, ἐντεῦθεν δὲ τὸ προκείμενον δεῖξαι ὅτι τὴν πρωτίστην καὶ κοινοτάτην ἐναντίωσιν ἀνάγκη πᾶσα μίαν εἶναι. τοῦτο οὖν βουλόμενος δεῖξαι ἀναλαμβάνει τὸν περὶ τῶν ἀρχῶν λόγον καὶ δείκνυσιν ὅτι οὔτε μίαν ἐνδέχεται εἶναι τὴν ἀρχήν, οὔτε ἄπειρους, ἀλλὰ πλείους μὲν μιᾶς, πεπερασμένας δὲ ταύτας. αὕτη δὲ ἡ διαίρεσις οὐχ ἁπλῶς εἰδικῶν ἐστιν ἀρχῶν ἢ ὑλικῶν, ἀλλὰ κοινῶς τῶν ἀρχῶν· ὥσπερ γὰρ καὶ τὴν ὑλικὴν ἀρχὴν ἢ μίαν εἶναι ἀνάγκη ἢ πλείους, καὶ εἰ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους, οὕτω δὴ καὶ καθόλου τὰς ἀρχὰς τῇ αὐτῇ ὑποπεσεῖν διαιρέσει ἀνάγκη· ἀνάγκη γὰρ ἢ μίαν εἶναι ἢ πολλάς, καὶ πεπερασμένας ἢ ἀπείρους. ἀνελὼν οὖν τὰ ἄκρα καταλιμπάνει τὸ μέσον καὶ ἀληθές. μίαν μὲν οὖν ἀδύνατον εἶναι τὴν ἀρχήν, διότι ἐδείχθη τὰ ἐναντία δεῖν εἶναι ἀρχάς, τὸ δὲ ἐναντίον τινὶ ἐναντίον — οὐδὲν γὰρ αὐτὸ ἑαυτῷ ἐστιν ἐναντίον· τῶν πρός τι γάρ. ὥστε ἀδύνατον μίαν εἶναι τὴν τῶν φυσικῶν πραγμάτων ἀρχήν. ἀπείρους δὲ τὰς ἀρχὰς ἀδύνατον εἶναι, πρῶτον μὲν διὰ τὸ ἀναιρεῖσθαι τὴν ἐπιστήμην, ὡς καὶ ἔμπροσθεν ἐλέγετο, μᾶλλον δὲ καὶ αὐτὴν τὴν ψιλὴν γνῶσιν τῶν ὄντων — τῶν γὰρ ἀπείρων γνῶσις οὐκ ἔστι, τῶν δὲ ἀρχῶν μὴ γινωσκομένων, οὐδὲ τὰ ἐξ αὐτῶν γνωσθείη ἄν· ὥστε καθόλου πάντων ἄγνοιαν εἰσάγουσιν οἱ ἀπείρους εἶναι τὰς ἀρχὰς ὑποτιθέμενοι —, ἔπειτα δέ, ὅπερ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηκε, συμβήσεται οὕτω διπλασιασθῆναι τὸ ἄπειρον· ἡ γὰρ ἐναντίωσις δύο περιέχει ἐναντία, ὥστε εἰ ἄπειροι αἱ ἐναντιότητες, διπλάσια ἔσονται τὰ ἐναντία· ἔσται οὖν τοῦ ἀπείρου διπλάσιον. ἔπειτα καθʼ ἕκαστον, φησί, γένος μία τις ἡ καθολικωτάτη ἐναντίωσις, καὶ τοῦτο δῆλον ἐκ τῆς ἐπαγωγῆς. ἐν γὰρ τῇ ἐπιφανείᾳ πρωτίστη ἐναντίωσις ἡ κατὰ τὸ πλατὺ καὶ τὸ στενόν· τὸ γὰρ τραχὺ καὶ τὸ λεῖον, εἰ καὶ ὑπάρχει πρώτως τῇ ἐπιφανεία, ἀλλʼ οὐχ ᾗ ποσόν τί ἐστι συνεχές, ἀλλὰ καθὸ μετέχει τῆς τοῦ κεῖσθαι κατηγορίας — κατὰ γὰρ τὴν τοιάνδε θέσιν τῶν μορίων ὑπάρχει αὐτῇ τὸ τραχὺ καὶ τὸ λεῖον —, τὸ μέντοι πλατὺ καὶ στενὸν ὡς ἐπιφανείᾳ πρώτως ὑπάρχει, τουτέστιν ὡς ἑνὶ τῶν τοῦ μεγέθους εἰδῶν. ὁμοίως ἐν τῷ γένει τοῦ ἀριθμοῦ πρωτίστη ἐναντίωσις τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἐν τῷ τοῦ χρώματος γένει τὸ μέλαν καὶ τὸ λευκόν· ὑπὸ ταῦτα γὰρ τὰ λοιπά. εἰ τοίνυν καὶ ἡ οὐσία ἕν τι γένος ἐστὶν ἧς τὰς ἀρχὰς ζητοῦμεν, ἀνάγκη πᾶσα καὶ ἐν ταύτῃ τὴν πρωτίστην ἐναντίωσιν μίαν εἶναι. ἔστι δὲ ἐν τῇ οὐσίᾳ καθολικωτάτη ἐναντίωσις κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν, ὑφʼ ἣν πᾶσαι αἱ ἄλλαι ἀνάγονται, καὶ οὐ μόνον ἐπὶ τῆς γενητῆς καὶ φθαρτῆς οὐσίας θεωρεῖται αὕτη ἡ ἀντίθεσις, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν οὐρανίων καὶ ἐπὶ τῆς ὑπερφυοῦς. ἥ τε γὰρ ψυχὴ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλουσα κατὰ στέρησιν καὶ ἕξιν μεταβάλλει καὶ ἀπὸ κακίας εἰς ἀρετήν, εἴ γε τελειωτικὸν τῆς οὐσίας τῆς ψυχῆς ἐστιν ἡ ἀρετή, τὸ δὲ τὴν τελειότητα τὴν ἑαυτοῦ ἀπολαμβάνον τὸ εἶδος τὸ ἑαυτοῦ ἀπολαμβάνει, τὸ δὲ ἀπειληφὸς τὸ εἶδος τὸ ἑαυτοῦ, πρὶν ἀπολάβῃ ἐν στερήσει τούτου ἦν· διὸ καλῶς ἐν τοῖς Περὶ ψυχῆς γενέσει μᾶλλον ἀπεικάζει τὴν τοιαύτην τῆς ψυχῆς μεταβολήν, ἤπερ ἀλλοιώσει. καὶ ἐν τοῖς οὐρανίοις δὲ ἡ τοιαύτη ἀντίθεσις θεωρεῖται· εἰ γὰρ καὶ μὴ ἀνὰ μέρος ποτὲ μὲν τὸ εἶδος, ποτὲ δὲ τὴν στέρησιν δέχονται, ὥσπερ τὰ ἐν γενέσει, ἀλλʼ οὖν τὴν ἑτέραν ἔχει ἐπικρατήσασαν τοῦ ὑποκειμένου, λέγω δὴ τὴν κατὰ τὸ εἶδος. ἄλλως τε ἐπὶ τῆς κατὰ τόπον τῶν οὐρανίων μεταβολῆς εὕροις ἂν ἀνὰ μέρος ἑκάτερον τούτων ἐπικρατοῦν· τὸ γὰρ ἐν τῷ ὑπὲρ γῆν τόπῳ ἡμισφαίριον ἐστέρηται δηλονότι τοῦ ὑπὸ γῆν, καὶ καθʼ ἕκαστον τῶν μορίων ὡσαύτως. ὥστε εἰ μία ἐστὶν ἐν τῇ οὐσίᾳ πάσῃ ἡ πρωτίστη ἐναντίωσις, ὑπὸ δὲ ταύτην αἱ ἄλλαι πᾶσαι ἀνάγονται, δῆλον δήπου ὅτι οὐδὲ ἄπειροι αἱ ἀντιθέσεις, οὐδὲ πεπερασμέναι μὲν πλείους δὲ δύο.

Ζητοῦσι δὲ ἐνταῦθα πρῶτον μὲν τί φησι γένος ἐνταῦθα ὁ Ἀριστοτέλης, ἔπειτα πῶς ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις, καὶ τρίτον ὅτι εἰ περὶ πάσης μεταβολῆς ἐνταῦθα ὁ λόγος, μᾶλλον δὲ εἰ περὶ τῶν κοινοτάτων ἀρχῶν πάντων ὁμοῦ τῶν φυσικῶν πραγμάτων, εἰσὶ δὲ φυσικὰ πράγματα οὐ μόνον ἡ οὐσία ἀλλὰ καὶ αἱ λοιπαὶ κατηγορίαι, πῶς εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς οἴεται πάντων τῶν ὄντων τὰς ἀρχὰς εὑρηκέναι· εὗρε γὰρ τοσοῦτον, ὅτι ἐν τῇ οὐσίᾳ ἑνὶ ὄντι γένει μία ἐστὶν ἡ πρωτίστη ἐναντίωσις, ἣν ἔφαμεν εἶναι τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν. γένος μὲν οὖν ἐνθαῦτά φασιν αὐτὸν οἱ ἐξηγηταὶ λέγειν οὐ «τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον», ἀλλὰ τὸ ὑποκείμενον, ἓν δέ ἐστι καὶ τοῦτο τῶν τοῦ γένους σημαινομένων τῷ Ἀριστοτέλει. πολλαχοῦ γὰρ τὸ ὑποκείμενον γένος ἐκάλεσε καὶ ἐν τοῖς προλαβοῦσιν· ἓν γὰρ εἶναι τῷ γένει τὰς ἀτόμους ἔλεγεν ὑποτίθεσθαι τὸν Δημόκριτον, τουτέστι τῷ ὑποκειμένῳ. λαμβάνει οὖν τὴν οὐσίαν πᾶσαν ἐνταῦθα οὐχ ὡς διαιρουμένην εἰς εἶδος καὶ στέρησιν, ἀλλʼ ὡς τὴν αὐτὴν ὑποκειμένην εἴδει καὶ στερήσει ἀνὰ μέρος, ὥσπερ ἂν εἴποιμεν ὑποκεῖσθαι πάντα τὰ ἀνθρώπεια σώματα τῷ λευκῷ καὶ τῷ μέλανι. οὕτως οὖν φαμεν καὶ τὴν οὐσίαν πᾶσαν ὑποκεῖσθαι καὶ δοχεῖον εἶναι πρωτίστης ἐναντιώσεως τῆς κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν· ὅσας γὰρ ἄλλας δέχεται ἀντιθέσεις, ὑπὸ ταύτην ἀνάγονται, κἄν τε τὴν τοῦ ἐμψύχου καὶ ἀψύχου εἴποις, κἄν τε τὴν τοῦ λογικοῦ καὶ ἀλόγου, κἂν ἡντιναοῦν ἄλλην. ὅταν γὰρ γίνηται λογικόν τι, δηλονότι τὸ γινόμενον λογικὸν στέρησιν εἶχε πρὸ τούτου τοῦ εἴδους τοῦ λογικοῦ — οἷον τὸ ἄρτι διαπλασθὲν ἔμβρυον —, εἶτα τοῦ εἴδους τούτου ἐπιγινομένου ἐν τῷ ὑποκειμένῳ ἡ στέρησις ὑπεχώρησε, καὶ ἐπὶ πάντων ὁμοίως. ἀλλʼ ἴσως ἐρεῖ τις πρὸς ταῦτα, ὅτι «καὶ τί ἄλλο ταῦτα λέγοντες ἢ τὸ γένος τὸ κατὰ πλειόνων κατηγορούμενον λέγομεν; λέγων γὰρ ἐν τῷ παντὶ γένει τῆς οὐσίας καὶ περιλαμβάνων πᾶσαν οὐσίαν, τί ἄλλο ἢ τὸ κοινότατον λέγω γένος; πάλιν δʼ αὖ τὴν τοῦ λογικοῦ καὶ ἀλόγου ἀντίθεσιν ἢ ἐμψύχου καὶ ἀψύχου ὑπὸ τὴν στέρησιν καὶ τὴν ἕξιν ἀνάγων, ἥν φημι τῆς οὐσίας πρωτίστην εἶναι ἐναντίωσιν, τί ἄλλο ἢ τὸ γένος τῆς οὐσίας τὸ εἰς ταῦτα διαιρούμενον λαμβάνω;» φημὶ οὖν πρὸς ταῦτα, ὅτι εἰ καὶ τὴν αὐτὴν οὐσίαν λαμβάνω, λέγω δὴ τὴν κοινοτάτην, ἀλλʼ οὖν ἑτέραν καὶ ἑτέραν σχέσιν ἔχουσι πρὸς τὰς διαφοράς· εἴρηται γάρ, καὶ καλῶς εἴρηται, ὅτι τὰ γένη καὶ προηγεῖται τῶν διαφορῶν ἐν τῇ γενέσει καὶ σύνεισιν αὐταῖς μετὰ τὴν γένεσιν· ἐν γὰρ τῇ τοῦ ἀνθρώπου γενέσει πρῶτον ἐν τῇ ὕλῃ γίνεται τὸ σῶμα, εἶτα τούτῳ ὑποκειμένῳ ὡς ἐν ὕλῃ δευτέρᾳ ἐπιγίνεται τὸ ζῷον, καὶ τούτῳ πάλιν ὡς προσεχεστέρᾳ ὕλῃ τὸ ἀνθρώπειον εἶδος, ὅθεν καὶ ὕλης λόγον ἐπέχειν τὰ γένη πρὸς τὰς διαφορὰς ὁ Πορφύριος ἔλεγεν. οὕτω μὲν οὖν προηγεῖται, σύνεισι δὲ ταῖς διαφοραῖς ἐν τοῖς ἤδη γεγονόσι πράγμασιν. ὅταν μὲν οὖν ὡς ὕλης λόγον ἐπέχοντα τὰ καθολικώτατα λάβωμεν, τότε οὔ φαμεν ταῦτα διαιρεῖσθαι κατὰ τὰς διαφορὰς εἰς τὰ εἴδη, ἀλλʼ ὑποκεῖσθαι αὐταῖς, ὅταν δὲ ὡς συνόντα ταῖς διαφοραῖς, οἷον ἐν τοῖς ἤδη γενομένοις πράγμασι, τότε οὐκέτι ὑποκεῖσθαι, ἀλλὰ διαιρεῖσθαι κατʼ αὐτάς. ὅταν οὖν διαιρῶμεν τὸ γένος, τὸ κατὰ πλειόνων δηλονότι κατηγορούμενον διαιροῦμεν καὶ τὸ ἤδη ὑφεστηκὸς καὶ συνὸν ταῖς διαφοραῖς, μόνον οὐχὶ λέγοντες ὅτι ἡ κοινὴ αὕτη φύσις καὶ τῷδε καὶ τῷδε τῷ εἴδει ὑπάρχει, νῦν δὲ ἐπεὶ μὴ ὡς ὄντα διαιρεῖν ἡμῖν πρόκειται τὰ πράγματα, ἀλλʼ ὡς γινόμενα θεωρεῖν, τὸ κοινὸν τῆς οὐσίας γένος ὑποκεῖσθαί φαμεν ταῖς ἐναντιώσεσι, καθʼ ἃς ἕκαστον τῶν ὄντων γίνεται, τὴν πρωτίστην δὲ ἐναντίωσιν εἶναι τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν· διό φαμεν πρωτίστας ἀρχὰς εἶναι τῶν ὄντων, ἐξ ὧν τὸ εἶναι ἔχουσι, τὸ εἶδος καὶ τὴν στέρησιν. δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι οὐ τὸ γένος τὸ κατὰ πλειόνων κατηγορούμενον λέγομεν, ὅτι καὶ τὸ εἰδικώτατον εἶδος εἴποιμʼ ἂν οὕτω γένος· φήσαιμι γὰρ ἂν ἐν ἑνὶ τῷ τῶν ἀνθρώπων γένει εἶναι τὴν κατὰ τὴν ἐπιστήμην καὶ τὴν ἀνεπιστημοσύνην ἐναντίωσιν, ἢ τὴν κατὰ τὴν γνῶσιν καὶ τὴν ἄγνοιαν, οὐδὲν ἄλλο λέγων ἢ ὑποκεῖσθαι τὸν ἄνθρωπον γνώσει καὶ ἀγνωσίᾳ, ἣν καὶ πρώτην ἐναντίωσιν εἴποιμʼ ἂν ὡς ἀνθρώπῳ λογικῷ ὑπάρχειν. τὸ μὲν οὖν τῶν ἀπόρων πρῶτον οὕτως ἡμῖν διῃτήσθω.

Δεύτερον δὲ ἦν, πῶς ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις. φημὶ οὖν ὅτι ἐν μὲν τῷ ποσῷ ἤτοι τὸ διωρισμένον καὶ τὸ συνεχές — εἰλήφθω δὲ πάλιν μὴ ὡς εἰς ταῦτα διαιρούμενον τὸ ποσόν, ἀλλʼ ὡς ὑποκείμενον αὐτοῖς ἐν ὕλης λόγῳ —, ἤγουν ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις — δύναται γὰρ ὑπὸ μὲν τὴν ὑπεροχὴν τὸ διωρισμένον ἀνάγεσθαι ποσόν, ὑπὸ δὲ τὴν ἔλλειψιν τὸ συνεχές· τὸ γὰρ αὐτὸ μέγεθος ἐὰν διωρισμένον γένηται, ὑπὸ μείζονος ὅλον ὡς ὅλον περιλαμβάνεται τόπου —, τοῦ δὲ ποιοῦ εἴη ἂν πρωτίστη ἐναντίωσις ἡ κατὰ τὸ μανὸν καὶ πυκνόν. ὅτι μὲν γὰρ αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη ὑπὸ τὴν μανότητα καὶ τὴν πυκνότητα ἀναχθήσονται, πρόδηλον· ὑπὸ γὰρ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ ἀντίθεσιν πᾶσαι αἱ ἄλλαι τελοῦσιν. ἐκ γὰρ τῆς τούτων κράσεως πᾶσαι αἱ ἄλλαι ποιότητες γίνονται, αὗται δὲ προφανῶς ὑπὸ τὴν μανότητα καὶ πυκνότητα τελοῦσιν, ὥστε καὶ αἱ ὑπὸ ταύτας· τὰ γὰρ τέσσαρα στοιχεῖα, ἅτινα ἐκ τῆς συμπλοκῆς τῶν δύο τούτων ἐναντιώσεων γίνονται, προφανῶς πυκνότητι καὶ μανότητι μεταβάλλουσιν εἰς ἄλληλα. δύναμις δὲ καὶ ἀδυναμία, εἰ μὲν ἐπὶ τῶν παθητικῶν ποιοτήτων λέγοιντο, οἷον τὸ δύναμιν ἔχον τοῦ θερμαίνεσθαι ἢ ψύχεσθαι ἢ ξηραίνεσθαι ἢ ὑγραίνεσθαι ἢ κατὰ ἄλλην ποιότητα μεταβάλλειν ἢ ἀδυναμίαν τούτου ἔχειν, πρόδηλον ὅτι καὶ αὗται ὑπὸ μανότητα καὶ πυκνότητα ἀναχθήσονται, ἐπειδὴ καὶ αἷς ὑπάρχουσι ποιότησιν ὑπὸ ταύτας ἀνάγονται· εἰ δὲ ἐπὶ τῶν λογικῶν τῆς ψυχῆς δυνάμεων, οἷον δύναμιν μουσικῆς ἢ ἄλλης τινὸς ἐπιστήμης ἢ ἀδυναμίαν τούτου φημί, ἐπειδὴ ἐν σώματι γενομένη ἡ ψυχὴ ἐκ τῆς πρὸς τὸ σῶμα συμπλοκῆς διαφόρους ἐπιτηδειότητας ἀναδέχεται, τὸ δὲ σῶμα ἐκ τῆς κράσεως τῶν παθητικῶν ποιοτήτων συνέστηκεν, οὕτως ἂν καὶ ἡ κατὰ τὴν δύναμιν καὶ ἀδυναμίαν ποιότης ὑπὸ τὰς παθητικὰς ἀνάγοιτο ποιότητας, αὗται δὲ ἐδείχθησαν ὑπὸ μανότητα καὶ πυκνότητα ἀνάγομεναι. εἰ δὲ καὶ ἐπὶ τῶν ἀλόγων λαμβάνομεν τὴν ἀδυναμίαν — λέγομεν γὰρ τὸν ἵππον ἀδυναμίαν ἔχειν γραμματικῆς —, δῆλον ὅτι καὶ ἐνταῦθα οὐκ ἄνευ τῆς τοιᾶσδε κράσεως τῶν παθητικῶν ποιοτήτων ἡ τοιαύτη ἀδυναμία γίνεται· οὐ γὰρ ἡ τυχοῦσα ψυχὴ εἰς τὴν τυχοῦσαν ἐπιλάμπει κρᾶσιν τῶν σωμάτων. διὰ οὖν τὸ μὴ πεφυκέναι εἰς τὴν τοιαύτην κρᾶσιν τῶν σωμάτων τῶν ἀλόγων ἐπιλάμπειν τὴν λογικὴν ψυχήν, ἀδυναμίαν λέγονται ἔχειν τῶν λογικῶν ἐπιστημῶν. ἕξις δὲ καὶ διάθεσις ὁμοίως τῇ δυνάμει καὶ ἀδυναμίᾳ ἀναχθήσονται· καὶ ἡ μὲν ἐπὶ τῶν παθητικῶν ποιοτήτων λεγομένη πρόδηλος, ἡ δὲ ἐπὶ τῆς ψυχικῆς ἕξεως καὶ διαθέσεως τῆς κατὰ τὰς ἐπιστήμας διὰ τὴν ἐκ τῆς δυνάμεως τῆς ψυχῆς ἐπιτηδειότητα … μᾶλλον ἢ ἧττον ἡ ἕξις γίνεται καὶ ἡ διάθεσις. εἴπομεν δὲ ὅτι τὴν ἐπιτηδειότητα καὶ ἀνεπιτηδειότητα ἐκ τῆς συμπλοκῆς τῆς πρὸς τὸ σῶμα ἔσχεν ἡ ψυχή. τὸ δὲ τέταρτον εἶδος τῆς ποιότητος, τὸ σχῆμα λέγω καὶ ἡ μορφή, οὕτως ἀναχθήσονται ὑπὸ μανότητα καὶ πυκνότητα, τὸ μὲν σχῆμα ὅτι δέδεικται ὅτι τῶν ἰσοπεριμέτρων σχημάτων τὰ πολυγωνότερα πολυχωρητότερα, καὶ διὰ τοῦτο τοῦ γεγωνιωμένου τὸ ἰσοπερίμετρον σφαιρικὸν πολυχωρητότερον — ἀνάξεις οὖν ὑπὸ μὲν μανότητα τὰ σφαιρικὰ σχήματα, ὑπὸ δὲ τὴν πυκνότητα τὸ γεγωνιωμένον, διότι καὶ τὸ αὐτὸ σῶμα μανούμενον μὲν μεῖζον ἔσται, πυκνούμενον δὲ ἔλαττον —, ἡ δὲ μορφὴ θέσις τις οὖσα τῶν μορίων καὶ οἱονεὶ διάστασις μάνωσις ἂν εἴη ἐοικυῖα τῇ τεχνητῇ μανώσει τῇ κατὰ διάστασιν τῶν μορίων γινομένῃ, ὡς ἐπὶ τοῦ ἐκτεινομένου ἱμάντος ἔχει ἢ ἐπὶ τοῦ ξαινομένου ἐρίου. οὕτω μὲν οὖν καὶ τὴν μανότητα ὑπὸ μίαν ἐναντίωσιν ἀνάξομεν. ἐπεὶ οὖν αἱ λοιπαὶ κατηγορίαι ἰδίαν ὕπαρξιν οὐκ ἔχουσιν, ἀλλʼ ἐν ταύταις ἔχουσι τὸ εἶναι, δῆλον ὅτι τούτων ὑπὸ καθολικωτάτας ἐναντιώσεις ἀναγομένων διὰ τούτων κἀκεῖναι ἀνηγμέναι ἂν εἶεν. ταῦτα μὲν οὖν τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἀληθοῦς ἕνεκα λελέχθω, δεῖ δὲ προσεχέστερον μίαν ἐναντίωσιν ἀκούειν καθʼ ἕκαστον γένος, τουτέστι καθʼ ἑκάστην κατηγορίαν, τὴν καθʼ ἣν ἡ ἀποβολὴ καὶ ἡ πρόσληψις τοῦ εἴδους γίνεται, αὕτη δέ ἐστι τὸ εἶδος καὶ ἡ στέρησις, αὕτη δὲ ἂν εἴη ἐν τῇ κατηγορίᾳ τῆς οὐσίας ἡ ἐναντίωσις. τοῦτο δὲ πάλιν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ αὐτὸ διὰ τοῦ αὐτοῦ δεικνύειν, καὶ ζητεῖν μὲν δεῖξαι ὅτι ἡ ἐν τῇ οὐσίᾳ πρώτη ἐναντίωσις τὸ εἶδός ἐστι καὶ ἡ στέρησις, λαμβάνειν δὲ πάλιν ὁμολογούμενον ὅτι ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις ἡ κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν, καὶ διὰ τοῦτο καὶ ἐν τῇ οὐσίᾳ ἡ αὐτὴ ἂν εἴη. δεικνύει δὲ τὸ μίαν εἶναι ἐναντίωσιν ἐν ἑκάστῳ γένει καὶ οὕτως. εἰ ἑκάστου, φησί, τῶν ὄντων εἴτε καθόλου εἴη εἴτε μερικὸν εἷς ἔστιν ὁρισμὸς καὶ οὐκ ἐνδέχεται τοῦ αὐτοῦ δύο εἶναι ὁρισμούς, δῆλον ὅτι ὁ μὲν ὁρισμὸς ποιήσει τὴν γένεσιν ἐκείνου, τὸ δὲ τῷ ὁρισμῷ ἀντικείμενον τὴν φθοράν· ὥστε εἰ ἑνὶ ὄντι τῷ ὁρισμῷ ἕν ἐστι καὶ τὸ ἀντικείμενον, ἀνάγκη μίαν εἶναι ἐναντίωσιν περὶ ἕκαστον τῶν πραγμάτων περὶ ἣν ἡ γένεσις γίνεται καὶ ἡ φθορά. οὐ πάντως δὲ ἑκάστην τῶν ἐναντιώσεων δυνατὸν ὀνόματι σημᾶναι, ἀλλʼ ἀρκεῖ τῷ κοινῷ τοῦ εἴδους καὶ τῆς στερήσεως ὀνόματι πάσας καλεῖσθαι. ἀλλὰ καὶ τοῦτο, ὅτι ἕκαστον μὲν τῶν πραγμάτων κατὰ μίαν ἐναντίωσιν τὴν γένεσιν ἔχοι καὶ τὴν φθορὰν δείκνυσιν, οὐκέτι μέντοι ὅτι τὰ ὑπὸ τὸ γένος πάντα εἴδη, οἷον τὰ τέσσαρα εἴδη τῆς ποιότητος, ὑπό τινα κοινοτάτην ἐναντίωσιν ἀνάγονται προσεχῶς ὑπὸ τὴν ποιότητα οὖσαν, ὅπερ βούλεται τὸ ἐν ἑκάστῳ γένει μίαν εἶναι ἐναντίωσιν· τὸ γὰρ εἶδος καὶ ἡ στέρησις ὁμωνύμως πάσης ἐναντιώσεως κατηγοροῦνται.

Τρίτον ἦν τῶν ζητουμένων, πῶς εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς ἔχειν οἴεται πάντων τὰς ἀρχὰς καὶ τῶν λοιπῶν κατηγοριῶν. φασὶν οὖν οἱ ἐξηγηταὶ ὅτι ὥσπερ τὸ ὂν πρώτως μὲν ἐφήκει τῇ οὐσίᾳ, διὰ δὲ τὴν οὐσίαν καὶ ταῖς λοιπαῖς κατηγορίαις — ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν —, οὕτως καὶ τὸ εἶδος καὶ ἡ στέρησις κυρίως μὲν ἐν τῇ οὐσίᾳ ὑπάρχει, διʼ αὐτὴν δὲ καὶ ἐν ταῖς λοιπαῖς κατηγορίαις. ὥστε εἰ ἐφήκει ἀπὸ τῆς οὐσίας ἐπὶ τὰ λοιπὰ γένη τὸ εἶδος καὶ ἡ στέρησις κατὰ τὸ ἀφʼ ἑνὸς καὶ πρὸς ἕν, εἰκότως εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς τὰς πάντων ἂν ἔχοι. ταῦτα δὲ σύμφωνα ἂν εἴη τοῖς ἐν προοιμίοις εἰρημένοις, ὅτι δεῖ ἀπὸ τῶν κοινοτέρων καὶ συγκεχυμένων ἄρξασθαι· τὸ γὰρ δεῖξαι ὅτι τὸ εἶδος καὶ ἡ στέρησις ἤδη καὶ πάντων εἰσὶν ἀρχαί, τὰ κοινά ἐστι καὶ συγκεχυμένα δεῖξαι, κοινὰ μὲν ὡς πᾶσιν ἐφαρμόζοντα, συγκεχυμένα δὲ ὡς μηδὲν ἴδιον περὶ τῆς ἰδικῆς ἑκάστου ἀρχῆς σημαίνοντα. ἔστι δὲ καὶ τῇ φύσει ὕστερον ὡς κοινότερον καὶ ἐκ τῶν καθʼ ἕκαστα συνειλεγμένον.

Ἐπὶ τούτοις τρίτον τίθησιν ἐπιχείρημα ὁ Ἀριστοτέλης δεικνὺς ὅτι οὐκ εἰσὶν ἄπειροι αἱ ἀρχαί, ἔστι δὲ τοῦτο. εἰ ἐστί, φησίν, ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ τὰς ἀρχὰς ἀεὶ δεῖ μένειν, ἀνάγκη πᾶσα μὴ μόνον πεπερασμένας εἶναι τὰς ἀρχάς, ἀλλὰ μηδὲ πλείους δυοῖν· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. ζητοῦμεν δὲ ἐν τῷ συλλογισμῷ τούτῳ πρῶτον μὲν τί ποτέ ἐστι τὸ ἀεὶ μένειν τὰς ἀρχάς, ἔπειτα πῶς ἀληθεύσει τὸ συνημμένον. οἱ μὲν οὖν ἐνόμισαν ἀρχὰς αὐτὸν λέγειν τὰ οὐράνια, ταῦτα δὲ ἀίδια εἶναι· ἀλλʼ οὐ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐστὶν ὁ λόγος ἐνταῦθα, ἀλλὰ περὶ τοῦ εἰδικοῦ, ὥστε οὐ περὶ τῶν οὐρανίων φησίν. ἕτεροι δέ φασιν ἀρχὰς αὐτὸν λέγειν τὰ πρὸ τῶν πολλῶν εἴδη· τούτων γάρ, φασίν, ἀεὶ μενόντων, οὕτως τὰ ἐνταῦθα γίνονται. ἀλλʼ οὐδὲ τοῦτο ἀληθές· πρῶτον μὲν γὰρ οὐδὲ βούλεται εἶναι τὰ πρὸ τῶν πολλῶν εἴδη ὁ Ἀριστοτέλης, ἔπειτα περὶ ἀρχῶν φησιν ἐναντίων καὶ ποιητικῶν καὶ παθητικῶν εἰς ἀλλήλας, καὶ τῇ ἑαυτῶν παρουσίᾳ καὶ ἀπουσίᾳ ποιούντων τὴν γένεσιν καὶ τὴν φθοράν, οὐ τοιαῦτα δʼ ἐστὶ τὰ πρὸ τῶν πολλῶν. ἄλλοι φασὶ τὸ τριχῇ διαστατὸν λέγειν αὐτόν· τοῦτο γὰρ ἀεὶ μένειν διὰ τὸ ἀμετάβλητον εἶναι. ἀλλʼ οὐδὲ τοῦτο ἀληθές· περὶ τῶν εἰδικῶν γὰρ ἀρχῶν ὁ λόγος, τοῦτο δὲ ὕλης λόγον ἐπέχει μᾶλλον, οὐκ εἴδους. φαμὲν οὖν ἡμεῖς τὸ ἀεὶ μένειν τοῦτο σημαίνειν αὐτῷ τὸ ἐπὶ πάσης μεταβολῆς εὑρίσκεσθαι, καὶ πᾶσαν μεταβολὴν κατὰ ταύτας γίνεσθαι· ὥσπερ εἰ περὶ τοῦ ὑλικοῦ αἰτίου ζητῶν τις ἔλεγεν ὅτι τὰ ξύλα ὕλη τῶν πραγμάτων οὐκ ἔστι, διότι μὴ ἀεὶ εὑρίσκεται — οὐδὲ γὰρ ἐν τοῖς χαλκοῖς σκεύεσιν ὕλη τὰ ξύλα ὑπόκειται οὐδʼ ἐν τοῖς χρυσοῖς, δεῖ δὲ τὴν ὕλην τὴν κοινὴν πάντων ἀεὶ εὑρίσκεσθαι, τουτέστιν ἐπὶ πάσης μεταβολῆς καὶ πάντων τῶν πραγμάτων —, οὕτως οὖν καὶ ἐνταῦθα τὰς κοινοτάτας εἰδικὰς ἀρχὰς πάντων τῶν ὄντων ζητῶν, φησὶ δεῖν ἀεὶ αὐτὰς εὑρίσκεσθαι, τουτέστιν ἐπὶ πάντων τῶν φυσικῶν πραγμάτων τὰς αὐτὰς εἶναι, καὶ πᾶσαν μεταβολὴν κατʼ αὐτὰς γίνεσθαι.

Πῶς δὲ τὸ συνημμένον ἀληθὲς ἂν εἴη, λοιπὸν δεῖ δεῖξαι, ὅτι εἰ ἐστὶν ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ «τὰ μὲν περιέχει τὰ δὲ περιέχεται», ἐπειδὴ τὰς κοινὰς πάντων τῶν ὄντων ἀρχὰς ζητοῦμεν, δῆλον ὅτι τὰ καθολικώτατα ἐναντία παραληψόμεθα εἰς τὸν τῶν ἀρχῶν λόγον, διότι δὲ τὰς ἀρχὰς ἀεὶ δεῖ μένειν, τὰ αὐτὰ ἀεὶ ἀρχαὶ ἔσονται καὶ οὐκ ἄλλα, ἐκ τούτων δʼ ἀνάγκη πᾶσα πεπερασμένα αὐτὰ εἶναι. διὰ μὲν γὰρ τὸ πρώτιστα λαμβάνειν ἐναντία, πεπερασμένα ἀνάγκη αὐτὰ εἶναι· εἰ γὰρ ἄπειρα εἶεν, πολλαπλασίονα τοῦ ἀπείρου ἔσται τὰ περιεχόμενα ὑπʼ αὐτῶν· πλείονα γὰρ τὰ περιεχόμενα τῶν περιεχόντων. ἀλλʼ εἰ καὶ πεπερασμένα ἀνάγκη εἶναι τὰ καθολικώτατα, εἰ μὴ ἀνάγκη ἦν τὰ αὐτὰ ἀεὶ εἶναι ἐπὶ πάσης μεταβολῆς … καὶ οὕτως πάλιν, εἰ καὶ μὴ ὡς ὑφεστηκότα ἄπειρα ἦν, ἀλλʼ οὖν ὡς γινόμενα· ἀεὶ γὰρ ἄλλοτε ἄλλων παραλαμβανομένων ἐναντίων συνέβαινεν ἐπʼ ἄπειρον αὔξεσθαι τῶν ἀρχῶν τὸν ἀριθμόν. ὥστε διʼ ἀμφοτέρας τὰς ὑποθέσεις πεπερασμένας ἀνάγκη εἶναι τὰς ἀρχάς, διʼ αὐτὰς δὲ πάλιν ταύτας καὶ δύο μόνας. εἰ γὰρ μὴ ἦσαν δύο, οὐκέτι κοινοτάτην τινὰ ἐναντίωσιν ἐλάβομεν καὶ τὴν αὐτὴν ἐπὶ πάντων εὑρισκομένην· ἀνάγκη γὰρ καὶ ταύτας ἢ ὑπʼ ἄλλην τινὰ ἀνάγεσθαι, ἢ μὴ πάσης μεταβολῆς αἰτίας εἶναι τὰς αὐτάς, ἀλλὰ ἄλλης μὲν ταύτην ἄλλης δʼ ἐκείνην. ἀμέλει γοῦν δύο ἐναντιώσεων οὐσῶν καθʼ ἃς τὰ τέσσαρα στοιχεῖα τὴν γένεσιν ἕχει, τῆς τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τῆς τοῦ ὑγροῦ καὶ ξηροῦ, οὐ κατʼ ἄμφω τὰς ἐναντιώσεις γίνονται ἐπὶ πάντων τῶν στοιχείων αἱ μεταβολαί. τὸ πῦρ γοῦν εἰς ἀέρα κατὰ μὲν τὴν ξηρὰν καὶ ὑγρὰν μεταβάλλει, οὐκέτι δὲ κατὰ τὴν θερμὴν καὶ ψυχράν· ἄμφω γὰρ θερμά. πάλιν ὁ ἀὴρ εἰς ὕδωρ κατὰ τὴν θερμὴν καὶ ψυχράν, οὐκέτι δὲ κατὰ τὴν ξηρὰν καὶ ὑγράν· ἄμφω γὰρ ὑγρά. πάλιν ὕδωρ εἰς γῆν κατὰ ξηρὰν καὶ ὑγρὰν μόνην· ἄμφω γὰρ ψυχρά. ἐπὶ μόνων δὲ τῶν ἐναντίων κατʼ ἀμφοτέρας γίνεται ἡ μεταβολή, πυρὸς καὶ ὕδατος, ἀέρος καὶ γῆς. οὐκ ἐπὶ πάντων ἄρα κατʼ ἀμφοτέρας τὰς ἐναντιώσεις ἡ μεταβολὴ γίνεται· ὥστε εἰ δεῖ κοινοτάτην τῶν στοιχείων ἀντίθεσιν εὑρεῖν καθʼ ἣν πάντα μεταβάλλει, αὕτη δʼ ἂν εἴη τυχὸν πυκνότης καὶ μανότης — κατὰ ταύτην γὰρ πάντων γίνεται ἡ μεταβολή — … εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀδύνατον δύο ἐναντιώσεις πάσης μεταβολῆς αἰτίας εἶναι· ὥστε ἀνάγκη τὴν πρωτίστην ἐναντίωσιν καὶ κοινοτάτην καθʼ ἣν πᾶσα γίνεται μεταβολὴ μίαν εἶναι. αὐτὸς μὲν οὖν τοσοῦτον διὰ τούτων δείκνυσιν, ὅτι πεπερασμέναι εἰσὶν αἱ ἀρχαὶ αἱ εἰδικαί, ἔκ τε τούτων καὶ ὅτι εἰ δυνατὸν τὰ αὐτὰ γεννᾶν ἐκ πεπερασμένων ἀρχῶν ἅπερ καὶ ἐξ ἀπείρων, βέλτιον τὸ ἐκ πεπερασμένων· κάλλιον γὰρ τοῦ ἀορίστου τὸ ὡρισμένον, ἀεὶ δὲ ἡ φύσις τὸ κάλλιον ἐπιλέγεται ἂν ᾖ δυνατόν, δυνατὸν δὲ ἐκ πεπερασμένων ἀρχῶν τὰς αἰτίας πάντων ἀποδοῦναι, ὥσπερ ποιεῖ Ἐμπεδοκλῆς. τοσοῦτον μὲν οὖν, ὅπερ εἶπον, νῦν δείκνυσιν ὅτι πεπερασμένα δεῖ εἶναι τὰ ἐναντία τὰ τῶν φυσικῶν πραγμάτων εἰδικὰ αἴτια, εἰ καὶ συναναφαίνεται ἐκ τῶν εἰρημένων ὅτι δεῖ μίαν μόνην εἶναι ἐναντίωσιν τὴν πρωτίστην καὶ κοινοτάτην, ὥσπερ ἐδείξαμεν. διαλεχθεὶς δὲ ἐφεξῆς περὶ τοῦ ὑλικοῦ αἰτίου, αὐτὸ τοῦτο προχειρίσεται καὶ δείξει ἀκριβῶς ὅτι καὶ μίαν μόνην ἐναντίωσιν ἀνάγκη εἶναι τὴν πρωτίστην καὶ ἓν τὸ ὑποκείμενον καὶ πλέον μιᾶς ἀδύνατον.

Μία δὲ ἐναντίωσις ἐν παντὶ γένει ἑνί.

Γένος λέγειν αὐτὸν ὁ Θεμίστιος ἐξέλαβεν, οὗ τὴν διαίρεσιν ἐπὶ εἴδη μόνον καὶ οὐκ εἰς γένη ποιούμεθα· περὶ γοῦν χρῶμα, φησί, μία ἡ ἐναντίωσις τὸ μέλαν καὶ τὸ λευκόν, περὶ χυμὸν τὸ γλυκὺ καὶ τὸ πικρόν. τοῦτο δʼ οὐκ ἔστι σύμφωνον τῇ Ἀριστοτελικῇ ἐννοίᾳ· περὶ πᾶν γὰρ τὸ γένος τῆς οὐσίας τὴν μίαν ἐναντίωσίν φησιν εἶναι, οὐκ ἔστι δὲ τῆς κοινοτάτης οὐσίας ἡ διαίρεσις προσεχῶς εἰς εἴδη, ἀλλʼ εἰς ὑπάλληλα γένη· ἐναντίωσις δέ ἐστιν ἡ σχέσις τῶν δύο ἐναντίων.

Ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λόγον.

Ἀποδείξας διὰ πολλῶν ὅτι τὰ ἐναντία ἀρχαὶ καὶ ἐναντία τὰ πρώτιστα, καὶ ὅτι οὐκ ἐνδέχεται ἀπείρους εἶναι τὰς ἀρχάς, διότι τὴν πρωτίστην ἐναντίωσιν καὶ κοινοτάτην δεῖ ἐν τῷ τῶν ἀρχῶν λόγῳ παραλαμβάνειν — ἐξ οὗ ἐδείκνυτο δύο εἶναι τὰς ἀρχάς, ἐπειδὴ μία ἡ πρωτίστη ἐναντίωσις —, βουλόμενος οὖν καὶ τὴν τρίτην ἀρχὴν εἰσαγαγεῖν, λέγω δὴ τὴν ὕλην τὸ ὑποκείμενον τοῖς ἐναντίοις, ἀπορητικῶς προάγει τὸν λόγον καὶ εἰς τοὐναντίον ἐπιχειρεῖ δεικνὺς ὅτι οὐχ ἱκανὰ τὰ ἐναντία ἐν ἀρχῆς λόγῳ παραλαμβάνεσθαι, ἀλλὰ δεῖ τὴν ἀρχὴν μήτε ἐναντίον τι ἔχειν καὶ εἶναι αὐθυπόστατον, ἵνα ἔκ τε τῶν προτέρων ἐξ ὧν ἐδείκνυτο ὅτι δεῖ τὰς ἀρχὰς ἐναντίας εἶναι διὰ τὸ δεῖν μεταβάλλειν τὰ πράγματα — μεταβάλλουσι δὲ εἰς ἄλληλα τῷ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα, δρῶσι δὲ καὶ πάσχουσιν οὐ τὰ τυχόντα, ἀλλὰ τὰ ἐναντία —, καὶ ἐκ τῶν νῦν ὅτι οὐχ οἷά τέ εἰσι τὰ ἐναντία τὸν τῶν ἀρχῶν ἀποπληροῦν λόγον, ἀλλὰ δεῖ τι εἶναι τὸ τοῖς ἐναντίοις εἴδεσιν ὑποκείμενον, ἀμφότερα συναχθῇ ὅτι καὶ τὸ ὑποκείμενον καὶ τὰ ἐναντία ἀρχαί. ἐπιχειρεῖ οὖν πολλαχῶς ὅτι οὐκ ἀρχαὶ τὰ ἐναντία, καὶ πρῶτον μὲν οὕτως. οὐδέν, φησί, τῶν ἐναντίων αὐτὸ καθʼ αὑτὸ εἰς τὸ ἐναντίον πέφυκε δρᾶν· οὔτε γὰρ μανότης εἰς πυκνότητα δρᾷ ἄνευ τινὸς ὑποκειμένου — περὶ τὸ ὑποκείμενον γὰρ ἡ μάχη αὐτῶν, ἑκατέρου καταλαβεῖν αὐτὸ βουλομένου —, οὔτε τὸ θερμὸν εἰς τὸ ψυχρόν. ἀλλʼ οὐδὲ ἡ φιλία εἰς τὸ νεῖκος ποιεῖ· οὐ γὰρ τὸ νεῖκος συνάγει ἡ φιλία, ἀλλʼ οὐδὲ τὴν φιλίαν διακρίνει τὸ νεῖκος, ἀλλʼ ἕτερόν τί ἐστιν αὐτοῖς ὑποκείμενον εἰς ὃ ἀνὰ μέρος ἥ τε φιλία καὶ τὸ νεῖκος δρᾷ. οὐκ ἄρα αὐτὰ καθʼ αὑτὰ ἀρχαὶ τὰ ἐναντία, ἀλλὰ μᾶλλον τὸ ὑποκείμενον· αὐτὸ γάρ ἐστι τὸ μεταβάλλον καὶ τὸ αἴτιον τοῖς ἐναντίοις τοῦ ποιεῖν καὶ πάσχειν, ὥστε τοῦτο ἂν εἴη ἀρχή. καὶ ἄλλως τὰ ἐναντία, φησίν, ἐν ὑποκειμένῳ, τὰς ἀρχὰς δὲ τῆς οὐσίας οὐκ ἐν ὑποκειμένῳ δεῖ εἶναι, τὰ ἐναντία ἄρα οὐκ ἀρχαί. πόθεν δʼ ὅτι τὰς ἀρχὰς τῆς οὐσίας οὐκ ἐν ὑποκειμένῳ δεῖ εἶναι; ὅτι τὸ ὑποκείμενον τοῦ ἐν ὑποκειμένῳ πρότερον τῇ φύσει καὶ ἀρχή. οὕτω γοῦν καὶ ἡ οὐσία ὑποκείμενον οὖσα ταῖς λοιπαῖς κατηγορίαις προτέρα τῇ φύσει ἐστὶν αὐτῶν καὶ ἀρχοειδεστέρα. ὥστε εἰ ἀρχαὶ τὰ ἐναντία, τὰ δʼ ἐναντία ἐν ὑποκειμένῳ, τὸ δʼ ὑποκείμενον ἀρχὴ τῶν ὄντων ἐν ὑποκειμένῳ, ἔσται ἄρα τῆς ἀρχῆς ἀρχή· τῆς γὰρ ἐναντιώσεως ἀρχῆς οὔσης ἀρχὴ ἔσται τὸ ὑποκείμενον αὐτῇ. πάλιν τὰ ἐναντία οὐδέν ἐστιν ὑποκείμενον, τὰς ἀρχὰς ὑποκεῖσθαι δεῖ, τὰ ἐναντία ἄρα οὐκ εἰσὶν ἀρχαί. πάλιν τὰ ἐναντία οὐκ οὐσίαι, αἱ ἀρχαὶ τῆς οὐσίας οὐσίαι, τὰ ἐναντία ἄρα οὐκ ἀρχαί. ὅτι δὲ τὰς ἀρχὰς τῆς οὐσίας οὐσίας δεῖ εἶναι δείκνυσιν οὕτως. εἰ ἐξ οὐκ οὐσιῶν, φησίν, ἡ οὐσία, ἔσται πρὸ τῆς οὐσίας ἡ οὐκ οὐσία, ἡ δʼ οὐκ οὐσία τὰ συμβεβηκότα ἐστί, τὰ συμβεβηκότα ἄρα πρὸ τῆς οὐσίας ἔσονται, ὅπερ ἀδύνατον· τοὐναντίον γὰρ ἡ οὐσία τῶν συμβεβηκότων φύσει προτέρα — συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται. ὥστε εἰ τὰς ἀρχὰς τῆς οὐσίας οὐσίας δεῖ εἶναι, οὐσία δὲ τὸ ὑποκείμενον — αὐθυπόστατον γάρ —, τὰ δὲ ἐναντία οὐκ οὐσίαι, τὸ ὑποκείμενον ἄρα καὶ οὐ τὰ ἐναντία ἀρχαὶ τῆς οὐσίας.

Ἀπορήσειε δʼ ἄν τις, πῶς φησι τὰς ἀρχὰς τῆς οὐσίας οὐσίας δεῖν εἶναι· δεῖ γὰρ τὴν ἀρχὴν ἕτερον εἶναι τοῦ οὗ ἐστιν ἀρχή. καὶ εἰ κατὰ ἄλλο σημαινόμενον ἡ ἀρχὴ οὐσία εἴη καὶ κατὰ ἄλλο τὸ ἀπὸ τῆς ἀρχῆς, διὰ τί μὴ καὶ τὸ εἶδος οὐσία, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον καθʼ ὃ καὶ τὸ ὑποκείμενον, ἀλλὰ καθʼ ἕτερον; πῶς δʼ ὅλως τὸ ὑποκείμενον καὶ τὴν ὕλην οὐσίαν φησί, τὸ δʼ εἶδος οὐκέτι; καίτοι γε αὐτὸς ἐν τῷ δευτέρῳ λόγῳ τὸ εἶδός φησι μᾶλλον εἶναι οὐσίαν· κατʼ αὐτὸ γὰρ χαρακτηρίζονται τὰ πράγματα, κατὰ δὲ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρουσιν. ὅτι μὲν οὖν διάφορον τὸ τῆς οὐσίας παρʼ αὐτῷ σημαινόμενον, δῆλον· καὶ τὴν ὕλην γὰρ καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον οὐσίαν καλεῖ, πολλάκις δὲ καὶ ἁπλῶς πᾶν τὸ ὂν οὐσίαν καλεῖ, τὴν ὕπαρξιν μόνην τῶν πραγμάτων τῆς οὐσίας σημαινούσης. ἐνταῦθα οὖν τὴν οὐσίαν τὸ αὐθυπόστατόν φησι καὶ μὴ δεόμενον ὑποκειμένου πρὸς τὸ εἶναι, ὥσπερ καὶ ἐν ταῖς Κατηγορίαις. ἐπεὶ οὖν ἀπορητικῶς ἐνταῦθα προάγει τὸν λόγον, ἔστι δὲ ἡ σύνθετος οὐσία αὐθυπόστατος καὶ μὴ ἐν ἑτέρῳ ἔχουσα τὸ εἶναι, διὰ τοῦτο ἐπειδὴ τὸ αὐθυπόστατον αὐτῇ ἐκ τῆς ὕλης μᾶλλον ἐφήκει ἢ ἐκ τοῦ εἴδους — τὸ γὰρ εἶδος δέεται ὑποκειμένου εἰς ὕπαρξιν, ἡ δʼ ὕλη ὑποκειμένου τινὸς οὐ δεῖται —, διὰ τοῦτο μᾶλλον ἀρχὴν καὶ αἰτίαν τῆς συνθέτου οὐσίας τὴν ὕλην φησίν· εἰ γὰρ καὶ ἐφίεται ἡ ὕλη τοῦ εἴδους, ἀλλʼ οὐχ ἵνα ὑπάρξῃ, ὥσπερ τὸ εἶδος τῆς ὕλης εἰς ὕπαρξιν χρῄζει, ἀλλʼ ἵνα ὁρισθῇ καὶ κοσμηθῇ. ταύτῃ μὲν οὖν τὴν ὕλην οὐσίαν ἐκάλεσε διὰ τὸ αὐθυπόστατον, καὶ δεῖν φησι τὰς ἀρχὰς τῆς συνθέτου οὐσίας αὐθυποστάτου οὔσης καὶ αὐτὰς αὐθυποστάτους εἶναι. εἰ γὰρ μὴ εἶεν αὐθυπόστατοι αἱ ἀρχαὶ τῆς οὐσίας, τὸ μὴ αὐθυπόστατον τοῦ αὐθυποστάτου αἴτιον ἂν εἴη καὶ πρότερον, ὅπερ ἀδύνατον· τοὐναντίον γὰρ τοῦ μὴ αὐθυποστάτου τὸ αὐθυπόστατον αἴτιον καὶ πρότερόν ἐστι τῇ φύσει, ὡς τῶν συμβεβηκότων ἡ οὐσία· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται. κατὰ τοῦτο οὖν μᾶλλον οὐσία τοῦ εἴδους ἡ ὕλη, κατʼ ἄλλον δὲ τρόπον μᾶλλον τὸ εἶδος τῆς ὕλης οὐσία, διότι τοῦτο χαρακτηριστικόν ἐστι τῆς ἑκάστου οὐσίας· ἡ γὰρ ὕλη κοινή.

Ἔτι ἀπορίας ἄξιον, πῶς φησι μὴ εἶναι τὰς ἀρχὰς τῆς οὐσίας ἐν ὑποκειμένῳ, καὶ πῶς πρότερον εἶναι ἐν τῇ οὐσίᾳ τὸ ὑποκείμενον· οὔτε γὰρ τῷ προτέρῳ συγχωρήσει τις — εἶναι γάρ τινας τῶν ἀρχῶν ἐν ὑποκειμένῳ —, καὶ τὸ δεύτερον ἐλέγξει — οὐδέποτε γάρ ἐστιν ἡ ὕλη ἄνευ εἴδους. φημὶ οὖν ὅτι κἂν μηδέποτέ ἐστιν ἡ ὕλη ἄνευ εἴδους, ἀλλʼ οὖν φύσει ἐστὶ προτέρα· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται. ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλωμεν ἐξ αὐτῆς τὰ εἴδη, αὐτὴν μὲν δυνάμεθα κατʼ ἐπίνοιαν ὑποστῆσαι — οὐ δεῖται γὰρ ἑτέρου ὑποκειμένου πρὸς τὸ εἶναι —, τὸ μέντοι εἶδος οὐδὲ κατʼ ἐπίνοιαν ὑπάρξαι δύναται χωρὶς τῆς ὕλης. καὶ εἰ κατὰ μέρος παρῆγεν ὁ θεὸς τὰ πράγματα, τί ἂν προϋπέστησε; δῆλον ὅτι τὸ ὑποκείμενον καὶ δεξόμενον τὰ εἴδη, εἶτα τὸ ἐν ἐκείνῳ ὑπάρξαι ὀφεῖλον. πρότερον ἄρα τῇ φύσει τὸ ὑποκείμενον, καὶ ταύτῃ μᾶλλον ἀρχὴ τῆς συνθέτου οὐσίας, οὐχ ὡς οὐκ ὄντος τοῦ εἴδους ἀρχῆς, ἀλλʼ, ὡς εἶπον, ἀπορητικῶς προάγει τὸν λόγον, ἵνα δείξῃ ὅτι ἀναγκαίως εἰς τὸν τῶν ἀρχῶν λόγον δεῖ τοῦ ὑποκειμένου. οὕτως μὲν οὖν ἐκ τοῦ λόγου κατεσκεύασεν, ὅτι ἐστὶν ἀρχὴ τὸ ὑποκείμενον ἡ ὕλη. εἰ οὖν, φησί, καὶ ὁ πρῶτος δόξει λόγος ἀληθὴς εἶναι, ὅτι τὰς ἀρχὰς ἐναντίας δεῖ εἶναι, καὶ ὁ δεύτερος ὁμοίως, δεῖ συνθέντας ἀμφοτέρους εἰπεῖν, ὅτι καὶ τὰ ἐναντία ἀρχαὶ διὰ τὸ ποιεῖν καὶ πάσχειν, καὶ τρίτον ἡ ὕλη, ἐπεὶ μὴ αὐτὰ εἰς ἑαυτὰ ποιεῖν πεφύκασι τὰ ἐναντία, ἀλλʼ ἐν ἑτέρῳ τινὶ ὑπάρχοντα. οὐδʼ αὖ πάλιν μόνην τὴν ὕλην δυνατὸν εἶναι ἀρχήν· οὐδενὸς γὰρ αὕτη ποιητική. δείξας οὖν ἐκ τοῦ λόγου ὅτι καὶ τρίτην δεῖ εἶναι ἀρχὴν τὴν ὕλην, πιστοῦται αὐτὸ τοῦτο καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας· οὕτως γάρ, φησί, δεῖται τοῦ ὑποκειμένου ὁ τῶν ἀρχῶν κατάλογος, ὥστε τῶν ἀρχαιοτέρων τινὲς οὐδὲ ἓν τοῦτο πεποιήκασιν, ἀλλὰ πολλά, Ἐμπεδοκλῆς μὲν τὰ τέσσαρα στοιχεῖα, Παρμενίδης δὲ δύο, ἄλλοι δὲ τρία, ἕτεροι ἕν· καὶ τῶν ἓν εἰρηκότων οἱ μὲν ἕν τι τῶν τεσσάρων, οἱ δʼ ἕτερον παρὰ ταῦτα μεταξὺ τούτων. ἀποδέχεται δὲ τοὺς ἓν τὸ ὑποκείμενον ὑποθεμένους μᾶλλον τῶν πλείονα — δείξει γὰρ ἐφεξῆς ὅτι ἀδύνατον δύο εἶναι ὕλας, ὥσπερ καὶ δύο ἐναντιώσεις —, τῶν δὲ τὸ ἓν τὸ ὑποκείμενον εἰρηκότων μᾶλλον τῶν ἄλλων ἀποδέχεται τὸν Ἀναξίμανδρον τὸ μεταξὺ εἰρηκότα, ὡς ἐγγυτέρω πως ὄντος τούτου τῆς ὕλης διὰ τὸ μηδὲν εἶδος ἔχειν τῶν ἐξ αὐτοῦ γινομένων. μετὰ δὲ τοῦτον μᾶλλον κατορθοῖ ὁ Ἀναξιμένης τὸν ἀέρα ὕλην ὑποτιθέμενος· ἥκιστα γὰρ αἰσθητὰς διαφορὰς τῶν ἄλλων ἔχει ὁ ἀήρ. μετὰ τοῦτον Θαλῆς τὸ ὕδωρ ὕλην ὑποτιθέμενος· καὶ γὰρ καὶ τοῦτο πρὸς τῷ ἄποιον εἶναι καὶ τἀναντία ὑπομένει πάθη. θερμαίνεται γὰρ καὶ ψύχεται τὸ αὐτό, καὶ χεῖται καὶ πήγνυται ὑπομένον τὸ αὐτό — ὑγρὸν γὰρ ὂν καὶ «δυσόριστον τῷ οἰκείῳ ὅρῳ, εὐόριστον δὲ ἀλλοτρίῳ»· οὕτως γὰρ ὁ τοῦ ὑγροῦ λόγος ἐν τῷ Περὶ γενέσεως ἀποδέδοται —, καὶ ξηραίνεται τὸ αὐτὸ κρυσταλλούμενον· ξηρὸν γάρ ἐστι τὸ δυσόριστον ἀλλοτρίῳ ὅρῳ, εὐόριστον δὲ οἰκείῳ. ἥκιστα δὲ οἰκείως τοὺς περὶ ὕλης λόγους ἀποδεδώκασιν οἱ πῦρ εἰρηκότες· ἐναργεστέρα γὰρ ἡ συμπλοκὴ τοῦ πυρὸς πρὸς τὰ ἕτερα μόρια τῶν ἐναντίων, ξηρότητά φημι καὶ θερμότητα, διόπερ καὶ ἀμετάβλητον εἰς τἀναντία μένον πῦρ. πάντες δʼ οὗτοι ἢ μίαν ἢ πλείους ὑποθέμενοι ὕλην, τοῖς ἐναντίοις ταύτην εἰδοποιοῦσιν, οἱ μὲν μανότητι καὶ πυκνότητι, οἱ δὲ νείκει καὶ φιλίᾳ, οἱ δʼ ἄλλῃ καὶ ἄλλῃ ἐναντιώσει, ὥσπερ εἴρηται.

Ἀλλʼ ἄμφω ἕτερόν τι τρίτον.

Κατὰ κοινοῦ τὸ «συνάγει»· οὔτε γάρ, φησίν, ἡ φιλία τὸ νεῖκος συνάγει, οὔτε τὸ νεῖκος τὴν φιλίαν, ἀλλʼ ἄμφω τό τε νεῖκος καὶ ἡ φιλία ἕτερόν τι τρίτον συνάγουσιν ἢ διακρίνουσιν.

Ἔνιοι δὲ καὶ πλείω λαμβάνουσιν ἐξ ὧν κατασκευάζουσι τὴν τῶν ὄντων φύσιν.

Τοσοῦτον χρεία τοῦ ὑποκειμένου εἰς τὸν τῶν ἀρχῶν λόγον, ὥστε καί τινες τῶν πρὸ ἡμῶν καὶ πλείονα τὰ ὑποκείμενα τοῖς ἐναντίοις ὑποτιθέασιν. οὐδενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τὰ ἐναντία, τὴν δὲ ἀρχὴν οὐ καθʼ ὑποκειμένου δεῖ λέγεσθαί τινος· ἔσται γὰρ ἀρχὴ τῆς ἀρχῆς. τοῦτο δυνατὸν καὶ συνημμένως ὡς ἕνα συλλογισμὸν τὸ ὅλον λαβεῖν, καὶ διῃρημένως ἀκοῦσαι ὡς δύο συλλογισμούς, ἵνα ᾖ τὸ οὐδενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τὰ ἐναντία ἓν ἐπιχείρημα, καὶ τὸ λοιπὸν ἕτερον. εἰ μὲν οὖν ὡς ἓν ἐπιχείρημα τὸ ὅλον λάβωμεν, οὕτως· πρὸς δὲ τούτοις, φησίν, ἄπορόν τι ἡμῖν ἐπακολουθήσει, εἰ μὴ ὑποθώμεθα τοῖς ἐναντίοις ὕλην τινά· οὐδενὸς γὰρ ὁρῶμεν οὐσίαν τὰ ἐναντία, τουτέστιν οὐδὲν οὐσίωται ἐν τῷ ἐναντίον εἶναι, ἐπειδὴ τὰ ἐναντία συμβεβηκότα ἐστί, τὴν δʼ ἀρχὴν τῶν ὄντων οὐ καθʼ ὑποκειμένου δεῖ λέγεσθαι, τουτέστιν οὐκ ἐν ὑποκειμένῳ, ἀντὶ τοῦ συμβεβηκότος. ἔστιν οὖν ὁ ὅλος συλλογισμὸς τοιοῦτος· τὰ ἐναντία συμβεβηκότα, αἱ ἀρχαὶ τῶν πραγμάτων οὐ συμβεβηκότα, τὰ ἐναντία οὐκ ἀρχαὶ τῶν πραγμάτων. διὰ τί δʼ οὐκ εἰσὶ συμβεβηκότα αἱ ἀρχαὶ τῶν πραγμάτων, τὴν αἰτίαν προσέθηκεν· ἔσται γὰρ ἀρχὴ τῆς ἀρχῆς· τὸ γὰρ ὑποκείμενον τοῖς συμβεβηκόσιν ἀρχὴ ἂν αὐτῶν εἴη· προϋποκεῖσθαι γὰρ δεῖ κατὰ φύσιν τὸ δεξόμενον. τοῦ κατηγορουμένου δὲ εἶπε, διότι τὸ συμβεβηκὸς τῆς οὐσίας κατηγορεῖται· λέγομεν γὰρ τὸν ἄνθρωπον λευκὸν εἶναι. καὶ ἄλλως εἰ μηδὲν οὐσίωται ἐν τῷ ἐναντίον εἶναι, διότι τὰ ἐναντία συμβεβηκότα, δῆλον ἄρα ὅτι οὐδὲ ἀρχὰς τῶν οὐσιῶν δυνατὸν εἶναι τὰ ἐναντία· ἔσονται γὰρ αἱ ἀρχαὶ τῶν οὐσιῶν συμβεβηκότα· εἰ δὲ τοῦτο, ἀρχὴ δὲ τῶν συμβεβηκότων τὸ ὑποκείμενον αὐτοῖς, ἔσται τῆς ἀρχῆς ἀρχή, ὅπερ ἀδύνατον. εἰ μὲν οὖν συνεχὲς εἴη τὸ ῥητόν, οὕτως αὐτὸ νοητέον, εἰ δὲ διῃρημένον, οὕτως· πρὸς δὲ τούτοις ἀπορήσειεν ἄν τις, εἰ μὴ τρίτην τινὰ ἀρχὴν τοῖς ἐναντίοις ὑποθήσεται. τίς δʼ ἡ ἀπορία ἐπήγαγεν· οὐδενὸς γὰρ ὁρῶμεν οὐσίαν τὰ ἐναντία. οὐδὲν γὰρ ἐν τούτῳ οὐσίωται, ἐν τῷ ἐναντίον τι εἶναι πρὸς ἄλλο· οὐδὲ γὰρ ἐν τούτῳ οὐσίωται τὸ πῦρ, ἐν τῷ ἐναντίον εἶναι τῷ ὕδατι, ἐπεὶ οὐδέποτʼ ἂν μετέβαλλεν εἰς τὸ ὕδωρ, ἀλλʼ ἔστι τι τὸ ὑπομένον ἐν τῇ εἰς ὕδωρ μεταβολῇ, ὅπερ οὐκ ἔστι τῷ ὕδατι ἐναντίον. εἰ δὲ μὴ ὑποκέοιτο τοῖς ἐναντίοις τρίτη τις ἀρχή, τοῦτο ἂν συμβαίνοι, τὸ ἐν τῇ ἐναντιότητι οὐσιῶσθαι τὰ πράγματα. εἶτα τὸ ἐφεξῆς ἀπʼ ἄλλης ἀρχῆς· τὴν δʼ ἀρχὴν οὐ καθʼ ὑποκειμένου δεῖ λέγεσθαί τινος καὶ τὰ ἑξῆς. ἡ ἀρχὴ οὐ καθʼ ὑποκειμένου, τὰ ἐναντία καθʼ ὑποκειμένου, τὰ ἐναντία ἄρα οὐκ ἀρχαί. εἰ γὰρ ἡ ἀρχὴ καθʼ ὑποκειμένου, ἔσται τῆς ἀρχῆς ἀρχή· τὸ γὰρ ὑποκείμενον ἀρχὴ τοῦ ἐν ὑποκειμένῳ.

Ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς ἂν οὖν ἐκ μὴ οὐσιῶν οὐσία εἴη;

Τὰ ἐναντία, φησίν, οὐκ οὐσίαι, αἱ ἀρχαὶ τῶν οὐσιῶν οὐσίαι, τὰ ἐναντία ἄρα οὐκ ἀρχαὶ τῶν οὐσιῶν. πόθεν δʼ ὅτι αἱ ἀρχαὶ τῶν οὐσιῶν οὐσίαι, ἔδειξε διὰ τοῦ εἰπεῖν· ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη; δυνάμει λέγων ὅτι αἱ ἀρχαὶ τῶν οὐσιῶν οὐκ οὐσίαι, αἱ δʼ οὐκ οὐσίαι τὰ συμβεβηκότα ἐστίν, ἔσονται ἄρα αἱ ἀρχαὶ οὐσιῶν τὰ συμβεβηκότα. εἰ δὲ ταῦτα ἀρχή, ἔσται πρότερα τῇ φύσει τὰ συμβεβηκότα τῆς οὐσίας, ὅπερ ἀδύνατον· τοὐναντίον γὰρ προτέρα τῇ φύσει ἡ οὐσία.

Δοκεῖ δὲ τὸ μεταξὺ μᾶλλον.

Μᾶλλον, φησί, κατορθοῦσιν οἱ τὸ μεταξὺ ὡς ὕλην ὑποτιθέντες τῶν ἕν τι τῶν τεσσάρων στοιχείων ὑποτιθεμένων, διότι μετʼ ἐναντιώσεών τινων τὰ τέσσαρα στοιχεῖα, δεῖ δὲ τὴν ὕλην, ὥσπερ ἐδείχθη, μὴ ἔχειν τινὰ ἐναντίωσιν.

Ἀλλὰ πάντες τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν.

Ὅτι οὐ μόνον τῆς ὕλης ἔσχον ἔννοιαν οἱ παλαιοί, εἰ καὶ μὴ κατωρθωμένως, ἀλλὰ καὶ τῶν εἰδοποιῶν ἀρχῶν ἐναντίων οὐσῶν, ἅσπερ καὶ ἀνάγει πάσας εἰς τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· ὥστε αἱ ἀρχαὶ τῶν ὄντων, φησί, τρεῖς ἡ ὕλη καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις. καὶ ταύτας πάντες ἀρχὰς ἔλεγον εἶναι, διεφώνουν δὲ περὶ τὴν τάξιν αὐτῶν καὶ τὸ ποιητικὸν καὶ τὸ παθητικόν· οἱ μὲν γὰρ Πυθαγόρειοι, οἷς καὶ ὁ Πλάτων ἠκολούθησε, τὰ δύο ὡς ὕλην ὑποτιθέντες πάσχειν ἔλεγον ταύτην ὑπὸ τοῦ ἑνὸς τοῦ εἴδους, καὶ οὕτως ποιεῖν τὴν γένεσιν, οἱ δὲ τοῦ Πλάτωνος παλαιότεροι φυσικοὶ τὸ ἓν ὕλην ποιοῦντες ἢ τὸ μεταξὺ ἢ ἕν τι τῶν τεσσάρων, πάσχειν τοῦτο ἔλεγον ὑπὸ τῆς δυάδος καὶ οὕτως ποιεῖν τὴν γένεσιν καὶ τὴν φθοράν, οἷς καὶ ὁ Ἀριστοτέλης κατὰ τοῦτο ἠκολούθηκε.

Τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον.

Ὅτι μὲν οὖν καὶ ἐναντίας δεῖ εἶναι τὰς ἀρχὰς καὶ πρὸς ταύταις ὑποκείμενόν τι τρίτον, ἱκανῶς διὰ τῶν προλαβόντων ἔδειξε, περὶ δὲ τοῦ ἀριθμοῦ τῶν ἀρχῶν οὐκ αὐτάρκη τὰ εἰρημένα· ἠπόρησε γὰρ ἄν τις ὅτι «δίδωμι δεῖν ἐναντίας εἶναι τὰς ἀρχὰς καὶ πρὸς τούτοις εἶναι καὶ τὸ ὑποκείμενον, μήποτε δὲ δύο ἢ πλείους εἰσὶν ἐναντιώσεις, ὁμοίως δὲ καὶ τὰ ὑποκείμενα δύο ἢ πλείονα». καὶ διὰ τῶν προλαβόντων μὲν οὖν δέδεικται ὅτι τὴν πρωτίστην ἐναντίωσιν μίαν δεῖ εἶναι οὐκ αὐτάρκως, διὰ δὲ τῶν παρόντων δείκνυται ὅτι ἀδύνατον πλεῖον μιᾶς ἐναντιώσεως εἶναι καὶ ὑποκειμένου ἑνός. λαμβάνει οὖν ἐκ διαιρέσεως τὰς ἀρχὰς τάς τε εἰδικὰς καὶ τὰς ὑλικὰς λέγων οὕτως· ἀνάγκη πᾶσα ἢ μίαν εἶναι ἐναντίωσιν ἐν ταῖς ἀρχαῖς, ἢ οὐ μίαν ἀλλὰ πλείους, ὁμοίως δὲ καὶ ὑποκείμενον ἢ ἓν εἶναι, ἢ οὐχ ἓν ἀλλὰ πλείονα. τεσσάρων οὖν ὄντων τμημάτων τούτων γίνονται ἓξ συζυγίαι, ὧν αἱ μὲν δύο αἱ ἐναντίαι ἀσύστατοι, συνίστανται δὲ αἱ λοιπαὶ τέσσαρες αἵ τε δύο ὑπάλληλοι καὶ δύο αἱ λοιπαὶ διαγώνιοι· ἢ γὰρ καὶ αἱ ἐναντιώσεις πλείους καὶ τὰ ὑποκείμενα, ἢ πλείους μὲν αἱ ἐναντιώσεις ἓν δὲ τὸ ὑποκείμενον, ἢ ἔμπαλιν πλείω μὲν τὰ ὑποκείμενα μία δὲ ἡ ἐναντίωσις, ἢ ἓν τὸ ὑποκείμενον καὶ ἡ ἐναντίωσις μία. ἐὰν οὖν δειχθῇ ὅτι ἀδύνατον τὰς τρεῖς τὰς ἄλλας συστῆναι, ὑπολιμπάνεται ἡ λοιπὴ ἡ λέγουσα ἓν εἶναι τὸ ὑποκείμενον καὶ μίαν τὴν ἐναντίωσιν. προχειρίζεται οὖν τὴν μίαν συζυγίαν πρότερον τὴν λέγουσαν ἓν εἶναι τὸ ὑποκείμενον καὶ πλείους τὰς ἐναντιώσεις, λαμβάνει δὲ διὰ τὸ σαφὲς τοῦ λόγου ἀντὶ τῶν πλειόνων ἐναντιώσεων δύο· ἃ γὰρ ἂν δειχθῇ ἐπὶ τῶν δύο ἐναντιώσεων, ταῦτα καὶ ἐπὶ πλειόνων δειχθείη ἄν. εἰ οὖν ἓν μὲν τὸ ὑποκείμενον δύο δὲ αἱ ἐναντιώσεις, ἐρησόμεθα τοὺς τοῦτο ὑποτιθεμένους, πότερον ἑκατέρα τῶν ἐναντιώσεων πάντα δύναται γεννᾶν, ἢ ἡ μὲν ἄλλα ἡ δὲ ἄλλα. εἰ μὲν οὖν ἑκατέρα πάντα γεννᾶν δύναται, περιττὴ ἡ μία ἅπαξ τῆς μιᾶς πάντα γεννῆσαι δυναμένης — οὐδὲν δὲ οὐδὲ μάτην οὔτε περιττὸν ποιεῖ οὔτε ὁ θεός οὔτε ἡ φύσις —, εἰ δὲ οὐχ ἑκάστη πάντα ποιεῖ, ἀλλʼ ἡ μὲν ταῦτα ἡ δὲ ἐκεῖνα, ἀναιρήσομεν τὴν εἰς ἄλληλα τῶν πραγμάτων μεταβολήν — οὐ γὰρ μεταβάλλει τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον —, δέδεικται δὲ ὅτι πάντων ἐστὶν εἰς ἄλληλα ἡ μεταβολή. οὕτως μὲν οὖν ἀδύνατον δύο εἶναι τὰς ἐναντιώσεις ἓν δὲ τὸ ὑποκείμενον, εἰ δὲ δύο μὲν εἴη τὰ ὑποκείμενα μία δὲ ἡ ἐναντίωσις, ταὐτὰ πάλιν ἀπορήσομεν. εἰ μὲν γὰρ ἐξ ἑκατέρου ὑποκειμένου πάντα δυνατὸν γενέσθαι, περιττὸν τὸ ἕν, εἰ δʼ ἐκ θατέρου μέν τινα γίνεται ἐκ τοῦ λοιποῦ δὲ τὰ λοιπά, ἀναιρεθήσεται πάλιν ἡ εἰς ἄλληλα τῶν πραγμάτων μεταβολή· ὥσπερ γὰρ οὐ μεταβάλλει εἰς ἄλληλα τὰ μὴ ἐναντία, οὕτως πάλιν τὰ μὴ τὸ αὐτὸ ἔχοντα ὑποκείμενον οὐκ ἄν ποτε μεταβάλλοι εἰς ἄλληλα. διὰ τοῦτο κήρινος μὲν ἵππος μεταβάλλει εἰς κήρινον ἀνδριάντα, χαλκοῦς δὲ ἵππος οὐκ ἄν ποτε μεταβάλλοι εἰς κήρινον ἀνδριάντα. ὥστε οὐδὲ δύο ὑποκείμενα δυνατὸν εἶναι καὶ μίαν ἐναντίωσιν, διὰ τοὺς αὐτοὺς δὲ λόγους οὔτε δύο ὑποκείμενα καὶ δύο ἐναντιώσεις. ὥστε εἰ ἀνάγκη μίαν τῶν τεσσάρων ὑποθέσεων εἶναι ἀληθῆ, ἐληλεγμένων τῶν τριῶν ἡ τετάρτη ὑπολείπεται ἡ ἓν λέγουσα τὸ ὑποκείμενον καὶ μίαν τὴν ἐναντίωσιν. κέχρηνται δὲ πολλαχοῦ τῇ τοιαύτῃ δείξει καὶ οἱ γεωμέτραι, ὁπηνίκα τῇ κατʼ εὐθεῖαν δείξει μὴ δύνανται χρήσασθαι· ἀναιροῦντες γὰρ τὰ ἀντιδιῃρημένα τῷ ἀληθεῖ, τὸ καταλιμπανόμενον ἔχουσιν ἀληθές. οἷον ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἡ ἀσύμμετρος· ἀνελὼν οὖν τὸ σύμμετρον, τὸ καταλιμπανόμενον ἀληθὲς ἔχει, ὅτι ἀσύμμετρος. προστίθησι δὲ κἀκεῖνο, ὅπερ ἤδη ἐν τοῖς ἔμπροσθεν εἶπεν, ὅτι εἰ ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις, καὶ ἐν τῇ οὐσίᾳ δηλονότι ἑνὶ ὄντι γένει μία ἔσται ἡ πρωτίστη ἐναντίωσις.

Ταῦτα εἰπὼν ζητεῖ ἐφεξῆς πόσας δεῖ καλεῖν τῷ ἀριθμῶ τὰς ἀρχὰς ταύτας, πότερον δύο ἢ τρεῖς· δόξει γὰρ κατὰ ἄλλην καὶ ἄλλην ἔννοιαν ποτὲ μὲν τρεῖς, ποτὲ δὲ δύο δέον αὐτὰς καλεῖν. δυνατὸν μὲν γὰρ τρεῖς αὐτὰς καλεῖν, δύο μὲν τὰ ἐναντία τὸ εἶδος καὶ τὴν στέρησιν, ἓν δὲ τὸ ὑποκείμενον τὴν ὕλην, δυνατὸν δὲ μὴ τρεῖς ἀλλὰ δύο λέγειν τὰς ἀρχὰς συναιροῦντας τὰς τρεῖς εἰς τὰς δύο· τὴν γὰρ ὕλην καὶ τὴν στέρησίν τινες εἰς ταὐτὸν ἄγουσι, καὶ ἕν τι καὶ ταὐτὸν νομίζουσιν εἶναι τὴν ὕλην καὶ τὴν στέρησιν. ἐπεὶ οὖν συμβάλλεται πρὸς τὸ δεῖξαι πότερον δεῖ δύο λέγειν τὰς ἀρχὰς ἢ τρεῖς, καὶ εἰ ἄμφω καὶ δύο καὶ τρεῖς, πῶς δεῖ λέγειν δύο καὶ πῶς τρεῖς, τὸ διαστείλασθαι πρότερον ὅτι ἕτερόν ἐστιν ἡ ὕλη τῆς στερήσεως, εἰ καὶ μὴ τῷ ὑποκειμένῳ, ἀλλʼ οὖν τῷ λόγῳ, πρῶτον τοῦτο ποιεῖ καὶ δείκνυσι κατὰ δύο τρόπους ὅτι ἑτέρα ἐστὶ τῆς ὕλης ἡ στέρησις, καὶ ἐκ τῆς χρήσεως τῆς κοινῆς καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως. ἐκ μὲν τῆς κοινῆς χρήσεως, ὅτι ἐπὶ μὲν τῆς στερήσεως φέρομεν καὶ τὸ ἐκ τοῦδε πρόσρημα καὶ τὸ τόδε — λέγομεν γὰρ καὶ ἐξ ἀμούσου μουσικὸν γενέσθαι καὶ τὸν ἄμουσον γενέσθαι μουσικόν, καὶ ὅτι ὁ ἀφιλόσοφος γέγονε φιλόσοφος καὶ ἐξ ἀφιλοσόφου γέγονε φιλόσοφος —, ἐπὶ δὲ τῆς ὕλης φέρομεν μὲν ἀμφότερα τὰ προσρήματα, ἀλλʼ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἀνὰ μέρος, ἐπʼ ἄλλου μὲν τὸ ἐξ οὗ ἐπʼ ἄλλου δὲ τὸ τόδε· λέγομεν γὰρ ἐκ χαλκοῦ γενέσθαι ἀνδριάντα οὐ τὸν χαλκὸν γενέσθαι ἀνδριάντα, καὶ τὸν ἄνθρωπον ἐκ σπέρματος καὶ ἐκ τοῦ καταμηνίου λέγομεν γενέσθαι, οὐ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἄνθρωπον. ἀλλʼ εἰ καὶ ἐπʼ ἀμφοτέρων ἀμφότερα λέγεται, ἀλλʼ ἔστι τῇ μὲν ὕλῃ οἰκειότερον καὶ προσφυὲς τὸ τόδε, τῇ δὲ στερήσει τὸ ἐκ τοῦδε, διότι ἡ μὲν ὕλη ὑπομένει τὸ εἶδος ἐπιόν, ἡ δὲ στέρησις οὐχ ὑπομένει· τῷ οὖν ὑπομένοντι οἰκεῖον τὸ τόδε, τῷ δὲ μὴ ὑπομένοντι τὸ ἐκ τοῦδε. ἀλλʼ εἰ οἰκεῖον τῇ ὕλῃ τὸ τόδε διὰ τὸ ὑπομένειν, τί δήποτε ἐπὶ μὲν τῆς στερήσεως ἀμφοτέροις ἔστιν ὅτε κεχρήμεθα τοῖς προσρήμασι καὶ τῷ ἐκ τοῦδε καὶ τῷ τόδε, ἐπὶ δὲ τῆς ὕλης θατέρῳ μόνον; φημὶ οὖν ὅτι ἡνίκα μὲν ἀπὸ τῆς στερήσεως ὀνομάζομεν τὸ ὑποκείμενον, ἐπειδὴ τῇ στερήσει συναναλαμβάνομεν διὰ τῆς φωνῆς καὶ τὴν ὕλην — ὅταν γὰρ εἴπω τὸ ἄμουσον, οὐ τὴν ἀμουσίαν ἁπλῶς φημι, ἀλλὰ τὸ μετέχον τῆς ἀμουσίας —, ἐπεὶ οὖν ἡ φωνὴ καὶ τὸ μετέχον καὶ τὸ μετεχόμενον σημαίνει, εἰκότως καὶ τὸ τῇ ὕλῃ προσῆκον πρόσρημα φέρομεν ἐπʼ αὐτῆς τὸ τόδε καὶ τὸ τῇ στερήσει τὸ ἐκ τοῦδε. ἐπὶ μὲν οὖν τῆς στερήσεως οὕτως· ἐπὶ δὲ τῆς ὕλης, ἐπειδὴ ἡ φωνὴ οὐκ ἔχει συναναλαμβανομένην τὴν στέρησιν — ὅταν γὰρ εἴπω τὸν ἄνθρωπον γίνεσθαι μουσικόν, ὁ ἄνθρωπος οὐκ ἔχει ἐμφαινομένην ἐν τῇ φωνῇ τὴν στέρησιν, λέγω δὴ τὸ ἄμουσον· καὶ ὅταν εἴπω ὅτι Σωκράτης λευκὸς γέγονεν, οὐκ ἔστιν ἐν τῷ Σωκράτει ἐμφαινομένη ἡ τοῦ λευκοῦ στέρησις, τουτέστι τὸ μὴ λευκόν —, διὰ τοῦτο τῷ ἑνὶ μόνῳ προσρήματι τὰ τοιαῦτα καλοῦμεν, ὅτι ὁ ἄνθρωπος μουσικὸς γέγονε καὶ ὅτι Σωκράτης λευκὸς ἢ φιλόσοφος, οὐκέτι δὲ καὶ ἐξ ἀνθρώπου μουσικὸς ἢ ἐκ Σωκράτους φιλόσοφος.

Ἀλλʼ εἰ διὰ τὸ μὴ συναναλαμβάνεσθαι τῇ ὕλῃ κατὰ τὴν φωνὴν τὴν στέρησιν, διὰ τοῦτο τῷ ἑνὶ μόνῳ προσρήματι προσαγορεύομεν τὴν ὕλην, διὰ τί μὴ ἐπὶ πάσης ὕλης τῷ αὐτῷ κεχρήμεθα προσρήματι, λέγω δὴ τῷ τόδε, ὅπερ καὶ οἰκεῖον εἶναι αὐτῇ μᾶλλον εἰρήκαμεν, ἀλλʼ ἐπί τινος ὕλης μόνον τὸ ἐκ τοῦδε λέγομεν, ὅπερ τῇ στερήσει μᾶλλον προσήκει; καίτοι εἰ μὴ συνεμφαίνεται κατὰ τὴν φωνὴν ἐπὶ τῆς ὕλης ἡ στέρησις, διὰ τί μὴ μᾶλλον ἐκ τοῦ οἰκείου τῇ ὕλῃ προσρήματος ἀεὶ καλοῦμεν τὴν ὕλην καί φαμεν τὸ σπέρμα ἄνθρωπον γενέσθαι καὶ τοὺς λίθους οἰκίαν, ἀλλʼ ἐκ σπέρματος ἄνθρωπον καὶ ἐκ λίθων οἰκίαν; φημὶ οὖν πρὸς τοῦτο, ὅτι ὅταν ἐξ ὕλης λέγωμεν γίνεσθαί τι, ἐπειδὴ οὐκ ἐκ τῆς πρώτης ἀλλʼ ἐκ τῆς προσεχοῦς ὕλης λέγομεν γίνεσθαι, ἡ δὲ προσεχὴς ὕλη ἐπὶ τῶν κατʼ οὐσίαν γινομένων οὐχ ὑπομένει ἀλλʼ ὅλη μεταβάλλει — οὐδὲν γὰρ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου ὑπομένει —, τὸ δὲ τόδε πρόσρημα τὸ ὑπομένον ἐμφαίνει, διὰ τοῦτο ἐπὶ τῶν τοιούτων οὐ τὸ τόδε, ἀλλὰ τὸ ἐκ τοῦδε λέγομεν· ἐπὶ γὰρ τῶν κατʼ οὐσίαν γενέσεων οὐδὲν τῆς προσεχοῦς ὕλης, τοῦ σπέρματος λέγω καὶ τοῦ καταμηνίου, ὑπομένει πλὴν τῆς ὑποκειμένης πρώτης ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ. διὰ τοῦτο ἐπὶ πάσης οὐσιώδους γενέσεως οὐ τὸ τόδε, ἀλλὰ τὸ ἐκ τοῦδε λέγομεν· οὐ γὰρ τὸν σῖτον λέγομεν γίνεσθαι σῖτον, ἀλλʼ ἐκ σίτου σῖτον καὶ ἐκ κριθῆς κριθήν, διότι ὁ σπέρματος καὶ ὕλης λόγον ἐπέχων σῖτος οὐχ ὑπομένει, ὅταν ἐξ αὐτοῦ ἕτερος γίνηται σῖτος, ἀλλὰ καθʼ ὅλην τὴν οὐσίαν μεταβάλλει οὐδενὸς ὑπομένοντος τοῦ αὐτοῦ, πλήν, ὡς εἶπον, τῆς πρώτης ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ. ἐπί τε οὖν τῶν κατʼ οὐσίαν γενέσεων διὰ τοῦτο μόνως τὸ ἐκ τοῦδέ φαμεν οὐ τὸ τόδε, καὶ ἐπὶ τούτων ὅσαι κατʼ οὐσίαν μὲν οὐκ εἰσί, μιμοῦνται δὲ τὰς κατʼ οὐσίαν γενέσεις· ἡ γὰρ ἐκ χαλκοῦ τοῦ ἀνδριάντος γένεσις κατʼ οὐσίαν μὲν γένεσις οὐκ ἔστι, μιμεῖται δέ πως τὴν κατʼ οὐσίαν γένεσιν. διὰ τοῦτο οὖν, ὅταν μὲν θερμανθῇ ὁ χαλκὸς ἢ ἐρυθρὸς γένηται ἢ κατά τινα τοιαύτην μεταβολὴν μεταβάλῃ, ἥτις ἔοικε τῇ κατὰ συμβεβηκὸς μεταβολῇ, οὔ φαμεν ἐκ χαλκοῦ ἐρυθρὸν γενέσθαι, ἀλλὰ τὸν χαλκὸν ἐρυθρὸν καὶ τὸν χαλκὸν θερμὸν γενέσθαι, διότι κατὰ συμβεβηκὸς μεταβολὴ τὸ τοιοῦτον· ὅταν δὲ ἀνδριὰς γένηται ἢ τρίπους ἢ λέβης ἤ τι τοιοῦτον, οὐκέτι τὸν χαλκὸν ἀνδριάντα φαμὲν γενέσθαι ἢ λέβητα ἢ τρίποδα, ἀλλʼ ἐκ χαλκοῦ ἀνδριάντα καὶ λέβητα καὶ τρίποδα, ἐπειδὴ ἀπομιμήματά ἐστι ταῦτα τῆς κατʼ οὐσίαν γενέσεως. ὁμοίως καὶ ἐπὶ πάντων τῶν τοιούτων, ὅτι ἐκ λίθων καὶ ξύλων οἰκία καὶ τὸ ἀβάκιον ἐκ ξύλων· οἷον γὰρ εἶδος φυσικὸν δοκεῖ ἐν τοῖς τοιούτοις ἐπιγίνεσθαι. ὅταν μὲν οὖν ἐρυθρὸν ἢ θερμὸν εἴπω, οὐ συνεμφαίνεται ἡ δεκτικὴ τοῦ τοιούτου ὕλη. ὥσπερ δʼ ὅταν εἴπω ἄνθρωπον ἢ ἵππον, εὐθὺς συνεπινοοῦμεν τὴν ὕλην ἐξ ἧς μετέβαλλεν, οἷον τὸ τοιόνδε σπέρμα ἐξ οὗ τὴν γένεσιν ἔσχεν, οὕτως καὶ ὅταν ἀνδριάντα εἴπω ἢ οἰκίαν, εὐθὺς τὸν χαλκὸν ἐπινοῶ ἢ τὰ ξύλα καὶ τοὺς λίθους· καὶ ὥσπερ ἐκεῖ οὐδὲν τοῦ σπέρματος ὑπομένει πλὴν τοῦ τριχῇ διαστατοῦ, οὕτως δοκεῖ καὶ ἐν τῇ τῆς οἰκίας γενέσει μεταβεβλῆσθαι πάντως τῶν κατὰ μέρος λίθων τὸ εἶδος καὶ ἄλλο τι ἐκ πάντων γενέσθαι. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἐπεὶ οὖν πολλὴ τῶν τοιούτων πρὸς τὰς κατʼ οὐσίαν γενέσεις ἡ ὁμοιότης, διὰ τοῦτο καὶ ἡ κοινὴ χρῆσις ὁμοίως τὸ ἐκ τοῦδε ἐπὶ αὐτῶν, ὥσπερ καὶ ἐπὶ τῶν κατʼ οὐσίαν γενέσεων, ἤνεγκε· καὶ ὥσπερ φαμὲν ἐξ ὕδατος ἀέρα γεγονέναι οὐ τὸ ὕδωρ ἀέρα, οὕτως καὶ ἐκ χαλκοῦ ἀνδριάντα οὐ τὸν χαλκὸν ἀνδριάντα — μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν —, καὶ πάλιν ὥσπερ τὸ ὕδωρ φαμὲν θερμὸν γενέσθαι οὐκ ἐξ ὕδατος θερμὸν γένεσθαι, οὕτως καὶ τὸν χαλκὸν θερμὸν γενέσθαι· κατὰ ποιότητα γὰρ ἡ μεταβολή, καὶ τὸ ὑποκείμενον ὑπομένει. καὶ ἐπὶ τῶν ἄλλων πάντων τὸν αὐτὸν τρόπον.

Ἰστέον δʼ ὅτι οὐδʼ ἐπὶ πάσης στερήσεως ἁπλῶς ἀμφοτέροις κεχρήμεθα τοῖς προσρήμασι καὶ τῷ ἐκ τοῦδε καὶ τῷ τόδε· οὐ γὰρ ἂν εἴποιμεν, ὥσπερ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπον γενέσθαι, οὕτω δὲ καὶ τὸν οὐκ ἄνθρωπον γενέσθαι ἄνθρωπον, ἀλλὰ μόνως τὸ ἐξ οὐκ ἀνθρώπου· καὶ ἐξ οὐκ οἰκίας οἰκίαν λέγοντες γενέσθαι καὶ ἐξ οὐκ ἀνδριάντος ἀνδριάντα οὐκ ἂν εἴποιμεν τὸν οὐκ ἀνδριάντα γενέσθαι ἀνδριάντα καὶ τὴν οὐκ οἰκίαν οἰκίαν. τούτου δʼ ἡ αἰτία ἐκ τῶν προειρημένων δήλη. ἐπεὶ γάρ, ὡς εἴπομεν, τὸ τόδε τῇ ὕλῃ μέν ἐστιν οἰκεῖον, οὐ πάντως δʼ ἐπʼ αὐτῆς λέγεται ἔνθα μὴ ὑπομένει, οὕτως κἂν συναναλαμβάνηται ἀεὶ τῇ στερήσει ἡ ὕλη, ἐπειδὴ ἡ ὑποκειμένη τῇ στερήσει ὕλη μὴ ἀεὶ ὑπομένει, ἐπὶ τούτων τὸ ἐκ τοῦδε μόνον ἐπὶ τῆς στερήσεως λέγομεν ἐφʼ ὧν ἡ ὕλη οὐχ ὑπομένει, οὐκέτι δὲ καὶ τὸ τόδε· λέγομεν γὰρ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπον γενέσθαι, οὐκέτι δὲ καὶ τὸν οὐκ ἄνθρωπον γενέσθαι ἄνθρωπον, ἐκ τῆς στερήσεως ἐπὶ τούτων τὴν γένεσιν καὶ οὐκ ἐκ τῆς ὕλης ὀνομάζοντες. ἐφʼ ὧν δʼ ὑπομένει ἡ ὕλη, τότε καὶ ἐκ τῆς ὕλης καὶ ἐκ τῆς στερήσεως τὴν γένεσιν ὀνομάζομεν· λέγομεν γὰρ καὶ ἐξ ἀμούσου μουσικὸν γενέσθαι καὶ τὸν ἄμουσον γενέσθαι μουσικόν. κἂν ἐπὶ τοῦ ἀνδριάντος δʼ ὑπομένῃ μὲν ἡ ὕλη, μὴ λέγηται δὲ ὁ οὐκ ἀνδριὰς γίνεσθαι ἀνδριάς, ἀλλὰ μόνον ἐξ οὐκ ἀνδριάντος γίνεσθαι ἀνδριάς, σύμφωνον καὶ τοῦτο τοῖς προειρημένοις λόγοις· διὰ γὰρ τὸ μιμεῖσθαι ταύτας τὰς γενέσεις τὰς κατʼ οὐσίαν γενέσεις, ἐν αἷς μηδὲν τῆς προσεχοῦς ὕλης ὑπομένει, διὰ τοῦτο, ὥσπερ οὐ λέγεται ὁ οὐκ ἄνθρωπος γίνεσθαι ἄνθρωπος, οὕτως οὐδʼ ὁ οὐκ ἀνδριὰς ἀνδριάς. συνελὼν οὖν τὰ εἰρημένα φημί, ὅτι ἐπὶ μὲν τῆς στερήσεως λέγεται ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ τὰ προσρήματα καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε — εἰ γὰρ καὶ μὴ ἐπὶ πάσης στερήσεως, ἐπί τινων γάρ —, ἐπὶ δὲ τῆς ὕλης οὐδέποτε ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ λέγεται, ἀλλὰ ποτὲ μὲν τὸ ἐκ τοῦδε, ποτὲ δὲ τὸ τόδε. εἰ τοίνυν ἐπὶ τῆς στερήσεως ποτὲ μὲν ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ λέγεται, ἐπὶ δὲ τῆς ὕλης οὐδέποτε ἀμφότερα ἐπὶ τῆς αὐτῆς ἀλλὰ θάτερον, ἔοικεν ἑτέρα εἶναι τῆς ὕλης ἡ στέρησις.

Ἡ μὲν οὖν ἐκ τῆς χρήσεως τῆς κοινῆς διάκρισις τῆς ὕλης ἀπὸ τῆς στερήσεως τοιαύτη, διακρίνεται δὲ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι ἡ μὲν ὕλη ἐν ταῖς μεταβολαῖς ὑπομένει τὸ ἐπιὸν εἶδος, ἡ δὲ στέρησις ἐναντία οὖσα τῷ εἴδει οὐχ ὑπομένει ἀλλʼ ὑπεξίσταται αὐτῷ· ὁ μὲν γὰρ ἄνθρωπος ὑπομένει τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ οὐχ ὑπεξίσταται, τὸ δʼ ἄμουσον οὐχ ὑπομένει τὸ μουσικὸν ἐπιόν, οὐδὲ τὸ μὴ λευκὸν τὸ λευκόν. καὶ ἐπὶ πάντων ὁμοίως. ὥστε εἰ ἡ μὲν ὕλη ὑπομένει τὸ εἶδος, ἡ δὲ στέρησις οὐχ ὑπομένει, ἕτερα ἂν εἶεν ταῦτα ἀλλήλων. εἰ δὲ μὴ πᾶσα ὕλη ὑπομένει — οὐχ ὑπομένει γὰρ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἐπιὸν τὸ ἀνθρώπειον εἶδος —, οὐ θαυμαστόν. πρῶτον μὲν γὰρ εἰ καὶ μὴ πᾶσα ὕλη ὑπομένει ἀλλʼ ἔστι τις ὑπομένουσα, μηδεμία δὲ στέρησις ὑπομένει, ἱκανὸν καὶ τοῦτο τὴν διάκρισιν αὐτῶν ἐνδείξασθαι· ἔπειτα καὶ εἰ μὴ ἡ προσεχὴς ὕλη ἐπὶ πάντων ὑπομένει, ἡ γοῦν πρώτη ὕλη καὶ τὸ τριχῇ διαστατὸν ἐπὶ πάντων τῶν μεταβαλλόντων ἀμετάβλητον ὑπομένει, ἡ δὲ στέρησις οὐδέποτε ὑπομένει. ἄλλως τε ἀδύνατόν ἐστι μὴ πάντως τὴν ὕλην τήν τε πρώτην καὶ τὴν προσεχῆ ὑπομένειν, ἐφʼ ᾗ τὸ εἶδος εὐθὺς ἐπιγίνεται· μέρος γάρ ἐστι τοῦ συνθέτου. πρόδηλος ἄρα καὶ ἐξ αὐτῶν τῶν πραγμάτων ἡ διάκρισις τῆς ὕλης ἀπὸ τῆς στερήσεως.

Τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα. σημειωτέον ὅτι οὐκ εἶπε «τὸ μὲν οὖν τρεῖς φάναι τὰς ἀρχάς», ἀλλὰ τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα, σημαίνων ὅπερ κατʼ ἀρχὰς ἡμῖν εἴρηται, ὅτι τὰ μὲν στοιχεῖα καὶ ἀρχαί, αἱ δʼ ἀρχαὶ οὐκέτι στοιχεῖα. ὅτι μὲν οὖν ἀρχὰς καλεῖ τὰ στοιχεῖα τὴν ὕλην καὶ τὸ εἶδος, καὶ ἤδη ἐδείξαμεν καὶ ἐν τοῖς ἑξῆς αὐτὸς σαφῶς τὴν ὕλην καὶ τὸ εἶδος ἀρχὰς καλέσει, ὅτι δʼ οὐ πᾶσα ἀρχὴ στοιχεῖον, σαφῶς ἐδήλωσεν εἰπὼν τὸ μὲν οὖν τρία φάναι τὰ στοιχεῖα. ἀρχαὶ γὰρ πλείους τριῶν· ἔστι γὰρ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικόν.

Πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν.

Ὅτι οὐ δυνατὸν δύο μὲν εἶναι ὑποκείμενα, μίαν δʼ ἐναντίωσιν· ἱκανὸν γὰρ τὸ ἓν ὑποκείμενον πάσχον ἀνὰ μέρος ὑφʼ ἑκατέρου μορίου τῆς ἐναντιώσεως πάντα γεννῆσαι.

Εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν.

Ὑποθέμενος δύο ὑποκείμενα μίαν δʼ ἐναντίωσιν, νῦν ὑποτίθεται τὰ λοιπὰ δύο τμήματα τό τε λέγον δύο μὲν ἐναντιώσεις ἓν δὲ τὸ ὑποκείμενον, καὶ τὸ λέγον δύο τὰς ἐναντιώσεις καὶ τὰ ὑποκείμενα· ἐλλιπέστερον δʼ εἴρηται κατὰ τὴν λέξιν. δεῖ οὖν ἔξωθέν τι προσυπακούσαντα τὸ ἐντελὲς δεῖξαι· «εἰ δὲ τεσσάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει ἢ χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν, ἢ μίαν καὶ τὴν αὐτὴν ἀμφοτέραις ταῖς ἐναντιώσεσιν». εἰ γὰρ μὴ τοῦτο προσυπακούσωμεν, οὐδὲ τὸ ἀναγκαῖον ἔχει ὁ λόγος· οὐ γὰρ ἀνάγκη πλειόνων οὐσῶν ἐναντιώσεων τὰ ὑποκείμενα αὐταῖς πλείονα εἶναι. ἓν γὰρ καὶ ταὐτὸν ὑποκείμενον πολλῶν ἐναντιώσεων δύναται εἶναι δεκτικόν· τὸ αὐτὸ γὰρ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ, καὶ πυκνοῦ καὶ μανοῦ, καὶ μυρίων ἄλλων δεκτικόν. τὸ δὲ εἰ δὲ τεττάρων ὄντων ἀντὶ τοῦ τῶν μορίων τῶν ἐναντιώσεων· δύο γὰρ οὐσῶν ἐναντιώσεων τέσσαρά ἐστι τὰ μόρια αὐτῶν. μεταξὺ δʼ εἶπε τὴν ὑποκειμένην φύσιν, λέγω δὴ τὴν ὕλην· ἔστι γὰρ οἷον κοινόν τι χωρίον τοῦ πολέμου τῶν ἐναντίων καὶ οἷον μεταίχμιον.

Εἰ δὲ ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἡ ἑτέρα τῶν ἐναντιώσεων.

Τὸ ἐξ ἀλλήλων οὐ τοῦτό φησιν, ὅτι ἥδε μὲν τάδε ἥδε δὲ τάδε, ἀλλʼ οὐδʼ ὅτι συμπλεκόμεναι δύνανται ἐξ αὑτῶν πάντα γεννᾶν — ὥσπερ ἡ τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ ἐναντίωσις πάντα τὰ στοιχεῖα —, ἀλλʼ ὅτι «εἰ καὶ ἑκατέρα αὐτῶν δύναται καθʼ ἑαυτὴν πάντα γεννῆσαι». καὶ ὅτι τοῦτό φησιν, ἐδήλωσεν εἰπὼν περίεργος ἡ ἑτέρα τῶν ἐναντιώσεων· εἰ γὰρ δυνατὸν μίαν ἐναντίωσιν πάντα γεννῆσαι, περιττὴ ἐξ ἀνάγκης ἡ ἑτέρα.

Ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας· ἡ γὰρ οὐσία ἕν τι γένος.

Ἕτερον ἐπιχείρημα, ὅπερ καὶ φθάσας ἤδη εἶπεν, ὅτι ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις, ἓν δὲ γένος καὶ ἡ οὐσία, καὶ ἐν τῇ οὐσίᾳ ἄρα μία ἂν εἴη ἐναντίωσις ἡ καθολικωτάτη. εἰ γὰρ καὶ πλείους εὑρεθήσονται αἱ ἐναντιώσεις, πᾶσαι ὑπὸ μίαν γενικωτάτην ἀναχθήσονται, ὥσπερ καὶ ἐπὶ ποιότητος τὸ μέλαν καὶ τὸ λευκὸν χρώματός ἐστι προσεχὴς ἐναντίωσις. ὥστε κἂν πλείους ἔσονται αἱ ἐναντιώσεις, καὶ αἱ ἀρχαὶ αἱ προσεχεῖς τῶν ὄντων εἴδει διοίσουσιν, οὐ γένει, καὶ τῷ πρότερον καὶ ὕστερον· πᾶσαι γὰρ ὑπὸ μίαν τὴν κοινοτάτην ἀναχθήσονται κοινὸν γένος οὖσαν τῶν μετʼ αὐτὴν πασῶν.

Ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυοῖν ἢ τριῶν.

Δύο μέν, ἤτοι ἵνα λάβωμεν ἓν τὸ ὑποκείμενον καὶ μίαν τὴν ἐναντίωσιν περιεκτικὴν τοῦ εἴδους καὶ τῆς στερήσεως, ἢ — ὅπερ κάλλιον — τὴν ὕλην καὶ τὸ εἶδος, διὰ τὸ τὴν στέρησιν μὴ κυρίως μηδὲ καθʼ αὑτὸ εἶναι ἀρχήν, ἀλλὰ κατὰ συμβεβηκός, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς δηλώσει. τῷ γὰρ ἐν ὑποκειμένῃ τῇ ὕλῃ ὑπάρχειν καὶ ἡ στέρησις ἐν τῇ γενέσει οὐδὲν συμβάλλεται τὸ καθʼ αὑτήν· οὐ γὰρ αὐτῆς, ἀλλὰ τῆς ἀπουσίας αὐτῆς δεῖται τὰ γινόμενα. τούτων δὲ πότερον, καθάπερ εἴπομεν, ἀπορίαν ἔχει πολλήν. ἄπορον, φησί, πότερον δύο δεῖ λέγειν τὰς ἀρχὰς ἢ τρεῖς· καὶ δῆλον ὅτι οὐ περὶ τῶν ἀρχῶν ἁπλῶς ἀπορεῖ πόσαι τε καὶ ποῖαί εἰσι — τοῦτο γὰρ ἤδη ἔδειξεν ὅτι τρεῖς, δύο μὲν τὰ ἐναντία ἓν δὲ τὸ ὑποκείμενον —, ἀλλὰ πότερον ταύτας τὰς εὑρεθείσας ἀρχὰς τρεῖς δεῖ καλεῖν συναριθμοῦντας καὶ τὴν στέρησιν, ἢ δύο τῆς στερήσεως μὴ κυρίως οὔσης ἀρχῆς διὰ τὰ εἰρημένα. τὸ δὲ καθάπερ εἴπομεν, προσεχῶς δηλονότι· εἶπε γὰρ ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυοῖν ἢ τριῶν.

Ὧδε οὖν λέγομεν περὶ πάσης γενέσεως ἐπελθόντες.

Ἐπεὶ βούλεται δεῖξαι πότερον δύο δεῖ λέγειν εἶναι τὰς ἀρχὰς τὰς στοιχειώδεις ἢ τρεῖς, δεῖ, φησί, πρότερον εἰπεῖν πῶς γίνονται τὰ γινόμενα· ἐφόδιον γὰρ τοῦτο πρὸς τὴν προκειμένην εὑρήσομεν ζήτησιν. ἔστι γὰρ κατὰ φύσιν τὰ κοινὰ πρῶτον εἰπόντας οὕτως τὰ περὶ ἕκαστον οἰκεῖα ἰδίως θεωρεῖν· ἀεὶ γὰρ τῆς γνώσεως τῶν μερικωτέρων προηγεῖται ἡ τῶν καθόλου γνῶσις. οὕτω βουλόμενος τὰς διαφορὰς τῶν συλλογισμῶν διδάξαι, πρότερον ἐδίδαξε τί ποτε ὅλως ἐστὶ συλλογισμός· ὁ γὰρ τί ἐστι συλλογισμὸς ἀγνοῶν οὐδέποτε εἴσεται τί ποτέ ἐστιν ἀποδεικτικός. ἐξ ἀρχῆς δὲ τοῦτο προτίθεται ποιῆσαι, ἐκ τῶν κοινοτέρων ἄρξασθαι τῆς διδασκαλίας. ἔχεις οὖν καὶ ἐντεῦθεν τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι ἐστὶ περὶ τῶν κοινῶς παρακολουθούντων πᾶσι τοῖς γινομένοις καὶ φθειρομένοις. πάσης δὲ γενέσεώς φησιν οὐ μόνον τῆς κατʼ οὐσίαν, ἀλλὰ καὶ τῆς κατὰ συμβεβηκός. καὶ δῆλον ὅτι καὶ ἐντεῦθεν σαφές ἐστιν, ὅπως ἔλεγεν ἐν ἀρχῇ ἐκ τῶν καθόλου δεῖν ἄρξασθαι ὡς σαφεστέρων καὶ τῇ αἰσθήσει γνωριμωτέρων, «καθόλου» λέγων οὐ τὰ κοινὰ γένη καὶ ἐξῃρημένα τῶν μερικῶν, ἀλλὰ τὰ μερικὰ μὲν πλείοσι δʼ ἐφαρμόττοντα· οὕτως γὰρ καὶ ἐνταῦθά φησι δεῖν ἁπλῶς περὶ γενέσεως εἰπεῖν διὰ τὸ κατὰ φύσιν εἶναι τὸ ἐκ τῶν κοινοτέρων ἄρχεσθαι. καὶ ἐπέρχεται τῷ λόγῳ τὰς κατὰ μέρος γενέσεις· οὐδὲ γὰρ ἔστι τις ἁπλῶς γένεσις, ἐπεὶ μηδὲν ἔστι τι κοινὸν γένος τοῦ ὄντος, ἀλλʼ ὥσπερ τὸ ὂν ὁμώνυμός ἐστι φωνή, οὕτω δὴ καὶ ἡ γένεσις. ἀπορήσειε δʼ ἄν τις, εἰ περὶ τῶν παρακολουθούντων πᾶσιν ἁπλῶς τοῖς φυσικοῖς ἐνταῦθα διαλέγεται καὶ ζητεῖ νῦν πόσαι τούτων αἱ ἀρχαὶ πότερον δύο ἢ τρεῖς, πῶς πρὸς εὕρεσιν τούτου ζητεῖ πῶς γίνονται τὰ γινόμενα πάντα, ἵνα ἐκ τούτων καὶ τὸν τῶν ἀρχῶν ἀριθμὸν εὕρῃ· οὐδὲ γὰρ μόνα τὰ γινόμενα φυσικά, ἀλλʼ ἔστι τινὰ τῶν φυσικῶν καὶ ἀγένητα, λέγω δὴ τὰ οὐράνια. φημὶ οὖν ὡς ἐπὶ σαφεστέρων τῶν γινομένων καὶ φθειρομένων ποιεῖται τὸν λόγον, ἐκ τούτων δὲ μετάγει τὸν λόγον καὶ ἐπὶ τὰ μὴ γινόμενα. ἀμέλει γοῦν καὶ συμπεραινόμενος τὸν λόγον τοῦτον, ἐπὶ πάντων ἁπλῶς συμπεραίνεται λέγων· «φανερόν» γὰρ τοίνυν φησὶν «ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασιν, ὅτι γίνεται πάντα ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς». ὥστε εἰ καὶ εἰς θεωρίαν τῶν ἀρχῶν διὰ τὸ σαφὲς προεχειρίσατο τὰ γινόμενα καὶ φθειρόμενα, ἀλλʼ οὖν τὰς αὐτὰς ἀρχὰς δείκνυσιν εἶναι καὶ ἐπὶ τῶν ἀιδίων· ὥσπερ γὰρ τῶν γενητῶν εἰσιν τῆς γενέσεως ἀρχαί, οὕτως τῶν ἀιδίων τοῦ εἶναι.

Φαμὲν δὴ γίνεσθαι ἐξ ἄλλου ἄλλο καὶ ἕτερον ἐξ ἑτέρου ἢ τὰ ἁπλᾶ λέγοντες ἢ τὰ συγκείμενα.

Ὅταν, φησίν, ἔκ τινος λέγωμεν γίνεσθαι, ἢ ἐξ ἁπλοῦ φαμεν ἢ ἐκ συνθέτου· καὶ πάλιν τὸ γινόμενον ἢ ἁπλοῦν λέγομεν γίνεσθαι ἢ σύνθετον. οἷον ὅταν εἴπω ὅτι ὁ ἄνθρωπος μουσικὸς γέγονεν, ἢ ὅτι τὸ ἄμουσον μουσικὸν γέγονεν, ἐξ ἁπλοῦ λέγω τοῦ ἀνθρώπου ἢ τοῦ μουσικοῦ ἁπλοῦν τι γενέσθαι τὸ μουσικόν. ὅταν δʼ εἴπω ὅτι ἐξ ἀνθρώπου ἀμούσου ἄνθρωπος γέγονε μουσικός, ἐκ συνθέτου λέγω σύνθετον γεγονέναι· σύνθετον γὰρ καὶ ὁ ἄμουσος ἄνθρωπος, συγκείμενος ἐκ τοῦ ἀμούσου καὶ τοῦ ἀνθρώπου, καὶ τὸ γενόμενον ὁ μουσικὸς ἄνθρωπος. ἔστι δὲ καὶ τὸ μὲν ἁπλοῦν λαβεῖν, τὸ δὲ σύνθετον, ὡς ὅταν εἴπω «ἐξ ἀμούσου ἀνθρώπου γέγονε μουσικός», ἢ ὅταν «ἐξ ἀμούσου μουσικὸς ἄνθρωπος γέγονεν»· ἔλαβον γὰρ ποτὲ μὲν τὸ ἐξ οὗ γίνεται σύνθετον, ποτὲ δὲ τὸ γινόμενον, θάτερον δʼ ἁπλοῦν. ἁπλοῦν μὲν οὖν λέγω τὸ γινόμενον ἄνθρωπον καὶ τὸν μὴ μουσικόν. γινόμενον νῦν λέγει τὸ ὑποκείμενον, ἐφεξῆς δὲ «γινόμενον» λέγει τὸ εἰς ὃ γίνεται ἡ μεταβολή· ὃ δὲ γίνεται τὸ εἶδος, ὡς δηλοῖ καὶ τὰ παραδείγματα. ὃ δέ φησι τοῦτό ἐστιν· ἁπλῆν λέγω γένεσιν, ὅταν καὶ τὸ γινόμενον ἁπλοῦν ᾖ καὶ ὃ γίνεται, σύνθετον δέ, ὅταν ἀμφότερα σύνθετα ᾖ. τούτων δὲ τὸ μὲν οὐ μόνον λέγεται τόδε γίνεσθαι, ἀλλὰ καὶ ἐκ τούτου. εἰπὼν πῶς γίνεται τὰ γινόμενα, ὅτι ἢ ὡς ἁπλᾶ ἐξ ἁπλῶν ἢ ὡς σύνθετα ἐκ συνθέτων, βούλεται νῦν τὰ ἁπλᾶ ταῦτα ἐξ ὧν γίνεται τὰ γινόμενα, ἤτοι τὰ γινόμενα, ὡς αὐτὸς εἶπεν, εἰπεῖν τίνα διαφορὰν ἔχουσι πρὸς ἄλληλα, λέγω δὴ ὁ ἄνθρωπος καὶ τὸ ἄμουσον· μήποτε γὰρ ὀνόματα μόνον ἐστὶ δύο ἓν καὶ ταὐτὸν πρᾶγμα σημαίνοντα. καὶ ἐντεῦθεν ἡ διάκρισις γίνεται τῆς ὕλης καὶ τῆς στερήσεως· διακρίνει οὖν ταῦτα πρῶτον ἀπὸ τῆς κοινῆς χρήσεως, ὅτι ἐπὶ μὲν τῆς στερήσεως οὐ μόνον λέγομεν τὸ τόδε — ὅτι ὁ ἄμουσος γίνεται μουσικός —, ἀλλὰ καὶ ἐκ τοῦδε — ὅτι ἐξ ἀμούσου γέγονε μουσικός —, ἐπὶ δὲ τῆς ὕλης ἀνὰ μέρος ἢ τὸ τόδε ἢ τὸ ἐκ τοῦδε.

Τῶν δὲ γινομένων ὡς τὰ ἁπλᾶ λέγομεν γίνεσθαι, τὸ μὲν ὑπομένον γίνεται.

Διακρίνας ἀπὸ τῆς κοινῆς χρήσεως τὴν ὕλην καὶ τὴν στέρησιν, διακρίνει νῦν αὐτὰ καὶ ἀπʼ αὐτῆς αὐτῶν τῆς φύσεως, ἥπερ ἐστὶ πραγματικὴ διάκρισις, ὅτι ἡ μὲν ὕλη ἐν τῇ γενέσει ὑπομένει καὶ οὐκ ἐξίσταται τῷ εἴδει, ἡ δὲ στέρησις οὐχ ὑπομένει ἀλλʼ ὑπεξίσταται τοῦ εἴδους ἐπιγινομένου. τὸ δὲ ὡς τὰ ἁπλᾶ λέγομεν γίνεσθαι προσέθηκεν, ἐπειδὴ ἡ σύνθετος γένεσις οὐδὲν συμβάλλεται αὐτῷ πρὸς τὸ διακρῖναι τὴν ὕλην τῆς στερήσεως· ὅταν γὰρ συνέλωμεν τὴν ὕλην καὶ τὴν στέρησιν, λέγοντες τὸν ἄμουσον ἄνθρωπον, πῶς ἂν διακρίνοιμεν ἐπὶ τούτου τὴν ὕλην τῆς στερήσεως; ἑνὶ γὰρ ὀνόματι τὸ γινόμενον προσαγορεύομεν τῷ «ἄμουσος ἄνθρωπος», ὥσπερ καὶ τὸ ὃ γίνεται τῷ «μουσικὸς ἄνθρωπος». πρόδηλον δὲ ὅτι οὐδὲν ἐνταῦθα τὸ συμπεπλεγμένον ἐν τῇ γενέσει ὑπομένει· οὐχ ὑπομένει γὰρ ὁ μουσικὸς ἄνθρωπος, ὡς καὶ αὐτός φησι.

Διωρισμένων δὲ τούτων, ἐξ ἁπάντων τῶν γινομένων τοῦτο ἔστι λαβεῖν, ἄν τις ἐπιβλέψῃ, ὥσπερ λέγομεν, ὅτι δεῖ τι ἀεὶ ὑποκεῖσθαι τὸ γινόμενον.

Δείξας πῶς γίνονται τὰ γινόμενα καὶ διακρίνας τῆς στερήσεως τὴν ὕλην, δείκνυσι λοιπόν, ὅπερ ἐξ ἀρχῆς προέθετο, πότερον δεῖ τρία λέγειν εἶναι τὰ στοιχεῖα ἢ δύο, καί φησιν ὅτι διωρισμένου τοῦ περὶ τῶν γινομένων λόγου ἔστιν ἐκ πάντων τούτων τῶν γινομένων τοῦτο συλλογίσασθαι, εἴ τις εἰς πάντα τὰ γινόμενα ἐπεκτείνει τὴν ἑαυτοῦ διάνοιαν, ὅτι ἀνάγκη εἶναί τι ὃ μέλλει τὴν γένεσιν ἀναδέξασθαι· τοῦτο δʼ ἡ ὕλη. τοῦτο δέ, φησίν, ἀριθμῷ μέν ἐστιν ἕν, τῷ δὲ λόγῳ οὐχ ἓν ἀλλὰ δύο· ἄλλο γάρ ἐστι τὸ ἀνθρώπῳ εἶναι καὶ ἄλλο ἀμούσῳ. ὅθεν ἐν τῇ γενέσει ὁ μὲν ἄνθρωπος ὑπομένει, τὸ δʼ ἄμουσον οὐχ ὑπομένει. ὥστε, εἰ ἀνάγκη ἐπὶ πάσης γενέσεως ὑποκεῖσθαί τι τὸ γινόμενον, ἔστι δέ τι καὶ ὃ γίνεται — τοῦτο δʼ ἐστὶ τὸ εἶδος —, τὸ δὲ ὑποκείμενον ἀριθμῷ μὲν ἕν ἐστι τῷ δὲ λόγῳ δύο, ἄλλως μὲν δύο ἔσονται τὰ στοιχεῖα ἄλλως δὲ τρία, ἀριθμῷ μὲν δύο τῷ δὲ λόγῳ τρία. καὶ εἰ τὸ ἓν ἐξ αὐτῶν, τουτέστιν ἡ στέρησις, μὴ ὑπομένει, κυρίως δὲ στοιχεῖα ταῦτά ἐστιν ἃ μέρος γίνεται τοῦ πράγματος, δῆλον δήπου ὅτι τὰ κυρίως καὶ καθʼ αὑτὸ στοιχεῖα δύο ἂν εἶεν· τὸ γὰρ ἕτερον οὐ καθʼ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς στοιχεῖον.

Τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν.

Ἐπειδὴ τὴν ὕλην καὶ τὴν στέρησιν ἀριθμῷ ἓν εἶπεν, εἴδει δʼ οὐχ ἕν, ἵνα μή τις ὑπονοήσῃ τὴν ὕλην καὶ τὴν στέρησιν εἴδει ταὐτὸν λέγειν, διὰ τοῦτό φησιν ὅτι εἴδει λέγω ἀντὶ τοῦ ὁριστικῷ λόγῳ. ὅτι δὲ οὐχ ἓν τῷ λόγῳ ἡ ὕλη καὶ ἡ στέρησις, πάλιν ἀναλαβὼν τὰς εἰρημένας διακρίσεις ἐκτίθεται.

Τὸ δʼ ἔκ τινος γίνεσθαί τι καὶ μὴ τόδε γίνεσθαι μᾶλλον μὲν λέγεται ἐπὶ τῶν μὴ ὑπομενόντων.

Ὅτι εἰ καὶ ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τῆς στερήσεως λέγεται καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε, ἀλλὰ μᾶλλον μὲν τὸ τόδε ἐπὶ τῆς ὕλης, τὸ δʼ ἐκ τοῦδε ἐπὶ τῆς στερήσεως· καὶ ἐπὶ μὲν τῆς ὕλης ἀνὰ μέρος θάτερον, ἐπὶ δὲ τῆς στερήσεως ἀμφότερα ἐπὶ τοῦ αὐτοῦ καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε. οὐ δεῖ δὲ νομίζειν ὅτι, ὅταν λέγῃ ὅτι ἀμφότερα λέγεται ἐπὶ τῆς στερήσεως, ὅτι ἐπὶ πάσης στερήσεως λέγει ἀμφότερα λέγεσθαι, ἀλλʼ ὅτι ἐπί τινος στερήσεως ἀμφότερα λέγεται· ἐπὶ γὰρ τῆς στερήσεως τῶν κατʼ οὐσίαν εἰδῶν ἐδείξαμεν ὅτι οὐ λέγεται τὸ τόδε, ἀλλὰ μόνον τὸ ἐκ τοῦδε.

Πολλαχῶς δὲ λεγομένου τοῦ γίνεσθαι, καὶ τῶν μὲν οὐ γίνεσθαι ἀλλὰ τόδε τι γίνεσθαι, ἁπλῶς δὲ γίνεσθαι τῶν οὐσιῶν μόνων.

Ἐπειδὴ ἔδειξεν ὅτι οὐ μόνον ἐναντιώσεως χρεία ἐν ταῖς ἀρχαῖς τῶν φυσικῶν πραγμάτων, διὰ τὸ μὴ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖν καὶ πάσχειν μόνως δὲ τὸ ἐναντίον εἰς τὸ ἐναντίον, ἀλλὰ δεῖ καὶ ὑποκειμένου εἰς ὃ δράσουσιν ἀνὰ μέρος τὰ ἐναντία, τὰ δὲ παραδείγματα τοῦ δεῖν πάντως εἶναι τὸ ὑποκείμενον οὐκ ἐπὶ τῶν κατʼ οὐσίαν μεταβαλλόντων ἐλάμβανεν, ἀλλʼ ἐπὶ τῶν κατὰ ἀλλοίωσιν μεταβαλλόντων — ἐξ ἀμούσου γὰρ ἀνθρώπου γίνεσθαι τὸν μουσικὸν ἄνθρωπον ὑποκειμένου τοῦ ἀνθρώπου καὶ τῷ ἀμούσῳ καὶ τῷ μουσικῷ, καὶ τὸν χαλκὸν δʼ ἀνδριάντα γίνεσθαι —, ἐπεὶ οὖν αὗται αἱ μεταβολαὶ οὐ κατʼ οὐσίαν εἰσὶν ἀλλὰ κατὰ ποιότητα, βούλεται νῦν δεῖξαι ὅτι καὶ ἐπὶ τῶν κατʼ οὐσίαν μεταβαλλόντων ἀνάγκη τι εἶναι ὑποκείμενον, περὶ ὃ δρῶντα εἰς ἄλληλα τὰ ἐναντία ποιεῖ τῶν οὐσιῶν τὴν γένεσιν καὶ τὴν φθοράν. ὅτι μὲν γὰρ τὰ κατὰ τὰς ἄλλας κατηγορίας μεταβάλλοντα περί τι μένον ὑποκείμενον μεταβάλλει, προφανές· εὐθὺς γοῦν τὰ κατὰ ποσὸν μεταβάλλοντα, οἷον τὰ αὐξόμενα, ὄντα τινὰ πρότερον οὕτως αὔξεται· ἄνθρωπος γάρ ἐστιν ὁ αὐξόμενος ἢ φυτὸν ἢ ἕτερόν τι, καὶ τὸ μειούμενον ὁμοίως. ὁμοίως δὲ καὶ τὰ κατὰ ποιὸν μεταβάλλοντα· τὸ γὰρ λευκαινόμενον ἢ θερμαινόμενον σῶμά τί ἐστι. πάλιν τὸ κατὰ τόπον μεταβάλλον ὁμοίως· ἔστι γάρ τι πρότερον τὸ ἄνω ἢ κάτω γινόμενον. ὁμοίως καὶ τὸ γινόμενον πατὴρ ἢ δεξιὸν ἢ ἀριστερὸν εἶναί τι δεῖ πρότερον ἢ ἄνθρωπον ἢ ζῷον ἢ σῶμα. ὅτι μὲν οὖν τὰ μεταβάλλοντα κατὰ τὰς κατηγορίας ταύτας ὑποκεῖσθαι δεῖ πρὸ τῆς μεταβολῆς, πρόδηλον· ἐπὶ δὲ τῶν κατʼ οὐσίαν μεταβαλλόντων δοκεῖ τοῦτο μὴ εὐσύνοπτον εἶναι, διότι ἡ οὐσία κατʼ οὐδενὸς ὑποκειμένου λέγεται, ὥσπερ αἱ ἄλλαι κατηγορίαι. ἔστι δὲ καὶ ἐπὶ ταύτης οὐδὲν ἧττον τὸ τῇ μεταβολῇ ὑποκείμενον· τὰ γὰρ φυτὰ καὶ ζῷα ἐναργῶς ἐκ τῶν σπερμάτων ἔχει τὴν γένεσιν, καὶ τὰ μέταλλα δὲ χυτὰ ὄντα ἐναργῶς ὑποκείμενον ἔχει τὸ ὑγρόν. κοινῶς δὲ πάντων τῶν φυσικῶν ὑποκείμενον τὰ τέσσαρα στοιχεῖα, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ, περὶ ἃ κιρνάμενα τοίως ἢ τοίως τὰ φυσικὰ εἴδη ἐγγίνεται· καὶ αὐτῶν δὲ τῶν στοιχείων καὶ ἁπλῶς πάντων ὑποκείμενον τὸ τριχῇ διαστατόν, τουτέστι τὸ ἄποιον σῶμα, περὶ ὃ ἀμετάβλητον μένον ὡς σῶμα αἱ μεταβολαὶ γίνονται, ποιουσῶν καὶ πασχουσῶν περὶ αὐτὸ τῶν οὐσιωδῶν ποιοτήτων. ὅτι δʼ ὡς σῶμα ἀμετάβλητόν ἐστι τὸ δεύτερον ὑποκείμενον, δέδεικται ἡμῖν ἐν τοῖς Συμμίκτοις θεωρήμασι.

Διαιρεῖ δʼ ὁ Ἀριστοτέλης πάντα τὰ γινόμενα εἰς πέντε, ἵνα δείξῃ ὅτι ἐπὶ πάντων τῶν τρόπων τῆς γενέσεως ἔστι πάντως ὑποκείμενόν τι. τὰ οὖν γινόμενα, φησί, τὰ μὲν μετασχηματίσει γίνεται, τὰ δὲ προσθέσει, τὰ δὲ ἀφαιρέσει, τὰ δὲ συνθέσει, τὰ δὲ ἀλλοιώσει. μετασχηματίσει μὲν οὖν φησὶ γίνεσθαι ἤτοι τὰ κατὰ ἀλλοίωσιν μεταβάλλοντα — τουτέστι τὰ κατὰ ποιότητα —, ἢ τὰ κατὰ τὸ τέταρτον εἶδος τῆς ποιότητος μεταβάλλοντα τὸ σχῆμα καὶ τὴν μορφήν, ὡς ὁ ἀνδριάς· οὐδὲν γὰρ ἕτερον ἐξαλλάττεται ἐν τῷ χαλκῷ πλὴν τοῦ σχήματος καὶ τῆς θέσεως τῶν μορίων. κατὰ πρόσθεσιν δὲ γινόμενά φησι τὰ κατὰ ποσὸν μεταβάλλοντα· τὸ γὰρ αὐξόμενον προσθέσει αὔξεται — τῇ τροφῇ γάρ —, προσθέσει δὲ οὐ τοῦ ὁμοουσίου — οὐ γὰρ κατὰ πρόσθεσιν σαρκὸς ἡ σὰρξ αὔξεται —, ἀλλʼ, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται, περιχεομένης τῆς ὑγρότητος τῆς ἐκ τῆς τροφῆς τοῖς μορίοις οὕτως ἡ μεταβολὴ εἰς τὰ μόρια γίνεται, διὸ καὶ τὰ αὐξανόμενα πλείονι τροφῇ χρῆται. ἀφαιρέσει δὲ γίνεται ἤ, ὥσπερ αὐτός φησιν, ὁ Ἑρμῆς ἐκ τοῦ λίθου — τινῶν γὰρ ἀποξεσθέντων τοῦ λίθου μορίων, οὕτως γίνεται —, ἢ καὶ ἐπὶ τῶν φύσει, ὡς ἐπὶ τῶν φθινόντων καὶ μειουμένων διὰ τὴν ἐκδιαφόρησιν. συνθέσει δὲ γίνεται ἐπὶ τῶν τεχνητῶν, ὥσπερ ἡ οἰκία καὶ ἡ κλίνη· ἥ τε γὰρ οἰκία κατὰ μόνην τὴν τῶν λίθων καὶ ξύλων σύνθεσιν ἀπετελέσθη, καὶ ἡ κλίνη κατὰ τὴν σύνθεσιν τῶν μορίων· οὐδὲν γὰρ ἕτερον ἐπὶ τούτων ὁ τεχνίτης ἢ τὰς ὕλας εὐεργοὺς ποιήσας συνέθηκεν. ἔστι δὲ καὶ ἐπὶ φυσικῶν τὰ κατὰ σύνθεσιν γινόμενα· συντίθησι γὰρ ἡ φύσις καὶ τὰ στοιχεῖα εἰς γένεσιν τῶν ὁμοιομερῶν, καὶ τὰ ὁμοιομερῆ εἰς γένεσιν τῶν ὀργανικῶν, καὶ ταῦτα εἰς τὴν τοῦ ὅλου ζῴου γένεσιν, εἰ καὶ ἐπακολουθεῖ ἔξωθεν τῇ τοιᾷδε συνθέσει τὸ τοιόνδε εἶδος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν. συντίθεσθαι δὲ λέγεται τὰ ὅμοια, οὐ τὰ ἀνόμοια. οὐκ ἂν οὖν εἴποις συγκεῖσθαι ἐν τῷ σώματι τὴν ἐπιφάνειαν· οὐ γὰρ σύγκειται τὸ σῶμα ἐκ σώματος καὶ ἐπιφανείας, οὐδʼ ἡ ἐπιφάνεια ἐξ ἐπιφανείας καὶ γραμμῶν, ἀλλὰ γραμμὴ γραμμῇ λέγεται συντίθεσθαι, καὶ ἐπιφάνεια ἐπιφανείᾳ, καὶ σῶμα σώματι. οὕτως οὖν οὐκ ἂν κυρίως εἴποις συντίθεσθαι τὴν ὕλην καὶ τὸ εἶδος, ἀλλὰ γίνεσθαι ἐν τῇ ὕλῃ τὸ εἶδος· ταύτῃ οὖν καὶ ἁπλᾶ λέγομεν τὰ στοιχεῖα, ἐπειδὴ οὐ σύνθεσις ὁμοίων ὁρᾶται ἐν αὐτοῖς, ἀλλὰ σύνοδος ἀνομοίων εἴδους καὶ ὕλης. κατʼ ἀλλοίωσιν δὲ γίνεσθαί φησι τὰ κατʼ οὐσίαν μεταβάλλοντα, διότι ὅλον τὸ ὑποκείμενον ἀλλοιοῦται καὶ μεταβάλλει, καὶ οὐδὲν αὐτοῦ μένει εἰδοπεποιημένον· τοῦ γὰρ σπέρματος καὶ τοῦ καταμηνίου οὐδὲν εἶδος ὑπομένει ἐν τῇ γενέσει τοῦ ζῴου, ἀλλʼ ὅλον τρέπεται καὶ μεταβάλλει.

Κατὰ πέντε οὖν τρόπους γινομένης τῆς γενέσεως, ἐν πᾶσι τούτοις εὑρίσκεται τὸ ὑποκείμενον, περὶ ὃ ἡ μεταβολὴ γίνεται σῳζόμενον· ἐπὶ μὲν τῶν μετασχηματιζομένων ὁ χαλκὸς καὶ τὰ ὅμοια, ἐπὶ δὲ τῶν αὐξομένων τὸ ζῷον τὸ φυτόν, ἐπὶ δὲ τῶν κατὰ ἀφαίρεσιν ὁ λίθος, ἐπὶ δὲ τῶν κατὰ σύνθεσιν, ὡς ἐπὶ οἰκίας, οἱ λίθοι καὶ τὰ ξύλα, ἐπὶ δὲ τῶν μεταβαλλόντων καὶ τρεπομένων κατὰ τὴν οὐσίαν αὐτὸ τὸ σῶμα καὶ τὸ τριχῇ διαστατόν. ὥστε ἐκ τῶν εἰρημένων δῆλον ἂν εἴη ὅτι ἐν παντὶ γινομένῳ, ὥσπερ ἐναντίωσις ἔστι καθʼ ἣν γίνεται τὰ γινόμενα, οὕτως ἔστι τι πάντως καὶ ὑποκείμενον περὶ ὃ ποιοῦντα καὶ πάσχοντα τὰ ἐναντία τὴν γένεσιν καὶ τὴν φθορὰν ποιεῖ. τοὺς πέντε δὲ τρόπους τούτους τῆς γενέσεως δυνατὸν καὶ ἐπὶ τῶν κατʼ οὐσίαν μεταβαλλόντων θεωρῆσαι· ἡ γὰρ φύσις οὐ μόνον συντίθησιν ἀλλήλοις τὰ στοιχεῖα, ἀλλὰ καὶ ἀλλοιοῖ καὶ τρέπει, καὶ οὕτως ἐξ αὐτῶν ποιεῖ τὸ σπέρμα, καὶ ἐκ τούτου πάλιν ἀλλοιωθέντος τὸ σαρκίον, εἶτα ἐκεῖ αὔξει καὶ τέλος σχηματίζει. εἴποις δʼ ἂν καὶ ἀφαίρεσιν ἐν τούτοις κατεργάζεσθαι τὴν φύσιν· ἀφαιρεῖται γὰρ πᾶν εἴ τι ἔστιν ἐν τῷ σπέρματι καὶ τῷ καταμηνίῳ περιττωματικὸν καὶ μὴ συμβαλλόμενον εἰς τὴν τοῦ ζῴου γένεσιν. ἐκ πάντων οὖν τῶν εἰρημένων δῆλον, φησίν, ὅτι πᾶν τὸ γινόμενον σύνθετόν ἐστιν ἐξ ὑποκειμένου καὶ εἴδους. τὸ δʼ ὑποκείμενον διττόν ἐστι· τὸ μὲν τῷ εἴδει ἀντικείμενον, ὃ καὶ ὑπεξίσταται τῷ εἴδει — τοῦτο δέ ἐστιν ἡ στέρησις —, τὸ δὲ ὃ ὑπομένει τὸ εἶδος καὶ δέχεται ἐπιόν — τοῦτο δʼ ἐστὶν ἡ ὕλη. καὶ ἔστι μὲν τὸ γινόμενον ἡ ὕλη, ὃ δὲ γίνεται τὸ εἶδος.

Πολλαχῶς δὲ λεγομένου τοῦ γίνεσθαι καὶ τῶν μὲν οὐ γίνεσθαι ἀλλὰ τόδε τι γίνεσθαι, ἁπλῶς δὲ γίνεσθαι τῶν οὐσιῶν μόνον. εἴρηται πολλάκις ὅτι ἁπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν καλεῖ, τινὰ δὲ τὴν τῶν συμβεβηκότων, διότι ἐπὶ μὲν τῶν κατʼ οὐσίαν γινομένων ἁπλῶς φαμεν ὅτι γέγονεν ἄνθρωπος, ἐπὶ δὲ τῆς κατὰ συμβεβηκὸς γενέσεως οὐχ ἁπλῶς γεγονέναι φαμέν, ἀλλὰ τὶ γεγονέναι· λευκὸς γὰρ γέγονεν ἢ μουσικὸς ἄνθρωπος. ὅτι μὲν οὖν ἐπὶ τῆς τινὸς γενέσεως πάντως ἔστι τι τὸ ὑποκείμενον, προφανές· ζητητέον δὲ εἰ καὶ ἐπὶ τῆς κατʼ οὐσίαν γενέσεως τοῦτο ἔστι. καὶ πρός τι ἕτερον. τὰ πρός τι ἐν τῷ εἶναί τε καὶ λέγεσθαι ἑτέρων τὸ εἶναι ἔχει· διὰ τοῦτο οὖν τὰ πρός τι θέλων εἰπεῖν, οὕτως εἶπε πρός τι ἕτερον. διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατʼ ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δʼ ἄλλα πάντα κατὰ τῆς οὐσίας. ὅτι πρόδηλον τὸ ἐπὶ τῆς τῶν συμβεβηκότων γενέσεως εἶναί τι ὑποκείμενον, πιστοῦται ἐκ τοῦ μηδὲ εἶναι ὅλως αὐτὰ δύνασθαι δίχα ὑποκειμένου τινός, τοῦτο δʼ ἡ οὐσία· ἐπειδὴ δὲ ἡ οὐσία κατʼ οὐδενὸς λέγεται ὑποκειμένου, δόξειεν ἂν ἡ τῆς οὐσίας γένεσις μὴ ἐξ ὑποκειμένου εἶναι.

Ὅτι δὲ καὶ ἡ οὐσία καὶ ὅσα ἄλλα ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίνεται.

Εἰπὼν ἡ οὐσία ἐπὶ τὸ κοινότερον ἀνῆλθεν, ὅτι καὶ ἁπλῶς πάντα τὰ γινόμενα· κοινῶς γὰρ δείξει ἐπὶ πάντων τῶν γινομένων, ὅτι πάντως χρεία ὑποκειμένου τινός. διαιρεῖ δέ, ὡς ἔφθην εἰπών, πάντα τὰ γινόμενα εἰς πέντε τρόπους, ἐφʼ ὧν πάντων τὸ δεῖσθαι ὑποκειμένου δείκνυσιν· ἐπήλθομεν δὲ πᾶσι κατὰ μέρος.

Ὅτι τὸ γινόμενον ἅπαν ἀεὶ σύνθετόν ἐστι.

Σύνθετον ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους, ὧν τὸ μέν ἐστι γινόμενον τὸ εἶδος, τὸ δὲ ὃ γίνεται ἡ ὕλη· γίνεσθαι γὰρ ἡ ὕλη λέγεται ὅπερ τὸ εἶδος τῷ δέχεσθαι αὐτό. ἀνωτέρω δὲ εἰπὼν «τὸ γινόμενον» εἶναι τὸ ὑποκείμενον, ἐνταῦθα τὸ γινόμενον τὸ εἶδός φησιν· ἔστι γάρ τι, φησί, τὸ γινόμενον, τουτέστι τὸ εἶδος, ἔστι δὲ ὃ τοῦτο γίνεται, τουτέστιν ἡ ὕλη· αὐτὴ γὰρ γίνεται ὅπερ τὸ εἶδος. καὶ τοῦτο διττόν, ἢ τὸ ὑποκείμενον ἢ τὸ ἀντικείμενον. καὶ αὐτό, φησί, τὸ ὑποκείμενον σύνθετόν ἐστι τῷ λόγῳ· τὸ μὲν γὰρ αὐτῷ τῷ εἴδει ἀντίκειται — τοῦτο δʼ ἐστὶν ἡ στέρησις —, τὸ δʼ ὑπόκειται καὶ ὑπομένει αὐτὸ ἐπιόν, καὶ σὺν αὐτῷ τὸ σύνθετον ἀποτελεῖ.

Φανερὸν οὖν ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι μὴ κατὰ συμβεβηκός, ἀλλʼ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν.

Δῆλον, φησίν, ὅτι, εἴπερ ἀρχαί εἰσι τῶν φύσει ὄντων ταῦτα ἐξ ὧν πρώτων ἐνυπαρχόντων ἕκαστον γίνεται καὶ συμπληροῖ ἑκάστου τὸ εἶναι, ὅτι ταῦτά ἐστιν ἐξ ὧν σύγκειται ἕκαστον ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους· ταῦτα γάρ ἐστι τὰ πρώτως συντιθέντα τῶν φυσικῶν ἕκαστον. εἰ οὖν ἀρχαὶ τὰ πρώτως συντιθέντα, συντίθησι δὲ τὸ εἶδος καὶ τὸ ὑποκείμενον, αὗται δήπου ἂν εἶεν ἀρχαὶ πάντων τῶν φυσικῶν. ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι. καλῶς τὸ εἰσὶν ἢ γεγόνασι· τὸ μὲν γὰρ εἰσὶν ἐπὶ τῶν οὐρανίων καὶ τῶν ὁλοτήτων τῶν στοιχείων, τὸ δὲ γεγόνασιν ἐπὶ τῶν κατὰ μέρος πάντων τῶν γινομένων καὶ φθειρομένων. μὴ κατὰ συμβεβηκός, ἀλλʼ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν· συγκεῖσθαι γὰρ λέγοιτʼ ἂν ὁ ἀνδριὰς καὶ ἐκ τοῦ ἐρυθροῦ χαλκοῦ, ἀλλὰ κατὰ συμβεβηκὸς ἐκ τοῦ ἐρυθροῦ. καὶ ὥσπερ ἐπὶ τῆς ὕλης ἐστὶ τὸ κατὰ συμβεβηκός, οὕτως καὶ ἐπὶ τοῦ εἴδους· λέγεται γὰρ τοῦ τριπήχεος ἀνδριάντος κατὰ συμβεβηκὸς αἴτιον εἶναι τὸ τρίπηχυ· ἀνδριάντα γὰρ καθʼ αὑτὸ ποιεῖ, τρίπηχυ δὲ κατὰ συμβεβηκός. σύγκειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· διαλύσεις γὰρ τὸν λόγον εἰς τοὺς λόγους ἐκείνων. ὅτι σύνθετός ἐστιν ὁ μουσικὸς ἄνθρωπος, πιστοῦται ἐκ τῆς ἀναλύσεως· ἐξ ὧν γὰρ ἕκαστον σύγκειται, εἰς ταῦτα καὶ διαλύεται. τὸν γὰρ λόγον τοῦ μουσικοῦ ἀνθρώπου ἀναλύσεις εἰς τοὺς λόγους ἐξ ὧν συνέστηκε, τοῦ ἀνθρώπου φημὶ καὶ τοῦ μουσικοῦ· ὁ γὰρ ὁρισμὸς τοῦ μουσικοῦ ἀνθρώπου ἀναλύεται εἰς τὸν τοῦ ἀνθρώπου καὶ τὸν τοῦ μουσικοῦ. γράφεται δὲ καὶ εἰς τοὺς ὅρους· ἀναλύεται γὰρ ὁ μουσικὸς ἄνθρωπος εἰς τὸν ἄνθρωπον καὶ εἰς τὸν μουσικόν. τὸ δὲ τρόπον τινὰ προσέθηκεν οὐ μάτην, ἀλλὰ διότι τὰ συντιθέμενα ἢ σώματά ἐστιν ἢ γοῦν αὐθυπόστατα πράγματα, τὸ δὲ μουσικὸν οὔτε σῶμα οὔτʼ αὐθυπόστατον, ἀλλʼ ἐν ὑποκειμένῳ.

Ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο.

Δείξας ὅτι ἑτέρα ἐστὶ τῆς ὕλης ἡ στέρησις διχόθεν ἔκ τε τῆς τῶν ὀνομάτων προφορᾶς καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως, νῦν προτίθεται δεῖξαι πῶς ἔχουσι πρὸς τὸ ἀρχαὶ εἶναι, πότερον ὁμοίως εἰσὶν ἀρχαὶ ἥ τε ὕλη καὶ ἡ στέρησις ἢ οὔ, καὶ πῶς ἑκατέρα. ἵνα οὖν τοῦτο εὕρῃ, ζητεῖ πρότερον πῶς ἔχουσι πρὸς τὸ εἶναι· ὡς γὰρ ἂν ἔχωσι πρὸς τὸ εἶναι, οὕτως ἕξουσι δηλονότι καὶ πρὸς τὸ ἀρχαὶ εἶναι. ἔστιν οὖν κυρίως ὂν τὸ τόδε τι καὶ ἀριθμητόν — ὁ δὲ λόγος μοι δῆλος ἐπὶ τῶν φυσικῶν —, ἀριθμητὸν δὲ καὶ τόδε τι κυρίως τὸ σύνθετον· δεικτικὸν γὰρ τοῦτο. πόθεν οὖν ἐφήκει τῷ συνθέτῳ τὸ τόδε τι εἶναι; φησὶν ὅτι ἀπὸ τῆς ὕλης μᾶλλον ἢ ἀπὸ τοῦ εἴδους, διότι τὸ μὲν εἶδος μετὰ τὸ χωρισθῆναι τῆς ὕλης εὐθὺς ἔφθαρται ἡ δʼ ὕλη μένει, καὶ τὸ μὲν ἄνευ ὕλης οὐκ ἂν ὑποσταίη ἡ δʼ ὕλη, εἰ καὶ μὴ ἔστι ποτὲ ἄνευ εἴδους, ἀλλʼ οὖν ὅσον ἐπὶ τῷ ἰδίῳ λόγῳ ὑπάρχοι ἂν καὶ δίχα εἴδους. ὥστε τῷ συνθέτῳ τὸ αὐθυπόστατον ἐφήκοι ἂν ἐκ τῆς ὕλης μᾶλλον ἢ ἐκ τοῦ εἴδους, τοῦτο δέ φαμεν τὸ τόδε τι καὶ ἀριθμητόν, τὸ δὲ τόδε τι καὶ ἀριθμητὸν τοῦτο εἶναι τὸ ὄν· ἡ ὕλη ἄρα ὂν καὶ κυρίως ὄν, ἡ δὲ στέρησις οὐκ ἀριθμητὴ οὐδὲ τόδε τι — ἀόριστος γάρ —, ὥστε οὐδὲ κυρίως ὄν, ἀλλὰ καθʼ αὑτὸ μὲν οὐκ ὄν, εἴ γε τὸ ὂν τόδε τι, κατὰ συμβεβηκὸς δὲ ὄν, διότι ἐν τῷ ὄντι, τοῦτο δʼ ἐστὶ τῇ ὕλῃ. ὥστε εἰ καθʼ αὑτὸ μὲν ὂν ἡ ὕλη καὶ κυρίως ὄν, ἡ δὲ στέρησις καθʼ αὑτὸ μὲν μὴ ὂν κατὰ συμβεβηκὸς δὲ ὄν, ὡς δʼ ἂν ἔχωσι ταῦτα πρὸς τὸ ὄν, οὕτως ἔχουσι καὶ πρὸς τὸ ἀρχαὶ εἶναι, δῆλον ὅτι ἡ μὲν ὕλη κυρίως ἂν εἴη καὶ καθʼ αὑτὸ ἀρχή, ἡ δὲ στέρησις κατὰ συμβεβηκός. καὶ καθόλου δὲ τῶν ὄντων τὰ μέν ἐστι μόνως μὴ ὄντα, τὰ δὲ μόνως ὄντα, τὰ δὲ πῇ μὲν ὄντα πῇ δὲ μὴ ὄντα· μόνως μὲν οὖν μὴ ὄντα τὰ μηδαμῇ μηδαμῶς ὄντα, μόνως δὲ ὄντα τὰ εἴδη, διότι οὐ πεφύκασι ταῖς στερήσεσι συμπλέκεσθαι — οὐ συμπλέκονται γὰρ τὰ ἀντικείμενα —, πῇ δὲ ὄντα πῇ δὲ μὴ ὄντα ἡ ὕλη καὶ ἡ στέρησις, ἀλλʼ ἡ μὲν ὕλη καθʼ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν, διότι ἔστιν ἐν αὐτῇ τὸ μὴ ὄν, τοῦτο δʼ ἐστὶν ἡ στέρησις — ᾧ καὶ δῆλον πῶς μόνως ὂν τὸ εἶδος —, ἡ δὲ στέρησις καθʼ αὑτὸ μὲν μὴ ὄν, κατὰ συμβεβηκὸς δʼ ὄν. ὡς ἂν οὖν ἔχωσι πρὸς τὸ ὄν, οὕτως σχήσουσι δήπου καὶ πρὸς τὸ ἀρχαὶ εἶναι· οὐκοῦν ἡ μὲν ὕλη καθʼ αὑτὸ ὂν οὖσα καθʼ αὑτὸ ἂν εἴη καὶ ἀρχὴ καὶ κυρίως ἀρχή, ἡ δὲ στέρησις, ἐπειδὴ κατὰ συμβεβηκὸς ὄν ἐστι, κατὰ συμβεβηκὸς ἂν εἴη ἀρχή· οὐδὲν γὰρ συνεισφέρει τι ἡ στέρησις εἰς τὸ εἶναι καὶ τὴν ὕπαρξιν τοῦ πράγματος, ἀλλὰ μόνον τῇ ἀπουσίᾳ ἑαυτῆς εἰς τὴν τοῦ πράγματος συμβάλλεται γένεσιν.

Ταῦτα εἰπὼν συγκεφαλαιοῦται τὰ εἰρημένα, ὅτι δῆλον ἐκ πάντων τῶν εἰρημένων πόσαι τε ἀρχαὶ καὶ τίνες, ὅτι κατά τινα μὲν τρόπον τρεῖς, κατά τινα δὲ τρόπον δύο· κυρίως μὲν γὰρ αἱ ἀρχαὶ δύο ἡ ὕλη καὶ τὸ εἶδος — αὗται γάρ εἰσιν αἱ συμπληρωτικαὶ τῶν πραγμάτων καὶ εἰς τὸ εἶναι αὐτῶν συμβαλλόμεναι —, εἴποις δʼ ἂν κατά τινα τρόπον τρεῖς τὰς ἀρχάς, διότι συμβάλλεταί πως εἰς τὴν γένεσιν τοῦ πράγματος καὶ ἡ στέρησις· δεῖ γὰρ τὸ ληψόμενον εἶδός τι πρότερον ἐστερῆσθαι τούτου, εἶτα τὴν στέρησιν ἀποβάλλον οὕτω τὸ εἶδος δέχεσθαι. πῶς μὲν οὖν τρεῖς καὶ πῶς δύο ἀρχαὶ δῆλον, τῷ αὐτῷ δὲ τρόπῳ εἴποις ἂν πῇ μὲν ἐναντίας εἶναι τὰς ἀρχάς, πῇ δʼ οὐκ ἐναντίας· διότι μὲν γὰρ οὐ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, οὕτως ἂν εὔλογον τὸ ἐναντίας λέγειν τὰς ἀρχάς, ἀλλʼ ἐπεὶ αὐτὰ καθʼ ἑαυτὰ τὰ ἐναντία οὐ πέφυκε ποιεῖν καὶ πάσχειν ὑπʼ ἀλλήλων, δόξειεν ἂν μὴ δεῖν μὲν ἐναντίας εἶναι τὰς ἀρχάς, ἀλλʼ ἀρκεῖν θάτερον τῶν ἐναντίων τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ γεννᾶν τὰ πράγματα. ἐπελύσατο δὲ τὴν δοκοῦσαν ἐναντίωσιν εἰπὼν ὅτι καὶ τῶν ἐναντίων δεῖ καὶ τοῦ ὑποκειμένου, ἀλλὰ θατέρου μὲν τῶν ἐναντίων μετὰ τοῦ ὑποκειμένου, ὡς συμπληροῦντος τὴν οὐσίαν τοῦ πράγματος, θατέρου δέ, λέγω δὴ τῆς στερήσεως, κατὰ συμβεβηκός. ταῦτα εἰπών, ἐφεξῆς τὸν τρόπον καθʼ ὃν ἐπιβάλλειν δυνατὸν τῇ γνώσει τῆς ὕλης ὑποτίθεται. ἰστέον δʼ ὅτι πρὸ αὐτοῦ ὁ Πλάτων δύο τρόπους φησὶν εἶναι, καθʼ οὓς δυνατὸν εἰς τὴν τῆς ὕλης γνῶσιν ἐλθεῖν· ἕνα μὲν τὸν ἐξ ἀφαιρέσεως, λεγόντων ἡμῶν ὅτι ὕλη ἐστὶν ὃ μήτε ἵππος ἐστὶ μήτε ἄνθρωπος καὶ καθόλου μήτε σῶμα μηδέν, ἀλλʼ ἕτερόν τι παρὰ ταῦτα, ὃ πᾶσι τούτοις ὑπόκειται. τούτῳ τῷ τρόπῳ φησὶ καὶ τὸ πρῶτον γινώσκεσθαι αἴτιον· οὐδὲ γὰρ ἐπʼ αὐτοῦ ἔστι τι καταφῆσαι, ἀλλʼ ἐξ ἀφαιρέσεως τῇ γνώσει αὐτοῦ ἐπιβάλλομεν, λέγοντες ὃ μήτε σῶμά ἐστι μήτε ψυχὴ μήτε νοῦς μήτε ἄλλο τι, ἀλλʼ ἕτερόν τι παρὰ ταῦτα πάντων ὑπεραναβεβηκός. διὸ καὶ ἀνωμοιῶσθαί φησι τῷ πρώτῳ τὴν ὕλην καὶ ὡμοιῶσθαι, ὡμοιῶσθαι μὲν διότι ἀμφότερα ἐξ ἀφαιρέσεως πάντων τῶν ὄντων νοοῦνται, ἀνωμοιῶσθαι δὲ διότι ἐπὶ μὲν τῆς ὕλης λέγοντες μηδὲν εἶναι αὐτὴν τῶν ὄντων φαμέν τι, ἀλλʼ ἕτερόν τι χεῖρον πάντων τούτων ὃ καὶ ὑποκείμενον πᾶσι, τὸ δὲ πρῶτον μηδὲν ὂν τῶν ὄντων κρεῖττόν ἐστι πάντων καὶ πάντων ὑπεραναβεβηκός. ἀνόμοιος οὖν ἡ ὁμοιότης· τοῦ μὲν γὰρ ἐπὶ τὸ κρεῖττον ἡ ἀφαίρεσις τοῦ δʼ ἐπὶ τὸ χεῖρον, ἡ ὁμοιότης μὲν κατὰ τὸ ἀνείδεον, ἀνομοίως δʼ ὅτι τὸ μὲν ὑπὲρ τὸ εἶδος, ἡ δὲ χείρων ἢ κατὰ τὸ εἶδος. εἷς μὲν οὖν τρόπος τῆς γνώσεως τῆς ὕλης οὗτος, δεύτερος δʼ ὁ κατὰ ἀναλογίαν, ᾧ καὶ Ἀριστοτέλης νῦν ἐχρήσατο, ὅτι ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς πάντα τὰ χαλκᾶ σκεύη καὶ τὰ ξύλα πρὸς πάντα τὰ ξύλινα σκεύη, τὸν αὐτὸν λόγον ἔχει καὶ ἡ ὕλη πρὸς πάντα τὰ ὄντα· ὅνπερ γὰρ τρόπον τυφλῷ εἰ βουληθείημεν ὑπογράψαι τίς ἡ τοῦ ξύλου φύσις, ἤγομεν ἂν αὐτὸν εἰς τὴν τοῦ ξύλου ἔννοιαν φάσκοντες ὅτι ἐκεῖνό ἐστι ξύλον, ὃ οὔτε κλίνη ἐστὶν οὔτε θύρα οὔτε ἀβάκιον οὔτε ἕτερόν τι τῶν ξυλίνων σκευῶν, ἀλλʼ ὃ πᾶσι τούτοις ὑποβέβληται καὶ αὐτὸ μηδὲν ἔχον ἐν τῇ οὐσίᾳ τῶν τοιούτων εἶδός τι πέφυκε πάντα δέχεσθαι, τὸν αὐτὸν τρόπον ἀναχθησόμεθα καὶ εἰς τὴν τῆς ὕλης ἔννοιαν λέγοντες μηδεμίαν εἶναι αὐτὴν τῶν φυσικῶν εἰδῶν, ὃ πᾶσι δὲ τούτοις ὑποβέβληται καὶ ὑπέστρωται, τοῦτο εἶναι τὴν ὕλην. ὅθεν ὁ Πλάτων καὶ «νόθῳ λογισμῷ» ληπτὴν αὐτὴν εἶπε, διότι ἐπιβαλεῖν μὲν τῇ οὐσίᾳ αὐτῆς καὶ γνῶναι τί ποτέ ἐστιν ἀδύνατον, ἐκ τῆς τῶν ἄλλων δʼ ἀφαιρέσεως καὶ ἐξ ἀναλογίας ἔννοιαν αὐτῆς ἴσχομεν· τῷ αὐτῷ δὲ πάλιν τρόπῳ καὶ εἰς ἔννοιαν τοῦ πρώτου ἔρχεσθαι, ἐφʼ οὗ εἰκόνα μίαν καὶ μόνην φασὶν εἶναι τὸν ἥλιον. τῶν μὲν γὰρ ἄλλων δυνάμεων, ἅτε μερικωτέρας ἐχόντων τὰς ἐνεργείας, καὶ εἰκόνας ἐποίησαν πρὸς ἀναλογίαν τῆς ἑκάστου ἐνεργείας, ἐπὶ μέντοι τοῦ πρώτου καὶ πάντων αἰτιωτάτου μίαν καὶ μόνην εἰκόνα εὑρήκασι φυσικὴν τὸν ἥλιον· ὃν τρόπον γὰρ ὁ ἥλιος πάντων ὑπερέχει τῶν ἐγκοσμίων, τὸν αὐτὸν τρόπον πάντων τῶν ὄντων ἀσυγκρίτῳ ὑπεροχῇ ὑπερέχει τὸ πρῶτον, καὶ ὡς ὁ ἥλιος πάντα φωτίζει, οὕτω κἀκεῖνο πάντα ἀγαθύνει μιᾷ ἐπιβολῇ ἑκάστου πρὸς τὰ ἑαυτοῦ μέτρα μεταλαμβάνοντος τῆς ἀγαθουργοῦ αὐτοῦ ἐνεργείας, ὥσπερ καὶ τοῦ ἡλιακοῦ φωτὸς τὰ δεκτικὰ κατὰ δύναμιν μεταλαμβάνει ἐκείνου μιᾷ ἐνεργείᾳ πάντα φωτίζοντος.

Ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο. ἐπειδὴ προσεχῶς εἶπεν ὅτι «γίνεται πάντα ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς», καὶ ἀνήγαγεν ὑπὸ τὰς δύο ταύτας ἀρχὰς πάντα τὰ γινόμενα, τοῦτο, φησί, τὸ ὑποκείμενον οὐχ ἁπλῶς ἕν ἐστιν, ἀλλʼ ἀριθμῷ μὲν ἕν, τῷ δὲ λόγῳ δύο· ἔχει γὰρ ἐν αὑτῷ τὴν στέρησιν, ἥτις ἑτέρα ἐστὶ κατὰ τὸν λόγον τῆς ὕλης· ἄλλον γὰρ ὁρισμὸν ἀποδώσεις τῆς ὕλης καὶ ἄλλον τῆς στερήσεως, οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἀμούσου. πότερον οὖν ὁμοίως ἑκάτερον τῶν συμπληρούντων τὸ ἓν τοῦτο ὑποκείμενον ἀρχή ἐστι τοῦ συνθέτου ἢ οὐχ ὁμοίως, διὰ τῶν ἑξῆς δείκνυσιν.

Ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γινόμενον.

Ἐπειδὴ εἶπεν ὅτι τὸ ὑποκείμενον τῷ μὲν ἀριθμῷ ἕν ἐστι, τῷ δὲ εἴδει δύο, βούλεται τοῦτο αὐτὸ δεῖξαι καὶ ἐξ αὐτοῦ συναγαγεῖν ὅπως ἑκάτερον ἔχει πρὸς τὸ ἀρχὴ εἶναι. φησὶν οὖν ὅτι ἡ ὕλη ἀριθμητή ἐστι· τόδε γάρ τι. καὶ γὰρ τῆς μουσικῆς ὕλη ὁ ἄνθρωπος, ὅσπερ τόδε τί ἐστι καὶ ἀριθμητός, καὶ τῆς κλίνης τὸ ξύλον, τὴν μέντοι ἀμουσίαν ἢ τὴν ἀσχημοσύνην οὐκ ἔστιν εἰπεῖν τόδε τι, διότι μηδʼ ὅρον ἔχει μηδὲ ὑφίσταται· τὸ μὲν γὰρ τόδε τι ὄν τί ἐστιν, ὃ δὲ μὴ ἔστι τόδε τι, οὐκ ἂν εἴη κυρίως ὄν. ἡ μὲν οὖν διάκρισις αὐτῶν αὕτη, ἔχεις δʼ ἐντεῦθεν καὶ ὅπως ἑκάτερον ἀρχή· ἡ μὲν γὰρ ὕλη τόδε τι οὖσα καὶ συμπληροῦσα τὸ σύνθετον καθʼ αὑτὸ ἂν εἴη ἀρχή, ἡ δὲ στέρησις οὐ καθʼ αὑτὸ μέν — οὐ γὰρ ὁρᾶται ἐν τῷ συνθέτῳ, οὐδʼ ἔστι τόδε τι τοῦ συνθέτου ὥσπερ ἡ ὕλη —, διότι δὲ τῇ καθʼ αὑτὸ ἀρχῇ συμβέβηκε, λέγω δὴ τῇ ὕλῃ, κατὰ συμβεβηκὸς ἂν εἴη ἀρχή. εἰπὼν δὲ ὁ ἄνθρωπος καὶ ὁ χρυσός, ἀνῆλθεν ἐπὶ τὸ καθόλου προσθεὶς καὶ ὅλως ἡ ὕλη. τὸ δὲ εἰπεῖν τόδε γάρ τι μᾶλλον ἢ «μᾶλλον τόδε τι τοῦ εἴδους ἡ ὕλη» φησίν, ἢ, ὡς ἤδη εἴπομεν, ἡ σύγκρισις πρὸς τὴν στέρησιν, ὅτι μᾶλλον τῆς στερήσεως ἡ ὕλη τόδε τι. τοῦτο δέ φημι διὰ τὴν πρώτην· ἐκείνη γὰρ οὐκ οὖσα καθʼ αὑτὴν ἀριθμητή, ὅμως μᾶλλόν ἐστιν ἀριθμητὴ τῆς στερήσεως· διότι γὰρ τῷ συνθέτῳ, ὅπερ ἐστὶ κυρίως τόδε τι, μᾶλλον ἡ ὕλη συνεργεῖ ὑπομένουσα καὶ θεωρουμένη πως ἐν αὐτῷ, τῆς στερήσεως τῇ παρουσίᾳ τοῦ εἴδους ἀφανιζομένης, μᾶλλον ἡ ὕλη τῆς στερήσεως ἀριθμητή. ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβέβηκεν. οὐχ ὡς ἕτερόν τι σημαίνων παρὰ τὴν στέρησιν ἐπήγαγε τὸ καὶ ἡ ἐναντίωσις, ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ ἄμφω «ἡ στέρησις ἥτις ἐστὶ καὶ ἐναντίωσις».

Ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσική.

Συνεχὲς τοῦτο τῷ ἀνωτέρω «ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο», εἶτα ἐφεξῆς ἓν δὲ τὸ εἶδος, τὰ δὲ μέσα κατασκευαστικά ἐστι τοῦ προτέρου. φησὶν οὖν ὅτι οὐχ ὥσπερ τὸ ὑποκείμενον δύο ἐστὶ τῷ λόγῳ, οὕτως καὶ τὸ εἶδος, ἀλλὰ τοῦτο καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ ἕν ἐστιν. ἀλλʼ εἰ ἓν τὸ εἶδος, δῆλον ὅτι καὶ ἀριθμητὸν καὶ τόδε τι, καὶ κατὰ ἄλλο μὲν μᾶλλον τόδε τι τῆς ὕλης τὸ εἶδος — κατὰ αὐτὸ γὰρ ἕκαστον λέγεται τόδε τι, οἷον ἄνθρωπος ἵππος —, κατὰ ἄλλο δὲ μᾶλλον ἡ ὕλη τοῦ εἴδους, εἴ γε πᾶν τὸ τόδε τι αὐθυπόστατόν ἐστι καὶ οὐκ ἐν ἄλλῳ ὑφεστηκός, τὸ δὲ αὐθυπόστατον τὸ σύνθετον ἐκ τῆς ὕλης μᾶλλον ἢ ἐκ τοῦ εἴδους, εἴπερ τὸ μὲν εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται, τὴν δʼ ὕλην ἄνευ εἴδους ἐπινοῆσαι δυνατόν, ὥσπερ τὸν χαλκὸν ἄνευ τῶν τεχνητῶν εἰδῶν. καὶ ὅσον γε ἐπὶ τῷ ἰδίῳ λόγῳ ἡ ὕλη ὑπέστη καθʼ αὑτήν· τοῦ γὰρ εἴδους οὐκ εἰς τὸ εἶναι δεῖται, ἀλλʼ εἰς τὸ κοσμηθῆναι.

Διὸ ἔστι μὲν λεκτέον ὡς δύο εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς.

Δύο μέν, ἤτοι τὴν ὕλην καὶ τὸ εἶδος, ὡς εἴρηται, ἢ τὰ ἐναντία. καὶ εἰ τὰ ἐναντία, δόξειεν ἂν σύμφωνον εἶναι τὸ ἐπαγόμενον καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, ἔστι δὲ ὡς οὔ· διότι μὲν γὰρ ἡ γένεσις καὶ ἡ φθορὰ τῷ ποιεῖν καὶ πάσχειν γίνεται, δόξει τὰ ἐναντία ἀρχαὶ εἶναι — τὰ γὰρ ἐναντία τὰ ποιοῦντα καὶ πάσχοντα —, ὥστε δύο ἀρχαὶ τὰ ἐναντία. δόξει δὲ πάλιν μὴ εἶναι τὰ ἐναντία ἀρχαί, διότι αὐταὶ καθʼ ἑαυτὰς αἱ ἐναντιότητες οὐ πεφύκασι ποιεῖν εἰς ἀλλήλας. ἀλλὰ καὶ ταύτην, φησί, τὴν ἀπορίαν ἐλύσαμεν ὑποθέντες τρίτην τινὰ φύσιν τοῖς ἐναντίοις, περὶ ἣν τὰ πάθη καὶ αἱ γενέσεις καὶ αἱ φθοραὶ μὴ οὖσαν αὐτὴν ἐναντίαν· ὥστε δῆλον ἐκ τούτων ὅτι κατά τι μὲν τρεῖς ἀρχαὶ τὰ ἐναντία καὶ τὸ ὑποκείμενον, κατά τι δὲ δύο τὸ εἶδος καὶ ἡ ὕλη, ὅπερ εἶδος τῇ ἀπουσίᾳ καὶ τῇ παρουσίᾳ ποιήσει τὴν γένεσιν καὶ τὴν φθοράν.

Ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά.

Οὐ τοῦτό φησιν ὅτι τὰ ἐναντία μόνον ἀρχαί, ἀλλʼ ὅτι κατὰ τὸν ἀριθμὸν πλείους τῶν ἐναντίων οὐκ ἔσονται αἱ ἀρχαὶ κατά τινα τρόπον, τουτέστι κατὰ τὸ ποσόν. πλείους ἀντὶ τοῦ πλείω δύο κατά τινα τρόπον οὐκ εἰσί. καὶ ὅτι τοῦτό φησι, δῆλον ἐξ ὧν ἐπήγαγεν ἀλλὰ δύο μόνον ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτε παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς· εἰ γὰρ καὶ δύο ἀρχαὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἀλλʼ οὖν, ἐπειδὴ τὸ εἶναι τῇ ὕλῃ οὐ ταὐτόν — κατὰ ἄλλο γὰρ ἔχει τὸ ὕλη εἶναι, καὶ κατὰ ἄλλο τὸ ἐστερῆσθαι τοῦ εἴδους — … καὶ πείθει τοῖς παραδείγμασιν· ἄλλο γάρ ἐστι, φησί, τὸ ἀνθρώπῳ εἶναι καὶ ἄλλο τὸ ἀμούσῳ. διὸ καὶ μετὰ τὸ δέξασθαι τὴν μουσικὴν ἄνθρωπος μὲν ἔτι ἐστίν, ἄμουσος δʼ οὐκέτι· ὑπεξίσταται γὰρ τῷ εἴδει ἡ στέρησις.

Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, εἴρηται.

Οὐκ εἶπε φυσικῶν μόνον, ἵνα μὴ καὶ τὰ οὐράνια περιλάβῃ, ἀλλὰ τῶν περὶ γένεσιν φυσικῶν· ἐν γὰρ τοῖς οὐρανίοις οὐκ ἔστιν ἐν ἀρχῆς λόγῳ ἡ στέρησις, ἀλλὰ μόνον τὸ εἶδος καὶ τὸ ὑποκείμενον. τὸ μὲν οὖν περὶ γένεσιν διὰ τοῦτο εἶπε, τῶν φυσικῶν δὲ διὰ τὰ προαιρετά· οὐ θεωρεῖται γὰρ ἐπʼ αὐτῶν οὔτε ὕλη οὔτε εἶδος, εἰ μὴ κατὰ ἀναλογίαν, οἷον τοῦ συλλογισμοῦ ὕλη μὲν αἱ προτάσεις εἶδος δὲ τὸ συμπέρασμα. καὶ τὰ ἐναντία δύο εἶναι. εἰκότως· τὸ γὰρ ἐναντίον τινὶ ἐναντίον, οὐδὲν δʼ ἐστὶν αὐτὸ ἑαυτῷ ἐναντίον. τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· τὸ γὰρ εἶδος ἀποπληροῦν τὴν χώραν τῆς στερήσεως ἀπὸν μὲν ποιήσει τὴν φθοράν, παρὸν δὲ τὴν γένεσιν. ἱκανὸν ἄρα καὶ τὸ ἕτερον τῶν ἐναντίων μετὰ τῆς ὕλης εἰς τὸν τῆς ἀρχῆς λόγον παραλαμβανόμενον.

Ἡ δʼ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν.

Ἐντεῦθεν τίς ὁ τρόπος τῆς γνώσεως τῆς ὕλης ὑποτίθεται, ὅτι κατὰ ἀναλογίαν, εἴπομεν δʼ ὅτι ὁ Πλάτων καὶ τῷ ἐξ ἀφαιρέσεως τρόπῳ κέχρηται. οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τόδε τι καὶ τὸ ὄν. εἰπὼν πρὸς οὐσίαν καὶ τόδε τι, ἀνῆλθεν ἐπὶ τὸ καθολικώτερον εἰπὼν καὶ τὸ ὄν· ὑποκειμένη γὰρ ἡ ὕλη τῇ οὐσίᾳ, διʼ αὐτῆς δηλονότι καὶ τοῖς συμβεβηκόσιν ὑπόκειται. καὶ συλλογίσῃ αὐτὸ οὕτως· ἡ ὕλη τῇ οὐσίᾳ ὑπόκειται, ἡ οὐσία τοῖς συμβεβηκόσιν ὑπόκειται, καὶ ἡ ὕλη ἄρα τοῖς συμβεβηκόσιν ὑπόκειται.

Μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτως μία οὖσα οὐδὲ ἓν ὡς τὸ τόδε τι.

Ἀπαρίθμησιν πάλιν τῶν ἀρχῶν ποιεῖται. ἔστιν οὖν τέως ἡ ὕλη ἀρχὴ μία, ἀλλʼ εἰ καὶ λέγεται μία, οὐχ οὕτως ἔχει τὸ εἶναι ἕν τι καὶ ἀριθμητὴ ὥσπερ τὸ τόδε τι, τοῦτο δʼ ἐστὶ τὸ σύνθετον — τοῦτο γάρ ἐστι καὶ τὸ μερικὸν καὶ τὸ κυρίως ἀριθμητόν· εἰ γὰρ καὶ τῷ συνθέτῳ ὑπάρχειν ἐλέγομεν τὸ τόδε τι ἐκ τῆς ὕλης, ἀλλʼ οὖν μᾶλλον τόδε τι καὶ ἀριθμητὸν τὸ σύνθετον. καὶ θαυμαστόν γε οὐδέν, ἐπεὶ εἰ καὶ τὸ παθητικὰ εἶναι τὰ σώματα ἐκ τῆς ὕλης ἔχει — διὰ γὰρ τὴν τῆς ὕλης ἐπιτηδειότητα τοιαῦτά ἐστι τὰ σώματα —, ἀλλʼ οὖν αὐτὴ καθʼ αὑτὴν θεωρουμένη ἡ ὕλη πάντῃ ἐστὶν ἀπαθής. δυνατὸν δὲ καὶ τὸ οὐχ οὕτως μία οὖσα οὐδὲ ἓν ὡς τὸ τόδε τι ἐπὶ τοῦ εἴδους λαμβάνειν, ἵνα τόδε τι λέγῃ τὸ εἶδος — ἑκάστου γὰρ τὸ εἶναι κατὰ τὸ εἶδος —, ἵνα τὸ ἕν καὶ τὸ τόδε τι ἐπὶ τοῦ εἴδους μᾶλλον φέρῃ. τοῦτο δὲ διότι τὸ μὲν εἶδος ἕν ἐστιν ἀεὶ καὶ τὸ αὐτὸ οὐδεμίαν ἀλλοίωσιν ἐπιδεχόμενον, ἡ δʼ ὕλη ποικίλως ἀλλοιοῦται καὶ μεταβάλλεται κατὰ τὴν διάφορον ὑποδοχὴν τῶν εἰδῶν. τῷ οὖν τὸ μὲν εἶδος τὸ αὐτὸ μένειν, τὴν δʼ ὕλην ποικίλως ἀλλοιοῦσθαι, ταύτῃ μᾶλλον τῆς ὕλης ἓν τὸ εἶδος εἶπεν· ἀνωτέρω δʼ ἡμεῖς κατὰ ἄλλον τρόπον μᾶλλον εἶναι τόδε τι τὴν ὕλην τοῦ εἴδους, καθὸ οὐ δεῖται ἡ ὕλη ἑτέρου ὑποκειμένου πρὸς τὸ εἶναι, ὥσπερ τὸ εἶδος τῆς ὕλης, ἀλλʼ αὐτάρκης ἐστὶ καθʼ ἑαυτὴν ὑποστῆναι. εἴρηται δὲ καὶ ἐν τοῖς ἔμπροσθεν κατὰ τίνα μὲν τρόπον ἡ ὕλη μᾶλλον τόδε τι, κατὰ τίνα δὲ πάλιν τὸ εἶδος. μία δὲ ἡ ὁ λόγος. τὸ η καὶ τὸ ο ἀμφότερα ἄρθρα ἅμα ἐστί, λόγον δʼ, ὡς πολλάκις εἴρηται, τὸ εἶδός φησιν. εἰπὼν οὖν τὴν ἀρχὴν τὴν ὑλικήν, λέγει καὶ τὴν εἰδικήν, καί φησιν ὅτι ἐστὶ καὶ τὸ εἶδος μία ἀρχή. ἔταξε δὲ τὰ δύο ἄρθρα κατὰ τοῦ αὐτοῦ, καθότι ὁ λόγος ὡς μὲν ἀρχὴ θηλυκόν ἐστιν, ὡς δὲ λόγος ἀρσενικόν. διὰ τοῦτο οὖν τὰ δύο ἄρθρα κατὰ τοῦ αὐτοῦ ἔταξε τό τε θηλυκὸν καὶ τὸ ἀρσενικόν, τὸ μὲν θηλυκὸν πρὸς τὴν ἀρχὴν τὸ δὲ ἀρσενικὸν πρὸς τὸν λόγον, ὡς ἂν εἰ ἔλεγεν «ἡ δʼ ἑτέρα ἀρχὴ ὁ λόγος ἐστί, τουτέστι τὸ εἶδος».

Πρῶτον μὲν οὖν ἐλέχθη ὅτι ἀρχὴ τὰ ἐναντία.

Ἐντεῦθεν ἀνακεφαλαιοῦται πάντα τὰ εἰρημένα. καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας. ὅτι αἱ μὲν αὐτῶν εἰσι καθʼ αὑτὸ ἀρχαί, αἱ δὲ κατὰ συμβεβηκός· καὶ ἡ μὲν ὕλη καὶ ἡ στέρησις ἀριθμῷ μὲν ἓν λόγῳ δὲ δύο, τὸ δὲ εἶδος καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ ἕν· καὶ ἡ μὲν θηλείᾳ ἀναλογεῖ τὸ δὲ ἄρρενι, καὶ ὅσα ἄλλα περὶ αὐτῶν εἶπε.

Πότερον δʼ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον.

Τὴν περὶ τούτων θεωρίαν ἐν τῇ Μετὰ τὰ φυσικὰ ὑπερτίθεται, ἔνθα ζητεῖ εἴτε οὐσία ἐστὶ τὸ εἶδος εἴτε μή, καὶ ὅπως τὸ εἶδος ἀρχή, καὶ εἴτε πᾶν ἄφθαρτον εἴτε ἔστι τι καὶ φθαρτόν, καὶ εἰ μὴ ἅπαν εἶδος ἄφθαρτον, πῶς ἅπαν ἀρχή. καὶ ἵνα συντόμως εἴπωμεν τὰ ἐκεῖσε αὐτῷ περὶ τούτου εἰρημένα, φησὶν ὅτι ἑκάτερον ἔχει τι πλεονέκτημα κατὰ τοῦ λοιποῦ εἰς τὸ εἶναι μᾶλλον οὐσία· μᾶλλον μὲν γὰρ οὐσία τοῦ εἴδους ἡ ὕλη, διότι ἡ μὲν ὕλη αὐθυπόστατόν τι πρᾶγμά ἐστι, τὸ δʼ εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται, τῆς ὕλης μηδὲν δεομένης τοῦ εἴδους εἰς τὸ εἶναι· μᾶλλον δὲ πάλιν τὸ εἶδος οὐσία ἤπερ ἡ ὕλη, διότι ἡ μὲν κοσμεῖται καὶ τάττεται καὶ ὁρίζεται τῇ παρουσίᾳ τοῦ εἴδος, τὸ δʼ ὁρίζει καὶ κοσμεῖ, καὶ ὅτι ἕκαστον τῶν ὄντων οὐ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ τὸ εἶδος χαρακτηρίζεται. ὥστε κατά τι μὲν μᾶλλον οὐσία ἡ ὕλη ἤπερ τὸ εἶδος, κατά τι δὲ πάλιν μᾶλλον οὐσία τὸ εἶδος ἤπερ ἡ ὕλη.

Ἀλλʼ ὅτι αἱ ἀρχαὶ τρεῖς καὶ πῶς τρεῖς.

Τὸ πῶς τρεῖς ἀντὶ τοῦ ποῖαι τρεῖς, ὅτι ὕλη εἶδος στέρησις. καὶ τίς ὁ τρόπος αὐτῶν. εἴπομεν ὅτι αἱ μὲν καθʼ αὑτὸ ἀρχαὶ αἱ δὲ κατὰ συμβεβηκός, καὶ ὅτι ἡ μὲν ὕλη τὸ ὑποκείμενον τὸ δὲ εἶδος τὸ κοσμοῦν καὶ ὁρίζον αὐτήν, ὥσπερ τὸ τοῦ ἀνδριάντος εἶδος τὸν χαλκόν.

Ὅτι δὲ μοναχῶς οὕτως λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγομεν μετὰ ταῦτα.

Τεκμήριόν ἐστι τῶν καλῶς καὶ ἐπιστημονικῶς ἀποδεδομένων λόγων, ὅταν τοιοῦτοι ὦσιν οἱ ἀποδοθέντες περὶ τοῦ πράγματος λόγοι, ὡς καὶ τὴν αὐτοῦ τοῦ πράγματος φύσιν ἱκανῶς παραστῆσαι καὶ τὰς φερομένας πρὸς αὐτὸ ἀπορίας ἐπιλύσασθαι. τοιοῦτοί εἰσι καὶ οἱ ἀποδοθέντες λόγοι περὶ τῶν ἀρχῶν τῶν φυσικῶν πραγμάτων ὑπὸ Ἀριστοτέλους· τάς τε γὰρ ἀρχὰς τὰς κοινοτάτας τῶν φυσικῶν πραγμάτων ἱκανῶς ἡμῖν παρέστησε, καὶ τὰς φερομένας ἀπορίας πρὸς αὐτὰ διʼ αὐτῶν ἐπιλυσόμεθα, ὅπερ καὶ νῦν ὁ Ἀριστοτέλης ποιεῖ. φέρονται δὲ ἀπορίαι περὶ τῶν φυσικῶν πραγμάτων, ὧν ἤδη ἐμνήσθημεν ἐν τοῖς πρὸς Ἀναξαγόραν λόγοις, εἰσὶ δʼ αὗται αἱ τὴν γένεσιν ἀναιροῦσαι.

Ζητοῦντες γάρ, φησίν, οἱ πάλαι τὴν τῶν πραγμάτων ἀλήθειαν, ὑπὸ ἀπειρίας διαλεκτικῆς ἐξετράπησαν τῆς ἀληθείας καὶ ἐνόμισαν μηδʼ ὅλως εἶναι γένεσιν. εἰ γὰρ γίνοιτό τι, φασίν, ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος· ἀλλʼ οὔτε ἐξ ὄντος δυνατὸν γενέσθαι — πῶς γὰρ ἂν τὸ ὂν γένοιτο; ἔσται γὰρ πρὶν γενέσθαι —, οὔτε ἐκ μὴ ὄντος — ἀδύνατον γὰρ ἐκ μὴ προϋποκειμένου τινὸς γενέσθαι τι. καὶ κοινὴ δόξα ἐστὶν αὕτη πάντων τῶν φυσικῶν τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· δεῖ γὰρ τὸ γενησόμενόν τι πρὶν γενέσθαι δύναμίν τινα καὶ ἐπιτηδειότητα ἔχειν εἰς τὸ γενέσθαι· εἰ γὰρ πρὶν γένοιτό τι μὴ δύναιτο γενέσθαι, οὐδʼ ἂν γένοιτο. ἀνάγκη οὖν πρὶν γενέσθαι ἔχειν δύναμιν τοῦ γενέσθαι· τὸ δὲ δυνάμενον γενέσθαι ὄν τί ἐστι, καὶ αὐτὴ ἡ δύναμις· οὐδὲν ἄρα ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται. ἔοικεν οὖν μηδʼ ὅλως εἶναι ἡ γένεσις. διὰ τοῦτο οὖν τὴν γένεσιν ἀναιροῦντες, ἐκκρίσει καὶ συγκρίσει καὶ θέσει τοῖς τοιούτοις τὰ πράγματα ἐποίουν. ἐκ δὲ ταύτης, φησί, τῆς ἀρχῆς ὁρμώμενοι, καὶ τὸ πλῆθος ἀνῄρουν ἐκ τῶν ὄντων· «ἑνὸς γὰρ ἀτόπου δοθέντος», ὡς αὐτός φησι, μυρία ἕψεται. ἐξ οὗ γὰρ ἀνῄρουν τὴν γένεσιν τῷ μὴ δύνασθαι τὸ μὴ ὂν ὑποκεῖσθαι τοῖς γινομένοις ἐξ οὗ γίνονται — εἰ γὰρ ὑποκέοιτο αὐτοῖς τὸ μὴ ὄν, συμβήσεται τὸ μὴ ὂν εἶναι —, ἐκ τούτου καὶ τὸ πλῆθος ἀνῄρουν. εἰ γὰρ ἔστι πλῆθος, ἔστι καὶ ἑτερότης, εἰ δὲ τοῦτο, ἔστι καὶ τὸ μὴ ὄν· οὐκ ἔστι γὰρ Σωκράτης ὅπερ Πλάτων. ὥστε ἐστὶ Σωκράτης μὴ ὄν· οὐ γάρ ἐστι Πλάτων. ἔστι δὲ καὶ ὄν· Σωκράτης γάρ ἐστι. τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ μὴ ὂν ἔσται, ὅπερ ἀδύνατον. εἰ δὲ τοῦτο ἀδύνατον, καὶ πλῆθος εἶναι ἐν τοῖς οὖσιν ἀδύνατον. ἓν ἄρα τὸ ὂν καὶ ἀκίνητον. ἐκεῖνοι μὲν οὖν ἐκ τούτων ἀνῄρουν τὴν γένεσιν διʼ ἀπειρίαν τῆς διαλεκτικῆς μεθόδου· καλῶς μὲν γὰρ περὶ γενέσεως ζητοῦντες ἐκ διαιρέσεως προήγαγον τὸν λόγον καὶ διαιρέσεως τῆς κατʼ ἀντίφασιν, λέγοντες ὅτι εἰ γίνεταί τι ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος — ἀντίφασις γὰρ τὸ ὂν καὶ τὸ μὴ ὄν —, κακῶς δʼ ὅτι ἀτελῶς ἐχρήσαντο τῇ διαιρέσει· οὐδὲ γὰρ τὸ ὂν ἑνός τινος πράγματός ἐστι σημαντικόν, ὁμοίως δὲ οὐδὲ τὸ μὴ ὄν. ἔδει οὖν καὶ τούτων ἐπιδιαίρεσιν ποιήσασθαι, καὶ οὕτως πάντα τὰ μόρια τῆς διαιρέσεως ἐπισκοπῆσαι, εἰ ἐνδέχεται κατά τι αὐτῶν γενέσθαι τὴν γένεσιν· ὁμώνυμος γὰρ φωνὴ καὶ τὸ ὄν, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν. ἁπλῶς μὲν γὰρ ὂν οὐδέν ἐστιν· οὐδὲ γὰρ ἔστι κοινή τις φύσις τοῦ ὄντος, ἀλλʼ ἔστιν ὁμώνυμος φωνὴ κατὰ πλειόνων γενῶν κατηγορουμένη· ἢ γὰρ οὐσία ἐστὶ τὸ ὂν ἢ ποσὸν ἢ ποιὸν ἤ τι τῶν ἄλλων. ὁμοίως οὐδὲ τὸ μὴ ὂν ἕν τι καὶ ἁπλοῦν σημαίνει, ἀλλʼ ἤτοι τὸ ἁπλῶς μὴ ὄν, ὅπερ μηδὲν τῶν ὄντων ἐστίν, ἢ τὸ τὶ μὴ ὄν· ἡ γὰρ οὐσία τὶ μὴ ὄν· οὐδὲ γάρ ἐστιν ὅπερ τὸ ποσὸν ἢ τὸ ποιόν. ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον καὶ ὄν ἐστι καὶ μὴ ὂν κατὰ ἄλλο καὶ ἄλλο, ἄλλο μὲν ὄν τι ἄλλο δὲ μὴ ὄν.

Ἐκεῖνοι μὲν οὖν διὰ τὴν ἀπειρίαν τῆς διαιρετικῆς μεθόδου εἰς ταύτην τὴν ἀτοπίαν ἐξέκλιναν, ὥστε τὰ ἐναργῆ οὕτως ἀνελεῖν βιαζόμενοι ὑπὸ τοῦ λόγου, τήν τε γένεσίν φημι καὶ τὸ πλῆθος. ἐπιλύεται δὲ ὁ Ἀριστοτέλης τὰς ἀπορίας ἐκ τῶν ἀποδεδομένων λόγων περὶ τῶν ἀρχῶν· εἴρηται γὰρ ὅτι τῶν ἀρχῶν αἱ μέν εἰσι καθʼ αὑτὸ ἀρχαὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἡ δὲ κατὰ συμβεβηκὸς ἡ στέρησις. καὶ ἐκ τοῦ καθʼ αὑτὸ οὖν καὶ ἐκ τοῦ κατὰ συμβεβηκὸς ἐπιλύεται τὴν ἀπορίαν, καὶ ἐκ τοῦ δυνάμει καὶ ἐκ τοῦ ἐνεργείᾳ. εἰ μὲν γὰρ ἁπλῶς ἐγίνετό τι, δῆλον ὅτι καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἐγίνετο ἄν· νῦν δὲ τὸ γινόμενον τὶ ἐστίν — οὐδὲν γὰρ ἁπλῶς γίνεται· εἰ δὲ τὸ γινόμενον τὶ ἐστίν, δῆλον ὅτι καὶ ἐκ τινὸς μὴ ὄντος γίνεται· ὡς γὰρ τὸ ἁπλῶς ὂν ἐξ ἁπλῶς μὴ ὄντος γίνεται, οὕτω καὶ τὸ τὶ ὂν ἐκ τινὸς μὴ ὄντος γίνεται. τὸ μὲν οὖν ἁπλῶς ὂν ἀδύνατον γενέσθαι· γένοιτο γὰρ ἂν ἐκ τοῦ πάντῃ μὴ ὄντος, καὶ ἐνταῦθα ὑγιὴς ὁ παρʼ αὐτῶν λεγόμενος λόγος. ἐπειδὴ δὲ τὸ γινόμενον οὐχ ἁπλῶς γίνεται ἀλλὰ τὶ, καὶ τὸ ἐξ οὗ γίνεται τὶ μὴ ὂν ἔσται· τὸ δὲ τὶ μὴ ὂν καὶ τὶ ὄν ἐστι, τοῦτο δὲ σύνθετόν ἐστιν ἐξ ὕλης καὶ εἴδους· πᾶν γὰρ τὸ ἐνεργείᾳ ὂν τοιοῦτον. ὅταν οὖν λέγωμεν ὅτι γίνεται τὸ γινόμενον ἐξ ὄντος, οἷον τὸ πῦρ ἐξ ἀέρος, ἐκ καθʼ αὑτὸ μὲν ὄντος τοῦ ἀέρος δηλονότι λέγομεν γίνεσθαι τὸ πῦρ — καθʼ αὑτὸ γὰρ ὂν ὁ ἀήρ —, ἀλλʼ οὐ καθʼ αὑτὸ ὡς ἐξ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός· καθʼ αὑτὸ γὰρ ἔμπροσθεν ἐλέγομεν εἶναι ἀρχὴν τοῦτο ὃ μέρος γίνεται τοῦ γινομένου, ὡς ἡ ὕλη καὶ τὸ εἶδος. εἰ οὖν ὁ ἀὴρ οὐ γίνεται μέρος τοῦ πυρός, δῆλον ὅτι οὐ καθʼ αὑτὸ ἐξ ὄντος τοῦ ἀέρος γίνεται τὸ πῦρ, ἀλλʼ ὅτι συνέβη τὸ ἐξ οὗ καθʼ αὑτὸ γίνεται, λέγω δὴ τὴν ὕλην, τὸ τοῦ ἀέρος εἶδος ἔχειν. οὐδὲν γὰρ συμβάλλεται εἰς τὴν τοῦ πυρὸς γένεσιν τὸ ἀέριον εἶδος· γίνεται γοῦν οὐδὲν ἧττον καὶ ἐξ ὕδατος καὶ γῆς καὶ ἐκ πάντων τῶν συνθέτων πῦρ. εἰ μὲν οὖν ἐκ τῆς ὕλης θεωροῦμεν γινόμενον, ἐκ ταύτης ὡς ἐκ καθʼ αὑτὸ ὄντος γίνεται — καθʼ αὑτὸ γὰρ ὂν ἡ ὕλη καὶ καθʼ αὑτὸ ὡς ἐξ ὄντος· μέρος γὰρ αὐτοῦ γίνεται ἡ ὕλη. καὶ οὐδέν γε ἄτοπον· οὐ γὰρ ὅπερ ἐστὶν ἡ ὕλη τοῦτο γίνεται, ἀλλὰ ἄλλο μέν ἐστιν, ἄλλο δὲ γίνεται —, ἀλλʼ ἐκεῖνοι τὴν ἐκ τῆς ὕλης γένεσιν οὐδʼ ἐνενόουν, ἀλλʼ ἐκ τῶν μερικῶν γενέσεων τὰς ἀπορίας ἔφερον, ὅτι φαίνεται ὁ ἀὴρ γινόμενος πῦρ· εἰ οὖν ἔστιν ὁ ἀήρ, οὗτος δὲ γίνεται πῦρ, τὸ ὂν ἄρα γίνεται. φαμὲν οὖν ἡμεῖς πρὸς τὴν αὐτῶν ἀπορίαν ἀπαντῶντες, ὅτι εἰ καὶ ἐξ ἀέρος γίνεται, ἀλλʼ οὐχ ᾗ ἀὴρ οὕτως ἐξ αὐτοῦ γίνεται, ἀλλὰ κατὰ συμβεβηκός, ἐπειδὴ συνέβη τὸ ὑποκείμενον τὸ ἀέριον εἶδος ἔχειν· ὥστε εἰ καὶ ἐξ ὄντος γίνεται τὸ γινόμενον, ἀλλʼ οὐχ ᾗ ὄν ἐστιν, ἀλλʼ ᾗ συμβέβηκε τὸ ἐξ οὗ καθʼ αὑτὸ γίνεται ὂν εἶναι, τουτέστιν εἰδοπεποιῆσθαι. πάλιν καὶ ὅταν ἐκ μὴ ὄντος λέγωμεν γίνεσθαι, οὐχ ᾗ μὴ ὄν ἐστιν οὕτως γίνεται ἐξ αὐτοῦ γινόμενον· οὐ γὰρ ἡ στέρησις τοῦ πυρὸς μέρος αὐτοῦ γίνεται. λέγομεν οὖν τὸ πῦρ ἐκ μὴ ὄντος γίνεσθαι, ἀλλʼ οὐχ ἁπλῶς ἐκ μὴ ὄντος, ἀλλʼ ἐκ τινὸς μὴ ὄντος — γίνεται γὰρ ἐξ οὐ πυρός —, ἀλλʼ οὐ καθʼ αὑτὸ ἐκ τοῦ οὐ πυρὸς γίνεται, ἀλλὰ καθʼ αὑτὸ μὲν ἐκ τοῦ ὑποκειμένου, ἐπειδὴ δὲ τοῦτο ἔχει τὴν στέρησιν τοῦ πυρός, ὅπερ ἐστὶ καθʼ αὑτὸ μὴ ὄν, λέγομεν τὸ πῦρ ἐκ μὴ ὄντος γίνεσθαι, κατὰ συμβεβηκὸς δὲ ἐκ τοῦ μὴ ὄντος. κἂν τὴν προσεχῆ δὲ γένεσιν σκοπήσωμεν, ἔστι δηλονότι ἐν τῷ ἀέρι ἡ τοῦ πυρὸς στέρησις· ἔστι γὰρ ὁ ἀὴρ οὐ πῦρ, τουτέστι τὶ μὴ ὄν. γίνεται οὖν ἐκ τοῦ τὶ μὴ ὄντος οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, μόνως δὲ καθʼ αὑτὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης γίνεται. ἀλλʼ εἰ καὶ ἐκ καθʼ αὑτὸ ὄντος τῆς ὕλης γίνεται καὶ καθʼ αὑτὸ ὡς ἐξ ὄντος, οὐ συνάγεται ἄτοπον τὸ τὸ γινόμενον ἤδη εἶναι πρὶν γενέσθαι· οὐδὲ γὰρ τοῦτο γίνεται ὅπερ ἤδη ἐστίν, ἀλλὰ ἄλλο μέν ἐστιν ἄλλο δὲ γίνεται. ὥσπερ ὁ χαλκὸς γινόμενος ἀνδριὰς οὐ τοῦτο γίνεται ὅπερ ἦν, ἀλλὰ ἄλλο μέν ἐστιν ἄλλο δὲ γίνεται, οὕτως καὶ ἐπὶ πάντων τῶν φύσει γινομένων, ὅταν τὴν ἐκ τῆς ὕλης καὶ τοῦ τριχῇ διαστατοῦ γένεσιν αὐτῶν θεωρήσωμεν, τοῦτο συμβαίνει. ἔστιν οὖν ἐπὶ πάσης γενέσεως καὶ ἐκ τῆς πρώτης καὶ ἐκ τῆς προσεχοῦς καὶ τὸ ἐξ ὄντος καὶ τὸ ἐκ μὴ ὄντος, καὶ τοῦτο οὐκ ἔστιν ἀντίφασις· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, ἀλλʼ ἐξ ὄντος μέν, ἐπειδὴ ἕτερόν τί ἐστιν, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ὃ γίνεται. ἀλλʼ ἐπὶ μὲν τῆς ἐκ τῆς ὕλης γενέσεως ἐκ καθʼ αὑτὸ μὲν ὄντος γίνεται, οὐχὶ δὲ ἐκ καθʼ αὑτὸ μὴ ὄντος — οὐ γὰρ μέρος γίνεται ἡ στέρησις τοῦ γινομένου, ὥσπερ ἡ ὕλη —, ἐπὶ δὲ τῆς προσεχοῦς γενέσεως, οἷον ὅταν γίνηται ἐξ ἀέρος πῦρ, οὔτε ὡς ἐκ καθʼ αὑτὸ ὄντος γίνεται, οὔτε ὡς ἐκ καθʼ αὑτὸ μὴ ὄντος — οὔτε γὰρ ὁ ἀὴρ οὔτε ἡ στέρησις τοῦ πυρὸς μέρος γίνεται τοῦ πυρός —, ἀλλὰ καὶ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος καὶ κατὰ συμβεβηκὸς γίνεται ἐκ τοῦ ἀέρος τὸ πῦρ, ἐξ ἄλλου δέ τινος ὄντος γίνεται καθʼ αὑτὸ τῆς ὕλης κατὰ τὸν εἰρημένον τρόπον.

Καθʼ ἕνα μὲν οὖν τρόπον οὕτως ἐπιλύεται τὰς ἀπορίας, ἐκ τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, ἅπερ ἐν τῷ τῶν ἀρχῶν λόγῳ παρείληφεν· εἶπε γὰρ τῶν ἀρχῶν τὰς μὲν εἶναι καθʼ αὑτὸ τὴν ὕλην καὶ τὸ εἶδος, τὴν δὲ κατὰ συμβεβηκὸς τὴν στέρησιν. ὥστε ἐξ οὗ γίνεται οὐ πάντως ἐκ καθʼ αὑτὸ ὄντος γίνεται, ἀλλὰ καὶ ἐκ τοῦ κατὰ συμβεβηκὸς ὄντος. ἐλύθησαν οὖν αἱ ἀπορίαι ἐκ τοῦ περὶ τῶν ἀρχῶν ἀποδεδομένου λόγου, ἐπιλύεται δʼ αὐτὰς καὶ ἐκ τοῦ δυνάμει καὶ ἐκ τοῦ ἐνεργεία. ἐπεὶ γάρ ἐστι τῶν πραγμάτων τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ, ὅταν λέγωμεν ἐξ ὄντος γίνεσθαι, ἐκ δυνάμει μὲν ὄντος λέγομεν ἐνεργείᾳ δὲ μὴ ὄντος. ὁμοίως καὶ ὅταν ἐκ τοῦ μὴ ὄντος, οὐκ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἀλλʼ ἐκ τοῦ ἐνεργείᾳ μὲν μὴ ὄντος δυνάμει δʼ ὄντος· δυνάμει γάρ ἐστιν ἡ ὕλη πάντα τὰ φυσικὰ εἴδη, ἐνεργείᾳ δʼ οὐδέν, διότι οὐδὲ χωρὶς τῶν εἰδῶν ὑπάρξειέν ποτε. οὐκ ἔστι δὲ ταὐτὸν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ τὸ καθʼ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός· ἔστι γὰρ καὶ δυνάμει εἶναι καὶ καθʼ αὑτό, καὶ δυνάμει καὶ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ ἐνεργείᾳ καὶ καθʼ αὑτό, καὶ ἐνεργείᾳ καὶ κατὰ συμβεβηκός. ὅταν γὰρ εἴπω ὅτι ὁ ἰατρὸς ἰατρεύει, ἐνεργείᾳ εἶπον καὶ καθʼ αὑτό, ὅταν δὲ ὁ ἰατρὸς ἰατρεύσει, δυνάμει εἶπον καὶ καθʼ αὑτό· καὶ πάλιν ὅταν μὲν εἴπω ὅτι ὁ ἰατρὸς οἰκοδομεῖ, ἐνεργείᾳ εἶπον καὶ κατὰ συμβεβηκός — οὐ γὰρ ᾗ ἰατρὸς οἰκοδομεῖ, ἀλλʼ ᾗ συνέβη οἰκοδόμον ὄντα αὐτὸν καὶ ἰατρὸν εἶναι· τοῦ οἰκοδόμου οὖν καθʼ αὑτὸ οἰκοδομοῦντος λέγεται κατὰ συμβεβηκὸς ὁ ἰατρὸς οἰκοδομεῖν, διότι ἕν εἰσι τῷ ὑποκειμένῳ ὁ ἰατρὸς καὶ ὁ οἰκοδόμος —, ὅταν δὲ εἴπω ὅτι ὁ ἰατρὸς οἰκοδομήσει, δυνάμει εἶπον καὶ κατὰ συμβεβηκός. ὥστε ἐκ μὲν τῆς ὕλης καθʼ αὑτὸ μὲν ὄντος γίνεται τὰ γινόμενα, δυνάμει δʼ ὄντος καὶ οὐκ ἐνεργείᾳ, διότι καθʼ ἑαυτὴν οὐχ ὑφέστηκεν ἡ ὕλη ἐνεργείᾳ ἐκτὸς εἰδῶν, ἀλλὰ κατὰ τὸν ἴδιον λόγον δυνάμει ἐστὶ πάντα ἐνεργείᾳ δὲ οὐδέν, ἐπειδὴ ἐνεργείᾳ ὑπάρχειν λέγεται τὸ εἰδοπεποιημένον. πάλιν καὶ ἐκ τῆς στερήσεως ἐξ ἐνεργείᾳ μὲν μὴ ὄντος γίνεται, δυνάμει δʼ ὄντος. τίς οὖν ἡ διαφορὰ τῆς ὕλης πρὸς τὴν στέρησιν, εἴ γε ἐξ ἀμφοῖν ἐκ δυνάμει μὲν ὄντων γίνεται, ἐνεργείᾳ δὲ μὴ ὄντων; ὅτι ἐπὶ μὲν τῆς ὕλης τὸ μὲν ὂν καθʼ αὑτό ἐστι — καθʼ αὑτὸ γὰρ ὂν ἡ ὕλη, τὸ δὲ μὴ ὂν κατὰ συμβεβηκός, διότι συνέβη τὴν στέρησιν αὐτὴν ἔχειν —, ἐπὶ δὲ τῆς στερήσεως ἔμπαλιν ἐπὶ μὲν τοῦ μὴ ὄντος τὸ καθʼ αὑτό, ἐπὶ δὲ τοῦ ὄντος τὸ κατὰ συμβεβηκός· καθʼ αὑτὸ γὰρ μὴ ὂν ἡ στέρησις, κατὰ συμβεβηκὸς δὲ ὄν, διότι συνέβη αὐτὴν ἐν τῇ ὕλῃ εἶναι. ὥστε εἰ τὸ γινόμενον γίνεται ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος, οὐκ ἄρα τὸ γινόμενον ἦν πρὶν γενέσθαι· οὐ γὰρ ἦν ἐνεργείᾳ. καὶ πάλιν ὅταν ἐκ μὴ ὄντος λέγωμεν γίνεσθαι τὸ ὄν, οὐκ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος λέγομεν, ἀλλʼ ἐκ τοῦ ἐνεργείᾳ μὲν μὴ ὄντος δυνάμει δὲ ὄντος. ὥστε καὶ διὰ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ ἐπιλέλυνται αἱ ἀπορίαι, καὶ τούτου δὲ τοῦ τρόπου τῆς ἐπιλύσεως οἱ ἀποδεδομένοι περὶ τῶν ἀρχῶν λόγοι αἴτιοι· ἡ γὰρ στέρησις ἐνυπάρχουσα τῇ ὕλῃ δυνάμει αὐτὴν εἶναι ποιεῖ καὶ οὐκ ἐνεργείᾳ. ἐπειδὴ γὰρ τὸ δεχόμενον τὸ εἶδος τοῦτο καὶ τὴν στέρησιν πέφυκε δέχεσθαι, καὶ οὐκ ἂν δέξαιτο τὴν στέρησιν τὸ μηδὲ τὸ εἶδος πεφυκὸς δέχεσθαι, ὡς εἴρηται ἐν Κατηγορίαις, διὰ τοῦτο ἐπειδὴ ἔστιν ἐν τῇ ὕλῃ ἡ στέρησις, πέφυκε δήπου καὶ τὸ εἶδος εἶναι ἐν αὐτῇ. ἐπειδὴ οὖν πέφυκε μὲν ἐν αὐτῇ εἶναι, οὔπω δὲ ἔστιν — ἀδύνατον γὰρ ἅμα εἶναι τὴν στέρησιν καὶ τὸ εἶδος —, διὰ τοῦτο δυνάμει λέγεται εἶναι καὶ οὐκ ἐνεργείᾳ. πρόδηλον δὲ δήπου ἐκεῖνο, ὅτι καὶ τὴν στέρησιν ἐνταῦθα λαμβάνομεν μεταβάλλουσαν εἰς τὸ εἶδος, καὶ οὐχ ὡς ἐν Κατηγορίαις τὴν ἕξιν μόνην εἰς τὴν στέρησιν, οὐκέτι δὲ καὶ ἔμπαλιν· τοῦτο δὲ διότι ἐκεῖ μὲν ἕξιν καὶ στέρησιν ἐν εἰδοπεποιημένῳ πράγματι ἐλαμβάνομεν γινόμενα, ἐνταῦθα δὲ περὶ τὸ ἀνείδεον καὶ πρῶτον ὑποκείμενον τὸ εἶδος γινόμενον καὶ τὴν στέρησιν θεωροῦμεν.

Ζητοῦντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν.

Πρώτους φησὶ κατὰ φιλοσοφίαν οὐ τῷ ἀξιώματι πρώτους, ἀλλὰ τῷ χρόνῳ, τὴν δὲ ἀλήθειάν φησι καὶ τὴν φύσιν ἀντὶ τοῦ τὴν ἐν τῇ φύσει ἀλήθειαν. ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας. ὑπὸ ἀπειρίας, φησί, διαλεκτικῆς ἐκ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ ἐξετράπησαν· εἰ γὰρ ᾔδεισαν διαστείλασθαι τὸ ὂν ποσαχῶς λέγεται καὶ τὸ μὴ ὄν, καὶ ἔτι τὸ καθʼ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐκ ἂν ἐνόμισαν ἀδύνατον εἶναι γενέσθαι τι καὶ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος. ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖ. δεῖ ἀεὶ τῷ γινομένῳ ὑποκεῖσθαί τι ἐξ οὗ γίνεται, τὸ δὲ μὴ ὂν οὐ δυνατὸν ὑποκεῖσθαι τῷ ὄντι· ἐν ταὐτῷ γὰρ ἂν εἴη τὸ ὂν καὶ τὸ μὴ ὄν. καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμβαῖνον αὔξοντες. τῷ δοθέντι, φησίν, ἀτόπῳ ἀεὶ τὰ ἐπισυμβαίνοντα αὔξοντες — ἑνὶ γὰρ δοθέντι ἀτόπῳ μυρία ἀκολουθεῖ —, καὶ τὸ πλῆθος ἐκ τῶν ὄντων ἀναιροῦσιν ἓν εἶναι μόνον λέγοντες τὸ ὄν, οἵτινες ἦσαν οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον. ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα. τὴν δόξαν τήν τε λέγουσαν μὴ εἶναι γένεσιν καὶ τὴν τὸ πλῆθος ἀναιροῦσαν ἐκ τῶν ὄντων, διὰ τὸ νομίσαι τὸ μὴ ὂν μηδαμῇ μηδαμῶς δύνασθαι ὕπαρξιν ἔχειν· διὰ γὰρ τοῦτο οὔτʼ ἂν γενέσθαι τι ἐκ τοῦ μὴ ὄντος, μήτε πλῆθος εἶναι ἐν τοῖς οὖσι διὰ τὸ τὸ αὐτὸ συμβαίνειν καὶ ὂν εἶναι καὶ μὴ ὄν.

Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν.

Ἡμεῖς, φησίν, ἐπιλυόμενοι τὴν ἀπορίαν φαμὲν ὅτι τὸ ὂν καὶ μὴ ὂν διττῶς λέγεται, ἢ καθʼ αὑτὸ καὶ κατὰ συμβεβηκός, ἢ δυνάμει καὶ ἐνεργείᾳ. καὶ τίθησι τοῦ πρώτου τρόπου παράδειγμα τοιοῦτον. λέγομεν, φησί, τὸν ἰατρὸν ἰατρεύειν, λέγομεν δὲ πάλιν τὸν ἰατρὸν οἰκοδομεῖν, ἀλλὰ τὸ μὲν ἰατρεύειν τὸν ἰατρὸν καθʼ αὑτό φαμεν — καθὸ γὰρ ἰατρὸς ἰατρεύει —, τὸ δὲ τὸν ἰατρὸν οἰκοδομεῖν κατὰ συμβεβηκός, διότι συνέβη τῷ ἰατρῷ οἰκοδόμῳ εἶναι· οὐ γὰρ ᾗ ἰατρὸς οἰκοδομεῖ, ἀλλʼ ᾗ οἰκοδόμος. ὥσπερ δὲ ἐπὶ τοῦ ποιεῖν τι τὸν ἰατρὸν τὸ μέν ἐστι καθʼ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτως καὶ ἐπὶ τοῦ πάσχειν· λέγομεν γὰρ τὸν ἰατρὸν ἀνίατρον γενέσθαι, λέγομεν δὲ πάλιν λευκαίνεσθαι τὸν ἰατρόν, ἀλλʼ ἀνίατρος μὲν γίνεται καθʼ αὑτό — καθὸ γὰρ ἰατρός ἐστιν ἀνίατρος γίνεται —, λευκαίνεται δὲ οὐ καθὸ ἰατρὸς ἀλλὰ καθὸ μέλας, διότι συνέβη τῷ ἰατρῷ μέλανι εἶναι· διὰ τοῦτο τοῦ μέλανος λευκαινομένου ὁ ἰατρὸς κατὰ συμβεβηκὸς λέγεται λευκαίνεσθαι. ὥσπερ οὖν ἐπὶ τοῦ ἰατροῦ ἔχει, οὕτω καὶ ἐπὶ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος· λέγομεν γὰρ ἐξ ὄντος γίνεσθαι καὶ ἐκ μὴ ὄντος, ἀλλʼ οὐ καθʼ αὑτὸ οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός· οὐδὲν ἄτοπον τὸ γίνεσθαι τὸ ὂν ἐξ ὄντος ἐξ ἄλλου ὄντος ἄλλο ὄν — πολλαχῶς γὰρ τὸ ὄν —, ἀλλʼ οὐ καθὸ ὄν ἐστιν, ἀλλὰ καθὸ κατὰ συμβεβηκὸς ὄν. ὁμοίως δὲ καὶ ἐκ μὴ ὄντος οὐχ ᾗ μὴ ὄν, ἀλλʼ ᾗ κατὰ συμβεβηκὸς μὴ ὄν. τὸ αὐτὸ μὲν γὰρ ὂν ἐκ τοῦ αὐτοῦ ὄντος οὐδὲ κατὰ συμβεβηκὸς γένοιτʼ ἄν, οἷον ὕδωρ ἐξ ὕδατος, ἐξ ἄλλου μέντοι ὄντος ἄλλο ὂν γένοιτο ἂν κατὰ συμβεβηκός. εἴρηται δὲ ἡμῖν περὶ τούτου ἀκριβέστερον ἤδη. ἡ μὲν οὖν διάνοια τῶν ῥητῶν αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν, ἐπειδὴ εἴρηται ἐν τοῖς ἔμπροσθεν ὅτι ἐπὶ μὲν τῆς στερήσεως φέρομεν ἀμφότερα τὰ προσρήματα καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε, ἐπὶ δὲ τῆς ὕλης ἀμφότερα μέν, ἀλλʼ οὐκ ἐπὶ τοῦ αὐτοῦ, ἀλλʼ ἐπʼ ἄλλου μὲν τὸ ἐκ τοῦδε — ἐκ γὰρ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου φαμὲν τὸν ἄνθρωπον γενέσθαι, οὐ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἄνθρωπον γενέσθαι, τὸν δὲ χαλκόν φαμεν ἀνδριάντα γενέσθαι οὐκ ἐκ τοῦ χαλκοῦ τὸν ἀνδριάντα — … ἐπεὶ οὖν καὶ τὸ ἐκ τοῦδε καὶ τὸ τόδε φέρομεν ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τῆς στερήσεως, διὰ τοῦτο νῦν αὐτὸς καὶ ἐπὶ τοῦ ὄντος καὶ ἐπὶ τοῦ μὴ ὄντος ἀμφοτέροις ἐχρήσατο τοῖς προσρήμασιν. νῦν γὰρ λέγομεν, φησίν, ὅτι τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος· ἰδοὺ ἐπὶ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος τὸ ἐκ τοῦδε. πάλιν δὲ καὶ τὸ τόδε ἐπήγαγεν ἐπὶ τῶν αὐτῶν· ἢ τὸ μὴ ὂν γάρ φησιν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν. εἰπὼν δὲ ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνεσθαι, ἐπὶ τὸ καθολικώτερον προάγει τὸν λόγον· ἢ τὸ μὴ ὂν γάρ φησιν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν. ἐπὶ πλέον γὰρ τοῦ γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ γὰρ τὸ γίνεσθαι πάσχειν τί ἐστιν, αἱ δὲ κατὰ τὰς ἄλλας κατηγορίας μεταβολαὶ γενέσεις μὲν οὐκ εἰσί, ποιήσεις δέ τινες καὶ παθήσεις μόνον· μόνη γὰρ ἡ κατὰ τὴν οὐσίαν μεταβολὴ γένεσις. ἀλλʼ ἐπειδὴ λέγεται καὶ κοινότερον ἡ γένεσις ἐπὶ πάσης μεταβολῆς — λέγομεν γὰρ καὶ λευκὸν γίνεσθαι, ἢ ἄνω ἢ κάτω γίνεσθαι —, διὰ τοῦτο πάλιν προϊὼν ἐπὶ τὸ καθολικώτερον προῆλθεν· εἰπὼν γὰρ ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν ποιεῖν τι ἢ πάσχειν ἐπήγαγεν ἢ ὁτιοῦν τόδε γίνεσθαι, ἵνα μὴ μόνον ἐπὶ τῆς κατʼ οὐσίαν γενέσεως, ἀλλὰ καὶ ἐπὶ τῆς κατὰ ποσὸν καὶ ποιὸν καὶ ἐπὶ τῆς κατὰ τόπον ἀκούσωμεν τῶν εἰρημένων.

Ὥστε ἐπειδὴ τοῦτο διχῶς λέγεται.

Τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν· λέγεται γὰρ ἢ καθʼ αὑτὸ ποιεῖν ἢ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ τὸ πάσχειν ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός· ἀμφότερα γὰρ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τοῦ αὐτοῦ ἐστι παραδείγματα, τοῦ καθʼ αὑτὸ λέγω καὶ τοῦ κατὰ συμβεβηκός. ὥσπερ οὖν ἐπὶ τοῦ ἰατροῦ τὸ ποιεῖν ἢ τὸ πάσχειν διχῶς λέγεται ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, οὕτως καὶ τὸ ἐξ ὄντος γίνεσθαι ἢ ἐκ τοῦ μὴ ὄντος, καὶ τὸ τὸ μὴ ὂν γίνεσθαι ἢ τὸ ὂν διχῶς ἂν λέγοιτο ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός.

Ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν.

Εἰπὼν ὅτι διχῶς λέγεται τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι, ὥσπερ καὶ τὸ ἐξ ἰατροῦ γίνεσθαί τι, διαστέλλεται νῦν ποῖον μάλιστα τῶν δύο σημαινομένων κυριώτατον λέγεται ἐπὶ τοῦ προκειμένου. καί φησιν· ὥσπερ κυρίως μάλιστα λέγεται ὁ ἰατρὸς ποιεῖν τι ἢ πάσχειν, ὅταν ᾗ ἰατρὸς ποιῇ τι ἢ πάσχῃ — οἷον ἰατρεύει ἢ ἀνίατρος γίνεται —, οὕτως, φησί, καὶ τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνεσθαί τι ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν γίνεσθαι κυρίως ἂν λέγοιτο, ὅταν μὴ ὂν ᾗ μὴ ὂν γίνηταί τι, τουτέστιν ὅταν ὑπομένον καὶ μένον ἕτερόν τι γίνηται. τότε οὖν κυρίως ἐκ μὴ ὄντος γίνοιτο ἄν τι, ὅταν ὑπομένον τὸ μὴ ὂν οὕτως δέχοιτο τὸ ὄν, ὅπερ ἐστὶν ἀδύνατον· οὐκέτι δὲ κυρίως ἐκ μὴ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός, ὅταν ὑποχωρῇ τὸ μὴ ὂν τῷ ὄντι. οἱ οὖν πρότεροι τὰ διττὰ ταῦτα σημαινόμενα μὴ διελόντες ἐνόμισαν, φησίν, ὅταν λέγηταί τι ἐκ μὴ ὄντος γίνεσθαι, κυρίως ἐκ μὴ ὄντος γενέσθαι· οὐδὲν γὰρ ἄλλο τί ἐστι σημαινόμενον τοῦ ἐκ μὴ ὄντος ἢ τὸ κυρίως. διὰ τοῦτο καί, φησίν, ἀπέστησαν τοῦ ὅλως γένεσιν εἶναι ὑποτίθεσθαι, καὶ ἀπεφήναντο μηδὲν γίνεσθαι. δῆλον ὅτι καὶ τὸ μὴ ἐξ ὄντος γίνεσθαι τοῦτο σημαίνει. οὐ μόνον τὸ κυρίως μὴ ὂν τοῦτο σημαίνει τὸ ᾗ μὴ ὄν, ἀλλὰ καὶ τὸ κυρίως ὂν τὸ ᾗ ὄν. ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν. μὴ διελόντες τὸ ὂν εἰς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθʼ αὑτό. μηδὲν τῶν ἄλλων, τουτέστι μὴ εἶναι πλῆθός τι, ἀλλʼ ἓν εἶναι μόνον τὸ ὂν καὶ μηδὲν εἶναι τῶν ἄλλων τι τῶν παρὰ τὸ ὄν. ταῦτα δὲ εἶεν ἂν τὰ τινὰ μὴ ὄντα, ἅπερ οὐκ εἶναί φασιν.

Ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθʼ αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίνεταί τι.

Λέγομεν, φησί, καὶ ἡμεῖς ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἀλλʼ οὐ καθʼ αὑτὸ ἐκ μὴ ὄντος, ἀλλὰ κατὰ συμβεβηκός· γίνεται γὰρ ἐκ τῆς στερήσεως, ἥτις ἐστὶ καθʼ αὑτὸ μὴ ὄν, ἀλλʼ οὐ καθʼ αὑτὸ ἐκ τῆς στερήσεως γίνεται — οὐκ ἐνυπάρχει γὰρ ἐν τῷ γινομένῳ ἡ στέρησις —, ἀλλὰ κατὰ συμβεβηκός· καθʼ αὑτὸ γὰρ μόνως ἐκ τῆς ὕλης. δύναται δὲ καὶ ἐκ μὴ ὄντος ἐκ τῆς ὕλης γίνεσθαι λέγεσθαι, διότι κατὰ συμβεβηκὸς μὴ ὂν ἡ ὕλη διὰ τὸ ἐνυπάρχειν αὐτῇ τὴν στέρησιν. οὕτως δὲ δύναται καὶ ἐνυπάρχειν τὸ μὴ ὂν τοῖς γινομένοις, ἀλλʼ οὐ τὸ καθʼ αὑτὸ μὴ ὂν ἀλλὰ τὸ κατὰ συμβεβηκὸς μὴ ὄν, ἡ ὕλη, ᾧ συμβέβηκε τὸ μὴ ὄν. θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτως δοκεῖ, γίνεσθαι ἐκ μὴ ὄντος. ἐπειδὴ εἶπεν ὅτι «λέγομεν ἐκ μὴ ὄντος καὶ ἡμεῖς γίνεσθαι, ἐκ μὴ ὄντος δʼ οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός», τοῦτο, φησίν, αὐτὸ θαυμαστὸν δοκεῖ εἶναι καὶ ἀδύνατον, τὸ γίνεσθαί τι ἐκ μὴ ὄντος, ἀλλʼ οὐκέτι ἀδύνατον δόξειεν εἶναι κατὰ τὰς ἡμετέρας ὑποθέσεις. ὡσαύτως δὲ οὐδὲ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίνεσθαι, πλὴν κατὰ συμβεβηκός. τοῦτο συνεχὲς πρὸς τὸ ἄνω «ἡμεῖς δέ φαμεν γίνεσθαι μὲν οὐδὲν ἁπλῶς ἐκ τοῦ μὴ ὄντος, ὅμως μέντοι γίνεσθαι καὶ ἐκ μὴ ὄντος κατὰ συμβεβηκός», εἶτα ἐφεξῆς ὡσαύτως δὲ οὐδʼ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίνεσθαι, πλὴν κατὰ συμβεβηκός. ὥσπερ, φησίν, ἐκ τοῦ μὴ ὄντος λέγομεν γίνεσθαι, ἀλλʼ οὐ καθʼ αὑτὸ ἐκ τοῦ μὴ ὄντος ἀλλὰ κατὰ συμβεβηκός, οὕτως καὶ ἐκ τοῦ ὄντος κατὰ συμβεβηκὸς γίνεται τὰ γινόμενα. τοῦτο δʼ ἐπὶ τῆς προσεχοῦς γενέσεως· γίνεται γὰρ ἐξ ὄντος τοῦ ἀέρος τὸ πῦρ, ἀλλὰ κατὰ συμβεβηκός, ἐξ ὄντος δέ, διότι συνέβη ἀέρα εἶναι τὸν εἰς πῦρ μεταβάλλοντα. πῶς δὲ κατὰ συμβεβηκὸς εἴπομεν, διὰ τὸ μηδὲν συντελεῖν τὸ ἀέριον εἶδος εἰς τὴν τοῦ πυρὸς γένεσιν — γίνεται γοῦν καὶ ἐκ τῶν ἄλλων πάντων —, καὶ ὅτι οὐ γίνεται μέρος τοῦ πυρὸς ὁ ἀὴρ ἀλλʼ ὑπεξίσταται. οἷον εἰ ἐκ τοῦ ζῴου ζῷον γίγνοιτο καὶ τινὸς ζῴου τὶ ζῷον. ὅτι τὸ ὂν ὅταν λέγωμεν ἐξ ὄντος γίνεσθαι, οὐ καθὸ ὄν ἐστιν ἐξ οὗ γίνεται οὕτως λέγομεν ἐξ αὐτοῦ γίνεσθαι αὐτό, ἀλλὰ κατὰ συμβεβηκὸς ἐξ ὄντος, πιστοῦται νῦν διὰ τῶν παραδειγμάτων. λέγομεν γάρ, φησί, ζῷον ἐκ ζῴου γίνεσθαι, ἐκ ζῴου δὲ νῦν λέγομεν, ὡς ἐξ ὑλικοῦ αἰτίου· περὶ τούτου γὰρ νῦν ὁ λόγος. οὐδὲ γὰρ ὡς ἐξ ἀνθρώπου ἄνθρωπον, ὡς ἐκ ποιητικοῦ αἰτίου, ἀλλʼ ὡς ἐξ ἵππου μὲν σφῆκας, ἐκ ταύρου δὲ μελίσσας· ἵπποι μὲν σφηκῶν γενέσεις, ταῦροι δὲ μελισσῶν. ὅταν οὖν λέγωμεν ζῷον ἐκ ζῴου γίνεσθαι, οἷον ἐξ ἵππων σφῆκες, οὐ δήπου τοῦτο λέγομεν, ὅτι ᾗ ζῷον ὁ ἵππος μεταβάλλει εἰς ζῷα τοὺς σφῆκας — οὐδὲ γὰρ ὑπόκειται τοῖς σφηξὶν ὡς ὕλη ὁ ἵππος —, ἀλλὰ τοῦτο λέγομεν, ὅτι ἔκ τινος ᾧ συμβέβηκε ζῴῳ εἶναι ἄλλο τι γίνεται ᾧ καὶ αὐτῷ ζῴῳ εἶναι ὑπάρχει. οὕτως οὖν καὶ εἰ γίνοιτο ὕδωρ ἐξ ἀέρος, τὸ ὂν ἐξ ὄντος γίνεσθαι λέγομεν, οὐχ ὅτι τὸ ἤδη ὂν γίνεται, οὐδʼ ὅτι τὸ γινόμενον ἔστι πρὶν γενέσθαι, ἀλλʼ ὅτι ἔκ τινος οὗ τὸ ὂν κατηγορεῖται, κατὰ συμβεβηκὸς γίνεται ἕτερόν τι ὃ καὶ αὐτὸ ὂν ὑπάρχει. εἰπὼν δὲ εἰ ἐκ ζῴου ζῷον γίνοιτο, ἐπειδὴ οὐδὲν ἁπλῶς ὡς ζῷον γίνεται, ἀλλὰ τὸ γινόμενον πάντως τὶ ζῷόν ἐστιν, ἐπήγαγε καὶ τινὸς ζῴου τὶ ζῷον. γίνοιτο γὰρ ἂν οὐ μόνον ἐκ τινὸς ζῴου κύων, ἀλλὰ καὶ ἐκ ζῴου· οὐχ ᾗ γὰρ ζῷον· ὑπάρχον γὰρ ἤδη τοῦτο. ὥσπερ γὰρ ἀληθές ἐστι τὸ εἰπεῖν ὅτι γίνεται ἐξ ἵππου κύων τυχὸν ἢ σφῆκες ἢ ἕτερόν τι, οὕτως ἐστὶν ἀληθὲς εἰπεῖν ὅτι καὶ ἐκ ζῴου γέγονε κύων. ἀλλʼ εἰ καὶ λέγομεν ἐκ ζῴου ζῷον γεγονέναι, οὐχ ᾗ ζῷον λέγομεν τὸ ἐξ οὗ γίνεται, οὕτως γεγονέναι ἐξ αὐτοῦ τὸ ζῷον. εἰ γὰρ ᾗ ζῷον τὸ ἐξ οὗ οὕτως γίνεται, οὐδʼ ἂν ἐγένετο· ἤδη γὰρ ὑπάρχον ἐν τῷ ἐξ οὗ τὸ ζῷον. δῆλον ἄρα ὅτι οὐχ ᾗ ζῷον τὸ ἐξ οὗ, οὕτως ἐξ αὐτοῦ γίνεται ζῷον, ἀλλὰ κατὰ συμβεβηκὸς ἐκ ζῴου, ὥσπερ εἴπομεν.

Εἰ δέ τι μέλλει γίνεσθαι ζῷον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἔσται.

Εἰ γίνεται, φησίν, ἐκ τινὸς ζῴου μὴ κατὰ συμβεβηκὸς ἐξ ἐκείνου ἀλλὰ καθʼ αὑτό, οὐκ ἐκ ζῴου ἔσται γινόμενον ἀλλʼ ἐκ μὴ ζῴου, οἷον ἐκ τοῦ σπέρματος ἢ ἐκ τῆς ὕλης. ὥσπερ οὖν, φησίν, ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ὄντος εἰ γίνοιτό τι ἁπλῶς ὄν, οὐκ ἐξ ὄντος γενήσεται — ἤδη γὰρ ἔστιν —, ἀλλʼ ἐκ τοῦ πάντῃ μὴ ὄντος. ἀλλʼ οὐδὲ ἐκ μὴ ὄντος ἁπλῶς δυνατὸν γενέσθαι· τὸ γὰρ κυρίως ἐκ μὴ ὄντος εἴπομεν σημαίνειν τὸ ᾗ μὴ ὄν, τὸ δὲ καθʼ αὑτὸ εἴρηται τὸ μέρος γινόμενον τοῦ ὑποκειμένου· ἀδύνατον ἄρα γενέσθαι τὸ ἁπλῶς ὄν, ἀλλὰ τὸ τὶ ὂν γίνεται ἐκ τινὸς μὴ ὄντος οὐ καθὸ μὴ ὂν — οὐδὲ γὰρ ὑπομένει τὸ ὂν τὸ μὴ ὄν —, ἀλλʼ ᾗ κατὰ συμβεβηκὸς μόνον. ζητήσεις δʼ εἰ καλῶς εἴρηται τὸ ἐκ τοῦ ζῴου ζῷον γίνεσθαι, οἷον εἰ ἐξ ἵππου κύων γίνοιτο ἢ σφῆκες ἢ ἐκ ταύρων μέλισσαι· οὐδὲ γὰρ ἐκ ζῴων ὄντων ταῦτα γίνεται, ἀλλʼ ὥσπερ καὶ ἐξ ἄλλης τινὸς ὕλης φθαρέντος τοῦ ζῴου καὶ τῆς ὕλης αὐτοῦ ἀναλυθείσης καὶ οὕτως ἄλλο εἶδος προσλαβούσης ζῴου. ὥστε ἐπὶ τούτων πάντων οὐχ ὡς ἐκ ζῴου ζῷον γέγονεν, ἀλλʼ ἐκ μὴ ζῴου ζῷον. ὥστʼ ἐπὶ τούτων περιττὴ ἐπεξεργασία τὸ λέγειν ὅτι οὐχ ᾗ ζῷον γέγονεν — ἐνυπῆρχε γάρ —, ἀλλʼ ᾗ τὶ ζῷον, οἷον ἵππος. καὶ γὰρ ἀληθῶς καὶ ᾗ ζῷον ἐκ τούτων γέγονεν· οὐ γὰρ ἐκ ζῴου γέγονεν. εἰ δὲ λέγοι τις ὅτι ποτὲ γέγονε ζῷον, τί μᾶλλον ἐπὶ τούτου ἐρεῖς ἢ ἐφʼ ἡστινοσοῦν ἄλλης ὕλης; ἕκαστον γὰρ δύναταί ποτε ὕλη γεγενῆσθαι ζῴου. εἰ οὖν δεῖ πρὸς τὰ νῦν λεγόμενα οἰκειοτέροις χρήσασθαι παραδείγμασι, χρησόμεθα τοῖς ἐκ σκωλήκων καὶ καμπῶν γινομένοις πτηνοῖς· κάμπαι γάρ τινες πρότερον οὖσαι καὶ σκώληκες μὴ φθαρεῖσαι ἐξ εἴδους εἰς εἶδος μεταβάλλουσι. καὶ ἔστιν ἐνταῦθα γένεσις ἐκ ζῴου εἰς ζῷον· μεῖναν γὰρ ζῷον γέγονεν ἕτερον ζῷον. καὶ δῆλον ὅτι ἐνταῦθα οὐχ ᾗ ζῷον ἡ γένεσις. ἦν γὰρ ζῷον μηδὲν παρατρέψαν τῆς τοῦ ζῴου οὐσίας· τὸν γὰρ αὐτὸν ὁρισμὸν τοῦ ζῴου καὶ ὅτε ἦν κάμπη ἢ σκώληξ ἐπεδέχετο, καὶ μετὰ ταῦτα ὅτε γέγονε πτηνόν. γέγονεν οὖν οὐκ ἐκ ζῴου ζῷον οὐδʼ ᾗ ζῷον, ἀλλʼ ἐκ τινὸς ζῴου τὶ ζῷον. τινὸς δὲ ὅταν εἴπω, τὸ εἶδος λέγω· οἷον ἐκ τοιοῦδε εἴδους ζῴου τοιόνδε εἶδος ζῴου. εἰ δὲ ᾗ ζῷόν ἐστιν ἐγένετο, ἐξ οὐ ζῴου ἂν ἐγένετο — οὐδὲ γὰρ ἔστι πρὶν γενέσθαι —, οἷον ὡς οἱ ἐκ τῶν σπερμάτων γινόμενοι σκώληκες· γίνονται γὰρ ᾗ ζῷα, ἀλλʼ οὐκ ἐκ ζῴων.

Ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν.

Ἐπειδὴ εἶπεν «οὔτε ἐξ ὄντος γίνεται οὔτε ἐκ μὴ ὄντος», δοκεῖ δὲ τοῦτο τὸ ἀξίωμα τῆς ἀντιφάσεως ἀναιρεῖν, οὐκ ἀναιροῦμεν, φησί, τοῦτο· λέγομεν γὰρ καὶ ἐξ ὄντος καὶ ἐκ μὴ ὄντος, καὶ οὐκ ἀντιφάσει περιπίπτομεν. οὐ γὰρ κατὰ ταὐτὰ ἢ ἐξ ὄντος καὶ μὴ ὄντος λέγομεν, ἢ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος· ἐξ ὄντος μὲν γάρ, ἐπειδὴ ἕτερόν τί ἐστιν ἐξ οὗ γίνεται, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ μὴ ἔστι τοῦτο ὃ γίνεται. καὶ συντόμως εἰπεῖν, διὰ τὴν στέρησιν οὔτε ἐξ ὄντος ᾗ ὂν γίνεται, διότι συνυπάρχει τῇ ὕλῃ ἡ στέρησις καὶ ταύτῃ ἐκ μὴ ὄντος — καθʼ αὑτὸ γὰρ μὴ ὂν ἡ στέρησις —, οὔτε ἐκ μὴ ὄντος ᾗ μὴ ὄν, διότι οὐκ ἔστι συνουσιωμένη ἡ στέρησις τῇ ὕλῃ, ἀλλʼ ὑποχωρεῖ τὸ εἶδος ἐπιόν.

Εἷς μὲν δὴ τρόπος οὗτος, ἄλλος δὲ ὅτι ἐνδέχεται τὰ αὐτὰ λέγειν κατὰ τὴν δύναμιν καὶ ἐνέργειαν.

Ἐλέγξας ἐκ τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς τὰς περὶ τῆς γενέσεως φερομένας ἀπορίας, νῦν ἐλέγχει καὶ ἐκ τοῦ δυνάμει καὶ ἐκ τοῦ ἐνεργείᾳ. λέγομεν γὰρ ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος, τοιοῦτον δʼ ἡ ὕλη, ὥστε εἰ λέγομεν ἐξ ὄντος γίνεσθαι, οὔ φαμεν εἶναι τὸ γινόμενον πρὶν γενέσθαι· οὐ γὰρ ἐκ τοῦ ἐνεργείᾳ ὄντος φαμὲν τὸ ἐνεργείᾳ ὂν γίνεσθαι, ἀλλʼ ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος. οὕτως κἂν ἐκ μὴ ὄντος λέγωμεν, οὐκ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος φαμέν, ἀλλʼ ἐκ τοῦ ἐνεργείᾳ μὲν μὴ ὄντος δυνάμει δὲ ὄντος. ὥστε διὰ τούτων οὔτε τὴν γένεσιν ἀναιροῦμεν, καὶ τὰς ἀπορίας διʼ ὧν ἀναιρεῖσθαι ἐδόκει ἡ γένεσις ἐπιλυόμεθα.

Τοῦτο δʼ ἐν ἄλλοις διώρισται διʼ ἀκριβείας.

Ἐν τῷ Θ τῆς Μετὰ τὰ φυσικά· ὅλον γὰρ τὸ βιβλίον ἐκεῖνο εἰς τοῦτο ἀνάλωσε, λέγων τί ποτέ ἐστι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. ὥστε — ὅπερ ἐλέγομεν — αἱ ἀπορίαι λύονται διʼ ἃς ἀναγκαζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια. τῶν εἰρημένων, τῶν φυσικῶν πραγμάτων, ἔνια ἀναιροῦσι, τὰ γενητὰ καὶ τὰ φθαρτά. αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις πᾶσαν ἔλυσεν αὐτῶν τὴν ἀπορίαν. αὐτὴν ἡ φύσις ἡ τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς καὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ ἀναφανεῖσα· εἰ γὰρ ἐπέστησαν τῇ διαιρέσει ταύτῃ τῶν πραγμάτων, λελυκότης ἦσαν ἂν τὰς ἀπορίας διʼ ἃς τὴν γένεσιν ἀνῄρουν.

Ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς, ἀλλʼ οὐχ ἱκανῶς.

Ἀποδεδωκὼς τὸν περὶ τῆς ὕλης λόγον καὶ δείξας ὅτι ταύτῃ μόνον λύοιντο ἂν αἱ τῶν παλαιῶν περὶ τῆς τῶν φυσικῶν πραγμάτων γενέσεως ἀπορίαι, νῦν βούλεται δεῖξαι ὅτι τῶν πρὸ αὐτοῦ οὐδεὶς διηρθρωμένως οὕτως τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον. φησὶν οὖν ὅτι ταύτης τῆς ὕλης, ἧς ἡμεῖς τὸν λόγον ἀποδεδώκαμεν, ἥψαντο μὲν καὶ ἔνιοι τῶν πρὸ ἡμῶν, οὐχ ἱκανῶς δέ. ὅσοι μὲν γὰρ ἓν τὸ στοιχεῖον ὑποτιθέμενοι εἰδοπεποιημένον τοῦτο ἔλεγον ἢ τῶν τεσσάρων ἓν ἢ ἕτερόν τι μεταξὺ τούτων, οὐδʼ ὅλως εἰς ἔννοιαν ἦλθον τῆς ὕλης, Πλάτων δʼ ἦλθεν εἰς τὴν ἔννοιαν τὴν περὶ τῆς ὕλης. εἰ γάρ, φησί, τιθηνὴν αὐτὴν καὶ δεξαμενὴν τῶν εἰδῶν ἑτέραν αὐτὴν πάντων τῶν εἰδῶν εἶναί φησι, σαφῶς οὖν λέγει αὐτὸ τοῦτο· «δέχεται γάρ», φησί, «πάντα καὶ μορφὴν οὐδενί ποτε τῶν εἰσιόντων τὴν αὐτὴν εἴληχεν οὐδαμῇ οὐδαμῶς». ὥστε ἥψατο τῆς φύσεως τῆς ὕλης, ὅτι τὸ ἀνείδεόν ἐστι καὶ πᾶσιν ὑποκείμενον, οὐχ ἱκανῶς δὲ τὸν περὶ αὐτῆς ἀποδέδωκε λόγον· οὐ γὰρ διέκρινεν αὐτὴν τῆς στερήσεως, ὥσπερ ἡμεῖς. ἡμεῖς μὲν γάρ φαμεν, ὅτι εἰ καὶ τῷ ὑποκειμένῳ ταὐτόν ἐστι τῇ στερήσει, ἀλλʼ οὖν τῷ λόγῳ διακρίνεται, καὶ διεκρίναμεν αὐτὴν καὶ ἐκ τῆς ἡμετέρας χρήσεως, καὶ ὅτι ἡ μὲν ὕλη ὑπομένει τὸ εἶδος ἐπιὸν ἡ δὲ στέρησις οὐχ ὑπομένει, ὁ δὲ Πλάτων εἰ καὶ φαίνεται λέγων καὶ αὐτὸς τρεῖς ἀρχὰς τό τε μέγα καὶ τὸ μικρὸν καὶ ἔτι τὸ ἕν, ὅπερ τὸ εἶδος ἔλεγεν, ἀλλʼ οὖν τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τῆς ὕλης ἄμφω ἔφερεν — ὀνόματα γὰρ δύο καθʼ ἑνὸς πράγματος κατηγορεῖ· τὴν γὰρ ὕλην μέγα καὶ μικρὸν ἐκάλει. ὥστε οὐχ ὁμοίως ἡμῖν τὴν τριάδα τῶν ἀρχῶν εἰσέφερεν· ἡμεῖς μὲν γὰρ τὴν ὕλην καὶ τὴν στέρησιν εἰ καὶ τῷ ὑποκειμένῳ τὸ αὐτὸ λέγομεν, ἀλλʼ οὖν τῷ λόγῳ διάφορα εἶναί φαμεν, αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν οὐ μόνον τῷ ὑποκειμένῳ ἔλεγεν, ἀλλὰ καὶ τῷ λόγῳ, ὀνόματι δὲ μόνον τὴν διαφορὰν εἶναι, ὡς ἔχει ἐπὶ τῶν πολυωνύμων πραγμάτων. εἰ δέ τις εἴποι μὴ ταὐτὸν σημαίνειν τῷ Πλάτωνι τὸ μέγα καὶ τὸ μικρόν, ἀλλʼ ἐπὶ διαφόρων κατηγορεῖσθαι, οὐ δήπου δείξει ὅτι τὸ μὲν ἕτερον ἐπὶ τῆς ὕλης ἔφερε τὸ δὲ λοιπὸν ἐπὶ τῆς στερήσεως, ἀλλʼ εἰ καὶ συγχωρήσομεν ἕτερον σημαίνειν τῷ Πλάτωνι τὸ μέγα καὶ ἕτερον τὸ μικρόν, ἀλλʼ οὖν πάντως δύο ὑλῶν ἂν εἶεν σημαντικά, ὥστε οὐδὲν ἧττον οὐ διακέκριται τῆς ὕλης ἡ στέρησις. τὸ μὲν γὰρ νομίζειν, ὅτι οὐδʼ ὅλως εἶναι ἐνόμιζεν ὁ Πλάτων τὴν στέρησιν, εὔηθες· οὗτος γοῦν ἐστιν ὁ λέγων εἶναί τι μὴ ὄν, ὃ μὴ παρʼ ἔλαττόν ἐστι τοῦ ὄντος, καὶ εἰ μηδὲν εἶδός φησιν ἔχειν τὴν ὕλην, ᾔδει δήπου τὴν στέρησιν τῶν εἰδῶν ἐνοῦσαν αὐτῇ, ὥστε οὐκ ἠγνόει ὅτι ἔστιν ἡ στέρησις. πάλιν γοῦν φησιν αὐτὸς εἶναι μὲν πάντα κατὰ τὸ εἶδος, γίνεσθαι δὲ κατὰ τὴν μετάληψιν, φθείρεσθαι δὲ κατὰ ἀποβολήν, ὥστε τὸ ἀποβάλλον τὸ εἶδος στέρησιν ἔχει τοῦ εἴδους. εἰ οὖν ἔστι μὲν ἡ στέρησις, μηδὲν δέ φησι περὶ αὐτῆς, ἤτοι διὰ τὸ τὴν αὐτὴν εἶναι νομίζειν τῷ εἴδει ἢ τὴν αὐτὴν τῇ ὕλῃ· ἀλλὰ τῷ μὲν εἴδει οὐκ ἂν εἶναι τὴν αὐτὴν ἐνόμισεν — ἦν γὰρ ἂν ἅμα τὰ ἐναντία —, ὥστε εὔλογον τῇ ὕλῃ τὴν αὐτὴν εἶναι νομίζειν. εἰ δὲ τὴν αὐτὴν τῇ ὕλῃ, ἢ καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ τὴν αὐτήν, ἢ λόγῳ μὲν ἑτέραν ὑποκειμένῳ δὲ μόνῳ τὴν αὐτήν. εἰ μὲν οὖν ἑτέραν τῷ λόγῳ αὐτὴν ὑπελάμβανεν, ὥσπερ καὶ ἡμεῖς, ἔδει αὐτὸ τοῦτο διορίσαι καὶ διαστείλασθαι, εἰ δὲ μὴ φαίνεται τοῦτο ποιῶν, δῆλον δήπου ὅτι καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ τὴν αὐτὴν ὑπελάμβανεν εἶναι αὐτὴν τῇ στερήσει.

Ὁ μὲν οὖν Ἀριστοτέλης ταῦτα. ὁ δὲ Πλάτων ὅτι μὲν τὴν ὕλην οὐ ταὐτὸν εἶναι τῇ στερήσει ὑπετίθετο, σαφῶς οὕτως οὐκ ἔστιν αὐτὸν εὑρεῖν λέγοντα, ὅτι δὲ ἑτέραν ᾔδει οὖσαν τῆς ὕλης τὴν στέρησιν, σαφὲς ἐκ τῶν εἰρημένων· εἰ γὰρ λέγει τὴν ὕλην μητέρα καὶ τιθηνὴν καὶ δεξαμενὴν τῶν εἰδῶν καὶ μηδὲν εἶδος ἔχειν τῶν εἰσιόντων, δῆλον ὅτι στέρησιν εἶχε τῶν εἰδῶν. ὅταν οὖν δέχηται τὰ εἴδη, οὐ δήπου ἅμα καὶ τὴν στέρησιν αὐτῶν ὧν δέχεται ἔχειν δύναιτʼ ἄν· συμβήσεται γὰρ τὸ αὐτὸ ἅμα καὶ εἶναι καὶ μὴ εἶναι· ὥστε ἐν τῷ δέχεσθαι τὰ εἴδη ἀποβάλλει τὴν τούτων στέρησιν, εἰ δὲ τοῦτο, ἑτέρα ἂν εἴη παρὰ τὴν στέρησιν. καὶ εἴ φησιν εἶναι πάντα κατὰ τὸ εἶδος, γίνεσθαι μὲν κατὰ τὴν μετάληψιν τοῦ εἴδους, φθείρεσθαι δὲ κατὰ τὴν τούτου ἀποβολήν, τὸ δʼ ἀποβάλλον τὸ εἶδος ἡ ὕλη, καὶ ἡ ἀποβολὴ τοῦ εἴδους οὐδὲν ἕτερόν ἐστιν ἢ στέρησις εἴδους, πρὶν ἄρα ἀποβάλῃ τὸ εἶδος ἐκεχώριστο αὐτῆς ἡ στέρησις· ὥστε ἕτερον εἶναι τὴν ὕλην τῆς στερήσεως ἐνόμιζεν. εἰ δὲ μὴ σαφῶς οὕτως ἐπὶ λέξεως λέγει ὥσπερ ὁ Ἀριστοτέλης, ὅτι ἕτερόν ἐστι τῷ λόγῳ ἡ στέρησις τῆς ὕλης, οὐδὲν θαυμαστόν· αὐτὸς γάρ ἐστιν ὁ Ἀριστοτέλης ὁ εἰπών, ὅτι οὐκ ἂν ἡμεῖς οὕτως διηρθρωμένην περὶ τῶν πραγμάτων ἔχειν τὴν γνῶσιν ἠδυνήθημεν, μὴ παρὰ τῶν παλαιοτέρων τὰς ἀρχὰς καὶ τὰ σπέρματα τῆς ζητήσεως εἰληφότες· καὶ οὐδέν γε θαυμαστὸν τῶν ἄλλων ἡμῖν τὰς ἀφορμὰς τῆς τῶν πραγμάτων γνώσεως δεδωκότων αὐτοὺς ἡμᾶς τὰ παρʼ ἐκείνων πλατύνειν καὶ διαρθροῦν.

Πρῶτον μὲν γὰρ ὁμολογοῦσιν ἁπλῶς γίνεσθαί τι ἐκ μὴ ὄντος, ᾗ Παρμενίδην ὀρθῶς λέγειν.

Ὅτι ἥψαντο μὲν τοῦ περὶ τῆς ὕλης λόγου οὐχ ἱκανῶς δέ, πρῶτον μὲν οὖν δείκνυσιν ἐκ τοῦ ἀποδέχεσθαι τοὺς Παρμενίδου λόγους. εἰ γὰρ συνεχώρουν τὸ ὂν ἓν σημαίνειν, τοῦτο δὲ ἀγένητον εἶναι, ἔλεγον δὲ καὶ γίνεσθαί τινα, ἀνάγκη πᾶσα ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι· τὸ γὰρ ὁπωσοῦν ὂν ἓν εἶναι καὶ ἀγένητον. καὶ πάλιν, εἰ συνεχώρουν τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι, τὸ ὂν δὲ ἀγένητον εἶναι, τὸ γινόμενον ἄρα ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἔλεγον γίνεσθαι. ὥστε διὰ μὲν τοῦ τὸ γινόμενον ἐκ μὴ ὄντος λέγειν γίνεσθαι, ἐπειδὴ τὸ μὴ ὂν τὴν ὕλην ἐκάλουν — ἐκ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος κοινὴ δόξα τῶν φυσικῶν μηδὲν ἂν γίνεσθαι —, εἰς ἔννοιαν τῆς ὕλης ἦλθον ἥτις οὐδέν ἐστι τοιοῦτον οἷον τὰ γινόμενα, διὰ δὲ τὸ ἁπλῶς μὴ ὂν καλεῖν τὴν ὕλην οὐ κατωρθωμένην ἔσχον αὐτῆς τὴν ἔννοιαν· οὐ γάρ ἐστιν ἁπλῶς μὴ ὄν, ἀλλὰ πῇ μὴ ὄν — κατὰ συμβεβηκὸς γὰρ μὴ ὂν διὰ τὸ τὴν στέρησιν ἔχειν —, καὶ ἐνεργείᾳ μὲν μὴ ὂν δυνάμει δʼ ὄν. ἁπλῶς δὲ μὴ ὂν ἔλεγον τὴν ὕλην, ᾗ συνεχώρουν ταῖς Παρμενίδου προτάσεσι τῇ τε λεγούσῃ τὸ ὂν ἓν σημαίνειν καὶ τῇ λεγούσῃ τὸ παρὰ τὸ ὂν οὐκ ὄν· εἰ γὰρ ἓν τὸ ὂν ἔλεγεν ὁ Παρμενίδης, πᾶν δʼ εἴ τι παρὰ τοῦτο μὴ ὂν εἶναι οὐ τὶ μὴ ὂν ἀλλʼ ἁπλῶς μὴ ὄν, ἀνάγκη πᾶσα τὸν ἀποδεχόμενον τὴν δόξαν ταύτην τὴν λέγουσαν τὸ ὂν ἓν εἶναι καὶ ἀγένητον, λέγοντα δὲ γένεσιν εἶναι, ἐπειδὴ ἐκ τοῦ ὄντος οὐδὲν δύναται γενέσθαι — ἀμετάβλητον γὰρ τοῦτο —, ἐκ τοῦ ἀντικειμένου αὐτῷ λέγειν γίνεσθαι, τοῦτο δʼ ἐστὶ τὸ ἁπλῶς μὴ ὄν, κἂν μὴ διαρρήδην τοῦτο λέγῃ. ὥστε οὐ σῴζει Πλάτων τὴν τῆς ὕλης φύσιν ἁπλῶς μὴ ὂν αὐτὴν λέγων ἐξ ἧς γίνεται τὰ γινόμενα, ἥτις πῇ μὲν ἔστι πῇ δʼ οὔ· δυνάμει μὲν γὰρ ἔστιν ἐνεργείᾳ δʼ οὔ, καὶ καθʼ αὑτὸ μὲν ὂν κατὰ συμβεβηκὸς δὲ οὐκ ὂν διὰ τὸ ἔχειν τὴν στέρησιν, ἥτις ἐστὶ καθʼ αὑτὸ οὐκ ὄν. εἴρηται δὲ καὶ περὶ τούτων ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ ὂν ὁ Πλάτων τὸ νοητὸν ἔλεγεν, καὶ ὅτι οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν εἰσῆγεν, ἀλλὰ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν.

Εἶτα φαίνεται αὐτοῖς, εἴπερ ἐστὶν ἀριθμῷ μία, καὶ δυνάμει μόνον μίαν εἶναι.

Οὐ γὰρ φαίνονται διαστελλόμενοι ταῦτα, ὥσπερ ὁ Ἀριστοτέλης. καὶ ἄλλως εἰ ἔλεγον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γενέσθαι τὰ γινόμενα ἐκ τῆς ὕλης λέγοντες κατὰ τὸν εἰρημένον τρόπον, δῆλον ὅτι διὰ τὸ ἕν τι λαμβάνειν τὴν ὕλην μετὰ τῆς στερήσεως, ἥτις ἡ στέρησις ἁπλῶς μὴ ὄν ἐστι.

Τοῦτο δὲ διαφέρει πλεῖστον.

Οὐ τὸ τυχὸν διαφέρει τὸ λέγειν καὶ ἀριθμῷ καὶ λόγῳ μίαν εἶναι τοῦ λέγειν ἀριθμῷ μὲν μίαν εἶναι λόγῳ δὲ δύο διὰ τὴν στέρησιν, ἀλλὰ πολλὴ τούτων ἐστὶν ἡ διαφορά. πόση δʼ ἡ διαφορὰ ἐπιφέρει· καὶ τὴν μὲν ἐγγὺς οὐσίαν πως, τὴν ὕλην, τὴν δὲ στέρησιν οὐδαμῶς. ἐγγὺς οὐσίαν τὴν ὕλην φησίν, ὅτι τε μέρος γίνεται τῆς οὐσίας καὶ ὅτι, ὥσπερ ἡ οὐσία ὑπόκειται ταῖς λοιπαῖς κατηγορίαις, οὕτως καὶ ἡ ὕλη ταῖς οὐσίαις. διὰ τοῦτο οὐσία πως ἡ ὕλη, ἡ δὲ στέρησις οὐδαμῶς, ἐξισταμένη καὶ ὑποχωροῦσα τοῖς εἴδεσιν.

Οἱ δὲ τὸ μὴ ὂν τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἢ τὸ συναμφότερον ἢ τὸ χωρὶς ἑκάτερον.

Ἡμεῖς μέν, φησίν, οὕτως χωρίζομεν τῆς ὕλης τὴν στέρησιν, ἐκεῖνοι δὲ τὴν ὕλην τὸ μέγα καὶ τὸ μικρὸν λέγουσιν, εἴτε δʼ ἕν τι σημαίνει αὐτοῖς ἀμφότερα τὰ ὀνόματα εἴτε διάφορα, ὅμως γοῦν ὕλης σημαντικὰ αὐτοῖς ἐστι τὸ μέγα καὶ τὸ μικρόν. ὥστε, φησίν, ἑτέρως ἡμεῖς τρεῖς ἀρχὰς ὑποτιθέμεθα καὶ ἑτέρως ἐκεῖνοι· ἡμεῖς μὲν γὰρ τρία πράγματά φαμεν ὕλην εἶδος στέρησιν, ἐκεῖνοι δʼ ὀνόματα μὲν τρία, πράγματα δὲ δύο· τὸ γὰρ μέγα καὶ τὸ μικρὸν τῆς ὕλης αὐτοῖς ἐστι σημαντικόν, εἴτε μία αὐτοῖς εἴη ἡ ὕλη εἴτε δύο. μέχρι μὲν γὰρ δεῦρο προῆλθον, ὅτι δεῖ τινα ὑποκεῖσθαι φύσιν. μέχρι μέν, φησί, τοῦ ὑποθέσθαι φύσιν τινὰ ὑποκειμένην τοῖς εἴδεσι πᾶσι καλῶς αὐτοῖς προῆλθεν ὁ λόγος, τὸ δʼ ἑξῆς οὐκέτι· ταύτην γὰρ τὴν φύσιν οὐ μίαν ἀριθμῷ μόνον φασίν, ἀλλὰ καὶ λόγῳ, καὶ οὐχ ὡς ἡμεῖς δύο τῷ λόγῳ. ἀναλαμβάνει δὲ τὰς δείξεις ἐφεξῆς, ὅτι ἑτέρα τῆς ὕλης ἡ στέρησις.

Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῆς μορφῆς τῶν γινομένων ἐστίν, ὥσπερ μήτηρ.

Καλῶς καὶ Πλατωνικῶς τὸ συναιτία· τὸ γὰρ κυρίως αἴτιον ἐξῃρῆσθαι δεῖ τοῦ ἀποτελέσματος, ὥσπερ τὸ ποιητικὸν καὶ τὸ παραδειγματικόν, συναίτιον δʼ ἡ ὕλη, ὡς συντελοῦσα εἰς τὴν γένεσιν καὶ μέρος γινομένη τοῦ πράγματος. μήτηρ δέ, διότι ὥσπερ ἡ μήτηρ δέχεται τὸ σπέρμα καὶ φυλάττει καὶ τελεσφορεῖ, οὕτω καὶ ἡ ὕλη δέχεται τὰ εἴδη καὶ φυλάττει καὶ εἰς τὸ τέλειον ἄγει τῇ ἑαυτῆς χορηγίᾳ, ἀεὶ τῇ παρʼ ἑαυτῆς προσθήκῃ ὑποβάθραν τῷ εἴδει ποιοῦσα τῆς τελείας παρουσίας.

Ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδʼ εἶναι τὸ παράπαν.

Ὥσπερ ἀπολογίαν ὑπὲρ Πλάτωνος ταύτην προσέθηκεν, ἀποδιδοὺς τὴν αἰτίαν διὰ τί μὴ διέκρινε τὴν ὕλην τῆς στερήσεως. εἰ γὰρ ἀποβλέψειέ τις, φησίν, εἰς τὸ κακοποιὸν τῆς στερήσεως, δόξειεν ἂν μηδʼ εἶναι τὸ παράπαν· ἣν δὲ δοκεῖ τις μηδʼ εἶναι, πῶς ἂν διακρίνειε τοῦ ὄντος; διακρίσεως γὰρ δεῖ καὶ διαστολῆς ἐν τοῖς οὖσιν, οὐκ ἐν τοῖς μὴ οὖσι. κακοποιὸν δέ φησι τὴν στέρησιν, διότι τῆς φθορᾶς αὕτη ἐστὶν αἰτία, ὥσπερ τὸ εἶδος τῆς γενέσεως καὶ τοῦ εἶναι, ἑκάστῳ δὲ τὸ εὖ καὶ τὸ ἀγαθὸν κατὰ τὸ εἶναι. ἐπεὶ οὖν ἡ κοινὴ πάντων ἀρχὴ τἀγαθόν ἐστι, δῆλον ὅτι πᾶν ὅπερ ἔστιν ἀγαθόν ἐστιν· οὐδὲν γὰρ δύναται εἶναι μὴ μετέχον τοῦ ἀγαθοῦ. τὸ εἶναι ἄρα ἑκάστῳ ἀγαθόν, ἐπειδὴ τὸ εἶναι ἐκ τῆς πρώτης ἀρχῆς, αὕτη δὲ τἀγαθόν. εἰ δὲ τὸ εἶναι ἀγαθόν, τὸ μὴ εἶναι κακόν· εἰ δὲ τὸ μὴ εἶναι κακόν, τὸ τοῦ μὴ εἶναι αἴτιον κακοποιὸν ἂν εἴη. ἐπεὶ οὖν οὐδὲ εἶναι δύναται τὸ μὴ μετέχον τοῦ ἀγαθοῦ, κακοποιὸς ἄρα οὖσα ἡ στέρησις οὐδʼ ἂν εἴη ὅλως, εἴ γε τὸ ὂν πάντως καὶ ἀγαθόν. διὰ τοῦτο οὖν, φησί, δόξει μηδὲ εἶναι ὅλως ἡ στέρησις, πάλιν δʼ αὖ εἶναι καὶ αὐτὴν ἀνάγκη, ἐπειδὴ οὐκ ἄνευ ταύτης ἡ γένεσις· τῷ γὰρ ὄντι, ὡς ὁ Θεμίστιός φησι, «θαυμαστὸν μὲν εἰ ἔστι φθείρουσα τὸ εἶναι, θαυμαστὸν δὲ εἰ μὴ ἔστι ποιοῦσα τὸ γίνεσθαι· οὐ γὰρ ἂν γίνοιτό τι μὴ φθειρομένου τινός, ἀλλʼ ἦν ἅπαντα ἀίδια.»

Ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ.

Πῶς κακοποιὸς ἡ στέρησις διὰ τούτων κατασκευάζει. ὄντος γάρ, φησί, θείου τινός, λέγει δὲ τοῦ εἴδους τοῦ ἐνύλου· οὐχ ὡς ἄν τις γὰρ ὑπολάβοι περὶ τοῦ πρώτου φησὶ τοῦ θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ· τούτῳ γάρ φησιν ἐναντίον εἶναι, τῷ πρώτῳ δὲ οὐδὲν ἐναντίον. θεῖον οὖν φησι τὸ ἔνυλον εἶδος, θεῖον δʼ ὡς παρὰ θεοῦ προϊόν, ἀγαθοῦ δέ, διότι τὸ εἶναι ἑκάστῳ ἀγαθόν. τὴν μὲν στέρησιν ἐναντίον φαμὲν τῷ εἴδει, διότι τοῦ μὴ εἶναι αἰτία ἡ στέρησις, εἰ δὲ τῷ ἀγαθῷ ἐναντίον ἡ στέρησις, κακὸν ἄρα ἡ στέρησις. ἡ δὲ ὕλη οὐκ ἐναντία τῷ εἴδει· ἐφίεται γὰρ αὐτοῦ, φησίν, ὡς αἰσχρὸν καλοῦ καὶ θῆλυ ἄρρενος. ὡς γὰρ μετέχουσα τῆς αἰσχρότητος, λέγω δὴ τῆς στερήσεως, οὕτως ἐφίεται τοῦ καλοῦ· κοσμεῖται γὰρ ὑπʼ αὐτοῦ. εἰ τοίνυν ἐφίεται τοῦ εἴδους ἡ ὕλη, οἱ ἄρα ἓν τὴν ὕλην καὶ τὴν στέρησιν νομίζοντες τὴν στέρησιν λέγουσι τοῦ εἴδους ἐφίεσθαι, εἴ γε ταὐτὸν ἡ ὕλη καὶ ἡ στέρησις· τὸ ἐναντίον ἄρα τοῦ ἐναντίου ἐφίεται. τὸ δʼ ἐφιέμενον τοῦ ἐναντίου τῆς αὑτοῦ φθορᾶς ἐφίεται· φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία· αὐτό τι ἄρα τῆς ἑαυτοῦ φθορᾶς ἐφίεται, ὅπερ ἀδύνατον· οὐδὲν γὰρ τῆς ἑαυτοῦ φθορᾶς ἐφίεται. καίτοι εἰ ἐφετὸν τὸ εἶδος διότι καὶ τοῦ εἶναι αἴτιον, τὸ δʼ εἶναι ἀγαθόν, ἀνάγκη πᾶσα ἢ αὐτὸ ἑαυτοῦ ἐφίεσθαι ἢ τὸ ἐναντίον αὐτοῦ ἐφίεσθαι, τὴν στέρησιν λέγω ἢ τὴν ὕλην· ἀλλʼ οὔτε αὐτὸ ἑαυτοῦ ἐφίεται — ἀνενδεὲς γὰρ ἑαυτοῦ, ἐφίεται δέ τις τοῦ ἀπόντος καὶ ὃ μὴ ἔχει — οὔτε ἡ στέρησις — τῆς ἑαυτῆς γὰρ ἂν φθορᾶς ἐφίοιτο· λείπεται ἄρα τὴν ὕλην ἐφίεσθαι τοῦ εἴδους· εἰ δὲ ἡ ὕλη τοῦ εἴδους ἐφίεται, ταὐτὸν δὲ τῇ στερήσει ἡ ὕλη, τῆς ἑαυτῆς φθορᾶς ἐφίοιτο ἄν. καὶ ἄλλως εἰ ταὐτὸν ἡ ὕλη τῇ στερήσει, πῶς σῴζοιτο ἂν τὸ τινὸς εἴδους αὐτὴν μεταλαμβάνειν; εἰ μὲν γὰρ ἡ τοῦ ἀνθρώπου ὕλη ταὐτὸν τῇ ἀνθρωπείᾳ στερήσει, καὶ ἁπλῶς εἰ ἡ τὶς ὕλη τῇ τινὶ στερήσει ταὐτόν, φθειρομένης τῆς στερήσεως τοῦ ἀνθρώπου ἐν τῇ γενέσει τοῦ ἀνθρώπου φθαρείη ἂν καὶ ἡ τοῦ ἀνθρώπου ὕλη· τὸ δὲ φθαρὲν πῶς ἂν δέξαιτο τὸ εἶδος; οὐκ ἐν ὕλῃ ἄρα τὸ τοῦ ἀνθρώπου εἶδος. καὶ εἰ ἡ τὶς ὕλη τῇ τινὶ στερήσει ταὐτόν, καὶ ἡ ἁπλῶς ὕλη τῇ ἁπλῶς στερήσει ταὐτόν· καὶ ἔμπαλιν εἰ ἡ ἁπλῶς τῇ ἁπλῶς, καὶ ἡ τὶς τῇ τινὶ. εἰ τοίνυν ἡ ἁπλῶς ὕλη ταὐτὸν τῇ ἁπλῶς στερήσει, δῆλον ὅτι κἂν τινὸς μὲν εἴδους μεταλάβοι, τινὸς δὲ μή, φθείροιτʼ ἂν καὶ οὐκ ἂν εἴη ἄφθαρτος. ὥστε εἰ ταὐτὸν τῇ ὕλη ἡ στέρησις, οὔτε ἄφθαρτος ἂν εἴη, οὔτε τὰ εἴδη ἐν ὕλῃ σχήσουσι τὸ εἶναι διὰ τὸ φθαρτὴν αὐτὴν εἶναι· ὡς γὰρ ἡ στέρησις ὑπεξίσταται τῷ εἴδει, οὕτως καὶ ἡ ὕλη ταὐτὸν οὖσα τῇ στερήσει. θεῖον μὲν οὖν τὸ εἶδος, ὡς παρὰ θεοῦ προϊόν, ἀγαθὸν δέ, ἐπειδὴ τὸ εἶναι ἑκάστῳ ἀγαθόν, διʼ αὐτὸ δὲ καὶ ἐφετόν· καὶ πᾶσι γὰρ ἐφετὸν τὸ ἀγαθόν. πῶς δέ φησι τὸ εἶδος μὴ εἶναι ἐνδεές, τὸ δὲ ἐνδεὲς τῆς ὕλης ὑπάρχει; οὐχ ὅτι οὐ δεῖται τῆς ὕλης πρὸς τὸ εἶναι, ἀλλʼ ὅτι ἡ μὲν ὕλη αἰσχρὰ οὖσα καὶ ἀόριστος δεῖται τοῦ ὁρίζοντος καὶ εἰδοποιοῦντος, τὸ δὲ εἶδος αὐτὸ κάλλος ὂν καὶ ὅρος οὐ δεῖταί τινος εἰς τοῦτο· τὸ γὰρ ἐνδεὲς δεῖ πρῶτον εἶναι, εἶτα ἐνδεὲς ἢ ἀνενδεὲς εἶναι. ἡ μὲν οὖν ὕλη κἂν μὴ δεῖται τοῦ εἴδους εἰς τὸ εἶναι ὅσον ἐπὶ τῷ αὑτῆς λόγῳ, ἀλλʼ οὖν οὖσα ἐνδεής ἐστι καὶ δεῖται τοῦ ὁρισθῆναι καὶ κοσμηθῆναι, τὸ δʼ εἶδος ἔστι καὶ οὐκέτι δεῖταί τινος τοῦ εἰς τάξιν ἢ εἰς ὅρον ἄγοντος. οὐ καθʼ αὑτὸ δέ φησι τὴν ὕλην αἰσχράν, ἀλλὰ κατὰ συμβεβηκός· αἰσχρότης μὲν γὰρ ἡ στέρησις, αἰσχρὸν δʼ ἡ ὕλη διὰ τὸ μετέχειν τῆς στερήσεως. αἰσχρὸν δὲ κατὰ συμβεβηκός· οὐ γὰρ τῷ ἑαυτῆς λόγῳ — ἡ γὰρ στέρησις τῷ ἑαυτῆς λόγῳ αἰσχρόν —, ἀλλʼ ὅτι συνέβη ἐν στερήσει τῶν εἰδῶν αὐτὴν εἶναι. καὶ εἰ πέφυκε τὰ εἴδη ἐπιδέχεσθαι, οὐκ ἂν εἴη καθʼ αὑτὴν αἰσχρά· οὐ γὰρ ἄν ποτε τὸ ἐναντίον ἐδέξατο. ὡσαύτως δὲ καὶ θῆλυ κατὰ συμβεβηκός, ἐπειδὴ παθητικὸν μὲν τὸ θῆλυ, ποιητικὸν δὲ τὸ ἄρρεν καὶ εἰδοποιόν· καὶ ἡ ὕλη δὲ παθητικόν, ποιεῖ δʼ εἰς αὐτὴν τὸ εἶδος.

Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὥς, ἔστι δʼ ὡς οὔ.

Δείκνυσι δὲ ἐντεῦθεν ὅτι καὶ ἀγένητος καὶ ἄφθαρτος ἡ ὕλη, ἀγένητος δὲ οὐ κατʼ αἰτίαν, ἀλλὰ κατὰ χρόνον· καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ αὐτῶν τῶν ἐπιχειρημάτων ἐξ ὧν δείκνυσιν αὐτὴν καὶ ἀγένητον καὶ ἄφθαρτον, δῆλον δὲ καὶ ἐκ τῶν ἀλλαχοῦ αὐτῷ εἰρημένων — περὶ γὰρ τοῦ πρώτου λέγων φησὶν «ἐκεῖθεν γὰρ τοῖς πᾶσι τὸ εἶναί τε καὶ ζῆν, τοῖς μὲν τρανέστερον τοῖς δὲ ἀμυδρότερον», ὥστε καὶ τῇ ὕλη. καὶ πάλιν «ἐκ τοιαύτης ἄρα ἀρχῆς ἐξήρτηται ὅ τε οὐρανὸς καὶ ὁ κόσμος», ὥστε καὶ τὸ τοῦ κόσμου ὑποκείμενον — … ἐκ τῶν ἐπιχειρημάτων αὐτῶν, ὅτι τὴν κατὰ χρόνον γένεσιν ἀναιρεῖ τῆς ὕλης. τί γάρ φησιν; ὅτι εἰ μὴ εἴη ἀγένητος ἀλλὰ γίνοιτο, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ γίνεται καθʼ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, καὶ ταύτῃ τῇ ὑποθέσει δείξας ἄτοπόν τι ἑπόμενον, ἀναιρεῖ μὲν ταύτην, εἰσάγει δὲ τὴν ἐναντίαν. εἰ δὲ λέγει ὅτι εἰ γενητὴ εἴη ἡ ὕλη, δεῖ τι αὐτῆς πρότερον ὑποκεῖσθαι, δῆλον ὅτι κατὰ χρόνον γενητὴν ὑποτίθεται, εἴ γε καὶ προϋποκεῖσθαί τι αὐτῆς ἀνάγκη· ταύτην δὲ τὴν ὑπόθεσιν ἀναιρεῖ· τὸ ἄρα κατὰ χρόνον γενητὸν εἶναι τὴν ὕλην ἀναιρεῖ, οὐ τὸ κατʼ αἰτίαν· τὸ δὲ τῷ κατὰ χρόνον γενητῷ ἀντικείμενον τὸ κατὰ χρόνον ἐστὶν ἀγένητον· κατὰ χρόνον ἄρα ἀγένητον εἶναι βούλεται τὴν ὕλην οὐ κατʼ αἰτίαν. ἔστιν οὖν, φησί, καὶ ἀγένητος καὶ ἄφθαρτος, φθείρεσθαι δὲ καὶ γίνεσθαι λέγοιτο ἂν κατὰ συμβεβηκός· ἐπεὶ γὰρ ἡ στέρησις ἐν τῇ ὕλῃ οὖσα τῇ παρουσίᾳ τοῦ εἴδους φθείρεται καθʼ αὑτό, λέγοιτο ἂν καὶ αὐτὴ κατὰ συμβεβηκὸς φθείρεσθαι· εἰ γὰρ ἀνείδεος ἡ ὕλη, τὸ δʼ ἀνείδεον τοῦτο στερητικόν ἐστι τῶν εἰδῶν, ἐπειδὴ τῶν εἰδῶν παραγινομένων φθείρεται τὸ ἀνείδεον τῆς ὕλης — εἰδοποιεῖται γάρ —, διὰ τοῦτο καὶ αὐτὴ κατὰ συμβεβηκὸς λέγεται φθείρεσθαι· οὐ γὰρ αὐτὸ τὸ εἶναι αὐτῆς καί, ἵνα οὕτως εἴπω, οὐχ ἡ φύσις καὶ ἡ οὐσία αὐτῆς φθείρεται, ἀλλὰ μόνον τὸ ἀνείδεον. ὥσπερ καὶ τοῦ κηροῦ καθʼ αὑτὸ ἀσχηματίστου ὄντος, ὅταν σχηματισθῇ, τὸ μὲν ἀσχημάτιστον αὐτοῦ ἔφθαρται — καὶ ταύτῃ λέγοιτο ἂν καὶ ὁ κηρὸς ἐφθάρθαι κατὰ συμβεβηκός —, οὐ μέντοι αὐτὴ ἡ τοῦ κηροῦ οὐσία ἔφθαρται, οὕτως καὶ ἐπὶ τῆς ὕλης ἔστιν εἰπεῖν· ὅτι γὰρ ἡ στέρησις ἐν αὐτῇ οὖσα καθʼ αὑτὸ φθείρεται, λέγοιτο ἂν καὶ αὐτὴ κατὰ συμβεβηκὸς φθείρεσθαι, γίνεσθαι δὲ πάλιν, ὅταν ἀποβαλοῦσα τὸ εἶδος προσλάβῃ τὴν στέρησιν. τῷ γὰρ τὴν στέρησιν ἐν αὐτῇ γενέσθαι καὶ αὐτὴ ἂν γίνεσθαι λέγοιτο κατὰ συμβεβηκός, ἐπεὶ καὶ τῷ ἑαυτῆς λόγῳ ἀνείδεός ἐστιν· ὥσπερ ἂν εἰ τὸν ἀμφορέα φθείρεσθαι λέγοι τις φθαρέντος τοῦ ἐν αὐτῷ οἴνου, ἢ τὸν λευκὸν ἵππον φθαρέντος τοῦ λευκοῦ, γίνεσθαι δὲ πάλιν ἐγγινομένου.

Οὕτω μὲν οὖν φθείρεσθαι καὶ γίνεσθαι λέγοιτο ἂν ἡ ὕλη οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, καθʼ αὑτὸ δέ, φησί, καὶ ἀγένητόν ἐστι καὶ ἄφθαρτον. καὶ ἵνα τοῦτο δείξῃ, ἀποδίδωσι τὸν τῆς ὕλης ὁρισμὸν ἐξ οὗ δείκνυσιν ἀδύνατον αὐτὴν ἢ γενέσθαι ἢ φθαρῆναι· ὕλην γάρ, φησί, λέγω τὸ πρῶτον ὑποκείμενον ἑκάστῳ, ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός. τὸ πρῶτον μὲν εἶπε διὰ τὸ τριχῇ διαστατόν· ἔστι γὰρ καὶ τοῦτο ὑποκείμενον πᾶσι τοῖς λοιποῖς ἀλλʼ οὐ πρῶτον, καὶ ἕτερον ἑτέρῳ μερικώτερόν ἐστιν ὑποκείμενον ἀλλʼ οὐ πρῶτον, πρῶτον δʼ ὑποκείμενον πᾶσιν ἡ ὕλη. τὸ δὲ ἐξ οὗ ἐνυπάρχοντος, ὅτι γίνεται καὶ ἐκ τῆς στερήσεως τὰ γινόμενα, ἀλλʼ οὐκ ἐνυπάρχοντος, ἀλλὰ κατὰ συμβεβηκός, ἐκ τῆς ὕλης δὲ καθʼ αὑτό· ἐνυπάρχον γάρ. καὶ ἔχεις ἐντεῦθεν ἐκ τίνος καθʼ αὑτὸ γίνεται τὰ γινόμενα. τοῦ ὅρου οὖν τῆς ὕλης οὕτως ἔχοντος, δείκνυσι τέως ὅτι ἀγένητος οὕτως· εἰ γὰρ γίνεται, ἔκ τινος ὑποκειμένου γενήσεται — οὐδὲν γὰρ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται —, τοῦτο δʼ ἐστὶν ἡ τῆς ὕλης φύσις, ὃ πρῶτόν ἐστιν ὑποκείμενον· ὥστε ἔσται ὕλη πρὶν γενέσθαι ὕλην. καὶ πάλιν εἰ φθείρεται, εἴς τι φθαρήσεται, εἰς ὃ δὲ ἔσχατον φθείρονται τὰ φθειρόμενα ἡ ὕλη ἐστίν· ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι. εἰ γὰρ εἰς ὃ φθείρεται τοῦτο ὕλη ἐστί, πρὶν δὲ φθαρῆναι ὕλη ἦν, πρὶν φθαρῆναι ἄρα ἐφθαρμένη ἔσται καὶ μετὰ τὸ φθαρῆναι πάλιν ἔσται. καὶ πάλιν περὶ ἐκείνης τῆς ὕλης ἐξ ἧς γίνεται καὶ εἰς ἣν φθείρεται ἐρωτητέον εἰ ἀγένητος εἴη καὶ ἄφθαρτος ἢ οὔ· εἰ μὲν γὰρ καὶ αὐτὴ γίνοιτο καὶ φθείροιτο, καὶ αὐτῆς δηλονότι δεῖ προϋποκεῖσθαι ἑτέραν, καὶ ἢ ἐπʼ ἄπειρον οὕτως δεῖ προϊέναι, ὅπερ ἄτοπον, ἢ στῆναι εἴς τι ἀγένητον καὶ ἄφθαρτον. ἐκεῖνο οὖν ἔσται ἡ πρώτη ὕλη. καὶ διὰ τί ἐπὶ τῆς πρώτης τοῦτο ἐλέγομεν; περὶ γὰρ τῆς πρώτης ἡμῖν ὁ λόγος.

Οὕτως οὖν δείκνυται ἡ ὕλη καὶ ἀγένητος οὖσα καὶ ἄφθαρτος ἀξιώματος τούτου κειμένου, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. εἰ δέ τις μὴ συγχωρήσειε τῷ ἀξιώματι; καὶ γὰρ κατʼ αὐτὸν τὸν Ἀριστοτέλην τὰ εἴδη οὐκ ἐκ τῶν κράσεων ὄντα ἔξωθεν ἐπιγίνεται ταῖς κράσεσιν· οὐ γὰρ ἡ τῶν στοιχείων κρᾶσις ποιεῖ τὴν ἄλογον ψυχὴν ἢ ὅλως τὰς ζωάς, ὁπότε οὐδὲ τὰ λοιπὰ εἴδη, τὸ τῆς σαρκὸς λέγω καὶ τὸ τοῦ ὀστοῦ καὶ τὰ τοιαῦτα, ἀλλʼ ἔξωθεν ἐκ τῆς ὅλης δημιουργίας ἐπιγίνεται ταῖς κράσεσιν οὐκ ὄντα πρότερον. δῆλον δήπου ὅτι καὶ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐπιγίνεται, οὐχ ὡς ἐξ ὑλικοῦ λέγω αἰτίου· οὐ γὰρ προϋποκείμενόν τι ὑλικὸν αἴτιον οὕτω τραπὲν ἐποίησε τὴν ἄλογον ψυχήν, ἡ δὲ κρᾶσις ἐπιτήδειον μόνον ποιεῖ τὸ σῶμα εἰς τὸ δέξασθαι αὐτήν, οὐ μέντοι ἡ κρᾶσις ψυχή ἐστιν. ὥσπερ γὰρ ὁ τὰς χορδὰς τῆς λύρας κατασκευάζων ἐπιτηδείας αὐτὰς ποιεῖ εἰς τὸ καταδέξασθαι τὸ εἶδος τῆς ἁρμονίας, καὶ οὐχ αἱ χορδαὶ ἁρμονίαι εἰσίν, ἀλλʼ ἔξωθεν ὑπὸ τοῦ τεχνίτου ἡ ἁρμονία ταῖς χορδαῖς ἐπιτίθεται, οὕτως καὶ ἐπὶ τῆς τῶν σωμάτων τῶν ζῴων κράσεως ἔχει· τῇ γὰρ ἐπιτηδειότητι τῆς κράσεως ἔξωθεν αἱ ζωαὶ ἐπιτίθενται ὑπὸ τῆς δημιουργίας· οὐ γὰρ δὴ τὸ χεῖρον τοῦ κρείττονος εἴη ἂν αἴτιον καὶ τῆς ψυχῆς τὸ ἄψυχον καὶ τῆς ζωῆς τὸ ἄζωον. ὥστε εἰ τὰ τοιαῦτα μὴ ἀίδια ὄντα, ἀλλὰ γινόμενα καὶ ἀπογινόμενα, μὴ ἔκ τινος προϋποκειμένης ὕλης τὴν οὐσίαν καὶ τὴν εἰς τὸ εἶναι ὕπαρξιν δέχεται, πῶς ἄν τις παραδέξαιτο τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλʼ ὡς ἐκ προϋποκειμένου ὑλικοῦ αἰτίου; ταῦτα δέ φημι ὡς πρὸς τὴν πρώτην τῆς ὕλης ὑπόστασιν, ὅτι οὐδὲν κωλύει ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος αὐτὴν ὑποστῆναι, εἴ γε καὶ νῦν τὰ εἴδη πάντα αὐτὴν τὴν οὐσίαν αὑτῶν οὐκ ἔκ τινος προϋποκειμένου ἔχουσι· τὸ γὰρ σύνθετόν ἐστι τὸ γινόμενον ἐκ τῆς ὕλης. νῦν μέντοι ἐπὶ τῶν κατὰ μέρος γινομένων, ὅτι ἡ ὕλη ἑκάστου οὔτε γίνεται οὔτε φθείρεται, σαφές. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ὡς πρὸς τὸν παρόντα λόγον, πλειόνων εἰς τὸν τόπον ὄντων ἐπιχειρημάτων.

Ζητήσειε δʼ ἄν τις ἐν τούτοις εἰκότως, πῶς τῆς ὕλης ὁρισμὸς ἀποδέδοται· εἰ γὰρ μὴ ἔστιν ἑλεῖν ἐπιβλητικῶς τὴν τῆς ὕλης οὐσίαν, καὶ διὰ τοῦτο τὴν γνῶσιν αὐτῆς κατʼ ἀναλογίαν ἢ ἐξ ἀποφάσεως ἴσχομεν, πῶς νῦν ὁρισμὸν τῆς ὕλης ἀποδίδωσιν; οἱ γὰρ ὁρισμοὶ καταφατικοί, τῆς δὲ ὕλης οὐκ ἔστι τι καταφῆσαι. φαμὲν οὖν ὅτι ὁ νῦν ἀποδεδομένος τῆς ὕλης ὁρισμὸς οὐ τῆς οὐσίας αὐτῆς ἐστι δηλωτικός — οὐ γὰρ καταφάσκει τι αὐτῆς —, ἀλλὰ τῆς σχέσεως αὐτῆς ἣν ἔχει πρὸς τὰ εἴδη· καὶ ὥσπερ τῶν γενῶν οἱ ὁρισμοὶ οὐκ ἄλλο τι αὐτῶν καταφάσκουσιν, ἀλλὰ μόνον τὴν σχέσιν λέγουσιν ἣν ἔχουσι πρὸς τὰ ὑπʼ αὐτά — ὅταν γὰρ εἴπω «γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον», οὐ τίς ἡ οὐσία τοῦ γένους εἶπον, ἀλλὰ τίνα σχέσιν ἔχει πρὸς τὰ ὑπʼ αὐτό· καὶ ἔστιν οὐ κυρίως οὗτος ὁρισμός, ὑπογραφὴ δὲ μᾶλλον —, οὕτως καὶ ἐπὶ τῆς ὕλης φαμὲν ὅτι οὐχ ὁρισμός ἐστιν ὁ νῦν αὐτῆς ἀποδεδομένος, ἀλλὰ μᾶλλον ὑπογραφή, δηλῶν ποίαν σχέσιν ἔχει πρὸς τὰ ὑλικὰ πράγματα.

Ὡς δὲ κατὰ δύναμιν οὐ καθʼ αὑτό. τουτέστιν ὡς κατὰ τὴν οἰκείαν δύναμιν καθʼ αὑτὴν ἄφθαρτός ἐστιν· ἀεὶ γάρ ἐστι δυνάμει πάντα. τὴν μὲν γὰρ στέρησιν οὐκ ἀεὶ ἔχει, τὸ μέντοι δυνάμει πάντα εἶναι ἀεὶ ἔχει, τοῦτο δέ ἐστιν αὐτῆς ἡ φύσις.

Περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσί, διʼ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι.

Περὶ τῆς ἀρχῆς, φησί, τῆς κατὰ τὸ εἶδος, λέγει δὲ τοῦ χωριστοῦ εἴδους καὶ αἰτίου τοῖς ἐνταῦθα εἴδεσι τοῦ εἶναι, οὐ περὶ τοῦ ἐν τοῖς πολλοῖς· περὶ τούτου γὰρ τοῦ φυσικοῦ διαλαβεῖν ἐστι. πότερον δὲ ἕν ἐστι τοῦτο ἢ πλείονα, καὶ εἰ ἓν τί ποτε τοῦτό ἐστι, καὶ εἰ πλείονα τίνα ταῦτα καὶ πόσα, τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι, διὸ ὑπερτίθεται ἐν ἐκείνοις τὸν περὶ τούτων λόγον. διαλέγεται δὲ περὶ αὐτῶν ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά, πότερον ἕν ἐστι τοῦτο ἢ πολλά, καὶ εἰ πολλὰ πόσα ταῦτα, καὶ ὅπως τὰ πολλὰ πρὸς τὸ ἓν ἔχουσιν, ὅτι πάντα ἐκεῖθεν ἤρτηται· «οὐκ ἀγαθόν» γάρ φησι «πολυκοιρανίη». ὥστε οἶδε καὶ αὐτὸς κατὰ Πλάτωνα καὶ τὰ χωριστὰ καὶ ἐξῃρημένα εἴδη καὶ αἴτια τῶν ἐνταῦθα, καὶ οὐ μάτην ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν, ὅτι τὸ «τὰς ἀρχὰς ἀεὶ δεῖ μένειν» περὶ τούτων ἔλεγε τῶν εἰδῶν. περὶ δὲ τοῦ φυσικοῦ εἴδους, ὅπερ ἐστὶ γενητὸν καὶ φθαρτόν, ἐν τῷ ἐφεξῆς λόγῳ διαλέξεται καὶ ἐν ταῖς ἄλλαις πάσαις φυσικαῖς πραγματείαις, οἷον περὶ τῶν εἰδῶν τῶν ζῴων ἢ τῶν μετεώρων καὶ τῶν ἄλλων ἁπλῶς φυσικῶν. ὅτι μὲν οὖν εἰσὶν ἀρχαί. ἐδείξαμεν ἐν ἀρχῇ τοῦ λόγου, ὅτι εἰ τὰ φυσικὰ πράγματα σύνθετα, τῶν δὲ συνθέτων τὰ ἁπλᾶ ἀρχαί, τὰ φυσικὰ ἄρα πράγματα ἀρχὰς ἔχει. καὶ τίνες καὶ πόσαι τὸν ἀριθμόν. ὅτι ἡ ὕλη καὶ τὸ εἶδος καὶ ἡ στέρησις, καὶ ὅτι πῇ μὲν τρεῖς αἱ ἀρχαὶ αἱ ἀπηριθμημέναι, πῇ δὲ δύο αἱ κυρίως καθʼ αὑτὸ ἀρχαί, ἡ ὕλη καὶ τὸ εἶδος· ἡ γὰρ στέρησις οὐ καθʼ αὑτὸ ἀρχή, ἀλλὰ κατὰ συμβεβηκός.

ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ β ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ διʼ ἄλλας αἰτίας.

Προκείμενον ἦν ἐξ ἀρχῆς τῷ Ἀριστοτέλει ἐκθέσθαι τὰς ἀρχὰς τῶν φυσικῶν πραγμάτων, καὶ ἐν μὲν τῷ πρώτῳ λόγῳ διελέχθη περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλὰ περὶ μὲν τῆς ὕλης πολὺν κατέτεινε λόγον, τάς τε τῶν παλαιοτέρων ψευδεῖς περὶ αὐτῆς δόξας ἀνακαθαιρόμενος καὶ τὴν ἑαυτοῦ ἐκθέμενος, καὶ εἰπὼν ὅτι ἐστὶν ὕλη τὸ πρῶτον ὑποκείμενον ταῖς οὐσίαις, καὶ ὅτι μία μέν ἐστι τῷ ἀριθμῷ λόγῳ δʼ οὐ μία, καὶ ὅτι ἐρχόμεθα εἰς ἔννοιαν αὐτῆς τῷ κατʼ ἀναλογίαν τρόπῳ χρώμενοι, καὶ ὅτι αὐτὴ ἐφίεται τοῦ εἴδους ὡς αἰσχρὸν καλοῦ καὶ θῆλυ ἄρρενος, ἀλλʼ αἰσχρόν ἐστι καὶ θῆλυ οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· περὶ δὲ τοῦ εἴδους βραχέα διαλεχθεὶς ὅτι ἐστὶ θεῖον καὶ ἐφετὸν καὶ ἀνενδεές, οὐ μέντοι τί ποτέ ἐστι τὸ εἶδος εἰρηκώς, ἐπήγαγε πρὸς τῷ τέλει ὅτι περὶ μὲν τοῦ χωριστοῦ εἴδους καὶ ἀιδίου τῆς πρώτης ἐστὶ φιλοσοφίας διαλαβεῖν, περὶ δὲ τοῦ γενητοῦ καὶ φθαρτοῦ ἐν τοῖς ἑξῆς ἐροῦμεν. πρόκειται οὖν αὐτῷ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τοῦ εἴδους διαλαβεῖν, ἀλλʼ ἐπειδὴ τὸ εἶδος τὸ ἑκάστου ἡ φύσις ἐστὶν ἡ ἑκάστου — ἥ τε γὰρ φύσις ἡ ἑκάστου οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἑκάστου εἶδος, καὶ τὸ εἶδος οὐδέν ἐστιν ἄλλο ἢ ἡ φύσις ἡ ἑκάστου —, διὰ τοῦτο βουλόμενος περὶ τοῦ εἴδους διδάξαι ζητεῖ τί ποτέ ἐστιν ἡ φύσις· ἐὰν γὰρ εὕρωμεν τί ἐστιν ἡ φύσις, εὑρηκότες ἂν εἴημεν τί ἐστι τὸ εἶδος. ζητεῖ οὖν ἐν ἀρχῇ τί ποτέ ἐστιν ἡ φύσις, εἶτα περὶ τῶν παρωνύμως ἀπὸ τῆς φύσεως λεγομένων, τί τὸ ἔχον φύσιν τί τὸ φύσει τί τὸ κατὰ φύσιν. ἀλλʼ ἐπειδὴ ἡ φύσις οὐ μόνον εἰδικόν ἐστιν αἴτιον, ἀλλὰ καὶ ποιητικὸν καὶ τελικόν, ὡς αὐτὸς προϊὼν ἐρεῖ ὅτι ἔρχεται πολλάκις τὰ τρία εἰς ταὐτὸν τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν, διὰ τοῦτο ἐπανατρέχει εἰς τὴν τῶν ἀρχῶν διαίρεσιν καὶ διαιρεῖ ποσαχῶς αἱ ἀρχαὶ καὶ ἀποδίδωσι τριττὴν τὴν τῶν ἀρχῶν διαίρεσιν οὖσαν, ὅτι τῶν ἀρχῶν αἱ μέν εἰσι προσεχεῖς αἱ δὲ διὰ μέσων, καὶ αἱ μὲν καθʼ αὑτὸ αἱ δὲ κατὰ συμβεβηκός, καὶ αἱ μὲν ἁπλαῖ αἱ δὲ συμπεπλεγμέναι, πᾶσαι δὲ αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ. ἔνθα καὶ παρεισκυκλεῖ πάλιν τὸν περὶ τῆς ὕλης λόγον καὶ διαλέγεται περὶ αὐτῆς, διαλέγεται δὲ καὶ περὶ τῶν λοιπῶν πάντων αἰτίων ἐνταῦθα καὶ περὶ τύχης καὶ αὐτομάτου, καὶ ἐρεῖ πῶς ἐστιν αἴτια ὧν λέγεται εἶναι αἴτια, ἐπειδὴ καὶ λέγονταί τινα ἐκ ταὐτομάτου γίνεσθαι καὶ ἀπὸ τύχης. ἔστιν οὖν ὡς συντόμως εἰπεῖν τῶν δύο βιβλίων ὁ σκοπὸς περὶ ὕλης καὶ εἴδους, ἀλλὰ τὸ μὲν πρότερον μᾶλλον περὶ ὕλης ἢ περὶ εἴδους, τὸ δὲ δεύτερον μᾶλλον περὶ εἴδους ἢ περὶ ὕλης, καὶ περὶ τῶν λοιπῶν πάντων αἰτίων τῶν φυσικῶν τῶν ἢ καθʼ αὑτὸ λεγομένων αἰτίων ἢ κατὰ συμβεβηκός. καὶ τέως ἐν ἀρχῇ περὶ τοῦ εἴδους. καὶ ἐπειδή, ὡς εἶπον, τὸ εἶδος ἑκάστου οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ φύσις ἡ ἑκάστου, διαλέγεται πρότερον τί ἐστι φύσις. ἵνα οὖν εὕρῃ τί ἐστι φύσις, λαμβάνει τίνι διαφέρει τὰ φυσικὰ πράγματα τῶν μὴ φυσικῶν· ᾗ γὰρ ἂν διαφορᾷ διαφέρῃ τῶν μὴ φυσικῶν τὰ φυσικά, ταύτῃ ἂν εἴη φυσικά. οὕτω καὶ ἐν τῇ Περὶ ψυχῆς θέλων λαβεῖν τί ἐστιν ἡ ψυχή, ἐζήτησε τίνι διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων, καὶ καθʼ ὃ διαφέρουσι τοῦτο εἶπεν εἶναι ψυχήν. τίνι οὖν διαφέρει τὰ φυσικὰ τῶν μὴ φυσικῶν; ὅτι τὰ μὲν φυσικὰ φαίνονται τῆς κινήσεως ἑαυτῶν καὶ τῆς ἠρεμίας τὴν ἀρχὴν ἐν ἑαυτοῖς ἔχοντα· τά τε γὰρ ζῷα ὅταν κινῆται οὐκ ἔξωθεν ὑπό τινος κινεῖται, ἀλλʼ ἐν ἑαυτοῖς ἔχει τὸ κινοῦν, καὶ τὰ ἄψυχα δέ· οἷον οἱ λίθοι ἀφιέμενοι οὐχ ὑπὸ τοῦ ἀφιέντος ἐπὶ τὸ κάτω κινοῦνται — ἐκεῖνος γὰρ μόνον ἀφῆκεν —, ἀλλʼ ἡ ἐν αὐτοῖς φυσικὴ ῥοπὴ κατήνεγκεν αὐτούς· οὕτω καὶ τὸ πῦρ ἀφεθὲν κάτωθεν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως ἠνέχθη ἐπὶ τὸ ἄνω· εἶτα ἐνεχθέντα εἰς τὰς οἰκείας ὁλότητας καὶ τοὺς οἰκείους τόπους ὑπὸ τῆς ἐν αὐτοῖς φύσεως ἠρεμεῖ. οὐ μόνον δὲ τῆς κατὰ τόπον κινήσεως τὰ φυσικὰ ἐν ἑαυτοῖς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ καὶ τῆς κατὰ ἀλλοίωσιν καὶ αὔξησιν· τό τε γὰρ αὖξον ἔσωθέν ἐστιν ὕλῃ χρώμενον τῇ τροφῇ καὶ τὸ κατὰ ποιότητα μεταβάλλον ἐκ μελάνων λευκοὺς ποιοῦν ἢ ψυχροτέρους ἢ θερμοτέρους, ἢ ὑγραῖνον ἢ ξηραῖνον. ὅτι γὰρ οὐχ ὑπό τινος ἔξωθεν αἰτίας, ἀλλʼ ὑπὸ τῆς φύσεως ὕλῃ χρωμένης τῇ τροφῇ ἀλλοιούμεθα καὶ αὐξανόμεθα, πρόδηλον· καὶ ἐξαιματοῦσα δὲ τὴν τροφὴν καὶ μεταβάλλουσα πρὸς ἕκαστον τῶν μορίων ἀλλοιώσει χρῆται. οὕτω μὲν οὖν πάντα τὰ φυσικὰ ἐν ἑαυτοῖς ἔχει τὴν κίνησιν, τὰ δὲ μὴ φυσικά, οἷον τὰ ἀπὸ τέχνης, τὸ τῆς κινήσεως αἴτιον ἔξωθεν ἔχει. τῆς γὰρ κλίνης ἔξωθεν τὸ αἴτιον, ὁ τέκτων· οὐ γὰρ ἐν τῷ ξύλῳ ἡ ποιήσασα τὴν κλίνην αἰτία, ἀλλʼ ἔξωθεν. ὁμοίως καὶ τὸ κινῆσαν τὴν οἰκίαν εἰς τὸ τοιόνδε εἶδος ἔξωθεν, ὁ οἰκοδόμος. εἰ τοίνυν ταύτῃ διαφέρει τὰ φυσικὰ τῶν μὴ φυσικῶν τῷ τὰ μὲν ἀρχὴν ἔχειν ἐν ἑαυτοῖς κινήσεως καὶ στάσεως, τὰ δὲ τεχνητὰ ἔξωθεν, ἔοικε τοῦτο εἶναι ἡ φύσις ἀρχὴ κινήσεως καὶ στάσεως. οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἀρχὴ ἡ φύσις, ἀλλὰ καὶ στάσεως· κινεῖ μὲν γὰρ ἵνα εἰς τὸ εἶδος ἀγάγῃ, ἵστησι δὲ ἵνα φυλάξῃ ἐν τῷ εἴδει. ἀποδίδωσιν οὖν ἔνθεν τὸν ὁρισμὸν τῆς φύσεως, ὅτι ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ὑπάρχει πρώτως καθʼ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. ἠρεμία δέ μοι νοείσθω νῦν οὐ μόνον ἡ ἀντιδιαιρουμένη τῇ κινήσει, ἀλλὰ καὶ ἡ στάσις· οὐ μόνον γὰρ τῆς μετὰ τὴν κίνησιν ἠρεμίας ἡ φύσις αἰτία, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἄνευ τοῦ κινεῖσθαι ἑστώτων ἀεί, ὡς ἐπὶ τῶν κέντρων καὶ τῆς τῶν πόλων στάσεως ἐροῦμεν. ὁ μὲν οὖν ὁρισμὸς τοιοῦτος. ἀρχὴ δὲ οὐ μόνον κινήσεως ἡ φύσις ἀλλὰ καὶ ἠρεμίας, διότι τέλους τινὸς στοχάζεται ἡ φύσις· οὐ γὰρ ἁπλῶς διʼ αὐτὸ τοῦτο ἵνα κινῆται τὰ κινούμενα διὰ τοῦτο κινεῖ, ἀλλʼ ἵνα εἴς τι τέλος καὶ εἶδος ἔλθῃ. ἐπεὶ οὖν τούτου στοχάζεται, εἰκότως ὅταν ἀγάγῃ εἰς τοῦτο ἵστησι τὸ κινούμενον τετυχηκὸς τοῦ τέλους, ἵνα φυλάξῃ ἐν τούτῳ, διʼ ὃ καὶ ἐκίνησε. τὸ δὲ πρώτως προσέθηκε, διότι καὶ ἡ λογικὴ ψυχὴ κινεῖ τὸ ζῷον καὶ ἔστιν ἡ τοιαύτη ἀρχὴ τῆς κινήσεως οὐκ ἔξωθεν, ἀλλʼ ἐν αὐτῷ τῷ κινουμένῳ, ἀλλʼ οὐ πρώτως κινεῖ ἡ λογικὴ ψυχή, ἀλλὰ διὰ τῆς ἀλόγου, καὶ οὐδὲ αὕτη πρώτως κινεῖ τὸ ζῷον, ἀλλὰ τῷ τὴν φύσιν κινεῖν. αὕτη οὖν ἡ πρώτως κινοῦσα· ἐκίνησε μὲν γὰρ ἡ αἴσθησις ἐπί τι, ἤτοι ἡ ὄψις ἢ ἡ ἀκοὴ ἢ τῶν ἄλλων τις — ἑωρακότες γάρ τι κινούμεθα ἐπʼ αὐτό —, ἀλλʼ οὐ πρώτως ἡ ὄψις ἐκίνησε τὸ ζῷον — λέγω δὲ πρώτως τὸ προσεχῶς —, ἀλλʼ ἡ ὄψις μὲν τὴν ὄρεξιν κινεῖ, αὕτη δὲ τὰς φυσικὰς δυνάμεις, αὗται δὲ τὸ ζῷον. εἰ τοίνυν μηδʼ ἡ ἄλογος ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, πολλῷ μᾶλλον οὐδὲ ἡ λογική· ὥστε κἂν κινῇ ἡ ψυχὴ καὶ ἡ λογικὴ καὶ ἡ ἄλογος, καὶ ἔστι τὸ κινητικὸν τοῦτο αἴτιον ἐν τῷ κινουμένῳ, ἀλλʼ ἐπειδὴ οὐ πρώτως κινεῖ, τουτέστι προσεχῶς, διὰ τοῦτο οὐκ ἔστι φύσις ἡ ψυχή. καὶ ἡ ναῦς δὲ τὸ κινοῦν ἐν ἑαυτῇ ἔχει, τὸν κυβερνήτην ὃς αὐτὴν κινεῖ, ἀλλʼ οὐ φύσις ὁ κυβερνήτης· οὐ γὰρ πρώτως κινεῖ, ἀλλὰ διὰ τοῦ πηδαλίου, τὸ δὲ πηδάλιον ἔξωθεν κινεῖ. καὶ οὐδʼ ἡ ἀρχὴ τῆς κινήσεως καὶ ἡ αἰτία ἐν τῷ πηδαλίῳ, ἀλλʼ ἐν τῷ κυβερνήτῃ, καὶ κινεῖ διʼ ὀργάνου τοῦ πηδαλίου τὴν ναῦν. εἰ δὲ καὶ ἡ φύσις διʼ ὀργάνων κινεῖ, ἀλλʼ ἐνυπάρχει τούτοις ἃ καὶ πρώτως κινεῖ, ὁ δὲ κυβερνήτης οὐκ ἔστιν ἐν τοῖς πηδαλίοις, ἀλλʼ ἔξωθεν αὐτὰ κινεῖ, καὶ τὴν ναῦν δʼ ἔξωθεν κινεῖ, εἴ γε διὰ τοῦ πηδαλίου, τοῦτο δʼ ἔξωθεν.

Μήποτε δὲ δυνατὸν λέγειν, ὅτι καὶ ἡ ψυχὴ τῶν ζῴων καθό ἐστι ζῷα φύσις ἐστίν. εἰ γὰρ τῆς τῶν ζῴων κινήσεως ᾗ ζῷά ἐστιν ἡ ψυχὴ αἰτία πρώτως καὶ οὐ κατὰ συμβεβηκὸς καὶ ἔστιν ἐν αὐτοῖς, καὶ μὴ μόνον τὰ ἄψυχα φυσικά, ἀλλὰ καὶ τὰ ζῷα καὶ ἁπλῶς τὰ ἔμψυχα, ἔοικεν ἄρα φύσις εἶναι καὶ αὐτή, εἰ μὴ μέλλοιμεν οὐ φυσικὰ λέγειν τὰ ἔμψυχα ᾗ ἔμψυχά ἐστι. ψυχὴν δʼ οὐ τὴν λογικήν, ἀλλὰ τὴν λοιπὴν πᾶσαν· αὕτη γάρ ἐστιν ἡ προσεχῶς κινοῦσα τὰ φυσικά. καὶ μήποτε δυνατὸν διὰ ταύτην εἰρῆσθαι τὸ πρώτως· κινεῖ γὰρ καὶ ἡ διάνοια ἐν τῷ κινουμένῳ οὖσα, ἀλλʼ οὐ πρώτως, ἀλλʼ ἐν τῇ λογικῇ ψυχῇ. τὸ δὲ καθʼ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς προσέθηκε, διότι καὶ ὁ νοσῶν ἰατρὸς ὑγιάσοι ἂν ἑαυτόν, ἀλλʼ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως τῆς εἰς ὑγείαν ἐν ἑαυτῷ ἔχει, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ συμβέβηκε τὸν νοσοῦντα καὶ ἰατρὸν εἶναι. ὅτι γὰρ οὐχ ᾗ νοσῶν ἐστιν οὐδʼ ᾗ ὑγιαζόμενος τὴν ἀρχὴν τῆς ὑγιάνσεως ἐν ἑαυτῷ ἔχει, δῆλον ἐξ ὧν οὐκ ἀεὶ ταῦτα συντρέχουσιν ἀλλήλοις· οὐ γὰρ πᾶς ὑγιαζόμενος ἐν ἑαυτῷ ἔχει τὴν ἀρχὴν τῆς ὑγιάνσεως, ὥστε κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ὑγιάζει ἑαυτόν. ὁμοίως κἂν ἕτερός τις τῶν ἐπιστημόνων κινῇ ἑαυτὸν εὑρίσκων αὐτὸς θεωρήματα.

Ὁ μὲν οὖν ὅρος τῆς φύσεως οὗτος. ἐπιστάσεως δὲ ἄξιον, ὅτι οὗτος ὁ ὁρισμὸς οὐκ ἔστι τοῦ τί ἐστιν ἡ φύσις σημαντικός, ἀλλὰ τῆς ἐνεργείας τῆς φύσεως· οὐ γὰρ τί ἐστιν ἡ φύσις ἐμάθομεν διὰ τοῦ μαθεῖν ὅτι ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας, ἀλλὰ τί ποιεῖ. ἵνα οὖν καὶ τῆς οὐσίας αὐτῆς. τὸν ὁρισμὸν ἀποδῶμεν, λεκτέον οὕτως, ὅτι ἐστὶν ἡ φύσις ζωὴ ἤτοι δύναμις καταδεδυκυῖα διὰ τῶν σωμάτων, διαπλαστικὴ αὐτῶν καὶ διοικητική, ἀρχὴ κινήσεως οὖσα καὶ ἠρεμίας ἐν ᾧ ὑπάρχει πρώτως καθʼ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. ὅτι δὲ οὐ μόνον τῶν ἐμψύχων ἐστὶ διοικητικὴ ἡ φύσις, ἀλλὰ καὶ τῶν ἀψύχων, δῆλον — ἔχει γὰρ ἕκαστον δύναμιν φυσικὴν συνεκτικὴν τοῦ εἶναι· ἔφθαρτο γὰρ ἂν καὶ εἰς τὸ μὴ ὂν μετέστη μηδενὸς ὄντος τοῦ συνέχοντος —, ἀλλὰ δῆλον ὅτι ὥσπερ τὸ εἶδος ἐν τοῖς ἐμψύχοις τρανέστερον, οὕτω καὶ ἡ τῆς φύσεως πρόνοια. δῆλον οὖν καὶ ἐντεῦθεν, ὅτι συμπεριλήψεται ὁ ὅρος καὶ τὴν τῶν ἐμψύχων φύσιν, ἥτις ἐστὶν ἡ ψυχή· ἡ γὰρ τῶν ἐμψύχων ζωὴ οὐδὲν ἄλλο ἐστὶν ἢ ψυχή.

Ἀπορήσειε δʼ ἄν τις πρὸς τὸν ὁρισμὸν τῆς φύσεως, πῶς φαμεν αὐτὴν εἶναι ἀρχὴν κινήσεως καὶ ἠρεμίας· εἰ γὰρ καὶ τὰ οὐράνια σώματα φυσικά, ἐκεῖνα δὲ στάσεως ἐν ἑαυτοῖς ἀρχὴν οὐκ ἔχει — ἀεικίνητα γάρ ἐστιν —, ἔοικε μὴ κοινὸς εἶναι πάσης φύσεως ὁ ὁρισμὸς οὗτος. ἀλλὰ καὶ αἱ ὁλότητες τῶν στοιχείων ἀκίνητοι. τὸ γὰρ πῦρ ἐν τῷ οἰκείῳ τόπῳ οὐ κινεῖται, ἀλλὰ μόνως ἕστηκεν· ἡ γὰρ ἐγκύκλιος αὐτοῦ κίνησις καὶ ἔτι τοῦ προσεχοῦς ἀέρος οὐ φυσική, ἀλλʼ ὑπὲρ φύσιν, διὰ τὸ συμπεριάγεσθαι τῇ περιφορᾷ τῶν οὐρανίων. ὅτι δὲ τῷ οἰκείῳ λόγῳ ἀκίνητοί εἰσιν αἱ ὁλότητες, δῆλον ἐκ τῶν λοιπῶν δύο στοιχείων, ὕδατος λέγω καὶ γῆς, ἅπερ ὡς ὅλα ἀκίνητά ἐστιν. ὥστε εἰ αἱ ὁλότητες ἀκίνητοι, πῶς φαμεν τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας; φαμὲν οὖν πρὸς τοῦτο, ὅτι μάλιστα μέν ἐστι καὶ ἐπὶ τῶν οὐρανίων οὐ μόνον κινήσεως ἡ ἐν αὐτοῖς φύσις αἰτία, ἀλλὰ καὶ στάσεως· ἕστηκε γὰρ ἡ ὁλότης τὰ κέντρα οἱ πόλοι, τῆς δὲ στάσεως ταύτης ἡ φύσις τῶν οὐρανίων αἰτία. ἄλλως τε ἐπειδὴ ἡ φύσις εἴς τι τέλος ἀφορῶσα κινεῖ, ἵνα τύχῃ τούτου, καὶ τυχοῦσα ἵστησιν ἐν ἐκείνῳ, τὰ δὲ οὐράνια ἀεὶ ἐν τέλει ἐστὶ καὶ ἀεὶ ἐν ἀρχῇ — καθʼ ἕκαστον γὰρ νῦν καὶ ἀρχή ἐστι καὶ ἀποκατάστασις· ὁ γὰρ ἥλιος ἐν Κριῷ νῦν ὢν καὶ ἀποκατάστασιν ἔχει τῆς ἐξ αὐτοῦ περιόδου ἐπὶ τὸ αὐτὸ καὶ ἀρχὴν πάλιν ἑτέρας περιόδου, καὶ οὕτω καθʼ ἕκαστον σημεῖον ἔχει, καὶ τοῦτο καὶ ἐπὶ τῶν μερῶν καὶ ἐπὶ τῶν ὅλων σφαιρῶν ἔστιν εἰπεῖν· ὥστε εἰ ἐκεῖνα ἀεὶ ἐν τέλει ἐστὶ καὶ οὐκ ἐξίσταται τούτου, ἠρεμοίη ἂν κατὰ τοῦτο, καθὸ οὐδέποτε τοῦ ἐν τέλει εἶναι ἐξίσταται. ὥστε ἡ ἐν αὐτοῖς φύσις οὐ μόνον κινήσεως αὐτοῖς ἐστιν αἰτία, ἀλλὰ καὶ τῆς τοιαύτης ἠρεμίας τοῦ ἀεὶ ἐν τέλει εἶναι καὶ ἐν τούτῳ ἠρεμεῖν. καὶ ἐπὶ τῶν λοιπῶν δὲ στοιχείων, λέγω δὴ τῆς ὁλότητος τοῦ πυρὸς καὶ γῆς καὶ τῶν λοιπῶν, εἰ καὶ μὴ κινεῖται ὡς ὅλα ὑπὸ τῆς ἐν αὐτοῖς φύσεως κατὰ τόπον, ἀλλʼ οὖν τὴν ἀλλοιωτικὴν κίνησιν κινοῦνται θερμαινόμενα ἢ ψυχόμενα, ἔτι τε βλαστάνουσα ἡ γῆ· εἰ γὰρ καὶ μὴ αἱ ὁλότητες μίαν ἀλλοίωσιν ἀλλοιοῦνται ἀθρόον, ἀλλὰ τοῖς μέρεσι πᾶσα μεταβάλλει ἡ ὁλότης ἄλλου ἄλλως ἀλλοιουμένου. εἰ δέ τις εἴποι «ἀλλὰ τὰ στοιχεῖα ἔξωθεν ἔχει τῆς ἀλλοιώσεως τὸ αἴτιον, τὸν ἥλιον λέγω», ἴστω ὅτι οὐδὲ τὰ ζῷα ἄνευ τοῦ ἡλίου κινηθείη ἂν τὰς φυσικὰς κινήσεις, ἐπεὶ μηδὲ εἶναι δύνανται, ἀλλʼ ἔστιν ὡς ἐν τοῖς ζῴοις τὸ αἴτιον ἐντός, εἰ καὶ βοηθεῖται ὑπὸ τῆς τροπῆς τῆς ἔξωθεν τοῦ ἡλίου, οὕτω καὶ ἐν τοῖς στοιχείοις· εἰ γὰρ καὶ τὸ ἔμφυτον θερμὸν καὶ αἱ ἄλλαι φυσικαὶ κινήσεις ἀλλοιότεραι γίνονται κατὰ τὰς τῶν καιρῶν τροπάς, ἀλλʼ ὅμως τῶν ἀλλοιωτικῶν τοῦ ζῴου κινήσεων τὴν φύσιν αἰτιώμεθα. κἂν μὴ συγχωρήσῃ δέ τις τῆς ἀλλοιωτικῆς τῶν στοιχείων κινήσεως ἐν αὐτοῖς εἶναι τὴν αἰτίαν, τῆς γοῦν τοπικῆς ἐν αὐτοῖς προφανῶς ἐστι τὸ αἴτιον· οὐ γὰρ πασῶν τῶν ἐν ἑκάστῳ κινήσεων ἡ φύσις αἰτία. δυνατὸν δὲ τοῦ ὁρισμοῦ καὶ οὕτως ἀκούειν, ὅτι ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, οὐ πάντως ὅτι ἐν ᾧ ἐστιν ἀρχὴ κινήσεως, ἐν τούτῳ ἐστὶ καὶ ἠρεμίας ἢ ἔμπαλιν, ἀλλʼ ὅτι καὶ τῆς κινήσεως καὶ τῆς ἠρεμίας τῆς ἐν τοῖς φυσικοῖς ἡ φύσις ἐστὶν αἰτία, εἴτε ἄμφω ἐστὶν ἐν τῷ αὐτῷ εἴτε θάτερον. καὶ ἄλλως λέγομεν καὶ ταῖς ὁλότησι τῶν στοιχείων κατὰ τὰ μέρη τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας· πάντα γὰρ τὰ μέρη τῶν στοιχείων πέφυκε κινεῖσθαι καὶ ἠρεμεῖν, ὥσπερ καὶ τὸν οὐρανόν φαμεν ὅλον κατὰ τὰ μέρη κινεῖσθαι. τινὲς δέ φασι τὴν τῶν γενητῶν καὶ φθαρτῶν φύσιν ὁρίσασθαι τὸν φιλόσοφον, οὐ πᾶσαν ἁπλῶς φύσιν, ὅπερ οὐκ εὔλογον ἔμοιγε φαίνεται· περὶ τῶν κοινῶς γὰρ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων ἐστὶ τὸ προκείμενον βιβλίον.

Τί μὲν οὖν ἐστι φύσις, εἴρηται. φύσιν δὲ ἔχον ἐστί, φησίν, ὅσα τὴν τοιαύτην ἀρχὴν ἐν ἑαυτοῖς ἔχει, τουτέστιν ἀρχὴν κινήσεως καὶ ἠρεμίας· ταῦτα δέ ἐστι, φησίν, οὐσίαι, καὶ δηλονότι αἱ σωματικαὶ καὶ ἔνυλοι. καὶ κατασκευάζει αὐτὸ τοῦτον τὸν τρόπον· τὰ ἔχοντα φύσιν ὑπόκειται τῇ φύσει — ἡ γὰρ φύσις ἐν ὑποκειμένῳ ἐστί —, τὰ ὑποκείμενα συμβεβηκότα εἶναι οὐ δύνανται — οὐδὲν γὰρ τῶν συμβεβηκότων ὑποκείμενον —, τὰ δὲ μὴ ὄντα συμβεβηκότα οὐσίαι εἰσίν, ὥστε τὰ ἔχοντα φύσιν οὐσίαι εἰσί. κατὰ φύσιν δέ ἐστι, φησί, τό τε ἔχον φύσιν· λέγομεν γὰρ ὅτι τὸ πῦρ κατὰ φύσιν ἐστὶν οὐ κατὰ τέχνην, ὁμοίως καὶ ἄνθρωπον καὶ ἵππον καὶ πάντα τὰ φυσικά· λέγονται δέ, φησί, κατὰ φύσιν καὶ αἱ καθʼ αὑτὸ φυσικαὶ καὶ τελειωτικαὶ τῶν φύσιν ἐχόντων ἐνέργειαι, οἷον τῷ πυρὶ ἡ ἐπὶ τὸ ἄνω φορὰ καὶ τῇ γῇ ἡ ἐπὶ τὸ κάτω. ταῦτα γάρ, φησίν, οὔτε φύσις ἐστίν, οὔτε φύσιν ἔχει· φύσις μὲν γὰρ οὐκ ἔστι, διότι ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ταῦτα δὲ κινήσεις μέν εἰσι κινήσεως δʼ αἴτια οὐκ εἰσίν· ἀλλʼ οὐδὲ φύσιν ἔχει, εἴ γε τὰ μὲν ἔχοντα φύσιν ὑποκείμενά εἰσι, ταῦτα δὲ ἐν ὑποκειμένῳ ἐστὶ καὶ οὐχ ὑποκείμενα· ὥστε ἐπὶ πλέον τοῦ ἔχοντος φύσιν τὸ κατὰ φύσιν. τὸ δὲ φύσει λέγεται, φησί, καὶ ἐπὶ τοῦ κατὰ φύσιν, λέγεται δὲ καὶ ἐπὶ τοῦ ἔχοντος φύσιν· ἀρχόμενος γοῦν φησιν, ὅτι φύσει δὲ λέγομεν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτω, ταύτῃ δὲ εἰς ταὐτὸν ἄξει τὸ φύσει τῷ κατὰ φύσιν, εἴ γε ἀμφότερα ἐπὶ τῶν αὐτῶν λέγεται. ἔστι δὲ ἀκριβέστερον εἰπεῖν, ὅτι τὸ μὲν κατὰ φύσιν ἐπὶ μόνων τῶν τελειωτικῶν ἐνεργειῶν λέγεται, τὸ δὲ φύσει καὶ ἐπὶ τῶν τελειωτικῶν, τῶν ἀπὸ φύσεώς φημι, ἐνεργειῶν, ἐν αἷς τὸ κατὰ φύσιν, καὶ ἐπὶ τῶν οὐσιῶν, καὶ ἁπλῶς τῶν ἐχόντων φύσιν καὶ ἀπὸ φύσεως καὶ μὴ ἔξωθεν γινομένων, κἂν παρὰ τὸν σκοπὸν τῆς φύσεως γίνεται· ὡς καὶ φυσικὸν λέγομεν θάνατον καὶ νοσῶδες φύσει σῶμα καὶ τὸ γῆρας πάλιν φυσικὸν λέγομεν καὶ φύσει, ἅπερ οὐ κατὰ σκοπὸν τῆς φύσεως γίνεται, ἀλλὰ διʼ ἀσθένειαν τῶν σωμάτων καὶ παρὰ φύσιν.

Ζητοῦσιν δὲ περὶ τοῦ παρὰ φύσιν καθόλου, οἷον ἐπὶ τῶν τεράτων καὶ ἐπὶ τῶν φερομένων ἐκ τοῦ παντὸς κούφων σωμάτων παρὰ φύσιν ἐπὶ τὸ κάτω, πότερον φύσει αὐτὰ καλεῖν δεῖ ἢ οὔ, καὶ εἰ μὴ φύσει εἰσὶ τὰ παρὰ φύσιν, πότερον τέχνῃ ἐστὶν ἢ αὐτομάτῳ ἢ λογισμῷ ἢ νῷ ἤ τινι ἁπλῶς ἄλλῳ παρὰ τὴν φύσιν. καὶ οἱ πολλοὶ μὲν καὶ κλεινοὶ τῶν ἐξηγητῶν τοῦ φιλοσόφου φασὶ καὶ τὰ παρὰ φύσιν φύσει εἶναι· οὐ γὰρ δὴ τὰ τέρατα τέχνη ποιεῖ ἢ λογισμὸς ἢ νοῦς· μόνῃ ἄρα φύσει καὶ ταῦτα γίνεται. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι ἐπειδὴ ἡ φύσις τέλος ἔχει τὸ ἀγαθὸν καὶ πρὸς τοῦτο ἀφορᾷ, διὸ καὶ ὡρισμένα ἔχει τὰ ἔργα — ἀεὶ γὰρ δύο ὀφθαλμοὺς θέλει ποιῆσαι τῷ ἀνθρώπῳ καὶ χεῖρας δύο καὶ τῶν ἄλλων ἕκαστον, ὡς ἔχει —, τὰ δὲ παρὰ φύσιν ἀόριστά ἐστιν, οὐκ ἂν εἶεν φύσει τὰ παρὰ φύσιν, εἴ γε τὰ μὲν φύσει ὡρισμένα ἐστί, τὰ δὲ παρὰ φύσιν ἀόριστα. ἔπειτα ἐπειδὴ μιμεῖται ἀεὶ τὴν φύσιν ἡ τέχνη, ἴδωμεν ἐπὶ τῶν τεχνητῶν τὸ τέχνῃ καὶ τὸ παρὰ τέχνην ὅπως ἔχει, καὶ ὡς ἂν εὕρωμεν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἀποφαινώμεθα καὶ ἐπὶ τῶν φυσικῶν. φημὶ οὖν ὅτι τέχνην καλεῖν εἰώθαμεν τήν τε ἐπιστήμην αὐτήν, οἷον τεκτονικὴν ἢ ἄλλην τινά, καὶ τὸ ἀποτέλεσμα τῆς τέχνης· φαμὲν γὰρ πολλάκις θεασάμενοι καλῶς εἰργασμένην εἰκόνα, ὅτι πολλὴν ἔχει τὴν τέχνην. ἐπεὶ οὖν τὸ κατὰ τέχνην εἰργασμένον τέχνην καλοῦμεν, δῆλον ὅτι τὸ μὴ κατὰ τέχνην εἰργασθέν, ἀλλʼ ὡς ἔτυχεν οὐχ ὑπὸ τεχνίτου, παρὰ τέχνην καλοῦμεν. εἰ τοίνυν τὸ παρὰ τέχνην οὐ τέχνῃ γέγονεν, ὡς δʼ ἔχει ἐπὶ τῆς τέχνης οὕτως ἔχει καὶ ἐπὶ τῆς φύσεως, καὶ τὸ παρὰ φύσιν ἄρα οὐ φύσει ἔσται. οὕτω μὲν οὖν δόξει εὐλόγως τὰ παρὰ φύσιν μὴ εἶναι φύσει.

Μήποτε δὲ μηδὲ ταῦτα ἁπλῶς παρὰ φύσιν εἰσίν, ἀλλὰ τῇ μὲν μερικῇ φύσει οὐ φύσει ἀλλὰ παρὰ φύσιν, τῇ δὲ καθόλου καὶ φύσει καὶ κατὰ φύσιν· ἡ μὲν γὰρ μερικὴ φύσις ἑνὸς εἴδους στοχάζεται καὶ μίαν στέρησιν φεύγει, ἡ δʼ ὁλικὴ φύσις καὶ παντὸς εἴδους στοχάζεται καὶ πᾶσαν στέρησιν φεύγει. διὰ τοῦτο τῇ μὲν τοῦ ἀνθρώπου φύσει τὸ τέρας οὔτε φύσει ἐστὶν οὔτε κατὰ φύσιν, τῇ δʼ ὅλῃ φύσει, ἐπεὶ μηδὲν ἐν τῷ παντὶ παρὰ φύσιν — οὐδὲν γὰρ κακὸν ἐν τῷ παντί —, οὐκ ἔστι παρὰ φύσιν, ἀλλὰ φύσει καὶ κατὰ φύσιν· γίνεται γὰρ καὶ ταῦτα ὑπὸ τῆς ὁλικῆς φύσεως μεταβαλλούσης τὴν ὑποκειμένην ὕλην καὶ ἀνεπιτήδειον ποιούσης πρὸς τὸ καταδέξασθαι τῆς μερικῆς φύσεως τὸ εἶδος. οἷόν τι λέγω· εἰ τὸ περιέχον τοιῶσδε κραθὲν ὑπὸ τῆς κυκλοφορίας τῶν οὐρανίων δράσειέ τι εἰς τὴν ὕλην τοῦ γινομένου ἀνθρώπου, ὥστε ἀνάρμοστον γενέσθαι πρὸς τὸ καταδέξασθαι τὸ εἶδος ὅπερ ἡ φύσις ἐπιτιθέναι πέφυκεν, ἀποτεύξεται μὲν ἡ ἀνθρωπεία φύσις τοῦ σκοποῦ διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα, ἕτερον δὲ γενήσεται εἶδος, ὅπερ παρὰ φύσιν μέν ἐστι τῇ μερικῇ φύσει, ὡς δὲ πρὸς τὴν ὅλην φύσιν κατὰ φύσιν καὶ φύσει· οὐδὲν γὰρ αὐτῇ παρὰ φύσιν, ἐπειδὴ μηδὲ ἡ φθορὰ παρὰ φύσιν, εἴ γε ἡ γένεσις κατὰ φύσιν, τῆς δὲ γενέσεως κατὰ φύσιν οὔσης, καὶ ἡ φθορὰ ἐξ ἀνάγκης κατὰ φύσιν ἔσται, εἴ γε ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορά. παραδείγματι δέ τινι χρήσομαι, ἐξ οὗ σαφὲς ἡμῖν ἔσται τὸ συμβαῖνον ἐπὶ τῶν παρὰ φύσιν γινομένων· ὑποκείσθω γάρ τις κιθαρῳδὸς ἁρμόσας λύραν κατά τινα τῶν ἁρμονιῶν, εἶτα ἀνακρουέσθω τι μέλος, ἔξωθεν δέ τις ἐπιχαυνούτω τινὰς ἢ πάσας τὰς χορδάς, ἢ γοῦν, ἵνα ἐγγυτέρω γενώμεθα τοῦ παραδείγματος, ὑγρότητι ἢ ξηρότητι τοῦ περιέχοντος παθοῦσαι μεθαρμοζέσθωσαν αἱ χορδαί, εἶτα ὁ κιθαρῳδὸς κινείτω τὰς χορδὰς τοῖς δακτύλοις οὕτως, ὡς μέλος τι τεχνικὸν ἀποτελέσαι ἄν, εἴ γε ἦσαν ἡρμοσμέναι κατὰ λόγον αἱ χορδαί. ὥσπερ οὖν ἐνταῦθα ὁ μὲν κιθαρῳδὸς κρούει ὡς πέφυκε τὴν λύραν, ἡ μέντοι ὑποκειμένη τῶν χορδῶν ὕλη τὸ μὲν μέλος ὃ προὔθετο ὁ κιθαρῳδὸς οὐκ ἀποτελεῖ, ἄτεχνον δέ τινα καὶ ἀρρύθμιστον καὶ ἀόριστον ἦχον, οὕτως ἔχει καὶ ἐπὶ τῆς φύσεως· τῆς γὰρ ὑποκειμένης ὕλης τῷ εἴδει τῷ ἀνθρωπείῳ ἢ ἄλλῳ τινὶ ζῴῳ ὑπὸ τῆς περιφορᾶς καὶ συμπλοκῆς τῶν οὐρανίων ἀνεπιτηδείου γινομένης, συμβαίνει τὴν γινομένην περὶ αὐτὴν ὑπὸ τῆς φύσεως ἐνέργειαν ἡμαρτημένην γενέσθαι, καὶ ὥσπερ τὸν ἦχον τὸν γινόμενον ὑπὸ τοῦ κιθαρῳδοῦ ἐκ τῆς ἀναρμόστου κιθάρας οὔ φαμεν τέχνῃ γενέσθαι οὐδὲ κατὰ τέχνην, καίτοι ὑπὸ τεχνίτου γενόμενον, οὕτω καὶ ἐπὶ τῆς φύσεως οὔ φαμεν φύσει γενέσθαι, ἐπεὶ μηδὲ κατὰ τὸν ὡρισμένον τῆς φύσεως λόγον γέγονε, πρὸς μέντοι τὴν τοῦ παντὸς φύσιν φύσει φαμὲν γενέσθαι, διότι κατὰ φύσιν τῷ παντὶ τὸ ἄλλα φθείρειν ἐν τῷ γεννᾶν ἄλλα. οὕτως οὖν διὰ τὴν τοῦ ὅλου κίνησιν ἔφθειρε μὲν τὴν ὑποκειμένην ἁρμονίαν τῆς κράσεως τῆς ὕλης τοῦ ζῴου, ἄλλην δʼ ἐποίησεν, ἥτις διὰ τὴν ἀνεπιτηδειότητα ἑαυτῆς οὐ κατεδέξατο τὸ εἶδος τὸ φυσικόν, ἀλλʼ ἕτερον τι ἀρρύθμιστον καὶ ἀόριστον, ὡς ἂν ἔτυχεν ἐπιτηδειότητος ἔχουσα ἡ ὕλη.

Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ διʼ ἄλλας αἰτίας. οὐχ ἁπλῶς πάντων τῶν ὄντων, ἀλλʼ ἤτοι τῶν γινομένων καὶ φθειρομένων, ἢ καὶ πάντων τῶν φυσικῶν τε καὶ περὶ τὰ φυσικὰ γινομένων· καὶ γὰρ τὰ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου περὶ τὰ φυσικὰ συνίσταται. διʼ ἄλλας δὲ αἰτίας εἶπεν, οἷον τέχνην τύχην προαίρεσιν αὐτόματον λογισμὸν νοῦν.

Φύσει δέ φαμεν εἶναι τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν.

Τὰ μέρη προσέθηκε, διότι οὐχ ὡς ἔχει ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν. ἐπὶ μὲν γὰρ τῶν φυσικῶν πάντως καὶ τὰ ὅλα καὶ τὰ μέρη φύσει — καὶ γὰρ καὶ ἔστι τὸ ὅλον ζῷον φύσει καὶ χεῖρες καὶ πόδες ὁμοίως, καὶ οὐ μόνον τὰ ἀνομοιομερῆ ἀλλὰ καὶ τὰ ὁμοιομερῆ, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ τὰ στοιχεῖα ἐξ ὧν ταῦτα συνέστηκε, καὶ ἁπλῶς τῶν φύσει ὅ τι ποτέ ἐστιν εἴτε μέρος εἴτε στοιχεῖον πάντως φύσει ἐστίν —, ἐπὶ δὲ τῶν τεχνητῶν εἰ καὶ τὰ ὅλα τέχνῃ ἐστίν, οἷον οἰκία κλίνη ἀβάκιον, ἀλλʼ οὐχὶ καὶ τὰ τυχόντα μέρη ἤτοι στοιχεῖα· οὐ γὰρ δὴ ξύλα καὶ λίθοι μέρη ὄντα τῆς οἰκίας, μᾶλλον δὲ στοιχεῖα, τέχνῃ εἰσίν, ἀλλὰ φύσει. τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἔχει ἀρχὴν κινήσεως καὶ στάσεως· τῶν φυσικῶν δηλονότι, κινήσεως μὲν τῆς ἐπὶ τὸ εἶδος εἰς ὃ κινεῖται, στάσεως δὲ τῆς εἰς τὸ εἶδος ἐφʼ ὃ ἐκινήθη. καὶ τὰ μὲν ζῷα φανερῶς πάσης κινήσεως ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχει — καὶ γὰρ γενέσεως καὶ αὐξήσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς —, τὰ δὲ φυτὰ τὰς μὲν ἄλλας ἔχει, τῆς δὲ μεταβατικῆς τῆς κατὰ τόπον ἐστέρηται, ὥσπερ τὰ ἁπλᾶ τῶν σωμάτων μόνην ἐξ ἑαυτῶν ἔχει τὴν μεταβατικήν. οὐ μόνον δὲ κινήσεως αἰτίαν ἐν ἑαυτοῖς ἔχει τὰ φυσικά, ἀλλὰ καὶ στάσεως, πλὴν τῶν οὐρανίων· ταῦτα γὰρ κινήσεως μὲν ἐν ἑαυτοῖς ἀρχὴν ἔχει, στάσεως δʼ οὔ, εἰ μὴ τὸν εἰρημένον τρόπον.

Κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν.

Γένος φησὶ πάλιν αὐτὴν τὴν οὐσίαν ὡς ὑποκείμενον, οὐχ ὡς κατὰ πλειόνων κατηγορούμενον. τὰ οὖν τεχνητὰ πάντα εἴδη, οἷον οἰκία ἀβάκιον, καθὸ μὲν ἕκαστον τοιοῦτόν τι λέγεται, οἷον οἰκία ἢ κλίνη, ὅπερ αὐτῷ συμβέβηκεν ἀπὸ τέχνης οὐκ ἀπὸ φύσεως, οὐδεμίαν ἔμφυτον ὁρμὴν ἔχει μεταβολῆς· ἔχει μὲν γὰρ καὶ αὐτὰ αἰτίαν τῆς μεταβολῆς, ἀλλʼ οὐκ ἔμφυτον, ἀλλʼ ἔξωθεν τὸν ἐργασάμενον τεχνίτην, ἐν αὑτοῖς δὲ οὐδεμίαν ἔχει τῆς κατὰ τὸ εἶδος κινήσεως αἰτίαν. ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, ᾗ δὲ τούτων ἕκαστον συμβέβηκε φυσικόν τι ἔχειν τὸ ὑποκείμενον, ἢ λίθους ἢ ξύλα ἤ τι τοιοῦτον, κατὰ τοῦτο ἀρχὴν ἔχει κινήσεως ἐν αὑτοῖς· φέροιτο γὰρ ἂν ἐπὶ τὸ κάτω ὑπὸ τῆς ἐν αὐτοῖς φυσικῆς αἰτίας καὶ σήποιτο.

Ἧι δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων.

Μικτοῖς φησιν ἐκ τῶν ἁπλῶν, πυρὸς γῆς καὶ τῶν λοιπῶν. τῷ δὲ ἔχει κατὰ τοσοῦτον προσυπακουστέον κατὰ κοινοῦ τὸ ὁρμὴν μεταβολῆς ἔμφυτον.

Διὸ καὶ χωρίζεταί ποτε ἀλλήλων.

Συντόμως κατεσκεύασεν ὅτι κατὰ συμβεβηκὸς ὁ νοσῶν ἰατρὸς αἴτιος ἑαυτῷ τῆς ὑγείας γίνεται· εἰ γὰρ καθʼ αὑτὸ ὁ νοσῶν ἑαυτὸν ὑγίαζεν, οὐδέποτε ἂν ἐχωρίσθη τοῦ νοσοῦντος τὸ ὑγιάζον — τοιοῦτον γάρ ἐστι τὸ καθʼ αὑτό —, νῦν δὲ χωρίζεται ταῦτα ἀπʼ ἀλλήλων· οὐ γὰρ πᾶς νοσῶν ὑγιάζει ἑαυτόν.

Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων.

Ποιουμένων φησὶν ἀντὶ τοῦ δημιουργουμένων ἀπὸ τέχνης.

Φύσιν δʼ ἔχει ὅσα τοιαύτην ἀρχὴν ἔχει, καὶ εἰσὶ ταῦτα πάντα οὐσίαι.

Εἰπὼν τί ἐστι φύσις λέγει τί τὸ φύσιν ἔχον, καί φησιν ὅτι ὅσα ἐν ἑαυτοῖς ἀρχὴν τοιαύτην ἔχει οἵαν εἰρήκαμεν, λέγω δὴ κινήσεως καὶ ἠρεμίας, τίνα δὲ ταῦτά ἐστιν ἐπήγαγεν εἰπὼν ὅτι οὐσίαι. πόθεν δʼ ὅτι οὐσίαι, διὰ τῆς προσθήκης ὑπέμνησεν εἰπὼν ὅτι ὑποκείμενόν τί ἐστι τούτων ἕκαστον, οὐδὲν δὲ τῶν συμβεβηκότων ἐστὶν ὑποκείμενον, ἀλλὰ μόνον ἡ οὐσία. εἶτα πόθεν ὅτι ὑποκείμενον, δείκνυσιν εἰπὼν ὅτι ἐν ὑποκειμένῳ ἡ φύσις ἐστίν. εἰ τοίνυν ἡ φύσις ἐν ὑποκειμένῳ, ὑπόκειται δὲ τὸ ἔχον φύσιν, τὸ δὲ ὑποκείμενον οὐσία ἐστί, τὸ ἔχον ἄρα φύσιν οὐσία ἐστίν. ὅτι δὲ ἐν ὑποκειμένῳ ἡ φύσις, ἐκ τοῦ ὁρισμοῦ ἔχει δεδειγμένον· ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἐν ᾧ ὑπάρχει πρώτως καὶ καθʼ αὑτό. εἰ δὲ ἔν τινι πάντως ὑπάρχει ὅπερ καὶ τῆς κινήσεως ἀρχή ἐστι καὶ τῆς ἠρεμίας, δῆλον ὅτι ἐν ὑποκειμένῳ ἐστίν, οὐχ οὕτως δὲ ὡς τὰ συμβεβηκότα λέγεται ἐν ὑποκειμένῳ εἶναι, ἀλλʼ ὡς εἶδος ἐν ὕλῃ συμπληροῦν μίαν οὐσίαν μετὰ τοῦ ὑποκειμένου. κατὰ φύσιν δὲ ταῦτά τε καὶ ὅσα τούτοις ὑπάρχει καθʼ αὑτά. λοιπὸν τί τὸ κατὰ φύσιν, ὅτι τά τε ἔχοντα τὴν φύσιν, τουτέστιν αἱ οὐσίαι, καὶ ὅσαι αὐτῶν τῶν οὐσιῶν εἰσι καθʼ αὑτὸ ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἐπὶ τὸ ἄνω φορὰ τὸ θερμαίνειν τὸ φωτίζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

Τοῦτο γὰρ φύσις μὲν οὐκ ἔστιν, οὐδʼ ἔχει φύσιν, φύσει δὲ καὶ κατὰ φύσιν ἐστίν.

Εἰπὼν τί ἐστι τὸ κατὰ φύσιν, ἵνα μή τις εἴπῃ «διὰ τί γὰρ μὴ καὶ τοῦτο φύσις ἐστί;» δείκνυσιν ὅτι οὐκ ἔστιν οὔτε φύσις οὔτε φύσιν ἔχον. ὅτι μὲν φύσις οὐκ ἔστι, δῆλον ἐντεῦθεν· ἡ φύσις ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας, ταῦτα δὲ πάντα κινήσεις τινές εἰσιν, οὐκ ἀρχαὶ κινήσεως οὐδʼ ἠρεμίας, οὐκ ἄρα φύσις τὰ τοιαῦτα. ἀλλὰ μὴν οὐδὲ φύσιν ἔχει· τὰ γὰρ φύσιν ἔχοντα ὑποκείμενά εἰσι καὶ οὐσίαι, ταῦτα δὲ ἐν ὑποκειμένῳ, οὐκ ἄρα οὐδὲ φύσιν ἔχει, ἀλλʼ ἔστι κατὰ φύσιν καὶ φύσει. … δεικνὺς ὅτι καὶ τὸ φύσει λέγεται καὶ ἐπὶ τοῦ κατὰ φύσιν· φαμὲν γὰρ φύσει τὸ πῦρ φωτίζειν· ὅτι δὲ καὶ ἐπὶ τῶν ἐχόντων φύσιν λέγεται τὸ φύσει, ἔδειξεν ἐν ἀρχῇ εἰπὼν «τῶν ὄντων τὰ μέν ἐστι φύσει», περὶ τῶν ἐνυποστάτων πραγμάτων λέγων, ἅπερ ἐστὶ τὰ φύσιν ἔχοντα, καὶ πάλιν «φύσει φαμὲν εἶναι τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν.» εἴπομεν δʼ ὅτι κυρίως τὸ κατὰ φύσιν ἐπὶ τῶν φυσικῶν ἐνεργειῶν λέγεται, τὸ δὲ φύσει καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἐχόντων φύσιν.

Ὡς δὲ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον.

Αὐτὸς εἶπεν ἐν τοῖς Ἀποδεικτικοῖς, ὅτι τεσσάρων ὄντων προβλημάτων τῶν περὶ ἑκάστου πράγματος ζητεῖσθαι ὀφειλόντων, τοῦ εἰ ἔστι τοῦ τί ἐστι τοῦ ὁποῖόν τι ἐστι τοῦ διὰ τί ἐστι, προηγεῖται πάντων τὸ εἰ ἔστιν· ἐπεὶ οὖν ἔδειξε τί ἐστιν ἡ φύσις μὴ πρότερον δείξας εἰ ἔστιν ὅλως, τοῦτο αὐτὸ ἀπολογεῖται διὰ τούτων, ὅτι τὸ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν ἡ φύσις γελοῖόν ἐστιν, οὕτως ἐναργοῦς οὔσης αὐτῆς τῆς ὑποστάσεως, ἐν οἷς δὲ τὸ εἶναι φανερὸν οὐ δεῖ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν, ἀλλὰ περὶ τὸ τί ἐστι καὶ τὰ λοιπὰ κατατείνειν τοὺς λόγους. οὕτω γοῦν καὶ ὅτι ἔστιν ὁ χρόνος καὶ ὁ τόπος ἐναργὲς πᾶσι, τί ποτε μέντοι ταῦτά ἐστιν ἔργον εὑρεῖν. ὥσπερ οὖν ὁ πειρώμενος ἀποδεικνύναι ὅτι τὸ πῦρ καίει αἰσθήσεως δεῖται, οὕτως ὁ ἀποδεικνὺς ὅτι ἔστιν ἡ φύσις λογισμοῦ δεῖται· φανερὸν γὰρ ὅτι πολλά ἐστι τὰ ὑπὸ φύσεως διοικούμενα ἐν τοῖς οὖσιν, οὐ δεῖ δὲ τὰ φανερὰ ἀποδεικνύειν, οὐδὲ ὅλως πάντων ζητεῖν ἀπόδειξιν, εἰ μὴ τῶν ἀμφιβόλων. ὡς γὰρ αὐτὸς ἔδειξεν ἐν τοῖς Ἀποδεικτικοῖς, ἀδύνατον πάντων εἶναι ἀπόδειξιν· εἰ γὰρ ἦν πάντων ἀπόδειξις, οὐδενὸς ἂν ἦν ἀπόδειξις· ἀεὶ γὰρ τὰς ἀρχὰς διʼ ὧν ἀπεδείξαμεν ἀποδεικνύναι σπουδάζοντες ἐπʼ ἄπειρον ἥξομεν, καὶ ἐπεὶ τὸ ἄπειρον ἀδιεξίτητον, οὐδὲν ἀποδειχθήσεται τῶν ἀρχῶν μὴ ἀποδειχθεισῶν τῶν πρώτων. οὐκ ἄρα παντὸς ζητητέον ἀπόδειξιν· εἰσὶ γὰρ πολλὰ ἅπερ κρείττονα πάσης ἀποδείξεως τὴν πίστιν ἐκ τῆς ἐναργείας παρέχεται, οἷον τὰ χρώματα ὅτι ἔστι καὶ τὰ σώματα. τοιοῦτον καὶ τὸ κατὰ τὴν φύσιν ἐστί, καὶ ὁ τῶν τοιούτων ἀποδείξεις παρέχειν βουλόμενος τοῦ ἐσφάλθαι αὐτῷ τὸ κριτήριον τῆς διανοίας ἔλεγχον παρέχεται, μὴ δυνάμενος διακρῖναι τί μέν ἐστιν ἀσαφέστερον, τί δὲ σαφέστερον, καὶ τί μὲν οἴκοθεν ἔχει τὴν πίστιν, τί δʼ οὐκ οἴκοθεν ἀλλʼ ἐξ ἑτέρων ἀρχῶν τὰς ἀποδείξεις ἔχει. ἀνάγκη γὰρ τὸν τοιοῦτον διὰ τῶν ἀσαφῶν τὰ σαφῆ κατασκευάζειν, οἷος ἦν Ἀντιφῶν πειραθεὶς διʼ ἀποδείξεως δεῖξαι, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ὃς καὶ ἐν τῷ τετραγωνισμῷ τοῦ κύκλου ἑαυτὸν παρελογίσατο· τὰ γὰρ τῷ αὐτῷ, φησίν, ἴσα τὸν αὐτὸν τόπον κατέχει, τὰ τὸν αὐτὸν τόπον κατέχοντα καὶ ἀλλήλοις ἴσα, τὰ τῷ αὐτῷ ἄρα ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. οὕτω γὰρ σαφὲς πρᾶγμα διʼ ἀσαφεστέρων πολλῶν ἐπειράθη δεικνύναι· τί ποτε γάρ ἐστιν ὁ τόπος καὶ ὁποίαν σχέσιν ἔχει πρὸς τὰ ἐν τόπῳ, πολλῶν καὶ μακρῶν χρεία ἐστὶν εἰς τὸ μαθεῖν ἀποδείξεων. ἐοίκασιν οὖν οὗτοι, φησί, τυφλοῖς ἐκ γενετῆς πειρωμένοις ἀποδεικνύναι ὅτι ἔστι τὰ χρώματα· ὥσπερ γὰρ οὗτοι, εἰ ἑώρων, οὐκ ἂν ἐδεήθησαν τῆς διὰ λόγων ἀποδείξεως, κρείττονα πάσης ἀποδείξεως τὴν διʼ αἰσθήσεως πίστιν ἔχοντες — οὐ γὰρ λόγῳ, ἀλλʼ αἰσθήσει τῶν χρωμάτων τὸ εἶναι κρίνεται —, οὕτω καὶ οἱ τὰ φανερὰ ἀποδεικνύειν σπουδάζοντες, εἰ τὸ κριτήριον τῆς διανοίας ἐρρωμένον εἶχον, οὐκ ἂν τὰ φανερὰ διὰ τῶν ἀφανῶν κατεσκευάζον. καὶ ὥσπερ τοῖς τυφλοῖς λόγους μὲν συμβαίνει λέγειν, πρᾶγμα δὲ νοεῖν μηδέν — οὐδέποτε γὰρ ἐπιστήσεται ἡ διάνοια αὐτῶν τῇ τῶν χρωμάτων φύσει —, οὕτως καὶ τοὺς πηροὺς καὶ διεστραμμένους τὸ κριτήριον τῆς ψυχῆς εἰ πειραθείημεν διὰ τῶν συλλογισμῶν πείθειν, λόγους μὲν αὐτοὺς διδάξομεν, πράγματα δὲ οὐδαμῶς. ὥστε ἀκολουθοῦντας ἡμᾶς τῇ φύσει τῶν πραγμάτων δεῖ θέσθαι τοῦτο ἄνευ λόγου, μᾶλλον δὲ κρεῖττον παντὸς λόγου, ὅτι ἔστιν ἡ φύσις. φανερὸν γὰρ ὅτι τοιαῦτα τῶν ὄντων ἐστὶ πολλά. τοιαῦτα, ἃ φύσει ἐστίν. ὅτι δὲ ἐνδέχεται τοῦτο πάσχειν, τουτέστιν ὅτι ἐνδέχεταί τινα διεστραμμένον ἢ τὰς αἰσθήσεις ἢ τὸν λογισμὸν μὴ γινώσκειν τίνα τῶν πραγμάτων ἐστὶν αὐτόπιστα καὶ τίνα δεόμενα ἀποδείξεως. τούτου οὖν παράδειγμα ἐκτίθεται ἐκ γενετῆς τυφλὸν λόγοις ἀποδεικνύειν πειρώμενον, ὅτι ἔστι τὰ χρώματα. ὁ οὖν τοιοῦτος περὶ ὀνομάτων μὲν διαλέξεται, νοήσει δʼ οὐδέν· οὐ γὰρ λόγοις γινώσκεσθαι τὰ χρώματα, ἀλλʼ αἰσθήσει πέφυκε.

Δοκεῖ δὲ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ ἀρρύθμιστον καθʼ αὑτό.

Εἰπὼν τί ποτέ ἐστιν ἡ φύσις, διαλεχθεὶς δὲ καὶ περὶ τῶν παρωνύμως ἀπὸ τῆς φύσεως λεγομένων τί τὸ ἔχον φύσιν τί τὸ φύσει τί τὸ κατὰ φύσιν, ἐντεῦθεν ζητεῖ πότερον μοναχῶς ἡ φύσις λέγεται ἢ πλεοναχῶς. καί φησιν ὅτι τριχῶς λέγεται ἡ φύσις· λέγεται γὰρ καὶ τὸ πρῶτον ἑκάστῳ ὑποκείμενον φύσις, ὡς τοῖς περὶ Ἀντιφῶντα δοκεῖ καὶ τοῖς παλαιοτέροις τῶν φυσικῶν, οἵτινες τὴν ὕλην ἑκάστου φύσιν ἑκάστου εἶναι ἔλεγον· λέγεται καὶ τὸ εἶδος ἑκάστου φύσις, ὡς τῷ Ἀριστοτέλει καὶ τῷ ὀρθῷ λόγῳ δοκεῖ· λέγεται δὲ κατὰ τρίτον σημαινόμενον καὶ ἡ γένεσις καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ εἶδος φύσις. δοκεῖ οὖν, φησίν, ἡ ὕλη τισὶ μᾶλλον εἶναι φύσις· κατεσκεύαζε γοῦν Ἀντιφῶν τοῦτο τοῦτον τὸν τρόπον, ὅτι τὸ ἐν ἑκάστῳ ὑποκείμενον καὶ μὴ ἄλλοτε εἰς ἄλλο μεταβάλλον τοῦτό ἐστιν ἡ ἑκάστου φύσις, τὰ δὲ ἄλλα καθʼ ἃ μεταβάλλει γινόμενα καὶ φθειρόμενα πάθη τούτου εἰσὶ καὶ οὐ φύσις. οὕτως οὖν τοῦ μὲν ἀνδριάντος φύσις οὐ τὸ σχῆμα, ἀλλʼ ὁ χαλκός, καὶ τῆς κλίνης τὸ ξύλον, διότι τὸ μὲν σχῆμα πάθος τί ἐστι γινόμενον καὶ ἀπογινόμενον, ὁ δὲ χαλκὸς καὶ τὸ ξύλον ἀεὶ μένει. σημεῖον δὲ τοῦ τὸ ξύλον φύσιν εἶναι τῆς κλίνης ὁ Ἀντιφῶν ἔλεγεν, ὅτι ἐὰν κατορύξῃς κλίνην καὶ σαπῇ, εἶτα τὴν γεννητικὴν δύναμιν ἡ σηπεδὼν λάβοι, οὐκ ἂν βλαστήσειε κλίνην, ἀλλὰ ξύλον, ὡς δὴ τοῦ μὲν σχήματος τῆς κλίνης πάθους τινὸς ὄντος, φύσεως δὲ τοῦ ξύλου, ὅπερ ἐστιν ἡ ὕλη τῆς κλίνης· τὸ γὰρ ἐν ἑκάστῳ γεννητικὸν καὶ κινητικὸν τοῦτό ἐστιν ἡ φύσις ἑκάστου. ὃ δὲ ἐπὶ τῶν τεχνητῶν συμβαίνει, τοῦτο καὶ ἐπὶ τῶν φυσικῶν, ἐπειδὴ μιμεῖται τὴν φύσιν ἡ τέχνη. ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν εὕρομεν ὅτι φύσις ἑκάστου ἐστὶν οὐ τὸ εἶδος, ἀλλʼ ἡ ὕλη, διὰ τὸ τὴν μὲν ὑπομένειν, τὴν ὕλην, τὸ δὲ εἶδος οὔ, οὕτω δήπου καὶ ἐπὶ τῶν φυσικῶν ἂν εἴη ἡ μὲν ἑκάστου ὕλη φύσις, πάθος δὲ τὸ εἶδος. ὥστε εἰ καὶ ἡ τῆς κλίνης ὕλη, τὸ ξύλον λέγω, μὴ ἔστιν ἁπλοῦν τι πρᾶγμα, ἀλλὰ σύγκειται ἐξ ὑποκειμένου καὶ εἴδους, καὶ πέπονθε τὸν αὐτὸν λόγον ὅνπερ τὸ ξύλον πρὸς τὴν κλίνην, τὸ μὲν ὑποκείμενον καὶ ἡ ὕλη τοῦ ξύλου φύσις αὐτοῦ ἂν εἴη, εἴτε ὕδωρ εἴη τοῦτο εἴτε γῆ εἴτε ὁτιδήποτε ἄλλο, τὸ δὲ τοῦ ξύλου εἶδος πάθος τι τῶν γινομένων καὶ ἀπογινομένων, διότι μεταβάλλοι ἂν τὸ ὑποκείμενον, τὸ ξύλον, εἰς ἕτερον εἶδος, οἷον ἡ γῆ. ὥστε εἰ τὸ μὲν ὑπομένει, τὰ δʼ εἴδη μεταβάλλουσιν εἰς ἄλληλα, τὸ δὲ ὑπομένον φύσις ἂν εἴη μᾶλλον ἢ τὸ μεταβάλλον, ἔοικε καὶ τῶν φυσικῶν ἡ ὕλη μᾶλλον εἶναι φύσις ἢ τὸ εἶδος. διὰ τοῦτο γοῦν, φησίν, ὅπερ ἑκάστῳ ἔδοξεν ὑλικὸν εἶναι αἴτιον τῶν πραγμάτων, εἴτε ἓν εἴτε πλείω, τοῦτο τὴν φύσιν εἶναι τῶν ὄντων ἔθετο, καὶ τοῦτο μὲν ὑπομένειν, τὰ δʼ εἴδη ἄλλοτε ἄλλο ἐπιγίνεσθαι. εἰ οὖν καέντος τοῦ ξύλου ὑπομένει ἡ τέφρα ἥτις ἐστὶ γῆ, ἔοικεν ἡ γῆ φύσις εἶναι τῶν ξύλων, καὶ τῶν τηκτῶν μετάλλων τὸ ὕδωρ, διότι ἐν τῇ τήξει ὑπομένει τὸ ὕδωρ. καὶ τὸ ὕδωρ δʼ εἰ μὴ ἔστιν ἁπλοῦν, ἀλλʼ εἰ τυχὸν ὑποκείμενον ἔχει τὸν ἀέρα, οὗτος ἂν αὐτοῦ εἴη φύσις, διότι ἐν τῇ φθορᾷ τοῦ ὕδατος οὗτος ὑπομένει. ὥστε ὅσοι μὲν ἓν τὸ ὑλικὸν αἴτιον εἰρήκασιν, εἴτε ἀέρα εἴτε ὕδωρ εἴτε ὁτιδηποτοῦν ἄλλο, τοῦτο εἶναι καὶ τὴν φύσιν τῶν ὄντων ἀπεφήναντο, ὅσοι δὲ πλείω, πλείονα.

Ὅτι μὲν οὖν ἡ ὕλη φύσις, οὕτω δεδείχθω, ὅτι δὲ τὸ εἶδος φύσις μᾶλλον τῆς ὕλης, διὰ πλειόνων ἐπιχειρημάτων ἀποδείκνυσι, καὶ πρῶτον μὲν ἐκ τοῦ κατὰ τὰς τέχνας παραδείγματος. τότε, φησίν, ἕκαστον τῶν τεχνητῶν λέγεται εἶναι καὶ ἔχειν τὴν ἑαυτοῦ τέχνην, ὅταν ἐνεργείᾳ ᾖ τοιοῦτον οἷον καὶ λέγεται, οὐχ ὅταν δυνάμει. λέγεται γὰρ τὴν τέχνην τοῦ ἀνδριάντος ἔχειν ἢ τῆς κλίνης οὐ τὸ δυνάμει ἀνδριὰς ἢ τὸ δυνάμει κλίνη, οἷον ὁ χαλκὸς ὅς ἐστιν ὕλη τοῦ ἀνδριάντος, ἢ τὸ ξύλον ὅπερ ἐστὶν ὕλη τῆς κλίνης· οὐ γὰρ ἐπειδὴ τὸ ξύλον δυνάμει ἐστὶ κλίνη, τὴν τέχνην φαμὲν αὐτὸ ἔχειν τὴν τῆς κλίνης, ἀλλʼ ὅταν ἀπολάβῃ τὸ τῆς κλίνης εἶδος, τότε λέγεται ἔχειν τὴν τῆς κλίνης τέχνην. ὡσαύτως καὶ ὁ χαλκὸς ὅταν ἀπολάβῃ τὸ εἶδος τοῦ ἀνδριάντος, τότε ἔχει τὴν τέχνην τὴν ἀνδριάντος, οὐχ ὅταν δυνάμει ᾖ ἀνδριάς, καὶ τὴν γραμματικὴν δὲ τέχνην ἀπειληφέναι λέγεται οὐχ ὁ δυνάμει γραμματικὸς ὤν, ἀλλʼ ὁ ἐνεργείᾳ. ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν οὐ τῆς ὕλης κατηγορεῖται ἡ τέχνη — τὸ γὰρ δυνάμει ὕλη ἐστὶ τοῦ ἐνεργείᾳ —, ἀλλὰ τοῦ εἴδους, οὕτω δήπου καὶ ἐπὶ τῶν φυσικῶν οὐ τῆς ὕλης κατηγορηθήσεται ἡ φύσις, ἀλλὰ τοῦ εἴδους· εἰ γὰρ λέγεται ἀνθρώπου φύσις καὶ ἵππου φύσις, οὐ δήπου τὸ δυνάμει ἄνθρωπος ἢ τὸ δυνάμει ἵππος ἔχοι ἂν τὴν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου φύσιν, ἀλλʼ ὁ ἐνεργείᾳ ἄνθρωπος καὶ ἀπειληφὼς τὸ τοῦ ἀνθρώπου εἶδος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὲ τοῦτο, τὸ εἶδος ἂν εἴη ἡ φύσις ἡ ἑκάστου. δεύτερον ἐπιχείρημα τίθησι τοιοῦτον. τότε, φησίν, ἕκαστον λέγεται εἶναι τοιοῦτον, ὅταν ἀπολάβῃ τὴν ἑαυτοῦ φύσιν, λέγεται δὲ ἄνθρωπος εἶναι ὁ ἀπειληφὼς τὸ τοῦ ἀνθρώπου εἶδος· ἔοικεν ἄρα τὸ εἶδος φύσις εἶναι ἑκάστου. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι οὕτω· τότε λέγεται ἕκαστον εἶναι, ὅταν ἔχῃ τὸ ἑαυτοῦ εἶδος· τότε λέγεται ἕκαστον εἶναι, ὅταν ἔχῃ τὴν ἑαυτοῦ φύσιν· τὶ ἄρα εἶδος φύσις ἐστί. καὶ ἔστιν ἐνταῦθα τὸ μερικὸν οὐ διʼ ἑαυτό, ἀλλὰ διὰ τὸ καθόλου ἀληθεῦον. συλλογίσαιο δʼ ἂν καὶ οὕτως· οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα ἐστὶ τοῦτό ἐστι φύσις, τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα ἐστί, τὸ εἶδος ἄρα φύσις ἐστί. τοῦτο δὲ τὸ ἐπιχείρημα τῷ πρώτῳ ταὐτόν ἐστι· κἀκεῖ γὰρ ἔλεγεν ὅτι, ὥσπερ τὸ τεχνητὸν ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος τότε ἔχει τὴν ἑαυτοῦ τέχνην, οὕτω καὶ τὸ φυσικὸν ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος τότε ἔχει τὴν φύσιν, καὶ ἐνταῦθα δὲ τὸ αὐτὸ λέγεται, ὅτι ἕκαστον λέγεται τοιοῦτον εἶναι, ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος. ἀλλʼ οἱ ἐξηγηταὶ διαιροῦσι τὰ ἐπιχειρήματα, καίτοι οὐδʼ αὐτὸς ὁ Ἀριστοτέλης φαίνεται σαφῶς διαιρῶν ταῦτα, ἀλλʼ ὡς ἓν προάγων. τὸ δὲ τρίτον ἐπιχείρημα, ὃ τίθησιν, ἀπάντησίς ἐστι τοῦ ἐπιχειρήματος, διʼ οὗ τὴν ὕλην φύσιν λέγουσι· διʼ ὧν γὰρ κατεσκεύασαν ὅτι ἡ ὕλη φύσις, διὰ τῶν αὐτῶν καὶ αὐτὸς κατασκευάζει, ὅτι τὸ εἶδος φύσις. ὅσον γάρ, φησίν, ἐπὶ τῷ ἐπιχειρήματι, διʼ οὗ ἐδείξατε τὴν ὕλην φύσιν, δειχθήσεται καὶ τὸ εἶδος οὐδὲν ἧττον φύσις· εἰ γὰρ διότι ἐκ κλίνης οὐ γέγονε κλίνη ἀλλὰ ξύλον, ὅπερ ἦν ὕλη τῆς κλίνης, διὰ τοῦτο, ὡς ὑπομένουσαν τὴν ὕλην τῆς κλίνης ἐν τῷ γινομένῳ, τὴν ὕλην φύσιν εἶναί φασιν, ἐπειδὴ γίνεται καὶ ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ ἔστι τὸ εἶδος ὁ ἄνθρωπος, τοῦτο ἂν εἴη φύσις. εἰ γὰρ ἐπειδὴ μὴ τὸ γινόμενον ἐκ τῆς κλίνης κλίνη ἐστὶν ἀλλʼ ἦν τῆς κλίνης ὕλη τὸ ξύλον, διὰ τοῦτο ἡ ὕλη φύσις ἐστίν, ἐπειδὴ καὶ τὸ ἐξ ἀνθρώπου γινόμενον ἄνθρωπός ἐστι καὶ οὐχ ἡ τοῦ ἀνθρώπου ὕλη, δῆλον ἄρα ὅτι τὸ εἶδός ἐστιν ἡ φύσις· τοῦτο γάρ ἐστι τὸ γινόμενον, ὥσπερ ἐπὶ τῆς κλίνης ἡ ὕλη. συμβαίνει οὖν ὅσον ἐκ τῶν λόγων τούτων ἢ ἀμφότερα εἶναι φύσιν, καὶ τὸ εἶδος καὶ τὴν ὕλην, ἢ μηδὲ ἕτερον· ὥστε ἢ καὶ ἡμῖν συγχωρησάτωσαν τὸ εἶδος φύσιν δεικνύουσιν, ἢ μηδὲ αὐτοὶ τὴν ὕλην φύσιν λεγέτωσαν· διὰ τῶν αὐτῶν γὰρ ἀμφοτέροις ἡ ἐπιχείρησις. ἀμφότερα μὲν οὖν φύσιν λέγειν ἀδύνατον· οὐ γὰρ δὴ ἐπʼ ἄλλων μὲν ἡ ὕλη φύσις ἂν εἴη, ἐπʼ ἄλλων δὲ τὸ εἶδος· δεῖ γὰρ καθʼ ἓν καὶ τὸ αὐτὸ ἐπὶ πάντων εἶναι τὴν φύσιν· τίς γὰρ ἡ ἀποκλήρωσις τούτοις μὲν τὴν ὕλην φύσιν εἶναι, ἄλλοις δὲ τὸ εἶδος; ἔοικεν οὖν ὅσον ἐπὶ τούτοις μηδέτερον εἶναι φύσις· οὔτε γὰρ ἄμφω δυνατὸν διὰ τὰ νῦν εἰρημένα, οὔτε θάτερον μόνον διὰ τὴν ἐπιχείρησιν· ὅσον γὰρ ἐπʼ αὐτῇ, ἀμφότερα ἔσται, τοῦτο δὲ ἀδύνατον· οὐδὲν ἄρα τούτων φύσις. ἀλλʼ ἡμεῖς φαμεν ὅτι τῷ ὄντι οὐκ ἔστι φύσις τὸ τεχνητὸν εἶδος, καὶ διὰ τοῦτο, ἐπεὶ μὴ φύσις ἐστίν, οὐδὲ γίνεται ἐκ τῆς κλίνης κλίνη, τὸ μέντοι ξύλον εἶδος ὂν φυσικὸν καὶ οὐχ ὕλη εἰκότως ξύλον ποιεῖ· ὥστε εἰ ἐκ τούτου στοχάζονται ὅτι ἡ ὕλη φύσις, ἐκ τοῦ τὸ γινόμενον μὴ τὸ εἶδος εἶναι ἀλλὰ τὴν ὕλην, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, ἐπειδὴ δέδεικται καὶ ἡμῖν ὅτι τὸ εἶδός ἐστι τὸ γινόμενον ἐξ εἴδους — εἶδος γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ οἱ καρποὶ πάντες, γίνεται δὲ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ σῖτος ἐκ σίτου καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως —, τὸ εἶδος ἂν εἴη φύσις καὶ οὐχ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ γεννητικὸν καὶ τὸ γεννώμενον. ὥστε τοῦτο μόνον ἂν εἴη φύσις καὶ ἐξ ὧν ἐκεῖνοι κατασκευάζειν ἐπεχείρησαν, ὅτι ἡ ὕλη φύσις· διὰ τοῦτο γὰρ καὶ ἡ κλίνη οὐ γεννᾷ κλίνην ἀλλὰ ξύλον, ἐπειδὴ ἡ μὲν κλίνη οὐκ ἔστι φυσικὸν εἶδος ἀλλὰ τεχνητόν, τὸ δὲ ξύλον τῆς μὲν κλίνης ὕλη ἐστὶν ὡς τεχνητή, αὐτὸ δὲ καθʼ αὑτὸ φυσικόν ἐστιν εἶδος, ὥσπερ ἄνθρωπος καὶ σῖτος καὶ τὰ λοιπά.

Τρίτον τῆς φύσεώς ἐστι σημαινόμενον τὸ ἐπὶ τῆς γενέσεως καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ εἶδος — τὴν γὰρ βλάστην καὶ ἔκφυσιν τῶν καρπῶν φύσιν καλεῖν εἰώθαμεν —, ἐξ οὗ πάλιν δείκνυται, ὅτι τὸ εἶδός ἐστι φύσις, οὐχ ἡ ὕλη. πᾶσα γὰρ γένεσις παρωνύμως ἀπὸ τοῦ εἴδους ἐφʼ ὃ κινεῖται τὴν ἐπωνυμίαν ἔχει· λεύκανσιν γὰρ λέγομεν τὴν ἐπὶ λευκότητα ὁδόν, ἐκ τοῦ τέλους ἐφʼ ὃ ἡ κίνησις ὀνομάζοντες τὴν ὁδόν, καὶ οὐκ ἐξ οὗ κεκίνηται μέλανσιν. ὁμοίως δὲ καὶ τὴν ἐπὶ θερμότητα ὁδὸν θέρμανσιν. καὶ ἐπὶ τῆς γενέσεως οὖν τῶν φυτῶν ἀπὸ τοῦ τέλους ἡ γένεσις κληθήσεται. ἐπεὶ οὖν ἐπὶ φύσιν σπεύδει, οὐκ ἠδυνήθη δὲ παρωνύμως ὠνομάσθαι φύσανσις διὰ τὴν κακοφωνίαν, ὁμωνύμως τῷ τέλει φύσις ἐκλήθη. δῆλον οὖν καὶ ἐντεῦθεν, ὅτι τὸ εἶδος φύσις· εἰ γὰρ ἐπὶ εἶδος κινεῖται, αἱ δὲ κινήσεις ἐκ τῶν τελῶν καλοῦνται, καλεῖται δʼ ἡ κίνησις αὕτη φύσις, δῆλον ὅτι ἐπειδὴ εἰς φύσιν ὁδεύει, ὁδεύει δὲ ἐπὶ εἶδος, τὸ εἶδος ἄρα φύσις. καθόλου γάρ, ὡς εἶπον, πᾶν τὸ γινόμενον τοῦτο καλεῖται ἐφʼ ὃ τὴν γένεσιν ἔχει, καὶ οὐκ ἀφʼ οὗ· βάθρον γὰρ λέγεται ὑπὸ τοῦ τέκτονος γενέσθαι καὶ οὐ ξύλον, ὅταν σχηματίζηται εἰς βάθρον, καὶ ὅταν τὸ ὕδωρ μεταβάλλῃ εἰς ἀέρα, ἀέρα φαμὲν γίνεσθαι καὶ οὐχ ὕδωρ, καὶ ἐξαέρωσιν τὸ τοιοῦτον παρωνύμως λέγομεν. οὕτως οὖν εἰ τὴν τῶν φυτῶν γένεσιν φύσιν φαμέν, δῆλον δήπου ὅτι τὸ εἶδος φύσις ἐστίν, εἴ γε ἐκ τοῦ τέλους πᾶσαι αἱ γενέσεις προσαγορεύονται.

Τριχῶς οὖν τῆς φύσεως λεγομένης, τῆς μὲν πρώτης καὶ κυριώτατα τοῦ εἴδους, κατὰ δεύτερον δὲ λόγον τῆς ὕλης, καὶ τρίτον τῆς γενέσεως τῆς ἐπὶ τὸ εἶδος, δυνατὸν οὖν ἐπὶ ἑκάστου τούτων τὸν ὁρισμὸν τῆς φύσεως ἀποδοῦναι. ἔστι γὰρ καὶ ἡ ὕλη ἀρχὴ κινήσεως καὶ ἠρεμίας τὸν τρόπον τοῦτον. τοῦ γὰρ εἴδους ἀδιαιρέτου ὄντος κατὰ τὸν ἑαυτοῦ λόγον ἡ ὕλη διαιρέσεως αὐτῷ καὶ διαστάσεως αἰτία γίνεται, ἡ δὲ διάστασις κίνησίς ἐστιν, ἐπειδὴ δὲ διίστησι μὲν τὸ εἶδος, οὐκ ἐπʼ ἄπειρον δὲ διίστησιν ἀλλὰ μέχρι τινός, διὰ τοῦτο καὶ στάσεώς ἐστιν ἀρχή. καὶ τὸ εἶδος δὲ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας. ἐπεὶ γὰρ οὐ πάντα τὰς αὐτὰς κινεῖται κινήσεις, ἀλλὰ ἄλλα ἄλλας — τὰ μὲν γὰρ πάσας κινεῖται τὰ δέ τινας, καὶ τὰ μὲν ταύτας τὰ δὲ ἄλλας —, τούτου δὲ οὐχ ἡ ὕλη αἰτία — κοινὴ γὰρ πάντων ἡ ὕλη —, εὔδηλον δήπου ὅτι τῆς διαφορᾶς τῶν κινήσεων τὸ εἶδός ἐστιν αἴτιον. εἰ δὲ κινήσεως αἴτιον τὸ εἶδος, καὶ στάσεως δηλονότι· οὐκ ἔστι γὰρ κίνησις ἄπειρος μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ. καὶ ἡ ὁδός δʼ ἡ ἐπὶ τὸ εἶδος δύναται λέγεσθαι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἀρχὴ δʼ οὐχ ὡς αἰτία κινήσεως — αὐτὸ γὰρ κίνησίς ἐστιν —, ἀλλὰ κατὰ μέρη, ὡς ἔχουσα ἐν ἑαυτῇ καὶ τὸ πρῶτον τῆς κινήσεως μόριον, αὐτὴν λέγω τὴν πρώτην βλάστην, καὶ τὸ τέλος τῆς κινήσεως, ἐν ᾗ τὸ φυτὸν ἀπολαβὸν τὸ τέλειον ἑαυτοῦ εἶδος ἠρέμησε λοιπὸν καὶ οὐκέτι ὡς γινόμενον ἐκινήθη.

Δοκεῖ δὲ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἀρρύθμιστον καθʼ αὑτό, τουτέστιν ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ κατὰ τὸν ἑαυτοῦ λόγον ἀρρύθμιστον. ἡ γὰρ ὑποκειμένη ἑκάστῳ ὕλη, κἂν προσεχὴς ᾖ καὶ εἰδοπεποιημένη, ἀλλʼ οὖν ἀρρύθμιστός ἐστιν, ὡς πρὸς τὸ ἐπιγινόμενον εἶδος, οἷον τὰ ξύλα ὡς πρὸς τὸ τοῦ ἀβακίου καὶ τὸ τῆς κλίνης ἀρρύθμιστόν ἐστιν. ζητῆσαι δʼ ἄξιον πῶς ἀνωτέρω εἰπὼν ὅτι φύσιν ἔχειν ἐκεῖνα λέγεται «ὅσα τοιαύτην ἀρχὴν ἔχει, καὶ εἰσὶ ταῦτα πάντα οὐσίαι» — διὰ γὰρ τούτων οὐσίας μὲν δηλονότι τὰ τῇ φύσει ὑποκείμενα εἶναι λέγει, τὴν δὲ φύσιν οὐκ οὐσίαν, ἀλλʼ ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ τὸ εἶναι ἔχειν —, νῦν φησι δοκεῖ δʼ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων, ὡς εἰς ταὐτὸν ἄγων τῇ φύσει τὴν οὐσίαν. λέγω οὖν ὅτι ἄνω μὲν οὐσίαν ἐκάλει αὐτὸ τὸ αὐθυπόστατον σῶμα, νῦν δὲ τὸ εἶδος καθʼ ὃ ἑκάστη τῶν μερικῶν οὐσιῶν τὸ εἶναι ἔχει· τὸ γὰρ εἶναι ὕδατι οὐ καθό ἐστι σῶμα ὑπάρχει, ἀλλὰ καθὸ τοιάνδε ἰδέαν ἤγουν φύσιν ἔχει. οἶδε γὰρ αὐτὸς ὁ Ἀριστοτέλης πολλαχῶς τὸ τῆς οὐσίας ὄνομα· τριττὴν γὰρ εἶναί φησι τὴν μὲν κατὰ τὴν ὕλην, ὡς εἴ τις λέγοι οὐσίαν κλίνης τὰ ξύλα καὶ χαλκὸν τοῦ ἀνδριάντος, τὴν δὲ κατʼ εἶδος, ὡς ὅταν εἴπωμεν οὐσιῶσθαι τὸ πῦρ κατὰ τὸ θερμὸν καὶ ξηρόν, ἢ τὸ συναμφότερον, ὡς ὅταν εἴπωμεν σύνθετον εἶναι τὴν οὐσίαν τοῦ ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος. ἐνταῦθα γοῦν τὴν φύσιν οὐσίαν εἶπε τὴν κατὰ τὸ εἶδος, καθʼ ἣν ἕκαστον τὸ εἶναι ἔχει, πρότερον δὲ τὸ αὐθυπόστατον, τουτέστι τὸ σῶμα τὸ ἁπλῶς ὕλης λόγον ἔχον πρὸς τὰ τῶν στοιχείων εἴδη, ἢ καὶ τὸ εἰδοπεποιημένον σῶμα καὶ σύνθετον· ἐν τούτῳ γὰρ ἡ φύσις ἵδρυται.

Ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην.

Οὔ φησι τὸ σχῆμα εἶναι φύσιν· κατὰ συμβεβηκὸς γὰρ ὑπάρχειν τὸ σχῆμα, καὶ πάθος τι εἶναι τοῦ ὑποκειμένου καὶ τῆς ὕλης γινόμενον καὶ ἀπογινόμενον καὶ ἄλλοτε ἄλλο ὑπάρχον, τὴν δʼ ὕλην εἶναι τὴν φύσιν διὰ τὸ διαμένειν ἀεὶ ταῦτα πάσχουσαν καὶ ἄλλοτε ἄλλο σχῆμα καὶ πάθος δεχομένην. εἰπὼν δὲ ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τί τοῦτο φήσας ἐπήγαγε τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὸ εἶδος λέγω τῆς κλίνης; ὅτι διατίθεται ὡς ἂν τοῖς τῆς τέχνης νόμοις δοκῇ. γράφεται δὲ καὶ τὴν κατὰ ῥυθμὸν διάθεσιν· κατά τινα γὰρ συμμετρίαν τῆς τῶν μερῶν πρὸς ἄλληλα ἀναλογίας τὸ εἶδος ἀποτελεῖται τῆς κλίνης. εἰ δὲ εἴη τὴν κατὰ νόμον, σημαίνει τὴν θέσει καὶ μὴ φύσει διάθεσιν· ὡς γὰρ δοκεῖ τῷ τεχνίτῃ, διατίθησι τῶν τεχνητῶν τὰ σχήματα οὐ φύσει ὄντα, ἀλλʼ ἐπινοίᾳ καὶ νόμῳ προαιρέσεως γινόμενα.

Εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι τὸ αὐτὸ τοῦτο πέπονθεν.

Ὃ ἄν τις ἠπόρησε πρὸς τοὺς λέγοντας τὴν ὕλην εἶναι τὴν φύσιν, τοῦτο καὶ ἀπορεῖ καὶ ἐπιλύεται. εἶπε γὰρ ἄν τις «εἰ τοῦτό φατε ὕλην τὸ ἐπιδιαμένον, καὶ διὰ τοῦτο τὰ μὲν ξύλα ὡς ἐπιδιαμένοντα φύσις τὸ δʼ εἶδος ὡς φθειρόμενον οὐκέτι, οὐδὲ τὰ ξύλα φύσις ἂν εἴη τῆς κλίνης οὐδʼ ὁ χαλκὸς τοῦ ἀνδριάντος· καὶ γὰρ τὰ ξύλα φθειρόμενα εἰς γῆν τυχὸν ἀναλύεται κἀκεῖνο ἐπιδιαμένει, τὸ δʼ εἶδος τοῦ ξύλου ἀφανίζεται, οἷον ἐν τῇ καύσει, καὶ ὑπολιμπάνεται ἡ τέφρα ἥτις γῆ ἐστιν. ὁμοίως καὶ ὁ χαλκὸς φθειρόμενος εἰς ὕδωρ ἀναλύεται, ἐπεὶ καὶ τηκόμενος ὑγρὸς γίνεται. ὥστε οὐδʼ ὁ χαλκὸς τοῦ ἀνδριάντος ὕλη, οὐδὲ τῆς κλίνης τὰ ξύλα.» φησὶν οὖν ὅτι τοῦτο ἀληθές ἐστι· τοῦ μὲν γὰρ ἀνδριάντος ἢ τῆς κλίνης ὕλη τὸ ξύλον ἢ ὁ χαλκός, αὐτῶν δὲ πάλιν τούτων ἑτέρα τίς ἐστιν ὕλη. ὥστε τῆς μὲν κλίνης καὶ τοῦ ἀνδριάντος φύσις τὸ ξύλον καὶ ὁ χαλκός, τούτων δʼ αὐτῶν πάλιν ἕτερόν τί ἐστι φύσις· διό, φησί, τῶν φυσικῶν οἱ μὲν τὴν γῆν ἐνόμισαν εἶναι φύσιν τῶν ὄντων, οἱ δὲ τὸ ὕδωρ, οἱ δὲ ἄλλο τι τῶν στοιχείων ἢ ἓν ἢ πλείονα, ὅπερ ἄν τις ὡς ὕλην ὑποκεῖσθαι τοῖς γινομένοις ἐνόμισε.

Καὶ τούτων μὲν ὁτιοῦν ἀίδιον· οὐ γὰρ εἶναι μεταβολὴν αὐτοῖς ἐξ αὑτῶν.

Ὅπερ ἄν τις ἐνόμισεν ὑποκεῖσθαι ὡς ὕλην τοῖς ἄλλοις, τοῦτο καὶ ἀίδιον εἶναι ὑπέθετο ἐξ ἀνάγκης· δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἀίδιον εἶναι καὶ ἀμετάβλητον, τὰ δὲ ἄλλα πάντα τὰ ἐκ ταύτης γενητὰ εἶναι καὶ φθαρτά. καὶ οἱ πλείους δὲ τὰς ὑλικὰς ἀρχὰς ὑποτιθέμενοι, ἀιδίους καὶ αὐτοὶ ταύτας ὑπέθεντο· καὶ μεταβάλλειν μὲν καὶ τὰ πάθη καὶ τὰς διαθέσεις εἰς τὰ ἐξ αὐτῶν συγκείμενα, αὐτὰ μέντοι ἀμετάβλητα εἶναι εἰς ἄλληλα. οὐδὲν γὰρ τῶν τεσσάρων στοιχείων Ἐμπεδοκλῆς, ἅπερ πρώτας ἀρχὰς ὑπετίθετο, μεταβάλλειν ἔλεγεν εἰς ἄλληλα· ἀμετάβλητα γὰρ εἶναι.

Ἕνα μὲν οὖν τρόπον ἡ φύσις οὕτω λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς.

Συμπεραίνεται τὰ εἰρημένα, ὅτι καθʼ ἕνα τρόπον φύσις λέγεται εἶναι ἡ πρώτη ἑκάστῳ τῶν φυσικῶν ὑποκειμένη ὕλη. τὸ γὰρ τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς σημαίνει τῶν φυσικῶν· ταῦτα γάρ ἐστι τὰ ἔχοντα ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς. τίθησι δὲ ἐφεξῆς καὶ τὸ δεύτερον σημαινόμενον, τὸ κατὰ τὸ εἶδος, ὅπερ καὶ κυρίως ἐστὶ φύσις.

Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνητόν.

Τὸ πρῶτον ἐπιχείρημα, ὅτι ὥσπερ ἐπὶ τῶν τεχνητῶν τότε λέγεται ἕκαστον ἀπολαβεῖν τὴν ἑαυτοῦ τέχνην, ὅταν ἀπολάβῃ τὸ τεχνητὸν εἶδος, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν τότε ἔχει ἕκαστον τὴν ἑαυτοῦ φύσιν, ὅταν ἀπολάβῃ τὸ φυσικὸν εἶδος· οὐ γὰρ τὰ ξύλα τὰ ἀρρύθμιστα καὶ ὁ χαλκός, ἐπειδὴ δυνάμει πλοῖόν εἰσιν ἢ ἀνδριάς, ἔχει πω τὸ τοῦ ἀνδριάντος ἢ τὸ τῆς κλίνης εἶδος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή· τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γενόμενον. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν ἔχει· οὐ γὰρ τὸ δυνάμει σὰρξ τοῦτο ἔχει τὴν φύσιν τῆς σαρκός, ἀλλὰ τὸ ἐνεργείᾳ γενόμενον σάρξ, εἰ δὲ ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ τὴν ἑαυτοῦ φύσιν ἕκαστον λαμβάνει, τὸ εἶδος ἂν εἴη σάρξ. πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. ἐπειδὴ λέγομεν εἶδος τὸ ἐπὶ τῆς μορφῆς, καθʼ ὃ δυσειδεῖς ἢ εὐειδεῖς τινάς φαμεν, διὰ τοῦτο προσέθηκε τὸ κατὰ τὸν λόγον, καθʼ ὃν ὁριζόμενοι ἀποδιδόαμεν τὸ τί ἐστιν ἕκαστον. ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν ἀλλʼ ἢ κατὰ τὸν λόγον. τοῦτο τὸ εἶδος, φησίν, ὅπερ φαμὲν φύσιν εἶναι, οὔ φαμεν χωριστὸν τῇ ὑποστάσει εἶναι, ἀλλὰ μόνον τῷ ὁριστικῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ. τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος. τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους συγκείμενον οὐκέτι λέγεται φύσις, ὥσπερ ἑκάτερον τῶν ἁπλῶν, ἀλλὰ φύσει.

Καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης· ἕκαστον γὰρ τότε λέγεται ὅταν ἐντελεχείᾳ ᾖ, μᾶλλον ἢ ὅταν δυνάμει.

Τὸ δεύτερον ἐπιχείρημα. ἕκαστον τότε λέγεται εἶναι, ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος· ἕκαστον τότε λέγεται εἶναι, ὅταν ἀπολάβῃ τὴν ἑαυτοῦ φύσιν· τὸ ἀπειληφὸς ἄρα τὸ ἑαυτοῦ εἶδος ἀπείληφε τὴν ἑαυτοῦ φύσιν. ἔστι δὲ τὸ ῥητὸν τοῦτο πρὸς τὸ ἀνωτέρω συνεχές· εἰπὼν γὰρ ὅτι «ἡ μορφὴ καὶ τὸ εἶδος φύσις», ἐπήγαγε καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης, τουτέστιν ἡ μορφή. τὰ δὲ ἄλλα διὰ μέσου «τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος».

Ἔτι γίνεται ἄνθρωπος ἐξ ἀνθρώπου, ἀλλʼ οὐ κλίνη ἐκ κλίνης.

Τὸ τρίτον ἐπιχείρημα. διʼ ὧν κατεσκεύασαν αὐτοὶ ὅτι ἡ ὕλη φύσις, διὰ τούτων αὐτὸς κατασκευάζει ὅτι μᾶλλον τὸ εἶδος ἢ ἡ ὕλη, ὥσπερ εἰρήκαμεν. ἔτι ἡ φύσις ἡ λεγομένη ὡς γένεσις ὁδός ἐστιν εἰς φύσιν. ὅτι καὶ ἐκ τοῦ τρίτου σημαινομένου τῆς φύσεως, τοῦ ἐπὶ τῆς ἐκφύσεως, δείκνυται μᾶλλον κυριώτερον τὸ εἶδος φύσις ὂν ἢ ἡ ὕλη.

Οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδός, ἀλλʼ εἰς ὑγείαν.

Οὐχ ὥσπερ, φησίν, ἡ ἰάτρευσις ὁδὸς μέν ἐστιν εἰς ὑγείαν, καλεῖται δὲ οὐκ ἀπὸ τοῦ τέλους ἀλλʼ ἀπὸ τοῦ ποιοῦντος τῆς ἰατρικῆς, οὕτω καὶ ἐπὶ τῆς γενέσεως τῆς ἐπὶ τὸ εἶδος ἔχει, ἀλλʼ ὥσπερ ἡ ὑγίανσις ἐκ τοῦ τέλους ὀνομάζεται, οὕτω δὲ καὶ ἡ φύσις ἀπὸ τοῦ εἰς φύσιν ἄγειν ὠνομάσθη. ἄγει δὲ εἰς εἶδος· τὸ εἶδος ἄρα φύσις. ἀλλʼ οὐδὲ τὸ τὴν ὑγίανσιν καλεῖσθαι καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσιν ἐναντίον τι ἔχει τοῖς παρʼ αὐτοῦ λεγομένοις, ἁρμόζει δὲ μᾶλλον· ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην, ἐπειδὴ ἄλλο ἐστὶ τὸ ἀποτελοῦν καὶ ἄλλο τὸ ἀποτελούμενον, εἰκότως ἐξ ἑκατέρου ἐκλήθη ἡ γένεσις καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ εἶδος — οἷον ἡ ἐπὶ ὑγείαν ὁδὸς καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσις καὶ ἀπὸ τοῦ τέλους ὑγίανσις —, ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων, ἐπειδὴ ταὐτόν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τὸ ποιοῦν τῷ γινομένῳ — ὡς καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ «πολλάκις τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν καὶ τὸ τελικὸν εἰς ταὐτὸν ἔρχεται· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ» —, εἰκότως μίαν ἔσχεν τὴν ἐπωνυμίαν ἡ γένεσις. εἴτε οὖν ἐκ τοῦ ποιοῦντος ἐκλήθη εἴτε ἐκ τοῦ γινομένου, ἐπειδὴ ταὐτὸν τὸ ποιοῦν τῷ γινομένῳ, πλὴν τῶν ἐκ σήψεως καὶ ὅσα ἐπινοίᾳ ἀνθρώπων νοθεύεται, ὡς ἐπὶ ἡμιόνων ἔχει — κἀπὶ τούτων δὲ τοῖς ποιοῦσι ταὐτόν πως τὸ γινόμενον —, οὐδὲν ἧττον δείκνυται ὅτι ἐπὶ τοῦ εἴδους φέρεται μᾶλλον τὸ ὄνομα ἢ ἐπὶ τῆς ὕλης.

Ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰάτρευσιν.

Ὃ λέγει τοιοῦτόν ἐστιν· ἐπειδὴ αἱ γενέσεις καὶ αἱ ὁδοὶ καὶ ἀπὸ τῶν τελῶν καλοῦνται καὶ ἀπὸ τῶν ἀφʼ οὗ γίνονται ὡς ποιητικοῦ αἰτίου, τὴν μὲν ἰάτρευσιν ἀπὸ ἰατρικῆς φαμεν ὁδόν, οὐκ εἰς ἰατρικήν· οὐ γὰρ τὴν ἐπὶ τὴν ἀρχὴν ὁδὸν σημαίνει, ἀλλὰ τὴν ἀπὸ τῆς ἀρχῆς· ὥστε καὶ ἡ ἰάτρευσις τὴν ἀπό τινος μὲν ἐπί τι ὁδὸν σημαίνει καλουμένην ἀπὸ τοῦ ἀφʼ οὗ, ὥσπερ καὶ ἡ φύσις. ἀλλʼ οὐχ οὕτως ἡ φύσις, λέγω δὴ τὴν ἔκφυσιν· καὶ αὐτὴ γὰρ ὁδὸς οὖσα ἀπό τινος εἴς τι, οὐκ ἐκ τοῦ ἀφʼ οὗ ἔσχε τὴν ἐπωνυμίαν, ἀλλʼ ἐκ τοῦ εἰς ὅ. οὐχ οὕτως δʼ ἡ φύσις ἔχει πρὸς τὴν φύσιν. οὐχ ὥσπερ ἡ ἰάτρευσις ἔχει πρὸς τὴν ἰατρικήν, οὕτως ἡ φύσις, λέγω δὴ τὴν ἔκφυσιν, πρὸς τὴν φύσιν· ἡ μὲν γὰρ ἰάτρευσις οὐ τὴν ἐπὶ ἰατρικήν, ἀλλὰ τὴν ἀπὸ ἰατρικῆς σημαίνει ὁδόν, ἡ μέντοι φύσις οὐ τὴν ἀπὸ φύσεως, ἀλλὰ τὴν ἐπὶ φύσιν σημαίνει ὁδόν.

Ἀλλὰ τὸ φυόμενον ἔκ τινος εἴς τι ἔρχεται η φύεται· εἰς τί οὖν φύεται;

Τὸ η δύναται καὶ παραδιαζευκτικὸς εἶναι, ἵνα ᾖ οὕτω «τὸ γινόμενον ἔκ τινος εἴς τι ἔρχεται ἤγουν φύεται» — ταὐτὸν γὰρ ἀμφότερα —, δύναται δὲ καὶ ἐπίρρημα εἶναι προσγραφομένου τοῦ ι ἀντὶ τοῦ καθὸ φύεται· καθὸ γὰρ φύεται, εἴς τι ἔρχεται. εἰς τί οὖν φύεται; φησίν, οὐχὶ εἰς τὸ ἐξ οὗ, τουτέστιν εἰς τὴν ὕλην, ἀλλʼ εἰς τὸ εἰς ὅ, τουτέστι τὸ εἶδος. εἰ τοίνυν καθὸ φύεται εἰς εἶδος ἔρχεται, ἔοικεν ἐκ τοῦ τέλους οὕτως ὠνομάσθαι, ὥσπερ ἡ ὑγίανσις καὶ ἡ λεύκανσις· εἰ δὲ τοῦτο, τὸ εἶδος ἄρα φύσις ἂν εἴη, ὥσπερ οὖν καὶ τὸ τῆς ὑγιάνσεως τέλος ὑγεία καὶ τὸ τῆς λευκάνσεως λευκότης.

Ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστιν.

Δείξας ὅτι τὸ εἶδος μᾶλλον φύσις, βούλεται εἰπεῖν ποσαχῶς τὸ εἶδος λέγεται, καί φησιν ὅτι διχῶς· λέγεται γὰρ πάλιν πως, φησί, καὶ ἡ στέρησις εἶδος, ἤτοι στέρησιν λέγων τὸ χεῖρον τῶν ἐναντίων — πολλαχοῦ γὰρ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ τὸ μὲν κρεῖττον τῶν ἐναντίων εἶδος καλεῖ, τὸ δὲ χεῖρον στέρησιν· διὸ καὶ τὴν ἐκ μέλανος μὲν εἰς λευκὸν μεταβολὴν ἁπλῶς γένεσιν καλεῖ τινὰ δὲ φθοράν, τὴν δʼ ἐκ λευκοῦ εἰς μέλαν ἁπλῶς μὲν φθορὰν τινὰ δὲ γένεσιν —, ἢ οὖν τοῦτό φησιν, ἢ καὶ τὴν κυρίως στέρησιν εἶδος καὶ μορφὴν ἐκάλεσε διὰ τὸ διάθεσιν εἶναί τινα τοῦ ὑποκειμένου. εἰ μὲν γὰρ μὴ πάντα τὰ ὄντα εἴδη ἐστὶν ἀλλʼ ἔστι τινὰ καὶ ἀνείδεα, δῆλον ὅτι οὐκ εἶδος ἡ στέρησις, εἰ δὲ πᾶν τὸ ὁπωσοῦν ὂν εἶδος καλοῦμεν εἰς ταὐτὸν ἄγοντες τῷ ὄντι τὸ εἶδος, δῆλον ὅτι ἐπειδὴ οὐκ ἔστι τῶν μηδαμῇ μηδαμῶς ὄντων ἡ στέρησις ἀλλὰ τῶν πῇ ὄντων, καὶ πῇ εἶδος ἂν εἴη. διάκειται γὰρ καὶ μεμόρφωταί πως κατʼ αὐτὴν τὸ ὑποκείμενον· διατίθησι γάρ πως καὶ ἡ τυφλότης τὸ ὑποκείμενον καὶ πᾶσα στέρησις. ἐπειδὴ οὖν πᾶσαν διάθεσιν τοῦ ὑποκειμένου ἔστιν ὅτε μορφὴν τοῦ ὑποκειμένου καὶ εἶδος λέγομεν, διὰ τοῦτο αὐτὸ τοῦτο ἐπεσημήνατο.

Εἰ δέ ἐστιν ἡ στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.

Περὶ τὴν ἁπλῆν γένεσίν φησιν ἀντὶ τοῦ τὴν οὐσιώδη. ἐν μὲν γὰρ τῷ πρώτῳ λόγῳ, ὅτι ἐξ ἀντικειμένων ἡ γένεσις ἔδειξεν ἡ οὐσιώδης· ἐξ ἀσυνθεσίας γάρ φησι τὴν σύνθετον οὐσίαν καὶ ἐξ ἀναρμοστίας, ἅπερ στέρησις οὐκ ἐναντίον ἐστίν. εἰ τοίνυν αἱ στερήσεις, ἐξ ὧν αἱ οὐσίαι γίνονται, ἐναντίαι εἰσὶ τοῖς γινομένοις, ὕστερον ἐπισκεψόμεθα· καὶ ὑπερτίθεται τοῦτο ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς βιβλίῳ, ἐν ᾧ δείκνυσιν ὅτι πάντως πᾶσα γένεσις ἐξ ἐναντίων, καὶ τίνα τὰ ἐναντία καὶ πόσα ἐξ ὧν αἱ γενέσεις. ὡς οὖν ἢ μὴ ἀποδείξας ἐν τούτοις ὅτι ἐξ ἐναντίων, ἀλλὰ μόνον ἐξ ἀντικειμένων, ἢ μὴ ἱκανῶς ἀποδείξας, ὑπερτίθεται τοῦτο ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς βιβλίῳ.

Ἐπεὶ δὲ διώρισται ποσαχῶς λέγεται ἡ φύσις, μετὰ τοῦτο θεωρητέον τί διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ.

Εἰπὼν ὅτι τριχῶς ἡ φύσις λέγεται, καὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἡ γένεσις ἡ ἐπὶ τὸ εἶδος, καὶ ὅτι μᾶλλον κυριώτερον τὸ εἶδος φύσις, καὶ αἱ ἄλλαι δὲ δύο ἥ τε ὕλη καὶ ἡ γένεσις διὰ τὸ εἶδος ἔχουσι τὸ φύσεις εἶναι, ἡ μὲν ὕλη διὰ τὸ ἐπιτηδεία εἶναι εἰς τὸ δέξασθαι τὸ εἶδος ἡ δὲ γένεσις ὡς εἰς αὐτὸ ἄγουσα, ἐπειδὴ ἡ φυσιολογία μόριόν ἐστι τοῦ θεωρητικοῦ μέρους τῆς φιλοσοφίας, τὸ δὲ θεωρητικὸν διαιρεῖται εἰς φυσιολογίαν εἰς μαθηματικὴν εἰς θεολογίαν, βούλεται ἐντεῦθεν διακρῖναι τὸ φυσιολογικὸν τοῦ μαθηματικοῦ καὶ τοῦ θεολογικοῦ· ἐπιστήμονος γάρ ἐστι τὸ διαλαβόντα περὶ τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἀποκρίνειν τὰ δοκοῦντα μὲν ὑποβεβλῆσθαι, μὴ ὑποβεβλημένα δέ. ἐπεὶ οὖν αἱ ἐπιστῆμαι αὐτῆς γνώσεις τινές εἰσιν, αἱ δὲ γνώσεις εἰδῶν εἰσι γνώσεις — κἂν γὰρ ἔστι τῶν ἀνειδέων γνῶσις, καὶ ταύτην ἐκ τῆς τῶν εἰδῶν γνώσεως γινώσκομεν· ἢ γὰρ κατὰ ἀναλογίαν ἢ κατὰ ἀφαίρεσιν, ὡς εἴρηται πρότερον, τὸ ἀνείδεον γινώσκομεν —, διὰ τοῦτο οὖν εἰκότως τὴν διάκρισιν τῶν ἐπιστημῶν τούτων ποιεῖται. διακρίνει δʼ οὐ πάσας ἀλλήλων, ἀλλὰ τῆς φυσιολογίας μόνης τὰς λοιπάς, οὐκέτι δὲ καὶ τὰς ἄλλας ἑαυτῶν. καὶ διακρίνει πρῶτον τὴν μαθηματικὴν ἐπιστήμην τῆς φυσιολογίας, καί φησιν ὅτι οὐ ταύτῃ διακρίνεται ἡ φυσιολογία τῆς μαθηματικῆς, ᾗ δοκεῖ τοῖς πολλοῖς. καὶ ἐντεῦθεν δείκνυσι τὸ ἀναγκαῖον τῆς διακρίσεως τῶν ἐπιστημῶν τούτων· εἰ γὰρ ἡ δοκοῦσα αὐτῶν διάκρισις ὅμως οὐκ ἔστι διάκρισις, δῆλον δήπου ὅτι ἀναγκαῖος ὁ τῆς διακρίσεως λόγος αὐτῶν. νομίζουσι δὲ διακρίνεσθαι φυσιολογίαν μαθηματικῆς, τῷ τὴν μὲν φυσιολογίαν περὶ τὰς οὐσίας τῶν πραγμάτων καταγίνεσθαι, μαθηματικὴν δὲ περὶ τὰ πάθη καὶ τὰ σχήματα, τοῦτο δέ, φησίν, οὐκ ἔστιν ἀληθές· καὶ οἱ φυσιολόγοι γὰρ φαίνονται μὴ μόνον περὶ τῶν οὐσιῶν διαλεγόμενοι, ἀλλὰ καὶ περὶ σχημάτων καὶ παθῶν. αὐτὸς γοῦν ἐν τῇ Περὶ οὐρανοῦ οὐ μόνον περὶ τῆς οὐσίας τῶν οὐρανίων ἀπέδειξεν, ὅτι ἐστὶν ἑτέρας τινὸς παρὰ τὰ τέσσαρα στοιχεῖα, ἀλλʼ ὅτι καὶ σφαιρικὸν ἔχει κατὰ φύσιν τὸ σχῆμα, καὶ ὅτι κυκλοφορικόν, καὶ περὶ τῶν στοιχείων δὲ διελέχθη οὐ μόνον ποίας ἕκαστόν ἐστιν οὐσίας, ἀλλʼ ὅτι καὶ σφαιρικὰ πάντα, ἐν οἷς χαριέστατα γραμμικῶς ἀποδείκνυσι καὶ περὶ τοῦ ὕδατος καὶ τῆς γῆς ὅτι σφαιρικά. ὥστε εἰ καὶ οἱ φυσιολόγοι διαλέγονται οὐ μόνον περὶ τῶν οὐσιῶν, ἀλλὰ καὶ περὶ τῶν συμβεβηκότων ταῖς οὐσίαις, ἔοικε μὴ διακρίνεσθαι ταύτῃ τοῦ φυσιολόγου ὁ μαθηματικός. τίνι οὖν διακρίνεται; φημὶ οὐ τῷ περὶ διαφόρων διαλέγεσθαι, ἀλλὰ τῷ τρόπῳ τῆς διδασκαλίας, ὅτι ὁ μὲν μαθηματικὸς διαλέγεται περὶ τῶν σχημάτων καὶ τῶν συμβαινόντων αὐτοῖς μηδὲν προσεπινοῶν ἐν ὁποιᾳδηποτοῦν ὕλῃ ταῦτα ὑπάρχει, ἀλλὰ χωρίσας αὐτὰ πάσης ὕλης τῇ διανοίᾳ οὕτω τὰ συμβαίνοντα αὐτοῖς θεωρεῖ, ὁ μέντοι φυσικὸς ἐπινοῶν τὸ σχῆμα καὶ τὰ λοιπὰ τῶν παθῶν, ὡς ἐν ὕλῃ αὐτὰ θεωρεῖ· ἢ γὰρ ἐν οὐρανῷ ἢ ἐν ἡλίῳ ἢ ἐν γῇ ἢ ἐν ἄλλῳ τινὶ τῶν φυσικῶν σωμάτων. ὁ γοῦν Θεοδόσιος ἐν τοῖς Σφαιρικοῖς διδάσκων τὰ συμβαίνοντα πάθη τῇ σφαίρᾳ οὐδὲν προσλογίζεται ὕλην, ἀλλὰ χωρίσας πάσης οὐσίας τὸ σφαιρικὸν σχῆμα οὕτω τὰ συμβαίνοντα αὐτῷ ἐπισκέπτεται, ὅτι ἐὰν σφαῖρα ἐπιπέδῳ τμηθῇ κύκλον ποιεῖ, καὶ ὅσα ἄλλα. ὁ δὲ Αὐτόλυκος Περὶ κινουμένης σφαίρας γράψας καὶ ὅσα συμβαίνει τῇ κινουμένῃ σφαίρᾳ, μερικώτερός ἐστι τοῦ Θεοδοσίου καὶ μᾶλλον τῷ φυσικῷ προσεγγίζων — ἡ γὰρ κίνησις ἐγγύς πως ἐστι τῆς οὐσίας· εἰ γὰρ καὶ μὴ ἐπινοεῖ οὐσίαν τινὰ ἐν τῇ κινουμένῃ σφαίρᾳ, ἀλλʼ οὖν σύνθεσίν τινα λαμβάνει τοῦ σχήματος καὶ τῆς κινήσεως, καὶ ταύτῃ ἐγγύς πως ἐστι τῆς οὐσίας. ἔτι τούτου μερικώτερα τὰ Εὐκλείδου Φαινόμενα καὶ ἁπλῶς πᾶσα ἀστρονομία· ἐνταῦθα γὰρ καὶ ἡ οὐσία αὐτὴ συνεπινοεῖται. οὐρανοῦ γὰρ κίνησιν καὶ ἡλίου καὶ τῶν λοιπῶν ἀστέρων προσλογίζεται· οὐ γὰρ ἁπλῶς κίνησιν σφαίρας ἐπισκοπεῖ, ἀλλὰ τῆς ἀπλανοῦς ἢ τῆς Κρονίας ἢ ἄλλης τινός, καὶ τὴν σχέσιν αὐτῶν τὴν πρὸς ἀλλήλας. καὶ ἔστι τὸ μὲν ἀκρότατον τῆς μαθηματικῆς εὐδιάκριτον καὶ κεχωρισμένον τῆς φυσιολογίας — οἷά ἐστι τὰ Θεοδοσίου Σφαιρικά, τὰ Εὐκλείδου ιγʹ βιβλία, τὰ ἀριθμητικά· παντελῶς γὰρ ἐν τούτοις ὕλης οὐδεμία μνήμη —, τὸ δὲ περιπέζιον αὐτῆς πως ἐγγύς ἐστι τῆς φυσιολογίας· καὶ γὰρ ὁ ἀστρονόμος ὡς ἡλίου σχῆμα θεωρεῖ καὶ ὡς ἡλίου κίνησιν καὶ μεγέθη αὐτῶν, καὶ ὁ φυσιολόγος δʼ ὡσαύτως. τίς οὖν ἡ διαφορά; ὅτι εἰ καὶ περὶ τῶν αὐτῶν διαλέγονται καὶ ὡς τοῖς αὐτοῖς ὑπαρχόντων, ἀλλʼ ὁ μὲν φυσιολόγος ὅτι τὰ τοιαῦτα σχήματα καὶ αἱ κινήσεις αἱ τοιαῦται οἰκεῖα καὶ συμφυῆ τῇ τοιαύτῃ οὐσίᾳ, λέγω δὴ τῇ πέμπτῃ — διὰ τοῦτο γὰρ σφαιρικά τε καὶ κυκλοφορικά, ἐπειδὴ μήτε ἐξ ἑνὸς μήτε ἐκ πάντων τῶν στοιχείων, ἀλλʼ ἑτέρου τινὸς τοῦ πέμπτου σώματός εἰσι, καὶ ὅτι βέλτιον αὐτοῖς τὸ τοιοῦτον σχῆμα καὶ ἡ κίνησις —, ὁ δὲ μαθηματικὸς ἁπλῶς κινούμενον ἥλιον θεωρεῖ, μὴ προσλογιζόμενος εἴτε προσφυὴς ἡ κίνησις αὐτοῦ ἢ τὸ σχῆμα τῇ οὐσίᾳ, ἢ μή, ὥστε κἂν ὁποίας ποτὲ ᾖ οὐσίας τὰ οὕτως ἐσχηματισμένα καὶ κινούμενα, τὰ αὐτὰ ἂν συμβαίνειν. ἀλλʼ οὐδὲ εἰ βέλτιον αὐτοῖς ἢ μὴ τὸ τοιοῦτον οἶδεν, ἀλλʼ ἐν αὐτοῖς μὲν θεωρεῖ τὰς κινήσεις καὶ τὰ σχήματα, οὕτω δὲ κἂν εἰ πύρινα ἦν τὰ κινούμενα ἢ ἄλλης τινὸς οὐσίας, ἀμέλει τὰ δεδειγμένα ἐν τῇ καθολικωτέρᾳ μαθηματικῇ ἐπιστήμῃ προσαρμόζουσι τούτοις· οἷον ὅτι, ἐπειδὴ δέδεικται ὅτι πᾶσα σφαῖρα τοιῶσδε τεμνομένη τάδε πάσχει, καὶ ἐπὶ τῆς προκειμένης ἄρα σφαίρας τὸ αὐτὸ τοῦτο ἁρμόσει. οὕτως ἐκτὸς ὕλης αὐτὰ σκοποῦσι, κἂν ὡς ἐν τοῖς οὐρανίοις θεωρῶσι γινόμενα. καὶ ὁ μὲν φυσικὸς τὸ ποιὸν μόνον τῆς κινήσεως ἐπισκοπεῖ, ὁ δὲ μαθηματικὸς καὶ τὸ ποσόν. ὥσπερ οὖν καὶ ἐν τοῖς Ἀποδεικτικοῖς δείξας ὅτι ἡ ἀπόδειξις τῶν καθόλου ἐστὶ καὶ οὐδέν ἐστι τῶν μερικῶν ἀποδεικτικόν, ἠπόρησε μήποτε οὖν ἡ ἀστρονομία οὐκ ἔστιν ἀποδεικτική· ὅσα γὰρ περὶ ἐκλείψεως ἡλίου καὶ σελήνης καὶ τῆς τῶν ἄλλων ἀστέρων κινήσεως λέγεται, περὶ μερικῶν τινων λέγεται περὶ ἡλίου ἢ σελήνης ἢ ἄλλου τινὸς τῶν ἀστέρων ἢ τῆσδε τῆς σφαίρας. ἐπιλυόμενος οὖν τὴν ἀπορίαν φησὶν ὅτι, εἰ καὶ περὶ μερικῶν ποιεῖται τοὺς λόγους ὁ ἀστρονόμος, ἀλλʼ οὐχ ὡς περὶ μερικῶν, ἀλλʼ ὡς καθολικῶν τινων τὰ συμβαίνοντα αὐτοῖς ἐξετάζει· δεικνὺς γάρ, φέρε εἰπεῖν, ὅτι ἡ σύνοδος μὲν ἡλίου καὶ σελήνης ποιεῖ ἡλιακὴν ἔκλειψιν, καὶ ἡ τοιάδε αὐτῶν σχέσις σεληνιακήν, οὐχ οὕτω ταῦτα ἀποδείκνυσιν, ὅτι ἐπειδὴ εἷς ἥλιός ἐστιν καὶ μία σελήνη, ταῦτα οὕτω συμβαίνει, ἀλλʼ εἰ καὶ μύριοι ἦσαν ἥλιοι καὶ σελῆναι τοσαῦται, τὰ αὐτὰ ἂν συνέβη. ὥσπερ οὖν ἐν τούτοις περὶ μερικῶν ποιούμενος τὸν λόγον ὁ ἀστρονόμος καὶ ἕνα ἥλιον ἐξετάζων καὶ μίαν σελήνην, οὐχ ὡς περὶ μερικῶν ἀλλʼ ὡς καθολικῶν τινων ποιεῖται τοὺς λόγους, οὕτω κἂν ὡς ἡλιακὴν σφαῖραν ἢ κίνησιν ἐξετάζῃ, οὐχ ἁπλῶς ὡς τῇ ἡλιακῇ οὐσίᾳ ὑπάρχουσαν ἐξετάζει, ἀλλʼ ἁπλῶς τοιῶσδε κινουμένῃ σφαίρᾳ τὰ συμβαίνοντα ἐξετάζει, χωρίζων τῇ ἐπινοίᾳ τὰ σχήματα καὶ τὰς κινήσεις τῆς οὐσίας. καὶ οὗτοι μέν, φησίν, οὐδὲν ἄτοπον ποιοῦσι χωρίζοντες τῇ ἐπινοίᾳ τὰ πάθη τῶν οὐσιῶν· πεφύκασι γὰρ κατʼ ἐπίνοιαν τοῦ ὑποκειμένου διαιρεῖσθαι. εἰ μὲν γὰρ χωρίζοντες ὑπόστασιν αὐτοῖς ἐδίδοσαν, ψεῦδος ἂν αὐτοῖς καὶ ἀδύνατον ἠκολούθησεν, ἐπειδὴ δὲ τῇ ἐπινοίᾳ μόνον τὴν διάκρισιν αὐτῶν ποιοῦνται πεφυκότων γε τῇ ἐπινοίᾳ χωρίζεσθαι, οὐδὲν ἄτοπον ἕψεται τῇ τοιαύτῃ διακρίσει. οὗτοι μὲν οὖν, φησίν, οὐδὲν ἄτοπον ποιοῦσιν, οἱ δὲ τὰ εἴδη, φησί, χωρίζοντες, ἅπερ οὐδὲ κατʼ ἐπίνοιαν χωρίζεσθαι πέφυκε, καὶ μὴ μόνον τῇ ἐπινοίᾳ χωρίζοντες ἀλλὰ καὶ ὑπόστασιν αὐτοῖς καθʼ αὑτὰ παρέχοντες, οὗτοι μάλιστα ἁμαρτάνουσι τὰ ἀδύνατα ὑποτιθέμενοι· τὰ μὲν γὰρ πάθη οὐδὲν συντελοῦντα εἰς τὸν τῆς οὐσίας λόγον, ἀλλʼ ἴδιον ἔχοντα τὸν τοῦ εἶναι ἑαυτῶν λόγον καὶ χωριζόμενα τῇ ἐπινοίᾳ κατὰ τοῦτο τῶν οὐσιῶν, οὐδὲν ἄτοπον εἰ χωρίζοιτο ὑπὸ τῶν μαθηματικῶν τῇ ἐπινοίᾳ οὐ τῇ ὑποστάσει, τὰ μέντοι φυσικὰ εἴδη, οἷον τὸ ἀνθρώπου τὸ ἵππου τὸ λίθου καὶ τῶν λοιπῶν, οὐδὲ κατʼ ἐπίνοιαν τῆς ὑποκειμένης ὕλης χωρισθῆναι δύνανται· ὅταν γὰρ ἐπινοήσω τὸ εἶδος τῆς σαρκός, εὐθὺς μετὰ τῆς τοιᾶσδε κράσεως τῶν στοιχείων ἐπινοῶ τὸ ὑγρὸν αὐτῆς τὸ αἱματῶδες τὸ μαλακόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δῆλον δέ, φησίν, ἐκ τῶν ὁρισμῶν· σφαιρικοῦ μὲν γὰρ σχήματος ἢ κινήσεως ἢ ἄλλου τινὸς τῶν παθῶν, οἷον καμπυλότητος ἢ εὐθύτητος, τὸν ὁρισμὸν ἀποδιδούς τις οὐδὲν μεμνήσεται τῆς ὕλης, σαρκὸς δὲ ἢ ὀστοῦ ἤ τινος ἄλλου τῶν φυσικῶν εἰ θελήσει τις ἀποδοῦναι τὸν ὁρισμόν, πάντως μεμνήσεται τῆς ὑποκειμένης ὕλης, ὅτι ἢ τοσῆσδε ὑγρότητος ἢ θερμότητος μετέχουσα καὶ μαλακότητος καὶ τῶν τοιούτων, ἅπερ τὴν ὑποκειμένην κρᾶσιν τῶν στοιχείων τῷ εἴδει τῆς σαρκὸς δηλοῖ. εἰ δὲ ἀδύνατον κατʼ ἐπίνοιαν χωρὶς ὕλης λαβεῖν τὰ οὐσιώδη εἴδη, σχολῇ γε δήπου καθʼ ὑπόστασιν αὐτὰ καθʼ αὑτὰ ὑποτίθεσθαι εἶναι.

Καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός.

Ὁ φυσικός, φησί, περὶ τῶν φυσικῶν σωμάτων διαλέγεται, ἐν δὲ τοῖς φυσικοῖς σώμασιν ἐπίπεδα καὶ στερεά εἰσι καὶ γραμμαὶ καὶ σημεῖα, περὶ τούτων δὲ σκοπεῖ καὶ ὁ μαθηματικός· ἐοίκασιν οὖν περὶ τὰ αὐτὰ ἀμφότεραι αἱ ἐπιστῆμαι καταγίνεσθαι. ἔτι δὲ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς. ἀστρολογίαν φησὶν ἣν ἰδίως νῦν ἀστρονομίαν καλοῦμεν· οὐ διεκέκριτο γὰρ παρὰ τοῖς παλαιοῖς τὰ ὀνόματα, ἀλλʼ ἐπὶ τῶν αὐτῶν ἄμφω ἐφέροντο. εἰπὼν δὲ καθόλου περὶ τῆς μαθηματικῆς, εἰδικώτερον ἀστρονομίας ἐμνήσθη, διότι πολλὴ συγγένεια αὐτῇ πρὸς τὴν φυσικήν· οὐ γὰρ παντελῶς ἄνευ ὕλης δοκεῖ τὰ συμβεβηκότα τοῖς οὐρανίοις ἐπισκέπτεσθαι, ὡς ἤδη εἴπομεν.

Εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων καθʼ αὑτὰ μηδέν, ἄτοπον.

Τὴν δοκοῦσαν τοῖς πολλοῖς διάκρισιν τῶν ἐπιστημῶν τούτων δείκνυσιν οὐκ ἀληθεύουσαν, ἦν δὲ ἡ διάκρισις ὅτι ἡ μὲν φυσικὴ περὶ τῶν οὐσιῶν, ἡ δὲ μαθηματικὴ περὶ τῶν καθʼ αὑτὰ συμβεβηκότων. τὸ οὖν νομίζειν, φησίν, ὅτι οὐδαμῶς φυσικοῦ ἐστι τὸ διαλέγεσθαι περὶ τῶν καθʼ αὑτὰ συμβεβηκότων ταῖς οὐσίαις, πρῶτον μὲν καὶ αὐτόθεν ἄτοπον, εἰ μὴ διαλέξεται περὶ βαρύτητος καὶ κουφότητος ὁ φυσικός, ἢ περὶ ἀπείρου καὶ πεπερασμένου σχημάτων τε τῶν φυσικῶν σωμάτων — εἰ γὰρ περὶ μηδενὸς τούτων διαλέξεται, συμβήσεται αὐτῷ περὶ μαθηματικοῦ σώματος εἶναι τὸν λόγον· πῶς δὲ καὶ γνώσεται τὴν ἑκάστου οὐσίαν, καὶ τίνι διενηνόχασιν ἀλλήλων; οὔτε γὰρ ἐπὶ τῶν ἁπλῶν ἱκανὸν εἰς τὸ γνῶναι τὴν ἑκάστου φύσιν τὸ λέγειν ἐξ ὕλης καὶ εἴδους αὐτὰ συγκεῖσθαι, οὔτε ἐπὶ τῶν συνθέτων τὸ λέγειν ἁπλῶς ὅτι ἐκ τῶν τεσσάρων στοιχείων συνεστήκασιν —, ἄλλως τε καὶ φαίνονται, φησί, πάντες οἱ περὶ φύσεως διαλεγόμενοι καὶ περὶ τοῦ σχήματος τοῦ κόσμου καὶ τῶν καθʼ ἕκαστα πραγματευσάμενοι. ὥστε οὔτε ἐκ τοῦ λόγου οὔτε ἐκ τῆς ἐναργείας εὔλογον τὸ νομίζειν, ὅτι οὐκ ἔστι φυσικοῦ τὸ περὶ τῶν καθʼ αὑτὰ συμβεβηκότων τοῖς φυσικοῖς πράγμασι διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν οὐσιῶν· οὐκ ἄρα αὕτη διάκρισίς ἐστι τοῦ φυσικοῦ πρὸς τὸν μαθηματικόν.

Περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ ὁ μαθηματικός, ἀλλʼ οὐχ ᾗ φυσικοῦ σώματος πέρας ἕκαστον.

Ἐντεῦθεν αὐτὸς τὴν ἀληθῆ διάκρισιν τῶν ἐπιστημῶν τούτων ἐκτίθεται, ὅτι εἰ καὶ περὶ τῶν αὐτῶν ἀμφότεροι, ἀλλʼ ὁ μὲν φυσικὸς ἐν ὕλῃ θεωρεῖ τὰ τοιαῦτα ὑπάρχοντα, ὁ δὲ μαθηματικὸς χωρίσας αὐτὰ τῶν ὑποκειμένων αὐτὰ καθʼ αὑτὰ ἐπισκέπτεται χωρὶς πάσης οὐσίας, μηδὲν φροντίζων εἴτε ἐκ τῆς αὐτῆς οὐσίας τοῖς γενητοῖς ἡ ὑποκειμένη αὐτοῖς φύσις εἴτε ὁθενδήποτε, καὶ εἴτε φυσικὸν τοῖς ὑποκειμένοις τὸ σχῆμα εἴτε μή.

Χωριστὰ γὰρ τῇ νοήσει κινήσεώς ἐστιν.

Οὐδὲν ἀδύνατον, φησί, ποιεῖ ὁ γεωμέτρης χωρίζων τῶν ὑποκειμένων τὰ τοιαῦτα πάθη καὶ σχήματα· πεφύκασι γὰρ κατʼ ἐπίνοιαν χωρίζεσθαι· ὅπερ οὖν αὐτοῖς πεφυκός ἐστι, τοῦτο ποιεῖ. κινήσεως δέ φησιν ἀντὶ τοῦ τῆς φυσικῆς αὐτῶν ὕλης, ἤτοι τοῦ ὑποκειμένου· ἐν τούτῳ γὰρ ἡ αἰτία τῆς κινήσεως. εἴρηται δʼ ἡμῖν πρότερον, ὅπως οὐ μόνον τὸ φυσικὸν σῶμα, ἀλλὰ καὶ ἡ ὕλη δοκεῖ κινήσεως αἰτία εἶναι.

Λανθάνουσι δὲ τοῦτο ποιοῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες.

Ὅπερ οἱ μαθηματικοὶ ποιοῦσι πεφυκὸς γίνεσθαι — τί δὲ ποιοῦσι; τὸ χωρίζειν τὰ πάθη τῶν οὐσιῶν κατʼ ἐπίνοιαν, πεφυκότα οὕτω χωρίζεσθαι —, τοῦτο καὶ οἱ τὰς ἰδέας τιθέμενοι ποιοῦσι, λανθάνοντες ἑαυτοὺς ὅτι οὐδαμῶς χωρίζεσθαι πεφύκε τὰ οὐσιώδη εἴδη τοῦ ὑποκειμένου ἑαυτοῖς, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη· τὸ γὰρ ἧττον ὄντα χωριστὰ ἀντὶ τοῦ οὐδαμῶς ὄντα χωριστά. καὶ ἔτι τὸ ἄτοπον ἐπαύξουσιν ὅτι οὐ μόνον κατʼ ἐπίνοιαν χωρίζουσι τὰ εἴδη, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη οἱ μαθηματικοί, ἀλλὰ καὶ ὕπαρξιν αὐτοῖς καθʼ αὑτὰ διδόασι τοῖς μηδὲ κατʼ ἐπίνοιαν χωρίζεσθαι πεφυκόσιν. ὅτι δὲ οὐδὲ κατʼ ἐπίνοιαν χωρίζεσθαι πέφυκε τὰ οὐσιώδη εἴδη τοῦ ὑποκειμένου ἑαυτοῖς καὶ τῆς ὕλης, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη, δῆλον, φησίν, ἐκ τῶν ὁρισμῶν ἑκατέρων· τρίγωνον μὲν γὰρ καὶ κύκλον καὶ σφαῖραν καὶ πάντα τὰ τοιαῦτα δυνατὸν ὁρίσασθαι μὴ ἐπιμνησθέντα ὕλης — κύκλος μὲν γάρ ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἄρτιον δʼ ἀριθμὸς διαιρούμενος δίχα· καὶ πάντα τὰ τοιαῦτα ἔστιν ὁρίσασθαι μηδαμῶς ὕλης ἐπιμνησθέντα, ὡς δὴ πεφυκότων τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ χωρίζεσθαι, εἰ καὶ μὴ τῇ ὑποστάσει —, σάρκα δὲ καὶ ὀστοῦν καὶ νεῦρον καὶ πᾶν εἶδος οὐσιῶδες ἀδύνατον ὁρίσασθαι μὴ ἐπιμνησθέντα τῆς ὕλης τῆς ὑποκειμένης, ὡς δὴ μὴ πεφυκότων μηδὲ τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ χωρίζεσθαι. τῆς γὰρ σαρκὸς ἐχούσης τὸ εἶναι τῷ μαλακὴν φέρε εἰπεῖν καὶ ὑγρὰν εἶναι καὶ ἐνεργείας ἔχειν τοιάσδε ἢ τοιάσδε, πῶς ἐγχωρεῖ τὰ τοιαῦτα πάντα ὕλης χωρίσαντα αὐτὰ καθʼ αὑτὰ ἢ φαντασθῆναι ἢ λογισθῆναι ἢ ὁρισμὸν αὐτῶν ἀποδοῦναι; αὐτὸ γὰρ τὸ εἰπεῖν ὑγρὸν καὶ θερμὸν τὴν κρᾶσιν τῶν ὑποκειμένων στοιχείων, ἅπερ ἐστὶ τῆς σαρκὸς ὕλη, εἰπεῖν ἐστιν. οὐ γὰρ ὥσπερ ἐπινοῶ σχῆμα μηδὲν προσεπινοῶν ἐν ποίᾳ ὕλῃ ἐστὶ τὸ τοιοῦτον, οὕτω καὶ σαρκὸς εἶδος ἢ ὀστοῦ δύναμαι ἐπινοῆσαι· εὐθὺς γὰρ τὸ ξηρὸν καὶ λευκὸν τοῦ ὀστοῦ ἐπινοῶ καὶ ὅσα ἄλλα αὐτῷ προσυπάρχει. κἂν ὁρίσασθαι θελήσω τὴν σάρκα, ἐρῶ τυχὸν ὅτι ἐστὶ σῶμα θερμὸν καὶ ὑγρὸν αἱματῶδες μαλακὸν τοιάσδε ἐνεργείας ἔχον, εὐθὺς δὲ τοῦτο εἰπὼν τὴν ὑποκειμένην ὕλην εἴρηκα. ἀλλʼ οὐδὲ τῶν ἁπλῶν ἔστι τι ἐπινοῆσαι ἄνευ ὕλης· εὐθὺς γὰρ τῷ ἐπινοῆσαι ὕδωρ, τὸ ὑγρὸν αὐτοῦ τὸ χυτὸν ἐπινοῶ τὸ ψυχρόν, τοῦτο δʼ ἐπινοήσας τὸ σύνθετον ἐπενόησα, καὶ οὐκ ἔστιν αὐτὸ καθʼ αὑτὸ χυτόν τι ἐπινοῆσαι ἢ ὑγρόν. πόσον οὖν ἔστιν ἄτοπον τὰ μηδὲ κατʼ ἐπίνοιαν χωρίζεσθαι πεφυκότα καὶ καθʼ ὑπόστασιν χωρίζειν;

Τὰ μὲν οὖν παρὰ Ἀριστοτέλους καὶ ᾗ τὸ πιθανὸν ἔχουσιν εἴρηται, καὶ ὅτι πρὸς Πλάτωνα αὐτῷ ἡ ἀπότασις δῆλον. ἐγὼ δέ φημι ὅτι εἰ μὲν τοῦτο αὐτῷ ἐνεκάλει τὸ καθʼ ὑπόστασιν χωρίζειν ἰδίᾳ τὰ εἴδη τῶν φυσικῶν, εἶχε τὸ εὔλογον ἡ ἔγκλησις — ἀδύνατον γὰρ τὰ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχοντα αὐτὰ καθʼ αὑτά ποτε ὑποστῆναι —, εἰ δὲ τοῦτό φησιν ὅτι ἀδύνατον τῷ λόγῳ ἢ τῇ ἐπινοίᾳ χωρίσαι τῆς ὕλης τὸ εἶδος, οὐκ εὔλογον ἔμοιγε εἶναι δοκεῖ· εἰ γὰρ καὶ δυσφάνταστά εἰσιν αὐτὰ καθʼ αὑτὰ τὰ οὐσιώδη εἴδη, ἀλλʼ οὖν ὁ λόγος καὶ ταῦτα χωρίζειν πέφυκε. λέγομεν γοῦν ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ἡ αὐτὴ μένουσα καὶ μία ὕλη δέχεται ἀνὰ μέρος διάφορα, ὡς δὴ ἑτέρων ὄντων παρʼ αὐτὴν τῶν εἰδῶν. καὶ τί λέγω ἡ ὕλη; τὸ δεύτερον γοῦν κατʼ αὐτὸν ὑποκείμενον, τοῦτο δʼ ἐστὶ τὸ τριχῇ διαστατόν, ἕτερόν ἐστι σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν πάντων εἰδῶν, ἄποιον ὂν καθʼ αὑτό. πῶς οὖν φησι μηδὲ κατʼ ἐπίνοιαν δύνασθαι χωρίζεσθαι τοῦ ὑποκειμένου τὰ εἴδη; αὐτὸς γοῦν ἐν τῇ Περὶ γενέσεώς φησι τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ πάντα τὰ φυσικὰ τριχῶς λέγεσθαι, ποτὲ μὲν ἐπὶ τῆς ὕλης, ποτὲ δὲ ἐπὶ τοῦ εἴδους, ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου, ὡς δὴ χωρίσας κατʼ ἐπίνοιαν τὰ εἴδη τῆς ὕλης. ὡς γὰρ τοῦτο ποιήσας, οὕτω φησὶ τριχῶς λέγεσθαι τὴν σάρκα καὶ τῶν ἄλλων ἕκαστον· ποτὲ μὲν γὰρ ἐπὶ τῆς ὕλης φέρεσθαι τὸ τῆς σαρκὸς ὄνομα, ποτὲ δὲ ἐπὶ τοῦ εἴδους, ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου. καὶ αὐτὸς δʼ ἐφεξῆς χωριστὰ εἶναι εἴδη τῶν φυσικῶν ὑποτίθεται, περὶ ἃ καὶ καταγίνεσθαί φησι τὸν θεολόγον· ὥστε δόξειεν ἂν οὐ καλῶς λέγειν, ὅτι τὰ εἴδη οὐκ εἰσὶ χωριστὰ τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ, εἰ μὴ τὰ εἴδη οὕτω λέγοι ὡς οὐσίας, εἰ δὲ τὰ εἴδη τὰς οὐσίας λέγοι, αἱ δὲ φυσικαὶ οὐσίαι σύνθετοι ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους, ἀδύνατόν ποτε χωρὶς ὕλης τὰς τοιαύτας οὐσίας ἐπινοῆσαι. τοῦτο δὲ δοκοῦσι ποιεῖν οἱ τὰς ἰδέας ὑποτιθέμενοι· λέγουσι γὰρ αὐτοάνθρωπον καὶ αὐτόιππον, ἅμα δὲ τῷ ἐπινοῆσαι ἄνθρωπον ἐν ὑποστάσει εἶδος ἐν ὕλῃ ἐνόησα καὶ τὸ ἐξ ἀμφοῖν σύνθετον. ὥστε ἐπειδὴ οἱ τὰς ἰδέας ὑποτιθέμενοι οὐχ ἁπλῶς ἀνθρώπου λόγον ἢ ἵππου λόγον ὑπετίθεντο χωρὶς τῆς ὕλης, ἀλλʼ αὐτοάνθρωπον καὶ αὐτόιππον, καλῶς εἴρηκεν ὅτι τὰ τοιαῦτα εἴδη, τουτέστι τὰς συνθέτους οὐσίας, οὐκ ἔστιν οὐδὲ κατʼ ἐπίνοιαν χωρίσαι τῆς ὕλης, ἀλλὰ κἄν τις ἐπινοῆσαι ταῦτα θελήσῃ κἄν τε ὁρίσασθαι, εὐθὺς ἀνάγκη καὶ τὴν ὕλην ὑπολαμβάνειν. οὕτως οὖν, ὡς εἶπον, ἀκουστέον αὐτὸν λέγειν εἴδη τὰς οὐσίας, οὐχ ὡς αὐτῷ δοκοῦν τοῦτο, ἀλλʼ ὡς συναγόμενον ἐκ τῶν τὰς ἰδέας ὑποτιθεμένων· λέγοντες γὰρ αὐτοάνθρωπον καὶ αὐτόιππον, τί ἄλλο ἢ οὐσίαν ἀνθρώπου καὶ οὐσίαν ἵππου καὶ τῶν λοιπῶν ὑποτίθενται; λέγουσι δὲ τὰς τοιαύτας οὐσίας χωρὶς τῆς ὕλης ἐν ὑποστάσει ἰδίᾳ εἶναι, ἅπερ μηδὲ κατʼ ἐπίνοιαν ἐκ τῆς ὕλης δυνατὸν ἐπινοῆσαι, ὡς εἰρήκαμεν· τὰ ἄρα μηδὲ κατʼ ἐπίνοιαν χωριστὰ τῆς ὕλης καθʼ ὑπόστασιν χωρίζουσι τῆς ὕλης, ὅπερ ἄτοπον.

Ἔτι δὲ ἀριθμὸς καὶ γραμμὴ καὶ σχῆμα ἄνευ κινήσεως.

Τουτέστιν ἄνευ ὕλης· ἐλέγομεν γὰρ αἰτίαν τῆς κινήσεως τὴν ὕλην εἶναι· διίσταται γὰρ ἐπʼ αὐτῇ τὸ εἶδος ἀδιάστατον ὄν. σὰρξ δὲ καὶ ὀστοῦν καὶ ἄνθρωπος οὐκέτι, ἀλλὰ ταῦτα ὥσπερ σιμὴ ῥίς. οὐχ ὥσπερ ὁριζόμενοι τὸ εὐθὺ ἢ τὸ καμπύλον ἢ τὸν κύκλον οὐ προσχρώμεθα τῇ ὕλῃ, οὕτω καὶ ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν· ἀλλʼ ὥσπερ σιμότητα ὁριζόμενοι παραλαμβάνομεν καὶ τὸ ὑποκείμενον τὴν ῥῖνα — λέγομεν γὰρ ὅτι σιμότης ἐστὶ κοιλότης ἐν ῥινί —, οὕτω δὲ καὶ σάρκα ὁριζόμεθα καὶ ὀστοῦν καὶ τὰ λοιπὰ τὸ ὑποκείμενον συμπαραλαμβάνοντες ἐν τῷ ὁρισμῷ. ὥσπερ δʼ εἰ μὴ τὴν σιμότητα, ἀλλʼ ἁπλῶς τὴν κοιλότητα ὁριζόμεθα, οὐ μεμνήμεθα παντελῶς ὕλης, οὕτω καὶ τὰ συμβεβηκότα ὁριζόμενοι οὐ παραληψόμεθα ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον.

Δηλοῖ δὲ καὶ τὰ φυσικώτερα τῶν μαθημάτων.

Ὅτι, φησί, τὰ φυσικὰ εἴδη οὔτε ἐπινοῆσαι οὔτε ὁρίσασθαι δυνατὸν ἄνευ ὕλης, δηλοῦσι καὶ τῶν μαθημάτων ὅσα ἐγγύς πώς εἰσι φυσιολογίας, ἀστρονομία λέγω καὶ ὀπτικὴ καὶ ἁρμονική. ἥ τε γὰρ ὀπτικὴ τὰ συμβαίνοντα περὶ τὰς ὄψεις ἐπισκοποῦσα, τάς τε τῶν εὐθειῶν καὶ τῶν ἐξ αὐτῶν συνισταμένων καὶ ἐκπεμπομένων κώνων ἐκπομπὰς καὶ ἀνακλάσεις καὶ γωνίας καὶ ὅσα ἄλλα γεωμετρικῶς ἐπὶ αὐτῶν ἐξετάζει, τῆς γεωμετρίας τὰ τοιαῦτα πάθη χωρὶς ὕλης ἐπινοούσης, ἡ ὀπτικὴ ὑφεστώσας λαμβάνει τὰς τοιαύτας γραμμὰς καὶ τὰ παρακολουθοῦντα αὐταῖς πάθη οὐκ ἄνευ κινήσεως καὶ ὕλης· ὁμοίως καὶ ἡ ἀστρονομία τὰ ἐν τῷ οὐρανῷ σχήματα καὶ ὅσα ἄλλα ἐπὶ τῆς κινήσεως αὐτῶν μαθηματικῶς δείκνυσιν, ἐπειδὴ ἐνεργείᾳ ὑφεστηκότα ταῦτα λαμβάνει, μετὰ τῆς ὕλης αὐτὰ θεωρεῖ· πάλιν τὲ αὖ γεωμετρίας καὶ ἀριθμητικῆς ἁπλῶς διπλάσιον ἡμιόλιον καὶ τὰ τοιαῦτα χωριστῶς σκοπούσης, ἐπειδὴ ὁ ἁρμονικὸς ἐνεργείᾳ ὑπάρχοντας τοὺς τοιούτους θεωρεῖ λόγους, οὐδὲ ἐπινοῆσαι αὐτοὺς ἄνευ ὕλης δύναται. εἰ οὖν καὶ ὅσα τῷ λόγῳ χωρίζειν δυνατόν, ὅταν ἐνεργείᾳ ὑφεστηκότα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον τὰ μηδὲ τῇ ἐπινοίᾳ χωρίζεσθαι δυνάμενα οὐκ εὔλογον δήπου τῇ ὑποστάσει χωρίζειν; ταῦτα δέ ἐστι τὰ οὐσιώδη εἴδη. ἀστρολογίαν δὲ κοινότερον οἱ παλαιοὶ ἐκάλουν, ἣν ἡμεῖς νῦν ἰδικώτερον ἀστρονομίαν καλοῦμεν. φυσικώτερα δὲ εἶπε τῶν μαθημάτων ταῦτα, διότι ἅπερ μαθηματικῶς δείκνυται, ταῦτα οὗτοι ὡς ἐν φυσικοῖς θεωροῦσι σώμασιν.

Ἀνάπαλιν γὰρ τρόπον τινὰ ἔχουσι τῇ γεωμετρίᾳ.

Ὅ φησι διὰ τούτων τοῦτό ἐστιν, ὅτι γεωμετρία μὲν λαβοῦσα ἐκ τῶν φυσικῶν σωμάτων τὰς γραμμάς — πέρατα γὰρ φυσικῶν σωμάτων αἱ γραμμαί —, οὐχ ὡς περὶ φυσικῶν σωμάτων οὕτως σκοπεῖ περὶ αὐτῶν, ἀλλὰ χωρίσασα αὐτὰς τῷ λόγῳ τῶν φυσικῶν σωμάτων οὕτως σκοπεῖ περὶ αὐτῶν ὡς μαθηματικῶν, οὐχ ὡς φυσικῶν, ἀστρονομία δὲ καὶ ἁρμονικὴ καὶ ὀπτικὴ ἀνάπαλιν ἔχουσι τῇ γεωμετρίᾳ· λαμβάνουσαι γὰρ τὰ ἀποδεδειγμένα τῇ γεωμετρίᾳ οὐκέτι οἷς ἔλαβον μαθηματικοῖς οὖσιν ὡς μαθηματικοῖς κέχρηνται, ἀλλʼ ὡς φυσικοῖς, οὐ χωριστὰ αὐτὰ ἐπινοοῦσαι ἀλλʼ ἐν ὕλῃ. ὥστε εἰ αὗται αἱ ἐπιστῆμαι, ἐπειδὴ τὰ τῇ ἐπινοίᾳ χωριστὰ ὡς ὑφεστηκότα ἔλαβον, εὐθὺς καὶ τὴν ὕλην ἐπενόησαν — ἡ μὲν γὰρ τὰ οὐράνια σώματα, ἡ δὲ τὰς χορδάς, ἡ δὲ τὰς ὄψεις —, σχολῇ γε τὰ φυσικὰ εἴδη χωρισθείη ποτʼ ἂν τῶν ὑποκειμένων, ὅπερ ποιοῦσιν οἱ τὰς ἰδέας ὑποτιθέμενοι.

Ἐπειδὴ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος τί ἐστι σκοποῖμεν, οὕτω θεωρητέον.

Διακρίνας τὸν μαθηματικὸν τοῦ φυσιολόγου εἰπὼν ὅτι ὁ μὲν μαθηματικὸς ἐπισκέπτεται τὰ ἐν τοῖς φυσικοῖς εἴδη, ἀλλʼ οὐχ ὡς φυσικὰ ἀλλʼ ὡς μαθηματικά, χωρίζων αὐτὰ τῶν ὑποκειμένων, ὁ δὲ φυσικὸς ὡς ἀχώριστα αὐτὰ σκοπεῖ καὶ μετὰ τῆς ὕλης, ἀκολούθως ἐνταῦθα σκοπεῖ πότερον φυσικοῦ ἐστι τὸ περὶ ἀμφοτέρων διαλέγεσθαι ἢ οὔ. ἐπεὶ γὰρ καὶ δέδεικται ἔμπροσθεν ὅτι ἡ φύσις καὶ κατὰ τῆς ὕλης λέγεται καὶ κατὰ τοῦ εἴδους, πότερον, φησί, περὶ ἀμφοτέρων ὁ φυσικὸς διαλέξεται, καὶ ἀποδιδοὺς τοὺς ὁρισμοὺς τῶν φυσικῶν πραγμάτων ἐκ θατέρου τὸν ὁρισμὸν ἀποδώσει ἢ ἐξ ἀμφοῖν; καί φησιν ὅτι τὸ μὲν εἶναι τῶν πραγμάτων χαρακτηρίσει κατὰ τὸ εἶδος καὶ μάλιστα τὸν ὁρισμὸν ἐκ τοῦ εἴδους ἀποδώσει, οὐ παραλείψει δὲ οὐδὲ τὴν ὕλην ἀλλὰ συμπεριλήψεται καὶ ταύτην. ἐζήτησε δὲ τοῦτο αὐτὸ καὶ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ· τριχῶς γάρ, φησί, τῶν ὁρισμῶν ἀποδιδομένων, ἢ ἐκ τοῦ εἴδους ἢ ἐκ τῆς ὕλης ἢ ἐκ τοῦ συναμφοτέρου — οἷον ὡς ἐπὶ θυμοῦ ἐκ μὲν τῆς ὕλης ὅτι ἐστὶ ζέσις τοῦ περὶ καρδίαν αἵματος, ἐκ δὲ τοῦ εἴδους ὅτι ὄρεξις ἀντιλυπήσεως, ἐκ δὲ τοῦ συναμφοτέρου ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως —, τριχῶς οὖν, φησί, λεγομένου τοῦ ὁρισμοῦ, ὁ φυσικὸς οὔτε ἐκ τῆς ὕλης μόνης ὁριεῖται οὔτε ἐκ τοῦ εἴδους μόνου, ἀλλʼ ἐκ τοῦ συναμφοτέρου· ἀλλʼ, ὡς εἶπον, τὸ μὲν εἶναι τῶν πραγμάτων ἀποδώσει κατὰ τὸ εἶδος, οὐ παραλείψει δὲ οὐδὲ τὴν ὕλην. ὅσον μὲν γάρ, φησίν, ἐπὶ τῇ τῶν ἀρχαίων φυσιολογίᾳ δόξειεν ἂν τοῦ φυσικοῦ εἶναι περὶ τῆς ὕλης μόνον διαλέγεσθαι· τῆς μὲν γὰρ ὕλης πολὺ ἐφρόντισαν πάντες οἱ παλαιοί, τοῦ δὲ εἴδους οἱ μὲν οὐδένα ἐποιήσαντο λόγον, ὅσοι δὲ καὶ ἐμνήσθησαν εἰδικοῦ αἰτίου ἐπὶ βραχὺ τούτου ἐφρόντισαν, οὗτοι δέ εἰσι Δημόκριτός τε καὶ Ἐμπεδοκλῆς. ὁ μὲν γὰρ Δημόκριτος ὕλην λέγων τὸ ὑποκείμενον ταῖς ἀτόμοις εἰδοποιοὺς αἰτίας ἔλεγε τὰ σχήματα τῶν ἀτόμων· τὰς μὲν γὰρ σφαιρικὰς εἰδοποιεῖν τὸ πῦρ, τὸ δὲ ὕδωρ τυχὸν τὰς κυβικάς, καὶ ἄλλο ὑπʼ ἄλλων σχημάτων εἰδοποιεῖσθαι. ὁμοίως δὲ καὶ Ἐμπεδοκλῆς τὸ νεῖκος καὶ τὴν φιλίαν εἰδοποιοὺς αἰτίας τῶν ὄντων ἔλεγεν· εἰ γὰρ καὶ ποιητικὰς ἐλάμβανεν αἰτίας τὸ νεῖκος καὶ τὴν φιλίαν, ἀλλʼ οὖν εἰδοποιεῖσθαι διʼ αὐτῶν τόν τε σφαῖρον διὰ τῆς φιλίας καὶ τὸν κόσμον τοῦτον διὰ τοῦ νείκους. ὥστε ποιητικὸν αἴτιον λέγοντες, οὐ πάντῃ τοῦ εἴδους ἠμέλησαν· ποιοῦσι γὰρ ταῦτα οὐ τὴν ὕλην, ἀλλὰ τὰ εἴδη. Ἀναξαγόρου δέ, καίπερ καὶ αὐτοῦ τὸν νοῦν αἰτιασαμένου τῆς εἰδοποιΐας τῶν ὄντων, ὅμως οὐκ ἐμνήσθη, ἴσως διὰ τὰ εἰρημένα περὶ αὐτοῦ ἐν τῷ Φαίδωνι, ὅτι εἰ καὶ ᾐτιάσατο τὸν νοῦν τῆς γενέσεως τοῦ παντός, ἀλλʼ οὖν ἐν τῇ ἀποδόσει τῆς τῶν κατὰ μέρος γενέσεως οὐκέτι τῷ νῷ ἐχρήσατο, ἀλλʼ εἰς ὑλικὰς πάλιν κατέπεσεν αἰτίας· τὰς γὰρ ὁμοιομερείας σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ᾐτιάσατο, ἅπερ ὡς ὑλικὸν ὑπετίθετο αἴτιον. ὅσον μὲν οὖν ἐπὶ τῇ τῶν ἀρχαίων δόξῃ, περὶ τῆς ὕλης δόξειεν ἂν εἶναι τοῦ φυσικοῦ διαλέγεσθαι, ὅτι δὲ περὶ ἀμφοτέρων δεῖ τὸν φυσικὸν ποιεῖσθαι τοὺς λόγους, δείκνυσι διὰ πλειόνων ἐπιχειρημάτων· καὶ πρῶτόν γε ἐκ τῆς ἀναλογίας τῆς τέχνης πρὸς τὴν φύσιν, ἐπειδὴ καὶ εἰκών ἐστι τῆς φύσεως ἡ τέχνη. εἰ τοίνυν ὁρῶμεν, ὅτι τῆς αὐτῆς τέχνης ἐστὶν εἰδέναι καὶ τὴν ὕλην καὶ τὸ εἶδος — ὁ γὰρ οἰκοδόμος οὐ μόνον τὸ εἶδος τῆς οἰκίας οἶδεν, ἀλλὰ καὶ τὴν ὕλην τὴν ἐπιτηδείαν εἰς τὸ καταδέξασθαι τὸ τῆς οἰκίας εἶδος, καὶ ὁ τέκτων εἰδὼς τὰ εἴδη τῶν σκευῶν, κλίνης θρόνου καὶ τῶν λοιπῶν, οἶδε καὶ ποία ὕλη πρὸς ποῖον εἶδος ἐπιτηδεία ἐστίν —, εἰ τοίνυν τοῦ αὐτοῦ τεχνίτου ἐστὶ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὴν οἰκείαν τῷ εἴδει γνῶναι, καὶ τοῦ φυσικοῦ ἄρα τοῦ αὐτοῦ καὶ ἡ τοῦ εἴδους καὶ ἡ τῆς ὕλης ἐπίσκεψις.

Δεύτερον ἐπιχείρημα. τῆς αὐτῆς, φησίν, ἐστὶ τέχνης καὶ τὸ τέλος εἰδέναι καὶ ὅσα τοῦ τέλους ἕνεκα γίνεται· εἰδὼς γὰρ ὁ οἰκοδόμος ὁποῖόν τί ἐστι τὸ τῆς οἰκίας εἶδος, ὅπερ σκοπὸν τῆς τέχνης καὶ τέλος ποιεῖται, οἶδε καὶ τὴν ὁδὸν διʼ ἧς ἐπὶ τὸ τέλος τοῦτο ἀφίξεται. καὶ ὁ ἰατρὸς εἰδὼς τὴν ὑγείαν, οἶδε καὶ τὴν ὁδὸν τὴν ἐπὶ τὴν ὑγείαν· εἰ γὰρ εἰδείη μὲν ὁ τεχνίτης τὸ τέλος τὴν ὁδὸν δὲ ἀγνοοῖ, οὐδέποτε ἀφίξεται εἰς τὸ τέλος. εἰ δὲ τοῦ αὐτοῦ καὶ τὸ οὗ ἕνεκα — τουτέστι τὸ τέλος — εἰδέναι καὶ τὸ ἕνεκα τούτου — τουτέστι τὴν ὁδὸν τὴν ἐπὶ τὸ τέλος —, ἕνεκα δὲ τοῦ εἴδους ἡ ὕλη καὶ ὁδὸς ἐπὶ τὸ εἶδος ἡ τῆς ὕλης ἐπιτηδειότης, καὶ ὁ φυσικὸς ἄρα ἀμφότερα εἴσεται καὶ τὸ τέλος καὶ τὸ ἕνεκα τούτου, τοῦτο δέ ἐστιν ἡ ὕλη· ὥστε ἀμφότερα τοῦ φυσικοῦ ἐπισκέψασθαι. ἀλλʼ ἐπειδὴ τὸ τέλος διττόν, τὸ μὲν οὗ τὸ δὲ ᾧ — οἷον τὸ μὲν εἶδος τῆς θύρας ὡς οὗ τέλος· τούτου γὰρ ὁ τεχνίτης στοχάζεται, τοῦτο δὲ καὶ σκοπὸν καλοῦσι. τὸ δὲ ᾧ· γίνεται γὰρ ἡ θύρα οὐ διʼ αὐτὸ τοῦτο, ἵνα τοιόνδε τὸ εἶδος γένηται, ἀλλʼ ἵνα ταῖς τοῦ ἀνθρώπου χρείαις ἐπαρκέσῃ, ὥστε τῷ ἀνθρώπῳ τέλει πως ὄντι γίνεται ἡ θύρα, ἵνα φυλάξῃ τὸν οἶκον —, καὶ ὁ εἰδὼς οὖν τὸ ὡς οὗ τέλος, τουτέστι τὸ τῆς θύρας εἶδος, οἶδεν εὐθὺς καὶ τὰ ἕνεκα τούτου, τοῦτο δέ ἐστιν ἡ ὕλη, καὶ ὁ τὸ ὡς ᾧ τέλος εἰδὼς — οἷον ὁ ἄνθρωπος ὁ εἰδὼς ὅτι εἰς τὴν αὐτοῦ χρείαν γέγονε· τοῦτο γὰρ τελικώτατον τῆς θύρας τέλος ἡ τοῦ ἀνθρώπου χρεία —, καὶ ὁ τὸ τοιοῦτον οὖν τέλος εἰδὼς οἶδε καὶ τὰ ἕνεκα τούτου γινόμενα· ὁ γὰρ εἰδὼς ὅτι δεῖ ἀσφαλῶς ἔχειν τὰ σκευάρια, οἶδεν ὅτι πρὸς τὸ τυχεῖν τούτου δεῖ τινος στερεοῦ καὶ ἀντιτύπου σώματος τοῦ εἴργοντος τοὺς ἐπηρεάζειν βουλομένους. ὥστε κἂν διχῶς λέγηται τὸ τέλος, ὁ εἰδὼς ὁποιονοῦν τῶν τελῶν καὶ τὰ πρὸς τὸ τέλος εἴσεται, ὧν ἐστι καὶ ἡ ὕλη· ὥστε καὶ τοῦ φυσικοῦ οὐ μόνον τὰ εἴδη γνῶναι, ἀλλὰ καὶ τὴν ὕλην.

Ἐπὶ τούτοις οὖν ὥσπερ ἀπορίαν τινὰ ἐπιφερομένην ἐπιλύεται. ἠπόρησε γὰρ ἄν τις, ὅτι εἰ τοῖς τεχνητοῖς ἀξιοῖς ἐξομοιοῦν τὰ φυσικά, ἐπειδὴ ὁρῶμεν ὅτι αἱ μὲν τῶν τεχνῶν τὴν ὕλην κατασκευάζουσιν, αἱ δὲ τὸ εἶδος ἐπιτιθέασι τῇ ὕλῃ, καὶ ἐπὶ τῶν φυσικῶν ἄρα ἑτέρας ἂν εἴη τὸ γνῶναι τὴν ὕλην τῶν φυσικῶν ἐπιστήμης, ἑτέρας δὲ τὸ εἶδος. ἡ μὲν γὰρ κυβερνητικὴ οἶδε τὸ εἶδος τὸ πηδαλίου ὁποῖον δεῖ εἶναι, καὶ ἐπιτάττει τῷ ναυπηγῷ ὅτι «βούλομαι ὄργανον κατασκευασθῆναί μοι εἰς τὸ περιάγειν τὴν ναῦν, καὶ διὰ τοῦτο δεῖ αὐτὸ τυχὸν κυλινδροειδὲς εἶναι, ἵνα εὐχερῶς περιάγηται, δεῖ δὲ καὶ κάτωθεν εἰ τύχοι πλάτος ἔχειν, ἵνα πλείονι προσπῖπτον ὕδατι τῇ πρὸς αὐτὸ ἀντερείσει ὠθῇ τὴν ναῦν.» τὸ μὲν οὖν εἶδος ἐπιτάττει ὁ κυβερνήτης, τὴν δὲ ὕλην ἐκ ποίων ποτὲ ξύλων εἶναι δεῖ οὐκέτι οἶδεν, ἀλλὰ παραχωρεῖ τὴν ταύτης εἴδησιν τῷ ναυπηγῷ. ἀλλὰ καὶ ὁ ναυπηγὸς εἰδὼς τὸ εἶδος τὸ τοιόνδε τοῦ πηδαλίου, τὴν ἐργασίαν τῆς ὕλης ἄλλῳ ἐπιτάττει· ἁπλῶς μὲν γὰρ τὴν ὕλην εὐτρεπίζει ἡ δρυτομικὴ τῇ τεκτονικῇ, εὐεργὸν δὲ ταύτην ποιεῖ ἡ πριστική, εἶτα τὸ εἶδος ἐπιτίθησιν ἡ ναυπηγική· καὶ τῷ οἰκοδόμῳ ἄλλη μὲν τέχνη τὴν ὕλην ἁπλῶς εὐτρεπίζει ἡ λατομική, ἄλλη δὲ εὐεργὸν ποιεῖ, ὡς ἣ τοὺς λίθους ἐπιτηδείους εἰς οἰκοδομίαν παρασκευάζει ἀποξέουσα καὶ εἰς θέσιν εὔθετον παρασκευάζουσα· καὶ ἄλλη μὲν τὸν χαλκὸν προευτρεπίζει, οἷον ἡ περὶ τὴν τοῦ μετάλλου συναγωγὴν ἀσχολουμένη, ἄλλη δὲ εἶδός τι τῷ χαλκῷ ἐπιτίθησιν, οἷον ἡ χαλκευτική. διὰ τί οὖν μὴ καὶ ἐπὶ τῆς φυσικῆς ἄλλης μέν ἐστι τὸ περὶ τῆς ὕλης διαλέγεσθαι, ἄλλης δὲ τὸ περὶ τοῦ εἴδους; φησὶν οὖν ἐπιλυόμενος τὴν ἀπορίαν, ὅτι ἐπὶ μὲν τῶν τεχνητῶν οὐκ ἐνυπάρχει ἐν αὐτοῖς ἡ ὕλη αὐτῶν, ἀλλʼ ἔξωθεν αὐτὴν παραλαμβάνομεν καὶ ἡμεῖς αὐτὴν ἐπινοοῦμεν· καὶ διὰ τὸ μὴ ἐξισχύειν τὴν φύσιν τὴν ἡμετέραν ἅμα πάντα ποιεῖν, ἄλλη μὲν τέχνη περὶ τὴν ὕλην καταγίνεται ἄλλη δὲ περὶ τὸ εἶδος, ἐπὶ δὲ τῆς φύσεως οὐκ ἔξωθεν χορηγεῖται ἡ ὕλη τῇ φύσει, ἀλλʼ αὐτὴ καὶ τὴν ὕλην ἑαυτῇ εὐτρεπίζει καὶ τὸ εἶδος ἐπιτίθησιν. ὕλην δέ φημι τὴν προσεχῆ· ἡ γὰρ ἀνθρώπου φύσις εἰ καὶ μὴ αὐτὴ τὰ στοιχεῖα ποιεῖ, ἀλλʼ οὖν αὐτὴ κίρνησιν αὐτὰ οὐκ ἔξωθεν λαβοῦσα, ἀλλʼ ἐν ἑαυτῇ ἔχουσα, τοῦτο δέ ἐστιν ἡ προσεχὴς ὕλη τοῦ ζῴου. καὶ τοῦτο ἐπὶ ἑκάστης τῶν κατὰ μέρος φύσεων. εἰ τοίνυν ἡ φύσις καὶ τὸ εἶδος ποιεῖ καὶ τὴν προσεχῆ τοῦ εἴδους ὕλην, καὶ ὁ τὰ εἴδη ἄρα τὰ φυσικὰ ἐπισκεπτόμενος ἐπισκέψεται καὶ τὴν ὑποβεβλημένην αὐτοῖς ὕλην· εἰ γὰρ ἐπειδὴ μὴ ποιεῖ ἡ χαλκευτικὴ τέχνη τὴν ὕλην — οἷον τὸ μέταλλον αὐτό —, ἀλλʼ ἑτέρα ἐστὶν ἡ τοῦτο ἐργαζομένη, διὰ τοῦτο οὐδὲ γινώσκει αὐτὸ ὁ χαλκεὺς — οὐδὲ γὰρ οἶδε τὴν τοῦ μετάλλου φύσιν, ὅπου τε καὶ ὅπως κατασκευάζεται —, ἀκόλουθον δήπου, ἐπειδὴ ἡ φύσις καὶ τὴν προσεχῆ ἑαυτῇ ὕλην καὶ τὸ εἶδος ποιεῖ, καὶ τὸν φυσικὸν ἀμφότερα εἰδέναι. ὥστε ὁ μὲν ἁπλῶς φυσικὸς τὴν ἁπλῶς ὕλην καὶ τὸ ἁπλῶς εἶδος ἐπισκέψεται, ἐπειδὴ καὶ ἡ ἁπλῶς φύσις τὴν ἁπλῶς ὕλην καὶ τὸ ἁπλῶς εἶδος δημιουργεῖ, ὁ δὲ τὶς φυσικὸς τὴν τινὰ ὕλην καὶ τὸ τὶ εἶδος, ἐπειδὴ καὶ ἡ τὶς φύσις τὸ τὶ εἶδος καὶ τὴν τινὰ ὕλην δημιουργεῖ.

Δόξειε δὲ ἂν ἐναντίον εἶναι τοῖς ἄνω εἰρημένοις τὸ νῦν προβληθέν· εἰ γὰρ οὐχ ἡ αὐτὴ τέχνη καὶ τὴν ὕλην καὶ τὸ εἶδος ποιεῖ, πῶς ἄνω ἐλέγομεν ὅτι τῆς αὐτῆς ἐστι τέχνης καὶ τὴν ὕλην καὶ τὸ εἶδος εἰδέναι; ἰδοὺ γοῦν ἡ κυβερνητικὴ τὸ μὲν εἶδος τοῦ πηδαλίου οἶδε, τὴν δὲ ὕλην ἐκ ποίων δεῖ αὐτὸ ξύλων εἶναι οὐκέτι. φημὶ οὖν ὅτι καὶ τὸ πρότερόν ἐστιν ἀληθὲς καὶ τὸ δεύτερον· ἐπειδὴ γὰρ τοῦ αὐτοῦ πλείους εἰσὶν ὗλαι, αἱ μὲν προσεχέστεραι αἱ δὲ πορρώτεραι — οἷον τοῦ ἀνθρωπείου σώματος ἔστι μὲν προσεχεστάτη ὕλη τοῦ ὅλου σώματος τὰ ἀνομοιομερῆ, ὡς αὐτός φησιν, ἔστι δὲ πρὸ τούτων ὕλη τὰ ὁμοιομερῆ· ταῦτα γὰρ ἐν ὕλης τάξει ὑπόκεινται τοῖς ὀργανικοῖς· καὶ πρὸ τῶν ὁμοιομερῶν οἱ χυμοί, καὶ πρὸ τῶν χυμῶν τὰ στοιχεῖα, καὶ πρὸ τῶν στοιχείων τὸ τριχῇ διαστατόν, καὶ πρὸ τούτου ἡ πρώτη ὕλη —, τὴν μὲν οὖν προσεχεστάτην ὕλην ἀνάγκη πᾶσα ἕκαστον εἰδέναι τεχνίτην — ὅ τε γὰρ τέκτων οἶδε τὴν προσεχεστάτην τῶν σκευῶν ὕλην, καὶ αὐτὸς αὐτὴν δημιουργεῖ ἀποξέων τοιῶσδε ἢ τοιῶσδε τὰ ξύλα καὶ τέμνων κατὰ μόρια, καὶ τὰ ἄλλα τὰ πρὸς ὑποδοχὴν τοῦ εἴδους εὐτρεπίζων, ἅτινα τὸν αὐτὸν λόγον ἐπέχουσι πρὸς τὸ εἶδος, ὅνπερ τὰ τοῦ ζῴου μόρια πρὸς τὸ τοῦ ζῴου εἶδος· τῇ γὰρ τούτων συνθέσει ἐπιγίνεται τὸ εἶδος. καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁμοίως· καὶ γὰρ ἡ κυβερνητικὴ ὥσπερ οἶδε τὸ τοῦ πηδαλίου εἶδος, οὕτως οἶδε καὶ τὴν ὕλην· οἶδε γὰρ ἁπλῶς ὅτι ἐκ ξύλων δεῖ τοῦτο εἶναι, τὸ δὲ ἐκ ποίων ξύλων τοῦ ναυπηγοῦ ἐστιν εἰδέναι, ἐπειδὴ αὐτοῦ ἐστι καὶ τὸ ἐργάσασθαι τὸ εἶδος· ὡς οὖν τὸ εἶδος ἐργαζόμενος, οἶδε ποία ὕλη δεκτικὴ αὐτοῦ ἐστι —, τὴν μὲν οὖν προσεχῆ ἑαυτῷ ὕλην πᾶς τεχνίτης οἶδε, τὴν δὲ πορρωτέρω οὐκ ἐξ ἀνάγκης· διὰ τοῦτο ὁ χαλκεὺς τὴν μὲν φύσιν τοῦ σιδήρου καὶ τοῦ χαλκοῦ οἶδε, καὶ ποῖος χαλκὸς πρὸς ποῖον εἶδος πεποίηται, οὐ μέντοι καὶ ὅπως μεταλλεύεται οἶδεν, ὅπερ ἐστὶ πορρωτέρω ὕλη, ἀλλὰ τοῦτο τῆς περὶ τὸ μέταλλον ἐνεργούσης τέχνης ἐστίν. εἰ τοίνυν πᾶσα τέχνη τὴν μὲν προσεχῆ ὕλην οἶδε, τὴν δὲ πορρωτέρω οὐκέτι, ἀλλʼ ἑτέρας ἐστὶ τὸ ταύτην εἰδέναι, καὶ τὰ πρότερα ἄρα ἀληθῆ ἦν ὅτι τῆς αὐτῆς τέχνης καὶ τὸ εἶδος γνωρίζειν καὶ τὴν ὕλην τὴν προσεχῆ, καὶ τὰ δεύτερα ὅτι ἄλλη περὶ τὸ εἶδος ἐνεργεῖ καὶ ἄλλη περὶ τὴν ὕλην, οὐ τὴν προσεχῆ ἀλλὰ τὴν πόρρω. ὅθεν καὶ αὐτὸς ὁ Ἀριστοτέλης εἰπὼν ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης εἰδέναι καὶ τὸ εἶδος καὶ τὴν ὕλην, ἐπήγαγε μέχρι του· οἶδε γὰρ ὁ ἰατρός, ὅτι ἐκ τῶν τέσσαρων στοιχείων τὰ σώματα καὶ ὅτι ὕλη αὐτῶν ἐστι ταῦτα, οὐ μέντοι ᾗ ἰατρὸς εἴσεται ὅτι οὐκ ἔστι ταῦτα ἡ πρώτη ὕλη, ἀλλʼ ἔστι καὶ πρὸ τούτων ἑτέρα ὕλη τῶν σωμάτων ἡ ἀνείδεος.

Μετὰ δὲ τὸ ἀπορῆσαι ταῦτα τίθησι τρίτον ἐπιχείρημα ὁ Ἀριστοτέλης, ὅτι τοῦ αὐτοῦ φυσικοῦ ἀμφότερα γνῶναι. ἡ ὕλη γάρ φησι καὶ τὸ εἶδος τῶν πρός τί ἐστιν — ἡ γὰρ ὕλη εἴδους ἐστὶν ὕλη, καὶ οὐχ ἡ τυχοῦσα ὕλη τοῦ τυχόντος ἐστὶν εἴδους, ἀλλὰ τὶς ὕλη τινός ἐστιν εἴδους —, εἰ δὲ τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος, ὁ δὲ τὸ ἕτερον τῶν πρός τι εἰδὼς καὶ τὸ λοιπὸν οἶδεν — ἅμα γὰρ τὰ πρός τι γινώσκονται —, δῆλον ἄρα ὅτι τοῦ αὐτοῦ ἐστι φυσικοῦ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους διαλαβεῖν. ταῦτα εἰπὼν διακρίνει τὸν φυσικὸν καὶ τοῦ θεολόγου, καί φησιν ὅτι ὥσπερ ὁ ἰατρὸς ἐπισκεπτόμενος τὰς ὄψεις καὶ περὶ αὐτῶν ποιούμενος τὸν λόγον, οὐ περὶ πάσης αὐτῶν ἐνεργείας ᾗ ἰατρὸς διαλέξεται, ἀλλʼ αὔταρκες τὸ μαθεῖν ἡγεῖται, ὅτι πεφύκασι μὲν ὑπὸ τῶν τοιῶνδε χρωμάτων διακρίνεσθαι, συγκρίνεσθαι δὲ ὑπὸ ἄλλων, καὶ εἴ τινα ἄλλην ἐνέργειαν ἔχουσιν ἢ πάθος προσεχὲς τῷ ἰατρῷ, καὶ οὐδὲν ἄλλο περὶ αὐτῶν ἐπισκέψεται — οἷον πῶς πεφύκασιν ἐκ τῶν ὀφθαλμῶν ἐξιέναι, καὶ τίς ἡ ἐνέργεια αὐτῶν ἡ περὶ τὰ ὁρατά, διὰ τί πόρρωθεν ἐλάττονα ὁρῶσι καὶ τὰ καθʼ ὕδατος μείζονα, τίς τε ἡ ἐνέργεια αὐτῶν ἡ περὶ τὰ κάτοπτρα, καὶ πότερον ἀνακλᾶσθαι πεφύκασιν ἢ οὔ, καὶ πρὸς ἴσας γωνίας ἢ οὔ, καὶ ὅσα ἄλλα μυρία οἱ ὀπτικοὶ περὶ αὐτῶν ἐπισκέπτονται —, ὁμοίως δὲ καὶ ὁ χαλκεὺς τὰς τοῦ χαλκοῦ ἐνεργείας μέχρι τινὸς ἐπισκέψεται — ὅτι τυχὸν δεῖ εἰς τὴν τῶν κυμβάλων κατασκευὴν τὸν εὔηχον παραλαβεῖν, εὔηχος δὲ ὁ τοιόσδε, καὶ ἐν ἑκάστῳ εἴδει τὸν προσήκοντα· εἰ μέντοι ἔχει τινὰ δύναμιν εἰς θεραπείαν ἢ καιόμενος ἢ ἁπλούμενος, καὶ πόθεν ἔχει τὸ εὔηχον ἐν τῷ μετέχειν πνεύματος, καὶ ὅσα ἁπλῶς μὴ συμβάλλεται πρὸς τὴν ὑποκειμένην αὐτῷ τέχνην, οὐκ ἐπισκέψεται —, οὕτως οὖν, φησί, καὶ ὁ φυσικὸς ἀποδιδοὺς τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ταύτας ἀποδώσει ἃς φυσικῷ ἀποδιδόναι οἰκεῖον. αὗται δέ εἰσιν ὅσαι μὴ ἄνευ τῆς ὕλης. κἂν γὰρ μὴ μόνον προσεχῆ αἴτια ἀποδιδῷ, ἀλλὰ καὶ πρῶτα καὶ ἐξῃρημένα τῶν γινομένων, ἀλλʼ οὖν οὐδὲ ταῦτα ἄνευ ὕλης· ἀποδώσει γὰρ τυχὸν οὐ μόνον τὸν πατέρα αἴτιον τῆς τοῦ ἀνθρώπου γενέσεως καὶ τὴν ἐν αὐτῷ φύσιν, ἀλλὰ καὶ τὴν τοῦ ἡλίου περιφοράν — καὶ ὁ ἥλιος δῆλον ὅτι οὐκ ἔστι χωριστὸν ὕλης πρᾶγμα, ἀλλʼ ἐν ὕλῃ τὸ εἶναι ἔχον —, εἰ δέ τινά εἰσιν ἕτερα χωριστὰ ὕλης αἴτια τῶν φυσικῶν εἴτε εἰδικὰ εἴτε ποιητικὰ εἴτε τελικά, τίνα τε ταῦτά ἐστι καὶ πόσα καὶ ὅπως ἔχουσι πρὸς ἄλληλα, οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου ἐστὶν ἐπισκέψασθαι. ταύτῃ οὖν ὁ θεολόγος τοῦ φυσικοῦ διαφέρει, τῷ τὸν θεολόγον περὶ τῶν παντάπασι χωριστῶν τῆς ὕλης εἰδῶν διαλέγεσθαι, τοῦ φυσικοῦ περὶ μόνων τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαλεγομένου.

Ἐπεὶ δὲ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη. τὸ ἕτερον σημαινόμενον παρῆκε τὸ κατὰ γένεσιν, ἐπειδὴ ἐκείνη ὁδός ἐστι καὶ μεταβολὴ ἐπὶ τὴν φύσιν παρωνύμως ἀπʼ αὐτῆς κληθεῖσα, ὡς ἀπὸ τῆς λευκότητος ἡ λεύκανσις. ἐπεὶ οὖν διχῶς, φησίν, ἡ φύσις, οὕτως ὁριεῖται τὰ φυσικὰ ὁ φυσικός, ὥσπερ ὁρίζεται τὸ σιμόν, τὸν ὁρισμὸν μὲν καὶ τὸ εἶναι τῇ σιμότητι κατὰ τὴν κοιλότητα ἀποδιδούς, μεμνημένος δὲ καὶ τοῦ ὑποκειμένου τῆς ῥινός· λέγομεν γὰρ ὅτι κοιλότης ἐν ῥινί. ὥστε οὐ κατὰ τὴν ὕλην τὸ εἶναι τῶν φυσικῶν ἀποδώσει ἀλλὰ κατὰ τὸ εἶδος, ὥσπερ καὶ τῇ σιμότητι τὸ εἶναι κατὰ τὴν κοιλότητα, οὔτε ἀμνημονήσει τῆς ὕλης, ὡς οὐδὲ ἐνταῦθα τῆς ῥινός.

Καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις.

Ἐπειδὴ εἶπεν ὅτι περὶ ἀμφοτέρων ὁ φυσικὸς διαλέξεται, βούλεται δεῖξαι ὅτι ἀναγκαίως τὸν περὶ τούτου προχειρίζεται λόγον ἔχοντα ἀπορίας εὐλόγους. τὸ δὲ ἢ περὶ τοῦ ἐξ ἀμφοῖν ἐν ἐπικρίσει ἐπήγαγεν, ἀντὶ τοῦ ἢ δηλονότι περὶ τοῦ ἐξ ἀμφοῖν. εἰ δὲ περὶ τοῦ ἐξ ἀμφοῖν ὁ φυσικὸς διαλέξεται, δῆλον ὅτι καὶ περὶ ἑκατέρας τῶν ἁπλῶν· καὶ εἰ περὶ ἑκατέρας διαλέξεται ὁ φυσικός, ἆρα εἷς καὶ ὁ αὐτὸς φυσικὸς περὶ ἀμφοτέρων διαλέξεται, ἢ ἄλλος μὲν περὶ τῆς ὕλης ἄλλος δὲ περὶ τοῦ εἴδους;

Εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης.

Ὅσον, φησίν, ἐπὶ τοῖς ἀρχαίοις φυσικοῖς δόξειεν ἂν εἶναι τῆς φυσικῆς ἐπιστήμης τὸ περὶ τῆς ὕλης διαλέγεσθαι· ἐκεῖνοι γὰρ ταύτης μὲν πολὺν ἐποιήσαντο λόγον, τοῦ δὲ εἴδους ἢ οὐδένα ἢ ἐπὶ βραχὺ ἐφρόντισαν.

Εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν.

Ἔνθεν τὸ πρῶτον ἐπιχείρημα ἐκ τῆς ὁμοιότητος τῆς τέχνης πρὸς τὴν φύσιν. καλῶς δὲ προσέθηκεν ὅτι οἶδεν ὁ τεχνίτης τὴν ὕλην οὐχ ἁπλῶς, ἀλλὰ μέχρι του· ὁ γὰρ ἰατρὸς μέχρι τῶν στοιχείων ἀνελθὼν καὶ ταῦτα λέγων ὕλην εἶναι τῶν σωμάτων, οὐκέτι περαιτέρω χωρεῖ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν.

Ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα.

Τὸ δεύτερον ἐπιχείρημα. τὸ δὲ οὗ ἕνεκα καὶ τὸ τέλος ἐκ παραλλήλου ἀντὶ τοῦ «τὸ οὗ ἕνεκα, ὅπερ ἐστὶ τέλος». οὗ δὲ ἕνεκά ἐστιν ἐν τοῖς φυσικοῖς τὸ εἶδος· τούτου γὰρ ἕνεκεν πάντα πράττει ἡ φύσις, ἐξ ἀρχῆς μὲν ἵνα γεννήσῃ μετὰ ταῦτα δὲ ἵνα φυλάξῃ, ἕνεκα δὲ τοῦ τέλους ἐστὶν ὕλη ὄργανα καὶ εἴ τι παραπλήσιον. ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα. μικρὸν δεῖ τὴν λέξιν μεταρρυθμίσαι «ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι ἔσχατον, τοῦτο τέλος καὶ τὸ οὗ ἕνεκα». ὁ δὲ νοῦς τῶν προκειμένων οὗτος· ἐπειδὴ εἶπε τὸ οὗ ἕνεκα τέλος, αὐτὸ τοῦτο προέθετο δεῖξαι. ὅταν οὖν, φησί, κινούμενόν τι συνεχῶς εἶτα ἀφικόμενον εἴς τι ἔσχατον παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ, τοῦτο τῆς κινήσεως τέλος ἐστί, καὶ τούτου ἕνεκεν ἡ κίνησις γέγονεν. ὥστε τό τε οὗ ἕνεκα τέλος, καὶ τὸ τέλος οὗ ἕνεκα. νόει δέ μοι τὴν κίνησιν ἀνεμποδίστως προϊοῦσαν καὶ περατουμένην καθʼ αὑτὴν οὐδεμιᾶς ἔξωθεν αἰτίας τινὸς αὐτὴν ἐπισχούσης· εἰ γὰρ διακοπείη, οὐκ ἔστι τέλος τῆς κινήσεως ἡ στάσις ἐκείνη καθʼ ἣν διεκόπη. οἷόν τι λέγω· εἰ ἐπιθήσει φάρμακον ἰατρός, εἶτα μεταξὺ ἐμπόδιόν τι γένηται καὶ χεῖρον σχοίη τὸ πάθος, εἶτα πάλιν ἐπιθεὶς ἕτερον φάρμακον ὑγιάσει, τὸ τέλος τούτου, τὴν ὑγείαν λέγω, οὐκ ἐρεῖς τέλος εἶναι, οὐδὲ οὗ ἕνεκα τῆς προτέρας κινήσεως. ἀλλʼ οὐδὲ τὴν χείρονα διάθεσιν τέλος εἶναι τῆς προτέρας κινήσεως τοῦ φαρμάκου· οὔτε γὰρ σκοπὸν τοῦτο εἶχεν, οὔτε ἐξ αὐτοῦ, ἔκ τινος δὲ συμπτώματος ἔξωθεν ἡ χείρων διάθεσις γέγονεν. ὅταν οὖν ἀδιάκοπος γένηται ἡ κίνησις ἡ ἐπὶ τὴν ὑγείαν, τὸ τέλος τῆς κινήσεως ταύτης καὶ εἰς ὃ ἔσχατον ἀπεπαύσατο τοῦτό ἐστι τὸ οὗ ἕνεκα ἡ κίνησις πᾶσα γέγονε, τοῦτο δέ ἐστιν ἡ ὑγίεια· εἰ γὰρ μὴ διακοπῇ, ἡ τοῦ ἰατροῦ ἐνέργεια οὐχ ἵσταται μέχρις ἂν εἰς τὴν ὑγίειαν φθάσῃ. ἐπεὶ οὖν καὶ τῆς κινήσεως τῆς κατὰ τὴν γένεσιν, εἰ μή τις ἐμποδίσοι, τέλος ἐστὶ τὸ εἶδος εἰς ὃ ἄγει, τοῦτο ἂν εἴη καὶ οὗ ἕνεκα.

Διὸ καὶ ὁ ποιητὴς γελοίως προήχθη εἰπεῖν «ἔχει τελευτήν, ἧσπερ οὕνεκʼ ἐγένετο».

Ποιητὴν τὸν Εὐριπίδην λέγει. ὅτι, φησί, καλῶς ὡρισάμεθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα «τὸ ἔσχατον τῆς συνεχοῦς καὶ ἀδιακόπου κινήσεως», πιστοῦται καὶ Εὐριπίδης ἐκ κοινῆς μὲν ἐννοίας τοῦτο λαβὼν ὅτι τῆς συνεχοῦς κινήσεως τὸ ἔσχατον τέλος οὗ ἕνεκά ἐστι, γελοίως δὲ τὴν κοινὴν ταύτην ἔννοιαν καὶ καθολικὴν ἐφαρμόσας τοῖς κατὰ μέρος. ἐπεὶ γὰρ συνεχοῦς τινος τῆς ζωῆς τέλος ἐστὶν ὁ θάνατος, ἐνόμισε τοῦτο τέλος καὶ οὗ ἕνεκα εἶναι· ὅθεν ἐπειδὴ τὰ πρὸ τοῦ τέλους πρὸς τὸ τέλος ἀναφέρεται πάντα, ὑπενόησε διὰ τοῦτο γίνεσθαι τὸν ἄνθρωπον ἵνα ἀποθάνῃ. τὸ δέ, φησίν, οὐχ οὕτως ἔχει· οὐ γὰρ πᾶν ἁπλῶς τέλος καὶ οὗ ἕνεκά ἐστιν, ἀλλὰ τὸ μὲν οὗ ἕνεκα πᾶν τέλος, τὸ δὲ τέλος οὐ πάντως οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιστον τέλος τοῦτο οὗ ἕνεκα· βέλτιον δὲ τὸ εἶναι τοῦ μὴ εἶναι· οὐκ ἄρα οὗ ἕνεκα ὁ θάνατος. ἀλλʼ οὐδὲ συνεχοῦς τῆς ἀπὸ τῆς γενέσεως κινήσεως ἔσχατόν τι καὶ τέλος ἐστὶν ὁ θάνατος· κινεῖται γὰρ ἡ φύσις ἕως τῆς τελείας ἀκμῆς τοῦ ζῴου, καὶ ἀγαγοῦσα εἰς τὸ τέλειον ἵστησι. τοῦτο οὖν τέλος τῆς συνεχοῦς κατὰ τὴν γένεσιν κινήσεως· τὸ δὲ μετὰ τοῦτο, ἐπειδὴ μὴ πέφυκε στέγειν διʼ ὅλου τὸ εἶδος ἡ ὕλη, ἐπὶ τὸ ἀσθενέστερον χωρεῖ τὸ ζῷον οὐχ ὑπὸ τῆς φύσεως, ἀλλʼ ὅτι ἐξ ἐναντίων συνέστηκε τὸ ζῷον, τῆς φύσεως μηκέτι ἐξισχυούσης εἰς ἁρμονίαν ἀγαγεῖν τὰ ἐναντία ἐπικρατέστερον γίνεται θάτερον, καὶ οὕτω κατὰ μικρὸν τῆς ἁρμονίας διαλυομένης τὸν θάνατον συμβαίνει γίνεσθαι. βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον. βούλεται οὐχ ὁ ποιητής, ἀλλʼ ἡ τῶν πραγμάτων φύσις. ἐπεὶ οὖν τὸ βέλτιστον τοῦτο τέλος καὶ οὗ ἕνεκα, καὶ τῆς γενέσεως ἄρα τὸ βέλτιστον τέλος. βέλτιστον δὲ ἡ ἀκμή· ἐν αὐτῇ γὰρ γενόμενον τὸ ζῷον πάσας ἐνεργεῖ τὰς φυσικὰς ἐνεργείας, καὶ μάλιστα τὰς γεννητικάς, ὅπερ καὶ κυρίως τέλος τῆς φύσεως τὸ ἀγαγεῖν εἰς τοῦτο τὸ ζῷον, ὥστε γεννῆσαι ἕτερον οἷον αὐτό· ἐπεὶ γὰρ πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ τὸ εἶναι, ὅσα μὴ ἠδυνήθη κατʼ ἀριθμὸν μεῖναι τὰ αὐτά, ἠγάπησε τὴν κατʼ εἶδος ἀιδιότητα. ἐπεὶ οὖν τοῦτό ἐστι τὸ βέλτιστον, μέχρι τοσούτου κινεῖ ἡ φύσις τὸ ζῷον κατὰ συνέχειαν, μέχρις ἂν εἰς τοῦτο ἀγάγῃ, ὥστε τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τὸ δὲ ἐντεῦθεν λοιπὸν παύεται μὲν ἡ προτέρα κίνησις ἅτε τοῦ σκοποῦ τυχοῦσα, ἀρχὴν δὲ λαμβάνει ἡ παρὰ φύσιν καὶ ἐπὶ φθοράν, καθʼ ὃν εἴπομεν τρόπον.

Ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων.

Μεταξὺ τῆς συντάξεως τῶν παρόντων χωρίων πολλὰ παρεμβαλὼν ἀσαφεστάτην ἐποίησε τὴν λέξιν. δεῖ οὖν, ἵνα ἡ συνέχεια τῶν ῥητῶν φυλαχθείη, ὑπερβιβάσαι ἡμᾶς τὰς λέξεις, καὶ ἑκάστῳ τόπῳ τὸ οἰκεῖον ἀποδοῦναι. τὸ μὲν οὖν καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων τοῖς ἀνωτέρω συντακτέον οὕτως· «ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα· ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα», εἶτα σύναψον· καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων μέχρι τοῦ εἴρηται δὲ ἐν τοῖς Περὶ φιλοσοφίας. ἡ μὲν οὖν σύνταξις τούτου τοῦ χωρίου αὕτη, ὁ δὲ νοῦς· ἐπεὶ διττὸν τὸ τέλος τό τε οὗ καὶ τὸ ᾧ, εἰπὼν τὸ τέλος τὸ ὡς οὗ διὰ τοῦ εἰπεῖν «ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα» προσέθηκε καὶ τὸ ἕτερον τοῦ τέλους σημαινόμενον, λέγω δὴ τὸ ᾧ, διὰ τοῦ εἰπεῖν καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων. ὅθεν σαφέστερον ποιῶν ἐπήγαγεν ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς γὰρ τὸ οὗ ἕνεκα. εἰρῆσθαι δέ φησι τὴν διαίρεσιν ταύτην τοῦ οὗ ἕνεκα καὶ ἐν τοῖς Περὶ φιλοσοφίας, λέγει δὲ τοῖς Ἠθικοῖς, ἅπερ Περὶ φιλοσοφίας ἐκάλεσε, διότι τὸ φιλόσοφον ἦθος διʼ αὐτῶν παραδίδοται. αὕτη μὲν οὖν ἡ σύνταξις, τὰ δὲ μεταξὺ τὰ μέν ἐστι πρὸς κατασκευὴν τοῦ ὅτι τὸ οὗ ἕνεκα τέλος, τὰ δὲ πρὸς ἔλεγχον τοῦ Εὐριπίδου. τῷ δὲ ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργὸν συναπτέον τὸ δύο δὲ καὶ αἱ ἄρχουσαι τῆς ὕλης καὶ γνωρίζουσαι τέχναι καὶ τὰ ἑξῆς. ἔστι δὲ ἐντεῦθεν ἡ ἀπορία ἣν εἴπομεν, ὅτι μήποτε ὥσπερ τῶν τεχνῶν αἱ μὲν περὶ τὴν ὕλην καταγίνονται αἱ δὲ περὶ τὸ εἶδος, οὕτω καὶ ἐπὶ τῆς φυσικῆς ἐπιστήμης ἔχει, καὶ ἄλλη μὲν ἡ τοῦ εἴδους γνωριστικὴ ἄλλη δὲ ἡ τῆς ὕλης. καὶ ὅτι ὡς ἀπορίαν προφέρει ταῦτα, δείκνυσιν ἐφεξῆς ὥσπερ λύσιν ἀπορίας ἐπενεγκὼν ἐν οἷς φησιν «ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα», τὴν αἰτίαν τῆς διαφορᾶς λέγων τοῦ τὴν μὲν τέχνην μὴ πάντως τὴν αὐτὴν περὶ ἀμφότερα καταγίνεσθαι, τὴν δὲ φύσιν περὶ ἀμφότερα. ἔστιν οὖν ἡ ὅλη τοῦ ῥητοῦ διάνοια τοιαύτη· τῶν τεχνῶν αἱ μὲν ποιοῦσι τὴν ὕλην, αἱ δὲ ἄρχουσιν αὐτῆς· καὶ τῶν τὴν ὕλην ποιούντων ἡ μὲν ἁπλῶς ὕλην ποιεῖ, ὡς ἡ δρυτομική, ἡ δὲ εὐεργόν· καὶ τῶν ἀρχουσῶν τῆς ὕλης — ἄρχουσι δὲ τῆς ὕλης ὅσαι περὶ τὸ εἶδος καταγίνονται τέχναι· ἐπιτάττει γὰρ ὁ ναυπηγὸς τῷ δρυτόμῳ ὁποῖα ξύλα αὐτῷ εὐτρεπίσει, καὶ τῷ πρίστῃ εὐεργὰ αὐτῷ ταῦτα ποιῆσαι καὶ ᾗ εὐεργά —, τῶν ἀρχουσῶν οὖν τῆς ὕλης, αἵτινες καὶ ἀρχιτεκτονικαὶ καλοῦνται, ἡ μὲν τὸ εἶδος ἐπιτίθησιν ἡ ναυπηγική, ἡ δὲ χρῆται αὐτῷ ἡ κυβερνητική. καλῶς δὲ εἴπομεν καὶ τὴν κυβερνητικὴν ἀρχιτεκτονικήν. καὶ γὰρ μᾶλλον ἀρχιτεκτονικὴ αὕτη τῆς ναυπηγικῆς· αὐτὴ γὰρ τῇ ναυπηγικῇ ἐπιτάττει, ὁποῖον δεῖ αὐτὴν ποιῆσαι τὸ τοῦ πηδαλίου εἶδος. διαφέρουσι δὲ ἀλλήλων αἱ περὶ τὸ εἶδος αὐτὸ καταγινόμεναι τέχναι, αἵτινες καὶ ἀρχιτεκτονικαί εἰσι, τῷ τὴν μὲν ποιητικὴν εἶναι εἴδους τὴν ναυπηγικήν, τὴν δὲ γνωστικὴν μόνον οὐ ποιητικήν, καὶ τὴν μὲν κεχρῆσθαι αὐτῷ τὴν δὲ μή. ὥστε τέσσαρές εἰσι περὶ τὸ αὐτὸ καταγινόμεναι, ὧν αἱ μὲν δύο περὶ τὴν ὕλην καταγίνονται, αἱ δὲ δύο περὶ τὸ εἶδος. ἐπεὶ οὖν ταῦτα εἰπὼν οὐ προσέθηκε τὸ λοιπὸν τῇ ἀπορίᾳ, τοῦτο δὲ ἦν ὅτι μήποτε οὖν καὶ ἐπὶ τῶν φυσικῶν οὐ τῆς αὐτῆς ἐστι φυσικῆς ἐπιστήμης περὶ τὴν ὕλην καὶ τὸ εἶδος καταγίνεσθαι, ἄλλα ἄλλης μὲν περὶ τὸ εἶδος ἄλλης δὲ περὶ τὴν ὕλην, διὰ τοῦτο ἀσάφειαν ἐνεποίησεν, ὅτι ἀπορίας ἕνεκεν ταῦτα ἐξέθετο, ἀλλὰ τῷ τὴν ἐπίλυσιν ἐπαγαγεῖν, ὥσπερ εἴρηται, δήλην ἐποίησε τὴν ἑαυτοῦ διάνοιαν. εἰπὼν δὲ ὅτι καὶ ἡ κυβερνητικὴ ἀρχική ἐστι, μετά τινος προσδιορισμοῦ τοῦτο εἶπεν, εἰπὼν ἀρχιτεκτονική πως. προσέθηκε δὲ τό πως, διὰ τὸ μὴ τεκταίνεσθαι τὴν κυβερνητικήν· ἄρχει μὲν γὰρ μᾶλλον τῆς ναυπηγικῆς, οὐ τεκταίνεται δέ. πρὸς τὸ τεκταίνεσθαι οὖν τό πως, οὐ πρὸς τὸ ἄρχειν.

Ὁ μὲν γὰρ κυβερνήτης ποῖόν τι τὸ εἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, ὁ δʼ ἐκ ποίων ξύλων καὶ ποίων κινήσεων ἔσται.

Ἀμφότεραι μὲν οὖν περὶ τὸ εἶδος καταγίνονται, οὐκ ἀγνοοῦσι δὲ οὐδὲ τὴν ὕλην, ἀλλʼ ἡ μὲν κυβερνητικὴ μᾶλλον οἶδε τῆς ὕλης τὸ εἶδος καὶ ἐπιτάττει τοῦτο τῷ ναυπηγῷ, ἡ δὲ ναυπηγικὴ μανθάνει μὲν παρὰ τοῦ κυβερνήτου τὸ εἶδος, οἴκοθεν δὲ τὴν ὕλην ἐπινοεῖ. ἀντιλαμβάνουσιν οὖν παρʼ ἀλλήλων ἡ μὲν ναυπηγικὴ παρὰ τῆς κυβερνητικῆς τὸ εἶδος, ἡ δὲ κυβερνητικὴ παρὰ τῆς ναυπηγικῆς τὴν ὕλην. τὸ δὲ ἐκ ποίων κινήσεων ἀντὶ τοῦ ἐκ ποίων φυσικῶν ῥοπῶν καὶ δυνάμεων· οὐ γὰρ τὸ τυχὸν ξύλον εἰς τὴν κατασκευὴν τοῦ πλοίου ἢ τοῦ πηδαλίου παραλήψεται.

Ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα.

Ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι ἐν μὲν τοῖς κατὰ τέχνην ἔξωθεν ὁ τεχνίτης παραλαβὼν τὴν ὕλην, οὕτως αὐτῇ τὸ εἶδος ἐπιτίθησι, καὶ διὰ τοῦτο ἄλλης τέχνης ἐστὶ τὴν ὕλην καὶ ἄλλης τὸ εἶδος εἰδέναι, ἐν δὲ τοῖς φυσικοῖς οὐκ ἔξωθεν τῇ φύσει ἡ ὕλη δίδοται, ἀλλʼ ἐν αὐτῇ ὑπάρχει καὶ ὑπʼ αὐτῆς δημιουργεῖται. εἰ δὲ τοῦτο, ὁ ἄρα τῆς τοιαύτης φύσεως ἐν ἐπιστήμῃ γενόμενος καὶ τὸ εἶδος εἴσεται καὶ τὴν ὕλην· ἀμφοτέρων γὰρ ἡ φύσις ἐργάτις, καὶ οὐκ ἐγχωρεῖ μὴ ἄμφω ἐγνωκότα ἐν ἐπιστήμῃ τῆς φύσεως γενέσθαι, εἴ γε ἀμφοτέρων ἐργάτις ἡ φύσις.

Ἔτι τῶν πρός τι ἡ ὕλη.

Τὸ τρίτον ἐπιχείρημα, ὅτι ἀμφότερα τοῦ φυσικοῦ γνῶναι.

Μέχρι δὴ πόσου δεῖ τὸν φυσικὸν εἰδέναι τὸ εἶδος;

Ἐντεῦθεν διακρίνει τοῦ θεολόγου τὸν φυσικόν. περὶ μὲν οὖν τῆς ὕλης, φησίν, οὕτως ὁ φυσικὸς ἐπισκέψεται ὡς εἰρήκαμεν, τὸ δὲ εἶδος μέχρι πόσου ἐπισκέψεται; τουτέστιν, ἐπειδὴ τοῦ αὐτοῦ πράγματος ἔστι λαβεῖν πλείονα εἴδη — ἔστι γὰρ τοῦ Σωκράτους, ὡς ἀνθρώπου, εἶδος καὶ τὸ ζῷον λογικὸν θνητὸν καὶ πρὸ τούτου οὐσία ἔμψυχος αἰσθητική· εἰσὶ δέ τινα καὶ χωριστὰ εἴδη τῶν φυσικῶν, εἴτε οἱ ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους εἴτε τὰ πρὸ τῶν πολλῶν, καὶ τούτων εἴτε κατὰ Πλάτωνα τὰ αὐτὰ καθʼ αὑτὰ ὑφεστῶτα, λέγω δὴ τὸ αὐτοάνθρωπος καὶ αὐτοζῷον, εἴτε τοὺς λόγους τῶν πραγμάτων τοὺς ἐν τῷ δημιουργῷ —, ἆρα, φησί, περὶ παντὸς εἴδους ἁπλῶς ὁ φυσικὸς διαλέξεται, ἢ μέχρι τινὸς προάξει τὴν διδασκαλίαν; φησὶν οὖν ὅτι οὐκ ἔστι φυσικοῦ περὶ παντὸς εἴδους διαλεχθῆναι, ἀλλὰ μέχρι τινὸς προκόψει ὁ φυσικός· καὶ ὥσπερ ὁ χαλκεὺς οὐ πάσας τὰς τοῦ χαλκοῦ ἐπισκέψεται ἐνεργείας, φέρε εἰπεῖν εἴ τι πρὸς ἰατρικὴν συμβάλλεται, ἀλλʼ ὅτι τυχὸν τηκτός ἐστι καὶ ἐλατός, καὶ ὅσα πρὸς τὰ ὑποβεβλημένα αὐτῷ συντελεῖ πράγματα· καὶ ὁ ἱατρὸς περὶ νεύρου σκοπῶν τὰς συμβαλλομένας αὐτῷ ἐνεργείας εἰς τὴν ὑποκειμένην αὐτοῦ τέχνην σκοπήσει, φέρε εἰπεῖν ὅτι κινήσεως αἴτιόν ἐστιν, οὐ μέντοι ζητήσει εἰ ἔστι τι εἶδος αὐτοῦ παρὰ τῷ δημιουργῷ, ἢ ἐξ ὕλης καὶ εἴδος συνέστηκεν, ἀλλʼ ὅτι τῶν ἄλλων τυχὸν ξηρότερόν ἐστιν ἢ ψυχρότερον· οὕτω καὶ ὁ φυσικὸς οὐ περὶ παντὸς ἁπλῶς εἴδους διαλέξεται, ἀλλὰ μέχρι τινός, τοῦτο δέ ἐστιν ὅσον μὴ τῆς ὕλης κεχώρισται. ἐρωτώμενος γὰρ τίνος ἕνεκεν, εἰ τύχοι, ἄνθρωπος ἔστιν, οὐκ ἐρεῖ ὅτι «ἔστι τὸ ἐν τῷ δημιουργῷ τοῦ ἀνθρώπου εἶδος, δεῖ δὲ τοῦτο ἐνεργὸν εἶναι καὶ γόνιμον, διὰ τοῦτο ἔστι καὶ τὸ ἐνταῦθα εἶδος», ἀλλʼ ἀρκεῖν ἡγήσεται τὰ μὴ ἄνευ ὕλης αἴτια ἀποδοῦναι, ὅτι ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος· τῷ γὰρ ἀπιέναι ἢ προσιέναι ὁ ἥλιος γενέσεως ἢ φθορᾶς τοῖς τῇδε γίνεται αἴτιος, γεννᾶται δὲ προσεχῶς οὐ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλὰ τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου. ταύτην οὖν τὴν αἰτίαν ἀποδιδοὺς ἐρεῖ ὅτι ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ἄμφω δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. οὐδὲ ἐρεῖ τυχὸν ὅτι ἐπεὶ δεῖ μέσα τινὰ εἴδη εἶναι ἐν τῷ παντὶ — τοιοῦτον δὲ ἡ ψυχὴ ἡ ἡμετέρα ἀνιοῦσα καὶ κατιοῦσα —, διὰ τοῦτο ἔστιν ἐν τῷ κόσμῳ ὁ ἄνθρωπος· θεολόγων γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἐξετάζειν ἴδιον, οἷον τίνα τε καὶ πόσα τὰ χωριστὰ εἴδη, καὶ τίς ἡ σχέσις αὐτῶν ἥ τε πρὸς ἑαυτὰ καὶ ἡ πρὸς τὰ τῇδε. ὁ τοίνυν φυσικὸς οὐ πᾶσαν αἰτίαν ἀποδώσει ἐρωτώμενος οὔτε εἰδικὴν οὔτε ποιητικήν, ἀλλὰ ταύτας μόνας ὅσαι μὴ ἄνευ ὕλης εἰσί.

Διωρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων, ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστι.

Διαλεχθεὶς περὶ τῶν συναιτίων, ταῦτα δέ ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος, βούλεται νῦν καὶ περὶ τῶν λοιπῶν δύο διαλεχθῆναι τοῦτε ποιητικοῦ καὶ τοῦ τελικοῦ, ἅπερ κυρίως ἐστὶν αἴτια. ἐπεὶ γάρ, φησί, σκοπὸς ἡμῖν γνῶναι τὰ φυσικὰ πράγματα, οὐ πρότερον δὲ γινώσκομέν τι πρὶν ἂν τὰς ἀρχὰς καὶ τὰ αἴτια πάντα τούτου γνῶμεν, ἀνάγκη καὶ τῶν φυσικῶν πραγμάτων πάντα τὰ αἴτια γνῶναι, εἴ γε τῆς γνώσεως αὐτῶν ἐφιέμεθα. ἐπεὶ οὖν βούλεται περὶ τῶν λοιπῶν αἰτίων εἰπεῖν τοῦτε ποιητικοῦ καὶ τοῦ τελικοῦ, ἀναλαμβάνει καθόλου τὸν περὶ τῶν αἰτίων λόγον, καί φησιν ὅτι παντὸς πράγματος τέσσαρά ἐστι τὰ αἴτια, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν αἴτιον τὸ τελικόν· οἷον οἰκίας ὕλη μὲν λίθοι καὶ πλίνθοι καὶ ξύλα, εἶδος δὲ τὸ τοιόνδε σχῆμα, ποιητικὸν δὲ αἴτιον ὁ οἰκοδόμος, τελικὸν ἡ χρεία τοῦ ἀνθρώπου διʼ ἣν γίνεται — λέγω δὴ τὸ εἶναι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων· καὶ ἐπὶ πάντων ὁμοίως. καλεῖ δὲ τὴν μὲν ὕλην ἐξ οὗ, τὸ δὲ εἶδος καθʼ ὅ, τὸ δὲ ποιητικὸν αἴτιον ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ τελικὸν διʼ ὅ. εἰσὶ δὲ καὶ ἕτερα δύο αἴτια τῶν γινομένων τό τε ὀργανικὸν καὶ τὸ παραδειγματικόν, ἅπερ καὶ ὁ Πλάτων ἐν τοῖς αἰτίοις ἀπαριθμεῖται, ἀλλʼ ὁ Ἀριστοτέλης ὡς φυσικὸς οὐ προσποιεῖται ταῦτα, τὸ μὲν παραδειγματικὸν διότι τοῦτο κρεῖττόν ἐστιν ἢ κατὰ φύσιν — οὐ γὰρ πρὸς παράδειγμα ἡ φύσις ἀποβλέπουσα ποιεῖ· εἰ γὰρ ἔχει τοὺς λόγους τῶν γινομένων, ἀλλʼ οὐ γνωστικῶς ὥσπερ ὁ τέκτων, ζωτικῶς δὲ μόνον, διότι πεποίωται κατʼ αὐτούς —, τὸ δὲ ὀργανικὸν αἴτιον συμπεριλαμβάνει τῷ ὑλικῷ. ἔστι μὲν γὰρ οἷον ὄργανον τῆς φύσεως τὸ ἔμφυτον θερμόν, ἀλλὰ τοῦτο, ὡς εἶπον, συναναλαμβάνει τοῖς ὑλικοῖς, ἐπειδὴ ὅλως τὰ τέσσαρα στοιχεῖα, ἐν οἷς αἱ τέσσαρες ποιότητες, ὑλικὸν αἴτιον οἶδε τῶν γινομένων· ποῖον δʼ ἂν ὄργανον τοιοῦτον αὐτῆς τῆς τῶν τεσσάρων στοιχείων γενέσεως παραληφθείη; ὁ μὲν οὖν Πλάτων θεολογῶν ποιητικὸν μὲν αἴτιον τὸν δημιουργὸν λέγων, ὀργανικὸν εἶναι τὴν ὕλην φησίν, ὁ μέντοι Ἀριστοτέλης φυσιολογῶν εἰκότως ταύτην μὲν ποιητικόν φησιν εἶναι αἴτιον, ὀργανικὸν δὲ ἀνάλογον οὐκ ἔχει· καὶ γὰρ τὰ ὄργανα καθόλου χωριστὰ εἶναι θέλει καὶ τῶν ποιητικῶν καὶ τῶν ἀποτελεσμάτων, τὸ δὲ ἔμφυτον θερμὸν οὐ κεχώρισται τῆς δημιουργούσης φύσεως, ἀλλὰ καὶ αὐτὸ τῶν ὑποκειμένων ἐστὶ τῇ φύσει, ἐν ᾧ ὀχουμένη δημιουργεῖ τὸ ζῷον. δυνατὸν δὲ παράδειγμα ἐπὶ τῶν φυσικῶν αὐτὴν τὴν φύσιν εἰπεῖν, εἴ γε τὸ ὅμοιον τοῦ ὁμοίου γεννητικὸν καὶ σκοπὸς τῇ φύσει τῇ ἐν τῷ πατρὶ ἢ τῇ μητρὶ τὸ ποιῆσαι ὅμοιον αὑτῇ, ἀλλʼ οὔτε γνωστικῶς, ὅπερ εἶπον, εἰς ἑαυτὴν ὡς πρὸς παράδειγμα ἀφορᾷ, κεχωρίσθαι τε θέλει κατʼ οὐσίαν τοῦ ποιητικοῦ τὸ παράδειγμα. ταῦτα εἰπών, ἐφεξῆς ὅσα παρακολουθεῖ τοῖς αἰτίοις παραδίδωσι, καὶ πρῶτον ὅτι πολλῶν ὄντων τῶν αἰτίων συμβαίνει τοῦ αὐτοῦ πλείονα εἶναι αἴτια καθʼ αὑτό, τὰ ἀπηριθμημένα τέσσαρα. πάντα γὰρ καθʼ αὑτὸ αἴτιά εἰσιν, ἀλλʼ οὐ κατὰ τὸ αὐτό· ἄλλως γὰρ ἡ ὕλη αἴτιον, καὶ ἄλλως τὸ ποιητικόν. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἔτι, φησί, τινὰ ἀλλήλων ἐστὶν αἴτια, οἷον οἱ πόνοι τῆς εὐεξίας εἰσὶν αἴτιοι, ἀλλὰ καὶ ἡ εὐεξία τῶν πόνων· ἀλλʼ οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλʼ οἱ μὲν πόνοι τῆς εὐεξίας αἴτιοι ὡς ποιητικοί, ἡ δὲ εὐεξία τῶν πόνων αἰτία ὡς τελική. διὰ γὰρ τὸ τυχεῖν εὐεξίας καὶ ὑγείας πονοῦμεν· «διὰ τί» γὰρ «βαδίζεις;» ἐρωτηθείς, λέγω «ἵνα ὑγιάνω». ἔτι, φησί, τὸ αὐτὸ τῶν ἐναντίων δύναται εἶναι αἴτιον· ὁ γὰρ κυβερνήτης παρὼν μὲν αἴτιος γίνεται τῆς σωτηρίας τῆς νεώς, ἀπὼν δὲ ἀπωλείας αὐτῇ αἴτιος γίνεται. καί φασιν ὅτι οὐ καθʼ αὑτὸ ὁ κυβερνήτης ἀπὼν ἀπωλείας αἴτιος γίνεται τῇ νηί, ἀλλὰ κατὰ συμβεβηκός· κἂν σωθείη γὰρ ἡ ναῦς ἀπόντος τοῦ κυβερνήτου. διό, φασίν, οἰκειότερον παράδειγμα ἂν εἴη τὸ κατὰ τὸν ἥλιον, ὃς παρὼν μὲν φωτὸς γίνεται αἴτιος ἀπὼν δὲ σκότους, καὶ ἀμφότερα καθʼ αὑτό· εἰ γὰρ κατὰ συμβεβηκὸς ἀπὼν σκότους αἴτιος ἐγίνετο καὶ μὴ καθʼ αὑτό, κἂν ἀπὼν ἦν ὅτε οὐκ ἐγένετο σκότους αἴτιος· τοιαῦτα γὰρ τὰ κατὰ συμβεβηκὸς αἴτια. φημὶ δὲ ὅτι εἰ καὶ ἡ τοῦ κυβερνήτου ἀπουσία οὐ πάντως ἀπωλείας τῇ νηὶ αἰτία γίνεται, οὐ παρὰ τοῦτο νομιστέον κατὰ συμβεβηκὸς αὐτὴν αἰτίαν εἶναι τῆς ἀπωλείας, ἐπεὶ καὶ ἡ παρουσία αὐτοῦ οὐ πάντως σωτηρίας αἰτία γίνεται, καὶ οὐ παρὰ τοῦτο, ἡνίκα ἂν σῴζῃ, οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς σῴζει. οὕτως οὖν, κἂν ἀπόντος τοῦ κυβερνήτου ποτὲ σωθείη ἡ ναῦς, κατὰ τύχην ἐροῦμεν τὴν σωτηρίαν γενέσθαι, ὥσπερ τὴν ἀπώλειαν τὴν ἐπὶ τῆς παρουσίας τοῦ κυβερνήτου βίᾳ γενέσθαι φαμέν — αἱ γὰρ τέχναι τῶν ὡς ἐπὶ τὸ πολύ —, τῆς μέντοι ἀπωλείας τῆς ἐπὶ τῇ ἀπουσίᾳ τοῦ κυβερνήτου γινομένης καθʼ αὑτὸ ἂν εἴη αἰτία ἡ ἀπουσία αὐτοῦ· ὥστε καθʼ αὑτὸ ὁ κυβερνήτης τῇ παρουσία καὶ ἀπουσίᾳ τῶν ἐναντίων αἴτιος γίνεται, σωτηρίας φημὶ καὶ ἀπωλείας.

Εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον.

Τὸ διὰ τί ἀντὶ τοῦ τὰς περὶ ἕκαστον αἰτίας, ὧν ἕνεκεν ἔστιν· ἐρωτώμενοι γὰρ «διὰ τί ἄνθρωπος ἔστιν;» ἀποδίδομεν ἢ τὸ ποιητικὸν ἢ τὸ τελικὸν ἢ ἕν τι τῶν ἄλλων ἢ πάντα. δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ περὶ πάσης τῆς φυσικῆς μεταβολῆς, τουτέστι τὰ αἴτια γενέσεως καὶ φθορᾶς καὶ καθόλου πάσης φυσικῆς μεταβολῆς. ὥστε καὶ ἐντεῦθεν ἔχεις, ὅτι περὶ τῶν κοινῶς παρακολουθούντων τοῖς γινομένοις καὶ φθειρομένοις ἐστὶν ὁ λόγος. ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον. εἰδότες γὰρ ὅτι πάντων τῶν φυσικῶν αἱ τέσσαρές εἰσιν αὗται αἰτίαι, ἕκαστον τῶν ζητουμένων εἰς τὰς ἀρχὰς ταύτας ἀνάγομεν· οἷον ζητοῦντες περὶ κλίνης λέγομεν ὅτι ποιητικὴ μὲν αὐτῆς ἡ τεκτονικὴ τέχνη, εἶδος δὲ τὸ τοιόνδε σχῆμα, ὑλικὸν αἴτιον τὰ ξύλα, τελικὸν ἡ τοῦ ἀνθρώπου χρεία.

Ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος.

Τὸ ὑλικὸν αἴτιόν φησι· τοῦτο γὰρ καλεῖ τὸ ἐξ οὗ· λέγομεν γὰρ ἐκ ξύλων τὸ ἀβάκιον, καὶ ἐξ ὕλης καὶ εἴδους τὰ πράγματα. εἰ δὲ ἐλέγομεν ἐν τῷ προτέρῳ λόγῳ, ὅτι τὸ ἐξ οὗ τῇ στερήσει μᾶλλον οἰκεῖόν ἐστι τῇ δὲ ὕλῃ τὸ τόδε, οὐκ ἐναντία φαμέν· ἐκεῖ μὲν γὰρ διαιροῦντες τῷ λόγῳ τὴν στέρησιν ἀπὸ τῆς ὕλης, διὰ τὸ ὑπομένειν τὸ τόδε αὐτῇ προσήπτομεν, νῦν δὲ ἐπειδὴ τοῖς τέτρασιν αἰτίοις ἴδιον ἀφορίσαι βουλόμεθα πρόσρημα, οἰκειότερον δήπου πάντων τὸ ἐξ οὗ τῇ ὕλῃ ἁρμόσει· αὕτη γάρ ἐστιν ἡ μεταβάλλουσα καὶ ἀλλοιουμένη, οὔτε δὲ τὸ ποιητικὸν αἴτιον οὔτε τὸ τελικὸν οὔτε τὸ εἶδος κινεῖται. ἐνυπάρχοντος δέ φησιν ἀντὶ τοῦ ἐν τῷ πράγματι αὐτῷ τῷ γινομένῳ ὄντος τοῦ ὑλικοῦ αἰτίου καὶ στοιχείου αὐτοῦ γινομένου, καὶ οὐχ ὥσπερ τὸ ποιητικὸν ἔξωθεν ὄντος· ἔξωθεν γὰρ ὁ τεχνίτης τοῦ τεχνητοῦ καὶ ὁ πατὴρ τοῦ υἱοῦ καὶ ἡ περιφορὰ τῶν οὐρανίων τῶν γενητῶν πάντων, ἡ δὲ ὕλη ἐν αὐτοῖς ἐστι. καὶ τὰ τούτων γένη. ἐπειδὴ τὰς προσεχεῖς ὕλας ἀποδέδωκε, διὰ τοῦτο προσέθηκε καὶ τὰ τούτων γένη, τουτέστι καὶ τὰ τούτων καθολικώτερα, ἤτοι γένη τὰ ὑποκείμενά φησι· τοῦ γὰρ ἀνδριάντος προσεχὴς μὲν ὕλη ὁ χαλκός, ἐπειδὴ δὲ καὶ τούτῳ ὑπόκειται ἕτερόν τι, οἷον τὸ ὕδωρ, καὶ τὸ ὕδωρ ἄρα ὕλη τοῦ ἀνδριάντος· ἀλλὰ καὶ τὸ τριχῇ διαστατόν, ὅπερ ὑπόκειται τῷ ὕδατι, καὶ ἡ πρώτη ὕλη, ἥτις προσεχῶς τῷ τριχῇ διαστατῷ ὑπόκειται. εἴτε οὖν ἐξ ὕδατός τις ἡγοῖτο εἶναι τὸ τοῦ χαλκοῦ μέταλλον εἴτε ἐκ γῆς, οὗ δἂν ᾖ ὕλη ὁ χαλκός, τούτου καὶ τὰ τῷ χαλκῷ ὑποκείμενα εἴτε προσεχῶς εἴτε καὶ διὰ μέσων πλειόνων ὕλη ἂν εἴη.

Ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα.

Ἄλλον τρόπον, φησίν, ἀρχή ἐστι τὸ εἶδος. παράδειγμα δὲ εἶπεν, οὐχ ὡς οἱ τὰς ἰδέας ὑποτιθέμενοι, οὐδʼ ὡς οἰόμενος φυσικοῦ εἶναι παραδειγματικὸν ἀποδιδόναι αἴτιον — οὐ γὰρ πρὸς παράδειγμα ὁρῶσα ἡ φύσις ποιεῖ, ἐπειδὴ μὴ γινώσκουσα ποιεῖ, ἀλλʼ ἀνεπιστάτως τοὺς λόγους τῶν γινομένων ἔχουσα —, ἀλλʼ ἐπειδὴ οἱ πρὸς παράδειγμα ποιοῦντες ὡρισμένα ποιοῦσι μήτε ὑπερπίπτοντες μήτε ἐνδεέστερον τοῦ παραδείγματος ἐργαζόμενοι τὸ ἀποτέλεσμα, καὶ τὰ ὑπὸ φύσεως δὲ γινόμενα ὡρισμένα ἐστίν — ὥρισται γὰρ τὸ ἀνθρώπου εἶδος τὸ βοὸς τὸ συκῆς τὸ ἀμπέλου καὶ τῶν λοιπῶν, καὶ μέχρι τοσούτου κινεῖ ἡ φύσις τὴν ὕλην μέχρις ἂν εἰς τὸ εἶδος ἔλθῃ —, διὰ τοῦτο τὸ εἶδος παράδειγμα εἶπε. τοῦτο δέ ἐστιν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη. οἷον τοῦ ἀνδριάντος εἶδος οὐχ ὁ χαλκός — τοῦτο γὰρ ὕλη —, ἀλλʼ ἡ ἀνδρείκελος μορφή, τούτου δὲ γένος ἡ εἰκών — πᾶς μὲν γὰρ ἀνδριὰς εἰκών, οὐ πᾶσα δὲ εἰκὼν ἀνδριάς —, εἰκόνος δὲ γένος ἂν εἴη τὸ τεχνητόν· καὶ ἐπὶ φυσικῶν δὲ εἶδος μὲν ἂν εἴη ὁ ὁριστικὸς λόγος τοῦ πράγματος, γένη δὲ τούτου τὰ μέρη αὐτοῦ, ὡς αὐτὸς εὐθέως ἐρεῖ. γένος γὰρ τοῦ λόγου τοῦ ἀνθρώπου τὸ ζῷον τὸ λογικὸν καὶ τὸ θνητόν· ἐπὶ πλέον γὰρ ἕκαστον τούτων τοῦ ἀνθρωπείου λόγου. εἴρηται δὲ ὅτι τὰ γένη οἷον ὕλη ἐστὶ τῶν ὁρισμῶν.

Οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμὸς καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.

Παράδειγμα τίθησι τοῦ εἰδοποιὰ εἶναι αἴτια μὴ μόνον τὸ προσεχὲς εἶδος, ἀλλὰ καὶ τὰ γένη αὐτοῦ τά τε ἐγγὺς καὶ τὰ πορρωτέρω. τῆς οὖν διὰ πασῶν ἁρμονίας εἶδος ἂν εἴη τὰ δύο πρὸς ἕν· ἔστι δὲ ἡ διὰ πασῶν ἁρμονία ἐν ᾗ ἡ ὑπάτη δὶς ἔχει τὴν νεάτην, τουτέστι διπλασίονα αὐτῆς φθόγγον ἔχει. ἔστιν οὖν εἶδος ταύτης τὰ δύο πρὸς ἕν· ὃν γὰρ λόγον ἔχει τὰ δύο πρὸς ἕν, τοῦτον τὸν λόγον ἡ ὑπάτη πρὸς τὴν νεάτην. ἀλλὰ καὶ τὸ γένος τῶν δύο πρὸς ἓν εἰδοποιοῖ ἂν τὴν διὰ πασῶν, τοῦτο δέ ἐστι τὸ διπλάσιον· ἐπὶ πλέον γὰρ τοῦτο τῶν δύο πρὸς ἕν· ἐπὶ πάντων γὰρ ἁρμόζει τῶν διπλασίων ἀριθμῶν. ἀλλὰ καὶ τούτου γένος ὁ ἀριθμός· ἐπὶ πλέον γὰρ τοῦ διπλασίου ὁ ἀριθμός· εἴ τι μὲν γὰρ διπλάσιον, τοῦτο καὶ ἀριθμός, οὐκ εἴ τι δὲ ἀριθμός, τοῦτο διπλάσιον. τὸ δὲ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ ἐξήγησίς ἐστι τοῦ τίνα λέγει τὰ τοῦ λόγου γένη. φησὶν οὖν ὅτι τὰ μέρη τοῦ ὁρισμοῦ, ταῦτα γένη αὐτοῦ φημι. ἐπεὶ γὰρ ὡς ἐν παραδείγματι τοῦ εἴδους τοῦ τε προσεχοῦς καὶ γένους τούτου παρέλαβε τὰ δύο πρὸς ἓν ὡς εἶδος καὶ τὸν ἀριθμὸν ὡς γένος, ἐπʼ αὐτοῦ τοῦ προκειμένου μεταφέρων τὸν λόγον ἐπήγαγε καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.

Ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως.

Τὸ ποιητικὸν αἴτιον· ὅταν γὰρ ἐρωτήσωμεν τίς τοῦ πολέμου αἴτιος, ἐροῦμεν ὅτι ὁ βουλεύσας, καὶ τίς αἴτιος τοῦ υἱοῦ, ὅτι ὁ πατήρ. τὴν πρώτην δὲ εἶπεν, ὅτι δοκοῦσι καὶ τὰ ὄργανα κινεῖν, ἀλλʼ οὐ πρῶτα κινεῖ. οὐκ οὖν ποιητικὰ αἴτια ταῦτα· τὸ γὰρ ποιητικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἡ πρώτη. ὥσπερ δὲ κινήσεως ἀρχὴ τὸ ποιητικόν, οὕτω καὶ ἠρεμήσεως· ὁ γὰρ συμβουλεύσας εἰρήνην, οὗτος τῆς ἠρεμήσεως τῆς τοιαύτης αἴτιος. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους. ταῦτα πάντα, φησίν, ἕνεκά τού ἐστι καὶ διὰ τὸ τέλος ἔχει τὸ εἶναι, ὅσα κινήσαντός τινος μεταξύ ἐστι τοῦ κινητικοῦ τούτου αἰτίου καὶ τοῦ τελικοῦ, τουτέστι πάντα τὰ μεταξὺ τοῦ ποιητικοῦ αἰτίου καὶ τοῦ τελικοῦ πάντα τοῦ τέλους ἕνεκα γίνονται, κἂν ἄλλο ἐξ ἄλλου τῶν μεταξὺ γίνηται. οἷον ὑπὸ τῶν πόνων ἡ ἰσχνασία· οὐ γὰρ μόνον οἱ πόνοι διὰ τὴν ὑγείαν, ἀλλὰ καὶ ἡ ἰσχνασία· ὥστε πάντων τούτων τέλος ἡ ὑγεία. ἀλλὰ καὶ αὐτή, εἰ τύχοι, διὰ τὸ ἀναγινώσκειν· διὰ τοῦτο γὰρ ὑγιαίνειν βουλόμεθα, ἵνα ἀναγινώσκωμεν. ἀλλὰ καὶ τοῦτο διʼ ἕτερόν τι· διὰ γὰρ τὴν εὐδαιμονίαν. καὶ ἔστι πάντων τοῦτο τελικώτατον αἴτιον, καὶ τὰ ἄλλα πάντα τούτου ἕνεκεν γέγονε. διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δὲ ὄργανα. διαφέρει, φησί, τὰ πρὸς τὸ τέλος τῷ τὰ μὲν ἔργα εἶναι, οἷον βάδισιν ἴσχνανσιν κάθαρσιν, ὄργανα δὲ φάρμακα φλεβοτόμα καὶ τὰ λοιπά.

Συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι.

Ἀπαριθμησάμενος τὰ αἴτια βούλεται λοιπὸν ὅσα παρακολουθεῖ τοῖς αἰτίοις παραδοῦναι. καὶ πρῶτόν φησιν, ὅτι τοῦ αὐτοῦ πολλὰ ἔσονται αἴτια καθʼ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον· οἷον τοῦ ἀνδριάντος αἴτιος καὶ ὁ χαλκὸς καὶ ὁ ἀνδριαντοποιός, οὐ κατʼ ἄλλο τι ἢ καθὸ ἀνδριάς, ἀλλʼ ὁ μὲν ὡς ποιητικὸν αἴτιον, ὁ δὲ ὡς ὑλικόν.

Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους.

Ἀνακεφαλαιοῦται τὰ εἰρημένα ἐν συντόμῳ, ὅτι τέσσαρές εἰσι τῶν ἀπηριθμημένων αἰτίων οἱ τρόποι, τὸ ὑλικὸν αἴτιον τὸ εἰδικὸν τὸ ποιητικὸν τὸ τελικόν. εἶτα πλείονα τοῦ ὑλικοῦ τίθησι παραδείγματα, ὅτι τὰ στοιχεῖα ὡς ὕλη αἴτιά ἐστι τῶν συλλαβῶν, καὶ τὸ ὑποκείμενον αἴτιόν ἐστι τοῖς σκευαστοῖς ὡς ὕλη — οἷον θυμιάμασι καὶ τοῖς τοιούτοις, καὶ ἁπλῶς τοῖς τεχνητοῖς πᾶσι —, καὶ τὰ τέσσαρα στοιχεῖα ὕλη ἐστὶ τῶν συνθέτων σωμάτων, καὶ τὰ μέρη ὑλικὰ αἴτιά ἐστι τοῦ ὅλου, καὶ αἱ προτάσεις αἴτιαι τοῦ συμπεράσματος ὡς ὕλη.

Τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη. τοῦτο τῷ ἀνωτέρω ἐστὶ συνεχὲς ἅπαντα δὲ τὰ νῦν αἴτια εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους, εἶτα συναπτέον τὸ προκείμενον τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον καὶ τὰ ἑξῆς. τὰ δὲ μεταξὺ παραδείγματά ἐστι τοῦ ὑλικοῦ αἰτίου. ἀλλʼ ἐπειδὴ πολλὰ παρέθετο παραδείγματα, διὰ τοῦτο ἀναλαμβάνει πάλιν τὸν λόγον, ἀπαριθμεῖται δὲ πάλιν τοὺς τέσσαρας τρόπους τοὺς εἰρημένους τῶν αἰτίων.

Τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος. ὡς τὸ τί ἦν εἶναι ἀντὶ τοῦ ὡς τὸ εἶδος· κατὰ τοῦτο γάρ ἐστιν ἑκάστῳ τὸ εἶναι. τὸ οὖν εἶδος τοῦτο λέγεται καὶ ἡ σύνθεσις ἡ τῶν μερῶν, λέγεται καὶ ἡ ὁλότης αὐτῶν, λέγεται καὶ αὐτὸ τοῦτο τὸ ἐπικείμενον αὐτοῖς εἶδος.

Τὸ δὲ σπέρμα καὶ ὁ βουλεύσας καὶ ὁ ἰατρὸς καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως ἢ κινήσεως.

Τὸ σπέρμα ποιητικὸν αἴτιον, φησί, διότι τοὺς φυσικοὺς λόγους ἐν ἑαυτῷ ἔχει, καὶ τὸ μὲν καταμήνιον ὑπέστρωται αὐτῷ ὡς ὕλη, οἱ δὲ τοῦ εἴδους λόγοι ἐκ τούτου προΐασιν εἰς ἐκεῖνο. ἔμπροσθεν δὲ τὸ σπέρμα ὡς ὕλην ἐλάβομεν ὡς πρὸς τὴν τῶν γονέων φύσιν, ᾗ τό τε σπέρμα καὶ τὸ καταμήνιον ὡς ὕλη ὑπέστρωται. καὶ ἄλλως εἰ ἡ φύσις ὡς ποιοῦσα ἐν τῷ κινουμένῳ ἐστίν, εἴη ἂν τὸ σπέρμα ὕλη τῷ ἐν αὐτῷ λόγῳ, ὥσπερ καὶ τὸ ζῷον ὑπόκειται ὡς ἐν ὕλης τάξει τῇ ἐν αὐτῷ φύσει ἐν ταῖς φυσικαῖς μεταβολαῖς αὐξήσει καὶ ἀλλοιώσει καὶ ταῖς λοιπαῖς.

Τὸ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων.

Τὸ δέ ἐστιν αἴτιον, φησίν, ὡς τέλος τῶν ἄλλων, καὶ ὡς ἀγαθὸν καὶ οὗ ἕνεκα πάντα γίνεται. τὸ γὰρ τελικὸν αἴτιον τὸ βέλτιστον καὶ τὸ ἀγαθὸν θέλει εἶναι· πᾶν γὰρ ὃ γίνεται διὰ τὸ ἀγαθὸν γίνεται. εἶτα ἐπειδὴ μὴ πάντα τὸ τέλος ἀγαθὸν ἔχει, μηδέν, φησί, τοῦτο διαφερέτω, εἴτε ὄντως ἐστὶν ἀγαθὸν τὸ τέλος, εἴτε φαινόμενον· προφανὲς γὰρ τοῦτο, ὅτι πάντα ἀγαθοῦ τινος ἕνεκα γίνεται, εἰ καὶ περὶ τὴν αἵρεσιν τοῦ ὄντως ἀγαθοῦ ἔστιν ὅτε πλάνη γίνεται, πλὴν ὅτι πάντα σκοπὸν καὶ τέλος τίθεται τοῦτο.

Τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτα τῷ εἴδει ἐστί· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους.

Ἐπεξελθὼν τὸν περὶ τῶν καθʼ αὑτὸ αἰτίων λόγον, ἐπειδὴ ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων οὐ μόνον τὰ καθʼ αὑτὸ αἴτια εἰώθαμεν ἀποδιδόναι, ἀλλʼ ἔστιν ὅτε καὶ τὰ κατὰ συμβεβηκός — λέγομεν γὰρ τὸν φαλακρὸν ᾠκοδομηκέναι ἢ τὸν σιμὸν φιλοσοφεῖν —, διὰ τοῦτο μέλλων παραδιδόναι καὶ τὰ κατὰ συμβεβηκὸς ἀναλαμβάνει καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ διαίρεσιν αὐτῶν ποιεῖται καθολικήν. τῶν γὰρ αἰτίων, φησί, τὰ μέν ἐστι καθʼ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν προσεχῆ τὰ δὲ πόρρω, καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ συμπεπλεγμένα. καθʼ αὑτὸ μὲν οὖν αἴτιον τοῦ ἀνδριάντος ὁ ἀνδριαντοποιός, κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρὸς ἢ ὁ μουσικός· καὶ προσεχὲς μὲν καθʼ αὑτὸ ὡσαύτως ὅδε ὁ ἀνδριαντοποιὸς τοῦδε τοῦ ἀνδριάντος, πόρρω δὲ ὁ τεχνίτης· καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς προσεχὲς μὲν αἴτιον ὁ λευκός, πόρρω δὲ ὁ κεχρωσμένος· καὶ ἁπλοῦν μὲν ὁ τεχνίτης ἢ ὁ ἀγαλματοποιὸς ἢ ὁ φαλακρός, συμπεπλεγμένον δὲ ὁ φαλακρὸς ἀγαλματοποιὸς ἢ ὁ τεχνίτης ἀγαλματοποιός· ἐπὶ μὲν γὰρ τοῦ προτέρου συνέπλεξα τὸ καθʼ αὑτὸ τῷ κατὰ συμβεβηκός, ἐπὶ δὲ τοῦ ὑστέρου τὸ προσεχὲς τῷ πόρρω. τριῶν οὖν ἀντιθέσεων οὐσῶν, μορίων δὲ δηλονότι ἕξ, καθʼ ἕκαστον τούτων συμπλεκόμενον τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ διπλασιάζει τὸν ἀριθμόν, ὡς γίνεσθαι τὰ πάντα μόρια τῶν αἰτίων δώδεκα. ἔστι γὰρ καθʼ αὑτὸ ἐνεργείᾳ μὲν οἷον ὁ ἀνδριαντοποιὸς οἰκοδομεῖ, δυνάμει δὲ ὁ ἀνδριαντοποιὸς οἰκοδομήσει· πάλιν κατὰ συμβεβηκὸς ἐνεργείᾳ μὲν ὁ φαλακρὸς οἰκοδομεῖ, δυνάμει δὲ ὁ φαλακρὸς οἰκοδομήσει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. δώδεκα οὖν γινομένων τμημάτων καθʼ ἕκαστον αἴτιον, ἐπεὶ τέσσαρα τὰ γένη τῶν αἰτίων, τὸ ποιητικὸν τὸ εἰδικὸν τὸ τελικὸν τὸ ὑλικόν, τῶν δώδεκα τρόπων τῶν αἰτίων συμπλεκομένων πρὸς τὰ τέσσαρα γένη τῶν αἰτίων ὁ πᾶς ἀριθμὸς αἰτίων γίνεται μηʹ.

Ἀπορήσειε δʼ ἄν τις πρὸς τὸν συναχθέντα ἀριθμὸν τῶν αἰτίων, ὅτι εἰ θελήσομεν καθʼ ἕκαστον τῶν αἰτίων τοὺς δώδεκα τρόπους ἐκθέσθαι, οὐχ εὑρήσομεν εὐοδοῦντα ἡμῖν τὸν λόγον. ἔστω γὰρ ἐπὶ τοῦ ποιητικοῦ ἡ ζήτησις· εἰπὼν γὰρ ὅτι ὁ ἀνδριαντοποιὸς αἴτιος τοῦ ἀνδριάντος, εὐθὺς καὶ καθʼ αὑτὸ εἶπον καὶ ἁπλοῦν καὶ προσεχές· ὥστε οὐ δυνατὸν τρεῖς ἀντιθέσεις ποιῆσαι κεχωρισμένας ἀλλήλων, καὶ μὴ ἐπικοινωνοῦσαν ἄλλῃ ἄλλην. πάλιν τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον εἰ μὲν καθʼ αὑτὸ μόνον τὸ σημαινόμενον τῶν αἰτίων καὶ μὴ κατὰ τὰς τῶν φωνῶν συμπλοκὰς ἐκλαμβάνοις, ἀδύνατον ὅλως ἁπλοῦν εἶναί τι κατὰ σημαινόμενον αἴτιον — ἅμα γὰρ τῷ εἰπεῖν «ἀνδριαντοποιός» καὶ καθʼ αὑτὸ εἶπον αἴτιον καὶ προσεχές· πῶς οὖν ἁπλοῦν; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων —, εἰ δὲ κατὰ τὴν τῶν φωνῶν προφορὰν τὸ ἁπλοῦν λαμβάνομεν καὶ τὸ σύνθετον, ὥσπερ οὖν καὶ Ἀριστοτέλει δοκεῖ — ὡς διὰ τῶν ὑποδειγμάτων ἔδειξε· συμπλέκοντες γάρ φαμεν Πολύκλειτος ἀνδριαντοποιός —, πάλιν οὐδὲν ἧττον καὶ ἐν τοῖς ἁπλοῖς καὶ ἐν τοῖς συνθέτοις συνεπινοεῖται καὶ τὸ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, καὶ τὸ προσεχὲς ἢ πόρρω. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν ἐδείξαμεν, ἐπὶ δὲ τῶν συνθέτων, οἷον ἐὰν εἴπω Πολύκλειτος ἀνδριαντοποιός· ἅμα γὰρ ἐν τούτῳ θεωρεῖται καὶ τὸ καθʼ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός — ὁ μὲν γὰρ ἀνδριαντοποιὸς καθʼ αὑτὸ αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός —, καὶ ἔτι τὸ προσεχές. ἐνδέχεται δὲ καὶ ἅμα πάντα εὑρεθῆναι, οἷον εἰ οὕτως εἴπω «ἄνθρωπος ἀγαλματοποιός»· ἐν μὲν γὰρ τῷ ἄνθρωπος ἔστι καὶ τὸ πόρρω καὶ τὸ κατὰ συμβεβηκός, ἐν δὲ τῷ ἀγαλματοποιὸς τὸ προσεχὲς καὶ τὸ καθʼ αὑτό. οὐκ ἄρα ἐνδέχεται διακεκριμένα ταῦτα εὑρεῖν ἀλλήλων.

Φαμὲν οὖν πρὸς τὴν ἀπορίαν, ὅτι οὐχ ὡς διῃρημένου ὑπάρχοντος τοῦ ἀριθμοῦ τῶν τριῶν ἀντιθέσεων τῶν τρόπων τῶν αἰτίων, οὕτως αὐτὰς ἐκτίθεται ὁ Ἀριστοτέλης — τοῦτο γὰρ τῷ ὄντι ἀδύνατον —, ἀλλὰ τὰς ἰδιότητας τῶν αἰτίων ἡμῖν ἐκθέσθαι βουληθείς· κἂν γὰρ μυριάκις μὴ ἔστιν ἕκαστον τούτων κατʼ ἰδίαν θεωρῆσαι, ἀλλʼ οὖν τῷ λόγῳ χωρίζονται ἀπʼ ἀλλήλων. ὅταν γὰρ εἴπω «ἀνδριαντοποιόν», εἰ καὶ ἕν τι πρᾶγμα εἶπον τῷ ὑποκειμένῳ, ἀλλʼ οὖν τῷ λόγῳ οὐκ ἔστιν ἕν. τῷ γὰρ ἀνδριαντοποιῷ οὐ ταὐτὸν τὸ αἰτίῳ εἶναι καὶ προσεχεῖ αἰτίῳ· εἰ γὰρ ταὐτὸν ἦν αἴτιον εἰπεῖν καὶ προσεχές, πᾶν αἴτιον προσεχὲς ἂν ἦν. τὸ δὲ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἵνα συμπλέκωμεν ἢ τῷ καθʼ αὑτὸ τὸ κατὰ συμβεβηκὸς ἢ τῷ προσεχεῖ τὸ πόρρω, κἂν ἄμφω ἢ καθʼ αὑτὰ ὑπάρχει ἢ κατὰ συμβεβηκός. ὥστε ἰδιότητας αἰτίων παραδέδωκεν ἡμῖν διὰ τούτων, καὶ οὐχ ἁπλῶς χωρίζεσθαι δυνάμενον ἀριθμὸν αἰτίων. καὶ οὐδέν γε διαφέρει τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ συμπλέκειν ταῖς ἄλλαις τρισὶν ἀντιθέσεσιν, ἢ ἄλλην τινὰ συμπλέκειν μετὰ τῶν λοιπῶν τῇ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἁπλῶς γὰρ τὰς συμπλοκὰς αὐτῶν τὰς πρὸς ἀλλήλας ζητοῦμεν.

Τῷ λόγῳ οὖν ἑκάστην ἰδιότητα τῶν λοιπῶν χωρίσας, καθʼ αὑτὸ κατὰ συμβεβηκὸς προσεχὲς πόρρω ἁπλοῦν σύνθετον, εὑρίσκει τούτων τὰς διαφορὰς ἕξ, ὧν ἑκάστη συμπλεκομένη τῷ δυνάμει καὶ ἐνεργείᾳ δώδεκα αἰτίων ἀριθμὸν ποιεῖ. εἰ δέ τις μὴ λόγῳ μόνῳ θεωρεῖν ταύτας τὰς διαφορὰς βούλεται, ἀλλὰ τὰς ἐν ὑπάρξει δυναμένας ἀποδίδοσθαι ζητοίη, εὕροι ἂν οὕτως· τῶν γὰρ καθʼ αὑτὸ αἰτίων ἢ προσεχῶν ὄντων ἢ πορρωτέρω, καὶ τῶν κατὰ συμβεβηκὸς ὁμοίως, γίνονται τέσσαρα μόρια ἁπλᾶ τὰ ὑποκείμενα, ἀνδριαντοποιὸς καθʼ αὑτὸ προσεχές, τεχνίτης καθʼ αὑτὸ πορρωτέρω, ὁ λευκὸς κατὰ συμβεβηκὸς προσεχές, ὁ κεχρωσμένος κατὰ συμβεβηκὸς πορρωτέρω. καὶ τούτων πλείονα ἁπλᾶ γίνεσθαι ἀδύνατον. εἰ δὲ ταῦτα συμπλέκειν ἀλλήλοις βουληθείημεν, γένοιντʼ ἂν αἱ πᾶσαι ἐκ τούτων συμπλοκαὶ ἓξ κατὰ τὴν ἐν Εἰσαγωγῇ παραδεδομένην ἡμῖν μέθοδον· εἰ γὰρ λάβοιμεν τὸν τρία ἀριθμὸν μονάδι τῶν τεσσάρων λείποντα, καὶ πολλαπλασιάσωμεν τὸν τρία ἐπὶ τὸν τέσσαρα, καὶ τῶν γενομένων δώδεκα τὸν ἥμισυν λάβωμεν, τουτέστι τὸν ἕξ, τοσαύτας μόνας εὑρήσομεν τῶν αἰτίων τὰς συμπλοκὰς γινομένας. εἰσὶ δὲ αἱ ὑποκείμεναι τεχνίτης ἀνδριαντοποιός — αὕτη καθʼ αὑτὸ προσεχές τε ἅμα καὶ πόρρω —, ἀνδριαντοποιὸς λευκός — καθʼ αὑτὸ ἅμα καὶ κατὰ συμβεβηκὸς καὶ προσεχές —, ἀνδριαντοποιὸς κεχρωσμένος — προσεχὲς καὶ πόρρω, καὶ καθʼ αὑτὸ καὶ κατὰ συμβεβηκός —, τεχνίτης λευκός — πάλιν προσεχὲς καὶ πόρρω, καὶ καθʼ αὑτὸ καὶ κατὰ συμβεβηκός· ὥστε ἡ τετάρτη καὶ ἡ τρίτη αἱ αὐταὶ μέν, διαφέρουσι δὲ ὅτι ἐν μὲν τῇ τρίτῃ τὸ μὲν καθʼ αὑτὸ ἦν τὸ προσεχὲς ὁ ἀνδριαντοποιὸς τὸ δὲ συμβεβηκὸς τὸ πόρρω ὁ κεχρωσμένος, ἐν δὲ τῇ τετάρτῃ ἀνάπαλιν τὸ μὲν καθʼ αὑτὸ πόρρω ὁ τεχνίτης τὸ δὲ κατὰ συμβεβηκὸς προσεχὲς ὁ λευκός —, πέμπτη συμπλοκὴ κεχρωσμένος τεχνίτης — καθʼ αὑτὸ ἅμα καὶ κατὰ συμβεβηκὸς καὶ πόρρω —, ἕκτη κεχρωσμένος λευκός — κατὰ συμβεβηκὸς προσεχὲς ἅμα καὶ πόρρω. δεῖ οὖν εἰς τὸ καθʼ αὑτὸ καὶ κατὰ συμβεβηκὸς διελόντας καὶ εἰς τὸ προσεχὲς καὶ πόρρω μηκέτι ταῦτα διελεῖν εἰς τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἀλλʼ εὐθὺς εἰς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· καὶ οὕτως οὔτε δὶς τὰ αὐτὰ ληψόμεθα, καὶ σωθήσεται ὁ τῶν δώδεκα τρόπων ἀριθμός.

Ἴσως δὲ ἔτι προσαπορήσειέ τις τῇ διαιρέσει ἐκ τῶν εἰρημένων λαβὼν τὰς ἀφορμάς, ὅτι τοῦ προσεχοῦς καθʼ αὑτὸ διῃρημένου εἰς τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον οὐκ ἔδει τὸ καθʼ αὑτὸ πόρρω πάλιν εἰς τὰ αὐτὰ διαιρεθῆναι, εἴ γε τὸ προσεχὲς καθʼ αὑτὸ συμπλέκεται ἢ τῷ κατὰ συμβεβηκὸς ἢ τῷ πόρρω. φημὶ οὖν ὅτι μάλιστα μὲν ὥσπερ τὸ καθʼ αὑτὸ συμπλέκεται τῷ κατὰ συμβεβηκός, οὕτω καὶ τὸ πόρρω καθʼ αὑτὸ τῷ κατὰ συμβεβηκός, καὶ ἔδει διὰ ταῦτα καὶ τοῦτο διαιρεθῆναι· ἄλλως τε ὅταν λέγωμεν τὸ καθʼ αὑτὸ προσεχὲς συμπλέκεσθαι τῷ πόρρω, οὐ πάντως τοῦτό φαμεν ὅτι τῷ καθʼ αὑτὸ πόρρω συμπλέκεται, ἀλλὰ μάλιστα τῷ κατὰ συμβεβηκός, ἵνʼ οὕτως ᾖ τὸ προσεχὲς καθʼ αὑτὸ συμπλεκόμενον τῷ κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ἢ τῷ πόρρω συμπλέκεται ἢ τῷ προσεχεῖ· ἀλλʼ ὅταν τῷ προσεχεῖ συμπλέκηται, οὐκ ἔστιν ἡ συμπλοκὴ πρὸς τὸ προσεχές — ἄμφω γὰρ ἓν καὶ ταὐτὸν κατὰ τοῦτο —, ἀλλὰ πρὸς τὸ κατὰ συμβεβηκὸς μόνον. ὥσπερ οὖν καὶ ὅταν τὸ προσεχὲς καθʼ αὑτὸ τῷ πόρρω καθʼ αὑτὸ συμπλέκηται, ἡ συμπλοκὴ οὐ πρὸς τὸ καθʼ αὑτὸ ἀλλὰ πρὸς τὸ πόρρω, οὕτως οὖν καὶ τὸ πόρρω καθʼ αὑτὸ ὅταν λέγωμεν συμπεπλέχθαι ἢ πρὸς τὸ κατὰ συμβεβηκὸς ἢ πρὸς τὸ προσεχές, τῷ κατὰ συμβεβηκὸς ἢ προσεχεῖ ἢ πόρρω λέγομεν συμπεπλέχθαι — καὶ πάλιν ἐπὶ τούτου ἡ συμπλοκὴ ἡ πρὸς τὸ κατὰ συμβεβηκὸς πόρρω οὐκ ἔστι πρὸς τὸ πόρρω, ἀλλὰ πρὸς τὸ κατὰ συμβεβηκὸς μόνον —, εἰ δὲ καὶ τῷ καθʼ αὑτὸ προσεχεῖ συμπλέκεται, ὡς προσεχεῖ οὐχ ὡς καθʼ αὑτό. εὐλόγως ἄρα ἐπί τε τοῦ προσεχοῦς καθʼ αὑτὸ καὶ ἐπὶ τοῦ πόρρω λαμβάνομεν τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον διαίρεσιν, τοῦ συμπεπλεγμένου σημαίνοντος κοινῇ μὲν τὴν πρὸς τὸ κατὰ συμβεβηκὸς συμπλοκὴν ἐπʼ ἀμφοτέρων, ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προσεχοῦς τὴν πρὸς τὸ πόρρω, τὸ πόρρω τοῦτο εἴτε καθʼ αὑτὸ εἴη εἴτε κατὰ συμβεβηκός, ἐπὶ δὲ τοῦ πόρρω τὴν πρὸς τὸ προσεχές, εἴτε πάλιν καθʼ αὑτὸ εἴη εἴτε κατὰ συμβεβηκός· εἰς γενικώτερα γὰρ κατέληξεν ἡ διαίρεσις, οὐκ εἰς εἰδικώτατα.

Οἱ μὲν οὖν τρόποι τῶν αἰτίων τοσοῦτοι. ὁσαχῶς οὖν τὰ αἴτια λέγεται, τοσαυταχῶς καὶ τὰ αἰτιατά· καὶ ἐπὶ τῶν αἰτιατῶν γὰρ εὑρήσεις τὰ μὲν καθʼ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν προσεχῆ τὰ δὲ πόρρω, καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ συμπεπλεγμένα, πάντα δὲ ταῦτα τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ. αἰτιατὰ δέ φησιν εἶναι ὑλικόν τε καὶ εἰδικόν· εὔδηλον γὰρ ὡς οὔτε ποιητικὸν οὔτε τελικὸν αἰτιατόν ἐστιν, ἀλλʼ εἰδικὸν μὲν οἷον ὁ ἀνδριάς, ὑλικὸν δὲ οἷον ὁ χαλκός. μᾶλλον δὲ οὐδὲ ἡ ὕλη ἐστὶν αἰτιατόν, ἀλλὰ μόνως τὸ εἶδος· πᾶν γὰρ τὸ γινόμενον εἶδός τί ἐστι καὶ οὐδὲν ὡς ὕλη γίνεται· ἡ γὰρ κυρίως ὕλη οὔτε γίνεται ὑπὸ φύσεως οὔτε φθείρεται. ἀλλʼ εἰ καὶ μηδὲν ὡς ὕλη γίνεται, ἀλλʼ οὖν ἐπειδὴ αἱ προσεχεῖς ὗλαι εἴδη τινά εἰσι καὶ γίνονται πολλὰ καὶ μάλιστα ἐπὶ τῶν τεχνητῶν οὐ διʼ αὐτὰ ἐκεῖνα ἀλλʼ ἵνα ἄλλων ὕλη ᾖ — οἷον ὁ χαλκὸς καὶ τὰ λοιπὰ τῶν μετάλλων —, διὰ τοῦτο καὶ τὴν ὕλην αἰτιατὸν εἶπεν, οὐχ ὕλης μένοντος τοῦ γινομένου, ἀλλʼ εἴδους. διότι δὲ συμβέβηκε τὴν προσεχῆ ὕλην εἶδος εἶναι, διὰ τοῦτο λέγων τὴν ὕλην γίνεσθαι, εἰσὶν οὖν, φησί, καὶ ἐπὶ τούτων πάντες οἱ τρόποι τῶν αἰτίων. ὅταν μὲν γὰρ εἴπω εἰκόνα Σωκράτους γεγονέναι, καθʼ αὑτὸ εἶπον αἰτιατὸν καὶ προσεχές, ὅταν δὲ εἰκόνα ἁπλῶς ἢ ὁμοίωμα, καθʼ αὑτὸ καὶ πόρρω· καὶ ὅταν μὲν εἴπω δίπηχυν εἰκόνα ἢ δεκάπηχυν, κατὰ συμβεβηκὸς εἶπον καὶ προσεχές, ὅταν δὲ μικρὰν ἢ μεγάλην, κατὰ συμβεβηκὸς καὶ πόρρω, ὅταν δὲ δεκάπηχυν εἰκόνα ἢ μεγάλην εἰκόνα, συμπεπλεγμένον εἶπον αἰτιατόν· καὶ ὅταν μὲν εἰκόνα γενήσεσθαι, δυνάμει, ὅταν δὲ γενέσθαι, ἐνεργείᾳ. καὶ ἐπὶ τῆς ὕλης ὡσαύτως, ὡς ὅταν εἴπω χαλκὸν γεγενῆσθαι ἢ μέταλλον, ἢ ἐρυθρὸν χαλκὸν ἢ εὔηχον χαλκόν, καὶ ἐπὶ πάντων οὕτω. ἄλλως δὲ δῆλον ὅτι ἐπὶ τῶν αἰτίων τὸ εἶδος εἰλήφαμεν, καὶ ἄλλως ἐπὶ τῶν αἰτιατῶν· αἴτιον μὲν γὰρ λέγεται τὸ εἶδος, ὅταν ὡς συμπληρωτικὸν τοῦ συνθέτου θεωρῆται, ὡς δὲ ἀποτέλεσμα ὂν τοῦ ποιητικοῦ αἰτίου αἰτιατὸν λέγεται.

Λαβὼν δὲ τῷ εἰρημένῳ τρόπῳ πάντας τῶν αἰτίων τοὺς τρόπους, ἐφεξῆς παρακολουθοῦντά τινα θεωρήματα τοῖς αἰτίοις παραδίδωσι πλείονα. καὶ πρῶτόν γε τοῦτο, ὅτι ὄντων τῶν ἐνεργείᾳ αἰτίων καὶ τῶν δυνάμει, ὁμοίως δὲ καὶ τῶν ἐνεργείᾳ αἰτιατῶν καὶ τῶν δυνάμει, οὐχ ὥσπερ ἔχουσι τὰ ἐνεργείᾳ αἴτια πρὸς τὰ ἐνεργείᾳ αἰτιατά, οὕτως ἔχουσι καὶ τὰ δυνάμει αἴτια πρὸς τὰ δυνάμει αἰτιατά· τὰ μὲν γὰρ ἐνεργείᾳ αἴτια καὶ αἰτιατὰ ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσίν — ἄμα γὰρ ὁ ἐνεργείᾳ πρίων ἐστὶ καὶ τὸ ἐνεργείᾳ πριζόμενον, καὶ ὁ ἐνεργεία οἰκοδομῶν καὶ τὸ ἐνεργείᾳ οἰκοδομούμενον· καὶ εἰ παύσεται τῆς ἐνεργείας ὁ οἰκοδομῶν, εὐθὺς καὶ τὸ οἰκοδομούμενον παύσεται —, ἐπὶ δὲ τῶν δυνάμει οὐχ οὕτως· οὐ γὰρ συμφθείρεται τῷ οἰκοδόμῳ ἡ οἰκία, ἀλλʼ ἔστι καὶ μετὰ τὸ φθαρῆναι τὸν οἰκοδόμον· καὶ ὁ μὲν δυνάμει οἰκοδόμος οὐκ ἔστι, τὸ δὲ δυνάμει οἰκοδομούμενον ἔστιν. ἰστέον δὲ ὅτι δυνάμει νῦν λέγει οὐ τὸ σύνηθες — λέγω δὴ τὸ μήπω μὲν ἠγμένον εἰς τὴν ἐνέργειαν, δυνάμενον δὲ ἀχθῆναι —, ἀλλὰ τὸ πεπαυμένον τῆς ἐνεργείας καὶ μηκέτι ὂν ἐν κινήσει, οἷον τὴν ᾠκοδομημένην οἰκίαν, δυνάμει οἰκοδομητὸν λέγων αὐτὴν παρὰ τὸ μὴ νῦν οἰκοδομεῖσθαι. ἐπεὶ οὖν οἶδε καὶ αὐτὸς ὅτι τὸ κυρίως δυνάμει ἅμα ἢ ἔστιν ἢ οὐκ ἔστι μετὰ τοῦ αἰτίου, ὥσπερ καὶ τὸ ἐνεργείᾳ, εὐθὺς ἐφεξῆς λέγει, ὅτι δεῖ ἀποδιδόναι τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δὲ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. οὕτως ἄρα οἶδεν ὅτι ὡς ἔχουσι τὰ αἴτια, οὕτως ἔχουσι καὶ τὰ αἰτιατὰ ἐπί τε τῶν δυνάμει καὶ τῶν ἐνεργείᾳ.

Μετὰ τοῦτό φησιν, ὅτι δεῖ τὰς αἰτίας ἑκάστου ἀποδιδόντα τὰς κυριωτάτας καὶ προσεχεστάτας ἀποδιδόναι· τοῦτο δέ ἐστιν, ἐφʼ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί. οἷον τί τῆς οἰκίας αἴτιον; οὐ δεῖ λέγειν ὅτι ὁ ἄνθρωπος ἢ ὁ τεχνίτης, ἀλλὰ τὸ προσεχέστατον αἴτιον ὅτι ὁ οἰκοδόμος, καὶ ὁ οἰκοδόμος οὐ καθὸ ἄλλο τί ἐστιν, ἀλλὰ καθὸ τὴν οἰκοδομικὴν ἔχει· οὐ γὰρ καθὸ φέρε εἰπεῖν φαλακρός ἐστιν ἢ μουσικὸς ἢ ὅλως ἄνθρωπος. ἔτι, φησί, δεῖ τὰ μὲν γένη τῶν γενῶν ἀποδιδόναι, τὰ δὲ καθʼ ἕκαστον τῶν καθʼ ἕκαστον. οἷον ἐρωτῶντά με τί τοῦ τεχνητοῦ πράγματος αἴτιον, οὐ δεῖ λέγειν ὅτι ὁ οἰκοδόμος οὐδὲ ὁ γεωμέτρης, ἀλλὰ τὸ γενικὸν αἴτιον ἀποδιδόναι ὅτι ὁ τεχνίτης· τῆς δὲ οἰκίας τί τὸ αἴτιον, ὅτι ὁ οἰκοδόμος, τῆσδε δὲ τῆς οἰκίας, ὅδε ὁ οἰκοδόμος· καὶ ἁπλῶς εἰ μὲν τὸ αἰτιατὸν γενικώτατον ᾖ, καὶ τὸ αἴτιον γενικώτατον ἀποδιδόναι, εἰ δὲ μερικώτατον ᾖ καὶ καθʼ ἕκαστον, καὶ τὸ αἴτιον ὡσαύτως. ἔτι φησὶ τῶν μὲν δυνάμει αἰτιατῶν τὰ δυνάμει αἴτια ἀποδοτέον, τῶν δὲ ἐνεργείᾳ τὰ ἐνεργείᾳ· οἷον τῆς ἐνεργείᾳ οἰκίας τὸν ἐνεργείᾳ οἰκοδόμον, τῆς δὲ δυνάμει τὸν δυνάμει.

Ταῦτα δὲ τὰ θεωρήματα παραδέδωκεν, ἱκανὰ πάνυ ὄντα τεχνῶσαι τὴν ψυχὴν πρὸς τὰς φυσικωτάτας τε καὶ λογικωτάτας τῶν πραγμάτων αἰτιολογίας. καὶ ἐκ τούτων καὶ ἡ ἐν Κατηγορίαις περὶ τῶν πρός τι ἀπορία ἐπελύθη· ἐζητεῖτο γὰρ πῶς ἅμα τῇ φύσει ἐστὶ τὰ πρός τι, εἴ γε ὁ τοῦ κύκλου τετραγωνισμὸς ἐπιστητὸν μέν ἐστιν, ἐπιστήμη δὲ τούτου οὐκ ἔστιν. ἔχεις οὖν ἐντεῦθεν τὴν τούτου ἐπίλυσιν, ὅτι δεῖ οὐ τὰ τυχόντα αἴτια τῶν τυχόντων αἰτιατῶν ἀποδίδοσθαι, ἀλλὰ τὰ σύστοιχα. ὁ γὰρ τοῦ κύκλου τετραγωνισμὸς δυνάμει ἐστὶν ἐπιστητὸν οὐκ ἐνεργείᾳ· ἔστιν οὖν τούτου καὶ ἡ δυνάμει ἐπιστήμη, καὶ εἰ ἐνεργείᾳ γένοιτο ἐπιστητόν, πάντως καὶ ἐνεργείᾳ αὐτοῦ ἐπιστήμη ἔσται. καὶ ἡ ἀπορία συνέβη ἐκ τοῦ τοῦ δυνάμει ἐπιστητοῦ ἐνεργείᾳ ζητεῖν τὴν ἐπιστήμην.

Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους. ἕκαστον, φησί, τῶν αἰτίων κατὰ πολλοὺς τρόπους γίνεται· οἷον τὸ ποιητικὸν καὶ τῶν ἄλλων ἕκαστον, τὸ ὑλικόν φημι καὶ εἰδικὸν καὶ τελικόν. ἀριθμῷ δὲ πολλούς φησιν, οἷον τὸ οἰκοδομικὸν ἢ τὸ γεωμετρικὸν ἢ τεκτονικὸν καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέρος τεχνῶν, ἀλλὰ ταῦτα πάντα συγκεφαλαιούμενα ἀνάγονται ὑπὸ τὸ καθʼ αὑτὸ αἴτιον. λέγομεν πάλιν τὸ λευκὸν αἴτιον ἢ τὸ φαλακρὸν ἢ τὸ σιμὸν καὶ ἐπὶ πάντων τῶν ὁμοίων, ἀλλὰ πάντα τὰ τοιαῦτα ἀνάγονται ὑπὸ τὸ κατὰ συμβεβηκὸς αἴτιον. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

Λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως.

Ὁμοειδῶν, οἷον τῶν ποιητικῶν ἢ τῶν ὑλικῶν· ἕκαστον γὰρ τούτων, φησί, πολλαχῶς λέγεται. ἐκτίθεται δὲ τὴν τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς ἀντίθεσιν, καὶ τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω συμπεπλεγμένην. ἐκθέμενος γὰρ τὸ καθʼ αὑτὸ εὐθὺς συμπλέκει αὐτῷ τὸ προσεχὲς καὶ τὸ πόρρω, καὶ πάλιν τὸ κατὰ συμβεβηκὸς θεὶς πάλιν συμπλέκει αὐτῷ τὸ προσεχὲς καὶ τὸ πόρρω.

Οἷον ὑγείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ὁ ἀριθμός.

Τοῦ καθʼ αὑτὸ παράδειγμα καὶ τοῦ ἐν τούτῳ προσεχοῦς καὶ τοῦ πόρρω· πόρρω μὲν γὰρ αἴτιον καὶ καθʼ αὑτὸ ὁ ἰατρός, προσεχὲς δὲ καὶ πόρρω ὁ τεχνίτης, καὶ ἔτι πορρωτέρω ὁ ποιός, καὶ τῆς διὰ πασῶν ἁρμονίας προσεχὲς μὲν αἴτιον τὰ δύο πρὸς ἕν, πορρωτέρω δὲ τὸ διπλάσιον, καὶ ἔτι πορρωτέρω ὁ ἀριθμός. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθʼ ἕκαστον, τουτέστι τὰ περιέχοντα τὰ προσεχῆ αἴτια· ταῦτα γὰρ εἶπε καθʼ ἕκαστα, τὰ προσεχῆ, διὰ τὸ μὴ δύνασθαι εἰς μερικώτερα διαιρεθῆναι.

Ἔτι δὲ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτου γένη.

Δείξας ἐπὶ τοῦ καθʼ αὑτὸ τὸ προσεχὲς καὶ τὸ πόρρω, βούλεται καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς τὸ αὐτὸ δεῖξαι, καὶ πρὶν τοῦτο δείξει, πρότερον τὴν διαφορὰν δείκνυσι τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός. οἷον ἀνδριάντος ἄλλως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς καθʼ αὑτὸ αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τὸν ἀνδριαντοποιὸν Πολύκλειτον εἶναι. δῆλον δὲ ὅτι οὕτως ἐνταῦθα λέγεται τῷ ἀνδριαντοποιῷ συμβεβηκέναι ὁ Πολύκλειτος, ὥσπερ ἐν Κατηγορίαις τῷ δεσπότῃ ὁ ἄνθρωπος. καὶ τὰ περιέχοντα δὲ τὸ συμβεβηκός. εἰπὼν δὲ τὴν διαφορὰν τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, βούλεται λοιπὸν εἰπεῖν τὸ προσεχὲς καὶ τὸ πόρρω. ἔστι γὰρ προσεχὲς μὲν κατὰ συμβεβηκὸς αἴτιον τοῦ ἀνδριάντος ὁ ἄνθρωπος, πορρωτέρω δὲ τὸ ζῷον ἢ τὸ ἔμψυχον· οὐ καθʼ αὑτὸ γὰρ ὁ ἄνθρωπος αἴτιος τοῦ ἀνδριάντος ἀλλὰ κατὰ συμβεβηκός, διότι συμβέβηκε τῷ ἀνδριαντοποιῷ ἀνθρώπῳ εἶναι.

Ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ ἐγγύτερον, οἷον εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς λέγοιτο αἴτιος τοῦ ἀνδριάντος.

Ἢ εἰς κατασκευὴν τοῦ προτέρου τοῦτο ἐπήγαγεν, ὅτι ἐστὶ τοῦ συμβεβηκότος τὸ μὲν προσεχὲς τὸ δὲ πόρρω, ἵνα τὸν δέ ἀντὶ τοῦ γάρ ἀκούσωμεν, ἢ βούλεται διὰ τούτων δεῖξαι, ὅτι καὶ τῶν τῆς αὐτῆς τάξεως συμβεβηκότων τὰ μὲν οἰκειότερα μᾶλλόν ἐστι τοῖς καθʼ αὑτὸ αἰτίοις, τὰ δὲ ἧττον, ἵνα τὸ πορρώτερον καὶ ἐγγύτερον ἀντὶ τοῦ οἰκειότερον καὶ ἀνοικειότερον ἀκούσωμεν. ὅθεν καὶ τὰ παραδείγματα τὰ τοιαῦτα ἔθηκε τὸν λευκὸν καὶ τὸν μουσικόν, ὧν οὐδέτερον περιεκτικώτερόν ἐστιν, ἀλλὰ τὸ μὲν μουσικὸν οἰκειότερον, ὅπερ οὐδενὶ ἄλλῳ συμβαίνει ἢ τῷ ἀνθρώπῳ, ὅπερ καθʼ αὑτὸ τῷ μουσικῷ συμβέβηκεν, ἧττον δὲ οἰκεῖον τὸ λευκόν· καὶ γὰρ ἄλλοις πολλοῖς παρὰ τὸν ἄνθρωπον.

Παρὰ πάντα δὲ τὰ οἰκείως λεγόμενα.

Ὅτι καὶ ἔστι τρίτη ἀντίθεσις τοῦ τρόπου τῶν αἰτίων ἡ κατὰ τὸ δυνάμει καὶ κατὰ τὸ ἐνεργείᾳ, ἑτέρα οὖσα τοῦ καθʼ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός· οἰκείως γὰρ λεγόμενα εἶπε τὸ καθʼ αὑτό.

Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφʼ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις.

Ὅσα, φησίν, ἐπὶ τῶν αἰτίων εἴπομεν, τὰ αὐτὰ καὶ ἐπὶ τούτων ἐροῦμεν ὧν τὰ αἴτια αἴτιά εἰσι, λέγω δὴ τὰ αἰτιατά. τὰ δὲ ἑξῆς· ὁμοίως δὲ τοῖς εἰρημένοις λεχθήσεται ταῦτα· ὁ ἀνδριαντοποιὸς αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ ἀνδριὰς αἰτιατόν ἐστιν, ὅπερ ὡς εἶδος δοκεῖ αἴτιον, πλὴν ἐπεὶ ἐκ τοῦ ἀνδριαντοποιοῦ ὡς αἰτίου γέγονε, δοκεῖ αἰτιατὸν εἶναι. καὶ ἐνταῦθα γοῦν τοὺς προειρημένους τρόπους, τὸν καθʼ αὑτὸ τὸν κατὰ συμβεβηκὸς τὸν πόρρω τὸν προσεχῆ τὸν συμπεπλεγμένον τὸν ἁπλοῦν, εὑρήσεις χώραν ἔχοντας, καὶ ἔτι τῶν ὑλικῶν αἰτίων οὕτω ἐξελάβειν ἐφʼ ὧν τὰ αἴτια αἴτιά εἰσιν. οἷον τοῦδε τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος· τοῦ εἴδους ὡς αἰτιατοῦ παραδείγματος. προσεχέστατον μὲν οὖν αἴτιον ὅδε ὁ ἀνδριὰς — οἷον ὁ Ὅμηρος —, πορρωτέρω δὲ ἀνδριὰς ἁπλῶς, καὶ τούτου πορρώτερον ἡ εἰκών· τὸν δὲ χαλκὸν εἰς παράδειγμα τοῦ ὑλικοῦ αἰτίου ὡς αἰτιατοῦ τέθεικεν, εἴπομεν δὲ ὅτι οὐδὲν ὡς ὕλη γίνεται, ἀλλὰ τὸ αὐτὸ γινόμενον εἶδός ἐστι. καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως. ἐπειδὴ τῶν καθʼ αὑτὸ αἰτιατῶν παραδείγματα εἶπε, φησὶν ὅτι καὶ τὸ κατὰ συμβεβηκὸς τὸν αὐτὸν ἀποδώσομεν τρόπον ἐπὶ τῶν αἰτιατῶν, ὡς ὅταν εἴπω τριπήχη γενέσθαι εἰκόνα ἢ μεγάλην, καὶ τὰ ὅμοια.

Ἔτι δὲ συμπλεκόμενα κἀκεῖνα καὶ ταῦτα λεχθήσεται.

Τὴν ἑτέραν τῶν ἀντιθέσεων τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον προστίθησι νῦν. ταῦτα οὖν, φησί, τὰ ἁπλῶς εἰρημένα συμπεπλεγμένα λεχθήσεται, φημὶ δὴ τὰ καθʼ αὑτὸ καὶ κατὰ συμβεβηκός· συμπλέκεται γὰρ ταῦτα ἀλλήλοις καὶ ταῦτα πρὸς τὸ προσεχὲς καὶ τὸ πόρρω.

Ἀλλʼ ὅμως ἅπαντά ἐστι τὸ μὲν πλῆθος ἕξ, λεγόμενα δὲ διχῶς.

Ἀπαριθμεῖται πάλιν τὰ εἰρημένα, ὅτι ἕξ εἰσιν οἱ τρόποι καθʼ ἕκαστον τῶν αἰτίων κατὰ τὰς εἰρημένας τρεῖς ἀντιθέσεις, λέγονται δὲ διχῶς κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὥστε συμβαίνειν δώδεκα τοὺς τρόπους εἶναι καθʼ ἕκαστον τῶν αἰτίων. ἢ γὰρ ὡς τὸ καθʼ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ ὡς τὸ συμβεβηκός, ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος. δοκεῖ μὲν λέγων ἢ ὡς τὸ καθʼ ἕκαστον, ἢ ὡς τὸ γένος, τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω ἀντίθεσιν λέγειν, τῷ δὲ ἐπαγαγεῖν ἢ ὡς τὸ συμβεβηκὸς ἐδήλωσεν ὅτι τοῦ καθʼ αὑτὸ ἦν ἡ προτέρα ἀντίθεσις ᾗ ἀντιδιέστειλε τὸ κατὰ συμβεβηκός. ἀλλʼ, ὡς καὶ ἔμπροσθεν εἶπον, τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω ἀντίθεσιν συνέπλεξεν ἑκατέρῳ, καὶ τῷ καθʼ αὑτό φημι καὶ τῷ κατὰ συμβεβηκός, ἐφεξῆς δὲ προστίθησι καὶ τὴν τοῦ ἁπλοῦ καὶ τοῦ συμπεπλεγμένου, καὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ.

Διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθʼ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια.

Ὅτι τὰ μὲν ἐνεργείᾳ πάντως ὡσαύτως ἔχουσι τά τε αἴτια καὶ τὰ αἰτιατά — ἅμα γὰρ ἢ εἰσὶν ἢ οὐκ εἰσί —, τὰ δὲ δυνάμει οὐ πάντως, ἀλλὰ δυνατὸν τὸ ἕτερον μὲν εἶναι τὸ δὲ ἕτερον οὔ. εἴπομεν δὲ περὶ ποίου δυνάμει λέγει. ἡ δὲ λέξις· διαφέρει, φησί, τὰ δυνάμει τῶν ἐνεργείᾳ, ὅτι τὰ μὲν ἐνεργείᾳ αἴτια καὶ προσεχῆ — τοῦτο γὰρ αὐτὸ σημαίνει τὸ καθʼ ἕκαστον, τὸ προσεχές — ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσὶ τούτοις ὧν ἐστιν αἴτια.

Δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν.

Ὅτι τὸ αἴτιον ζητοῦντας δεῖ τὸ ἀκρότατον ζητεῖν, τουτέστι τὸ προσεχέστατον· τεχνικὸν γὰρ τὸ αἴτιον ἀποδιδόντας μὴ τὸ τυχὸν ἀποδιδόναι, ἀλλὰ τὸ κυριώτατον, κυριώτατον δὲ τὸ προσεχέστατον. οἷον διὰ τί ὁ ἄνθρωπος οἰκοδομεῖ ἐρωτηθέντας οὐ δεῖ λέγειν ὅτι τεχνίτης ἐστίν, ἀλλʼ ὅτι οἰκοδόμος· διὰ τί δὲ ὁ οἰκοδόμος, διότι ἔχει τὴν οἰκοδομικὴν τέχνην. περαιτέρω δὲ προβαίνειν εὔηθες· πρῶτον γὰρ καὶ προσεχέστατον αἴτιον τῆς οἰκίας ἡ οἰκοδομικὴ τέχνη.

Ἔτι τὰ μὲν γένη τῶν γενῶν, τὰ δὲ καθʼ ἕκαστον τῶν καθʼ ἕκαστον.

Ἕτερον θεώρημα καὶ αὐτὸ τεχνικὸν πάνυ· ἀπαιτούμενον αἰτίαν τινός, εἰ μὲν τὸ γενικώτατον εἴη, γενικὴν καὶ τὴν αἰτίαν ἀποδιδόναι. οἷον τίς αἴτιος τῆσδε τῆς εἰκόνος; ὁ δεῖνα ζῳγράφος. ἁπλῶς δὲ εἰκόνος; ζῳγράφος, οὐχ ὁ δεῖνα ἀλλʼ ἁπλῶς. καὶ τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δὲ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. ἕτερον θεώρημα ὅτι τῶν δυνάμει αἰτιατῶν αἴτια ἀποδοτέον τὰ δυνάμει, οἷον τῆς οἰκοδομηθησομένης οἰκίας τὸν οἰκοδομήσοντα οἰκοδόμον, τῶν δὲ ἐνεργείᾳ αἰτιατῶν τὰ ἐνεργείᾳ αἴτια, τῆς οἰκοδομουμένης τὸν οἰκοδομοῦντα.

Ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα ἱκανῶς. λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων.

Διαλεχθεὶς περὶ τῶν καθʼ αὑτὸ αἰτίων καὶ τῶν κατὰ συμβεβηκός, καὶ διαστειλάμενος αὐτὰ ἀπʼ ἀλλήλων καὶ ἀκριβῶς τὸν περὶ αὐτῶν διεξελθὼν λόγον, ἐπειδὴ τῶν κατὰ συμβεβηκὸς αἰτίων ἐστὶ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, βούλεται καὶ περὶ αὐτῶν διαλεχθῆναι· καὶ γὰρ πολλά φαμεν καὶ εἶναι καὶ γίνεσθαι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. καὶ ζητεῖ περὶ αὐτῶν, ἵνα ἀνάπαλιν τῇ τάξει τῆς ἀπαριθμήσεως τῶν προβλημάτων εἴπωμεν ὥσπερ καὶ αὐτός, ἐν τίνι τῶν αἰτίων ἀποθετέον τὴν τύχην καὶ τὸ αὐτόματον, πότερον ἐν τῷ ποιητικῷ ἢ ἐν τῷ εἰδικῷ ἤ τινι τῶν ἄλλων, ἔπειτα τί διαφέρουσιν ἀλλήλων ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ τί ποτε ὅλως ἐστὶν ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ τέταρτον εἰ ὅλως ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅπερ ἔδει τῶν προβλημάτων πρότερον ἐκθέσθαι. ἐν γοῦν τῷ διαιτᾶν περὶ τῶν προβλημάτων τούτων ἀνάπαλιν ἄρξεται, καὶ πρῶτον ζητήσει εἰ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἔπειτα τί ποτέ ἐστι ταῦτα, ἔπειτα τί διαφέρουσιν ἀλλήλων, καὶ τέταρτον ἐν ποίῳ τῶν αἰτίων αὐτὰ ἀποθετέον. πρότερον οὖν ζητήσει εἰ ὅλως ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον· ἀπορήσει γοῦν εἰς τοὐναντίον, ὅτι μήποτε οὐκ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλʼ ὀνόματα μόνον ἐστὶ ταῦτα κενὰ ἐν τῇ συνηθείᾳ κατὰ μηδενὸς πράγματος κατηγορούμενα. καὶ γὰρ τῶν λεγομένων ἀπὸ τύχης γίνεσθαι ἔστι, φησίν, εὑρεῖν ὡρισμένα τινὰ αἴτια τῆς γενέσεως. οἷον προῆλθέ τις εἰς ἀγορὰν ἐπί τινα χρείαν, εἶτα ἐλθὼν καταλαμβάνει ἐκεῖσε τὸν φίλον ἐξ ἀποδημίας ἐπανήκοντα, ὃν ἐβούλετο μὲν θεάσασθαι, οὐκ ᾤετο δὲ τηνικαῦτα ἢ ἐξ ἀποδημίας ἐπανήξειν ἢ εἰς ἀγορὰν εὑρίσκεσθαι· οὗτος λέγεται μὲν ἀπὸ τύχης τῷ φίλῳ περιτετυχηκέναι, κενὴ δέ τις ἔοικεν αἰτίας εἶναι ἀπόδοσις ἡ τύχη. ἔστι γὰρ ἐπί τι ὡρισμένον αἴτιον ἀναγαγεῖν τὴν αἰτίαν τούτου, τὴν κινήσασαν προαίρεσιν εἰς ἀγορὰν ἐλθεῖν· εἰ γὰρ καὶ μὴ διὰ τοῦτο ἡ πρόοδος εἰς ἀγορὰν γέγονεν, ἀλλʼ οὐδὲν ἕτερον αἴτιόν ἐστι τῆς τοῦ φίλου ἐντυχίας, ἢ τὸ βουληθῆναι εἰς ἀγορὰν ἐλθεῖν. εἰ τοίνυν τὴν μὲν τύχην ἀόριστον εἶναι αἴτιον καὶ οἱ τιθέμενοι λέγουσιν, ἔστι δὲ τῶν ἀπὸ τύχης λεγομένων γίνεσθαι ὡρισμένον τι αἴτιον ἀποδοῦναι, ἔοικε κενὸν εἶναι μόνον ὄνομα ἡ τύχη. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ αὐτομάτου. ἐν πολέμῳ γὰρ διψήσας τις ἵππος κατέβαλε τὸν ἐπιβάτην καὶ ἔδραμεν ἐπὶ τὸ ὕδωρ, καὶ συμβολῆς γενομένης ἡττήθησαν καὶ ἀπώλοντο· λέγεται οὖν ὁ ἵππος ἐκ ταὐτομάτου σεσῶσθαι. λίθος κατηνέχθη ἄνωθεν, καὶ περιθραυσθεὶς τὰ ἐξέχοντα γέγονεν εἰς καθέδραν ἐπιτήδειος· καὶ λέγεται ἐκ ταὐτομάτου γενέσθαι. ἀλλὰ τούτων ἔστιν ὡρισμένα αἴτια ἀποδοῦναι τήν τε φυσικὴν τοῦ λίθου ὁρμὴν τὴν ἐπὶ τὸ κάτω κινήσασαν, καὶ τὴν τοῦ ἵππου δίψαν διʼ ἣν ἐκ τῆς παρατάξεως ἔφυγεν· ὥστε οὐκ ἔστιν ἡ λεγομένη τύχη καὶ τὸ αὐτόματον τινῶν αἴτια. ἔπειτα, φησίν, εἰ ἦν τι αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, τί δήποτε οὐδεὶς τῶν πάλαι σοφῶν τῶν γινομένων ἀποδιδοὺς τὰς αἰτίας τὴν τύχην καὶ τὸ αὐτόματον ἐν τοῖς αἰτίοις ἀπηριθμήσατο;

Αἱ μὲν οὖν ἀπορίαι αἱ ἀναιροῦσαι ἐκ τῶν αἰτίων τὴν τύχην αὗται, ἐπιλύεται δὲ αὐτὰς ὁ Ἀριστοτέλης, καὶ τέως τὸν πρότερον λόγον, ἐξ αὐτῶν ὧν οἱ ἀναιροῦντες τὴν τύχην φασί· τὰ γὰρ εἰς ἀναίρεσιν τῆς τύχης προφερόμενα τοὐναντίον κατασκευαστικά ἐστι τοῦ εἶναι τινῶν αἰτίαν τὴν τύχην. εἰ γὰρ δυνατὸν ἀεὶ πάντα τὰ γινόμενα εἴς τινας ὡρισμένας αἰτίας ἀνάγειν, ὡς οἱ ἀποροῦντές φασι καὶ ἡ ἀλήθεια ἔχει, ὅμως δὲ κατὰ κοινὴν ἔννοιαν πάντες ἄνθρωποι τὰ μὲν ἀπὸ τύχης γίνεσθαί φασι τὰ δὲ οὐκ ἀπὸ τύχης, καίτοι οὐκ ἀποροῦντες καὶ τὰ ἀπὸ τύχης λεγόμενα γίνεσθαι ἀνάγειν εἰς ὡρισμένας αἰτίας, ἔοικεν ἄρα καὶ ἡ τύχη τινῶν εἶναι αἰτία παρὰ τὴν ὡρισμένην ἀρχήν· τῷ γὰρ ὄντι εἰ μὴ ἀπὸ ὡρισμένης ἀρχῆς ἀνῆγον οἱ ἄνθρωποί τινα ἐπὶ τὴν ἀόριστον αἰτίαν τὴν τύχην καὶ τὸ αὐτόματον, κἂν ἔδοξάν τι λέγειν οἱ ἀποροῦντες, εἰ δὲ προφανὴς μὲν ἐπὶ τῶν ἀπὸ τύχης λεγομένων γίνεσθαι ἡ ὡρισμένη αἰτία, ὥσπερ δὲ ὑπʼ αὐτῆς τῆς ἀληθείας καὶ τῶν κοινῶν ἐννοιῶν ἀναγκαζόμενοι πάντες ἄνθρωποι οὐ τὴν ὡρισμένην αἰτίαν, ἀλλὰ τὴν τύχην τῶν οὕτω γινομένων αἰτιῶνται, πῶς οὐ τοὐναντίον οὗ ἐβουλήθη κατεσκεύασεν ἡ ἀπορία; ὅθεν καὶ συγγνώμης ἀξιοῦμεν πάντες ἄνθρωποι τοὺς πρᾶξίν τινα τῶν ἀπηγορευμένων ἐκ τοιαύτης αἰτίας ἐνεργήσαντας. οἷον δισκεύων τις ὦσε κατὰ τοῦ φίλου τὸν δίσκον μὴ βουλόμενος, ὁ δὲ πληγεὶς τέθνηκε, καὶ συγγνώμης παρὰ πάντων ἀξιοῦται ὁ φονεύσας· ἀπὸ τύχης γὰρ τὸν φόνον γενέσθαι φαμέν, οὐκ ἀπὸ προαιρέσεως. καίτοι ἔξεστι κἀπὶ τούτων εἰπεῖν ὅτι ἡ προαίρεσις αἰτία τοῦ φόνου — εἰ γὰρ μὴ προείλετο ἀφεῖναι τὸν δίσκον, οὐκ ἂν ἐπλήγη ὁ φίλος —, ἀλλʼ ὅμως οὐδεὶς τὴν προαίρεσιν αἰτιᾶται, ἐπεὶ ἔδωκεν ἂν τὴν τῆς τοιαύτης προαιρέσεως δίκην· ἀλλὰ τῆς μὲν ἀφέσεως ἡ προαίρεσις, τοῦ φόνου δὲ οὐχ ἡ προαίρεσις, ἀλλʼ ἡ τύχη. ἔστιν ἄρα καὶ ἡ τύχη τινῶν αἰτία. ἡ μὲν οὖν πρὸς τὴν προτέραν ἀπορίαν ἀπάντησις αὕτη.

Πρὸς δὲ τὴν δευτέραν ἀπορίαν φησίν, ὅτι οὐκ ἐπειδὴ οὐδεὶς τῶν ἀρχαίων αἰτίαν τινῶν εἶπεν εἶναι τὴν τύχην, παρὰ τοῦτο ἀνῄρηται ἡ τύχη, ἀλλʼ ἐπειδὴ ἔστιν ἡ τύχη, κακῶς οἱ πρότεροι παρῆκαν τὴν αἰτίαν ταύτην καὶ οὐδὲν περὶ αὐτῆς εἰρήκασιν. ἐγκαλεῖ δὲ καὶ τοῖς πρότερον φυσιολόγοις, ὅτι, καίτοι τινὰ ἀπὸ τύχης λέγοντες γίνεσθαι, οὐδὲν περὶ τύχης διελέχθησαν, τίς τέ ἐστι καὶ πῶς αἰτία τῶν ἐξ αὐτῆς γινομένων. ὁ γοῦν Ἐμπεδοκλῆς ἀπὸ τύχης φησὶ τὸν ἀέρα τὴν ἄνω χώραν κατειληφέναι· συγκεχυμένων γὰρ ὄντων πάντων ἅμα ἐν τῷ σφαίρῳ πρότερον, διακριθέντα ὑπὸ τοῦ νείκους ἕκαστον ἐνεχθῆναι εἰς τὸν τόπον ἐν ᾧ νῦν ἔστιν, οὐκ ἀπό τινος προνοίας, ἀλλʼ ὅπως ἔτυχε. λέγει γοῦν περὶ τῆς τοῦ ἀέρος ἐπὶ τὸ ἄνω κινήσεως ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δʼ ἄλλως. νῦν μὲν γὰρ ὑπὲρ τὴν γῆν εἶναι καὶ τὸ ὕδωρ, ἄλλοτε δʼ εἰ τύχοι ἐν ἑτέρᾳ κοσμοποιΐᾳ, ἡνίκα πάλιν ἀπὸ τοῦ σφαίρου γίνεται κόσμος, ἄλλην τινὰ τάξιν καὶ τόπον ἀπολαβεῖν. καὶ τὰ μόρια δὲ τῶν ζῴων κατὰ τύχην οὕτω τὰ πλεῖστα γενέσθαι φησὶν ὡς ἂν εἰ ἀπὸ προνοίας ἐγένοντο, τοὺς μὲν ἐμπροσθίους ὀδόντας ὀξεῖς πρὸς τὸ τέμνειν ἐπιτηδείους, τοὺς δὲ γομφίους πρὸς τὸ λεαίνειν. ὥστε κατηγορίας ἄξιοι, διότι ὅλως τινὰ λέγοντες εἶναι ἀπὸ τύχης οὐδὲν περὶ τῆς τύχης διωρίκασιν. ἀλλʼ ὁ μὲν Ἐμπεδοκλῆς μικρῶν τινων τὴν τύχην αἰτιασάμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἂν εἴη κατηγορίας ἄξιος· εἰσὶ δέ τινες, φησί, λέγει δὲ τοὺς περὶ Δημόκριτον, οἳ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν θειοτάτων ἐν τοῖς φανεροῖς αἰτίαν αὐτὴν ἡγησάμενοι, οὐδὲ ἐπὶ σμικρόν τι περὶ αὐτῆς διελέχθησαν. ἀπείρους γὰρ κόσμους ὑποτιθέμενος ὁ Δημόκριτος, κατὰ τύχην μὲν ἔλεγεν ἐν τῷδε τῷ μέρει τοῦ κενοῦ ἀπείρου ὄντος τὸν κόσμον τοῦτον γενέσθαι, ἐν ἄλλῳ δὲ ἄλλον. ἀλλὰ καὶ αὐτῆς τῆς τῶν ὄντων διακοσμήσεως τὴν τύχην αἰτίαν φησὶν εἶναι· τάς τε γὰρ ἀτόμους κατὰ τύχην κινουμένας συνελθεῖν καὶ ποιῆσαι ἐξωτέρω μὲν τοῦ κόσμου παντὸς τὸν οὐρανὸν καὶ ἐφεξῆς ὡς ἔχει τάξεως τὰ λοιπά, καὶ τὴν γῆν δὲ κατὰ τύχην ἑστάναι· τὴν γὰρ τοῦ οὐρανοῦ δίνην συμπεριάγειν ἑαυτῇ τὸν ἐντὸς ἀέρα. οὗτος δʼ ὁ ἀὴρ διὰ τὸ συνεχὴς εἶναι τῇ γῇ πανταχόθεν αὐτῆς ἁπτόμενος τῇ ὀξείᾳ περιδινήσει οὐκ ἐᾷ αὐτὴν καταπίπτειν, ἀλλʼ ἀκίνητον φυλάττει, ὥσπερ οἱ τὰς φιάλας πεπληρωμένας ὕδατος περιάγοντες καὶ μὴ ἐκχέοντές τι τοῦ ὕδατος διὰ τὴν ὀξεῖαν περιαγωγήν· ταχυτέρα γὰρ οὖσα ἡ κίνησις καὶ ἡ περιαγωγὴ τοῦ περιέχοντος τῆς κατὰ φύσιν τοῦ ἐντὸς κινήσεως φθάνει περιελθεῖν πρὶν ἐκεῖνο τῆς οἰκείας ἐκπεσεῖν ἕδρας. ὅθεν καὶ μέμφεται τῷ Δημοκρίτῳ, ὅτι τῶν μὲν μερικῶν οὐδὲν ἀπὸ τύχης γίνεσθαί φησιν — οὐ γὰρ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι —, καὶ ἐν τῇ τῶν κατὰ μέρος ἀποδόσει — οἷον διὰ τί τὰ θερμὰ διακρίνει καὶ τὰ λευκά; ἢ διὰ τί τὸ μέλι γλυκύ; — τὴν θέσιν καὶ τὴν τάξιν καὶ τὸ σχῆμα τῶν ἀτόμων αἰτιᾶται, αὐτῆς δὲ τῆς τῶν ὅλων γενέσεως τὸ αὐτόματον αἴτιον εἶναί φησι. καίτοι, φησί, τὸ ἐναντίον ἔδει ἐν μὲν τοῖς οὐρανίοις καὶ ταῖς τῶν στοιχείων ὁλότησι μηδὲν ἀπὸ τύχης μηδὲ ἀπὸ ταὐτομάτου εἶναι λέγειν, ἐν τοῖς κατὰ μέρος δέ, ἂν ἄρα, τὴν τύχην καὶ τὸ αὐτόματον αἰτιᾶσθαι. ἐν μὲν γὰρ τοῖς οὐρανίοις οὐδὲν ἐνδεχομένως γίνεται, οὐδὲ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, ἀλλʼ ἀεὶ ὡσαύτως ἔχουσι τά τε οὐράνια καὶ αἱ τῶν στοιχείων ὁλότητες, τὰ δὲ κατὰ μέρος οὐκ ἔχουσι τὸ ἀναγκαῖον· οὐ γὰρ ἀεὶ πενταδάκτυλον ἡ φύσις ποιεῖ, ἀλλʼ ἔστιν ὅτε καὶ ἀποτυγχάνει τοῦ σκοποῦ. εἰ τοίνυν ἡ τύχη καὶ τὸ αὐτόματον οὐ τῶν ἐξ ἀνάγκης γινομένων, ἀλλὰ τῶν ὡς ἐπʼ ἔλαττον, εὐλογώτερον τῶν κατὰ μέρος αὐτὴν αἰτιᾶσθαι ἅπερ οὐκ ἔχει τὸ ἀναγκαῖον, ἢ τῶν ὁλοτήτων ἐν αἷς ἔστιν ἀεὶ τὸ ἀναγκαῖον· ἀλλʼ ὅμως τύχην καὶ τὸ αὐτόματον τῶν τηλικούτων αἰτιασάμενος, οὐδένα λόγον ἡμῖν περὶ τύχης καὶ αὐτομάτου κατεβάλλετο.

Τίνα οὖν τρόπον ἐν τούτοις ἐστὶ τοῖς αἰτίοις ἡ τύχη καὶ τὸ αὐτόματον.

Ἐν τούτοις· τοῖς ἀπηριθμημένοις, πότερον ὡς ποιητικὸν ἤ τι τῶν λοιπῶν τριῶν. ἀπαριθμεῖται δὲ τὰ προβλήματα ἀνάπαλιν ὥσπερ εἴρηται. αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα. ἀγοράσαι, τουτέστιν εἰς ἀγορὰν διατρῖψαι. Ἀριστοφάνης· ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων; ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ὡς ἀληθῶς ἦν ἀπορία ἐξ ἐνδόξων προσώπων ἔχουσα τὸ εὔλογον, ὅτι μηδεὶς τῶν σοφῶν τὰς αἰτίας τῶν γινομένων ἀποδιδοὺς τύχην καὶ αὐτόματον μετὰ τῶν αἰτίων κατηρίθμησεν, ἀλλʼ ἢ νεῖκος καὶ φιλίαν ἢ πῦρ ἢ νοῦν ἤ τι τῶν ἄλλων.

Ἀλλὰ καὶ τοῦτο θαυμαστόν.

Ἔνθεν ἡ ἐπίλυσις τῶν ἠπορημένων, καὶ τέως τὴν προτέραν ἐπιλύεται ἀπορίαν. αὐτό, φησί, τοῦτο ἐξ οὗ τὴν ἀπορίαν κατασκευάζετε θαυμαστὸν ἂν εἴη, τί δή ποτε δυνατὸν ὂν εἰς ὡρισμένας αἰτίας ἀναγαγεῖν τὰ λεγόμενα ὑπὸ τύχης γίνεσθαι, ὅμως οὐ πάντα τὰ γινόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγουσιν οἱ ἄνθρωποι, ἀλλʼ εἶναί τινά φασι καὶ ἀπὸ τύχης γινόμενα. τοῦτο δὲ οὐκ ἂν ἔπασχον — λέγω τὸ σαφοῦς οὔσης τῆς ὡρισμένης αἰτίας, εἰς ἣν δυνατὸν τὰ ἀπὸ τύχης ἀναγαγεῖν, ὅμως τύχην τῶν τοιούτων αἰτιᾶσθαι —, εἰ μή τις ἦν παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη τὴν μαρτυρίαν ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως ἔχουσα· ὅθεν, ὡς ἔφην, τοὺς κατὰ τοιαύτην αἰτίαν ἁμαρτάνοντας καὶ συγγνώμης πάντες ἀξιοῦμεν. ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γινομένων. οὐκ ἀγνοοῦντες πάντες οἱ ἄνθρωποι ὅτι τὰ ἀπὸ τύχης λεγόμενα δυνατὸν ἐπί τι αἴτιον ὡρισμένον ἀνενεγκεῖν, ὥσπερ καὶ οἱ ἀναιροῦντες τὴν τύχην φασίν, ὅμως οὐκ ἀναφέρουσι.

Διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐτοῖς μνείαν.

Τῆς δευτέρας ἀπορίας ἡ ἐπίλυσις, ὅτι ἔδει τοὺς περὶ φυσικῶν αἰτίων διαλεχθέντας κἂν κατὰ μικρὸν γοῦν περὶ αὐτῶν διαλεχθῆναι· οὐ γὰρ διὰ τὸ μὴ διαλεχθῆναι αὐτοὺς περὶ τούτων ἀνῄρηται ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλʼ ἐπειδὴ κατὰ κοινὴν ἔννοιαν πάντες εἶναι ταῦτα ὁμολογοῦμεν, ἔδει καὶ τοὺς ἀρχαίους κἂν βραχὺ γοῦν περὶ αὐτῶν διαλεχθῆναι. ἀλλὰ μὴν οὐδὲ ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην. ἵνα μή τις εἴπῃ ὅτι διελέχθησαν περὶ τύχης καὶ τοῦ αὐτομάτου — τὴν γὰρ φιλίαν ὁ Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος ταῦτα εἶναι ᾤετο, ἤγουν τὸ πῦρ Ἡράκλειτος, ἢ τὸν νοῦν Ἀναξαγόρας —, φησὶν οὖν «οὐ ταῦτα τύχην ἢ τὸ αὐτόματον ὑπελάμβανον», πρῶτον μὲν ὅτι οὐ διώρισαν αὐτὸ τοῦτο, ἔπειτα τὰ μὲν παρʼ αὐτῶν ἀποδιδόμενα αἴτια ὡρισμένα τε καὶ ὡρισμένων ποιητικά — τῆς γὰρ φιλίας ἔργον τὸ συγκρίνειν καὶ τοῦ νείκους τὸ διακρίνειν, καὶ τοῦ κατὰ Ἀναξαγόραν νοῦ ἔργον τὸ βουλεύεσθαι διακρίνειν τὰς ὁμοιομερείας —, ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἀόριστά τε καὶ ἀορίστων ποιητικά. ἄτοπον οὖν εἴτε μὴ ᾤοντο, εἴτε οἰόμενοι παρελίμπανον· εἴτε γὰρ μὴ ᾤοντο εἶναι τὴν τύχην, ἔδει αὐτὸ τοῦτο εἰπεῖν ὁρῶντας πολλὴν ἐν πᾶσιν οὖσαν τὴν περὶ αὐτῆς δόξαν, εἴτε ᾤοντο μὲν μηδὲν δὲ περὶ αὐτῆς διελέχθησαν, οὐκ ἂν ἐκφύγοιεν τὸ ἔγκλημα. καίτοι μνησθέντες αὐτῆς ἐν τοῖς ἑαυτῶν λόγοις, οὔτε τί ποτέ ἐστιν εἰρήκασιν, οὔτε ποίαν τάξιν ἔχει ἐν τοῖς αἰτίοις.

Εἰσὶ δέ τινες οἳ καὶ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κόσμων ἁπάντων αἰτιῶνται τὸ αὐτόματον.

Θαυμαστικῶς κεῖται τὸ τοῦδε, ὅτι τῶν τηλικούτων καὶ τῶν τοιούτων καὶ τῶν ἐν τοῖς φανεροῖς θειοτάτων ἄλογον καὶ ἀόριστον αἰτίαν τοῦ εἶναι ἔθεντο. ἀπὸ ταὐτομάτου γάρ φασι γίνεσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. ἐπειδὴ ἕκαστον τῶν στοιχείων ἰδίαν κίνησιν ἔχει, ἥτις αὐτὸ διακρίνει τῶν ἄλλων — ἅμα γὰρ τῷ συστῆναι πῦρ κάτω, χωρεῖ εἰς τὸν οἰκεῖον τόπον καὶ διακρίνεται τῶν ἑτερογενῶν· ὁμοίως κἂν ἄνω συστῇ ὕδωρ ἢ γῆ, εὐθὺς εἰς τὸν οἰκεῖον χωρεῖ τόπον· καὶ τὸ ὕδωρ δὲ πέφυκεν εἰς τὰ κοιλώματα τῆς γῆς συρρεῖν, καὶ ἡ γῆ ὑφίστασθαι τῷ ὕδατι, καὶ ἄμφω ταῦτα τῷ ἀέρι —, τὴν τοιαύτην οὖν αὐτῶν κίνησιν, ἐξ ἧς διακρίνονται ἀλλήλων, κατὰ τύχην αὐτοῖς γίνεσθαί φασι. καὶ τὴν δίνην δὲ τὴν εἰς τοιαύτην τάξιν τὸ πᾶν καταστήσασαν ὅπως ἔχει νῦν, ὥστε συμπεριάγεσθαι τῷ οὐρανῷ τὸν ἀέρα, διὰ τὴν ὀξεῖαν δὲ περιδίνησιν τὴν γῆν ἐν τῷ μέσῳ φυλάττεσθαι, ὁμοίως ἐκ ταὐτομάτου φασὶ γενέσθαι καὶ ἀπὸ τύχης. ὅπερ, φησί, καὶ θαυμάσαι ἐστὶν ἄξιον, ὅπως ἐπὶ ζῴων μὲν καὶ φυτῶν καὶ τῶν μερῶν αὐτῶν οὐδὲν ἀπὸ τύχης φασὶ γενέσθαι οὐδὲ ἀπὸ ταὐτομάτου, ἐν οἷς ἔστι καὶ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν, τὰ δὲ θειότατα τῶν φανερῶν καὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα τῷ αὐτομάτῳ ἀνέθεσαν, ὅπερ οὐδὲ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἐστὶν αἴτιον, ἀλλὰ μόνον τῶν ἐπʼ ἔλαττον. πολλῆς οὖν ἐμβροντησίας ἂν εἴη τῶν μὲν ἀεὶ ὡσαύτως ἐχόντων τὸ αὐτόματον αἰτιᾶσθαι, τῶν δὲ μὴ ἀεὶ ὡσαύτως ἐχόντων ἀλλʼ ἔστιν ὅτε καὶ τοῦ σκοποῦ τοῦ φυσικοῦ ἀποτυγχανόντων, οἷά ἐστι τὰ ἐν γενέσει, τούτων πρόνοιάν τινα καὶ μὴ τὸ αὐτόματον αἰτιᾶσθαι, εἰ μή τις διὰ τὸ ἀνόητον τοῦ λόγου ἀπολογούμενος ὑπὲρ αὐτῶν εἴποι ὅτι αὐτόματον ἔλεγον τὴν ὑλικὴν αἰτίαν, ὥσπερ καὶ ἡμεῖς φαμεν τὰς πόας ἐκ ταὐτομάτου γίνεσθαι, ἐπειδὴ μὴ ἔστι μερικόν τι τῆς γενέσεως αὐτῶν αἴτιον, ἀλλʼ ἐκ τῆς ὑλικῆς αἰτίας τὴν γένεσιν ἔχουσι.

Καίτοι γε εἰ οὕτως ἔχει, τοῦτό γε αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ.

Εἰ οὕτως ἔχει ταῦτα, φησίν, ἄξιόν ἐστιν αὐτὸ τοῦτο ἐπιστάσεως διὰ τὸ ἄλογον τοῦ πράγματος, καὶ οὐκ ἔδει αὐτοὺς οὕτως ἀνεξετάστως παρελθεῖν, ἀλλʼ εἰπεῖν τι περὶ τοῦ αὐτομάτου τούτου, τί ποτέ ἐστιν ὃ τῶν τηλικούτων ἐστὶν αἴτιον.

Ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης.

Οὐκ ἀπὸ τύχης φησὶ τὰ ἐν γενέσει καὶ φθορᾷ· ταῦτα γὰρ ἐκεῖνοι οὐκ ἀπὸ τύχης εἶναι ἔλεγον. ἐν οἷς οὖν ἐκεῖνοι λέγουσι μὴ εἶναι ἀπὸ τύχης, πολλὰ φαίνονται ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου — οἷά ἐστι τὰ παρὰ φύσιν τικτόμενα· τὰ γὰρ ἀπὸ τύχης ἐπʼ ἔλαττον, τοιαῦτα δὲ τὰ παρὰ φύσιν —, ἐν δὲ τοῖς οὐρανίοις οὐδέν ἐστιν ἐπʼ ἔλαττον, ἅπερ ἐκεῖνοί φασιν ἀπὸ τύχης.

Εἰσὶ δέ τινες οἷς δοκεῖ εἶναι μέντοι ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον.

Ἕτεροι δέ τινες, φησίν, εἶναι μέντοι τὴν τύχην λέγουσι, θεῖόν τι ἢ δαιμόνιον οὖσαν χρῆμα, ἄδηλον δὲ εἶναι τοῦτο τῇ ἡμετέρᾳ διανοίᾳ, καὶ ὁρίζονται ταύτην ἀπὸ τῆς ἑαυτῶν ἀγνοίας, τύχην λέγοντες εἶναι τὸ ἄδηλον ἀνθρωπίνῃ διανοίᾳ· τοῦτο δὲ οὐκ ἔστιν εἰπεῖν τί ποτέ ἐστιν ἡ τύχη, ἀλλὰ τί οὐκ ἔστιν. ὥστε σκεπτέον καὶ τί ἑκάτερον. ἐπειδὴ ἔδειξεν ὅτι ἔστι, δεῖ, φησίν, ἐπὶ τὰ λοιπὰ τῶν προβλημάτων μετελθεῖν, καὶ δεῖξαι τί ἐστιν ἑκάτερον καὶ τί διαφέρουσι καὶ ἐν ποίοις τῶν αἰτίων αὐτὰ ἀνακτέον.

Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γινόμενα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ.

Δείξας ὅτι ἔστιν ἡ τύχη τῷ λῦσαι τὰς φερομένας εἰς αὐτὴν ἀπορίας καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ τὰς κοινὰς πάντων ἐννοίας μαρτυράμενος, μέτεισιν ἐπὶ τὰ προτεθέντα προβλήματα, καὶ ζητεῖ τί ποτέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον. πρότερον δὲ διδάσκει τί ὑπάρχει αὐτοῖς κοινόν, ἔπειτα τί διαφέρουσιν ἀλλήλων, καὶ ἐπειδὴ ἔστι τι τὸ κοινῶς λεγόμενον αὐτόματον, ὃ κατηγορεῖται κατά τε τύχης καὶ κατὰ τοῦ ἰδίως λεγομένου αὐτομάτου, διαλέγεται καὶ περὶ αὐτοῦ· εἶτα ἐφεξῆς περὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου. ἵνα οὖν εὕρῃ τί ποτέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ἐπειδὴ πολλαχοῦ σαφέστερά ἐστι τὰ αἰτιατὰ τῶν αἰτίων καὶ ἐκ τῶν αἰτιατῶν γινώσκομεν τὰ αἴτια, διὰ τοῦτο πρῶτον διδάσκει τίνα λέγεται εἶναι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου· δῆλον γὰρ ὅτι εἰ ἔγνωμεν τίνα ποτέ ἐστι ταῦτα, ἐκ τούτων καὶ εἰς τὸ ποιητικὸν αὐτῶν αἴτιον ἀναχθῆναι δυνάμεθα. ἵνα οὖν γνῷ τίνα ἐστὶ ταῦτα, λαμβάνει τῶν γινομένων πλείους διαιρέσεις, ἐξ ὧν συνάγει τί ἐστιν ἑκάτερον καὶ τὸν ὁρισμὸν αὐτῶν ἀποδίδωσι. τῶν γὰρ γινομένων, φησί, τὰ μὲν ἀεὶ ὡσαύτως γίνεται, τὰ δὲ ὡς ἐπὶ πολύ, τὰ δὲ ὡς ἐπʼ ἔλαττον. ἀεὶ μὲν γὰρ ὡσαύτως γίνεται τὰ οὐρανία· ἀεὶ γὰρ ὁ ἥλιος κατὰ τήνδε μὲν ἡμέραν ἐν Κριῷ γίνεται, κατὰ τήνδε δὲ ἐν Ταύρῳ. καὶ ἐπὶ πάντων ὁμοίως τῶν οὐρανίων. ἐπὶ πολὺ δὲ γίνεται τὰ φυσικά· ὡς ἐπὶ πολὺ γὰρ πενταδάκτυλον ἡ φύσις ποιεῖ. ἔστι δὲ καὶ τὰ ἀντικείμενα τούτοις τὰ ἐπʼ ἔλαττον γινόμενα· ἐπεὶ γὰρ ἔστι τινὰ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενα καὶ μὴ ἔχοντα ἀναγκαίαν ἀεὶ τὴν ἔκβασιν, ἅπερ ἐστὶ τὰ φυσικὰ καὶ τὰ τεχνητὰ — ὡς ἐπὶ τὸ πλεῖστον γὰρ καὶ ἡ φύσις καὶ ἡ τέχνη τοῦ σκοποῦ τυγχάνει —, ἐξ ἀνάγκης δεῖ εἶναί τινα καὶ ἐπʼ ἔλαττον, ἃ τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. παραλιμπάνει δὲ τὰ ἐπʼ ἴσης ὁ Ἀριστοτέλης, ἅτινα ἐπὶ μόνῃ τῇ προαιρέσει τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχει, ὡς προδήλου ὄντος ὅτι τὰ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου τῶν οὐκ ἐφʼ ἡμῖν εἰσι, τὰ δὲ ἐπʼ ἴσης τῶν ἐφʼ ἡμῖν. ἐπεὶ οὖν τὰ ἐξ ἀνάγκης καὶ τὰ ἐπὶ πολὺ καὶ τὰ ἐπʼ ἔλαττον τῶν οὐκ ἐφʼ ἡμῖν, καὶ τὰ ἀπὸ τύχης δὲ τῶν οὐκ ἐφʼ ἡμῖν, ζητεῖ ἐν ποίῳ τούτων θετέον τὴν τύχην καὶ τὸ αὐτόματον. καὶ οὐκ ἄν τις ἀπορήσειε, διὰ τί μὴ τῶν ἀδυνάτων ἐμνήσθη· δῆλον γὰρ ὅτι τῶν γινομένων ποιεῖται τὴν διαίρεσιν, τὸ δὲ ἀδύνατον οὐκ ἂν γένοιτο· ὥστε εἰκότως οὐκ ἐμνήσθη τῆς ἀδυνάτου ὕλης. ἐν μὲν οὖν τοῖς ἐξ ἀνάγκης καὶ ἀεὶ γινομένοις οὐκ ἄν τις θείη τὴν τύχην καὶ τὸ αὐτόματον· οὐδεὶς γὰρ ἂν εἴποι κατὰ τύχην ἐν Κριῷ γίνεσθαι τὸν ἥλιον, ἢ τὴν σελήνην κατὰ τύχην τοὺς φωτισμοὺς δέχεσθαι, ἀλλʼ οὐδʼ ἐκ ταὐτομάτου καὶ οὐ κατά τινα λόγον. ἀλλʼ οὐδὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πλεῖστον θετέον τὴν τύχην καὶ τὸ αὐτόματον· τίς γὰρ ἂν εἴποι ἐκ τύχης ἢ ἐκ ταὐτομάτου Σωκράτην πενταδάκτυλον γενέσθαι; λείπεται οὖν ἐν τοῖς ἐπʼ ἔλαττον τιθέναι τὴν τύχην καὶ τὸ αὐτόματον· καὶ γὰρ τὰ ἀπὸ τύχης συμβαίνοντα σπάνιά ἐστιν ἢ ἐπʼ ἔλαττον, καὶ τὰ σπάνια καὶ ἐπʼ ἔλαττον ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. ἔχομεν οὖν ἐκ τῆς διαιρέσεως ταύτης, ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐπʼ ἔλαττόν ἐστι. πάλιν τῶν γινομένων τὰ μὲν ἕνεκά του γίνεται — τοιαῦτα δέ ἐστι καὶ τὰ φυσικὰ πάντα καὶ τὰ τεχνητά —, τὰ δὲ οὐδενὸς ἕνεκα, οἷον ὡς τὸ κινεῖν τὴν χεῖρα διαλεγόμενον ἢ τὸ ἕλκειν τῆς κεφαλῆς ἢ τοῦ γενείου τρίχας· ταῦτα γὰρ συνηθείᾳ τινὶ οὐδενὸς ἕνεκα γίνεται. τούτων οὖν ἐν τοῖς ἕνεκά του θετέον αἰτίαν τὴν τύχην, οὐκ ἐν τοῖς οὐδενὸς ἕνεκα γινομένοις, ἐν τοῖς ἕνεκα δέ του ἡ τύχη καὶ τὸ αὐτόματον οὐχ ὡς αὐτῶν ἕνεκά του ποιούντων, ἀλλʼ ὡς παρακολουθούντων τοῖς ἕνεκά του. ἔχομεν οὖν ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐν τοῖς ἕνεκά του διὰ τὴν δευτέραν διαίρεσιν, καὶ ἐν τοῖς ἐπʼ ἔλαττον διὰ τὴν προτέραν. διαιρεῖ δὲ καὶ τὸ ἕνεκά του εἴς τε τὰ κατὰ προαίρεσιν καὶ εἰς τὰ μὴ κατὰ προαίρεσιν· κατὰ προαίρεσιν μέν εἰσι τὰ ἐφʼ ἡμῖν πάντα, οὐ κατὰ προαίρεσιν δὲ τά τε φυσικὰ καὶ τὰ τεχνητά· ὑπὸ μὲν οὖν τὰ κατὰ προαίρεσιν ἀνάξεις τὴν τύχην, ὑπὸ δὲ τὰ μὴ κατὰ προαίρεσιν τὸ αὐτόματον. τὰ γὰρ τεχνητὰ ἐκ διανοίας μὲν γίνεται, ἐκ προαιρέσεως δὲ οὔ· ἡ γὰρ προαίρεσις αἵρεσίς ἐστι τοῦδε πρὸ τοῦδε, ὁ δὲ τεχνίτης οὐχ αἱρεῖται ὃ βούλεται, ἀλλʼ ὅπερ ἂν ἡ τέχνη ἀπαιτῇ, κἂν βουλεύηται δὲ ἔστιν ὅτε, οὐχ ὡς τεχνίτης βουλεύεται· ἡ γὰρ βουλή, ὡς αὐτός φησι, γίνεται διʼ ἔνδειαν φρονήσεως. ὥστε ἐὰν παρῇ ἡ τέχνη, βουλῆς οὐ δεῖ. ὥστε οὐδὲ τῶν ἐφʼ ἡμῖν ἡ τέχνη· τὰ γὰρ ἐφʼ ἡμῖν κατὰ προαίρεσιν, ὡς τὸ λούσασθαι καὶ μή, καὶ τὰ παραπλήσια. τρίτῃ κέχρηται διαιρέσει, μᾶλλον δὲ τὸ ἕνεκά του ἄλλως ἐπιδιαιρεῖ· τῶν γὰρ ἕνεκά του, φησί, τὰ μὲν ἀπὸ διανοίας γίνεται τὰ δὲ ὑπὸ φύσεως, ὑπὸ διανοίας μὲν τά τε κατὰ προαίρεσιν καὶ κατὰ τέχνην — ἐπὶ πλέον γὰρ ἡ διάνοια τῆς προαιρέσεως —, ὑπὸ φύσεως δὲ τὰ φυσικά. πάντα δὲ ἕνεκά του· ἥ τε γὰρ φύσις ἕνεκά του ποιεῖ — τυχεῖν γὰρ θέλει τοῦ φυσικοῦ εἴδους —, καὶ ἡ διάνοια ὁμοίως. καὶ γὰρ καὶ τὰ κατὰ τέχνην καὶ τὰ κατὰ προαίρεσιν ἕνεκά του γίνεται· οἷον λούομαι ἵνα ὑγιάνω, καὶ ἀναγινώσκω ἵνα ἐλλόγιμος γένωμαι. ἀνάξεις οὖν ὑπὸ μὲν τὰ κατὰ διάνοιαν τὴν τύχην, ὑπὸ δὲ τὰ κατὰ φύσιν τὸ αὐτόματον· τῶν γὰρ κατὰ διάνοιαν καὶ τῶν κατὰ φύσιν ἕνεκά του γινομένων, ὅταν μὲν τοῦ οἰκείου ταῦτα τύχωσι σκοποῦ, οὐδὲν λέγεται συμβεβηκέναι ἀπὸ τύχης ἢ ἀπὸ ταὐτομάτου, ὅταν δὲ ἢ μὴ τοῦ σκοποῦ ταῦτα τύχωσιν ἢ καὶ τυχόντων τῇ προαιρετικῇ καὶ φυσικῇ ὁρμῇ ἔξωθέν τι κατὰ συμβεβηκὸς παρακολουθήσῃ, ὃ μηδαμῶς προέκειτο τῷ σκοπῷ τῆς φύσεως ἢ τῆς προαιρέσεως, τοῦτο λέγεται ἢ κατὰ τύχην συμβῆναι εἰ τῇ προαιρετικῇ ὁρμῇ ἐπηκολούθησεν, ἢ ἐκ ταὐτομάτου εἰ τῇ φυσικῇ. οἷον προῆλθέ τις λουσόμενος, εἶτα πρὶν λούσασθαι ὑπαντήσας ὃν οὐ προσεδόκησεν ὑπέδειξεν αὐτῷ πιπρασκόμενα βιβλία, ἅπερ ἐζήτει μὲν πάλαι ἀγοράσαι οὐκ ἂν δὲ ἤλπισε νῦν εὑρηκέναι, καὶ περιφρονήσας τοῦ λουτροῦ ἀπῆλθεν ἐπὶ τὴν ὠνὴν τῶν βιβλίων. λέγεται οὖν ἡ ὠνὴ τῶν βιβλίων κατὰ τύχην γενέσθαι· ἐπηκολούθησε γὰρ ὁρμῇ προαιρετικῇ τῇ ἐπὶ τὸ λουτρὸν προόδῳ. ἐνταῦθα τοῦ μὲν σκοποῦ ἡ προαίρεσις ἀπέτυχεν, ἕτερον δέ τι τέλος τῇ τοιαύτῃ ὁρμῇ κατὰ συμβεβηκὸς ἐπηκολούθησε. πάλιν προελθών τις λούσασθαι κατενεχθέντος λίθου ἐπλήγη, καὶ οὐκ ἂν ἔτι ἐλούσατο. εἰ δὲ προέλθοι τις ἐπὶ τῷ διατρῖψαι εἰς ἀγοράν, εἶτα ἐλθὼν περιτύχοι ἐκεῖ τῷ ἐξ ἀποδημίας ἐλθόντι φίλῳ ὃν οὐκ ἂν ἤλπισε, τῷ σκοπῷ καὶ τῷ τέλει τῆς προαιρέσεως λέγεται κατὰ συμβεβηκὸς ἐπηκολουθηκέναι τὰ ἀπὸ τύχης. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν· οἷον ἔπεσε λίθος ἐξ ὕψους οὐκ ἀσφαλῶς ᾐωρημένος, καὶ κατηνέχθη ὑπὸ τῆς φυσικῆς ὁρμῆς εἰς τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον, καὶ κατενεχθεὶς προσερράγη τισὶ στερεοῖς σώμασι καὶ ἐθραύσθη τὰς ἐξοχὰς καὶ γέγονεν εἰς καθέδραν ἐπιτήδειος· ἐκ ταὐτομάτου λέγεται γεγενῆσθαι τοῦτο, τῇ φυσικῇ ὁρμῇ καὶ τῷ σκοπῷ τῆς φύσεως κατὰ συμβεβηκὸς παρακολουθῆσαν. τὸ δὲ γενέσθαι ἑξαδάκτυλον, καὶ ἁπλῶς πάντα τὰ τέρατα, ἐκ ταὐτομάτου μὲν διὰ τὸ ὁρμῇ φυσικῇ ἐπακολουθῆσαι, οὐ τῷ τέλει δὲ τῷ φυσικῷ ἐπηκολούθησεν, ἀλλʼ ἐκείνου διαμαρτούσης τῆς φύσεως συνέβη ταῦτα γενέσθαι· ὥστε καὶ ἐκ τούτων ἔχομεν, ὅτι τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη καὶ τὸ αὐτόματον.

Τὰ δεδειγμένα οὖν ἐκ πάντων τούτων συναγαγὼν ὁρίζεται τὴν τύχην, ὅτι ἔστιν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς ἐπʼ ἔλαττον κατὰ προαίρεσιν τῶν ἕνεκά του. ἵνα δὲ σαφέστερος γένηται ὁ ὁρισμός, δεῖ οὕτως εἰπεῖν ὑπερβιβάσαντα τὴν λέξιν, ὅτι «ἔστιν ἡ τύχη τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἐπʼ ἔλαττον γινομένων αἰτία κατὰ συμβεβηκός». ὁμοίως δὲ καὶ τοῦ αὐτομάτου τὸν ὁρισμὸν ἀποδώσει, λέγων ὅτι «ἔστι τὸ αὐτόματον τῶν ἕνεκά του ἐν τοῖς κατὰ φύσιν τῶν ἐπʼ ἔλαττον γινομένων αἰτία κατὰ συμβεβηκός». ὡς γὰρ εἶπον, ὅταν μὲν τοῖς κατὰ προαίρεσιν ἄλλα τινὰ ἀπαντήσῃ παρὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τούτων τῆς ἐκβάσεως αἰτία λέγεται εἶναι ἡ τύχη, ὅταν δὲ τοῖς κατὰ φύσιν, τὸ αὐτόματον. ἐν τοῖς ἕνεκα δέ του, ὅτι τοῖς ἕνεκά του κατὰ συμβεβηκὸς παρέπεται τῇ φύσει καὶ τῇ προαιρέσει. τούτων δὲ τῶν ὁρισμῶν ἐὰν ἀφέλῃς τοῦ μὲν τὸ «ἐν τοῖς κατὰ προαίρεσιν» τοῦ δὲ τὸ «ἐν τοῖς κατὰ φύσιν», ποιήσεις τὸν τοῦ κοινοῦ αὐτομάτου ὁρισμόν, ὃς καὶ κατὰ τῆς τύχης καὶ κατὰ τοῦ ἰδίως λεγομένου αὐτομάτου κατηγορεῖται. τί οὖν διαφέρει ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων, οἷον τοῦ φαλακροῦ ἢ τοῦ λευκοῦ; λέγεται γὰρ ὁ φαλακρὸς ἢ ὁ λευκὸς οἰκοδομῆσαι ἢ αἴτιος εἶναι τοῦ υἱοῦ, εἰ ὁ πατὴρ τοιοῦτος εἴη καὶ ὁ οἰκοδόμος. ὅτι τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων ἕκαστον ἕτερον ὂν παρὰ τὸ καθʼ αὑτὸ αἴτιον ἐκείνῳ ἐπισυμβέβηκε, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τέλους τὸ μὲν καθʼ αὑτὸ λέγεται αἴτιον τὸ δὲ κατὰ συμβεβηκός — τῆς γὰρ οἰκίας καθʼ αὑτὸ μὲν ὁ τέκτων κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρός, ἕτερος δὲ τοῦ τέκτονος ὁ φαλακρὸς τῷ λόγῳ καὶ συμβέβηκεν ὁ φαλακρὸς τῷ τέκτονι —, ἐπὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου ἔμπαλιν· ἓν γὰρ καὶ ταὐτὸν αἴτιον ἄλλου μὲν τέλους ἐστὶ καθʼ αὑτὸ αἴτιον, ἄλλου δὲ κατὰ συμβεβηκός. ἡ γὰρ εἰς ἀγορὰν πρόοδος μία καὶ ἡ αὐτὴν οὖσα καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ, τῆς μὲν εἰς ἀγορὰν διατριβῆς καθʼ αὑτό ἐστιν αἰτία, τοῦ δὲ περιτυχεῖν τῷ φίλῳ κατὰ συμβεβηκός· καὶ ἡ φορὰ τοῦ λίθου ἡ ἐπὶ τὸ κάτω τοῦ μὲν ἐν τῷ οἰκείῳ τόπῳ γενέσθαι καθʼ αὑτὸ αἰτία, τοῦ δὲ πλῆξαι τὸν παριόντα ἢ γενέσθαι τὸν λίθον πρὸς καθέδραν ἐπιτήδειον κατὰ συμβεβηκός. ὥστε ἐνταῦθα μὲν δύο τὰ τέλη τὸ δὲ αἴτιον ἕν, ἐκεῖ δὲ ἔμπαλιν δύο μὲν τὰ αἴτια κατὰ τὴν ἑαυτῶν φύσιν ἓν δὲ τὸ τέλος· ἄλλος γὰρ ὁ τοῦ φαλακροῦ λόγος, καὶ ἄλλος ὁ τοῦ οἰκοδόμου. ὥστε τὴν τύχην ἐρεῖς εἶναι γενικώτερον μὲν κατὰ συμβεβηκὸς αἴτιον ἐνεργοῦσαν περί τι περὶ ὃ μὴ προέθετο ἐνεργῆσαι, εἰδικώτερον δὲ καὶ προσεχέστερον μυρία καὶ ἀόριστα· καὶ γὰρ ἡ ἐπὶ λουτρὸν πρόοδος τοῦ αὐτοῦ δύναιτʼ ἂν αἰτία εἶναι καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία. ὡσαύτως καὶ ἐπὶ τοῦ αὐτομάτου γενικώτερον μὲν τὴν φύσιν ἀποδώσεις πάλιν κατὰ συμβεβηκὸς ἐνεργοῦσαν περί τι ὃ μὴ σκοπὸς καὶ τέλος ἐστὶ τῶν φυσικῶν λόγων, εἰδικώτερον δὲ ὡσαύτως μυρία καὶ ἀόριστα τὰ αἴτια.

Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γινόμενα. ἡ πρώτη διαίρεσις ἡ εἰς τὰ ἐξ ἀνάγκης καὶ ἀεί, καὶ τὰ ἐπὶ πολύ, καὶ τὰ ἐπʼ ἔλαττον.

Ἀλλʼ ἐπειδὴ ἔστι τινὰ ἃ γίνεται καὶ παρὰ ταῦτα.

Παρὰ τὰ ἐξ ἀνάγκης καὶ τὰ ὡς ἐπὶ πολύ, ταῦτα δέ ἐστι τὰ ἐπʼ ἔλαττον. τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα. ἐπειδὴ ἔστι, φησί, τὰ ἐπʼ ἔλαττον, ἔστι δηλονότι καὶ τὰ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου· ἀντιστρέφουσι γὰρ ταῦτα ἀλλήλοις, καὶ τὰ ἐπʼ ἔλαττον ἐκ ταὐτομάτου ἢ ἀπὸ τύχης, καὶ τὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου ἐπʼ ἔλαττον. ἰστέον δὲ ὅτι οὐ πάντως τὰ ἐπʼ ἔλαττον ἀπὸ τύχης εἰσὶν ἢ ἀπὸ ταὐτομάτου· οὐδὲ γὰρ εἴ τις ὄψον τι σπανίως ἐσθίει διʼ ἔνδειαν ἢ διὰ τὸ μὴ ἥδεσθαι αὐτῷ, ἀπὸ τύχης ἂν ὁ τοιοῦτος ἐσθίοι τὸ ὄψον, ὅς γε αὐτὸς ἑκὼν ὠνησάμενος ἔφαγεν. καὶ οἱ μεγάλοι πάνυ μαργαρῖται τῶν ἐπʼ ἔλαττόν εἰσιν εὑρισκομένων, ἀλλʼ ὅμως οὐδὲ οὗτοι ἐκ ταὐτομάτου γεγόνασιν ἀλλʼ ἀπὸ φύσεως, οὔτε ὁ ἀγρεύσας ἀπὸ τύχης ἤγρευσεν· ἐπὶ τούτῳ γὰρ ἦλθεν, ἐπὶ τῷ μαργαρίτας εὑρεῖν. καὶ πολλὰ τοιαῦτά ἐστιν ἕτερα.

Τῶν δὲ γινομένων τὰ μὲν ἕνεκά του γίνεται, τὰ δὲ οὔ· τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δὲ οὐ κατὰ προαίρεσιν, ἄμφω δὲ ἐν τοῖς ἕνεκά του.

Ἡ δευτέρα διαίρεσις ἡ εἰς τὰ ἕνεκά του καὶ εἰς τὰ μηδενὸς ἕνεκα. ἄμφω δέ, φησί, τήν τε τύχην καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του θετέον. σημείωσαι δὲ ὅτι, διελὼν τὸ ἕνεκά του εἰς τὰ κατὰ προαίρεσιν καὶ μή, οὐκ ἀνήγαγεν ὑπὸ ταῦτα τὴν τύχην καὶ τὸ αὐτόματον, ἀλλʼ εἰς τὸ γένος· ἄμφω γάρ φησιν ἐν τοῖς ἕνεκά του. ἢ ἐν τοῖς ἕνεκά του ἀκουσόμεθα τὰ κατὰ προαίρεσιν καὶ τὰ μὴ κατὰ προαίρεσιν, ὑφʼ ἃ ἀνάγεσθαί φησι τὴν τύχην καὶ τὸ αὐτόματον, τὴν μὲν εἰς τὰ κατὰ προαίρεσιν, τὸ δὲ εἰς θάτερα. μὴ κατὰ προαίρεσιν δὲ λέγεται τά τε φύσει καὶ τὰ τέχνῃ γινόμενα.

Ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ πολὺ ἔστιν ἔνια περὶ ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του.

Λαβὼν ἐκ τῶν διαιρέσεων τῶν δύο ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐν τοῖς ἐπʼ ἔλαττον καὶ ἐν τοῖς ἕνεκά του, συλλογίσασθαι βούλεται τὸ ἐκ τούτων ἀναφαινόμενον, τοῦτο δέ ἐστιν ὅτι τινὰ τῶν ἐπʼ ἔλαττον τῶν ἕνεκά τού ἐστιν. ἔστι δὲ ἐν τρίτῳ σχήματι ὁ συλλογισμός· ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἐπʼ ἔλαττον, ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἕνεκά του, τὶ ἄρα ἐπʼ ἔλαττον ἕνεκά τού ἐστιν. ὥστε οὐ δεῖ θαυμάζειν εἰ τὴν τύχην καὶ τὸ αὐτόματον τῶν ἕνεκά του καὶ τῶν ἐπʼ ἔλαττόν φαμεν εἶναι. δόξει δὲ ὁ συλλογισμὸς τὰ αὐτὰ διὰ τῶν αὐτῶν συλλογίζεσθαι· ἔχομεν γὰρ ἐν ταῖς προτάσεσιν, ὅτι τὸ αὐτὸ καὶ ἕνεκά τού ἐστι καὶ ἐπʼ ἔλαττον, ὥστε δόξει περιττὸν εἶναι τὸ αὐτὸ ὅπερ ἐν ταῖς προτάσεσιν εἰλήφαμεν, τοῦτο πειρᾶσθαι συμπεραίνεσθαι. φημὶ οὖν ὅτι ἐν ταῖς προτάσεσιν οὐκ εἴληπται τὸ ἐπʼ ἔλαττον ἕνεκά του, ἀλλʼ ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐπʼ ἔλαττον οὖσα καὶ ἕνεκά του, καὶ τοῦτο ἀνὰ μέρος ἐδείχθη· ὁ οὖν συλλογισμὸς συνάγει οὐχ ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του καὶ ἐν τοῖς ἐπʼ ἔλαττον, ἀλλʼ ὅτι τὸ ἐπʼ ἔλαττον ἕνεκά του.

Ἔστι δὲ ἕνεκά του ὅσα ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως.

Ἡ τρίτη διαίρεσις. διελὼν δὲ τὸ ἕνεκά του εἰς τὰ κατὰ προαίρεσιν καὶ μή, κατὰ ἄλλην ἐπιδιαίρεσιν προσεχεστέραν μᾶλλον τὸ αὐτὸ διαιρεῖ· τῶν γὰρ ἕνεκά του τὰ μὲν ἀπὸ διανοίας τὰ δὲ ἀπὸ φύσεως, εἶτα διέλοις ἂν κατὰ τὴν πρώτην διαίρεσιν τὰ ἀπὸ διανοίας, ὅτι τῶν ἀπὸ διανοίας τὰ μὲν κατὰ προαίρεσίν ἐστι τὰ δὲ οὐ κατὰ προαίρεσιν.

Τὰ δὲ τοιαῦτα ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύχης φαμὲν εἶναι.

Ὅταν, φησί, τὰ ἀπὸ διανοίας ἢ ἀπὸ φύσεως ἂν γεγενημένα μὴ ἐκ διανοίας ἢ ἀπὸ φύσεως προηγουμένως πράττηται, ἀλλὰ τὴν γένεσιν ἔχοι κατὰ συμβεβηκός, τὰ τοιαῦτά φαμεν εἶναι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. οἷον τὸ περιτυχεῖν φίλῳ ἢ κομίσασθαι τὸ ἀργύριον παρὰ τοῦ χρεωστοῦντος διανοίας ἔργον ἐστίν· ὅταν οὖν τοῦτο, ὅπερ διανοίας ἔργον ἐστί, μὴ ἐκ διανοίας γένηται καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἔχοι τὴν ἔκβασιν, ἀπὸ τύχης λέγεται γεγενῆσθαι. πάλιν φύσεως ἔργον τὸ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον γεννᾶσθαι, οἷον ἐξ ἀμπέλου ἄμπελον καὶ ἐξ ἐλαίας ἐλαίαν· ὅταν οὖν τι τούτων μὴ ἐκ τοῦ ὁμοίου γένηται, ἐκ ταὐτομάτου φαμὲν αὐτὸ γεγενῆσθαι. διὰ τοῦτο τὰς πόας ἐκ ταὐτομάτου φαμὲν βλαστάνειν, διότι μὴ ἐξ ὁμοίων κατὰ τὸν νόμον τῆς φύσεως· οὐ γὰρ δὴ πάντως σπέρματα ἐκ τῆς ἐν τῷ προτέρῳ χρόνῳ πόας ἐγκαταλιμπανόμενα ἐν τῇ γῇ οὕτως ποιεῖ τὰς παρούσας πόας, ἀλλὰ κἂν μηδὲ ὅλως ἔχῃ σπέρματα βλαστήσειεν ἄν. καὶ δηλοῦσι τά τε ἀμπελοφόρα χωρία ἀεὶ μὲν εἰς ἅπαν ὑπὸ τῶν γεωργῶν καθαιρόμενα, ἀεὶ δὲ βλαστάνοντα· καὶ ἡ πατουμένη δὲ καὶ πολὺν χρόνον μὴ βλαστήσασα μηδέν, εἰ ἀφεθείη τοῦ πατεῖσθαι, βλαστήσειεν ἂν ἀεὶ πόας. κἂν μὴ φυσικὸν δὲ εἴη τὸ ἀποτελούμενον, ἀλλʼ ὡς φυσικῇ ὁρμῇ παρηκολουθηκὸς ἐκ ταὐτομάτου λέγεται γενέσθαι, ὡς ὁ κατενεχθεὶς λίθος καὶ γενόμενος ἐπιτήδειος εἰς καθέδραν — οὐ γὰρ φυσικὸν τοῦτο τέλος —, καὶ ὁ ἵππος ὁ διψήσας ἐν τῷ πολέμῳ καὶ καταβαλὼν τὸν δεσπότην καὶ συμβολῆς γενομένης καὶ τοῦ δεσπότου ἀποθανόντος αὐτὸς σωθείς· λέγεται γὰρ ἐκ ταὐτομάτου σεσῶσθαι, οὐχ ὅτι φυσικὸν τέλος ἔσχεν ἐκ ταὐτομάτου, ἀλλʼ ὅτι φυσικῇ ὁρμῇ παρηκολούθησεν.

Ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθʼ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός.

Ὅτι ἔστιν αἴτιά τινα κατὰ συμβεβηκός, διὰ τούτων κατασκευάζει. εἰ γάρ ἐστι, φησί, τινὰ τῶν ὄντων κατὰ συμβεβηκὸς ὄντα, δῆλον ὅτι καὶ τὰ τούτων αἴτια κατὰ συμβεβηκὸς ἂν εἶεν αἴτια· καθʼ αὑτὸ μὲν γὰρ εἰς τὴν ἀγορὰν προῆλθε, κατὰ συμβεβηκὸς δὲ τῷ ἀπὸ ξένης ἐλθόντι περιέτυχε φίλῳ. εἰ οὖν ἔστι τὰ κατὰ συμβεβηκὸς ὄντα, ἔστι δηλονότι καὶ τὰ κατὰ συμβεβηκὸς τούτων αἴτια, ὁπότε καὶ τῶν καθʼ αὑτὸ ὄντων λέγεται εἶναι καὶ κατὰ συμβεβηκὸς αἴτια· τῆς γοῦν οἰκίας καθʼ αὑτὸ μὲν ὁ οἰκοδόμος αἴτιος, κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρός. ἔστι δέ, φησί, τὰ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα· δύναται γὰρ καὶ ὁ λευκὸς καὶ ὁ σιμὸς καὶ ὁ μουσικὸς καὶ μυρία ἄλλα, τὸ δὲ καθʼ αὑτὸ αἴτιον ὥρισται· ἀεὶ γὰρ τῆς οἰκίας ὁ οἰκοδόμος αἴτιος καὶ τοῦ πλοίου ὁ ναυπηγός. ὅταν οὖν, φησί, τὰ κατὰ συμβεβηκὸς αἴτια τοῖς ἕνεκά του αἰτίοις παρακολουθήσῃ, τότε λέγεται τὸ κατὰ τύχην καὶ τὸ ἐκ ταὐτομάτου. ἔχεις οὖν ἐντεῦθεν τὴν ἔννοιαν καθʼ ἣν ἐλέγετο μικρὸν ἔμπροσθεν ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του εἶναι, ὅτι λέγονται ἐν τοῖς ἕνεκά του διὰ τὸ τοῖς ἕνεκά του παρακολουθεῖν, τοῖς κατὰ φύσιν, φημί, καὶ τοῖς κατὰ διάνοιαν. ταῦτα μὲν οὖν αὐτοῖς κοινῶς ὑπάρχει, τὸ ἐν τοῖς ἐπʼ ἔλαττον εἶναι τὸ ἐν τοῖς ἕνεκά του τὸ κατὰ συμβεβηκός, τίς δὲ ἡ πρὸς ἄλληλα αὐτῶν διαφορὰ ἐρεῖ μικρὸν ὕστερον, ἣν ἡμεῖς φθάσαντες εἴπομεν, ὅτι ἡ μὲν τύχη τοῖς κατὰ διάνοιαν ἀκολουθεῖ, ἤγουν τοῖς κατὰ προαίρεσιν, τὸ δʼ αὐτόματον τοῖς κατὰ φύσιν.

Ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀργύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δὲ οὐ τούτου ἕνεκα, ἀλλὰ συνέβη ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα.

Ὅτι ἐν τοῖς ἕνεκά του ἡ τύχη καὶ τὸ αὐτόματον, αὐτὰ οὐκ ὄντα ἕνεκά του, δείκνυσιν. ὅτι μὲν οὖν οὐκ εἰσὶν ἕνεκά του ἡ τύχη καὶ τὸ αὐτόματον, δῆλον· τοῦ γὰρ δεδανεισμένου κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει ὁ χρεωστούμενος, ἦλθεν ἂν ἐπὶ τούτῳ, ἐπὶ τῷ ἀπολαβεῖν· οὐκ ἦλθεν δὲ ἐπὶ τούτῳ· οὐκ ἄρα ἡ αἰτία τῆς ἀπολήψεως, ἥν φαμεν εἶναι τὴν τύχην, τῶν ἕνεκά τού ἐστιν, ἀλλὰ τῶν κατὰ συμβεβηκός. ἀλλʼ ἐπειδὴ προῆλθε μὲν τοῦ λούσασθαι ἕνεκεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον, λέγεται αἴτιον κατὰ συμβεβηκὸς τῆς ἀπολήψεως ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος· ἦν δὲ καὶ τῶν ἕνεκά του — τοῦ γὰρ λούσασθαι ἕνεκεν ἡ πρόοδος· τὸ κατὰ συμβεβηκὸς ἄρα αἴτιον τῷ καθʼ αὑτὸ καὶ ἕνεκά του παρηκολούθησε. τοῦτο δὲ τύχην καλοῦμεν· ἡ τύχη ἄρα ἐν τοῖς ἕνεκά τού ἐστιν, αὐτὴ κατὰ συμβεβηκὸς οὖσα αἰτία. τὸ δὲ κομιζομένου γράφεται καὶ κομισόμενος μέλλοντος, ἵνα ἐπὶ τοῦ χρεωστουμένου ᾖ· μᾶλλον δὲ τὸ πρότερον. τὸ δὲ συνέβη ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα ἀντὶ τοῦ ὡσανεὶ τοῦ κομίσασθαι ἕνεκα. τοῦτο δὲ οὔτε ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ χωρίον οὔτε ἐξ ἀνάγκης. τὸ φοιτῶν ἀντὶ τοῦ φοιτῶντος· οὐδὲ γὰρ εἰ σύνηθες ἦν τῷ χρεωστοῦντι ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ φοιτᾶν εἰς τὸ χωρίον, ἔνθα περιτυχὼν ὁ χρεωστούμενος ἀπέλαβε τὸ ἀργύριον, ἀπὸ τύχης λέγεται ἡ ἀπόληψις, εἰ μὴ ἄρα ὡς πρὸς τὴν πρόθεσιν τοῦ ἀπειληφότος, ὅτι οὐ τοῦτο προθέμενος, τὸ ἀπολαβεῖν, ἐφοίτησεν ἐκεῖ· ἀλλὰ κυρίως τὴν τύχην καὶ μάλιστα τούτων φαμὲν εἶναι αἰτίαν, ἐφʼ ὧν μηδὲν εἴωθεν τῶν ἐπὶ πολὺ εἶναι. εἰ δὲ σύνηθες ἦν τῷ χρεωστοῦντι φοιτᾶν εἰς τὸ χωρίον, οὐκ ἔστι τῶν παραλόγων τὸ ἐλθόντα ἐκεῖ τὸν χρεωστούμενον ἀπολαβεῖν, ἡ δὲ τύχη παράλογος. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ φοιτῶν δυνατὸν ἐξακούειν καὶ ἐπὶ τοῦ ἀπειληφότος· δεῖ γὰρ τὸν περιτυχόντα τῷ χρεωστοῦντι μὴ ἐπὶ τὸ πολὺ φοιτᾶν ἐν τῷ χωρίῳ, ἔνθα αὐτῷ περιέτυχεν· εἰ γὰρ εἰθισμένῳ αὐτῷ ὡς ἐπὶ τὸ πολὺ ἔν τινι τόπω εὑρίσκεσθαι περιτύχοι ὁ χρεωστῶν, οὐ δήπου παράλογον ἦν τὸ ἐλθόντα ἐκεῖ τὸν χρεωστοῦντα ἀποδοῦναι, δεῖ δὲ ἀεὶ τὴν τύχην παράλογον εἶναι.

Ἔστι δὲ τὸ τέλος, ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων.

Τουτέστιν οὐκ ἔστι τῶν φυσικῶν ἡ κομιδὴ τοῦ ἀργυρίου· φυσικὰ γάρ ἐστι τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον, ἡ δὲ κομιδὴ ἔξωθεν ἔχει τὸ αἴτιον, τὴν διάνοιαν τὴν ἐπὶ τὸ λουτρὸν κινήσασαν. τὸ δʼ ὅλον, ὅτι ἡ κομιδὴ τοῦ ἀργυρίου τῶν ἀπὸ τύχης ἐστίν, οὐ τῶν ἀπὸ ταὐτομάτου· τὰ γὰρ ἀπὸ ταὐτομάτου ἐν ἑαυτοῖς ἔχει τὸ αἴτιον, ἐν ἑαυτοῖς δὲ δηλονότι κατὰ συμβεβηκός, ἐπειδὴ καὶ ἡ φύσις κατὰ συμβεβηκὸς αἰτία τῶν ἐκ ταὐτομάτου, ὥσπερ καὶ ἡ διάνοια κατὰ συμβεβηκὸς αἰτία τῶν ἀπὸ τύχης. ὥστε καὶ τὰ ἀπὸ τύχης ἂν λέγωνται ἀπὸ διανοίας εἶναι, κατὰ συμβεβηκὸς δηλονότι ἀπὸ διανοίας εἰσίν, οὐ καθʼ αὑτό· ὡς γὰρ ἔχει τὸ αἴτιον, οὕτως ἔχει καὶ τὸ αἰτιατόν, καὶ ἔμπαλιν. ταῦτα εἰπών, ἐφεξῆς διορίζεται τὴν τύχην τὸν ὁρισμὸν ἀθροίσας ἐκ τῶν δεδειγμένων.

Διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη.

Περὶ τὸ αὐτό, οἷον περὶ τὴν κομιδὴν τοῦ ἀργυρίου· ἀλλʼ ἡ μὲν διάνοια καθʼ αὑτό, ἡ δὲ τύχη κατὰ συμβεβηκός.

Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι, ἀφʼ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης.

Εἰπὼν τί ἐστιν ἡ τύχη, ὅτι κατὰ συμβεβηκὸς αἰτία ἐστὶ τῶν ἐπʼ ἔλαττον γινομένων παρακολουθοῦσα τοῖς ἕνεκά του, νῦν βούλεται δεῖξαι ὅτι πάντα ὅσα κατὰ κοινὴν ἔννοιαν λέγονται ὑπάρχειν τῇ τύχῃ, σύμφωνά εἰσι τῷ ἀποδεδομένῳ περὶ αὐτῆς λόγῳ· λέγεται γὰρ ἡ τύχη ἀόριστος καὶ ἄδηλος εἶναι τοῖς ἀνθρώποις — φαμὲν γὰρ ἄδηλα εἶναι τὰ τῆς τύχης —, λέγεται δὲ καὶ παράλογος εἶναι καὶ ἀβέβαιος καὶ μηδενὸς εἶναι αἰτία, καὶ ὅσα ἄλλα περὶ αὐτῆς λέγεται, συμφώνως τῷ ἀποδεδομένῳ παρʼ ἡμῶν περὶ αὐτῆς λόγῳ λέγεται. ἀόριστος μὲν οὖν λέγεται εἰκότως, ἐπεὶ τῶν κατὰ συμβεβηκὸς αἰτίων τὴν τύχην εἶναι ὡρισάμεθα, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα. τὰ μὲν οὖν καθʼ αὑτὸ αἴτια ὥρισται — τῆς γὰρ οἰκίας ὡρισμένον τὸ αἴτιον ὁ οἰκοδόμος, καὶ τῆς νεὼς ὁ ναυπηγός —, τὰ μέντοι κατὰ συμβεβηκὸς αἴτια ἀόριστά ἐστι· δύναται γὰρ τῆς οἰκίας κατὰ συμβεβηκὸς αἴτιος εἶναι καὶ ὁ φαλακρὸς καὶ ὁ σιμὸς καὶ ὁ μουσικὸς καὶ ὁ νέος καὶ ἄλλα μυρία, καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα μὴ διὰ τοῦτο καὶ ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία, καὶ τοῦ ὀρύξαντα θησαυρὸν εὑρεῖν τὸ ἐπὶ φυτείᾳ σκάπτειν καὶ θεμελίους θεῖναι καὶ φρεωρυχεῖν καὶ ἄλλα μυρία. διʼ αὐτὸ δὲ τοῦτο καὶ ἄδηλος ἡ τύχη λέγεται ὅτι καὶ ἀόριστος, ἀόριστος δὲ διότι κατὰ συμβεβηκός· τῆς μὲν γὰρ οἰκίας ὥρισται τὸ καθʼ αὑτὸ αἴτιον ὁ οἰκοδόμος, τί δὲ τῆς οἰκίας τὸ κατὰ συμβεβηκὸς αἴτιον ἄδηλον ἀνθρώπῳ, ἄδηλον δὲ διότι καὶ ἀόριστον. καὶ παράλογος δὲ εἰκότως ἡ τύχη· ὁ γὰρ λόγος τῶν ἑστώτων ἐστί, ταῦτα δʼ ἐστὶν ἢ τὰ ἐξ ἀνάγκης ἢ τὰ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τῶν ἐπʼ ἔλαττον. διʼ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἀβέβαιος· τὸ γὰρ βέβαιον ἢ τῶν ἀεὶ ὡσαύτως ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ἐπʼ ἔλαττον οὐ βέβαιον, ἡ τύχη δὲ τῶν ἐπʼ ἔλαττον. λέγομεν δὲ ἔστιν ὅτε καὶ τὴν τύχην οὐδενὸς αἰτίαν εἶναι — οὐδὲν γὰρ γίνεσθαι ἀπὸ τύχης —, καὶ τοῦτο συμφώνως τῷ περὶ τῆς τύχης ἀποδεδομένῳ λόγῳ· κυρίως γὰρ αἴτια τὰ καθʼ αὑτὸ αἴτια, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ὁμωνύμως ἢ ψευδωνύμως αἴτιά ἐστι· κατὰ συμβεβηκὸς δὲ αἴτιον ἡ τύχη, οὐδὲ αἴτιον ἄρα κυρίως ἡ τύχη. οὐδενὸς δέ φαμεν αἰτίαν εἶναι τὴν τύχην, διότι τὰ κατὰ τύχην γινόμενα ἀναίτιά φαμεν εἶναι διὰ τὸ μὴ ἔχειν καθʼ αὑτὸ αἴτιον ὡρισμένον, εἰ δὲ τὰ κατὰ τύχην ἀναίτια, ἡ τύχη ἄρα οὐδενός ἐστιν αἰτία· εἰ γάρ ἐστι, τῶν κατὰ τύχην ἐστὶν αἰτία, εἰ δὲ μὴ τούτων ἐστὶν αἰτία, οὐδʼ ὅλως ἐστὶν αἰτία τινός.

Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι, ἀφʼ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης. ἐπειδὴ τῶν ἀπὸ τύχης συμβαινόντων οὐδὲν ἔχον ἐστὶν αἰτίαν ὡρισμένην, δῆλον ὅτι καὶ ἡ τύχη ἀόριστός ἐστι, διὰ τοῦτο δὲ καὶ ἄδηλος ἀνθρώπῳ.

Πάντα γὰρ ταῦτα ὀρθῶς λέγεται, ὅτι εὐλόγως.

Πάντα, φησίν, ὅσα περὶ τῆς τύχης λέγεται, ὀρθῶς λέγεται, διότι καὶ εὐλόγως, τουτέστιν ἁρμόζει τῷ ἀποδεδομένῳ περὶ αὐτῆς ὁρισμῷ, καὶ ἔστιν ἐκ τοῦ ἀποδεδομένου περὶ αὐτῆς ὁρισμοῦ ἑκάστου τῶν περὶ αὐτῆς λεγομένων τὴν αἰτίαν ἀποδοῦναι· οὗτος δὲ ὁρισμὸς ἄριστος, ᾧτινι ἐφαρμόζει πάντα τὰ περὶ τοῦ πράγματος κατὰ κοινὴν ἔννοιαν λεγόμενα.

Ὡς δʼ ἁπλῶς οὐδενός.

Κατά τι μέν, φησίν, αἰτία τινῶν ἐστιν ἡ τύχη, κατά τι δὲ οὐδενός· ἁπλῶς μὲν γάρ, τοῦτό ἐστι κυρίως καὶ καθʼ αὑτό, οὐδενός ἐστιν αἰτία, κατὰ συμβεβηκὸς δὲ τῶν ἐπʼ ἔλαττον γινομένων ἐστὶν αἰτία.

Ἡ δὲ τύχη ἐν τοῖς γινομένοις παρὰ ταῦτα.

Παρὰ τὰ ἀναγκαῖα καὶ τὰ ὡς ἐπὶ τὸ πολύ, ταῦτα δέ ἐστι τὰ ἐπʼ ἔλαττον. ἐπεὶ οὖν τὰ αἴτια τῶν ἐπʼ ἔλαττον γινομένων ἀόριστα, καὶ ἡ τύχη ἀόριστος.

Ὅμως δὲ ἐπʼ ἐνίων ἀπορήσειεν ἄν τις, ἆρα οὖν τὰ τυχόντα αἴτια ἂν γένοιτο τῆς τύχης.

Ὃ ζητεῖ διὰ τούτων, τοῦτό ἐστιν· ἐπειδὴ ἡ τύχη τῶν κατὰ συμβεβηκός ἐστιν αἰτίων, ἐλέγομεν δὲ εἶναι καὶ ἐν τοῖς κατὰ συμβεβηκὸς αἰτίοις τὰ προσεχέστερα καὶ πορρώτερα, ἆρα ὁμοίως ἅπαντα αἴτιά ἐστι τοῦ ἀποτελέσματος; οἷόν τι λέγω· προῆλθέ τις εἰς τὴν ἀγοράν, εἶτα πρὶν εἰς τὴν ἀγορὰν ἐμβαλεῖν ὑπαντήσας τινὶ συνέτυχε καὶ προσδιέτριψεν ἐν τῇ συντυχίᾳ χρόνον, εἶτα μετὰ τοῦτο ἐλθὼν εἰς τὴν ἀγορὰν περιέτυχε τῷ ἔχοντι τὸ ἀργύριον καὶ ἀπείληφεν. ἐπεὶ οὖν ἐστιν αἴτιον κατὰ συμβεβηκὸς τοῦ περιτυχεῖν τῷ χρεωστοῦντι καὶ αὐτὴ ἡ πρόοδος καὶ ἡ μεταξὺ συντυχία — εἰ γὰρ μὴ προσδιέτριψε, θᾶττον ἐμβαλὼν εἰς τὴν ἀγορὰν ἴσως οὐ περιέτυχεν ἂν τῷ χρεωστοῦντι — καὶ αὐτὸ τὸ ἐμβαλεῖν εἰς τὴν ἀγοράν, ἔστι δὲ προσεχὲς μὲν τὸ εἰς τὴν ἀγορὰν ἐμβαλεῖν, μέσον δὲ τὸ περιτυχεῖν τῷ φίλῳ, πορρωτέρω δὲ ἡ πρόοδος αὐτή· ἆρα ὁμοίως ὁτιοῦν τούτων αἴτιον εἶναί φαμεν τῶν ἀπὸ τύχης συμβαινόντων; φαμὲν οὖν ὅτι ὡς πρὸς μὲν τὸ κατὰ τύχην αἴτια εἶναι οὐδὲν διαφέρει τὸ προσεχὲς εἰπεῖν ἢ πόρρω — ὁμοίως γὰρ πάντα ταῦτα κατὰ τύχην αἴτια —, ὡς δὲ πρὸς τὴν ἔκβασιν διαφέρει πλεῖστον· αἰτιώτερον γὰρ τῆς ἐκβάσεως τὸ προσεχέστερον. τοῦ γὰρ ἀπολαβεῖν τὸ ἀργύριον ἔστι μὲν καὶ ἡ πρόοδος αὐτὴ αἰτία κατὰ συμβεβηκός — εἰ γὰρ μὴ προῆλθεν, οὐκ ἂν περιτυχὼν ἔλαβεν —, μᾶλλον δὲ αἰτιωτέρα ἡ πρὸς τὸν φίλον ἐν τῷ μεταξὺ συντυχία — εἰ γὰρ μὴ συνέτυχεν, θᾶττον ἀπελθὼν οὐκ ἂν εὗρε —, καὶ ἔτι τούτου αἰτιώτερον ἡ εἰς τὴν ἀγορὰν ἄφιξις. ἀπορεῖται οὖν, φησίν, ἐπὶ τούτων, εἰ δεῖ τὰ τυχόντα ὡς αἴτια ἀποδιδόναι τῆς τύχης. τύχην δὲ τὸ ἀπὸ τῆς τύχης ἀποβὰν ἀποτέλεσμα ἐκάλεσεν.

Οἷον ὑγιείας ἢ τὸ πνεῦμα ἢ ἡ εἱληθέρησις, ἀλλʼ οὐ τὸ ἀποκείρασθαι.

Ἔστι γὰρ προσεχέστερον μὲν τῆς ὑγείας ἐν τούτοις ἢ τὸ πνεῦμα ἢ ἡ εἱληθέρησις, τουτέστιν ἡ ἐκ τοῦ ἡλίου θερμασία, πορρωτέρω δὲ τὸ ἀποκείρασθαι· ἀσθενῶν γάρ τις ἀπεκείρατο οὐ τοῦ ὑγιᾶναι ἕνεκεν, ἀλλὰ τοῦ ἀποθέσθαι τὴν κόμην, εἶτα πνεύματος πνεύσαντος ἢ ὑπὸ ἡλίου θερμανθεὶς τὴν κεφαλὴν οὐ τοῦ ὑγιᾶναι ἕνεκεν, ἀλλὰ προελθὼν τυχὸν ἐπί τινα ἄλλην χρείαν, ὑπὸ τῆς θέρμης δὲ τοῦ ἡλίου ἢ τοῦ πνεύματος ἀραιωθείσης τῆς κεφαλῆς, διεφορήθη καὶ ὑγίανε μηδὲν τούτων διὰ τὴν ὑγείαν ποιήσας. ἔστιν οὖν προσεχέστερον τῇ ὑγείᾳ ἡ εἱληθέρησις, οὐ τὸ ἀποκείρασθαι· ὡς μὲν οὖν πρὸς τὴν ἔκβασιν τὸ προσεχὲς αἰτιώτερον, ὡς δὲ πρὸς τὸ ἀπὸ τύχης ἁπλῶς οὐδὲν διοίσει τὸ προσεχὲς ἢ πόρρω εἰπεῖν.

Ἔστι γὰρ ἄλλα ἄλλων ἐγγυτέρω τῶν κατὰ συμβεβηκὸς αἰτίων.

Ἡ ἐπίλυσις τῆς ἀπορίας, ὡς ἂν εἰ ἔλεγεν· ἐπειδὴ τῶν κατὰ συμβεβηκὸς αἰτίων ἄλλα ἄλλων εἰσὶν ἐγγυτέρω τοῦ αἰτιατοῦ, ὡς μὲν πρὸς τὸ κατὰ συμβεβηκὸς αἴτια εἶναι οὐδὲν διαφέρει τὸ ἐγγυτέρω τοῦ πορρωτέρω, ὡς δὲ πρὸς τὴν ἔκβασιν τοῦ πράγματος τὸ προσεχέστερον αἰτιώτερον.

Τύχη δὲ ἀγαθὴ μὲν λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλόν τι.

Ὅταν τοιοῦτον τέλος ἀπαντήσῃ μὴ προελομένῳ, οἷον ἂν προείλετο, ἀγαθὴ τύχη τὸ τοιοῦτον τέλος λέγεται, κακὴ δὲ τύχη τὸ ἐναντίον· εὐτυχὴς δὲ καὶ δυστυχής, ὅταν ἢ μέγα κακὸν ἢ μέγα ἀγαθὸν κατὰ συμβεβηκὸς ἀπαντήσῃ τέλος.

Διὸ καὶ τὸ παρὰ μικρὸν ἀγαθὸν ἢ κακὸν λαβεῖν μέγα ἢ ἀτυχεῖν ἢ εὐτυχεῖν ἐστιν, ὅτι ὡς ὑπάρχον λέγει ἡ διάνοια· τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ.

Ὅταν τις περιτυχὼν μεγάλῳ κινδύνῳ ἐγγὺς γένηται τοῦ κινδυνεῦσαι καὶ μεγάλῳ περιπεσεῖν κακῷ, οἷον ναυαγίῳ ἢ ἄλλῳ τινί, εἶτα μικροῦ λείποντος εἰ τὸν κίνδυνον ἐκφύγῃ, εὐτυχῆ τὸν τοιοῦτον καλοῦμεν, διότι παρʼ ὀλίγον τῷ κινδύνῳ προσομιλήσας ἐξέφυγεν. ὁμοίως δὲ καὶ δυστυχῆ τὸν παρὰ μικρὸν μέγα ἀγαθὸν κτησάμενον· οὕτως γὰρ δυστυχής, φαμέν, ἐστὶν ὁ δεῖνα, ὥστε εἰς αὐτὸ τὸ τυχεῖν τῶνδε ἢ τῶνδε τῶν καλῶν ἐλθών, εἶτα διʼ ὀλίγον ἀπέτυχεν. ἐπειδὴ γὰρ τὸ παρὰ μικρὸν οὐδὲν δοκεῖ τοῦ τέλους ἀπέχειν, οὐ λογιζομένη τὸ μικρὸν τοῦτο ἡ διάνοια, ὥσπερ ἐκβεβηκότων τούτων, οὕτως εὐτυχῆ ἢ δυστυχῆ τὸν πεσόντα καλεῖ· τὸν γὰρ παρὰ μικρὸν μεγάλῳ κινδύνῳ ὁμιλήσαντα, ὡς ἤδη ἐμπεπτωκότα εἰς τὸν κίνδυνον θεωροῦσα ἡ διάνοια διὰ τὸ μὴ λογίζεσθαι τὸ μικρόν, εἶτα ἐκ τοῦ κινδύνου αὐτὸν ἐκφεύγοντα, οὕτως εὐτυχῆ καλεῖ. καὶ δυστυχῆ ὁμοίως τὸν παρʼ ὀλίγον μεγάλων τυχόντα ἀγαθῶν· ὡς γὰρ ἤδη τυχόντα τῶν ἀγαθῶν θεωροῦσα καὶ μὴ λογιζομένη τὸ μικρόν, εἶτα τούτων ἀποτυχόντα δυστυχῆ καλεῖ. καὶ γὰρ εὐτυχεῖς μὲν εἰώθαμεν λέγειν οὐ τοὺς ἐκ προγόνων πλουσίους καὶ εὐδαίμονας, ἀλλὰ τοὺς ἐξ ἀφανῶν καὶ ἀτυχῶν ἐξαίφνης εἰς εὐδαιμονίαν μεταβαίνοντας, καὶ δυστυχεῖς ὁμοίως μάλιστα τοὺς ἐξ εὐδαιμονίας καταπίπτοντας.

Ἔτι ἀβέβαιος ἡ εὐτυχία εὐλόγως.

Ὅτι κατὰ λόγον τοῦ ὁρισμοῦ τῆς τύχης ἀβέβαιος λέγεται ἡ εὐτυχία· τὸ γὰρ βέβαιον ἢ ἐν τοῖς ἀναγκαίοις ἐστὶν ἢ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τῶν ἐπʼ ἔλαττον, οὐκ ἄρα βέβαιος ἡ τύχη. διὰ τοῦτο καὶ ἡ εὐτυχία ἀβέβαιος.

Ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκὸς δέ, ἡ τύχη καὶ τὸ αὐτόματον.

Δείξας καὶ ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον καὶ τί ἐστι, καὶ ἐφαρμόσας τῷ ὁρισμῷ τῷ ἀποδεδομένῳ τῆς τύχης τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχειν αὐτῇ δοκοῦντα, μέτεισιν ἐπὶ τὰ λοιπὰ τῶν προβλημάτων· ταῦτα δὲ ἦν τί τε διαφέρουσιν ἀλλήλων ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ ἐν ποίῳ τρόπῳ τῶν αἰτίων ἀνάγονται. πρὸ τούτων δὲ περὶ τοῦ κοινοῦ αὐτομάτου διαλέγεται, καὶ δείκνυσιν ὅτι ἐπὶ πλέον ἐστὶ τῆς τύχης, συλλογισμῷ χρώμενος ἐν τρίτῳ σχήματι τοιούτῳ· ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον ὑπάρχει, ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει, τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστιν. ὁ μὲν οὖν συλλογισμὸς οὗτος, κατασκευάζει δὲ ἀμφοτέρας τὰς προτάσεις ὁ Ἀριστοτέλης, τὴν μὲν καταφατικὴν ἐκ τῆς ἐπαγωγῆς· λέγομεν γὰρ ὅτι αὐτομάτως κατηνέχθη ὁ λίθος, ὅταν μὴ ἀπό τινος προνοίας κατηνέχθη, καὶ αὐτομάτως ἐσώθη ὁ ἵππος, ὅτι κατέβαλε τὸν δεσπότην καὶ ἔφυγε διψήσας ἐκ τῆς φάλαγγος, συνέβη δὲ συμβολῆς γενομένης τὸν δεσπότην τελευτῆσαι· λέγεται οὖν ὁ ἵππος ἐκ ταὐτομάτου σωθῆναι. καὶ τὰ παιδία δὲ ἐκ ταὐτομάτου παθεῖν τι κατὰ τὸν αὐτὸν τρόπον λέγοιτο ἄν, οἷον φέρε εἰ ἀποπλανηθέντα τῆς τροφοῦ μηδενὸς ἄγοντος οἴκαδε ἐπανέλθῃ, οὐ γινώσκοντα ποῦ φέρεται· λέγεται γὰρ ἐκ ταὐτομάτου ἐπανελθεῖν. οὕτως καὶ ἐπὶ τελείων, ὅταν μὴ ἐφιστάνοντος τοῦ λογισμοῦ γίνηται κίνησις, αὐτομάτως φαμὲν κινεῖσθαι τοὺς πόδας· αὐτομάτοις δὲ πόδεσσι θοῶς ἐπεβήσατʼ ἀπήνης. τὴν δʼ ἀποφατικὴν κατασκευάζει διὰ συλλογισμοῦ ἐν δευτέρῳ σχήματι, λαμβάνων μέσον ὅρον τὴν εὐτυχίαν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία οὐχ ὑπάρχει, ἐφʼ ὧν τύχη ὑπάρχει καὶ εὐτυχία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει. πόθεν δὲ ὅτι ἡ εὐτυχία οὐδενὶ τῶν παίδων ὑπάρχει καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων; δείκνυσι πάλιν τοῦτο διὰ μέσης τῆς εὐδαιμονίας ἐν δευτέρῳ σχήματι· παισὶ καὶ ἀψύχοις καὶ ἀλόγοις εὐδαιμονία οὐχ ὑπάρχει, οἷς ὑπάρχει εὐτυχία καὶ εὐδαιμονία ὑπάρχει, παισὶν ἄρα καὶ ἀψύχοις καὶ ἀλόγοις εὐτυχία οὐχ ὑπάρχει. πόθεν δὲ ὅτι παισὶ καὶ ἀψύχοις καὶ ἀλόγοις εὐδαιμονία οὐχ ὑπάρχει; δείκνυσι διὰ μέσης τῆς εὐπραξίας ἐν δευτέρῳ πάλιν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐπραξία οὐχ ὑπάρχει, οἷς εὐδαιμονία ὑπάρχει καὶ εὐπραξία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων εὐδαιμονία οὐχ ὑπάρχει. πόθεν δὲ πάλιν ὅτι ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐπραξία οὐχ ὑπάρχει; δείκνυσι τῷ αὐτῷ σχήματι διὰ μέσης τῆς πράξεως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει, ἐφʼ ὧν εὐπραξία καὶ δυσπραγία ὑπάρχει πρᾶξις ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων οὔτε εὐπραγία οὔτε δυσπραγία ὑπάρχει. δῆλον δὲ ὅτι ἀκριβείας ἕνεκεν καὶ ἐπὶ τῆς εὐτυχίας καὶ εὐδαιμονίας τὰ ἀντικείμενα δεῖ λαβεῖν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία καὶ δυστυχία οὐχ ὑπάρχει, οἷς τύχη ὑπάρχει εὐτυχία ἢ δυστυχία ὑπάρχει … ὁμοίως καὶ ἐπὶ τῆς εὐδαιμονίας· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐδαιμονία ἢ κακοδαιμονία οὐχ ὑπάρχει, οἷς εὐτυχία ἢ δυστυχία ὑπάρχει εὐδαιμονία ἢ κακοδαιμονία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία ἢ δυστυχία οὐχ ὑπάρχει. ὁμοίως καὶ ἐπὶ εὐπραξίας. καὶ ὁ μὲν Ἀριστοτέλης μέχρι τῆς πράξεως ἔστη, λαβὼν ὁμολογούμενον ὅτι ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει, κατασκευάσεις δὲ καὶ τοῦτο διὰ μέσης τῆς προαιρέσεως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων προαίρεσις οὐχ ὑπάρχει — οὐδὲν γὰρ αὐτῶν αἱρεῖται τόδε τι πρὸ τοῦδε —, ἐφʼ ὧν πρᾶξις ὑπάρχει καὶ προαίρεσις ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει. συνθήσεις οὖν τὸν ὅλον συλλογισμὸν οὕτως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων προαίρεσις οὐχ ὑπάρχει· ἐφʼ ὧν προαίρεσις οὐχ ὑπάρχει οὐδὲ πρᾶξις, ἐφʼ ὧν πρᾶξις οὐκ ἔστιν οὐδὲ εὐπραξία, ἐφʼ ὧν εὐπραξία οὐκ ἔστιν οὐδὲ εὐδαιμονία, ἐφʼ ὧν εὐδαιμονία οὐκ ἔστιν οὐδὲ εὐτυχία, ἐφʼ ὧν εὐτυχία οὐκ ἔστιν οὐδὲ τύχη, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον ὑπάρχει — ὡς ἐδείξαμεν διὰ τῆς ἐπαγωγῆς· τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστιν, ὅπερ ἐξ ἀρχῆς προέκειτο δεῖξαι. λέγεται δέ, φησί, καὶ ἐπὶ τῶν τυχαίων τὸ αὐτόματον — τοῦτο γὰρ λοιπὸν ἐκ τῆς χρήσεως λαμβάνει, ὅτι λέγονται καὶ τὰ ἀπὸ τύχης ἐκβαίνοντα ἐκ ταὐτομάτου γίνεσθαι —, ἐπὶ πλέον ἄρα τῆς τύχης τὸ αὐτόματον· εἰ γὰρ πᾶσα μὲν τύχη καὶ αὐτόματον — ὡς ἡ τῶν ἀνθρώπων χρῆσις δηλοῖ —, οὐ πᾶν δὲ αὐτόματον καὶ τύχη — ὡς ὁ συλλογισμὸς ἔδειξεν —, ἐπὶ πλέον ἄρα τῆς τύχης τὸ αὐτόματον. εἰ δέ τις ἀπόδειξιν ζητοίη τοῦ ὅτι καὶ τὰ τυχαῖα λέγονται ἐκ ταὐτομάτου, ἴστω μὴ περὶ πράγματος σημασίας, ἀλλὰ περὶ χρήσεως ἀνθρώπων ζητῶν ἀπόδειξιν, χρήσεως δὲ ἀπόδειξις οὐδεμία ἄλλη ἢ ἡ τῶν ἀνθρώπων συνήθεια. πλὴν φαίνεται ἡ χρῆσις οὐ μόνον ἐπὶ τῶν κατὰ τύχην φέρουσα τὸ αὐτόματον — φαμὲν γὰρ ὅτι ἐκ ταὐτομάτου συνέτυχον τῷ φίλῳ —, ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ ταὐτομάτου τὸ κατὰ τύχην· λέγομεν γὰρ κατὰ τύχην σωθῆναι τὸν ἵππον ἐκ τῆς φάλαγγος ἕνεκα τοῦ πιεῖν φυγόντα, καὶ ὅτι ἔτυχε πεσόντα τὸν λίθον ἐπιτήδειον εἰς καθέδραν γενέσθαι· οὐδὲν δὲ πρᾶγμα περὶ χρήσεως ὀνομάτων ἐπὶ πολὺ διατείνεσθαι, τῆς σημασίας τῶν πραγμάτων μηδὲν βλαπτομένης. μετὰ ταῦτα διακρίνει τὸ ἰδικὸν αὐτόματον τοῦ ἀπὸ τύχης, λέγων ἐκεῖνα ἅπερ πολλάκις εἰρήκαμεν, ὅτι ἡ μὲν τύχη τοῖς κατὰ προαίρεσιν γινομένοις ἀκολουθεῖ, τὸ δὲ ἰδίως λεγόμενον αὐτόματον τοῖς κατὰ φύσιν. εἶτα διακρίνας αὐτὰ ἀπʼ ἀλλήλων ζητεῖ τὸ ἔτι λειπόμενον πρόβλημα, ἐν ποίοις τῶν αἰτίων αὐτὰ κατατακτέον, καὶ δείκνυσιν ὅτι ἐν τοῖς ποιητικοῖς· εἰ γὰρ ἢ τῶν ἀπὸ φύσεως ἢ τῶν ἀπὸ διανοίας κατὰ συμβεβηκὸς γινομένων αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, διάνοια δὲ καὶ φύσις ποιητικὰ αἴτια, καὶ ἡ τύχη ἄρα καὶ τὸ αὐτόματον τῶν ποιητικῶν ἂν εἶεν αἰτίων.

Ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός, καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. κοινόν, φησί, τοῦτο τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ ὑπάρχει τὸ εἶναι αἴτια κατὰ συμβεβηκὸς τῶν ἐπʼ ἔλαττον γινομένων οὐ πάντων, ἀλλʼ ὅσα ἂν γένοιτο ἕνεκά του· ἔστι γάρ τινα τῶν ἐπʼ ἔλαττον καὶ μάτην γινόμενα, ὡς εἴ τις κινοίη τὴν τρίχα τοῦ γενείου μὴ συνεχῶς· τοῦτο γὰρ οὔτε ἕνεκά τού ἐστι — μάτην γάρ —, οὔτε τοῖς ἕνεκά του γινομένοις παρακολουθεῖ. καὶ τούτων ὅσα ἂν γένοιτο ἕνεκά του ἀντὶ τοῦ ὅσα ἂν παρακολουθήσειε τοῖς ἕνεκά του γινομένοις· οὐ γὰρ τὰ ἐκ ταὐτομάτου γινόμενα ἕνεκά του γίνεται. οὐδὲ γὰρ ἡ κομιδὴ τοῦ ἀργυρίου ἕνεκά τού ἐστιν, ἀλλʼ, εἰ ἄρα, οὗ ἕνεκά ἐστι, καὶ τοῦτο κατὰ συμβεβηκός· τῇ γὰρ προόδῳ ἕνεκα λουτροῦ γενομένῃ ἐπηκολούθησε τοῦτο, ὥστε ἡ κομιδὴ κατὰ συμβεβηκὸς τέλος καὶ οὗ ἕνεκα τῆς προόδου, καὶ ἡ πρόοδος κατὰ συμβεβηκὸς ἕνεκα τῆς κομιδῆς, ἥτις καὶ καλεῖται αὐτόματον καὶ κατὰ συμβεβηκὸς αἴτιον τῆς κομιδῆς.

Διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν.

Εἰπὼν κατὰ τί κοινωνοῦσι, λέγει καὶ τί διαφέρουσι· διαφορὰν δὲ αὐτῶν λέγει οὐ τῆς τύχης καὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου τοῦ ἀντιδιαστελλομένου τῇ τύχῃ — τοῦτο γὰρ ἐφεξῆς ποιεῖ —, ἀλλὰ τοῦ κοινοῦ αὐτομάτου, ὥσπερ ἂν εἰ καὶ ζῴου καὶ ἀνθρώπου τὴν διαφοράν τις ἔλεγεν, ὅτι διαφέρει τὸ ζῷον τοῦ ἀνθρώπου τῷ ἐπὶ πλειόνων κατηγορεῖσθαι τὸ ζῷον. τοῦτο οὖν φησὶ καὶ νῦν, ὅτι ταύτῃ διαφέρει τῆς τύχης τὸ αὐτόματον, ὅτι ἐφʼ ὧν μὲν ἡ τύχη κατηγορεῖται ἐπὶ τούτων καὶ τὸ αὐτόματον, ἐφʼ ὧν δὲ τὸ αὐτόματον οὐ πάντως τὸ ἀπὸ τύχης· ὥστε δῆλον ὅτι ἐπὶ πλέον τὸ αὐτόματον τῆς τύχης. ὅτι μὲν οὖν ἐφʼ ὧν ἡ τύχη ἐπὶ τούτων καὶ τὸ αὐτόματον, λαμβάνει ὡμολογημένον ἐκ τῆς χρήσεως — χρήσεως γὰρ ἤρτηται ἡ τούτου ἀπόδειξις, οὐ λόγου —, ὅτι δὲ ἐφʼ ὧν τὸ αὐτόματον οὐ πάντως καὶ ἡ τύχη, κατασκευάζει διὰ συλλογισμοῦ, ὃν ἤδη προεξεθέμεθα. ἔστι δὲ οὗτος· ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον θεωρεῖται, ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐ θεωρεῖται, τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστι. τούτων οὖν τῶν δύο προτάσεων τὴν μὲν κατηγορικὴν ἐσχάτην τίθησι καὶ πιστοῦται ἐκ τῆς ἐπαγωγῆς, ὡς ὑπομνήσομεν ἐν τῷ τόπῳ, τὴν δʼ ἀποφατικὴν πρότερον κατασκευάζει, εἶτα ἐκτίθεται· κατασκευάσας γὰρ πρότερον ἐπὶ ποίων ἂν ἡ τύχη κατηγοροῖτο τῶν ὁποίαν φύσιν ἐχόντων, τότε λοιπὸν ἐφαρμόζει τὰ εἰρημένα ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων, ὅτι μὴ ὑπάρχει αὐτοῖς τύχη, διότι μηδὲ ταῦτα περὶ ἃ ἡ τύχη θεωρεῖται.

Ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἔστιν ἐν οἷς καὶ τὸ εὐτυχῆσαι ἂν ὑπάρξειε καὶ ὅλως πρᾶξις· διὸ ἀνάγκη περὶ τὰ πρακτέα εἶναι τὴν τύχην.

Εἰ ἡ τύχη διῄρηται εἰς εὐτυχίαν καὶ δυστυχίαν, ἐν οἷς ἄρα μήτε εὐτυχίαν δυνατὸν ὑπάρξαι μήτε δυστυχίαν, ἐν τούτοις δῆλον ὅτι οὐδὲ τύχην. θάτερον δὲ τῶν ἐναντίων αὐτὸς εἶπε μόνον, τὴν εὐτυχίαν, ὡς προδήλου ὄντος ὅτι ἐφʼ ὧν πέφυκε θάτερον τῶν ἐναντίων εἶναι, ἐπὶ τούτων καὶ τὸ λοιπόν· ὥστε ἐφʼ ὧν εὐτυχίαν ἀδύνατον ὑπάρξαι, ἐπὶ τούτων καὶ δυστυχίαν ἀδύνατον. ὅτι μὲν οὖν ἐφʼ ὧν εὐτυχία ἐπὶ τούτων καὶ τύχη, πρόδηλον, μαθεῖν δὲ λείπεται ἐπὶ τίνων ἡ εὐτυχία. φησὶν οὖν ὅτι ἐπὶ τούτων εὐτυχία λέγεται ἐφʼ ὧν καὶ ἡ πρᾶξις· εὐπραγία γάρ τίς ἐστιν ἡ εὐτυχία. ὅτι δὲ ἐφʼ ὧν εὐτυχία ἐπὶ τούτων καὶ πρᾶξις, δείκνυσι διὰ μέσης τῆς εὐδαιμονίας. ἐπάγει οὖν οὕτως· σημεῖον δὲ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἢ ἐγγύς, ἡ δὲ εὐδαιμονία πρᾶξις· εὐπραξία γάρ. σημεῖον, φησί, τοῦ τὴν τύχην περὶ τὰ πρακτέα εἶναι, ὡς δὴ πράξεώς τινος οὔσης τῆς τύχης καὶ τῆς μὲν εὐτυχίας εὐπραγίας τῆς δὲ δυστυχίας κακοπραγίας, ὅτι δοκεῖ ἡ εὐτυχία ἢ μηδὲν διαφέρειν τῆς εὐδαιμονίας ἢ ἐγγὺς αὐτῆς εἶναι· ἡ δʼ εὐδαιμονία, φησί, πρᾶξίς τίς ἐστιν. εἶτα πόθεν ὅτι πρᾶξις; κατασκευάζει διὰ τῆς εὐπραξίας· ἡ γὰρ εὐδαιμονία, φησίν, εὐπραξία τίς ἐστιν, ἡ δὲ εὐπραξία πρᾶξίς τις, ἡ εὐδαιμονία ἄρα πρᾶξίς τις· εἰ τοίνυν ἡ μὲν εὐτυχία ταὐτὸν τῇ εὐδαιμονία, ἡ δὲ εὐδαιμονία πρᾶξίς τις, καὶ ἡ εὐτυχία ἄρα πρᾶξίς τις· ἐστὶ δὲ ἡ εὐτυχία τύχη τις, ἡ τύχη ἄρα πρᾶξίς τις. καὶ ἔστιν ἐν τῷ τρίτῳ σχήματι ὁ συλλογισμός· πᾶσα εὐτυχία τύχη, πᾶσα εὐτυχία πρᾶξίς τις, ἡ τύχη ἄρα πρᾶξίς τίς ἐστιν· εἰ τοίνυν ἡ τύχη πρᾶξίς ἐστιν, ἐφʼ ὧν ἄρα μὴ ἔστι πρᾶξις, ἐπὶ τούτων οὐδὲ τύχη ἂν εἴη. καὶ αὐτὸς μέν, ὡς ἔμπροσθεν εἶπον, μέχρι τῆς πράξεως προάγει τὸν λόγον, εἰ δὲ ζητεῖς ἐπὶ τίνων ἡ πρᾶξις, φημὶ ἐφʼ ὧν καὶ προαίρεσις. εἰ τοίνυν πᾶσα τύχη πρᾶξίς ἐστιν, ἡ δὲ πρᾶξις ἐπὶ τούτων ἐστὶν ἐφʼ ὧν προαίρεσις, ἡ τύχη ἄρα ἐπὶ τούτων ἐστὶν ἐφʼ ὧν καὶ ἡ προαίρεσις· εἰ δὲ ἡ τύχη ἐπὶ τούτων ἐστὶν ἐφʼ ὧν καὶ ἡ προαίρεσις, ἐφʼ ὧν ἄρα μὴ ἔστι προαίρεσις ἐπὶ τούτων οὐδὲ τύχη ἐστίν. οὕτως οὖν δείξας ἐν τίσιν ἐστὶν ἡ τύχη, ὅτι ἐν οἷς καὶ ἡ πρᾶξις καὶ ὅτι ἐν οἷς πρᾶξις οὐκ ἔστιν ἐν τούτοις οὐδὲ τύχη, ἐκτίθεται λοιπὸν τὴν ἀποφατικὴν πρότασιν καί φησι· διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀπὸ τύχης, θηρίον ἀντὶ τοῦ ἀλόγου λαβών, διότι τὸ ἥμερον μάλιστα καὶ κοινωνικὸν τοῦ λόγου ἐστὶν ἴδιον· ὥστε τὸ ἐναντίον, τὸ ἄγριόν φημι, τῆς ἀλογίας, ὅπερ διὰ τοῦ θηρίου ἐχαρακτήρισεν. εἰ τοίνυν μήτε ἄψυχον μήτε ἄλογον μήτε θηρίον ποιεῖ τι ἀπὸ τύχης, ἐπὶ τούτων δὲ αὐτῶν κατηγορεῖται τὸ αὐτόματον, ὡς ἐφεξῆς δείξει, ἔοικεν ἄρα τὶ αὐτόματον μὴ εἶναι ἀπὸ τύχης.

Σημεῖον δὲ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονία ἢ ἐγγύς. σημεῖον ὅτι ἡ τύχη περὶ τὰ πρακτά, ὅτι ἡ εὐδαιμονία, ἥτις ὁμολογουμένως εὐπραγία τίς ἐστιν, ἢ ταὐτόν ἐστι τῇ εὐτυχίᾳ ἢ ἐγγύς· πρᾶξις δὲ ἡ εὐδαιμονία, καὶ ἡ εὐτυχία ἄρα πρᾶξις· ἡ δὲ εὐτυχία τύχη τις, καὶ ἡ τύχη ἄρα πρᾶξις. ἢ ταὐτὸν δέ φησιν ἢ ἐγγύς, ὅτι δοκεῖ ἡ εὐτυχία περὶ τὰ ἐκτὸς εἶναι· εἰ τοίνυν ἡ εὐτυχία περὶ τὰ ἐκτός, δοκεῖ δὲ τοῖς πολλοῖς καὶ ἡ εὐδαιμονία περὶ τὰ ἐκτὸς εἶναι, ταὐτὸν ἄρα οὕτω τῇ εὐτυχίᾳ ἡ εὐδαιμονία· ἐπεὶ δὲ τῷ ὄντι ἡ εὐδαιμονία περὶ τὴν εὐπραγίαν ἐστὶ τῆς ψυχῆς, εἴ τις μὴ περὶ τὴν εὐπραγίαν μόνον τῆς ψυχῆς ὁρίζοιτο εἶναι τὴν εὐδαιμονίαν, ἀλλὰ καὶ περὶ τὴν εὐπραγίαν τῶν ἐκτός, ἐγγὺς δηλονότι ἡ εὐτυχία τῆς εὐδαιμονίας καὶ οὐ ταὐτόν. τῷ δὲ ὄντι ἡ κυρίως εὐτυχία ἂν εἴη οὐχ ἡ περὶ τὴν τῶν ἔξωθεν ἔχουσα εὐπραγίαν ἁπλῶς, ἀλλʼ ἡ περὶ τὴν τῆς ψυχῆς, ἥτις καὶ εἰς ταὐτὸν ἔρχεται τῇ εὐδαιμονίᾳ.

Οὐδὲ εὐτυχία οὐδʼ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ καθʼ ὁμοιότητα, ὥσπερ φησὶ Πρώταρχος.

Οὐ λέγεται, φησίν, ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία, εἰ μὴ καθʼ ὁμοιότητά τινα καὶ ἀναλογίαν. τὸ δὲ ὥσπερ φησὶ Πρώταρχος οὐ πρὸς τὸ εἰ μὴ καθʼ ὁμοιότητα· οὐδὲ γὰρ καθʼ ὁμοιότητα ἔλεγε Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους, ἀλλʼ ἁπλῶς εὐτυχεῖς. οὕτως οὖν ἀναγνωστέον «οὐδέ, ὥσπερ φησὶ Πρώταρχος, εὐτυχία ἢ δυστυχία ὑπάρχει τούτοις», εἶτα τὸ εἰ μὴ καθʼ ὁμοιότητα αὐτοῦ ἐστιν ἐπίκρισις, πῶς δυνατὸν καὶ ἐπὶ ἀψύχων εὐτυχίαν εἰπεῖν καὶ δυστυχίαν. Πρώταρχον δὲ ἤτοι τὸν ἐν Φιλήβῳ φησὶν ἢ ἕτερόν τινα.

Τὸ δὲ πάσχειν ὑπάρχει ἀπὸ τύχης πως καὶ τούτοις, ὅταν ὁ πράττων τι περὶ αὐτὰ πράξῃ ἀπὸ τύχης· ἄλλως δὲ οὐκ ἔστιν.

Δύναται, φησί, καὶ ἐπὶ ἀψύχων κατὰ ἀναλογίαν λέγεσθαι ἡ τύχη, οὐχ ὥσπερ ὁ Πρώταρχος ἔλεγεν, ὡς ὅταν ὁ πράττων τι περὶ τὰ ἄψυχα πράξῃ ἀπὸ τύχης, τότε κἀκεῖνα πεπονθέναι ἂν λέγοιντο ἀπὸ τύχης. οἷον ὡς ὅταν τις ῥίψας λίθον τοῦ πατάξαι τινὰ ἕνεκα ἐκεῖνον μὲν μὴ πατάξῃ, τὸν δὲ λίθον ποιήσῃ τρίγωνον μὴ τοῦτο βουληθεὶς ποιῆσαι· λέγεται γὰρ οὗτος ἀπὸ τύχης τοῦτο πεποιηκέναι, καὶ διὰ τὸν ἐνεργήσαντα καὶ ὁ λίθος ἀπὸ τύχης τρίγωνος γενέσθαι. μόνως οὖν οὕτως, φησί, δυνατὸν ἐπὶ τῶν ἀψύχων τὸ ἀπὸ τύχης λέγεσθαι. τί οὖν; οὐκ οἶδεν ἡ συνήθεια τὴν εὐτυχίαν ἐπὶ παιδίων; ὅταν γοῦν ἀρτιγενεῖ βρέφει τις τελευτῶν τῶν μὴ προσηκόντων κατὰ γένος τὴν οὐσίαν καταλίπῃ, λέγομεν τὸ παιδίον τοῦτο εὐτυχές, καὶ οὐ δήπου ἐκ ταὐτομάτου φήσαιμεν ἂν τὸ κληρονομῆσαι γεγονέναι τῷ παιδίῳ· οὐδὲ γὰρ ὁρμῇ τινι φυσικῇ τοῦτο παρηκολούθησεν οὔτε τοῦ παιδίου οὔτε τοῦ τὰ χρήματα καταλελοιπότος.

Τὸ δʼ αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύχων.

Ἐνταῦθα τὴν καταφατικὴν τέθεικε πρότασιν, ὅτι τὸ αὐτόματον καὶ ἀψύχοις καὶ παισὶ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπάρχει. καὶ παραδείγματι πείθει ὅτι φαμὲν τὸν ἵππον ἐκ ταὐτομάτου σωθῆναι τὸν φυγόντα ἐκ τῆς παρατάξεως, ἢ διψῶντα ἢ ἑτέρως ὑπό τινος φυσικῆς ὁρμῆς κινηθέντα. οἷον ὁ ἵππος αὐτομάτως, φαμέν, ἦλθεν, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθεν. δεῖ ὑπερβατῶς ἀναγνῶναι τὴν λέξιν «ὁ ἵππος ἐλθὼν αὐτόματος ἐσώθη, ὅτι ἦλθεν μὲν οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθεν»· ἦλθε μὲν γὰρ διʼ ἄλλο τι ἢ τοῦ πιεῖν ἕνεκα ἢ ἄλλου τινός, συνέβη δὲ ἐλθόντα σωθῆναι. καὶ ὁ τρίπους αὐτομάτως κατέπεσεν· ἔστη μὲν γὰρ τοῦ καθῆσθαι ἕνεκεν, ἀλλʼ οὐ τοῦ καθῆσθαι ἕνεκεν κατέπεσεν. εἰ κρεμάμενος ὁ τρίπους πέσοι, καὶ πεσὼν σχοίη τοιαύτην θέσιν ὥστε εἶναι πρὸς καθέδραν τὴν θέσιν ἐπιτηδείαν, ἐκ ταὐτομάτου λέγεται τὴν τοιαύτην θέσιν ἔχειν, ἐπειδὴ ἔπεσε μὲν καὶ ἠνέχθη τῇ φυσικῇ ὁρμῇ, ἔπεσε δὲ οὐκ ἐπὶ τούτῳ ὥστε καθέδρα γενέσθαι. εἰ γὰρ λίθος πέσοι κυβικὸν ἔχων τὸ σχῆμα, οὐκ αὐτομάτως λέγοιτο ἂν κεῖσθαι πρὸς τὸ καθέζεσθαι· ἐπιτήδειος γὰρ ἦν ἐν τῇ φύσει αὐτοῦ τὸ πάντως, εἰ πίπτοι, τοῦτον καταπεσεῖν τὸν τρόπον. διὰ τοῦτο οὐδὲ τὸ πῦρ αὐτομάτως λέγεται ἐπὶ τὸ ἄνω φέρεσθαι· φύσις γὰρ αὕτη τοῦ πυρός.

Ὥστε φανερὸν ὅτι ἐν τοῖς ἁπλῶς ἕνεκά του γινομένοις, ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται ὧν ἔξω τὸ αἴτιον, τότε ἀπὸ ταὐτομάτου λέγομεν.

Ὅρος τοῦ κοινοῦ αὐτομάτου ἐν τοῖς ἕνεκά του τοῖς τε κατὰ φύσιν καὶ τοῖς κατὰ προαίρεσιν. ἁπλῶς δὲ ἀντὶ τοῦ καθόλου. ἔστιν οὖν τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του γινομένοις τοῖς τε κατὰ φύσιν καὶ τοῖς κατὰ προαίρεσιν. ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται, οἷον τῆς κομιδῆς τοῦ ἀργυρίου· οὐδὲ γὰρ διὰ τοῦτο προῆλθεν, ἵνα κομίσηται τὸ ἀργύριον, οὐδʼ ὁ λίθος διὰ τοῦτο κατέπεσεν, ἵνα πρὸς καθέδραν γένηται ἐπιτήδειος. ὧν ἔξω τὸ αἴτιον ἀντὶ τοῦ ὧν ἕνεκά του γινομένων τὸ αἴτιον τοῦ συμβεβηκότος ἔξω αὐτοῦ ἐστι. τὸ δὲ ἔξω ἀντὶ τοῦ μὴ πρὸς τὸ τέλος νενευκός, ἀλλʼ ἔξω τοῦ ἀποβάντος τὸ αἴτιον αὐτοῦ, καὶ ἄλλου ἕνεκα ὄν· οἷον τοῦ συντυχεῖν τῷ φίλῳ αἴτιον κατὰ συμβεβηκὸς ἡ εἰς ἀγορὰν πρόοδος, ἀλλὰ τὸ αἴτιον τοῦτο καὶ ἔξω ἐστὶ τοῦ ἀποβάντος, ἀντὶ τοῦ οὐ πρὸς τὸ ἀποβὰν νένευκε καὶ ἄλλου ἕνεκεν ἐστί, οἷον τοῦ λούσασθαι. ἔστιν οὖν ἡ ὅλη διάνοια συνελόντι εἰπεῖν αὕτη· αὐτόματον ἁπλῶς ἐστι τὸ παρακολουθοῦν τοῖς ἕνεκά του γινομένοις, ὅταν γένωνται μὴ αὐτοῦ τούτου τοῦ συμβάντος ἕνεκα, ὧν ἔξω ἐστὶ τὸ τοῦ συμβάντος αἴτιον, διὰ τὸ μὴ ἐν τούτοις εἶναι καθʼ αὑτὸ τὴν τοῦ συμβάντος αἰτίαν. ἐν τούτοις γὰρ οὐκ ἔστιν ἔξω τὸ αἴτιον τοῦ συμβαίνοντος, ἐν οἷς καθʼ αὑτό ἐστιν ἡ αἰτία τοῦ ἀποτελουμένου, οἷον τὸ αἴτιον τῆς οἰκίας οὐκ ἔξω ἐστὶ τῆς οἰκοδομίας, ἀλλʼ ἐν αὐτῇ· πρὸς γὰρ τὴν οἰκίαν ἡ οἰκοδομία νένευκεν.

Ἀπὸ τύχης δὲ τούτων ὅσα ἀπὸ ταὐτομάτου γίνεται τῶν προαιρετῶν τοῖς ἔχουσι προαίρεσιν.

Ὁρισάμενος τὸ κοινὸν αὐτόματον ὁρίζεται καὶ τὸ ἀπὸ τύχης, ὅτι ταῦτα λέγω ἀπὸ τύχης, ὅσα ἀπὸ ταὐτομάτου τῶν προαιρετῶν γίνεται τούτοις οἵτινες ἔχουσι προαίρεσιν· οἷον τὸ ἀπαιτῆσαι τὸ ἀργύριον τῶν προαιρετῶν ὑπάρχον, ὅταν ἐκ ταὐτομάτου παρακολουθήσῃ τοῖς ἔχουσι προαίρεσιν, ἀπὸ τύχης λέγεται εἶναι. προαιρετῶν δὲ ἀντὶ τοῦ τῶν κατὰ προαίρεσιν γινομένων, ἤτοι τῶν παρακολουθούντων τοῖς κατὰ προαίρεσιν γινομένοις. τῶν προαιρετῶν μὲν οὖν εἶπεν, ὅτι γένοιτʼ ἂν ἐκ ταὐτομάτου τινὰ τοῖς ἔχουσι προαίρεσιν οὐ τῶν προαιρετῶν, οἷον εἰ ἐσθίοντος ἐμπέσοι τι τῶν ἐσθιομένων εἰς τὴν ἀρτηρίαν, ἢ βαδίζων πληγῇ τὸν πόδα — τῇ γὰρ φυσικῇ ὁρμῇ ἔξωθέν τι ἐκ ταὐτομάτου ἐπηκολούθησεν —, ἢ πεσόντος ἄνωθεν ῥαγείη τὸ ἀπόστημα καὶ θεραπευθείη· ταῦτα γὰρ τοῖς ἔχουσι μὲν προαίρεσιν συμβαίνει, οὐ προαιρετικαῖς δὲ αὐτῶν ἐνεργείαις ἐπακολουθήσαντα. τοῖς δὲ ἔχουσι προαίρεσιν προσέθηκε, διότι λέγονται καὶ τὰ ἄψυχα πάσχειν τι ἀπὸ τύχης, «ὅταν ὁ πράττων τι περὶ αὐτὰ ἀπὸ τύχης τι πράξῃ», ἀλλʼ οὐκ ἔχοντα προαίρεσιν πάσχει. διὸ οὐ κυρίως ἀπὸ τύχης τὰ τοιαῦτα λέγεται, ἀλλὰ τὰ οὕτω συμβαίνοντα αὐτοῖς τοῖς ἔχουσι προαίρεσιν, ταῦτα κυρίως ἀπὸ τύχης.

Σημεῖον δὲ τὸ μάτην, ὅτι λέγεται ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα.

Σημεῖον, φησίν, ὅτι τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρήκαμεν, τὸ παρακολουθοῦν τοῖς ἕνεκά του ὅταν μὴ αὐτοῦ ἐκείνου ἕνεκα γένωνται, καὶ αὐτὴ ἡ τοῦ ὀνόματος ἐτυμολογία· παρῆκται γὰρ ἀπὸ τοῦ «μάτην» — σύγκειται γὰρ παρὰ τὸ «αὐτό» καὶ τὸ «μάτην» —, μάτην δὲ ἐκεῖνα λέγονται εἶναι, οἷς οὐκ ἀπαντᾷ τὸ τέλος οὗ ἕνεκα γίνεται. ὅταν γὰρ βαδίσῃ μέν τις ὑπὲρ τοῦ τὴν γαστέρα λαπάξαι καὶ διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβῇ, μάτην φαμὲν αὐτὸν βεβαδικέναι. εἰ τοίνυν τοῦτό ἐστι μάτην, τὸ πεφυκὸς μὲν ἄλλου ἕνεκα γίνεσθαι, ἀποτυγχάνον δὲ τοῦ τέλους, καλῶς ἄρα τὸ αὐτόματον παρὰ τὸ «αὐτὸ μάτην» εἶναι ἐσχημάτισται. λέγομεν γὰρ ἐκ ταὐτομάτου γενέσθαι τὸν λίθον ἐπιτήδειον πρὸς καθέδραν, ὡς δὴ τοῦ αὐτομάτου αἰτίου αὐτῷ τούτου γενομένου· ἐπεὶ οὖν ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ λίθου κατὰ συμβεβηκὸς αἰτία τοῦ τοιούτου σχήματος γέγονε, λέγεται αὐτὴ αὐτόματον, ὡς αὐτὴ μάτην γεγονυῖα ὡς πρὸς τὸ ἐκβὰν κατὰ συμβεβηκὸς τέλος. ἐπεὶ γὰρ ἄλλο μὲν ἦν τῆς ἐπὶ τὸ κάτω φορᾶς τὸ φυσικὸν τέλος, τὸ γενέσθαι ἐν τῇ οἰκείᾳ ὁλότητι, ἐπηκολούθηκε δὲ τῇ τοιαύτῃ ὁρμῇ ἕτερόν τι τέλος κατὰ συμβεβηκός, εἰ θεωρήσῃς τὴν φορὰν ὡς πρὸς τοῦτο τὸ τέλος καὶ λάβῃς ὅτι ἔσται αὐτῆς τοῦτο τὸ τέλος, εἶτα μάθῃς ὅτι οὐ τοῦ τέλους τούτου ἕνεκεν ἐφέρετο, γνώσῃ ὅτι μάτην ἐκινεῖτο μὴ πρὸς τὸν σκοπὸν τοῦτον γινομένη, ὃς συνέβη αὐτῆς τέλος εἶναι. εἴτε οὖν ἐκβῇ εἴτε μὴ ἐκβῇ τὸ φυσικὸν ἢ προαιρετὸν τέλος, ἐπειδὴ συνέβη καὶ ἄλλο τέλος ἔχειν τὴν τοιαύτην κίνησιν, οὐ γίνεται δὲ διὰ τοῦτο, μάτην ἂν εἴη ὡς πρὸς τοῦτο γινομένη· οἷον εἰ τοῦ λαλεῖν τέλος εἴη τὸ σημαίνειν ἀλλήλοις τὰ ἡμέτερα βουλεύματα, λαλεῖ δέ τις ἄσημα καὶ μὴ πρὸς τοῦτο τὸ τέλος ὁρῶν, μάτην ὁ τοιοῦτος λαλεῖ. οὕτως οὖν ἐπειδὴ ἡ κίνησις ᾗ ἕπεται τὸ ἐκ ταὐτομάτου, ὅπερ ἐστὶν αὐτῆς κατὰ συμβεβηκὸς τέλος, οὐ τούτου ἕνεκα τοῦ τέλους γίνεται, μάτην ἂν εἴη γινομένη, ὡς μὴ προθεμένη τοῦτο αὐτό, κἂν πρὸς ἄλλο μὴ ᾖ μάτην. διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην ᾗ καὶ τὸ τελικὸν τοῦ ποιητικοῦ, καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης· ὅλως γὰρ ὅταν τοιοῦτόν τι ἀποβῇ τέλος, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικὰ αἴτια, γίνεται δὲ μὴ τῶν ποιητικῶν· αἰτίων προϋπαρξάντων, ἀλλʼ ἑτέρων τινῶν οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει τέλος, τότε τὰ μὲν προϋπάρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ αὐτῶν ὃ προέκειτο τέλος, τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου, ὅτι μὴ προϋπαρξάσης ἐγένετο τῆς οἰκείας ἀρχῆς. οἷον λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ φέρε εἰπεῖν τὸ βληθῆναι ὑπό τινος ὥστε πατάξαι· καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλʼ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον· ἀλλήλων δʼ ἐγένοντο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος.

Ζητήσεις δὲ πότερον καὶ τὰ τέρατα ἐκ ταὐτομάτου δεῖ καλεῖν ἢ οὔ. δόξει γὰρ καὶ αὐτὰ ἐκ ταὐτομάτου· ἡ γὰρ φυσικὴ ὁρμὴ τοῦ οἰκείου τέλους ἀποτυχοῦσα κατὰ συμβεβηκὸς τούτων αἰτία γέγονε. μήποτε δὲ οὐ δεῖ ταῦτα καλεῖν ἐκ ταὐτομάτου. ἔχει γὰρ οἰκείαν αἰτίαν προηγησαμένην ἐν ἑαυτοῖς· ἢ γὰρ ψῦξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσειέ τις ὅτι καὶ ὁ πεσὼν λίθος ἔνδον εἶχε τὴν βαρύτητα, ἀλλὰ τοῦ πεσεῖν μὲν αὕτη ποιητική, τοῦ πλῆξαι δὲ οὔ, εἰ μὴ κατὰ συμβεβηκός. ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ λίθου τοῦ εἰς τὴν καθέδραν ἐπιτηδείου γενομένου ἔστι πάντως ἢ ἐξοχή τις ἢ λίθος ἕτερος, ἐφʼ ἃ προσραγεὶς ἐθραύσθη τὰ περιττά, καὶ οὕτως ἐπιτηδειότητα εἰς καθέδραν ἔσχεν· ἀλλʼ ὅμως ἐκ ταὐτομάτου φαμὲν ταῦτα, διὰ τὸ μὴ εἶναι ποιητικόν τι αἴτιον ὡρισμένον τῆς τοιαύτης ἰδέας τοῦ λίθου. οὕτως οὖν καὶ ἐπὶ τῶν τεράτων φημὶ ὅτι τὸ ψυχρὸν ἢ ὁ πλεονασμὸς τῆς ὕλης ἢ ἡ ἔνδεια ὑλικά εἰσιν αἴτια, ποιητικὸν δὲ ὡρισμένον αἴτιον τῶν τεράτων οὐκ ἂν εὕροις· ὥστε καὶ ταῦτα ἐκ ταὐτομάτου.

Ἐπεὶ εἴ τις λούσασθαι μάτην φαίη, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ τοῦτο ἐκείνου ἕνεκα.

Ὅτι τοῦτό ἐστι μάτην τὸ μὴ τυχὸν τοῦ οἰκείου τέλους, διὰ τούτων δείκνυσι. κἂν γάρ, φησί, μὴ τύχῃ τελῶν ἄλλων μὴ ὄντων αὐτῷ οἰκείων, οὐ λέγεται μάτην· οὐδὲ γὰρ εἰ μὴ λουσαμένων ἐξέλιπεν ὁ ἥλιος, μάτην ἐλουσάμεθα, ἐπεὶ μηδὲ τέλος τοῦ λουτροῦ ἡ τοῦ ἡλίου ἔκλειψις, ἀλλʼ ἡ ὑγίεια ἤ τι τοιοῦτον· οὐ μάτην οὖν τὸ λουτρὸν μὴ ἐκλείποντος τοῦ ἡλίου, ἀλλὰ μὴ τυχὸν τοῦ οἰκείου τέλους. ἔνθεν οὖν τὸ αὐτόματον ἔχει τὴν ἐτυμολογίαν, ἐκ τοῦ αὐτὸ μάτην γεγονέναι καὶ μὴ τοῦ οἰκείου τυχεῖν τέλους. οὕτως οὖν τὸν πεσόντα λίθον μὴ τοῦ πατάξαι ἕνεκα αὐτομάτως φαμὲν καταπεσεῖν καὶ πλῆξαι, ἐπεὶ μὴ πρὸς τὸ ἐκβὰν αὐτῷ τέλος τὸν σκοπὸν ἐξ ἀρχῆς εἶχε· μάτην οὖν ὡς πρὸς τὸ τέλος κατέπεσεν, ἐπεὶ μὴ πρὸς αὐτὸ νένευκε.

Μάλιστα δʼ ἐστὶ χωριζόμενον τοῦ ἀπὸ τύχης ἐν τοῖς φύσει γινομένοις.

Ἡ διάκρισις τοῦ τυχαίου ἀπὸ τοῦ ἰδίως λεγομένου αὐτομάτου, ὅτι τὸ ἰδίως λεγόμενον αὐτόματον ἐν τοῖς φύσει γινομένοις συμβαίνει, τοῦ ἀπὸ τύχης ἐν τοῖς προαιρετοῖς συμβαίνοντος. ὅταν γὰρ γένηται παρὰ φύσιν, τότε οὐκ ἀπὸ τύχης ἀλλὰ μᾶλλον ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν. παρὰ φύσιν ἀντὶ τοῦ παρὰ τὴν φύσιν, τουτέστι παρὰ τὸν σκοπὸν τῆς φύσεως. ὅταν οὖν παρὰ τὸν σκοπὸν τῆς φύσεως ἐκβῇ τι, τότε διὰ τὸ φυσικῇ ὁρμῇ ἐπακολουθῆσαι κατὰ συμβεβηκὸς οὐ κατὰ σκοπὸν φυσικὸν ἐκ ταὐτομάτου λέγεται τὸ τοιοῦτον.

Ἔστι δὲ καὶ τοῦτο ἕτερον· τοῦ μὲν γὰρ ἔξω τὸ αἴτιον, τοῦ δὲ ἐντός.

Ἐπειδὴ εἶπεν ὅτι χωρίζεται τὸ αὐτόματον τῆς τύχης τῷ τὸ αὐτόματον ἐν τοῖς φύσει γινομένοις εὑρίσκεσθαι, βούλεται τοῦ φύσει χωρίσαι τὸ αὐτόματον, ἵνα μὴ δόξῃ τὸ αὐτὸ εἶναι. φησὶν οὖν ὅτι διακρίνονται ἀπʼ ἀλλήλων τῷ τοῦ μὲν φυσικοῦ τέλους ἐν αὐτῷ εἶναι τὸ αἴτιον τοῦ ἀποβάντος, τοῦ δὲ αὐτομάτου ἔξωθεν τὸ αἴτιον. ἐντὸς δὲ τὸ αἴτιον τῶν φυσικῶν τῷ τε ἐν αὐτοῖς εἶναι τὸ κινητικὸν καὶ τῷ πρὸς τὸ τέλος νενευκέναι, ἐπὶ δὲ τῶν ἐκ ταὐτομάτου γινομένων οὔτε ἐν αὐτοῖς τὸ αἴτιον ἀλλʼ ἔξω, καὶ οὐ πρὸς αὐτὰ νενευκὸς ἀλλὰ πρὸς ἕτερα.

Τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκατέρου αὐτῶν.

Τὸ λοιπὸν τῶν προβλημάτων προστίθησιν, ἐν ποίοις αἰτίοις αὐτὰ κατατακτέον, καί φησιν ὅτι ἐν τοῖς ποιητικοῖς· ποιητικοῖς γὰρ αἰτίοις παρακολουθοῦσι φύσει καὶ διανοίᾳ. ἀλλʼ εἰ καὶ οἷς ἐπισυμβαίνει ὥρισται, φύσις καὶ διάνοια, ἀλλʼ οὖν γε αὐτὰ ἀόριστά ἐστι τὸ πλῆθος, ὡς πολλάκις εἴπομεν· τοῦ γὰρ αὐτοῦ μυρία ἂν εἴη κατὰ συμβεβηκὸς αἴτια.

Ἐπειδή ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις.

Ἐπειδὴ βουλόμενος δεῖξαι ἀνωτέρω ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον, εἶπεν ὅτι οὕτως εἰσὶ ταῦτα, ὅτι «καί τινες τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κόσμων πάντων αἴτιόν φασι τὸ αὐτόματον», διὰ τοῦτο νῦν ἐπιρραπίζει αὐτῶν τὴν ἀσεβῆ ταύτην δόξαν ἐκ τῶν δεδειγμένων. εἰ γὰρ τὸ αὐτόματον καὶ ἡ τύχη κατὰ συμβεβηκός ἐστιν αἴτια — ἐν γὰρ τοῖς ἐπʼ ἔλαττον, ὡς δέδεικται, ὁρῶνται —, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια τοῖς καθʼ αὑτὸ αἰτίοις παρυφίστανται — διὰ τοῦτο γὰρ καὶ κατὰ συμβεβηκὸς ἐκλήθη, ὡς ἄλλοις ἐπισυμβαίνοντα —, προηγεῖται ἄρα τῶν κατὰ συμβεβηκὸς αἰτίων τὰ καθʼ αὑτὸ αἴτια· τοῦ αὐτομάτου ἄρα καὶ τῆς τύχης τὰ καθʼ αὑτὸ προηγεῖται αἴτια. ταῦτα δʼ ἐστὶ νοῦς καὶ φύσις, ὡς δέδεικται· προηγεῖται ἄρα τῆς τύχης καὶ τοῦ αὐτομάτου νοῦς καὶ φύσις, ὧν τὰ μὲν καθʼ αὑτό ἐστιν αἴτια, τὰ δὲ κατὰ συμβεβηκός. κἂν γὰρ συγχωρήσωμεν ἄρα τοῖς περὶ Δημόκριτον καὶ τοῖς ἄλλοις ἐκ ταὐτομάτου τὸ πᾶν γενέσθαι, ἀνάγκη προηγεῖσθαι τὸ καθʼ αὑτὸ αἴτιον τὸν νοῦν καὶ τὴν φύσιν· ὥστε καὶ εἰ ἐκ ταὐτομάτου γέγονεν ὁ οὐρανός, πολλῷ πρότερον ὑπὸ νοῦ γένοιτʼ ἂν καὶ ὑπὸ φύσεως.

Ἀλλʼ ἐρεῖ τις πρὸς ταῦτα, ὅτι τῶν μὲν κατὰ συμβεβηκὸς αἰτίων δεῖ προηγεῖσθαι τὰ καθʼ αὑτὸ αἴτια, καὶ διὰ τοῦτο τύχης καὶ αὐτομάτου δεῖ προηγεῖσθαι νοῦν καὶ φύσιν οἷς ταῦτα ἐπισυμβαίνουσιν, οὐ μέντοι τῶν αὐτῶν αἴτια ἀνάγκη εἶναι τὰ καθʼ αὑτὸ αἴτια, τὸν νοῦν λέγω καὶ τὴν φύσιν, ὧν ἂν εἴη καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. ὁ μὲν γὰρ νοῦς αἴτιός ἐστι τοῦ λούσασθαι καθʼ αὑτό, οὐ μέντοι καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον, ὅπερ ἀπὸ τύχης γέγονεν, αἴτιός ἐστι καθʼ αὑτὸ ὁ νοῦς· καὶ τὸ μὲν διψῆσαι τὸν ἵππον αἴτιόν ἐστι τῷ ἵππῳ καθʼ αὑτὸ τῆς ἐκ τοῦ στρατοπέδου ἀναχωρήσεως, τοῦ μέντοι ἀναχωρήσαντα σωθῆναι, ὅπερ ἐκ ταὐτομάτου γέγονεν, οὐκέτι ἡ δίψα ἢ ἡ ἀναχώρησις καθʼ αὑτό ἐστιν αἰτία, ἀλλὰ κατὰ συμβεβηκός. ὥστε τὸ δεῖν μὲν τὸν νοῦν καὶ τὴν φύσιν αἴτια καθʼ αὑτὸ εἶναι ἄλλων τινῶν ἐκ τούτων δέδεικται, τοῦ μέντοι οὐρανοῦ εἰ τὸ αὐτόματον αἴτιόν ἐστιν, οὐκέτι καὶ τὸν νοῦν ἢ τὴν φύσιν ἐκ τούτων ἀνάγκη αἴτια εἶναι, εἰ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ τῶν μὲν κατὰ τύχην ὁ νοῦς αἴτιος τῶν δὲ ἐκ ταὐτομάτου ἡ φύσις, καθʼ αὑτὸ δὲ οὐκέτι. φημὶ οὖν ἐγὼ πρὸς ταῦτα· ἐπειδὴ ἐκεῖνοι ἐκ ταὐτομάτου πάντας τοὺς κόσμους ἄλλον ἐν ἄλλῳ μέρει τοῦ κενοῦ γενέσθαι ἔλεγον, εἰ δέδεικται ὅτι πρὸ τύχης καὶ τοῦ αὐτομάτου δεῖ τὰ καθʼ αὑτὸ εἶναι αἴτια, τὸν νοῦν λέγω καὶ τὴν φύσιν, ἐροίμεθα αὐτοὺς τίνος ἂν εἴη νοῦς καὶ φύσις καθʼ αὑτὸ αἴτια· εἰ γὰρ τῶν κόσμων πάντων κατὰ συμβεβηκός, τίνος ἂν εἶεν καθʼ αὑτό; οὐ γὰρ ἔστιν ἕτερόν τι παρὰ τοὺς ἀπείρους κόσμους. ὥστε ἢ οὐδʼ ὅλως ἔσονταί τινος καθʼ αὑτὸ αἴτια νοῦς καὶ φύσις, ὅπερ ἀδύνατον, ἢ εἰ εἰσί, τῶν κόσμων τῶν ἀπείρων εἰσὶ δηλονότι. καλῶς ἄρα συνῆκται ὅτι καὶ κατὰ τὰς αὐτῶν ὑποθέσεις νοῦν καὶ φύσιν ἀνάγκη καὶ τούτου τοῦ κόσμου καὶ πάντων καθʼ αὑτὸ ὑποτιθέναι αἴτιον· εἰ γὰρ δέδεικται ἡμῖν ὅτι τύχη καὶ αὐτόματον ἐξ ἀνάγκης τοῖς καθʼ αὑτὸ αἰτίοις παρυφίστανται τῷ νῷ καὶ τῇ φύσει, ἀνάγκη δὲ πρὸ τῶν κατὰ συμβεβηκὸς αἰτίων εἶναι τὰ καθʼ αὑτὸ αἴτια, τίνος ἂν εἶεν καθʼ αὑτὸ αἴτια νοῦς καὶ φύσις, εἰ μὴ τῶν κόσμων εἶεν αἴτια; ὥστε ἔκ τε τῶν παρʼ ἡμῶν δεδειγμένων καὶ τῶν ὑποθέσεων τῶν ἐκείνων συνάγεται νοῦν καὶ φύσιν καθʼ αὑτὰ εἶναι αἴτια τοῦ παντός, εἰ καὶ συγχωρηθείη καὶ τὸ αὐτόματον εἶναι αὐτοῦ αἴτιον.

Ἐπεὶ δʼ ἐστὶ τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν. ἡ τύχη, φησί, καὶ τὸ αὐτόματον αἴτια τούτων εἶναι λέγεται ὧν καὶ ὁ νοῦς καὶ ἡ φύσις αἴτιά εἰσι κατὰ συμβεβηκός. τῆς γὰρ κομιδῆς τοῦ ἀργυρίου αἰτία μὲν λέγεται εἶναι ἡ τύχη, πρὸ τῆς τύχης δὲ ὁ νοῦς ὁ κινήσας πολλῷ πρότερον αἴτιος κατὰ συμβεβηκός· εἰ γὰρ μὴ ἐκίνησεν ἐπὶ τὴν ἀγορὰν ἢ ἐπὶ τὸ λουτρόν, οὐκ ἂν οὐδὲ συνέβαινεν ἡ ἀπαίτησις τοῦ ἀργυρίου. τὰ αὐτὰ καὶ ἐπὶ φύσεως καὶ αὐτομάτου. ὥστε πρὸ τῆς τύχης καὶ τοῦ αὐτομάτου νοῦς καὶ φύσις αἴτια τοῦ αὐτοῦ κατὰ συμβεβηκός· πανταχοῦ δὲ τὸ καθʼ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός· ὥστε εἰ κατὰ συμβεβηκὸς ὁ νοῦς τοῦ κόσμου αἴτιος, πολλῷ πρότερον καὶ καθʼ αὑτὸ ἂν εἴη αὐτοῦ αἴτιος· εἰ μὴ γὰρ αὐτοῦ καθʼ αὑτὸ αἴτιος, τίνος ἂν εἴη ἄλλου; ἔχει δὲ ἡ λέξις ἀκατάλληλόν τι· εἰπὼν γὰρ τὸν νοῦν καὶ τὴν φύσιν κατὰ συμβεβηκὸς αἴτια ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια, ἐπειδή, φησί, πρότερα τὰ καθʼ αὑτὸ αἴτια τῶν κατὰ συμβεβηκὸς αἰτίων, πρότερον ἄρα τοῦ αὐτομάτου καὶ τῆς τύχης νοῦς καὶ φύσις. καίτοι εἰ τὸν νοῦν καὶ τὴν φύσιν κατὰ συμβεβηκὸς εἶπεν εἶναι αἴτια, τὰ αὐτὰ δὲ καὶ καθʼ αὑτό εἰσιν αἴτια, αὐτὰ ἑαυτῶν ἄρα καὶ πρότερα ἂν εἴη καὶ ὕστερα, εἴ γε τῶν αὐτῶν καὶ καθʼ αὑτό εἰσιν αἴτια καὶ κατὰ συμβεβηκός. εἰ γὰρ ἄλλων μὲν εἴη καθʼ αὑτὸ ἄλλων δὲ κατὰ συμβεβηκός, οὐδὲν ὧν βούλεται συνάγει· οὐ συνάξει γὰρ ὅτι ὁ νοῦς καθʼ αὑτὸ τοῦ κόσμου αἴτιος. εἰ δὲ τὸ ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται πρὸς τὴν τύχην καὶ τὸ αὐτόματον ἐξακούσωμεν, τουτέστιν ὅταν ἡ τύχη καὶ τὸ αὐτόματον αἴτιόν τι γένηται τούτων αὐτῶν, ὧν ἂν ἢ νοῦς ἢ φύσις καθʼ αὑτὸ γένηται αἴτια, οὐκέτι ἀληθὲς τὸ τούτων εἶναι τὸν νοῦν αἴτιον καὶ τὴν φύσιν, ὧν ἡ τύχη καὶ τὸ αὐτόματον κατὰ συμβεβηκὸς αἴτια· ὅτι μὲν γὰρ τοῖς ἄλλων καθʼ αὑτὸ αἰτίοις, νῷ λέγω καὶ φύσει, παρέπεται τύχη καὶ αὐτόματον, ἐκ τῶν προλαβόντων ἔχομεν δεδειγμένον, τῶν μέντοι αὐτῶν καθʼ αὑτὸ εἶναι τὸν νοῦν αἴτιον, ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, οὐκέτι. δῆλος δʼ ἐστὶ τὸ κατὰ συμβεβηκὸς πρὸς τὴν τύχην λέγων καὶ τὸ αὐτόματον· εἰπὼν γὰρ ὅτι τὸ καθʼ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός, ἐπήγαγεν ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη καὶ νοῦ καὶ φύσεως· εἰ γὰρ τὸ καθʼ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός, πρότερον δὲ τύχης καὶ αὐτομάτου νοῦς καὶ φύσις, κατὰ συμβεβηκὸς ἄρα τύχη καὶ αὐτόματον. ἀλλʼ εἴ τις λέγοι ὅτι «οὐ τῶν αὐτῶν δώσομεν εἶναι τὸν νοῦν καὶ τὴν φύσιν καθʼ αὑτὸ αἴτια, ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον», λεγέτω τίνων ἄλλων· οὐ γὰρ ἔστι τι παρὰ τὸ πᾶν ἐν τοῖς φυσικοῖς, περὶ ὧν κἀκεῖνοι καὶ ἡμεῖς ποιούμεθα τὸν λόγον.

Καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός. ἄλλων πολλῶν, τῶν κατὰ μέρος· τῶν μὲν μερικῶν τὸν μερικὸν νοῦν καὶ τὴν φύσιν, τῶν δὲ καθόλου τὸν ἐπὶ πάντων νοῦν καὶ τὴν φύσιν.

Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον.

Εἰπὼν περί τε τῶν καθʼ αὑτὸ αἰτίων καὶ περὶ τῶν κατὰ συμβεβηκός, καὶ τελείως διαρθρώσας τὸν περὶ αὐτῶν λόγον, τὸ χρήσιμον νῦν τοῦ περὶ αὐτῶν λόγου ἐκτίθεται, ὅτι οὐ μάτην τὸν περὶ αὐτῶν ἀκριβῶς διεξῆλθε λόγον, ἀλλʼ ὅτι ὁ φυσικὸς ἐρωτώμενος τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων ἢ πάσας ἤ τινας τῶν εἰρημένων ἀποδώσει. διὰ τοῦτο οὖν ἀναλαμβάνει τὸν περὶ αὐτῶν λόγον, οὐχ ὡς ταυτολογῆσαι βουλόμενος, ἀλλʼ, ὅπερ εἶπον, ἵνα δείξῃ ὅτι ἀναγκαίως τὸν περὶ αὐτῶν ἐποιήσατο λόγον. ἐρωτώμενος γάρ, φησίν, ὁ φυσικὸς τὴν αἰτίαν ἑκάστου, ἢ τὰς τέσσαρας ἀποδώσει τὰς εἰρημένας, τὴν ὕλην τὸ εἶδος τὸ ποιητικὸν τὸ τέλος, ἢ εἰ μὴ δυνατὸν ἐπί τινων πάσας εὑρεῖν, ἃς γοῦν δυνατὸν εὑρεῖν ἀποδώσει ἢ μίαν ἢ πλείους. ὥσπερ ἀμέλει καὶ οἱ μαθηματικοὶ ἐρωτώμενοι περὶ ἑκάστου τῶν ὑπαρχόντων τοῖς μαθήμασι, τὴν αἰτίαν εἰς τὸ εἶδος καὶ τὸν ὁρισμὸν ἀναφέροντες ἀποδιδόασιν. οἷον διὰ τί ἥδε ἡ εὐθεῖα τῇδε τῇ εὐθείᾳ ἐστὶν ἴση; ὅτι ἐκ κέντρου. διὰ τί δὲ αἱ ἐκ κέντρου ἴσαι; ὅτι οὗτος ὁ ὁρισμὸς τοῦ κύκλου· σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περεφέρειαν ἴσαι ἀλλήλαις εἰσί. μόνῳ γὰρ τῷ κύκλῳ τοῦτο ὑπάρχει, τὸ ἔχειν ἕν τι σημεῖον, τοῦτο δʼ ἐστὶ τὸ κέντρον, ἐξ οὗ αἱ πρὸς τὴν περιφέρειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί. καὶ οὕτως εἰς τὸν ὁρισμὸν ἔσχατον λήξας οἴεται τῇ ἐρωτήσει τὸ ἱκανὸν πεποιηκέναι, ὅσπερ ὁρισμὸς τοῦ κύκλου εἶδός ἐστιν αὐτοῦ· ὥστε ἐρωτηθεὶς τὸ διὰ τί καὶ ἀποδοὺς τὸ εἶδος, τὸ ἱκανὸν τῇ ἐρωτήσει πεποίηκε. πάλιν εἰ ἐρωτηθείη διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι τῆς λοιπῆς μείζονές εἰσιν, ἐρεῖ ὅτι δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσί. πάλιν ἐρωτηθεὶς διὰ τί αἱ δύο αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐρεῖ ὅτι ὡς ἂν εὐθεῖα ἐπʼ εὐθεῖαν σταθῇ, ἢ δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιεῖ· καὶ εἰς ὁρισμὸν τελευτήσας, τὸ ἱκανὸν τῇ ἐρωτήσει πεποίηκεν. οὐ τοῦτο δέ φημι, ὅτι εἰς ὁρισμὸν αὐτοῦ τοῦ ἐρωτωμένου — οὐ γὰρ ὁρισμὸν γωνίας ἢ γωνιῶν ἀποδέδωκεν —, ἀλλʼ ὅτι ἁπλῶς εἰς ὁρισμόν τινα ἀνάγει τὸ διὰ τί ἐστι. τοῦτο δʼ εἶπε παραδείγματος ἕνεκεν τοῦ ὅτι τὸ διὰ τί ἐρωτώμενοι, ἔστιν ὅτε τὸ εἶδος ἀποδιδόαμεν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν πάντων· οὐ πρότερον γὰρ ἀποπιπλῶμεν τὸν ἐρωτήσαντα διὰ τί τόδε, πρὶν εἰς ὁρισμὸν τὸ διὰ τί ἀναγάγωμεν, ὁ δὲ ὁρισμὸς εἶδός ἐστιν. ἀλλʼ οἱ μὲν ἐν τοῖς μαθήμασιν εἰς τὸ εἶδος μόνον, τουτέστι τὸν ὁρισμόν, ἀνάγοντες καὶ τὸ διὰ τί ἀρκοῦνται — οὔτε γὰρ ὕλην ὁ μαθηματικὸς ἐπισκέπτεται οὔτε ποιητικὸν αἴτιον οὔτε τέλος, ἀλλὰ μόνα τὰ εἴδη τῶν μαθηματικῶν —, ὁ μέντοι φυσικὸς πάντα τὰ αἴτια ἀποδώσει. οἷον διὰ τί Σωκράτης ἄνθρωπός ἐστιν; ἀποδώσει τὴν αἰτίαν καὶ εἰς τὸ εἶδος ἀνάγων, ὅτι ζῷον λογικὸν θνητόν, καὶ εἰς τὸ ποιητικὸν αἴτιον, διότι τὸ ὅμοιον τοῦ ὁμοίου αἴτιον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου. καὶ τὴν ὕλην δʼ ἀποδώσει. οἷον διὰ τί τὸ μαχαίριον τέμνει; ὅτι σιδήρεον· ἢ ἐκ τοῦ εἴδους, ὅτι ὀξύ· ἢ ἐκ τοῦ τελικοῦ αἰτίου, διὰ τὴν τῶν ἀνθρώπων χρείαν. καὶ οὕτως ἐπὶ πάντων, εἰ μὲν δυνατὸν πάσας τὰς αἰτίας ἀποδοῦναι, ἀποδώσει, εἰ δὲ μὴ ἐπὶ πάντων δυνατὸν πάσας — οὐδὲ γὰρ εἰκὸς τὴν προσεχῆ ὕλην ἑκάστου εὑρίσκειν· τίς ἡ ἰδιότης τῆς τῶν στοιχείων κράσεως τῆς ὑποκειμένης Σωκράτει ἢ καὶ τῷ Πλάτωνι; καὶ τῶν ἄλλων ὡσαύτως —, τινὰς γοῦν ἢ μίαν ἀποδώσει. ἔστι δʼ ἐπί τινων καὶ πάσας ἀποδοῦναι. οἷον διὰ τί ὁ ἄνθρωπος ἀποθνῄσκει; ὅτι ζῷον λογικὸν θνητόν, ἐκ τοῦ εἴδους· ἐκ δὲ τῆς ὕλης, ὅτι ἐξ ἐναντίων συνέστηκεν· ἐκ δὲ τοῦ ποιητικοῦ, ὅτι τὸ γεννητικὸν αὐτοῦ πρόσεισι καὶ ἄπεισιν· ἐκ δὲ τοῦ τέλους, ὅτι βέλτιον τῇ ψυχῇ τὸ μὴ ἐν σώματι εἶναι τοῦ ἐν σώματι διὰ τὰς ἐκ τοῦ σώματος ἐνοχλήσεις. εἰ τοίνυν τὰς αἰτίας ἀπαιτούμενος ὁ φυσικὸς εἰς τὰ εἰρημένα αἴτια ἀνάξει, καλῶς ἄρα τὸν περὶ αὐτῶν ἀκριβῶς διεξήλθομεν λόγον, ὅτι τέσσαρά ἐστι μόνα, τὸ εἶδος ἡ ὕλη τὸ ποιητικὸν τὸ τέλος. τούτων δέ, φησί, τὰ τρία πολλάκις ἔρχεται εἰς ταὐτόν, τὸ ποιητικὸν τὸ εἶδος τὸ τέλος, εἰς ταὐτὸν δὲ λέγω οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ λόγῳ· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου, καὶ ταὐτὸν τὸ ποιοῦν τῷ γινομένῳ οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει. τῷ δὲ τέλει τὸ μὲν ποιητικὸν ὡσαύτως ἕτερον τῷ ἀριθμῷ, τὸ δʼ εἶδος ταὐτόν· ὡς μὲν γὰρ μήπω ὂν ἀλλὰ σκοπὸς ὂν τῆς φύσεως — τούτου γὰρ στοχάζεται —, τέλος ἐστίν, ὡς δὲ γενόμενον ἤδη καὶ ἐν τῷ συνθέτῳ ὄν, εἶδός ἐστι. τῆς δὲ ποιητικῆς αἰτίας τῆς μὲν οὔσης ἀκινήτου τῆς δὲ κινουμένης, καὶ τῆς κινουμένης τῆς μὲν ἀιδίως κινουμένης τῆς δὲ γενητῆς καὶ φθαρτῆς, τρεῖς συμβαίνει γενέσθαι καὶ τὰς πραγματείας· διό, φησί, καὶ ἡμῖν τρεῖς εἰσι γεγραμμέναι πραγματεῖαι περὶ τῶν αἰτιῶν τῶν ποιητικῶν, περὶ μὲν οὖν τῆς ἀκινήτου ἡ Μετὰ τὰ φυσικά, περὶ δὲ τῆς κινουμένης μὲν ἀιδίως δὲ κινουμένης ἡ Περὶ οὐρανοῦ, περὶ δὲ τῆς γενητῆς καὶ φθαρτῆς αἱ φυσικαὶ πᾶσαι πραγματεῖαι.

Τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ διὰ τί περιείληφε.

Τὸ διὰ τί οὐ τὸ τέλος ἐνταῦθά φησιν, ἀλλὰ καθόλου τὴν αἰτίαν. τῶν γὰρ προβλημάτων τεσσάρων ὄντων, τοῦ εἰ ἔστι τί ἐστιν ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν, τὸ ἓν τῶν προβλημάτων, τὸ διὰ τί ἐστιν, εἰς τοσαύτας αἰτίας ἀνάγεται, τὴν ὕλην τὸ εἶδος τὸ ποιητικὸν τὸ τέλος· ἐρωτώμενοι γὰρ διὰ τί ἐστιν ἕκαστον, τὰς τέσσαρας ταύτας αἰτίας ἀποδιδόαμεν.

Ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον ἐν τοῖς ἀκινήτοις.

Τὸ διὰ τί, φησίν, ἢ εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον, ἀντὶ τοῦ εἰς τὸν ὁρισμὸν ὅσπερ εἶδός ἐστι τοῦ ὑποκειμένου. ἀκίνητα δὲ τὰ μαθήματά φησι, διότι τὰ μὲν φυσικὰ ἐν κινήσει θεωρεῖται — ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἡ φύσις —, τὰ δὲ μαθηματικὰ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ ἔχοντα τὸ εἶναι ἀκίνητά ἐστιν· οὐ γὰρ ἀλλοιοῦται, οὐδʼ ὅλως μεταβάλλει, ἅτε μηδὲ ἐν ὕλῃ ὄντα. εἰς ἔσχατον δὲ εἶπεν, ὅτι ὅταν ἐπὶ τῶν μαθημάτων ἐρωτηθέντες διὰ τί ἐστι τόδε εἶτα θελήσωμεν ἀποδοῦναι τὸ αἴτιον, οὐ πρότερον ἀποπίμπλαμεν τὸν ἐρωτῶντα πρὶν ἂν εἰς ὁρισμὸν ἔσχατον καταντήσωμεν, ὅσπερ ἐστὶν εἶδος. καὶ οὕτως ἐν τοῖς μαθήμασιν ἔχει πᾶσι. διὰ τί ἴσαι αἱ δύο εὐθεῖαι; ὅτι ἐκ κέντρου. διὰ τί δὲ αἱ ἐκ κέντρου ἴσαι; ὅτι οὗτος ὁ ὁρισμὸς τῶν ἐκ κέντρου τοῦ κύκλου, τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου πάσας εἰς τὴν περιφέρειαν ἀγομένας ἴσας εἶναι ἀλλήλαις· καὶ οὕτως τὸν ὁρισμὸν ἀκούσαντες ἀποπιμπλάμεθα. ὃ οὖν φησι, τοῦτό ἐστι· τὸ διὰ τί ἐρωτώμενοι, ἢ εἰς τὸ τί ἐστιν, ὅπερ τὸ εἶδός φημι, ἀνάγομεν, ὥσπερ ἐπὶ τῶν μαθημάτων ἔχει. εἰς ὁρισμὸν γὰρ ἔσχατον ἡ τῆς αἰτίας ἀπόδοσις λήγει ἐν τοῖς μαθήμασιν, ὁ δὲ ὁρισμὸς εἶδός ἐστι· παραδείγματος γὰρ ἕνεκεν εἴρηται αὐτῷ τὰ μαθήματα. ἡ οὖν σύνταξις τῆς λέξεως οὕτως «τὸ γὰρ διὰ τί ἢ ὥσπερ ἐν τοῖς ἀκινήτοις εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον»· προσυπακουστέον γὰρ ἔξωθεν «ὥσπερ».

Εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου.

Ἐὰν ἐν τῷ κύκλῳ λάβω δύο τινὰ σημεῖα, εἶτα εἴπω ὅτι ἀπέχουσιν ἀπʼ ἀλλήλων τὰ σημεῖα πέντε τυχὸν δακτύλους, εἶτα ἐρωτήσῃς· πόθεν τοῦτο; φημὶ ὅτι καὶ ἡ ἐκ τοῦ σημείου ἐπὶ τὸ σημεῖον ἀγομένη εὐθεῖα τοσούτων ἐστίν. εἶτα πάλιν ἐρωτῶντος· καὶ τί δήποτε μὴ κατὰ τὴν ἐξ αὐτῶν γραφομένην περιφέρειαν ἢ ἕλικα μετρεῖς αὐτά; φημὶ ὅτι δεῖ τὸ μέτρον ὡρισμένον εἶναι, ὥρισται δὲ τὸ ἐλάχιστον, ἐλαχίστη δὲ ἡ εὐθεῖα· εὐθεῖα γάρ ἐστιν ἥτις ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν γραμμῶν. καὶ τὸν ὁρισμὸν ἀκούσαντες, οὐκέτι περαιτέρω χωροῦμεν. πάλιν λέγομεν ὅτι ἥδε ἡ πλευρὰ τῇδε τῇ πλευρᾷ ἐστι σύμμετρος· διὰ τί δὲ σύμμετροί εἰσιν; ὅτι λόγον ἔχουσι πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν, οἷον τυχὸν ὁ δύο πρὸς τὸν ὀκτώ. καὶ τί εἰ ἔχουσι λόγον πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν; φημὶ ὅτι οὗτος ὁ ὅρος τῶν συμμέτρων· σύμμετρα γάρ ἐστι τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. ὥσπερ οὖν ὁ δύο μετρεῖ τὸν ὀκτὼ τετράκις, οὕτως καὶ ἡ πλευρὰ τὴν πλευράν. καὶ εἰπὼν τὸν ὁρισμὸν ἔστησα τὴν ἀπορίαν. καὶ καθόλου πᾶσα ἡ μαθηματικὴ μέθοδος ἢ εἰς ὁρισμὸν ἔσχατον ἀναφέρει τὰς αἰτίας, ἢ εἰς τὰς κοινὰς ἐννοίας.

Ἢ εἰς τὸ κινῆσαν πρῶτον.

Εἰπὼν τὸ εἰδικὸν αἴτιον, μετῆλθεν ἐπὶ τὸ ποιητικόν· ἐρωτώμενοι γάρ, φησί, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἀποκρινόμεθα τὸ ποιητικὸν αἴτιον, ὅτι ἐσύλησαν Φωκεῖς τὸν νεών. ἢ τὸ οὗ ἕνεκεν καὶ τὸ τέλος ἀποκρινόμεθα. οἷον διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; φαμὲν ἵνα ἄρξῃ τῶν Ἑλλήνων.

Ἢ ἐν τοῖς γεννωμένοις ἡ ὕλη.

Εἰπὼν τὸ εἶδος, τὸ ποιητικόν, τὸ τελικόν, λέγει καὶ τὴν ὕλην. γεννώμενα δʼ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν θείων καὶ παντάπασιν ἀμεταβλήτων, λέγω δὴ τῶν ἀσωμάτων· καὶ ὁ Πλάτων γὰρ ταῦτα μὲν ἀεὶ ὄντα ἐκάλεσε, πάντα δὲ τὰ σωματικὰ οὐκ ὄντα ἀλλὰ γινόμενα. ἐν τούτοις οὖν τοῖς γινομένοις ἀποδώσει ὁ φυσικὸς τὴν ὕλην· ἐκεῖνα γὰρ ἄυλα, καὶ τὸ εἶδος μόνον ἐπʼ ἐκείνων τοῦ θεολόγου ἀποδοῦναι, οὐ μέντοι τὴν ὕλην. ἢ ἐπειδὴ τῶν ἄλλων αἰτιῶν παραδείγματα ἔθηκε προαιρετὰ καὶ μαθηματικά, οὐδὲν δὲ τούτων κατὰ γένεσιν τὸ εἶναι ἔχει — τά τε γὰρ μαθήματα ἀκίνητα, ὡς αὐτὸς εἶπε, καὶ διὰ τοῦτο οὐδὲ γένεσις ἐπʼ αὐτῶν θεωρεῖται· ἔνθα γὰρ γένεσις πάντως καὶ κίνησις, τά τε κατὰ προαίρεσιν ἄνευ γενέσεως ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα —, ἐπεὶ οὖν ἐν τούτοις ὕλη οὐ θεωρεῖται, ἐπειδὴ οὐδὲ γένεσις, διὰ τοῦτο πρὸς ἀντιδιαστολὴν τούτων φησὶν ὅτι τὴν ὕλην ἐν τοῖς γινομένοις ἀποδώσει, γινόμενα λέγων τὰ τεχνητὰ καὶ τὰ φυσικά· ἐν τούτοις γὰρ πάντως καὶ τὴν ὕλην ἀποδοτέον.

Ἐπεὶ δὲ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι ἐστίν.

Ὅτι διὰ τοῦτο ἀνέλαβε τὸν περὶ τῶν αἰτιῶν λόγον, σαφῶς ἐνταῦθα ἐδήλωσε. τεσσάρων γάρ, φησί, τῶν αἰτιῶν οὐσῶν τὰς αἰτίας τῶν γινομένων εἰς τὰς τέσσαρας ταύτας ὁ φυσικὸς ἀνάξει, καὶ τὸ διὰ τί περὶ ἕκαστον ἀποδιδούς, ταύτας ἀποδώσει τὰς αἰτίας. καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς. τὴν αἰτίαν, φησίν, ἑκάστου φυσικῶς ἀποδιδούς, εἰς ταύτας τὰς τέσσαρας αἰτίας ἀνάξει. καλῶς δὲ εἶπε φυσικῶς· δυνατὸν γὰρ ἀνάγειν εἰς τὰς αἰτίας ταύτας οὐ φυσικῶς. τὸ γὰρ περὶ τῆς ἀκινήτου αἰτίας διαλέγεσθαι οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου, καὶ τὸ περὶ τῶν χωριστῶν εἰδῶν τῶν φυσικῶν οὐ φυσικοῦ. εἰ δὲ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς φυσικαῖς πραγματείαις ἔστιν ὅτε περὶ τῆς ἀκινήτου διαλέγεται αἰτίας ὥσπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς, καὶ ἐν τῇ Περὶ ψυχῆς περὶ τοῦ νοῦ τοῦ χωριστοῦ πάντῃ σωμάτων, καὶ ἐν τῇ Περὶ γενέσεως πάλιν περὶ τῆς ἀκινήτου αἰτίας, ἐροῦμεν ὅτι τῷ ὄντι ὁ τέλειος φυσικὸς κατὰ τὸ ἀκρότατον τὸ ἑαυτοῦ μεμνήσεται καὶ τῶν ἀκινήτων αἰτιῶν καὶ ὑπὲρ φύσιν.

Ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις.

Τὸ εἶδος, τὸ τέλος, τὸ ποιητικὸν αἴτιον. καλῶς δὲ τὸ πολλάκις· οὐ γὰρ ἀεὶ εἰς ταὐτὸν ἔρχονται ταῦτα. οὐδὲ γὰρ πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· οὐδὲ γὰρ ἐπειδὴ ποιεῖ ὁ ἥλιος εἰς τὸν ἀέρα, ὅμοιός ἐστι τῷ ἀέρι. καὶ ὅλως τὰ ἀκίνητα καὶ θεῖα αἴτια ποιοῦσιν εἰς ἡμᾶς ἕτερα ἡμῶν ὄντα καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ. ἀλλʼ οὐδʼ ἐπὶ τῶν γινομένων πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· ἡ γὰρ κίνησις θερμαίνει μὴ οὖσα θέρμανσις, καὶ ἡ ψῦξις πήγνυσι μὴ οὖσα πῆξις, καὶ ἡ θέρμη ἐξατμίζουσα τὸ ὕδωρ ποιεῖ ἀέρα — οἷον ἡ τοῦ πυρός — οὐκ οὖσα ἀήρ, καὶ μυρία ἄλλα. τὰ δὲ τεχνητὰ καὶ προφανῶς τῶν ποιητικῶν ἕτερά ἐστι.

Τὸ μὲν γὰρ τί ἐστι καὶ οὗ ἕνεκέν ἐστιν.

Ὅτι τὸ εἶδος ταὐτὸν τῷ τέλει καὶ πῶς, εἴπομεν. ἐπεὶ δὲ τὸ τέλος διττόν, ὡς εἴρηται ἐν τοῖς ἔμπροσθεν, τὸ μὲν οὗ τὸ δὲ ᾧ, οὐ παντὶ τέλει τὸ εἶδος ταὐτόν ἐστιν· οὐδὲ γὰρ τῷ ᾧ ταὐτόν, ἀλλὰ μᾶλλον τῷ οὗ, τοῦτο δέ φημι οὗ στοχάζεται ἡ φύσις, στοχάζεται δὲ ἕκαστον εἰς τὸ τέλειον καὶ κατὰ φύσιν εἶδος ἀγαγεῖν. ὥστε ταὐτὸν τῷ ἀριθμῷ τὸ τοιοῦτον τέλος καὶ τὸ εἶδος τῇ σχέσει μόνῃ διαφέρον, ὡς εἴρηται, καὶ τῷ χρόνῳ· ὅταν μὲν γὰρ ὡς γινόμενον καὶ μήπω ὂν θεωρῆται, τέλος ἐστίν, ὅταν δὲ ὡς ἤδη γενόμενον, εἶδος. τὸ δὲ ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸν τούτοις. πρῶτον ἀντὶ τοῦ προσεχές. τὸ οὖν προσεχὲς ποιητικὸν αἴτιον ταὐτὸν τῷ τέλει καὶ τῷ εἴδει, ταὐτὸν δὲ λέγω οὐκ ἀριθμῷ ἀλλʼ εἴδει· Σωφρονίσκος γὰρ τῷ Σωκράτει ταὐτὸν τῷ εἴδει — ἄνθρωποι γὰρ ἄμφω —, ἀριθμῷ δʼ οὐ ταὐτόν.

Καὶ ὅλως ὅσα κινούμενα κινεῖ· ὅσα δὲ μή, οὐκέτι φυσικῆς.

Τοῦτο τὸ ῥητὸν ἤτοι πρὸς τὸ προσεχὲς συντακτέον, ἵνα λέγῃ ὅτι τὸ προσεχὲς ποιητικὸν αἴτιον ταὐτόν ἐστι τῷ εἴδει καὶ τῷ τέλει, καὶ καθόλου, φημί, ὅσα τῶν ποιητικῶν προσεχῆ ὄντα κινούμενα κινεῖ, ταῦτα τῷ εἴδει καὶ τῷ τέλει τὰ αὐτά εἰσιν — ἡ γὰρ ψυχὴ κἂν προσεχῶς κινῇ τὸ ζῷον, ἀλλʼ οὖν ἐπειδὴ μὴ κινουμένη κινεῖ, διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῷ κινουμένῳ —, ἤ, ὅπερ καὶ μᾶλλον, τοῖς ἀνωτέρω συνεχὲς ἂν εἴη τὸ ῥητὸν τοῦτο «καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν», εἶτα ἐφεξῆς καὶ ὅλως ὅσα κινούμενα κινεῖ, τουτέστιν ταῦτα τὰ αἴτια ἀποδώσει ὁ φυσικός, ὅσα τῷ αὐτὰ κινεῖσθαι οὕτως κινεῖ. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, δῆλον ἐξ ὧν ἐπήγαγεν ὅσα δὲ μή, οὐκέτι φυσικῆς, τουτέστιν «ὅσα δὲ κινεῖ αὐτὰ ἀκίνητα ὄντα, οὐκέτι ἐστὶ φυσικῆς πραγματείας», εἴ γε περὶ φύσεως μέν ἐστι τοῦ φυσικοῦ διαλαβεῖν, φύσις δέ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ὑπάρχει πρώτως καθʼ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· ὥστε ὅσα φυσικὰ ὄντα κινεῖ, ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας. οὐκοῦν ὅσα μὴ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας, οὐ φυσικά· τοιαῦτα δέ ἐστιν ὅσα ἀκίνητα ὄντα κατὰ φύσιν κινεῖ· εἰ τοίνυν φυσικοῦ τὸ περὶ τῶν φυσικῶν ἀρχῶν διαλέγεσθαι, τὰ δὲ τοιαῦτα οὐ φυσικά, οὐ διαλέξεται δηλονότι περὶ τούτων ὁ φυσικός. περὶ μόνων ἄρα τῶν τῷ κινεῖσθαι κινουσῶν ἀρχῶν διαλέξεται.

Διὸ τρεῖς αἱ πραγματεῖαι.

Ἐπειδὴ τῶν κινούντων, φησί, τὸ μὲν ἀκίνητόν ἐστι τὸ δὲ κινούμενον, καὶ τῶν κινουμένων τὸ μὲν ἀεικίνητον τὸ δὲ κινούμενον καὶ φθειρόμενον, τριττὰς ἐποιησάμεθα καὶ τὰς περὶ αὐτῶν πραγματείας, ἐν μὲν τῇ Μετὰ τὰ φυσικὰ περὶ τῶν ἀκινήτων διαλεχθέντες, ἐν δὲ τῇ Περὶ οὐρανοῦ περὶ τῶν ἀεικινήτων, ἐν δὲ ταῖς λοιπαῖς πάσαις φυσικαῖς πραγματείαις περὶ τῶν κινουμένων μὲν γενητῶν δὲ οὐσῶν καὶ φθαρτῶν. τὰ δὲ ἐφεξῆς ἀνάληψίς ἐστιν ὡς ἐν συμπεράσματι τῶν αἰτίων, εἰ δὲ παρῆκε τὸ τελικόν, οὐδὲν πρᾶγμα· ἐφεξῆς γὰρ εὐθὺς πρὸ ὅλων αὐτὸ ἀπαριθμεῖται.

Περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας σκοποῦσι, τί μετὰ τί γίνεται, καὶ τί πρῶτον ἐποίησεν ἢ τί ἔπαθεν.

Ἐπειδὴ εἶπεν ὅτι τὸ διὰ τί ἐρωτωμένους εἰς τὰς τέσσαρας δεῖ αἰτίας ἀνάγειν, τούτου τὸν λόγον ἀποδίδωσι· μάλιστα γάρ, φησί, τοῦτον τὸν τρόπον περὶ τῶν γινομένων σκοπεῖν εἰώθασιν, ὅπερ καὶ μάλιστά ἐστι φυσικοῦ ἔργου, τὸ περὶ τῶν γινομένων ἔχειν τὴν πραγματείαν. περὶ ταῦτα γοῦν πάντες οἱ φυσικοὶ μάλιστα ἠσχόληνται, καὶ τοὺς πλείονας περὶ τούτων καταβάλλουσι λόγους. περὶ τούτων οὖν σκοποῦντες, ταύτας ζητοῦσι τὰς αἰτίας τὰς τέσσαρας, ἃς καὶ ἀπαριθμεῖται πάλιν. τί μετὰ τί γίνεται; ὅπερ ἐστὶ τὸ εἶδος καὶ τὸ οὗ ἕνεκα. σκοπεῖ γὰρ ὁ φυσικὸς τί τίνος ἕνεκεν ἐργάζεται ἡ φύσις, ἆρα ἡ τοῦ ἀνθρώπου φύσις ποιήσασα τὸ σπέρμα διὰ τὸν ἄνθρωπον αὐτὸ ποιεῖ, ἵνα γένηται ἐξ αὐτοῦ ἄνθρωπος, ἢ ἔμπαλιν τὸν ἄνθρωπον ποιεῖ διὰ τὸ σπέρμα· καὶ ἀποδίδωσιν, ὅτι ἕνεκεν τοῦ ἀνθρωπείου εἴδους, ὥστε διαμένειν, τὸ σπέρμα ἡ φύσις ποιεῖ καὶ πάντα τὰ ἐφεξῆς, τέλος πάντων τούτων ἔχουσα τὸ ἀνθρώπειον εἶδος ἀίδιον ποιῆσαι — πάντα γὰρ τοῦ εἶναι ἐφίεται· διὰ τὸ μὴ δύνασθαι οὖν τὰ ἐνταῦθα ἀίδια εἶναι, κατὰ ἀριθμὸν τῇ διαδοχῇ τὸ ἀίδιον ἐμηχανήσατο. καὶ τί πρῶτον ἐποίησε; τὸ ποιητικὸν αἴτιον· ζητεῖ γὰρ τί ἐστι προσεχῶς ἕκαστον τῶν φυσικῶν κινοῦν. καὶ τί ἔπαθε; τουτέστι τίς ἐστιν ἡ ὕλη ἡ ὑπὸ τοῦ ποιητικοῦ πάσχουσα καὶ ἀλλοιουμένη καὶ εἰς τὸ εἶδος ἀγομένη, πότερον τὸ σπέρμα ἢ τὸ καταμήνιον, καὶ τί πρὸ τούτων, οἷον ὅτι τὰ τέσσαρα στοιχεῖα, καὶ εἰ ἔστι πρὸ ἐκείνων τὸ πάσχον καὶ κοινῶς πᾶσιν ὑποκείμενον ἢ οὔ.

Διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική.

Ἐπειδὴ εἶπεν ὅτι ζητεῖ περὶ γενέσεως ὁ φυσικὸς ὥσπερ τὰ ἄλλα αἴτια οὕτως δὲ καὶ τὸ ποιητικόν — ζητεῖ γὰρ τί τὸ πρῶτον ποιῆσαν —, ἐπεὶ μὴ περὶ παντὸς ποιητικοῦ αἰτίου, τοῦ φυσικοῦ ζητῆσαι, διὰ τοῦτό φησιν, ὅτι τῶν ἀρχῶν διττῶν οὐσῶν τῶν κινητῶν, καὶ τῆς μὲν πάντῃ ἀκινήτου οὔσης τῆς δὲ ἀρχὴν ἐχούσης ἐν ἑαυτῇ κινήσεως καὶ ἠρεμίας, ἡ μὲν πάντῃ ἀκίνητος ἀρχὴ οὐ φυσική, ἡ δὲ λοιπὴ φυσική. ὥστε φυσικοῦ ἂν εἴη οὐ τὸ περὶ πάσης ἀρχῆς διαλέγεσθαι, ἀλλὰ περὶ φυσικῆς μόνον ἀρχῆς. πῶς δέ, εἰ φυσικῶς ἀμφότεραι κινοῦσιν, οὐκ εἰσὶν ἄμφω φυσικαί; ἀλλʼ οὐ τοῦτο εἶπεν ὅτι ἡ κινοῦσα οὕτως κινεῖ ὡς τὰ φυσικὰ κινεῖν πέφυκεν, ἀλλʼ ὅτι τὸ κινούμενον ὑπʼ αὐτῆς φυσικῶς κινεῖται. οὐκ ἀνάγκη δὲ ὡς κινεῖται τὸ κινούμενον, οὕτω καὶ τὸ κινοῦν κινεῖν. ἀλλοιοῖ γοῦν ἡμᾶς ὁ ἥλιος αὐτὸς μὴ ἀλλοιούμενος, καὶ θερμαίνει ἡ κίνησις μὴ οὖσα θέρμανσις, καὶ ἡ μάστιξ μώλωπα ποιεῖ μὴ οὖσα μώλωψ. οὕτως οὖν οὐδὲν ἀδύνατον φυσικῶς μὲν κινεῖν μὴ εἶναι δὲ φυσικόν, τοιοῦτον δέ ἐστιν ἥ τε ψυχὴ ἡ ἡμετέρα μηδεμίαν μὲν κίνησιν κινουμένη κινοῦσα δʼ αὐτὴ τὸ ζῷον, καὶ ἔτι τὸ θεῖον· κινεῖ γὰρ ἡμᾶς αὐτὸ μὴ κινούμενον. πάντων δὲ πρῶτόν φησι τὸ τὴν ἀπλανῆ κινοῦν· τοῦτο γὰρ «πρῶτον» καὶ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά φησι. δυνατὸν δὲ καὶ πρῶτον ἀκούειν πᾶν τὸ κινοῦν τὸν οὐρανόν· πρώτως γὰρ τὰ οὐράνια τῇ κινήσει κινεῖ τὰ ἐνταῦθα. οὐκοῦν τὸ κινοῦν τὸν οὐρανὸν πρώτιστον ἂν εἴη τῶν ἀκινήτως κινούντων.

Καὶ τὸ τί ἐστι καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα.

Εἰπὼν τὸ ἕτερον τῶν κινούντων ὃ καὶ «ἀκίνητον» εἶπε, προσέθηκε καὶ τὸ λοιπὸν τὸ ἔχον ἀρχὴν κινήσεως ἐν ἑαυτῷ, ὅπερ ἐστὶ τὸ φυσικὸν εἶδος. τοῦτο γάρ ἐστι τὸ κινοῦν καὶ ἀλλοιοῦν καὶ εἰς γένεσιν ἄγον τὴν ὕλην, κινεῖ δὲ οὐ μόνον ὡς ποιητικὸν αἴτιον, ἀλλὰ καὶ ὡς τελικόν· ὀρεκτὸν γάρ ἐστι, καὶ τούτου τυχεῖν ἡ φύσις βούλεται. εἴρηται δὲ ὅτι πολλάκις τὰ τρία ἔρχεται εἰς ταὐτόν· ὥστε τὸ εἶδος καὶ ἡ μορφὴ καὶ ὡς ποιητικὸν κινεῖ τὴν ὕλην ἐν τῷ πατρὶ ὄν, καὶ ὡς τελικὸν καὶ ὀρεκτόν. καὶ ἐν ταῖς λοιπαῖς κινήσεσι ταῖς κατὰ συμβεβηκὸς τοῦτό ἐστι τὸ κινοῦν, τὸ ἐν ἑαυτῷ ἔχον τὴν ἀρχὴν τῆς κινήσεως· αὔξεται γὰρ ἐπὶ τοσόνδε ὁ ἄνθρωπος διὰ τὸ εἶδος, καὶ ἀλλοιοῦται τοιῶσδε. καὶ τὴν κατὰ τόπον ὁμοίως κίνησιν διάφορον ἔχουσι τὰ ζῷα, οὐ διὰ τὴν ὕλην — κοινὴ γὰρ αὕτη — ἀλλὰ διὰ τὸ εἶδος.

Ὥστε ἐπεὶ καὶ ἡ φύσις ἕνεκά του καὶ ταύτην εἰδέναι δεῖ, πάντως ἀποδοτέον τὸ διὰ τί.

Ἐπεὶ ἡ φύσις, φησί, τῶν ἕνεκά τού ἐστιν, ὡς δειχθήσεται, τὸν δὲ φυσικὸν τὴν φύσιν εἰδέναι δεῖ, ἀνάγκη πᾶσα περὶ τῶν φυσικῶν ἐρωτώμενον διὰ τί τόδε, τὰς αἰτίας τὰς εἰρημένας ἀποδοῦναι. εἰ γὰρ μὴ πάντα ἕνεκά του ἐποίει ἡ φύσις, οὐκ ἂν ἦν ἀναγκαῖος ὁ περὶ τῶν αἰτιῶν τῶν τεσσάρων λόγος, εἰς ὃν ἀνάγειν δεῖ τὰς αἰτίας τῶν φυσικῶν· ἤρκει γὰρ καὶ τὸ ποιητικὸν μόνον καὶ τὸ ὑλικὸν εἰδέναι. πάλιν δὲ ἀπαριθμεῖται τὰς αἰτίας. ὅτι δʼ ἐκ τοῦδε ἀνάγκη τόδε, τὸ ποιητικόν· ἐξ ἀνθρώπου γὰρ ἄνθρωπος. ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ, ἁπλῶς μὲν ἐκ τοῦδε τόδε ἐν τοῖς ἀιδίοις — τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἕπεται —, ὡς ἐπὶ τὸ πολὺ δὲ ἐν τοῖς γενητοῖς· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου. τοῦτο δέ φησι διὰ τὰ τέρατα. καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι, ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα. τὸ ὑλικόν φησιν αἴτιον· ὥσπερ γάρ, εἰ μέλλει τοιόνδε συμπέρασμα γίνεσθαι, δεῖ τοιάσδε προτάσεις εἶναι, οὕτως εἰ μέλλει ἄνθρωπος ἔσεσθαι ἢ ἵππος, ἀνάγκη τοιάνδε προϋπάρξαι ὕλην. καὶ ὅτι τοῦτο ἦν τὸ τί ἦν εἶναι. τὸ εἶδός φησιν· ἐρωτώμενοι γὰρ διὰ τί Σωκράτης λογικός, φαμὲν ὅτι τοῦτο εἶδος ἀνθρώπου καὶ ὅρος, ζῷον λογικὸν θνητόν. εἴρηται δὲ πολλάκις ὅτι τοῦτο τῷ τέλει συντρέχει. καὶ ὅτι δὴ βέλτιον οὕτως, οἷον ὅτι βέλτιον τῷ ἀνθρώπῳ τὸ χερσὶ χρῆσθαι ὀργάνοις τοῦ λόγου, τῷ δὲ ἵππω τετράποδι εἶναι. ἑκάστου οὖν, φησί, τὸ βέλτιον ἀποδοτέον, οὐ κοινῶς οἷον ὅτι καλὸν τὸ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν χρήσιμον. ἐν μὲν οὖν τοῖς φυσικοῖς τὰς τέσσαρας ζητητέον αἰτίας, ἐν δὲ τοῖς μαθήμασιν, ὡς ἤδη εἴρηται, μόνην τὴν εἰδικήν. οὔτε γὰρ ὕλην οὔτε ποιητικὸν οὔτε τελικόν· γελοῖον γὰρ τὸ λέγειν, ὅτι ἀγαθὸν τῷ κύκλῳ τὸ τοιῷδε εἶναι, οἷον τὰς ἀπὸ τοῦ κέντρου ἴσας ἔχειν. τοῦτο δὲ διότι μηδὲ ὑπόστασις ἔστιν ἰδία τῶν μαθημάτων, ἀλλὰ ἄλλων ὄντα ἡ ψυχὴ ἀπεσύλησεν. ἐν ἐκείνοις οὖν ζητητέον τὰς αἰτίας τούτων πάσας, οἷς καὶ αὐταὶ ὑπάρχουσι φυσικῶς.

Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς.

Εἰπὼν ἐν τῷ περὶ αὐτομάτου καὶ τῆς τύχης λόγῳ ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ λαβὼν τοῦτο ὡς ὡμολογημένον, νῦν αὐτὸ βούλεται ἀποδεῖξαι. καὶ ἔστι τὰ προβλήματα τὰ προκείμενα μέχρι συμπληρώσεως τοῦ βιβλίου δύο, ἓν μὲν ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, δεύτερον δὲ πῶς ἔστιν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον, ἆρα ἐπειδὴ τὸ πρότερον ὑπάρχει, ἀνάγκη καὶ τὸ δεύτερον εἶναι, ἢ ἔμπαλιν ἐπειδὴ τὸ δεύτερον, ἀνάγκη καὶ τὸ πρότερον· οἷον πότερον ἐπειδὴ ἡ ὕλη τοιάδʼ ἐστίν, ἀνάγκη καὶ τὸ τοιόνδε εἶδος εἶναι, καὶ ἕπεται ἐξ ἀνάγκης τῇ ὕλῃ τὸ εἶδος, ἢ τοὐναντίον ἐπειδὴ δεῖ τοιόνδε εἶδος εἶναι, ἐξ ἀνάγκης καὶ ὕλην δεῖ τοιάνδε εἶναι, καὶ διὰ τὸ εἶδος ἐξ ἀνάγκης καὶ ἡ ὕλη. τὰ μὲν οὖν προβλήματα ταῦτα, πρῶτον δὲ ἐξετάζει, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ· καὶ ἵνα δείξῃ ἀναγκαίαν οὖσαν τὴν τοιαύτην ζήτησιν, πρότερον ἐπιχειρεῖ εἰς τὸ ἐναντίον καὶ ἀπορεῖ, μήποτε οὐδὲν ἡ φύσις ἕνεκά του ποιεῖ. κατασκευάζει δὲ τοῦτο παραδείγματί τινι χρώμενος. ὥσπερ γάρ, φησίν, ὕει ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦδε σῖτον αὐξήσῃ, οὐδʼ ἵνα τὸν ἄλλου τινὸς φθείρῃ τὸν ἐν τῇ ἅλῳ κείμενον, ἀλλὰ κατηνέχθη μὲν ἐξ ἀνάγκης, διότι δεῖ τὴν ἀνενεχθεῖσαν ἀτμίδα τῷ θέρει ψυχθῆναι τῷ χειμῶνι, ψυχθεῖσαν δʼ ὕδωρ γενέσθαι, ὕδωρ δὲ γενόμενον κατενεχθῆναι, καὶ τοῦτο μὲν ἐξ ἀνάγκης γίνεται, τὸ μέντοι αὐξηθῆναι τὸν τοῦδε σῖτον ἢ τὸν ἐν τῇ ἅλῳ φθαρῆναι συνέβη γενέσθαι οὐ διὰ τοῦτο τοῦ ὑετοῦ κατενεχθέντος, τί κωλύει καὶ ἐπὶ τῶν φύσει γινομένων γενέσθαι τὰ μόρια τῶν ζῴων ἕνεκά του τῆς φύσεως μὴ διὰ τοῦτο ποιησάσης, οἷον τοὺς μὲν ἐμπροσθίους ὀδόντας ὀξεῖς πρὸς τὸ τέμνειν ἐπιτηδείους, τοὺς δὲ γομφίους πλατεῖς πρὸς τὸ λεαίνειν τὴν τροφὴν ἐπιτηδείους, τούτων οὐ σκοπῷ τινι γενομένων ὑπὸ τῆς φύσεως, ἵνα οἱ ἔμπροσθεν τέμνωσιν ἢ οἱ γομφίοι λεαίνωσιν, ἀλλʼ ὅπως ἔτυχε διὰ τὴν τῆς ὕλης ἐπιτηδειότητα τούτων γενομένων, συμπεσεῖν δὲ τὴν τοιαύτην θέσιν αὐτῶν καὶ οὕτως ἔχειν ὡς ἂν εἰ τούτου ἕνεκεν ἐγένοντο, ὥστε τοὺς μὲν ἐμπροσθίους ἐπιτηδείους εἶναι πρὸς τὸ τέμνειν, τοὺς δὲ γομφίους πρὸς τὸ λεαίνειν; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων μερῶν ὅσα ἕνεκά του δοκεῖ γενέσθαι, οἷον πρὸς τὸ πέττειν καὶ μεταβάλλειν τὴν τροφὴν τὸ ἧπαρ, καὶ τὰ νεῦρα πρὸς τὸ συνέχειν, καὶ τὰς φλέβας πρὸς τὸ ὀχετεύειν πανταχοῦ τὸ αἷμα, ὥστε πάντα ὁμοτίμως τρέφεσθαι τὰ μόρια. καὶ ἐπὶ πάντων ὡσαύτως. διό φησιν, ὅσα γίνεται οὕτως ὥσπερ ἂν εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα σωθῆναι, τὰ δὲ ἄλλα φθείρεσθαι ὅσα μὴ οὕτως ἐγένετο, οἷον τὰ τέρατα.

Ἡ μὲν οὖν ἀπορία ἐπὶ τοσοῦτον, δείκνυσι δʼ αὐτὸς ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ πλείοσιν ἐπιχειρήμασιν. καὶ πρῶτόν γε δείκνυσιν ἐν δευτέρῳ σχήματι, ὅτι ταῦτα ἅπερ αὐτοί φασι, λέγω δὴ ὑετοὶ καὶ τὰ τῶν ζῴων μέρη καὶ τὰ ὅμοια, οὔτε ἀπὸ τύχης εἰσὶν οὔτε ἀπὸ ταὐτομάτου· εἶτα διὰ ὑποθετικοῦ συλλογισμοῦ, ὅτι ἕνεκά του ταῦτά ἐστι· καὶ τρίτον ἐν τρίτῳ σχήματι, ὅτι τινὰ τῶν φύσει ἕνεκά τού ἐστιν, ὅπερ καὶ προέκειτο δεῖξαι. ἔστιν οὖν ὁ πρῶτος συλλογισμὸς τοιοῦτος· ὑετοὶ καὶ τὰ μέρη πάντα τῶν ζῴων ἢ ἀεὶ ὡσαύτως ἔχουσιν ἢ ὡς ἐπὶ τὸ πολύ, τύχη καὶ αὐτόματον ἤγουν τὰ ἀπὸ τύχης καὶ αὐτομάτου οὔτε ἀεὶ ὡσαύτως ἔχουσιν οὔτε ὡς ἐπὶ τὸ πολύ — δέδεικται γὰρ ὅτι τῶν ἐπʼ ἔλαττον ταῦτά ἐστιν —, ὑετοὶ ἄρα καὶ πάντα τὰ φύσει οὔτε ἀπὸ τύχης εἰσὶν οὔτε ἀπὸ ταὐτομάτου. ὅτι δὲ ὑετοὶ καὶ πάντα τὰ φύσει ἕνεκά τού εἰσι, δείκνυσιν ὑποθετικῷ τε καὶ διαιρετικῷ συλλογισμῷ, τῇ ἀναιρέσει τοῦ ἑτέρου κατασκευάζων τὸ λοιπόν· ὑετοὶ γὰρ καὶ τὰ φύσει πάντα ἢ ἐκ συμπτώματός τινός ἐστι — σύμπτωμα λέγων τὴν τύχην καὶ τὸ αὐτόματον — ἢ ἕνεκά του, ἀλλὰ μὴν οὐκ ἐκ συμπτώματος — δέδεικται γὰρ διὰ τοῦ προτέρου συλλογισμοῦ —, ἕνεκά του ἄρα. ὅτι δὲ καὶ τὰ φύσει ἕνεκά του, ἐν τρίτῳ σχήματι δείκνυσιν οὕτως· ὑετοὶ καὶ τὰ μέρη τῶν ζῴων καὶ πάντα τὰ τοιαῦτα φύσει εἰσίν, ὡς κἂν αὐτοὶ οὗτοι φαῖεν — φασὶ γοῦν φύσει μὲν εἶναι, τὴν μέντοι φύσιν οὐχ ἕνεκά του ποιεῖν ταῦτα. αὐτὸ γοῦν τοῦτό ἐστι τὸ προκείμενον ἡμῖν εἰς ζήτησιν, εἰ ἅπερ ποιεῖ ἡ φύσις ἕνεκά του ποιεῖ —, ὑετοὶ γοῦν καὶ τὰ μέρη τῶν ζῴων φύσει, ὑετοὶ καὶ τὰ μέρη τῶν ζῴων ἕνεκά του — δέδεικται γὰρ τοῦτο διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ —, τινὰ ἄρα τῶν φύσει ἕνεκά τού ἐστιν. οὕτως μὲν οὖν κατὰ τὴν πρώτην ἐπιβολὴν διὰ τριῶν συλλογισμῶν δείκνυσιν ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καθʼ ἑτέραν δὲ πάλιν ἐπιβολὴν τὸ αὐτὸ τοῦτο δείκνυσιν οὕτως· λαμβάνει πρότερον δύο τινὰ ἀξιώματα, πρῶτον μὲν ὅτι ἐν οἷς ἐστι τέλος τι εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς εἰς ἐκεῖνο τελευτᾷ, ἐν τούτοις πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται. οἷον τῆς οἰκοδομικῆς ἐστι τέλος τὸ ποιῆσαι οἰκίαν, καὶ πάντα ὅσα πρὸ τοῦ τέλους τούτου πράττεται, ἕνεκα τοῦ τέλους πράττεται, οἷον τὸ κολάψαι λίθους, καὶ ξύλα πρίσαι καὶ ξέσαι, καὶ κεράμους πλάσαι, καὶ πάντα τὰ λοιπά. δεύτερον ἀξίωμα ὅτι τὰ ὑπὸ τέχνης γινόμενα, εἰ δἂν ἐπεφύκει γίνεσθαι ὑπὸ φύσεως, οὐδʼ ἂν ἄλλως ἐγένετο. οἷον εἰ ἡ φύσις ἠδύνατο ποιῆσαι πλοῖον καταδῦσα ἐν τοῖς ξύλοις, οὕτως ἂν αὐτὰ συνέθηκε καὶ ἐσχημάτισεν, ὡς νῦν ὑπὸ τῆς τέχνης γίνονται· οὐ γὰρ ἔστι σοφώτερον ἐπινοῆσαι. πάλιν εἰ τὰ ὑπὸ φύσεως γινόμενα ἠδύνατο καὶ ὑπὸ τέχνης γενέσθαι, οὕτως ἂν αὐτὰ ἐποίησεν ἡ τέχνη ὡς νῦν ὑπὸ τῆς φύσεως γίνονται· εἰ γὰρ μὴ οὕτως ἢ ἡ τέχνη τὰ φύσει ἐποίησεν ὡς ἡ φύσις αὐτὰ ποιεῖ — οἷον ἄνθρωπος εἰ μὴ ὡς ἔχει ὑπὸ φύσεως νῦν οὕτως ἐποίησεν αὐτὸν ἡ τέχνη —, καὶ ἡ φύσις τὰ τεχνητὰ ὡς νῦν ὑπὸ τῆς τέχνης γίνεται, οὐδʼ ἂν ὅλως ὑπέστησαν. τὰ μὲν ἀξιώματα ταῦτα, δείκνυσι δὲ ἐκ τούτων ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ οὕτως· εἰ τὰ τεχνητὰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἂν ἐγίνετο ὡς νῦν γίνεται, ἐν δὲ τοῖς τεχνητοῖς πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα γίνεται, καὶ εἰ φύσει ἄρα ἐγίνετο, πάντα ἂν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ὑπὸ τῆς φύσεως ἐγίνετο· καὶ πάλιν εἰ τὰ φυσικὰ ὑπὸ τέχνης ἐγίνετο, οὕτως ἂν ἐγίνετο ὡς νῦν ὑπὸ φύσεως γίνεται, ἡ τέχνη δὲ πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ, καὶ ἡ φύσις ἄρα οὕτως ποιοῦσα νῦν ὡς ἂν ἡ τέχνη ἐποίησε πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ· πάντα ἄρα ἡ φύσις ἕνεκά του ποιεῖ.

Ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως, δοκεῖ δέ μοι μὴ ὑγιῶς ἔχειν τοῦτο τὸ ἐπιχείρημα. πρῶτον μὲν γὰρ τὸ πρῶτον τῶν ἀξιωμάτων δόξει μὴ καλῶς εἰλῆφθαι, τὸ λέγον «ἐν οἷς τέλος τί ἐστιν, ἐν τούτοις πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται». ποῖον γὰρ τέλος ἐνταῦθά φησιν; εἰ μὲν γὰρ ἁπλῶς τὸ ἔσχατον πᾶν καὶ τὴν ἀποτελεύτησιν, ψευδὴς ὁ λόγος· καὶ αὐτὸς γὰρ ἐν τῷ προτέρῳ εἶπεν, ὅτι «βούλεται οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον», διὸ καὶ ἐμέμφετο τῷ Εὐριπίδῃ εἰπόντι τὸ ἔχον τελευτὴν ἧσπερ οὕνεκʼ ἐγένετο. οὐ γὰρ δὴ ἐπειδὴ μία τίς ἐστι καὶ συνεχὴς ἡ κατὰ τὴν ζωὴν κίνησις μέχρι τοῦ θανάτου καὶ ἔστι ταύτης τέλος τι καὶ ἔσχατον ὁ θάνατος, διὰ τοῦτο πάντα τὰ πρὸ τοῦ θανάτου τοῦ θανάτου ἕνεκα πράττεται· οὐδʼ ἐπειδὴ ἡ ναῦς φορτωθεῖσα πάνυ ναυαγίῳ περιέπεσε, διὰ τοῦτο ἐφορτώθη, ἵνα ναυαγίῳ περιπέσῃ. καὶ τὰ τέρατα δὲ οὐκ ἐπειδὴ ἔσχατόν τι καὶ τέλος εἰσὶ τῆς παρὰ φύσιν κινήσεως, διὰ τοῦτο πάντα τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους γίνεται τούτου· οὐ γὰρ τοῦ παρὰ φύσιν τέλους στοχάζεται ἡ φύσις, οὐδὲ σκοπὸν ἔχει τὸ τέρας ποιῆσαι. καὶ ἐπὶ μυρίων ἄλλων οὕτως ἔχει. εἰ δὲ τὸ τέλος λέγοι μὴ ἁπλῶς τὸ ἔσχατον, ἀλλὰ τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα, τὸ ζητούμενον αὐτόθεν ὡς ὁμολογούμενον ἔλαβε· ζητοῦμεν γὰρ εἰ ἐπὶ τῶν φύσει ἔστι τοιοῦτον τέλος, ὅπερ οὗ ἕνεκά ἐστι καὶ αὐτοῦ στοχαζομένη ἡ φύσις πάντα τὰ πρὸ αὐτοῦ ποιεῖ.

Μήποτε δὲ καθόλου ἀληθεῦον τὸ ἀξίωμα τοῦτο ἐπὶ τοῦ δευτέρου σημαινομένου, ὅπερ καὶ κυρίως ἐστὶ τέλος, οὐκ ἐπὶ τῶν φύσει ἥρμοσται ὑπὸ τοῦ Ἀριστοτέλους, ἀλλʼ ἐπὶ τῶν τέχνῃ γινομένων ἐν οἷς καὶ ἀληθεύει· ὄντος γάρ τινος τέλους ἐν τοῖς τεχνητοῖς οὗ στοχάζεται ἡ τέχνη, πάντα τὰ πρὸ τοῦ τέλους τούτου τοῦ τέλους ἕνεκα ποιεῖ ἡ τέχνη. τοῦτο μὲν οὖν οὕτως διῃτήσθω. τὸ δʼ ἑξῆς οὐκέτι ἀληθές· οὐ γὰρ ἐπειδή, εἰ τὰ τεχνητὰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἐγίνετο ὑπὸ φύσεως ὡς νῦν ὑπὸ τῆς τέχνης, ἤδη που ἀνάγκη διὰ τοῦτο τῆς τέχνης ἕνεκά του ποιούσης καὶ τὴν φύσιν ἕνεκά του ποιεῖν. καὶ γὰρ εἰ ἡ τέχνη ποιεῖ τέρας τι, πάντως μὲν πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ, οὐ μὴν ἤδη διὰ τοῦτο, ἐπειδὴ νῦν γίνεται τέρας ὑπὸ τῆς φύσεως ὃ ἂν ἐποίησεν ἡ τέχνη, ἕνεκα τούτου πάντα τὰ πρὸ τούτου ποιεῖ ἡ φύσις· οὐ γάρ ἐστι σκοπὸς τῇ φύσει τὸ τέρας ποιῆσαι. παρὰ φύσιν γὰρ τὸ τοιοῦτον καὶ ἁμάρτημα φύσεώς ἐστιν, ὅθεν οὐδὲ οὗ ἕνεκά ἐστιν, οὐδὲ τέλος. οὐκ ἄρα ἀνάγκη, εἰ ἡ τέχνη ἕνεκά του ἐποίησε, τὸ αὐτὸ καὶ ὑπὸ τῆς φύσεως εἰ ἐπεφύκει, ἕνεκά του ἂν γενέσθαι.

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον, ἐφεξῆς δὲ πάλιν φησὶν ὅτι εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν ἢ συνέριθός ἐστι καὶ βοηθὸς αὐτῆς — μιμεῖται μὲν γὰρ τὴν φύσιν οἷον ἡ ἀνδριαντοποιητική, συνέριθος δὲ αὐτῆς ἐστιν οἷον ἡ ἰατρική· βουλομένης γὰρ φέρε εἰπεῖν τῆς φύσεως τὰ περιττώματα ἀποκρῖναι καὶ μὴ δυναμένης, συνεργεῖ ἡ τέχνη κλυστῆρσι καὶ τοῖς τοιούτοις —, εἰ τοίνυν τὸ μίμημα καὶ ἡ συνέριθος τῆς φύσεως ἕνεκά του ποιοῦσι, πολλῷ μᾶλλον τὸ πρῶτον καὶ τὸ παράδειγμα, λέγω δὴ ἡ φύσις, ἕνεκά του ποιήσει. μήποτε δὲ δυνατὸν καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν εἰπεῖν· οὐκ εἰ μιμήσεται τὸ τέρας ἡ τέχνη, εἶτα πάντα τὰ πρὸ τοῦ μιμήματος ἕνεκα τούτου ποιήσει, ἤδη που καὶ ἡ φύσις σκοπὸν καὶ τέλος ἔχουσα τὸ τέρας ποιῆσαι πάντα τὰ πρὸ αὐτοῦ ἕνεκεν αὐτοῦ ἐποίησεν. εἰ δʼ ὅλως ἐστὶν ὑπὸ τῆς τέχνης γινόμενόν τι, ὅπερ ἡ φύσις ποιοῦσα οὐχ ὡς οὗ ἕνεκα ποιεῖ, τί ἄτοπον καὶ τῆς ἰατρικῆς συνεργούσης τῇ φύσει καὶ πρὸς τοῦτο πάντα πραττούσης τὴν φύσιν τὸ αὐτὸ μὴ ὡσαύτως ποιεῖν;

Τελευταῖον δὲ τίθησιν ἐπιχείρημα τὸ μάλιστα ἐναργῶς δεικνύον, ὅτι πάντα ἕνεκά του ποιεῖ ἡ φύσις. ὁρῶμεν γάρ, φησίν, ἐπί τινων ζῴων ὅτι πάντα ἕνεκά του ποιοῦσιν οὔτε τέχνῃ οὔτε λογισμῷ ποιοῦντα, ἀλλὰ μόνῃ τῇ φυσικῇ ὁρμῇ· τῷ γὰρ ὄντι «φύσιες ζῴων ἀδίδακτοι», ὡς καὶ Ἱπποκράτει δοκεῖ. ὁ γοῦν ἀράχνης ποιεῖ τὸ ἀράχνιον οὐ μάτην ἀλλʼ ἕνεκά του, εἰς ἄγραν τε τροφῆς καὶ εἰς οἴκησιν, καὶ πάντα τὰ πρὸ τούτου ἕνεκα τούτου παραλαμβάνει. καὶ ἡ χελιδὼν δὲ τὴν νεοττιὰν οὐ μάτην δήπου ἐργάζεται ἀλλʼ ἕνεκά του, διόπερ ὅτι μάλιστα ἀσφαλῶς συνδεῖ τοῖς κάρφεσι τὸν πηλόν, καὶ σχῆμα πολυχωρητότατον καὶ ἰσχυρότατον ἐργάζεται. καὶ ἡ μέλισσα ὡσαύτως θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως μηδὲν μάτην ποιοῦσα. τῆς δὲ ἀλκυόνος πῶς οὐ θαυμάσει τις τὴν καλιάν, ἣν ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο παρʼ αὐτοῖς τοῖς αἰγιαλοῖς οὖσαν; τὰ αὐτὰ καὶ περὶ μυρμήκων καὶ ἄλλων πολλῶν λέγειν ἔχομεν. καὶ τί λέγω, φησίν, ἐπὶ ζῴων, ὁπότε καὶ ἐπὶ τῶν φυτῶν ἡ φύσις πάντα ἕνεκά του ποιεῖ; τά τε γὰρ φύλλα, φησίν, ἕνεκα τοῦ σκεπάσαι ποιεῖ τοὺς καρπούς, ὡς μήτε ὑπὸ ἀνέμων μήτε ὑπὸ καύματος λυμαίνεσθαι, καὶ τὰς ῥίζας ἕνεκα τῆς τροφῆς ποιήσασα κάτω ταύτας φύειν οὐκ ἄνω ἐποίησεν, ἵνα ὥσπερ ὑπὸ τιθηνῆς τῆς γῆς τὴν τροφὴν ἀρύωνται. εἰ τοίνυν ταῦτα φύσει γινόμενα, οὐχ ὡς ἔτυχεν οὐδὲ μάτην, ἀλλʼ ἕνεκά του γίνεται, εὔλογον τὸ καὶ ἐπὶ πάσης φύσεως τὸ αὐτὸ τοῦτο εἶναι. ἕνεκά του ἄρα ἡ φύσις ποιεῖ, καὶ οὐχ ὅπερ ἔτυχεν.

Εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκε καὶ τὸ ψυχρόν.

Δεύτερον, φησί, πρόβλημα προκείσθω ἡμῖν, πῶς ἔχει τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, πότερον τῇ ὕλῃ τὸ εἶδος ἐξ ἀνάγκης ἕπεται ἢ ἔμπαλιν. καὶ εἰκότως γε τοῦτο ζητοῦμεν, φησί· καὶ γὰρ οἱ παλαιοὶ πάντες τὴν ἀνάγκην εἰς τὴν ὕλην ἀνάγουσιν, οὐκ εἰς τὸ εἶδος. εἰπὼν γὰρ ὅτι εἰς ταύτην ἀνάγουσι τὴν αἰτίαν, ποίαν ταύτην ἐπήγαγε τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα, ἅπερ ἐστὶν ὑλικὰ αἴτια· ἐπειδὴ γάρ φασι τὸ θερμὸν τοιονδὶ καὶ τὸ ψυχρὸν τοιόνδε, διὰ τοῦτο τόδε ἐγένετο, ἢ ὅτι ἐκ τῶνδε τῶν ἀτόμων συνέστηκε. καὶ ἕκαστος ἁπλῶς ἣν ὑπέθετο ὕλην, ταύτῃ τὰς αἰτίας τῶν γινομένων ἀνέθηκε.

Καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν.

Ἵνα μή τις εἴπῃ, ὅτι «καὶ μὴν Ἀναξαγόρας μὲν νοῦν ὑπετίθετο αἴτιον τῶν γινομένων, νεῖκος δὲ καὶ φιλίαν Ἐμπεδοκλῆς, καὶ οὐχ ἁπλῶς τοῖς ὑλικοῖς αἰτίοις τὸ πᾶν ἀπεδίδοσαν», διὰ τοῦτό φησιν, ὅτι εἰ καὶ αἰτίας ποιητικάς τινες ὑπετίθεντο, ἀλλʼ ὅσον ἅψασθαι τούτων μεμνημένοι μόνον, ἐν τῇ γενέσει τῶν κατὰ μέρος οὐκέτι ταύτας ᾐτιῶντο, ἀλλʼ εἰς τὴν παρʼ ἑαυτῷ ὕλην ἕκαστος κατεφέρετο, ὁ μὲν τὰς ὁμοιομερείας αἰτιώμενος ὁ δὲ ψυχρὸν καὶ θερμόν. ταῦτα δὲ καὶ πρὸ Ἀριστοτέλους ὁ Πλάτων ἐγκαλεῖ τῷ Ἀναξαγόρᾳ, ὅτι ὥσπερ ἐξυπνισθεὶς τῶν ἄλλων καθευδόντων φυσιολόγων καὶ νοῦν τῆς τοῦ κόσμου γενέσεως αἰτιασάμενος, ἐν τῷ ποιεῖν τὰ πράγματα ὥσπερ ἐπιλελησμένος τοῦ νοῦ τὰς ὁμοιομερείας αἰτιᾶται, αἵπερ ὕλης αὐτῷ λόγον ἐπεῖχον.

Ἔχει δὲ ἀπορίαν τί κωλύει τὴν φύσιν.

Ἐκθέμενος τὰ προβλήματα, ἀπορεῖ ἐντεῦθεν εἰς τὸ πρότερον, μήποτε οὐχ ἕνεκά του ποιεῖ ἡ φύσις. ἀλλʼ ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ἵνα σῖτον αὐξήσῃ, ἀλλʼ ἐξ ἀνάγκης. τί οὖν φαμεν «κατὰ συμβεβηκὸς αὔξεται ὁ σῖτος, καὶ οὐχ ἕνεκά του ὁ ὑετὸς ἀλλʼ ἐξ ἀνάγκης, ὅτι δεῖ ἁπλῶς ψυχθῆναι τὸ ἀναχθέν»; καὶ εἰ ὅλως γίνεταί τι κατὰ συμβεβηκὸς ὑπὸ τῆς προνοίας ἢ ὅλως βλάπτεταί τι ὑπὸ τῆς προνοίας, ἄξιον ζητῆσαι. φαμὲν οὖν προνοίας διοικούσης τὸ πᾶν μηδὲν κατὰ τύχην μηδʼ ὡς ἔτυχε γίνεσθαι, ἀλλὰ πάντα ἀγαθοῦ τινος ἕνεκα, μηδὲ μὴν τὴν πρόνοιαν ποιεῖν τι κατὰ συμβεβηκός. ἔστιν οὖν καὶ ἐν τῷ ὑετῷ τὸ κοσμικὸν ἀγαθόν· διὰ γὰρ τὴν τοῦ κόσμου διαμονὴν καὶ σύστασιν ἡ τῶν στοιχείων κατὰ κύκλον γίνεται κίνησις· καὶ γὰρ τὰ διαρκῆ τὴν διαμονὴν ἔχοντα, ταῦτα κινεῖται κατὰ κύκλον, λέγω δὴ τὰ οὐράνια. ἵνα οὖν καὶ τὰ στοιχεῖα διαμένῃ, τὴν κατὰ κύκλον κινεῖται κίνησιν, καὶ διὰ τοῦτο ἐκ γῆς ὕδωρ, καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἐκ τούτων πῦρ, καὶ πάλιν ἀὴρ καὶ ὕδωρ καὶ γῆ, καὶ εἰς τὸ αὐτὸ ἡ ἀνάκαμψις ἐξ οὗ καὶ ἤρξατο, ὅπερ κυκλικῆς ἐστι κινήσεως, τὸ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι. ἔστι δὲ καὶ τὸ μερικὸν ἀγαθὸν κατανοῆσαι· διὰ γὰρ τὴν ἑκάστου ἀξίαν τὰ ἔξωθεν τοίως ἢ τοίως ὑπὸ τῆς προνοίας διατίθεται. ὥστε ἡ μὲν πρόνοια καθʼ αὑτὸ πάντα εὐεργετεῖ, συμβαίνει δὲ διὰ τὴν ἡμετέραν ἀξίαν τοίως ἢ τοίως ἡμᾶς πάσχειν· τὸ οὖν κατὰ συμβεβηκὸς ἐν τοῖς πάσχουσιν, οὐκ ἐν τοῖς ποιοῦσιν. καὶ τοῦτο οὐκ ἀδύνατον, τὸ μὲν ποιοῦν καθʼ αὑτὸ ποιεῖν τὸ δὲ πάσχον μηκέτι καθʼ αὑτὸ πάσχειν, ἀλλʼ ἔστιν ὅτε καὶ κατὰ συμβεβηκός. οἷον εἰ Πλάτωνος ἐξηγουμένου λόγους ὠφελίμους ἐπί γʼ ἐκκλησίας, καὶ τοῦτο προθεμένου πάντας τοὺς ἀκροωμένους ὠφελῆσαι, παριών τις ἐπί τινα χρείαν ἄλλην εἰσέλθοι, μὴ τοῦτον τὸν σκοπὸν προθέμενος ἀλλὰ κατὰ τύχην, καὶ ἀκροασάμενος ὠφεληθείη, ὁ τοιοῦτος κατὰ συμβεβηκὸς ὠφελεῖται, τοῦ Πλάτωνος καθʼ αὑτὸ ὠφελήσαντος· ὁ μὲν γὰρ οὐκ ἀπὸ σκοποῦ ὠφελεῖται ἀλλὰ κατὰ τύχην, Πλάτων δὲ ἀπὸ σκοποῦ ὠφέλησε· τοῦτο γὰρ προὔθετο, πάντας ὅσοι ποτὲ ἂν ἀκροάσασθαι βούλωνται ὠφελῆσαι. οὕτως οὖν καὶ τοῦ ἡλίου ἀνατείλαντος ἐπὶ τῷ πάντας φωτίσαι, εἴ τις μὴ ἐπὶ τῷ φωτισθῆναι ἀλλὰ διʼ ἑτέραν χρείαν εἰς ἀγορὰν ἐμβάλοι, κατὰ συμβεβηκὸς πεφώτισται, τοῦ ἡλίου καθʼ αὑτὸ φωτίσαντος. οὕτως οὖν οὐδὲ θαυμαστόν, καὶ τῆς προνοίας ἁπλῆς τινος οὔσης καὶ πάντας καθʼ αὑτὸ εὐεργετεῖν βουλομένης ἀλλʼ οὐ κατὰ συμβεβηκός, κατὰ συμβεβηκὸς φθαρῆναι τὸν σῖτον ἢ αὐξηθῆναι· οὐ γὰρ τοῦτο προὔθετο ἁπλῶς αὐξῆσαι τὸν σῖτον ἢ φθεῖραι τὸν ἐν τῇ ἅλῳ, ἀλλὰ διὰ τὴν ἀξίαν τῶν εὐεργετουμένων κατὰ συμβεβηκὸς ταῦτα γίνεται.

Ὅπου μὲν οὖν ἅπαντα συμβαίνει, ὥσπερ κἂν εἰ ἕνεκά του ἐγίνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ ταὐτομάτου συστάντα ἐπιτηδείως.

Τῆς φύσεως, φησίν, μηδὲν ἕνεκά του ποιούσης ἀλλʼ ὅπως ἂν τύχῃ, ἔνθα μὲν συμβαίνει οὕτως γενέσθαι τι ὑπʼ αὐτῆς, ὥσπερ ἂν εἰ ἐξεπίτηδες ἕνεκα τούτου αὐτὰ ἐποίει, ἵνα πάντα τὰ πρὸς τὴν σωτηρίαν ἔχοντα σῴζηται, ταῦτα καὶ σῴζεται, φησίν, ἐκ ταὐτομάτου ἐπιτήδεια πρὸς σωτηρίαν γενόμενα. ὅσα δὲ μὴ οὕτως συμβῇ γενέσθαι, ταῦτα ἀπόλλυται, οἷά ἐστι τὰ τέρατα.

Καθάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρωρα.

Ὁ Ἐμπεδοκλῆς ἐν τῷ σφαίρῳ πάντα λέγων τὰ εἴδη μεμῖχθαι ἐν τῇ πρώτῃ διακρίσει τοῦ σφαίρου καὶ τῇ ἀρχῇ τῆς κοσμοποιΐας, πρὶν τελείως τὰ εἴδη διακριθῆναι ἀπʼ ἀλλήλων, γενέσθαι τινὰ ἔλεγε σύμμικτα ζῷα, οἷα καὶ οἱ μῦθοι τοὺς Κενταύρους ὑποτίθενται, τὰ μὲν ἄλλα ἵππου ἔχοντας, τὰ ἔμπροσθεν δέ, λέγω δὴ τὰ περὶ τὴν κεφαλήν, ἀνθρώπου· οὕτω καὶ ὁ Ἐμπεδοκλῆς, πρὶν τὸ νεῖκος τελείως ἀπʼ ἀλλήλων διακρῖναι τὰ εἴδη, ἔλεγε γενέσθαι σύμμικτά τινα ζῷα, ἐν οἷς καὶ τὰ βουγενῆ ἀνδρόπρωρα. ἀνδρόπρωρα δέ φησι, τουτέστι τὰ ἔμπροσθεν, λέγω δὴ τὰ πρὸς τῇ κεφαλῇ, ἀνδρὸς ἔχοντα — πρώρα γὰρ τὸ ἐμπρόσθιον τοῦ πλοίου μέρος —, τὰ δὲ λοιπὰ βοός, ὡς δὴ μὴ μόνον τῶν στοιχείων ἐν ἀλλήλοις μεμιγμένων ἐν τῷ σφαίρῳ, ἀλλὰ καὶ τῶν μορίων τῶν ζῴων. διακριθέντων οὖν πάντων, φέρεσθαι τὰ διακριθέντα ὡς ἔτυχε, καὶ πολλάκις βοὸς κεφαλὴν συνελθεῖν στήθει ἀνδρείῳ ἢ καὶ τοῖς ἄλλοις μορίοις, καὶ ἐπὶ πάντων ὡς ἂν ἔτυχεν. ὅσα οὖν, φησί, τῶν μορίων οὕτως συνῆλθεν, ὡς ἂν εἰ ἕνεκα τούτου συνῆλθεν — οἷον τὰ νῦν τοῦ ἀνθρώπου μόρια συμπαθόντα ἀλλήλοις, ὁμοίως καὶ τὰ ἑκάστου τῶν ζῴων —, καὶ διὰ τὸ συνεισάγειν εἰς τὴν σωτηρίαν ἀλλήλων, ἐσώθη τὸ σύγκριμα, ὅσα δὲ οὕτως συνῆλθεν ὡς μηδὲ συμβάλλεσθαι ἀλλήλοις εἰς σωτηρίαν, ταῦτα ἐφθάρη, οἷα τὰ βουγενῆ ἀνδρόπρωρα, διὰ τὸ μηδὲν ἀλλήλοις τὰ τοιαῦτα εἰς σωτηρίαν συνεισάγειν. ὥσπερ οὖν οὗτος ἔλεγεν οὐχ ἕνεκα μέν του τὰ μόρια τῶν ζῴων οὕτω διατετάχθαι, οὕτω μέντοι συμβῆναι αὐτὰ ἔχειν κατὰ τύχην συνελθόντα ὡς ἂν εἰ ἕνεκα τούτου ἐγεγόνει, οὕτως, φησί, καὶ οἱ λέγοντες μὴ ποιεῖν τὴν φύσιν ἕνεκά του, ὅτι ὅσα μὲν οὕτως ποιεῖ ὡς ἂν εἰ ἕνεκά του ἐποίει, ταῦτα σῴζεται, ὅσα δὲ μή, ταῦτα φθείρεται, ὥσπερ φησὶν Ἐμπεδοκλῆς τὰ βουγενῆ ἀνδρόπρωρα· ταῦτα γὰρ διὰ τὸ μὴ οὕτως γενέσθαι ὡς ἂν εἰ ἕνεκά τινος ἀγαθοῦ ἐγένετο, διὰ τοῦτο οὐδὲ σῴζονται. τῶν οὖν τεράτων παραδείγματα ὑπὸ Ἐμπεδοκλέους λεγόμενα λαμβάνουσιν, ὅτι κἀκεῖνος τὰ τερατώδη γενόμενα ἐν τῇ κατʼ ἀρχὴν συστάσει οὔ φησι σῴζεσθαι.

Ταῦτα μὲν γὰρ καὶ πάντα τὰ φύσει ἢ ἀεὶ οὕτως γίνεται ἢ ὡς ἐπὶ τὸ πολύ.

Ὁ πρῶτος συλλογισμός, ὅτι ὑετοὶ καὶ ὀδόντες καὶ καθόλου τὰ μέρη τῶν ζῴων ἢ ἀεὶ ὡσαύτως ἔχουσιν ἢ ὡς ἐπὶ τὸ πολύ, τὰ ἀπὸ τύχης καὶ αὐτομάτου οὔτε ἀεὶ ὡσαύτως ἔχουσιν οὔτε ὡς ἐπὶ τὸ πολύ, ταῦτα ἄρα οὐκ ἀπὸ ταὐτομάτου.

Εἰ οὖν ἢ ἀπὸ συμπτώματος δοκεῖ ἢ ἕνεκά του εἶναι.

Ὁ δεύτερος συλλογισμὸς ὑποθετικὸς κατὰ διαίρεσιν· ὑετοὶ γὰρ καὶ τὰ μέρη τῶν ζῴων ἢ ἀπὸ συμπτώματος ἢ ἕνεκά του, ἀλλὰ μὴν οὐκ ἀπὸ συμπτώματος — δέδεικται γάρ —, ἕνεκά του ἄρα. σύμπτωμα δὲ φησι τὸ ἐπισυμβαῖνον εἴτε ἐκ ταὐτομάτου εἴτε ἀπὸ τύχης, ὥστε κοινῶς ἐπὶ τύχης καὶ τοῦ αὐτομάτου σύμπτωμα.

Ἀλλὰ μὴν φύσει γέ ἐστι τὰ τοιαῦτα πάντα, ὡς κἂν αὐτοὶ φαῖεν.

Ὁ τρίτος ἐν τρίτῳ σχήματι· ταῦτα πάντα φύσει, ταῦτα πάντα ἕνεκά του, τινὰ ἄρα τῶν φύσει ἕνεκά του.

Ἔτι ἐν ὅσοις τέλος τί ἐστιν, ἕνεκα τούτου πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς.

Δεύτερον ἐπιχείρημα, προλαμβάνει δὲ τὰ εἰρημένα ἀξιώματα. ἐν οἷς, φησί, τῶν γινομένων τέλος ἐστὶν εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς τελευτᾷ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται.

Οὐκοῦν ὡς πράττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν, οὕτως πράττεται.

Τὸ δεύτερον ἀξίωμα, ὅτι τὸ τεχνητὸν εἰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἂν ἐπεφύκει ὥσπερ καὶ ἐπράττετο ὑπὸ τῆς τέχνης. καὶ ἔμπαλιν τὰ ὑπὸ φύσεως γινόμενα εἰ δἂν ὑπὸ τῆς τέχνης ἐγίνετο, οὕτως ἂν ἐπράττετο, ὥσπερ εἰ ἐπεφύκει ὑπὸ τῆς φύσεως γίνεσθαι· εἰ γὰρ μὴ οὕτως ἐγίνετο, οὐδʼ ἂν ἐσῴζετο. τὸ δʼ ἂν μή τι ἐμποδίζῃ προσέθηκε διὰ τὰς ἢ ἐκ τῆς ὕλης ἢ ἐκ τῶν ἔξωθεν συμπτωμάτων γινομένας ἁμαρτίας καὶ τοῖς φυσικοῖς καὶ τοῖς τεχνητοῖς. εἰ οὖν ἐπαλλάττουσιν ἡ τέχνη καὶ ἡ φύσις, ἡ δὲ τέχνη ἕνεκά του πάντα ποιεῖ, καὶ ἡ φύσις ἄρα, εἴ γε τὰ τεχνητὰ ἐποίει, οὕτως ἂν ἐποίησε. καὶ πάλιν εἰ ἡ τέχνη τὰ φυσικὰ ἐποίει, ἕνεκά του δηλονότι πάντα ἐποίει· καθόλου γὰρ ἡ τέχνη πάντα ἕνεκά του ποιεῖ. ἐπεὶ οὖν νῦν ἡ φύσις ταῦτα ποιεῖ ὡς ἂν ἡ τέχνη αὐτὰ ἐποίησε, καὶ αὐτὴ δηλονότι ἕνεκά του πάντα ποιήσει. ἕνεκα ἄρα θατέρου θάτερον. τουτέστιν ἕνεκα τοῦ τέλους τὰ πρὸ τοῦ τέλους· οὕτω γὰρ ἡ τέχνη πάντα ἐργάζεται.

Ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ὧν ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, τὰ δὲ μιμεῖται.

Ἕτερον ἐπιχείρημα. ὑγίειαν μὲν γὰρ καὶ διαχωρήσεις καὶ σάρκωσιν ἡ ἰατρική, τῆς φύσεως ἐξασθενούσης ταῦτα ἐργάζεσθαι, ἐργάζεται, μιμεῖται δὲ τὴν φύσιν ἡ πλαστικὴ καὶ γραφική· εἰ τοίνυν ἡ συνέριθος τῆς φύσεως καὶ τὸ ταύτης ἀπεικόνισμα πάντα ἕνεκά του ποιεῖ, πολλῷ γε δήπου τὸ ἀρχέτυπον.

Μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων.

Προϊὼν ἐπὶ τὰ δραστικώτερα προβαίνει ἐπιχειρήματα· τί γὰρ λέγω, φησίν, ἐπὶ τῶν λογικῶν ζῴων ἃ κατὰ τέχνην ποιεῖ, καὶ διὰ τούτων καὶ τὴν φύσιν φημὶ ἕνεκά του ποιεῖν; ἐπὶ γοῦν τῶν ἄλλων ζῴων φαίνεται προφανῶς ἡ φύσις πάντα ἕνεκά του ποιοῦσα. καὶ τεκμήριον ὁ ἀράχνης ἡ χελιδὼν καὶ τὰ ὅμοια, ἅπερ ἐκ φύσεως καὶ οὐ λογισμῷ ἐργαζόμενα, ὅμως οὐδὲν μάτην ποιεῖ, διὸ καὶ ἀποροῦσί τινες μήποτε οὐδὲ φύσει ταῦτα ἐργάζεται, ἀλλὰ λογισμῷ τινι. καὶ τί λέγω, φησίν, ἐπὶ ζῴων, ὁπότε καὶ ἐπὶ φυτῶν ὁρῶμεν τὴν φύσιν πάντα ἕνεκά του ποιοῦσαν; τὰς μὲν γὰρ ῥίζας κάτω ἐποίησε τῆς τροφῆς ἕνεκεν πρὸς τῇ τιθηνῇ τὸ στόμα προσαρμόζουσα, φύλλα δʼ εἰς σκέπην τῶν καρπῶν καὶ σωτηρίαν. πῶς οὖν οὐκ ἐκ πάντων τούτων δῆλον ὅτι πάντα ἕνεκά του ὑπὸ τῆς φύσεως γίνεται; κατὰ μικρὸν δὲ οὕτω προϊοῦσιν. πρῶτον γὰρ ἐπὶ ἀνθρώπων ἐγύμνασε τὸν λόγον, εἶτα μετῆλθεν ἐπὶ τὰ ἄλογα ζῷα, κἀντεῦθεν ὁδῷ προβαίνων ἐπὶ τὰ φυτά.

Καὶ ἐπεὶ ἡ φύσις διττή, ἡ μὲν ὡς ὕλη ἡ δὲ ὡς μορφή.

Ἐπειδὴ ἔδειξεν ὅτι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, βούλεται νῦν δεῖξαι τίνος ἕνεκα ποιεῖ πάντα καὶ τί ἐστιν οὗ στοχάζεται, καί φησιν ὅτι τοῦ φυσικοῦ εἴδους, ὅπερ καὶ αὐτὸ φύσις ἐστίν. εἴρηται δὲ ὅτι τὸ ποιοῦν τὸ εἶδος τὸ τέλος εἰς ταὐτὸν ἔρχεται πολλάκις. ὥστε ἡ ποιοῦσα φύσις καὶ ἕνεκά του πάντα ποιοῦσα ἕνεκα τῆς φύσεως ποιεῖ τῆς ὡς εἴδους οὔσης, οὐ τῆς κατὰ τὴν ὕλην· ἐπεὶ γὰρ διττὴν εἶπεν ἐν τοῖς ἔμπροσθεν τὴν φύσιν — καὶ γὰρ καὶ τὸ εἶδος καὶ ἡ ὕλη φύσις —, ἐπισημειοῦται νῦν περὶ ποίας φύσεως ἦν αὐτῷ ὁ λόγος, ὅτι οὐ τῆς κατὰ τὴν ὕλην, ἀλλὰ τοῦ εἴδους καὶ τῆς μορφῆς.

Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην· ἔγραψε γὰρ οὐκ ὀρθῶς ὁ γραμματικός, καὶ ἐπότισεν ὁ ἰατρὸς οὐκ ὀρθῶς τὸ φάρμακον.

Δείξας ὅτι ἡ φύσις πάντα ἕνεκά του ποιεῖ, ἔκ τε τοῦ ὡς ἐπὶ τὸ πολὺ εἶναι τὴν φύσιν καὶ ἐκ τοῦ τὰ μιμήματα τῆς φύσεως πάντα ἕνεκά του ποιεῖν καὶ ἐκ τῶν λοιπῶν, νῦν τὰς ἀπορίας τὰς φερομένας εἰς τὸ προκείμενον θεώρημα ἐπιλύσασθαι βούλεται. ἀποροῦσι γὰρ ὅτι εἰ ἕνεκά του ἡ φύσις πάντα ποιεῖ, διὰ τί πολλάκις ἀποτυγχάνει καὶ οὐκ ἀεὶ κατορθοῖ; φησὶν οὖν πρὸς τοῦτο, ὅτι οὐ διὰ τὸ ἁμαρτάνειν τὴν φύσιν, διὰ τοῦτο δεῖ νομίζειν ὅτι ὡς ἔτυχε ποιεῖ καὶ οὐχ ἕνεκά του πάντα ποιεῖ, ὁπότε καὶ ἡ τέχνη, ἥτις προφανῶς πάντα ἕνεκά του ποιεῖ, ἁμαρτάνει πολλάκις διὰ τὴν ἀνεπιτηδειότητα τῆς ὑποκειμένης ὕλης. καὶ γὰρ ὁ γραφεὺς σκοπὸν ἔχων τοῦ καλῶς γράψαι, διὰ τὸν χάρτην πολλάκις μανότερον ὄντα, ἢ διὰ πλεονεξίαν ἢ ἀνεπιτηδειότητα τοῦ μέλανος ἁμαρτάνει τοῦ σκοποῦ. ὁμοίως καὶ ὁ ζῳγράφος τὰ αὐτὰ ἂν πάθοι, ἢ διὰ τὴν τῶν χρωμάτων. ἢ διὰ τὴν τῆς σινδόνος ἐν ᾗ γράφει ἀνεπιτηδειότητα. καὶ ὁ ἰατρὸς δὲ ὠφελῆσαι μὲν θέλων καὶ ἀγαθοῦ τινος ἕνεκα ἔδωκε τὸ καθάρσιον, ἀπέτυχε δʼ ἔστιν ὅτε ἢ διὰ τὴν τοῦ ὑποκειμένου σώματος ἰδιότητα, ἣν ἰδεῖν μὴ οἷόν τε ἦν, ἢ κατὰ τύχην τοῦ περιέχοντος δυσκράτου γενομένου· ἀλλʼ ὅμως ἐκεῖνος ἀγαθοῦ τινος ἕνεκα δέδωκεν. οὕτως ἄρα καὶ εἰ ἡ φύσις ἔστιν ὅτε τοῦ σκοποῦ διαμαρτάνει, οὐ διὰ τοῦτο ἐξαιρετέον αὐτῆς τὸ ἕνεκά του, ἀλλʼ ἐπεὶ ὡς ἐπὶ τὸ πολὺ τυγχάνει τοῦ σκοποῦ καὶ ὡς σπάνιά ἐστιν αὐτῆς τὰ ἁμαρτήματα, διὰ τοῦτο πιστευτέον αὐτῇ ἕνεκά του ποιεῖν. ἄλογον γὰρ καὶ τῆς τέχνης ἁμαρτανούσης ὥσπερ καὶ τῆς φύσεως, τῆς μὲν μὴ ἀφαιρεῖν τὸ ἕνεκά του διὰ τὴν ἁμαρτίαν τῆς δὲ φύσεως ἀφαιρεῖν, ἀλλʼ ἢ ἀμφοτέρων ἀφαιρετέον ἢ μηδεμιᾶς· εἰ οὖν τῆς τέχνης οὐκ ἀφαιροῦμεν τὸ ἕνεκά του, οὐδὲ τῆς φύσεως ἄρα.

Ἐπειδὴ δὲ οἱ ἀφαιροῦντες τῆς φύσεως τὸ ἕνεκά του ἐκέχρηντο τῷ παραδείγματι τῷ κατὰ τὸν Ἐμπεδοκλέα, ἔνθα ἔλεγεν ἐκεῖνος ἐν ταῖς ἐξ ἀρχῆς συστάσεσι «τὰ βουγενῆ ἀνδρόπρωρα» γενέσθαι, καὶ ἐξ αὐτῶν τούτων ἐλέγγει τὸν λόγον. οὕτω γάρ, φησί, πάντα ἕνεκά του ποιεῖ ἡ φύσις, ὥστε καὶ ὅταν τοῦ σκοποῦ διαμαρτάνῃ, οὐ μακράν που τοῦ σκοποῦ ἑαυτῆς ἐκπίπτει, ἀλλʼ ὡς οἷόν τέ ἐστι σύνεγγυς. οὐδέποτε γοῦν ἐξ ἀνθρώπου πλάτανος γέγονεν ἢ λίθος ἢ συκῆ, ἀλλʼ ἀεὶ ἄνθρωπος ἐξ ἀνθρώπου· εἰ δέ ποτε τοῦ σκοποῦ ἀποτύχῃ τοῦ ποιῆσαι ἄνθρωπον διὰ τὴν ἀνεπιτηδειότητα τῆς ὕλης, ζῷον γοῦν ποιεῖ καὶ οὐ φυτόν, ὡς εἶπον, ἢ λίθον, καὶ εἰ μὴ ζῷον δυνηθείη ποιῆσαι, τὸ σύνεγγυς γοῦν ποιεῖ, σάρκα. καὶ ἡ συκῆ πάλιν συκῆν ποιεῖ, εἰ δὲ ἀποτύχῃ, ἐρινεόν, οὐ δρῦν οὐδὲ πεύκην. καὶ ἡ ἐλαία πάλιν ἐλαίαν, εἰ δʼ ἀποτύχῃ, κότινον, οὐκ ὄχνην οὐδὲ λεύκην. πανταχοῦ ἄρα ἡ φύσις πρόδηλός ἐστι μὴ ὡς ἔτυχεν ἐργαζομένη, ἀλλὰ πρός τι τέλος σκοπιμώτατον, οὗ ἐὰν ἀποτύχῃ ἀγαπᾷ γοῦν τοῦ σύνεγγυς τυχεῖν. ὥσπερ, φησίν, εἰ καὶ συγχωρήσομεν τῷ Ἐμπεδοκλείῳ μύθῳ, ὅτι ἐγίνοντο ζῷά τινα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρωρα, τῷ λόγῳ δήπου τούτῳ ἐγίνετο ᾧ καὶ νῦν τὰ τέρατα, τῆς ὑλικῆς αὐτῶν ἀρχῆς λέγω δὴ τοῦ σπέρματος διαφθαρέντος, καὶ οὕτως ᾔδει κἀκεῖνος τὴν φύσιν ἕνεκά του ποιοῦσαν· ὥστε καὶ τὴν ἁμαρτίαν αὐτῆς, ὡς ἤδη εἶπον, οὐ πόρρω τοῦ σκοποῦ πεσεῖν ἔφη. οὐ γὰρ εἶπε βουγενῆ ἐλαιόπρωρα γενέσθαι, ἀλλὰ βουγενῆ ἀνδρόπρωρα· οὕτως οἶδε καὶ αὐτὸς τὴν φύσιν σκοπόν τινα ὡρισμένον ἔχουσαν, οἷον ἢ ἄνθρωπον ἢ βοῦν ποιῆσαι, καὶ τούτου ἀποτυχοῦσαν τὸ σύνεγγυς ἀγαπῆσαι, λέγω δὴ τὸ ζῷον ἁπλῶς ποιῆσαι. ἔπειτα καὶ πρὸς αὐτὴν τὴν δόξαν ἐνίσταται· τί γὰρ δήποτε, φησίν, ἐν ταῖς ἐξ ἀρχῆς συστάσεσι μὴ ὥσπερ βουγενῆ ἀνδρόπρωρα γέγονεν ἐπὶ τῶν ζῴων, οὕτως καὶ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ ἐλαιόπρωρα; καίτοι, φησίν, εὐλογώτερον ἦν ἐπὶ τῶν φυτῶν τοῦτο γενέσθαι μᾶλλον ἢ ἐπὶ τῶν ζῴων· ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του ἢ ἐν τοῖς ζῴοις, διότι καὶ διήρθρωται μᾶλλον τὸ εἶδος ἐν τοῖς ζῴοις, ἔδει δὲ ἐν οἷς ἧττον τὸ ἕνεκά του διαφαίνεται, ἐν τούτοις μάλιστα τὴν παρεκτροπὴν γενέσθαι· οὐ γέγονε δὲ ἐν τοῖς φυτοῖς — οὐδὲ γὰρ φαίνεται τοῦτο λέγων —, οὐδʼ ἐν τοῖς ζῴοις ἄρα. ὥστε οἱ ἐκ τούτων τὸ ἕνεκά του τῆς φύσεως ἀφαιροῦντες, ἑαυτοὺς ἐλέγχοντες μᾶλλον ἴστωσαν ἢ τὴν φύσιν. εἶτα καὶ ἄλλοις ἐπιχειρήμασι τὸ αὐτὸ κατασκευάζει· εἰ γὰρ μὴ ἕνεκά του πάντα ποιεῖ ἡ φύσις, διὰ τί μὴ εὐθὺς ποιεῖ ἄνθρωπον, ἀλλὰ πρῶτον σπέρμα εἶτα σάρκα εἶτα ἄλλο καὶ ἄλλο ἐφεξῆς, μέχρις ἂν τοῦ σκοπιμωτάτου τέλους τύχῃ; διὰ τί γὰρ μὴ πρότερον ἔμβρυον, εἶτα σπέρμα; ἡ γὰρ τάξις τῶν ἕνεκά του· ὥστε εἰ ἐν τάξει ἄλλο πρὸ ἄλλου παραλαμβάνει καὶ οὐδέποτε τῆς τάξεως μεθίσταται πρὶν ἂν φθείρῃ τὸ γινόμενον, δήλη ἐστὶ πάντα ἕνεκά του ποιοῦσα. καὶ αὐτὸς δέ, φησίν, ὁ Ἐμπεδοκλῆς τὸ «οὐλοφυὲς» πρῶτόν φησι γενέσθαι, τοῦτο δὲ οὐδὲν ἄλλο σημαίνοι ἂν αὐτῷ ἢ τὸ σπέρμα συνεστραμμένους καὶ ὅλους ἅμα ἔχον ἐν ἑαυτῷ τοὺς λόγους τοῦ φυομένου· παρὰ γὰρ τὴν τοῦ ὅλου φύσιν περιέχειν τὸ ὁλοφυὲς αὐτῷ κέκληται. εἰ δὲ τὸ οὐλοφυὲς πρῶτον τῶν ζῴων καὶ φυτῶν γίνεται, ἕνεκα ἄρα τῶν φυτῶν καὶ ζῴων γίνεται, εἰ δὲ τοῦτο, ἕνεκά του ἄρα ἡ φύσις ποιεῖ· ἕνεκα γὰρ τῶν ὑστέρων τὰ πρότερα. ὅπερ οὖν εἶπον, εἰ καὶ δῶμεν ἀληθῆ εἶναι τὸν Ἐμπεδοκλέους μῦθον ὡς κατʼ ἀρχὴν συνέστη τινὰ βουγενῆ ἀνδρόπρωρα, τοῦ οὐλοφυοῦς τούτου φθαρέντος δηλονότι συνέστη, ὥσπερ καὶ νῦν τὰ τέρατα γίνεται τοῦ σπέρματος φθαρέντος ἢ πλεονάσαντος ἢ ἐλλείψαντος. ὥστε ἡ μὲν φύσις ἕνεκα τοῦ ἀγαθοῦ τὴν προβολὴν τοῦ οὐλοφυοῦς ἐποιήσατο, συνέβη δὲ φθαρέντος αὐτοῦ ἀποτυχεῖν τοῦ σκοποῦ τὴν φύσιν. ἔτι, φησίν, οἱ ἀφαιροῦντες τῆς φύσεως τὸ ἕνεκά του λανθάνουσιν ἑαυτοὺς πολλῷ πρότερον καὶ τὴν φύσιν ὅλως καὶ τὰ φυσικὰ ἀναιροῦντες. φύσει γὰρ κατὰ κοινὴν ἔννοιαν ταῦτα νομίζομεν εἶναι πάντες, ὅσα ἀπό τινος ἀρχῆς ἐν ἑαυτοῖς ὑπαρχούσης συνεχῶς καὶ κατὰ τάξιν κινούμενα ἀφικνεῖται εἴς τι τέλος, ἀλλʼ οὐχὶ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς — ταῦτα γὰρ ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου καλεῖν εἰώθαμεν —, τὰ δὲ ἀπὸ φύσεως ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τῆς αὐτῆς ἀρχῆς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ αὐτὰ τέλη γίνεται· οὐδέποτε γὰρ ἀπὸ ἀνθρωπείου σπέρματος κύων γέγονεν ἢ ἵππος. καίτοι εἰ μὴ ἕνεκά του ἐποίει ἡ φύσις, ἔδει τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεσθαι, νῦν δʼ οὐ γίνεται. ὥστε εἰ μὴ ἕνεκά τού φασι τὴν φύσιν ποιεῖν, ἀλλʼ ὅπως ἂν τύχῃ, μάτην τὸ τῆς φύσεως περιβομβοῦσιν ὄνομα εἰς ταὐτὸν ἄγοντες αὐτὴν τῇ τύχῃ καὶ συγκλώθοντες τὰ ἀσύγκλωστα. ὥστε εἰ μὴ ταὐτὸν τύχη καὶ φύσις ἀλλὰ πολλῷ ταῦτα διεστήκασι τῷ μέσῳ, τῆς τύχης ἐκ τῆς τυχούσης ἀρχῆς τὸ τυχὸν ποιούσης, τῆς δὲ φύσεως ἐξ ὡρισμένης ὡρισμένον, ἀδύνατον τὴν φύσιν μὴ ἕνεκά του πάντα ποιεῖν, ἐπεὶ εἰς ταὐτὸν ἂν οὕτω τῇ τύχῃ συμφέροιτο.

Τελευταῖον δὲ πάντων τὴν αἰτίαν τίθησιν ἐξ ἧς κινηθέντες ἐνόμισαν τὴν φύσιν μηδὲν ἕνεκά του ποιεῖν. ἐοίκασι γάρ, φησί, διὰ τὸ μὴ ὁρᾶν τὴν φύσιν ἐν τῷ δημιουργεῖν βουλευομένην, διὰ τοῦτο αὐτῆς ἀφαιρεῖσθαι τὸ ἕνεκά του ποιεῖν, ὡς δὴ δέον τὰ ἕνεκά του ποιοῦντα πάντως βουλεύεσθαι. τοῦτο δέ, φησί, γελοῖον ἂν εἴη· ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι οὐδὲ αἱ τέχναι βουλεύονται· ἡ γὰρ βουλὴ ἔνδειά ἐστι φρονήσεως, καὶ ὅταν ὁ τεχνίτης βουλεύηται, οὐχ ὡς τεχνίτης βουλεύεται, ἀλλʼ ὡς ἐλλείπων κατὰ τὴν τέχνην — ἐξ ἀγνοίας γὰρ ἐπὶ τὴν βούλευσιν ἔρχεται —, ὁ δὲ τεχνίτης βουλῆς οὐ δεῖται. οὐ βουλεύεται γοῦν ὁ τέκτων εἰ δεῖ πρίειν τὰ ξύλα ἢ ἀποξέειν, καὶ ὁ οἰκοδόμος εἰ δεῖ πρῶτον τοὺς θεμελίους καταβάλλεσθαι, ἀλλʼ οὐδʼ ὁ γραμματιστὴς βουλεύεται πῶς δεῖ τὸ α ἢ τὸ β γράψαι, οὐδʼ ὅταν γράφῃ τὸ Σωκράτης ὄνομα βουλεύεται ποῖον δεῖ πρῶτον τῶν στοιχείων γράψαι, ποῖον δὲ δεύτερον καὶ τρίτον. ἀλλʼ ἑκάστης τέχνης ὥρισται καὶ τὸ τέλος καὶ ἡ ἀρχὴ καὶ ἡ ὁδὸς ἡ ἐκ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος, ὥσπερ καὶ ἡ τῆς φύσεως, τὰ δὲ ὡρισμένα βουλῆς οὐ δεῖται· βουλευόμεθα γὰρ ἢ περὶ τῆς ἀρχῆς ἢ περὶ τοῦ τέλους ἢ περὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ τέλος ἀγούσης, ὅταν ἄδηλα ταῦτα καὶ ἀόριστα ᾖ. ὥστε εἰ διὰ τὸ μὴ βουλεύεσθαι τὴν φύσιν ἀφαιροῦνται αὐτῆς τὸ ἕνεκά του, καὶ τῆς τέχνης ἀφαιρείτωσαν, εἰ δὲ μὴ ἀφαιροῦνται τῆς τέχνης διὰ τοῦτο τὸ ἕνεκά του, εὔλογον δήπου μηδὲ τῆς φύσεως ἀφαιρεῖν. καὶ τί λέγω ἐπὶ τεχνῶν, ὁπότε καὶ τὸ θεῖον δημιουργοῦν οὐ βουλεύεται, ἀλλʼ αὐτῷ τῷ εἶναι, ὅταν θέλῃ, πάντα παράγει βουλῆς οὐ δεόμενον, εἴ γε ἡ βουλή, ὥσπερ εἶπον, διʼ ἔνδειαν γίνεται φρονήσεως; ἥκιστα οὖν τῆς φύσεως διὰ τὸ μὴ βουλεύεσθαι ἀφαιρετέον τὸ ἕνεκά του, ἐπεὶ μηδὲ τῆς τέχνης μηδὲ τοῦ θείου.

Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τὴν τέχνην. ὡς δὴ τῆς ἀπορίας κατὰ τὸ σιωπώμενον δήλης οὔσης, ἀπὸ τῆς λύσεως ἄρχεται.

Εἰ δὴ ἔστιν ἔνια κατὰ τέχνην ἐν οἷς τὸ ὀρθῶς ἕνεκά του.

Εἰ ἐν τοῖς τεχνητοῖς, φησίν, ἔστι τὸ ἕνεκά του καὶ ἐν πολλοῖς ὁρῶμεν κατορθούσας τὰς τέχνας τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, εἰς ἔνια δʼ ἐπιχειροῦσι μὲν ἕνεκά του ποιεῖν ἁμαρτάνουσι δὲ τοῦ σκοποῦ διά τινας δήποτε αἰτίας, οὐ παρὰ τὸ μὴ αὐτὰς οὕτω προθέσθαι ὥστε εἴς τι τέλος ἀγαθὸν λῆξαι, τί κωλύει καὶ ἐπὶ τῆς φύσεως τὸ αὐτὸ συμβαίνειν, καὶ τὰ ἁμαρτήματα αὐτῆς μὴ διὰ τὸ ὡς ἔτυχεν αὐτὴν ποιεῖν νομίζειν γίνεσθαι, ἀλλὰ διὰ τὸ τοῦ ἐξ ἀρχῆς ἐκκρούεσθαι σκοποῦ ἢ διὰ τὴν ὕλην ἢ διὰ τὰ ἔξωθεν συμπτώματα;

Καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ βουγενῆ, εἰ μὴ πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν.

Ἐκ τούτων ἄρα δῆλον, φησίν, ὅτι καὶ τὰ κατὰ Ἐμπεδοκλέα βουγενῆ ἀνδρόπρωρα, ἵνα τις συγχωρήσῃ τῷ μύθῳ, εἰ μὴ δυνατὰ ἦν εἴς τινα ὅρον καὶ τέλος ἐλθεῖν, τουτέστιν εἰς εἶδός τι τέλειον, ὥστε καὶ διαμεῖναι, πρόδηλον ὅτι τῆς ἀρχῆς αὐτῶν τοῦ σπέρματος διαφθαρέντος τοιαῦτα γέγονεν. ὅθεν οὐδὲ διέμεινεν, ὅπερ καὶ νῦν ἐπὶ τῶν τεράτων συμβαίνει.

Ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα.

Εἰ μὴ ἕνεκά του πάντα ἡ φύσις ποιεῖ, διὰ τί τεταγμένη αὐτῆς ἐστιν ἡ δημιουργία ἄλλα πρὸ ἄλλων παραλαμβάνουσα; ἔδει γὰρ καὶ ἄνευ σπέρματος τὰ ζῷα εὐθὺς ποιεῖν. εἰ δὲ παραλαμβάνει πρῶτον σπέρμα, εἶτα ἐξ αὐτοῦ ποιεῖ σάρκα, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ τελείου εἴδους, καὶ εἰς τὸ τέλειον εἶδος ἐλθοῦσα παύεται λοιπὸν τῆς κινήσεως, πρόδηλον ἄρα ὅτι τὰ πρὸ τοῦ τέλους πάντα τοῦ τέλους ἕνεκεν παρέλαβεν. ἐπεὶ τί δήποτε ἔστη εἰς τὸ εἶδος τὸ ἀνθρώπειον τυχὸν ἢ ἵππειον, καὶ μὴ ἐξ αὐτοῦ συνεχῶς κινοῦσα ἄλλο τι, καὶ τοῦτο ὅπερ ἔτυχεν, ἐποίησεν;

Ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του.

Ἐντεῦθεν, ὅπερ εἶπον, πρὸς αὐτὴν τὴν δόξαν ἐνίσταται, ὅτι εἰ ἧττον ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του ἢ ἐν τοῖς ζῴοις, ἐν οἷς δὲ ἧττον τὸ ἕνεκά του ἐν τούτοις μᾶλλον ἔδει τὰ τέρατα γενέσθαι, τί δήποτε μὴ ὥσπερ ἐν τοῖς ζῴοις τὰ βουγενῆ ἀνδρόπρωρα γέγονεν, οὕτω καὶ ἐν τοῖς φυτοῖς ἀμπελογενῆ ἐλαιόπρωρα; εἰ δὲ μὴ γέγονεν ἐν τοῖς φυτοῖς — οὐδὲ γὰρ φαίνεται τοῦτο λέγων —, οὐδʼ ἐν τοῖς ζῴοις ἄρα. οὐδὲν δὲ θαυμαστόν, ὥσπερ ἐν τοῖς ζῴοις γίνεται τέρατά τινα, οὕτω δὲ καὶ ἐν τοῖς φυτοῖς γίνεσθαι, ἀλλʼ ἧττον τῶν ζῴων διαφαίνεσθαι ἐν τούτοις τὸ παρὰ φύσιν, διὰ τὸ μὴ οὕτως διηρθρῶσθαι τὰ εἴδη καὶ διακεκρίσθαι ὡς ἐν τοῖς ζῴοις· ἐν οἷς γὰρ ἀκριβὲς τὸ εἶδος, ἐν τούτοις καὶ ἡ ὀλίγη ἐκτροπὴ πρόδηλος. καὶ ὥσπερ ἐν ἄλλοις αὐτός φησι, τοῦ τεθνεῶτος τὴν μὲν χεῖρα οὐκέτι ἂν εἴποι τις χεῖρα εἶναι, εἰ μὴ ὁμωνύμως, ὡς τὴν λιθίνην ἢ τὴν γεγραμμένην, διὰ τὸ ἐφθάρθαι αὐτῆς ἐναργῶς τὸ εἶδος καὶ τὴν ἐνέργειαν, τὴν μέντοι σάρκα τοῦ τεθνεῶτος νομίσειεν ἄν τις μηδὲν ἔλαττον ἔχειν τῆς ζώσης διὰ τὸ μὴ ἐναργῶς ὁρᾶσθαι τὸ εἶδος αὐτῆς καὶ τὴν χρείαν, ἣν παρεῖχε τῷ ὅλῳ ζῴῳ, μετὰ θάνατον ἐφθαρμένην· τοῦτο δὲ διὰ τὸ ὑλικώτερα ὄντα τὰ ὁμοιομερῆ μὴ εἰλικρινὲς ἔχειν τὸ εἶδος. οὕτω δή, ἐπειδὴ καὶ τὰ φυτὰ πρὸς τῇ ὕλῃ μᾶλλόν εἰσιν ἤπερ τὰ ζῷα καὶ διὰ τοῦτο ἀμυδρότερον ἔχει τὸ εἶδος, ἐν ταῖς παρεκτροπαῖς ἡ διαφορὰ οὐ διαφαίνεται, ὥσπερ οὐδὲ ἐν τῇ νεκρᾷ σαρκί, καὶ διὰ τοῦτο οὐ δοκεῖ τέρατα γίνεσθαι ἐν τοῖς φυτοῖς. τοῦτο δὲ τὸ ἐπιχείρημα οὐκ ἔστι πραγματειῶδες, ἀλλʼ ὡς πρὸς τὸ πρόσωπον τοῦ Ἐμπεδοκλέους καὶ τὰ παρὰ αὐτοῦ, ὅτι οὐκ ἔστιν ἑαυτοῦ ἀκόλουθος, ἐν τοῖς ζῴοις μὲν τὰ τοιαῦτα τέρατα γεννῶν, ἐν τοῖς φυτοῖς δʼ οὐκέτι· καίτοι εὐλογώτερον ἦν ἐπὶ τῶν φυτῶν τοῦτο ποιῆσαι. εἰ μὲν οὖν καὶ ἐπὶ τῶν φυτῶν ἐγίνετο, διὰ τί μὴ εἶπεν; εἰ δὲ διὰ τὸ μὴ γίνεσθαι οὐκ εἶπεν, ἄτοπον ἐπὶ μὲν τῶν εἰλικρινεστέρων εἰδῶν καὶ ἐφʼ ὧν μᾶλλον τὸ ἕνεκά του διαφαίνεται καὶ ἡ τῆς φύσεως πρόνοια, ἐπὶ τούτων ὡς ἔτυχε ταῦτα γίνεσθαι λέγειν, ἐπὶ δὲ τῶν φυτῶν μηκέτι, ἐν οἷς ἧττόν ἐστι διάδηλος ἡ φύσις πάντα ἕνεκά του ποιοῦσα. ὁ δὲ ἀληθὴς ἔχει λόγος ἐν ἀμφοτέροις μὲν γίνεσθαι τὸ παρὰ φύσιν, σπάνιον δὲ τοῦτο καὶ κατὰ ἀπόπτωσιν τοῦ ἕνεκά του καὶ τοῦ κατὰ φύσιν, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν τὸ παρὰ τέχνην.

Ἀφʼ ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.

Ὅτι οὔτε ἡ αὐτὴ φύσις πλειόνων τελῶν ἐστι ποιητική, οὔτε πλείους φύσεις ἓν καὶ τὸ αὐτὸ ἀπεργάζονται εἶδος, ἀλλʼ ἐφʼ ἑκάστης ὡρισμένον ἐστὶ τὸ εἶδος, εἰ μή τι τῶν ἔξωθεν ἐμποδίσῃ. συνάγομεν γὰρ πολλάκις διάφορα ζῷα εἰς συνουσίαν, ὡς ἵππον καὶ ὄνον εἰς ἡμιόνου γέννησιν, καὶ ποιοῦμεν ἐκ δύο εἰδῶν ἕν, ἀλλʼ οὖν καὶ ἐνταῦθα θαυμαστὴ τῆς φύσεως ἡ πρόνοια τὰ τοιαῦτα ἄγονα ποιήσασα, ἵνα μάθῃς ὡς ὅσα μὲν ὑπʼ αὐτῆς γίνεται μηδενὸς τῶν ἔξωθεν βιαζομένου ἢ διακόπτοντος, ταῦτα τοῦ σκοπιμωτάτου τέλους τυγχάνει, τοῦτο δʼ ἐστὶν ἡ διαδοχὴ τῶν εἰδῶν, ὅσα δὲ μὴ οὕτως γίνεται, πηρώματά ἐστι καὶ οὐδʼ ὅλως διαμένει, ἢ διαμένοντα τοῦ φυσικωτάτου τέλους οὐ τυγχάνει. κἀνταῦθα δὲ ἡ σύνοδος τῶν σύνεγγυς, οὐ τῶν πόρρω.

Τὸ δὲ οὗ ἕνεκα, καὶ ὃ τούτου ἕνεκεν, γένοιτο ἂν καὶ ἀπὸ τύχης.

Ἐπειδὴ ἔδειξεν ὅτι ἐν τῇ φύσει τὸ ἕνεκά του, καὶ ἔχει τι τέλος οὗ ἕνεκα πάντα πράττει, ἆρα, φησίν, ἐν μόνῃ τῇ φύσει, ἢ καὶ ἐν τῇ τύχῃ ἔστι τὸ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα ταῦτα πράττεται; καί φησιν ὅτι ἔστι καὶ ἐν τῇ τύχῃ, ἀλλʼ οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός. ἐλθὼν γάρ τις ἀπὸ ξένης ἐλούσατο, ἀλλʼ οὐ τούτου ἕνεκεν ἦλθεν ἵνα λούσηται, ἐγένετο μέντοι ὁ πλοῦς ὡς ἕνεκα τούτου. κατὰ συμβεβηκὸς οὖν ἐν τῇ τύχῃ τὸ ἕνεκά του, οὐ καθʼ αὑτό, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται.

Λέγομεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λουσάμενος ἀπῆλθεν.

Γράφεται καὶ λυσάμενος ἀντὶ τοῦ λυτρωσάμενος. οἷον εἴ τις ἐν πόλει ἐλθὼν εὕροι τινὰ δέσμιον, εἶτα λυτρώσηται τοῦτον· λέγομεν γὰρ ἐν τοῖς τοιούτοις, ὅτι ἦλθεν ἵνα λυτρώσηται αὐτόν. καίτοι οὐ τούτου ἕνεκεν ἦλθεν, ἀλλὰ τὸ ἐκβὰν οὕτω γέγονεν ὡς ἂν εἰ τούτου ἕνεκεν ἦλθεν, ὅπερ πεποίηκεν· ἀπερχόμενος γὰρ ἀγωνίσασθαι Ὀλύμπια καὶ εὑρὼν ἐν Αἰγίνῃ Πλάτωνα δεδεμένον, ἀγοράσας ἐλυτρώσατο εἰπὼν ὅτι οὐκ ἂν πολλὰς νίκας ἐν Ὀλυμπίᾳ ἀντηλλάξατο τῆς πράξεως ταύτης.

Καὶ εἰ ἐνῆν ἐν τῷ ξύλῳ ἡ ναυπηγική, ὁμοίως ἂν τῇ φύσει ἐποίησεν.

Ἄλογον, φησί, τὸ νομίζειν μὴ ἕνεκά του ποιεῖν τὴν φύσιν διὰ τὸ μὴ ὁρᾶν αὐτὴν βουλευομένην, ὁπότε οὐδὲ ἡ τέχνη βουλεύεται· εἰ τοίνυν ἐπινοήσαις τὴν ναυπηγικὴν τέχνην ἐν τῷ ξύλῳ καταδεδυκυῖαν, τί πλέον ἂν ἐποίησεν ἢ ὡς ἡ φύσις ἐποίει μὴ βουλευομένη; μὴ γὰρ δὴ ὅτι ἐν ἀνθρώπῳ ἡ τέχνη σκόπει, ἀλλὰ ταύτην τοῦ ἀνθρώπου χωρίσας ἐγκατάθες τῷ ξύλῳ, καὶ οὐδὲν ὄψει πλέον ποιοῦσαν ἢ ὡς νῦν ἔξωθεν οὖσα ἐργάζεται. ὥσπερ οὖν νῦν ἔξω οὖσα ἕνεκά του πάντα ποιεῖ, καὶ ἐν τῷ ξύλῳ δηλονότι οὖσα, ὥσπερ ἡ φύσις ἐν τοῖς φυσικοῖς, ἕνεκά του ἂν πάντα ἐποίησε. διὰ τί οὖν μὴ καὶ νῦν τὴν φύσιν οὕτως ποιεῖν φαμεν ἐν τοῖς φυσικοῖς ἐνυπάρχουσαν;

Μάλιστα δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν.

Ἐπειδὴ ὑπέθετο τὴν τέχνην ἐν τῷ ξύλῳ ἐνυπάρχουσαν, ἵνα ἀπεικάσῃ αὐτὴν τῇ φύσει ἐγγυτέρω φέρων τὴν εἰκόνα, τούτῳ ἐχρήσατο τῷ παραδείγματι, ᾧπερ καὶ ἐν τοῖς ἔμπροσθεν. ἔοικε γὰρ ὡς ἐν τεχνητοῖς ὁ ἰατρεύων ἑαυτὸν ἰατρὸς τῇ φύσει· τὴν ἀρχὴν γὰρ τῆς ὑγιείας ἐν ἑαυτῷ ἔχει, ἀλλὰ συμβέβηκεν ἐνταῦθα τὸν ἰατρευόμενον ἅμα καὶ ἰατρὸν εἶναι.

Τὸ δʼ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ὑπάρχει ἢ καὶ ἁπλῶς;

Τῶν δύο προβλημάτων ὧν προεβάλλετο δείξας τὸ ἕτερον, τοῦτο δʼ ἐστὶν ὅτι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, νῦν ἐπὶ τὸ λοιπὸν μετέρχεται· τοῦτο δὲ ἦν πῶς ἔστιν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον, πότερον ἁπλῶς καὶ κατὰ ἕνα τινὰ εἱρμὸν ἀνάγκη τῷ προτέρῳ τὸ δεύτερον ἕπεσθαι καὶ τούτῳ τὸ τρίτον καὶ οὕτως ἐφεξῆς, ὥσπερ ἔχει ἐπὶ τῶν οὐρανίων — ἀνάγκη γὰρ ἀπὸ Κριοῦ γίνεσθαι ἐν Ταύρῳ, καὶ ἐκ τούτου ἐν Διδύμοις, καὶ οὕτως ἐφεξῆς κατὰ ἕνα τινὰ καὶ ἀναγκαῖον εἱρμὸν τοῖς προτέροις ἀεὶ τῶν δευτέρων ἑπομένων —, ἢ οὐχ οὕτω τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, ἀλλʼ ἐξ ὑποθέσεως τῶν δευτέρων ὑποτεθέντων ἐξ ἀνάγκης τὰ πρότερα ἕπεται. οἷόν τι λέγω· τῇ ὕλῃ ἐξ ἀνάγκης ἕπεται τὸ εἶδος, ὅπερ ἂν εἴη τὸ ἁπλῶς ἀναγκαῖον· διότι γὰρ ἔχει τοιάνδε δύναμιν ἡ ὕλη, δεῖ πάντῃ τε καὶ πάντως ἕπεσθαι καὶ τὸ εἶδος. ἢ οὐχ οὕτως, ἀλλʼ εἰ δεῖ γίνεσθαι τὸ εἶδος, δεῖ τοιάνδε ὕλην προϋποκεῖσθαι. οἱ μὲν οὖν φυσικοὶ τὸ ἁπλῶς ἀναγκαῖον ἐν τοῖς γινομένοις ὑπετίθεντο· πάντες γὰρ ταῖς δυνάμεσι τῆς ὕλης ἐξ ἀνάγκης ἕπεσθαι τὰ εἴδη ἔλεγον. ὥσπερ ἂν εἰ καὶ τὴν οἰκίαν διὰ τοῦτο τοιάνδε εἶναι ἔλεγον, διὰ τὰς φυσικὰς τῆς ὕλης ἐξ ἧς σύγκειται δυνάμεις — οἷον διότι γὰρ βαρεῖς μὲν οἱ λίθοι κουφότεραι δὲ τούτων αἱ πλίνθοι ἔτι δὲ κουφότερα τὰ ξύλα, διὰ τοῦτο γέγονεν ἡ οἰκία ἔχουσα τὰ μὲν θεμέλια κάτω, ἐφεξῆς δὲ τούτοις τὰς πλίνθους, καὶ ὑπεράνω πάντων τὰ ξύλα, διότι τῶν ἄλλων κουφότερα· πάνυ γελοίως διὰ τὰς δυνάμεις τῆς ὕλης τοιόνδε σχῆμα ἔχειν τὴν οἰκίαν ὑποτιθέμενοι, οὐ διότι ἔδει τὴν οἰκίαν τοιάνδε εἶναι καὶ διὰ τοῦτο τοιάνδε ὕλην παρασκευασθῆναι· εἰ γὰρ ἁπλῶς ταῖς δυνάμεσι τῆς ὕλης εἵπετο τοιόνδε εἶδος, ἔδει αὐτομάτως εἶναι τὴν οἰκίαν οὔσης τῆς ὕλης, καὶ μηδὲν τοῦ τάττοντος δεῖσθαι —, οὕτως δὲ καὶ οἱ φυσικοὶ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις ὑπάρχειν ἔλεγον· διὰ γὰρ τὸ τὸ ψυχρὸν εἶναι τοιόνδε καὶ τὸ θερμόν, γενέσθαι ὀστοῦν ἢ σάρκα ἢ τῶν ἄλλων ὁτιοῦν, ἤγουν διὰ τὸ τὰς ἀτόμους σφαιρικὰς εἶναι τὸ πῦρ καίειν, ἢ τὸ ὕδωρ ψύχειν διὰ τὸ ἐκ κυβικῶν εἶναι ἀτόμων· καὶ ἕκαστος ἁπλῶς τὰς αἰτίας τῆς τῶν εἰδῶν γενέσεως τῇ ὑπʼ αὐτοῦ ἐπινενοημένῃ ὕλῃ ἀνέθηκεν. ἔχει δὲ τὸ ἀναγκαῖον οὐχ οὕτως ἐν τοῖς φυσικοῖς· οὐδὲν γὰρ ἔδει φύσεως τῆς ἐργαζομένης. οὐδὲ γὰρ τὴν ὕλην ἡ φύσις ἐργάζεται, ἀλλʼ οὔσῃ χρῆται εἰς τὴν τῶν εἰδῶν γένεσιν· τὰ γὰρ στοιχεῖα ὄντα λαβοῦσα καὶ τοίως ἢ τοίως μίξασα, οὕτως ἄλλο καὶ ἄλλο ἐπιτίθησιν εἶδος. εἰ δʼ ἁπλῶς τῇ τῆς ὕλης δυνάμει εἵποντο τὰ εἴδη, τίς ἦν χρεία τοῦ ποιητικοῦ αἰτίου, τῆς φύσεως φημί; ἐξ ὑποθέσεως οὖν τὸ ἀναγκαῖον· διὰ γὰρ τὸ δεῖν τοιόνδε εἶδος εἶναι, διὰ τοῦτο παραλαμβάνεται ἡ ὕλη. ἀμέλει, ὡς εἶπον, καὶ παραληφθείσης τῆς ὕλης καὶ καλλιεργηθείσης καὶ προδρόμων εἰδῶν προγεγενημένων οὐ πάντως τὸ σκοπιμώτατον ἐπιγίνεται εἶδος. οὕτως ἄρα οὐ ταῖς τῆς ὕλης δυνάμεσιν ἐξ ἀνάγκης τὰ εἴδη ἕπονται, ἀλλʼ ἔμπαλιν, ὡς εἶπον, καὶ ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον, εἰ δεῖ τοιόνδε εἶδος εἶναι, δεῖ ὕλην παραληφθῆναι τοιάνδε, οἷον θερμὴν μὲν τοσήνδε ψυχρὰν δὲ τοσήνδε. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἔχει οὖν, φησί, τὸ ἀναγκαῖον ἐν τοῖς φύσει τρόπον τινά, ὥσπερ ἐν τοῖς μαθήμασιν· ἐξ ὑποθέσεως γὰρ καὶ ἐν τοῖς μαθήμασι τὸ ἀναγκαῖον. μαθήματα δὲ λέγει τὰς δείξεις τὰς μαθηματικὰς συλλογιστικῶς προϊούσας, ὥστε καθολικώτερον ἔστιν εἰπεῖν ἀντὶ τῶν μαθημάτων τοὺς συλλογισμούς, ὅτι ὡς ἔχει ἐν τοῖς συλλογισμοῖς τὸ ἀναγκαῖον, οὕτως ἔχει καὶ ἐν τοῖς φυσικοῖς. ἐξ ὑποθέσεως γὰρ καὶ ἐν τοῖς συλλογισμοῖς τὸ ἀναγκαῖον· ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα, ὥσπερ καὶ ἐν τοῖς φυσικοῖς τοῦ εἴδους ὑποτεθέντος ἐξ ἀνάγκης ἔσται καὶ ἡ ὕλη. τὸ μὲν οὖν ἐξ ὑποθέσεως ἀναγκαῖον ὁμοίως ἐπʼ ἀμφοῖν, ἡ δὲ τάξις τῆς ἀκολουθίας ἀντέστραπται· ἐπὶ μὲν γὰρ τῶν συλλογισμῶν εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα — τουτέστιν εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον —, οὐκέτι μέντοι εἰ τὸ συμπέρασμα, καὶ αἱ προτάσεις· ἀληθῶν μὲν γὰρ οὐσῶν τῶν προτάσεων, ἀληθὲς ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα, οὐκέτι μέντοι εἰ τὸ συμπέρασμα, καὶ αἱ προτάσεις. τὸ γὰρ αὐτὸ συμπέρασμα δυνατὸν ἄλλοτε ἄλλαις προτάσεσι συναγαγεῖν, καὶ οὐ μόνον ἐξ ἀληθῶν, ἀλλὰ καὶ ἐκ ψευδῶν ἀληθές· εἰ μὲν γὰρ εʹ καὶ εʹ, πάντως ιʹ, οὐ μέντοι εἰ ιʹ, πάντως εʹ καὶ εʹ, ἀλλὰ δύναται ζʹ καὶ γʹ, καὶ ϛʹ καὶ δʹ. καὶ ἐπὶ συλλογισμῶν δὲ «ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία», καὶ ἐκ ψευδῶν δὲ τὸ αὐτὸ συνάξεις «ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία». ὥστε πάντως μὲν ταῖς τοιαῖσδε προτάσεσιν ἕπεται καὶ τοιόνδε συμπέρασμα, οὐ μέντοι τοιῷδε συμπεράσματι πάντως ἕπονται τοιαίδε προτάσεις. εἰ γάρ τις εἴποι ὅτι δυνατὸν ἐξ ἀληθῶν προτάσεων ψευδὲς συναγαγεῖν συμπέρασμα, οἷόν ἐστιν «ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον δισύλλαβον, ὁ ἄνθρωπος ἄρα δισύλλαβος», ἴστω ὅτι οὐ σῴζει ὁ τοιοῦτος τὰς προτάσεις· ὁ γὰρ μέσος ὅρος οὐκ ἔστι κοινός. ἄλλος μὲν γάρ ἐστιν ὁ κατηγορούμενος ἐν τῇ ἐλάττονι, καὶ ἄλλος ὁ ὑποκείμενος τῇ μείζονι· τῆς μὲν γὰρ ἐλάττονος ζῷον τὸ οὐσιῶδες κατηγορεῖται, τῇ δὲ μείζονι ἡ φωνὴ αὐτὴ καὶ τὸ ὄνομα τὸ τοῦ ζῴου. ὥστε οὐδὲ προτάσεις εἰσὶν αὗται συλλογισμοῦ — οὐδὲ γὰρ συνεπλάκησαν κοινῷ ὅρῳ —, ἀλλὰ μόνον δύο εἰσὶν ἀποφάνσεις ἀπολελυμέναι. ἐπὶ μέντοι τοῦ «ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία», εἰ καὶ ψευδὴς ἡ ἐλάττων πρότασις, ἀλλʼ οὖν ἡ συμπλοκὴ συλλογιστική ἐστι· κοινὸς γὰρ ὁ μέσος ὅρος, καὶ σχῆμά ἐστι τὸ ἐκ τῆς συμπλοκῆς αὐτῶν ἀποτελούμενον. ἐπὶ μὲν οὖν τῶν συλλογισμῶν, ὡς εἶπον, τῷ πρώτῳ, λέγω δὴ ταῖς προτάσεσιν αἵτινές εἰσιν ὕλη τοῦ συλλογισμοῦ ὑποτεθείσαις, τὸ δεύτερον ἀκολουθεῖ, λέγω δὴ τὸ συμπέρασμα, τῷ δὲ δευτέρῳ οὐκέτι τὸ πρῶτον· ἐπὶ δὲ τῶν φυσικῶν, καὶ καθόλου τῶν πρακτῶν πάντων εἴτε τεχνητῶν εἴτε προαιρετῶν, ἔμπαλιν, τοῦ μὲν ὑστέρου, λέγω δὴ τοῦ εἴδους, ὑποτεθέντος, ἀνάγκη πᾶσα τὴν ὕλην, ὅπερ ἐστὶ πρότερον, ἕπεσθαι, οὐ μέντοι εἰ ἡ ὕλη ὑπάρχει, πάντως ἕψεται καὶ τὸ εἶδος, ὡς εἴπομεν ἤδη. ἡ μὲν οὖν διαφορὰ τῶν φυσικῶν καὶ καθόλου τῶν πρακτῶν πρὸς τὰ μαθηματικά, αὕτη, ἡ δὲ κοινωνία, ὅτι τε ἐξ ὑποθέσεως ἐν πᾶσι τὸ ἀναγκαῖον — ἑνὸς γὰρ ὑποτεθέντος ἕπεται τὸ λοιπόν, ἐν μὲν τοῖς πρακτοῖς τοῦ εἴδους ὑποτεθέντος ἡ ὕλη ἕπεται, ἐν δὲ τοῖς μαθηματικοῖς τῆς ὕλης ὑποτεθείσης ἕπεται τὸ εἶδος —, καὶ ὅτι τρόπον τινὰ καὶ ἐν τοῖς φυσικοῖς τῷ πρώτῳ τὸ δεύτερον ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς· τὸ γὰρ εἶδος, ὅπερ ἐστὶ τῆς πράξεως τέλος, ἀρχή ἐστι τῆς θεωρίας. εἰ οὖν ἡ θεωρία ἄρχεται μὲν ἀπὸ τοῦ εἴδους λήγει δὲ εἰς τὴν ὕλην, ἕπεται δὲ τῷ εἴδει ἡ ὕλη, καὶ ἐν τοῖς φυσικοῖς ἄρα τρόπον τινὰ τῇ ἀρχῇ ἐξ ἀνάγκης τὸ τέλος ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς. εἶτα καὶ τὴν αἰτίαν τούτου προστίθησι· διότι, φησίν, ἐν τοῖς μαθηματικοῖς πρᾶξις οὐκ ἔστι, θεωρία δὲ μόνη. εἰ μὲν γὰρ ἦν πρᾶξις ἐν τοῖς μαθήμασιν, ὁμοίως ἂν καὶ ἐν αὐτοῖς ἀνάπαλιν εἶχεν ἡ πρᾶξις τῇ θεωρίᾳ, καὶ ἦν ἂν ἡ τῆς πράξεως ἀρχὴ τέλος τῆς θεωρίας, νῦν δʼ ἐπειδὴ θεωρία μόνη ἐστὶν ἐν τοῖς μαθήμασιν, καὶ ἔστιν ἐπʼ αὐτοῖς ἀρχὴ μὲν αἱ προτάσεις ταύταις δὲ ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα, ὁμοίως δὲ καὶ ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ πρῶτον μέν ἐστι τὸ εἶδος ἔσχατον δʼ ἡ ὕλη, καὶ ἕπεται ἐξ ἀνάγκης τῷ εἴδει ἡ ὕλη, ταύτῃ καὶ ἐν τοῖς φυσικοῖς τῷ προτέρῳ τὸ ὕστερον ἐξ ἀνάγκης ἕπεται. ἀλλʼ εἰ καὶ μὴ πάντως τῇ ὕλῃ ἕπεται τὸ εἶδος, ἀλλʼ οὖν ἀδύνατον ἄνευ τῆς ὕλης γενέσθαι τὸ εἶδος· ὥσπερ καὶ ἐπὶ τῶν μαθημάτων, εἰ καὶ μὴ τῷ συμπεράσματι πάντως ἕπονται αἱ προτάσεις, ἀλλʼ οὖν μὴ ὄντος τοῦ συμπεράσματος οὐκ ἂν εἶεν αἱ προτάσεις· ἀδύνατον γὰρ μὴ ἀληθοῦς ὄντος τοῦ συμπεράσματος ἀληθεῖς εἶναι τὰς προτάσεις.

Ταῦτα εἰπὼν ἐπάγει ὅτι ἀμφότεραι μὲν αἱ ἀρχαὶ αὗται τῷ φυσικῷ λεκτέαι· διαλέξεται γὰρ καὶ περὶ εἴδους καὶ περὶ ὕλης, ἀλλὰ τὸ μὲν εἶδος λήψεται ἐκ τοῦ ὁρισμοῦ, ἐκ δὲ τούτου περὶ τῆς ὕλης συλλογιεῖται, ὥσπερ καὶ ὁ τεχνίτης λήψεται μὲν τὸ εἶδος τῆς οἰκίας ἐκ τοῦ ὁρισμοῦ αὐτῆς, ὅτι ἐστὶ σκέπασμα κωλυτικὸν φθορᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, ἐκ τούτου δὲ συλλογιεῖται καὶ περὶ τῆς ὕλης, ὅτι πρὸς τοῦτο δεῖ οὐ τῆς τυχούσης ὕλης — οὐ γὰρ καλάμων τυχὸν ἢ παπύρων δεῖ —, ἀλλὰ στερεᾶς ὕλης στεγούσης ὑετόν. οὕτως οὖν καὶ ὁ φυσικὸς λήψεται μὲν τὸ εἶδος ἐκ τοῦ ὁρισμοῦ, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἐξ αὐτοῦ δὲ συλλογιεῖται ὅτι δεῖ τῷ λογικῷ ἐσομένῳ οὐχ ἁπλῶς τῆς τυχούσης ὕλης, ἀλλʼ ἐπεὶ οἰκεῖον τῷ λόγῳ τυχὸν τὸ ἀνώφορον, δεῖ τὸ ὑποδεξόμενον αὐτὸ σῶμα μὴ κυπτάζειν, ἀλλʼ ὄρθιον εἶναι· πρὸς τὸ γενέσθαι οὖν τοιόνδε σῶμα δεῖ οὐ τὴν τυχοῦσαν ὕλην παραληφθῆναι, ἀλλʼ ἐν ᾗ τὸ θερμὸν λεπτομερέστερόν ἐστι καὶ ἀνώφορον μᾶλλον, ἵνα οὕτως τυχὸν ἀνέχῃ τῇ ἐπὶ τὸ ἄνω ῥοπῇ ὄρθιον τὸ σῶμα. καὶ ἐπεὶ τὸ εἶδος τοῦ χαλκοῦ χυτόν ἐστι καὶ εὔηχον, ἡ τούτου ὕλη οὐκ ἂν εἴη γεώδης, ἀλλʼ ὑδατώδης μᾶλλον καὶ πνευματώδης· ἐν τούτοις γὰρ τὸ χυτόν, καὶ τὸ φωνητικὸν δὲ μάλιστα ἐν τῷ ἀέρι. καὶ οὕτως ἐπὶ πάντων. τάχα δὲ εἰ τὸν τέλειον ὁρισμὸν τοῦ πράγματος λάβοι, αὐτόθεν ἔχει καὶ τὴν ὕλην εἰλημμένην· εἴρηται γὰρ καὶ ἐν τοῖς Ἀποδεικτικοῖς ὅτι τριττοῦ ὄντος τοῦ ὁρισμοῦ, τοῦ μὲν ἀπὸ τῆς ὕλης τοῦ δὲ ἀπὸ τοῦ εἴδους τοῦ δὲ ἀπὸ τοῦ συναμφοτέρου — ὡς ἐπὶ τοῦ θυμοῦ ἔχει· ὁριζόμεθα γὰρ αὐτὸν ποτὲ μὲν ἀπὸ τῆς ὕλης, ὅτι ἐστὶ ζέσις τοῦ περικαρδίου αἵματος, ποτὲ δὲ ἀπὸ τοῦ εἴδους, ὅτι ἐστὶν ὄρεξις ἀντιλυπήσεως, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου, ὅτι ἐστὶ ζέσις τοῦ περικαρδίου αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως —, τριττοῦ οὖν ὄντος τοῦ ὁρισμοῦ ὁ τέλειος ὁρισμὸς καὶ τῷ φυσικῷ μάλιστα πρέπων ὁ ἀπὸ τοῦ συναμφοτέρου ἐστίν. ὁ οὖν εἰληφώς, φησί, τὸν τοιοῦτον ὁρισμὸν οὐ δεήσεται ἐξ αὐτοῦ τὰ περὶ τῆς ὕλης συλλογίζεσθαι, ἀλλʼ αὐτόθεν ἔχει τὴν ὕλην εἰλημμένην ἐν τῷ ὁρισμῷ. καὶ ἐπὶ τοῦ ἀνθρώπου δὲ τὸ «θνητόν» τῆς ὕλης ἐστὶ δηλωτικόν. τὸν δὲ ὁρισμὸν δηλονότι τῶν φυσικῶν πραγμάτων οὐκ ἄλλος τις ἀποδώσει ἢ αὐτὸς ὁ φυσικός, ὀργάνῳ τῇ διαιρετικῇ τε καὶ ὁριστικῇ μεθόδῳ κεχρημένος. διαίρεσιν δὲ τῶν φυσικῶν ποιήσεται λαμβάνων τῷ λόγῳ τὰ ἐκ τῆς ἐναργείας ὑπάρχοντα τοῖς φυσικοῖς πράγματα, ὅτι τὰ μὲν αὐτῶν ζωῆς μετέχει τὰ δὲ οὔ, καὶ τῶν ζωῆς μετεχόντων τὰ μὲν αἰσθήσεως μετέχει τὰ δὲ οὔ, καὶ οὕτως περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῖς· εἶτα συμπλέξας τὰ ἑκάστῳ τῶν γενῶν ἢ εἰδῶν κοινῇ τε καὶ ἰδίᾳ ὑπάρχοντα ἀποδώσει τὸν ἑκάστου ὁρισμόν.

Νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει.

Οἱ φυσικοί, φησί, πάντες τὸ ἁπλῶς ἀναγκαῖον ἐν τῇ γενέσει εἰσάγουσι, διὰ γὰρ τὰς τῆς ὕλης δυνάμεις γίνεσθαι τὰ γινόμενα λέγοντες. ἔστι δʼ ἁπλῶς μὲν ἀναγκαῖον ὃ χωρὶς ὑποθέσεως ἀνάγκη εἶναι, ὥσπερ φαμὲν ἀνάγκη τὸν ἥλιον ἐν Κριῷ γενέσθαι, ἐξ ὑποθέσεως δὲ ὅταν τὸ μὴ ὂν ὡς ὂν ὑποθεμένων τῷ ὑποτεθέντι ἐξ ἀνάγκης ἕτερόν τι ἕπηται· ὥσπερ εἰ ἐν φωτὶ βαδίζοι τις, ἕπεται αὐτῷ πάντως τὸ καὶ σκιὰν ποιεῖν, οὐ μὴν ἁπλῶς ἕπεται τῷ σώματι τὸ σκιὰν ποιεῖν. ἡ δὲ γῆ ἄνω διὰ κουφότητα. γῆν ἂν λέγοι ἴσως τὴν ἐπικειμένην τοῖς θεμελίοις· ἔστι δὲ παραδείγματος ἕνεκεν τὸ λεγόμενον, διὸ οὐκ ἀκριβολογητέον.

Ἀλλʼ ὅμως οὐκ ἄνευ μὲν τούτων γέγονεν, οὐ μέντοι διὰ ταῦτα πλὴν ὡς διʼ ὕλην.

Οὐκ ἄνευ μὲν τῆς ὕλης, φησί, γένοιτο ἂν τὸ εἶδος, οὐ μὴν διὰ τὴν ὕλην γίνεται· οὐ γὰρ διὰ τὸ εἶναι λίθους καὶ ξύλα οἰκία γίνεται, ἀλλʼ ἐπειδὴ δεῖ γενέσθαι οἰκίαν, δεῖ ὑπάρχειν ξύλα καὶ λίθους. ἄνευ γὰρ τούτων οὐκ ἂν εἴη, οὐ μὴν ταῦτα αἴτια αὐτῆς, εἰ μὴ ὡς ὕλη· ἔστι γὰρ καὶ ἡ ὕλη τῶν καθʼ αὑτὸ αἰτίων, ἀλλʼ οὐ διὰ ταύτην τὸ εἶδος, ἐπεὶ ἔδει καὶ δίχα τοῦ οἰκοδόμου οἰκοδομηθῆναι τὴν οἰκίαν, εἴ γε αἱ δυνάμεις τῆς ὕλης αἴτιαι ἦσαν αὐτῆς. τοὐναντίον δὲ διὰ τὸ εἶδος ἡ ὕλη παραλαμβάνεται· διὰ γὰρ τὸ κρύπτειν ἄττα καὶ σῴζειν — ὅπερ ἐστὶν ὁ τῆς οἰκίας λόγος καὶ τὸ εἶδος —, ταῦτα δʼ ἐστὶ τά τε σώματα ἡμῶν καὶ τὰ χρήματα, διʼ ἃ δεόμεθα τῆς οἰκίας. ἐπεὶ οὖν διὰ τοῦτο χρεία τῆς οἰκίας, διὰ τοῦτο οὐ τὴν τυχοῦσαν ὕλην παραληπτέον, ἀλλὰ τήνδε καὶ τήνδε· τοῦ εἴδους ἄρα ἕνεκα ἡ ὕλη. ἐπεὶ δὲ ἡ ὕλη τὸν τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει, μὴ οὔσης τῆς ὕλης εἰκότως οὐδὲ τὸ εἶδος ἔσται.

Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν οἷς τὸ ἕνεκά τού ἐστιν.

Ἐν τοῖς ἄλλοις πᾶσι, τοῖς τεχνητοῖς καὶ τοῖς φυσικοῖς. προσέθηκε δὲ ἐν οἷς τὸ ἕνεκά του διὰ τὰ τέρατα τὰ ἐν τοῖς φυσικοῖς, ὅσα πάντῃ τοῦ κατὰ φύσιν ἐκβέβηκεν, καὶ διὰ τὰ ἄλλα ἃ μὴ ὑπὸ φύσεως μὲν γίνεται, ἀλλʼ ὑπὸ διανοίας, μάτην δὲ καὶ εἰς οὐδὲν τέλος. γέγονε γάρ, φησίν, ὁ πρίων οὐ διότι σίδηρος ἦν, ἀλλʼ ὅτι ἔδει πρίειν λίθους καὶ ξύλα, τοῦτο δὲ γενέσθαι οὐχ οἷόν τε ἦν, εἰ μὴ ὕλη τῷ εἴδει τοῦ πρίονος ὑπέκειτο ὁ σίδηρος. διὰ τοῦτο γοῦν μεταλλεύομεν σίδηρον, ἐπειδὴ βουλευόμεθα πρίονα ποιῆσαι καὶ σκαπάνην καὶ ἄροτρον· οὐχ ὅτι ἔστι σίδηρος, διὰ τοῦτο ταῦτα ποιοῦμεν, ἀλλʼ ὅτι δεῖ τούτων, ταῦτα δὲ ἄνευ σιδήρου οὐκ ἂν εἴη, μεταλλευτέον σίδηρον. διὰ τὸ εἶδος ἄρα ἡ ὕλη, οὐ διὰ τὴν ὕλην τὸ εἶδος. ἐξ ὑποθέσεως ἄρα τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς· τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τῶν φυσικῶν ἐροῦμεν ἅπερ καὶ ἐπὶ τῶν τεχνητῶν. οὐ διότι γὰρ σπέρμα καὶ καταμήνιον, διὰ τοῦτο ἄνθρωπος, ἐπεὶ ἔδει ἀεὶ ἐκ τούτων τὸν ἄνθρωπον γίνεσθαι, ἀλλʼ ἐπεὶ δεῖ ἄνθρωπον γενέσθαι, ἄνευ δὲ τούτων οὐκ ἂν γένοιτο, διὰ τοῦτο καὶ κατασκευάζει ταῦτα ἡ φύσις. διὰ τί ὁ πρίων τοιοσδί; ὅπως τοδὶ καὶ ἕνεκα τουδί. τουτέστι διὰ τί σιδήρεος καὶ ὀδοντωτός; φαμὲν ὅπως πρίζῃ. πρίζει δὲ τίνος ἕνεκα; ἵνα γένηται θύρα. ἕνεκα ἄρα τῆς θύρας ὁ πρίων, οὐ διὰ τὸν πρίονα ἡ θύρα.

Ἐξ ὑποθέσεως δὴ τὸ ἀναγκαῖον, ἀλλʼ οὐχ ὡς τέλος· ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δὲ οὗ ἕνεκα ἐν τῷ λόγῳ.

Εἰ μὲν γὰρ πάντως τῇ ὕλῃ ἠκολούθει τὸ εἶδος, ἁπλῶς ἦν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον — ὥσπερ ἐπειδὴ τῇ τῶν οὐρανίων οὐσίᾳ ἕπεται πάντως τὸ κύκλῳ κινεῖσθαι, ἁπλῶς ἐν ἐκείνοις τὸ ἀναγκαῖον καὶ οὐκ ἐξ ὑποθέσεως —, ἐπειδὴ δὲ ἐν τοῖς ἐν γενέσει οὔτε σιδήρου ὄντος πάντως ἔσται πρίων οὔτε σπέρματος καὶ καταμηνίου ἄνθρωπος, δῆλον ὅτι ἐξ ὑποθέσεως ἕξουσι τὰ φυσικὰ τὸ ἀναγκαῖον καὶ οὐχ ἁπλῶς. τὸ δὲ ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δʼ οὗ ἕνεκα ἐν τῷ λόγῳ τοῦτό φησιν, ὅτι οὐκ ἔχει τὸ εἶναι ἐξ ἀνάγκης τὸ εἶδος τῆς ὕλης οὔσης, ἀλλʼ ἔμπαλιν ἐνυποθεμένων ἡμῶν τὸ εἶδος ἀνάγκη πᾶσα τὴν ὕλην ἕπεσθαι. ὥστε τὸ μὲν ἐξ ἀνάγκης ἕπεσθαι ἡ ὕλη ἔχει τοῦ εἴδους ὑποτεθέντος, τὸ δʼ εἶδος οὗ ἕνεκά ἐστι καὶ διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης ἕπεται τῇ ὕλῃ· τῷ γὰρ οὗ ἕνεκα τὸ ἕνεκά του ἕπεται καὶ οὐκ ἔμπαλιν.

Ἔστι δὲ τὸ ἀναγκαῖον ἐν τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γινομένοις τρόπον τινὰ παραπλησίως.

Ὅτι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστι καὶ ἐν τοῖς μαθήμασιν ὥσπερ καὶ ἐν τοῖς φυσικοῖς, ἀλλʼ οὐ καθʼ ἅπαν, ἀλλὰ κατά τι μὲν ἐοίκασιν κατά τι δὲ διαφέρουσιν. εἰπὼν δʼ ὅτι ἔστι τὸ ἀναγκαῖον καὶ ἐν τοῖς μαθήμασι καὶ ἐν τοῖς φυσικοῖς τρόπον τινὰ παραπλησίως, πρὶν εἴπῃ τὴν κοινωνίαν κατὰ τί παραπλησίως ἔστιν ἐν αὐτοῖς τὸ ἀναγκαῖον, πρότερον τὴν διαφορὰν αὐτῶν ἐκτίθεται. διαφέρουσι γὰρ καθὸ ἐπὶ μὲν τῶν μαθημάτων ὑποτεθείσης τῆς ἀρχῆς ἕπεται τὰ δεύτερα, ἐπὶ δὲ τῶν φυσικῶν ὑποτεθέντος τοῦ τέλους τὰ πρότερα ἕπεται· ἀρχὴ γὰρ ἐπὶ μὲν τῶν συλλογισμῶν αἱ προτάσεις ἐπὶ δὲ τῶν γινομένων ἡ ὕλη, τέλος δὲ ἐκεῖ μὲν τὸ συμπέρασμα ἐνταῦθα δὲ τὸ εἶδος. οὔτε δʼ ἐν τοῖς φυσικοῖς πάντως τῇ ὕλῃ ἕπεται τὸ εἶδος, οὔτε ἐν τοῖς συλλογισμοῖς τῷ συμπεράσματι αἱ προτάσεις· ὡς γὰρ εἶπον, ἀληθὲς συμπέρασμα οὐ μόνον διʼ ἄλλων καὶ διʼ ἄλλων προτάσεων συναχθήσεται, ἀλλὰ καὶ ἐκ ψευδῶν τὸ αὐτὸ συναχθείη ἄν. ἡ μὲν οὖν διαφορὰ αὕτη. μαθήματα δʼ εἶπε τὰς μαθηματικὰς δείξεις, ταὐτὸν δʼ εἰπεῖν τοὺς συλλογισμούς. πρῶτον δὲ τὴν διαφορὰν αὐτῶν ἐκτίθεται, ἔπειτα τὴν κοινωνίαν.

Ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν.

Παραδείγματος ἕνεκεν τοῦτο εἶπεν. λαμβάνει οὖν τὸ εὐθὺ ἀντὶ τῶν προτάσεων, τὸ δὲ δύο ὀρθαῖς ἴσας ἔχειν τὸ συμπέρασμα· διὰ γὰρ τοῦ ὁρισμοῦ τῶν ὀρθῶν δείκνυται τὸ τὰς τρεῖς τοῦ τριγώνου γωνίας δύο ὀρθαῖς ἴσας εἶναι. φαμὲν γὰρ «ἐπειδὴ αἱ τρεῖς δύο ταῖς ἐφεξῆς ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί, διὰ τοῦτο αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι εἰσί». διὰ τί δὲ δύο αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί; διὰ τοῦτο δύο ὀρθαῖς ἴσαι εἰσίν, διότι δύο αἱ ἐφεξῆς δύο ταῖς ἐφεξῆς καὶ ἴσαις ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς ἴσαι δύο ὀρθαί εἰσι. διὰ τί δὲ δύο αἱ ἐφεξῆς ἴσαι δύο ὀρθαί εἰσί; διότι οὗτός ἐστιν ὁ ὁρισμὸς ὀρθῆς, ὡς ἂν εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν γωνιῶν ἐστιν. ὥστε ἀναλύσαντι ὡς ἀπὸ προτάσεων τοῦ ὁρισμοῦ τῆς ὀρθῆς ἔσται καταλῆξαι εἰς συμπέρασμα τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι· ἐπεὶ γὰρ ὁ ὁρισμὸς τῆς ὀρθῆς ἐστιν ὁ εἰρημένος, δύο δὲ αἱ ἐφεξῆς δύο ταῖς ἐφεξῆς καὶ ἴσαις ἴσαι εἰσί, δύο ἄρα αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσι· δύο δὲ αἱ ἐφεξῆς τρισὶ ταῖς τοῦ τριγώνου ἴσαι εἰσίν· αἱ τρεῖς ἄρα τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι εἰσίν.

Ἀλλʼ οὐκ εἰ τοῦτο, ἐκεῖνο.

Οὐδὲ γὰρ εἰ τὸ συμπέρασμα, ἀνάγκη τὰς προτάσεις εἶναι· εἴπομεν γὰρ ὅτι διὰ πλειόνων τὸ αὐτὸ δυνατὸν δειχθῆναι, καὶ ἐπʼ εὐθείας καὶ διʼ ἀδυνάτου, καὶ ἀληθέσι καὶ ψευδέσι προτάσεσιν. ἀλλʼ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθύ ἐστιν. εἰ μὲν οὖν ἔστι τὸ συμπέρασμα, φησίν, οὐ πάντως καὶ αἱ προτάσεις, ὡς ἐν τῷ πρὸ τούτου ῥητῷ εἴρηται, ἀναιρεθέντος μέντοι τοῦ συμπεράσματος, ἐξ ἀνάγκης ἀναιροῦνται καὶ αἱ προτάσεις· εἰ μὴ γὰρ ἀληθὲς εἴη τὸ συμπέρασμα, οὐδὲ αἱ προτάσεις ἀληθεῖς. ἀδύνατον γὰρ ἐξ ἀληθῶν προτάσεων ψεῦδός τι συναχθῆναι, ὡς δέδεικται ἔμπροσθεν· ἐκ ψευδῶν μὲν γὰρ ἀληθὲς ἂν συναχθείη, εἰ καὶ μὴ διʼ αὐτάς, ἀλλʼ οὖν διὰ τὴν τοῦ πράγματος φύσιν, ἐξ ἀληθῶν μέντοι ψεῦδος ἀδύνατον συναχθῆναι.

Ἐν δὲ τοῖς γινομένοις ἕνεκά του ἀνάπαλιν.

Εἰπὼν ὅπως ἔχει ἐν τοῖς μαθήμασι, λέγει ὅπως ἔχει καὶ ἐν τοῖς φυσικοῖς, ὅτι ἀνάπαλιν ἡ ἀκολούθησις, ὡς εἶπον, τὴν διαφορὰν πρῶτον ἐκτιθέμενος. γινομένοις δʼ ἕνεκά του εἶπεν ἐν τοῖς φυσικοῖς, καὶ καθόλου τοῖς πρακτοῖς πᾶσιν· τὰ γὰρ μαθήματα οὔτε γίνεται οὔτε ἕνεκά τού εἰσι. πῶς δὲ ἀνάπαλιν ἡ ἀκολούθησις, εἴπομεν. εἰ τὸ τέλος ἔσται ἢ ἔστι, τὸ ἔμπροσθεν ἔσται ἢ ἔστιν. τέλος φησὶ τὸ εἶδος, ἐπειδὴ καὶ οὗ ἕνεκα, ἔμπροσθεν δὲ τὴν ὕλην, ἕνεκα γάρ του, ἀεὶ δὲ τὰ πρῶτα τῶν ὑστέρων ἕνεκα. εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. εἰπὼν ὅτι εἰ τὸ εἶδος ἔστιν, ἐξ ἀνάγκης καὶ ἡ ὕλη, θέλει εἰπεῖν περὶ τῆς ἀντιστροφῆς πῶς ἔχει, ὅτι εἰ μὴ ἡ ὕλη εἴη, οὐδὲ τὸ εἶδος ἔσται. καὶ ἦν τὸ ἀκόλουθον εἰπεῖν «εἰ δὲ μὴ ἡ ὕλη, οὐδὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα», ὁ δὲ παραδείγματι τῷ κατὰ μαθήματα χρήσασθαι βουλόμενός φησιν ὅτι «εἰ δὲ μὴ εἴη ἡ ὕλη, ὥσπερ ἐκεῖ ἐπὶ τῶν μαθημάτων μὴ ὄντος τοῦ συμπεράσματος οὐδὲ αἱ προτάσεις ἦσαν, οὕτως καὶ ἐνταῦθα μὴ οὔσης τῆς ὕλης οὐκ ἔσται τὸ εἶδος».

Ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ· ἐκεῖ δὲ τοῦ λογισμοῦ· πρᾶξις γὰρ οὐκ ἔστιν.

Εἰπὼν τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα, λέγει καὶ τὴν κοινωνίαν, ὅτι κοινόν ἐστιν αὐτοῖς τὸ τῆς ἀρχῆς ὑποτεθείσης ἕπεσθαι τὸ λοιπόν. εἴρηται δʼ αὐτῷ ἐν τοῖς Ἠθικοῖς, ὅτι ἡ πρᾶξις τῇ θεωρίᾳ ἐναντίως ἔχει· ἡ μὲν γὰρ θεωρία τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ τέλους τῆς πράξεως, ἡ δὲ πρᾶξις τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ τέλους τῆς θεωρίας. τέλος μὲν γὰρ τῆς οἰκοδομικῆς πράξεως τὸ ποιῆσαι σκέπασμα κωλυτικὸν φθορᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, τοῦτο δὲ τῆς θεωρίας ἐστὶν ἀρχή, τελευτᾷ δὲ ἡ θεωρία εἰς τὴν ὄρυξιν τῆς γῆς, ὅπερ ἐστὶ τῆς πράξεως ἀρχή. εἴρηται δὲ πολλάκις περὶ τούτων. οὐ μόνον δὲ ἐπὶ τῶν τεχνητῶν, ἀλλὰ καὶ ἐπὶ τῶν φυσικῶν οὕτως ἔχει· ὁ μὲν γὰρ φυσικὸς θεωρῶν τὰ φυσικὰ ἄρχεται ἀπὸ τῶν εἰδῶν, εἶτα ἐκ τούτων εἰς τὰς ἑκάστου χωρεῖ ὕλας, ἡ δὲ φύσις ἄρχεται μὲν τοῦ ἔργου ἀπὸ τῆς ὕλης, τελευτᾷ δὲ εἰς τὸ εἶδος. φησὶν οὖν ἐνταῦθα ὅτι εἰ καὶ διάφορος ἐν τῇ φυσικῇ θεωρίᾳ ἡ ἀκολούθησις καὶ ἐν τοῖς μαθήμασιν — ἐν μὲν γὰρ τοῖς φυσικοῖς τοῦ τέλους ὑποτεθέντος ἀκολουθεῖ τὸ πρῶτον καὶ ἡ ἀρχή, ἐν δὲ τοῖς μαθήμασι τῆς ἀρχῆς ὑποτεθείσης ἀκολουθεῖ τὸ τέλος· ἔστι γὰρ ἀρχὴ ἐν μὲν τοῖς φυσικοῖς ἡ ὕλη τέλος δὲ τὸ εἶδος, ἐν δὲ τοῖς μαθήμασιν ἀρχὴ μὲν αἱ προτάσεις τέλος δὲ τὸ συμπέρασμα· ἀλλʼ ἐκεῖ μὲν τοῦ τέλους ὑποτεθέντος, λέγω δὴ τοῦ εἴδους, ἕπεται ἡ ὕλη καὶ ἐν ταύτῃ ἡ κατὰ τὸ ἀναγκαῖον ἀκολούθησις, ἐν δὲ τοῖς μαθήμασι τῆς ἀρχῆς ὑποτεθείσης, λέγω δὴ τῶν προτάσεων, ἀκολουθεῖ τὸ τέλος ὅπερ ἐστὶ συμπέρασμα —, ἀλλʼ οὖν κατά τι καὶ ἐν τοῖς φυσικοῖς τῆς ἀρχῆς ὑποτεθείσης ἕπεται τὸ τέλος· τὸ γὰρ εἶδος ὅπερ ἐστὶ τῆς πράξεως τέλος, τοῦτο ἀρχή ἐστι τῆς θεωρίας. λαβὼν γὰρ ὁ οἰκοδόμος τὸ δεῖν γενέσθαι οἰκίαν, τοῦτο δʼ ἐστὶ σκέπασμα κωλυτικὸν ἀπὸ ὄμβρων καὶ καυμάτων, ὁδῷ βαδίζων, ὡς πολλάκις εἴρηται, καταλήγει εἰς τὴν ὕλην τῆς οἰκίας. ὥστε εἰ τῷ μὲν εἴδει ἕπεται ἡ ὕλη, τὸ δʼ εἶδος ἀρχή ἐστι τῆς θεωρίας τέλος δʼ ἡ ὕλη, καὶ ἐν τοῖς φυσικοῖς ἄρα τῇ ἀρχῇ τὸ τέλος ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθήμασι. ταύτῃ οὖν κοινωνοῖεν ἂν ἀλλήλοις. ταύτῃ οὖν οὐδὲ διάφορον ἀρχὴν λαμβάνει ὁ φυσικὸς καὶ ὁ μαθηματικός· οὔσης γὰρ ἐπὶ τῶν φυσικῶν καὶ πράξεως καὶ θεωρίας, οὐχὶ τῇ τῆς πράξεως ἀρχῇ ὑποτεθείσῃ — αὕτη δʼ ἐστὶν ἡ ὕλη — ἕπεται τὸ ἑξῆς, λέγω δὴ τὸ εἶδος, ἀλλὰ τῇ τῆς θεωρίας ἀρχῇ ὑποτεθείσῃ — αὕτη δʼ ἐστὶ τὸ εἶδος — ἕπεται ἡ ὕλη· ἐπὶ δὲ τῶν μαθημάτων πράξεως μὴ οὔσης, ἀλλὰ μόνης θεωρίας, ἡ ὑπόθεσις κατὰ τὴν ἀρχὴν γίνεται τῆς θεωρίας, τοῦτο δʼ ἐστὶν αἱ προτάσεις. ὥστε εἰ ἐν ἀμφοτέροις ἀρχὴ λαμβάνεται ἡ κατὰ τὴν θεωρίαν, κοινωνοῖεν ἂν ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ, λέγω δὴ τῆς θεωρίας, τὴν ἀρχὴν λαμβάνειν. ὅτι δὲ αἱ προτάσεις ἀρχαί εἰσι τῆς τοῦ συλλογισμοῦ θεωρίας, δῆλον· οὐ γὰρ εἰ προτείνοιτο ἡμῖν εἰς ἀπόδειξιν τὸ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος, δεῖ νομίζειν ὅτι τοῦτο τὸ συμπέρασμά ἐστιν. εἴρηται γὰρ ἐν τοῖς Λογικοῖς, ὅτι συμπέρασμα πρότασις πρόβλημα ἀπόφανσις τῷ ὑποκειμένῳ ταὐτὰ ὄντα τῇ σχέσει διαφέρουσιν· ὥστε ὅταν σκοπῶμεν πῶς ἂν ἀποδείξαιμεν ὅτι ἡ ψυχὴ ἀθάνατος, οὐχ ὡς συμπέρασμα τοῦτο σκοποῦμεν ἀλλʼ ὡς πρόβλημα, συμπέρασμα δὲ τότε γίνεται, ὅταν εὑρεθεισῶν τῶν προτάσεων ἀκολουθῇ αὐταῖς. ὥστε ἡ ἐπίσκεψις καὶ ἡ θεωρία πρῶτον γίνεται τῶν προτάσεων, εἶτα ἐκ τούτων ἀκόλουθον εὑρίσκομεν τὸ συμπέρασμα. καὶ μάλιστα δῆλον τοῦτο ἐν τοῖς λεγομένοις πορίσμασιν, ἅτινα μηδὲ προβεβλημένα ἡμῖν εἰς ἀπόδειξιν προτάσεσί τισιν ἄλλων ἕνεκα δοθείσαις πολλάκις ἕπεται. οὕτως ἄρα ἀρχὴ τῆς τῶν συλλογισμῶν θεωρίας αἱ προτάσεις εἰσίν.

Ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ. εἰπὼν ὅπως ἔχουσι κατὰ τὰς ἀντιστροφάς, ὅτι ὥσπερ ἐν τοῖς μαθήμασι μὴ ὄντος τοῦ τέλους οὐδʼ ἡ ἀρχὴ ἔστι διὰ τὸ μηδέποτε ἐνδέχεσθαι ψευδές τι συμπέρασμα ἐξ ἀληθῶν συναχθῆναι, οὕτως καὶ ἐπὶ τῶν φυσικῶν μὴ οὔσης τῆς ὕλης οὐδὲ τὸ εἶδος ἔστι, βουλόμενος ἐξομοιῶσαι τοῖς μαθηματικοῖς τὰ φυσικὰ ἐπήγαγε τὸ ἀρχὴ γὰρ καὶ αὕτη· ὁ γὰρ «γάρ» σύνδεσμος αἰτίας ἐστὶν ἀπόδοσις. τὸ οὖν ἀρχὴ γὰρ καὶ αὕτη ἀντὶ τοῦ τὸ φυσικὸν εἶδος, ὅπερ τέλος καὶ οὗ ἕνεκα εἶπε. ἀρχὴ δὲ οὐ τῆς πράξεως — ἡ γὰρ πρᾶξις ἀπὸ τῆς ὕλης τὴν ἀρχὴν ποιεῖται —, ἀλλὰ τῆς θεωρίας· αὕτη γὰρ ἀπὸ τοῦ εἴδους ἀρξαμένη τελευτᾷ εἰς τὴν ἀρχὴν τῆς πράξεως.

Ὥστε εἰ ἔσται οἰκία, ἀνάγκη ταῦτα γενέσθαι ἢ ὑπάρχειν ἢ εἶναι, ἢ ὅλως.

Ἀναλαμβάνει τὰ εἰρημένα. γενέσθαι εἶπεν ἢ ὑπάρχειν, ἐπειδὴ αἱ μὲν οὔσαις ταῖς ὕλαις χρῶνται αἱ δὲ καὶ τὰς ὕλας δημιουργοῦσιν, οἷον χαλκὸν καὶ τὰ ὅμοια· ἡμεῖς γὰρ τὸν χαλκὸν μεταλλεύομεν.

Φανερὸν δὴ ὅτι τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς τὸ ὡς ὕλη λέγομενον καὶ αἱ κινήσεις αἱ ταύτης.

Δῆλον, φησίν, ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐ τὸ εἶδος ἐξ ἀνάγκης τῇ ὕλῃ ἕπεται, ἀλλὰ τῷ εἴδει ὑποτεθέντι ἀνάγκη τὴν ὕλην ἀκολουθεῖν· ὥστε τὸ ἀναγκαίως ἑπόμενον ἡ ὕλη ἐστίν, οὐ τὸ εἶδος. κινήσεις δέ φησι τὰς ἀλλοιώσεις καὶ μεταβολάς, αἵτινες ὁδοί εἰσιν ἐπὶ τὸ εἶδος καὶ αὐταὶ τοῦ εἴδους ἕνεκα γινόμεναι, ὥσπερ καὶ ἡ ὕλη.

Καὶ ἄμφω μὲν τῷ φυσικῷ λεκτέαι αἱ αἰτίαι.

Ὅτι περὶ ἀμφοτέρων τῶν ἀρχῶν ὁ φυσικὸς διαλέξεται, καὶ τῆς ὑλικῆς καὶ τῆς εἰδικῆς, μᾶλλον δὲ περὶ τῆς εἰδικῆς, ἐπειδὴ καὶ τὸ εἶναι ἑκάστῳ τῶν φυσικῶν κατὰ ταύτην, καὶ αὕτη τῆς ὕλης αἰτία οὐχ ἡ ὕλη τοῦ εἴδους· αἰτιώτερον ἄρα τῆς ὕλης τὸ εἶδος, ἐπειδὴ τοῦτο καὶ τελικόν ἐστιν αἴτιον, τοῦ τέλους δʼ ἕνεκα πάντα τὰ πρὸ τοῦ τέλους.

Καὶ τὸ τέλος τὸ οὗ ἕνεκα καὶ ἡ ἀρχὴ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου.

Ὅτι λήψεται μὲν τὸ εἶδος ἀπὸ τοῦ ὁρισμοῦ, ἐκ τούτου δὲ συλλογιεῖται τὰ περὶ τῆς ὕλης· λήψεται οὖν, φησί, τὸ τέλος, ὅπερ καὶ οὗ ἕνεκά ἐστι καὶ ἀρχὴ κυριωτάτη, ἀπὸ τοῦ ὁρισμοῦ. καὶ ἐπεὶ ἡ ὑγίεια τοιονδί, ταδί. ἐπεὶ ἡ ὑγίεια συμμετρία ἐστὶ ξηρῶν καὶ ὑγρῶν, ψυχρῶν καὶ θερμῶν, πλεονάζει δὲ ἐν τῷδε τὸ θερμόν, προσακτέον τὸ ψυχρόν· ὕλη ἄρα τῆς ὑγιείας τόδε τὸ ψυχρόν. ὁμοίως καὶ ἐπὶ πάντων. ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγκαῖον, τουτέστιν ἐν τῷ ὁρισμῷ ἀναφαίνεται καὶ ἡ ὕλη· αὕτη γάρ ἐστιν ἡ ἀναγκαίως ἑπομένη. εἰ γὰρ ὁρίσαιμι τὸ εἶδος τοῦ πρίονος, ὅτι διαίρεσις ξύλων καὶ λίθων, ἔχω συνεμφαινομένην καὶ τὴν ὕλην, ὅτι οὐκ ἂν ἄλλως τοῦτο γένοιτο, εἰ μὴ τὸ διαιροῦν σίδηρος εἴη τοιῶσδε ἐσχηματισμένος· οὐ γὰρ ἄλλη ὕλη τὰ τοιαῦτα διελεῖν δύναται. ὥστε εἰ κυρίως ἀποδώσω τὸν ὁρισμὸν τοῦ πρίειν, μεμνήσομαι καὶ τῆς ὕλης, ὅτι διαίρεσις ξύλων καὶ λίθων ὑπὸ σιδήρου ὀδοντωτοῦ.

Ἔστι γὰρ καὶ ἐν τῷ λόγῳ ἔνια μόρια ὡς ὕλη τοῦ λόγου.

Ὑπερβατῶς ἀναγνωστέον «ἔστι γὰρ ἐν τῷ λόγῳ, τουτέστι τῷ ὁρισμῷ, ἔνια τοῦ λόγου μόρια ὡς ὕλη ὄντα». τοῦτο δέ φησιν, ὅτι ἔστι τινὰ μόρια τοῦ ὁρισμοῦ σημαντικὰ ὄντα τῆς ὕλης, ὥσπερ καὶ ἄλλα τοῦ εἴδους· ἐν γὰρ τῷ ὁρισμῷ τοῦ θυμοῦ τὸ μὲν «ζέσις τοῦ περικαρδίου αἵματος» τῆς ὕλης ἐστὶ σημαντικόν, τὸ δὲ «διʼ ὄρεξιν ἀντιλυπήσεως» τοῦ εἴδους· καὶ ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ τὸ «θνητόν» τῆς ὕλης ἐστὶ δηλωτικόν. ὥστε ἐν τῷ τελείῳ ὁρισμῷ καὶ ἡ ὕλη συμπερίεχεται καὶ εἴληπται. ὥστε ἐπὶ μέν τινων ὁρισμῶν, ὅσοι κατὰ τὸ εἶδος μόνον εἰσὶν ἀποδιδόμενοι, δυνατὸν ἐξ αὐτῶν ἐξ ἐπιλογισμοῦ φυσικῶς σκοποῦντι τὴν ὕλην εὑρεῖν, ἐφʼ ὧν δὲ τέλειος ὁ ὁρισμός, αὐτόθεν καὶ ἡ ὕλη ἐμπεριέχεται.

ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ γ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.Ἐπεὶ δὲ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς.

Πέντε τινῶν ὄντων τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασι, περὶ ὧν ἔφαμεν ἐν τῷ βιβλίῳ τούτῳ εἶναι τῷ Ἀριστοτέλει τὸν λόγον, ὕλης εἴδους κινήσεως τόπου χρόνου, περὶ μὲν ὕλης καὶ εἴδους διελέχθη ἐν τοῖς πρὸ τούτου βιβλίοις — ἀλλὰ μᾶλλον μὲν περὶ ὕλης ἐν τῷ προτέρῳ, μᾶλλον δὲ περὶ εἴδους ἐν τῷ δευτέρῳ —, λείπεται οὖν αὐτῷ περὶ τῶν λοιπῶν τριῶν διαλεχθῆναι. καὶ τέως περὶ κινήσεως προτίθεται διαλαβεῖν, καὶ συλλογίζεται ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ κινήσεως λόγος, τοῦτον τὸν τρόπον· ἐπειδή, φησίν, ὡρισάμεθα τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως, ἀνάγκη πᾶσα τὸν μέλλοντα εἰδέναι τί ἐστιν ἡ φύσις καὶ τὸν ὁρισμὸν τὸν ταύτης, πολλῷ πρότερον εἰδέναι καὶ τί ἐστι κίνησις — δεῖ γὰρ δῆλα εἶναι τὰ πρὸς ὁρισμόν τινος παραλαμβανόμενα· ὁ γὰρ ἀγνοῶν τί ἐστι κίνησις, οὐδὲ τὸν ὁρισμὸν τῆς φύσεως εἴσεται — ἐν τῷ ὁρισμῷ γὰρ τῆς φύσεως ἔστιν ἡ κίνησις· ἀναγκαῖος ἄρα τῷ φυσικῷ ὁ περὶ κινήσεως λόγος. ἄλλως τε ἐπειδὴ πᾶσα κίνησις συνεχής, ὡς δείκνυται ἐν τοῖς τελευταίοις βιβλίοις ταύτης τῆς πραγματείας — πᾶσα γὰρ κίνησις ἐν μεγέθει, πᾶν δὲ μέγεθος συνεχές, καὶ πᾶσα ἄρα κίνησις συνεχής —, ἐν δὲ τῷ τοῦ συνεχοῦς λόγῳ ἔστιν ὅτε ἐμπεριέχεται τὸ ἄπειρον — ὁριζόμενοι γὰρ τὸ συνεχὲς ἄπειρον οὕτως ὁρίζονται, ὅτι συνεχές ἐστι τὸ ἐπʼ ἄπειρον διαιρετόν —, ἀνάγκη ἄρα τὸν γνωσόμενον τί ἐστι κίνησις εἰδέναι καὶ τὸ ἄπειρον τί ἐστιν· ἀναγκαῖος ἄρα τῷ φυσικῷ καὶ ὁ περὶ ἀπείρου λόγος. πάλιν ἐπειδὴ πᾶσα κίνησις ἐν τόπῳ ἢ καὶ ἐν χρόνῳ· τὸ γὰρ κινούμενον πᾶν σῶμα, ἅπαν δὲ σῶμα ἐν τόπῳ, καὶ ἡ κίνησις ἄρα ἐν τόπῳ· δείκνυται δʼ ἐν τοῖς τελευταίοις ὅτι καὶ ἐν χρόνῳ πᾶσα κίνησις — οὐδὲν γὰρ ἀχρόνως κινεῖται· ἀναγκαῖος ἄρα καὶ ὁ περὶ τόπου καὶ χρόνου λόγος. ἀλλʼ ἐπειδὴ τῶν φυσικῶν τινες ᾤοντο διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι — μὴ γὰρ ἂν δύνασθαι διὰ πλήρους κινεῖσθαί τι· οὕτως γὰρ ἂν δύο ἐν τῷ αὐτῷ σώματα τόπῳ εἶναι —, διὰ τοῦτο ἀναγκαῖος τῷ φυσικῷ καὶ ὁ περὶ κενοῦ λόγος· εἴτε γὰρ διὰ κενοῦ ἡ κίνησις, ἀναγκαῖος ὁ περὶ κενοῦ λόγος, εἴτε μὴ διὰ κενοῦ, καὶ οὕτως πρὸς ἔλεγχον ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος· καὶ ἄλλως ἐπειδὴ τὸν τόπον ὁρίζονται κενὸν εἶναι καὶ ἔρημον σώματος.

Ἔστιν οὖν ὁ σκοπὸς τούτου τε τοῦ βιβλίου καὶ τοῦ ἐφεξῆς διαλαβεῖν περὶ κινήσεως ἀπείρου τόπου χρόνου κενοῦ, καὶ διαλέγεται ἐν μὲν τούτῳ τῷ βιβλίῳ περὶ κινήσεως καὶ ἀπείρου, ἐν δὲ τῷ ἐφεξῆς περὶ τόπου χρόνου κενοῦ. οὐ μόνον δὲ ὡς συντελούντων εἰς τὸν περὶ κινήσεως λόγον διαλέγεται περὶ αὐτῶν, ἀλλὰ καὶ ὡς παρακολουθούντων πᾶσι τοῖς φυσικοῖς πράγμασι· τοῦτο δὲ ἐξ ἀρχῆς ἦν τὸ προκείμενον, περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων εἰπεῖν. πρῶτον δὲ περὶ κινήσεως διαλέγεται, καὶ ζητεῖ τί ποτέ ἐστιν ἡ κίνησις, ἔπειτα ἐν τίσιν ἔστιν ἡ κίνησις, καὶ τρίτον πόσα εἴδη κινήσεως. πρὸ τούτων δὲ τέσσαρά τινα ἀξιώματα προλαμβάνει συμβαλλόμενα αὐτῷ εἰς τὴν τούτων δεῖξιν, καὶ πρῶτον ὅτι τῶν ὄντων τὰ μέν ἐστι μόνως ἐνεργείᾳ, τὰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ — μόνως δὲ δυνάμει εἶναί τι ἀδύνατον ἐν ὑποστάσει ὄν· οὐδέποτε γὰρ γυμνὴ εἴδους ἡ ὕλη γίνεται. ἐνεργείᾳ μὲν οὖν μόνως ἐστὶ τὰ θεῖα καὶ ἀσώματα, περὶ ὧν καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν ὅτι «ἄνευ δυνάμεως ἐνέργειαί εἰσι», δυνάμει δὲ καὶ ἐνεργείᾳ πάντα τὰ φυσικά· ἐντελεχείᾳ μὲν γάρ ἐστιν ὅτι ἔχει τινὰ μορφήν, δυνάμει δὲ ὅτι οἷά τέ ἐστι δέξασθαι καὶ ἑτέραν. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ, τὸ δὲ αἰθέριον σῶμα κατὰ μὲν τὴν οὐσίαν ἐντελεχείᾳ μόνον ἐστίν — οὐ γὰρ ἂν μεταβάλλοι ποτὲ κατʼ οὐσίαν —, μετέχει δέ πως καὶ τοῦ δυνάμει διὰ τὴν κίνησιν τὴν τοπικήν· οὐ γὰρ πανταχοῦ ἅμα ἐστί. τάχα δὲ οὐδὲ κατʼ οὐσίαν ἀπήλλακται τοῦ δυνάμει. εἰ γὰρ ἐξ ὕλης ἐστὶ καὶ εἴδους, ἡ δὲ ὕλη ἐστὶν ἡ τὸ δυνάμει ἔχουσα, δῆλον ὅτι οὐδὲ κατὰ τὴν οὐσίαν ἀπήλλακται πάντῃ τὰ οὐράνια τοῦ δυνάμει· εἰ γὰρ καὶ μὴ δυνάμει ἔχει ἡ ὕλη αὐτῶν τὸ εἶδος, ἀλλʼ οὖν ἐπειδὴ ὅλως ἡ ὕλη κατὰ τὸν αὑτῆς λόγον δυνάμει ἐστί, διὰ τοῦτο οὐ παντάπασίν ἐστι τοῦ δυνάμει ἀπηλλαγμένα ὥσπερ τὰ ἄυλα, ἃ οὐδαμῇ οὐδαμῶς ἔχει τὸ δυνάμει. διὰ τοῦτο γοῦν καὶ ὁ Πλάτων ἐκεῖνα μὲν ὄντως ὄντα καλεῖ, τὰ δὲ αἰσθητὰ πάντα οὐκ ὄντα, ἀλλʼ ἀεὶ γινόμενα.

Πρῶτον μὲν οὖν τοῦτο προλαμβάνει, ὅτι τῶν ὄντων τὰ μέν ἐστι μόνως ἐνεργείᾳ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ, δεύτερον δὲ ὅτι τῶν πρός τι τὰ μέν ἐστι καθʼ ὑπεροχὴν καὶ ἔλλειψιν τὰ δὲ κατὰ τὸ κινοῦν καὶ κινούμενον. οἷον καθʼ ὑπεροχὴν καὶ ἔλλειψιν τὸ μεῖζον καὶ τὸ μικρότερον· τὸ γὰρ μεῖζον μικροτέρου ἐστὶ μεῖζον, ὧν τὸ μὲν μεῖζον ὑπεροχή, θάτερον δὲ ἔλλειψις. καὶ τὸ κινοῦν δὲ κινούμενον κινεῖ, καὶ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται. τὰ λοιπὰ δὲ εἴδη τοῦ πρός τι οὐ τίθησιν, οἷον τὸ κατʼ ἰσότητα τὸ καθʼ ὁμοιότητα τὸ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ἐπειδὴ τούτων μόνον δεῖται, τοῦ μὲν κατὰ τὴν ὑπεροχὴν καὶ ἔλλειψιν, ὅτι τινὲς ἐδόξασαν ἐν τούτοις εἶναι τὴν κίνησιν, ἵνα ἐλέγξῃ ὅτι οὐ δυνατὸν ἐν τούτοις εἶναι κίνησιν, τὸ δὲ κατὰ τὸ κινοῦν καὶ κινούμενον, ἵνα δείξῃ ὅτι ἡ κίνησις ἐν τούτοις μόνον.

Τρίτον λῆμμα ὅτι οὐκ ἔστι τις κίνησις αὐτὴ καθʼ αὑτὴν χωρὶς τῶν κινουμένων, τὰ δὲ κινούμενα ἢ οὐσίαι εἰσὶν ἢ ποσὰ ἢ ἄλλο τι τῶν κατὰ τὰς ἄλλας κατηγορίας, καὶ οὐκ ἔστιν αὐτό τι καθʼ αὑτὸ κινούμενον, ὃ μήτε οὐσία ἐστὶ μήτε ποσὸν μήτε τῶν ἄλλων κατηγορημάτων μηδέν. καὶ διὰ τοῦτο οὐδὲ κίνησις ἔστιν ἑτέρα παρὰ ταῦτα, ἀλλὰ πᾶσα κίνησις ἢ κατʼ οὐσίαν ἐστὶν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, διότι καθʼ ἕκαστον τούτων κινουμένων, οἷον κατʼ οὐσίαν κατὰ ποσὸν καὶ τὰ λοιπά, διττή τις θεωρεῖται οὖσα ἡ κίνησις, ἡ μὲν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον ἡ δὲ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον· οἷον ἐπὶ τῆς οὐσίας ἢ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἢ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἐπὶ δὲ τοῦ ποσοῦ ἢ ἀπὸ τοῦ τελείου ἐπὶ τὸ ἀτελὲς καὶ ἁπλῶς ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον ἢ ἔμπαλιν, ἐπὶ δὲ τοῦ ποιοῦ ἢ ἀπὸ τοῦ λευκοῦ ἐπὶ τὸ μέλαν ἢ ἀπὸ τοῦ μέλανος ἐπὶ τὸ λευκόν, καὶ ἐπὶ τῶν ἄλλων ἐναντίων ὡσαύτως, ἐπὶ δὲ τοῦ τόπου ἢ ἀπὸ τοῦ κάτω ἐπὶ τὸ ἄνω ἢ ἔμπαλιν. ἔστι δʼ ἐν τοῖς ἐναντίοις ἅπασι τὸ μὲν κρεῖττον τὸ δὲ χεῖρον· τοῦ γὰρ μὴ ὄντος τὸ ὂν κρεῖττον καὶ τοῦ ἀτελοῦς τὸ τέλειον καὶ τοῦ μέλανος τὸ λευκὸν καὶ τοῦ κάτω τὸ ἄνω, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως κατὰ τὴν αὐτὴν ἀναλογίαν. συμβάλλεται δʼ αὐτῷ ταῦτα οὐ μόνον εἰς τὸ ἀποδοῦναι τὸν ὁρισμὸν τῆς κινήσεως, ἀλλὰ καὶ πρὸς τὸ δεῖξαι τίνα τῶν κινούντων καὶ ἀντικινεῖται, καὶ τίνα κινεῖ μὴ κινούμενα· διαλέξεται γὰρ καὶ περὶ τούτων ἐφεξῆς.

Ταῦτα οὖν προλαβών, ἐφεξῆς ἀποδίδωσι τί ἐστι κίνησις, ὁριζόμενος αὐτὸς οὕτως «κίνησίς ἐστιν ἡ τοῦ δυνάμει ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστιν». τὸ μὲν οὖν τῆς ἐντελεχείας ὄνομα σημαίνει παρὰ τῷ Ἀριστοτέλει τὴν ἐνέργειαν καὶ τὴν τελειότητα· σύγκειται γὰρ παρὰ τὸ «ἕν» καὶ τὸ «τέλειον» καὶ τὸ «ἔχειν»· ὅταν οὖν ἕκαστον ἔχῃ τὴν ἑαυτοῦ τελειότητα, ἐντελεχείᾳ λέγεται εἶναι. προσέθηκε δὲ τὸ ᾗ τοιοῦτόν ἐστιν ἀντὶ τοῦ ᾗ δυνάμει τόδε τί ἐστιν, ἵνα ἡ ἐντελέχεια γίνηται μενούσης ἔτι καὶ σῳζομένης τῆς δυνάμεως, ἧσπερ ἦν ἡ ἐντελέχεια· διττὴ γὰρ ἐφʼ ἑκάστου ἡ ἐντελέχεια, ἡ μὲν ἤδη τετελειωμένου τοῦ πράγματος καὶ ἅπαν τὸ δυνάμει ἀποβαλόντος, ἡ δὲ κινηθέντος ἐκ τῆς δυνάμεως καὶ κατὰ ταύτην ἀλλοιουμένου τε καὶ ἐπὶ τὸ εἶδος ἀγομένου. οἷον ἐπὶ τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος· ἐντελέχεια γὰρ αὐτοῦ ἔστι καὶ ὅταν γίνηται ἀνδριὰς ὑπὸ τοῦ ἀνδριαντοποιοῦ τοιῶσδε σχηματιζόμενος, καὶ ὅταν ἤδη γεγενημένος εἴη ἀνδριὰς καὶ ἀπειληφὼς τὸ τέλειον τοῦ ἀνδριάντος εἶδος. ἀλλʼ αὕτη μὲν ἡ ἐντελέχεια οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως, καθʼ ἣν ἠδύνατο γενέσθαι ἀνδριάς· ἤδη γάρ ἐστιν ἀνδριὰς καὶ οὐκέτι ἔχει τὸ δυνάμει, διὸ καὶ τελειότης αὕτη οὐ τῆς δυνάμεως — πῶς γὰρ ἣν φθείρει; —, ἀλλὰ τοῦ πράγματος ἐν ᾧ ἡ δύναμις ἦν· ἡ δὲ πρότερον ῥηθεῖσα ἐντελέχεια, καθʼ ἣν ἐγίνετο ἀνδριάς, ἔτι τὸ δυνάμει διαφυλάττει. τὴν οὖν τοιαύτην ἐντελέχειαν κίνησιν λέγει καὶ τελειότητα τῆς δυνάμεως· πᾶσα γὰρ τελειότης σῴζει τοῦτο ὃ τελειοῖ· ἕως μὲν γὰρ ἡ δύναμις σῴζεται, καὶ ἡ κίνησις ἡ τελειωτικὴ τῆς δυνάμεως, παυσαμένης δὲ τῆς δυνάμεως παύεται καὶ ἡ κίνησις, παύεται δὲ ἡ δύναμις ἡνίκα ἂν τὸ εἶδος ἐπιγένηται καὶ ἡ μορφή. τοῦτο οὖν ἐστιν ἡ κίνησις, ἡ τοῦ δυνάμει ὄντος τελειότης καθὸ δυνάμει ἐστίν. ὅτι δὲ τοῦτό ἐστιν ἡ κίνησις, δείκνυσι καὶ διά τινος παραδείγματος. τὸ γὰρ οἰκοδομητόν, φησίν, ὅταν ἐνεργείᾳ ᾖ τοιοῦτον, λέγω δὴ ὅταν οἰκοδομῆται, τότε κινεῖται — ἄγεται γὰρ ἐπὶ τὸ τῆς οἰκίας εἶδος, καὶ ἔστι τὸ τοιοῦτον οἰκοδόμησις —, τὸ δὲ οἰκοδομούμενον ἔτι ἔχει τὸ δυνάμει — ἔστι γὰρ ἔτι οἰκοδομητόν —, ὡς ὅταν γε οἰκοδομηθῇ παντελῶς οὔτε τὸ δυνάμει σῴζει λοιπὸν οὔτε κινεῖται· εἰ τοίνυν ἡ οἰκοδόμησις κίνησις, ἡ δὲ οἰκοδόμησις ἔτι ἐν δυνάμει ἐστί, καλῶς ἄρα εἴρηται ὅτι ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια καθὸ δυνάμει ἐστὶ κίνησίς ἐστιν, ὅτι ἡ πρώτη ἐντελέχεια κίνησις καὶ τελειότης ἐστὶ τῆς δυνάμεως. συνεβάλλετο δὲ αὐτῷ εἰς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ τῆς κινήσεως τὸ πρῶτον λῆμμα, τὸ λέγον ὅτι τῶν ὄντων τὰ μὲν μόνως ἐνεργείᾳ ἐστὶ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ· ἐντεῦθεν γὰρ εὑρίσκει ὅτι ἡ κίνησις ἔστιν ἐν τοῖς δυνάμει οὖσι, καὶ οὐκ ἐν τοῖς ἐνεργείᾳ. τὸ δὲ δεύτερον ἀξίωμα, τὸ λέγον ὅτι τῶν πρός τι τὰ μὲν καθʼ ὑπεροχήν ἐστι καὶ ἔλλειψιν τὰ δὲ κατὰ τὸ κινοῦν καὶ τὸ κινούμενον, συμβάλλεται αὐτῷ εἰς τὸ ἐλέγξαι ὅτι οὐκ ἔστιν ἐν τοῖς καθʼ ὑπεροχὴν καὶ ἔλλειψιν ἡ κίνησις, ὡς ἐδόκει τισίν, ἀλλὰ κατὰ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὴν μὲν ἀρχὴν ἔχουσα ἐκ τοῦ κινοῦντος τὸ δὲ εἶναι ἐν τῷ κινουμένῳ· δείξει γὰρ αὐτὸ τοῦτο ἐν τοῖς ἑξῆς, ὅτι οὐκ ἔστιν ἐν τῷ κινοῦντι ἡ κίνησις, ἀλλʼ ἐν τῷ κινουμένῳ. τὸ δὲ τρίτον ἀξίωμα, τὸ λέγον ὅτι οὐκ ἔστι κίνησις παρὰ τὰ πράγματα, ἀλλὰ πᾶσα κίνησις ἢ ἐν οὐσίᾳ ἔστιν ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν τῇ ποῦ, συμβάλλεται αὐτῷ εἰς τὸ δεῖξαι πόσα ἐστὶν εἴδη κινήσεως, καὶ ἔτι μᾶλλον εἰς τὸ δεῖξαι ὅτι οὐκ ἔστι τι κοινὸν γένος κινήσεως, ἀλλʼ εἰσὶν ὁμώνυμοι αἱ κινήσεις κατὰ τὰ ἀφʼ ἑνὸς καὶ πρὸς ἕν· δείξει γὰρ ὅτι πρώτη μέν ἐστιν ἡ κατὰ τόπον κίνησις ὕστεραι δὲ αἱ λοιπαί, καὶ ὅτι ἀναιρουμένη μὲν συναναιρεῖ τὰς λοιπάς, ἀναιρουμένων δὲ ἐκείνων αὕτη οὐ συναναιρεῖται, ὥστε πρώτη τῇ φύσει· ἐν οἷς γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων καὶ τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. ὥστε οὐδὲ κυρίως ὁρισμὸν ἀποδώσει τῆς κινήσεως, ἀλλʼ ὑπογραφικὸν λόγον ἁρμόζοντα ἐξ ἀναλογίας πάσῃ κινήσει, ὥσπερ καὶ ἐπὶ ψυχῆς ἐποίησε· καίτοι δείξας ὅτι οὐκ ἔστιν ἓν κοινὸν γένος ψυχῶν τῷ καὶ ἐν αὐταῖς εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον, ὅμως φησὶν ἀποδῶμεν κοινόν τινα λόγον ψυχῆς «εἰ δή τι κοινὸν ἔστιν ἐπὶ ψυχῆς λέγειν». οὕτως οὖν καὶ ἐπὶ κινήσεως ἐποίησε. τὸ δὲ λοιπὸν συμβάλλεται εἰς τὸ δεῖξαι ὅτι ἡ κίνησις καθʼ ἕκαστον τῶν κινουμένων διπλῆ τίς ἐστιν.

Ἐπεὶ δʼ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς. ἀρχὴ μὲν κινήσεως καὶ ἠρεμίας ἡ φύσις, νῦν δὲ ἐπειδὴ μόνης κινήσεως αὐτῷ χρεία, ταύτης ἐμνήσθη.

Τὸν αὐτὸν ἐπελθεῖν τρόπον περὶ τῶν ἐφεξῆς.

Τῶν ἐφεξῆς, ἀπείρου τόπου χρόνου κενοῦ. ἐφεξῆς δὲ εἶπεν, ἤτοι ὅσα ἐφεξῆς ὄντα τῷ τῆς κινήσεως ἐμφαίνεται λόγῳ — ἐπεὶ γὰρ περὶ κινήσεως ὁ λόγος, ἕπεται δὲ τῷ τῆς κινήσεως λόγῳ τὸ ἄπειρον ὁ τόπος ὁ χρόνος τὸ κενόν, δεῖ καὶ περὶ τούτων εἰπεῖν —, ἢ περὶ τῶν ἐφεξῆς τῇ κινήσει κοινῶς ἑπομένων πᾶσι τοῖς φυσικοῖς πράγμασι. τὸν αὐτὸν δὲ τρόπον ἀντὶ τοῦ τῇ αὐτῇ μεθόδῳ ζητοῦντες τί ἐστιν ἕκαστον, καὶ εἴτε ἔστιν ὅλως εἴτε καὶ μή, καὶ πῶς ἔστιν ἢ οὐκ ἔστι.

Δοκεῖ δὲ ἡ κίνησις εἶναι τῶν συνεχῶν.

Τὸ δοκεῖ, ἤτοι τοῖς πολλοῖς δοκεῖ, ἢ δοκεῖ καθόλου πᾶσι καὶ αὐτῷ, ἀντὶ τοῦ φαίνεται. δόξει γάρ τῳ μὴ ἀνάγειν ὁ Ἀριστοτέλης ὑπὸ τὸ συνεχὲς τὴν κίνησιν, διότι μηδὲ ὑπὸ τὴν τοῦ ποσοῦ κατηγορίαν, μηδὲ ὅλως ὑπό τινα τῶν κατηγοριῶν· ὥστε εἰ δύο μὲν εἴδη τοῦ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, μὴ ἀνάγεται δὲ ὑπὸ τὸ ποσὸν ἡ κίνησις, πολλῷ γε δήπου οὐδὲ ὑπὸ τὸ συνεχές· ἐλέγοντο γὰρ αἱ κατηγορίαι τῶν τελείων εἰδῶν καὶ εἰδοπεποιημένων πραγμάτων, ἡ δὲ κίνησις ἀτελής ἐστιν ἐνέργεια. ὥστε ὅσον ἐκ τῶν ἐν Κατηγορίαις εἰρημένων, τὸ δοκεῖ δὲ ἡ κίνησις εἶναι τῶν συνεχῶν ὡς πρὸς τοὺς πολλοὺς ἐκληπτέον, ἀλλʼ ἐπεὶ ἐνταῦθα πολύς ἐστιν ὁ Ἀριστοτέλης κατασκευάζων ὅτι ἡ κίνησις συνεχής ἐστι, δῆλον ὅτι τὸ δοκεῖ δὲ ἡ κίνησις ἀντὶ τοῦ φαίνεται καὶ ἀρέσκει ἐκληψόμεθα· ἐν γὰρ ταῖς Κατηγορίαις, εἰ καὶ μὴ ἀνήγαγεν ὑπὸ τὰ εἴδη τοῦ συνεχοῦς τὴν κίνησιν, οὐ παρὰ τὸ μὴ εἶναι συνεχῆ, ἀλλʼ, ὡς εἶπον, διὰ τὸ ἀτελῆ εἶναι αὐτὴν ἐνέργειαν, ἐκεῖ δὲ περὶ τῶν τελείων εἰδῶν εἶναι τὸν λόγον.

Τὸ δὲ ἄπειρον ἐμφαίνεται πρῶτον ἐν τῇ συνεχείᾳ.

Τὸ πρῶτον, ἤτοι ἀντὶ τοῦ καθʼ αὑτὸ εἶπε, κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ καθʼ αὑτό — τοῦτο δὲ ἦν ὅπερ ἐν τῷ τοῦ ὑποκειμένου λόγῳ παραλαμβάνεται, ὥσπερ καὶ τὸ ἄπειρον· παραλαμβάνεται γὰρ ἐν τῷ ὁρισμῷ τοῦ συνεχοῦς, ὅπερ ἐστὶν αὐτῷ ὑποκείμενον· λέγομεν γὰρ συνεχὲς εἶναι τὸ ἐπʼ ἄπειρον διαιρετόν —, ἢ τὸ πρῶτον ἀντὶ τοῦ προηγουμένως καὶ κατὰ πρῶτον λόγον· ἔστι μὲν γὰρ καὶ ἐν τῷ διωρισμένῳ τὸ ἄπειρον, οἷον ἐν τῷ ἀριθμῷ — αὔξεται γὰρ ἐπʼ ἄπειρον ὁ ἀριθμός —, ἀλλὰ πρώτως μὲν ἐν τῷ συνεχεῖ, διὰ τὸ συνεχὲς δὲ καὶ ἐν τῷ διωρισμένῳ. τῷ γὰρ ἐπʼ ἄπειρον δύνασθαι τὸ συνεχὲς διαιρεῖσθαι, ταύτῃ καὶ ὁ ἀριθμὸς ἐπʼ ἄπειρον αὔξεται· ἡ γὰρ τοῦ συνεχοῦς ἐπʼ ἄπειρον διαίρεσις γεννᾷ τοῦ ἀριθμοῦ τὴν ἐπʼ ἄπειρον αὔξησιν. ὥστε πρώτως ἐν τῷ συνεχεῖ τὸ ἄπειρον, διὰ τὸ συνεχὲς δὲ καὶ ἐν τῷ διωρισμένῳ.

Διὸ καὶ τοῖς ὁριζομένοις τὸ συνεχὲς ἀνάγκη προσχρήσασθαι πολλάκις τῷ λόγῳ τοῦ ἀπείρου.

Καλῶς εἶπε πολλάκις· οὐ γὰρ ἀεὶ τὸ συνεχὲς ὁριζόμενοι τὸ ἄπειρον ἐν τῷ ὁρισμῷ τοῦ συνεχοῦς παραλαμβάνομεν. πλείονας γὰρ ἀποδοῦναι τοῦ αὐτοῦ δυνατὸν ὁρισμούς· αὐτὸς γοῦν ἐν Κατηγορίαις ὁρίζεται τὸ συνεχὲς λέγων ὅτι «συνεχές ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει», καὶ οὐ προσχρῆται ἐν τῷ ὁρισμῷ τούτῳ τῷ ἀπείρῳ.

Πρὸς δὲ τούτοις ἄνευ τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι.

Ἄνευ μὲν τόπου καὶ χρόνου μὴ εἶναι κίνησιν καὶ αὐτῷ δοκεῖ καὶ τῇ ἀληθείᾳ· εἰ γὰρ ἡ κίνησις κινουμένου ἐστὶ κίνησις, κινεῖται δὲ μόνως τὸ σῶμα, πᾶν δὲ σῶμα ἐν τόπῳ, ἄνευ τόπου ἄρα κίνησις οὐκ ἂν εἴη. καὶ ὅτι μὲν ἡ κατὰ τόπον κίνησις ἄνευ τόπου οὐκ ἂν εἴη, αὐτόθεν δῆλον — αὐτὸ γὰρ τοῦτο κατὰ τόπον κίνησις λέγεται —, δείκνυσι δὲ ἐφεξῆς ὅτι οὐδεμίαν ἄλλην κίνησιν δυνατὸν γενέσθαι ἄνευ τῆς κατὰ τόπον, διότι πρωτίστην εἶναι πασῶν τὴν κατὰ τόπον κίνησιν δείκνυσιν. ἀλλʼ οὐδὲ ἄνευ χρόνου κίνησις ἂν γένοιτο, ὡς ἐν τοῖς τελευταίοις βιβλίοις δείκνυται· πᾶσα γὰρ ἔχει τὸ πόθεν ποῖ. οὐχ ὡς αὐτῷ δὲ δοκοῦν τὸ μηδὲ ἄνευ κενοῦ κίνησιν εἶναι οὕτως εἶπεν, ἀλλʼ ὡς δοκοῦν τοῖς φυσικοῖς.

Δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι, σκεπτέον προχειρισαμένους περὶ ἑκάστου τούτων.

Διὰ δύο, φησίν, αἰτίας ἀναγκαῖος ὁ περὶ τούτων λόγος, πρῶτον μὲν διότι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ κινήσεως λόγος — ἡ γὰρ φύσις ἀρχὴ κινήσεως, ταῦτα δὲ τῇ κινήσει συνεμφαίνεται —, ἔπειτα καὶ διότι τὸ προκείμενον ἡμῖν ἐστι διαλαβεῖν περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων· τοῦτο γὰρ ἐξ ἀρχῆς ἐπηγγειλάμεθα. καὶ τοῦτο εὐλόγως· ἀεὶ γὰρ τῆς τῶν ἰδίων θεωρίας προηγεῖται ἡ περὶ τῶν κοινῶν. ἀδύνατον γὰρ μαθεῖν τίς ἐστιν ὁ ἀποδεικτικὸς συλλογισμὸς τὸν μὴ πρότερον μεμαθηκότα τί ἐστιν ἁπλῶς συλλογισμός· οὕτως οὖν καὶ φύσιν ζῴων ἢ φύσιν φυτῶν ἀδύνατον μαθεῖν τὸν μὴ εἰδότα τί ποτέ ἐστιν ἁπλῶς φύσις. ἢ οὖν οὕτως ἀκουσόμεθα τὸ ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν, συμφώνως τῷ προοιμίῳ τῆς προκειμένης πραγματείας — καὶ γὰρ ἀρχόμενος ἔλεγε δεῖν ἐκ τῶν σαφεστέρων ἄρξασθαι, σαφέστερα δὲ εἶναι «τὰ συγκεχυμένα μᾶλλον», ταῦτα δὲ εἶναι τὰ ὁλικώτερα· οὕτως οὖν καὶ νῦν πρότερον δεῖ εἰπεῖν τί ἐστιν ἁπλῶς κίνησις, ἔπειτα διαρθρῶσαι τίς ἐστιν ἡ κατὰ τόπον καὶ αἱ λοιπαί —, ἢ οὖν οὕτως, ὅπερ εἶπον, τὸ ἡ περὶ τῶν κοινῶν θεωρία, ἤ, ὅπερ καὶ μᾶλλον, κοινὰ νῦν λέγει οὐ τὰ συγκεχυμένα καὶ πλείοσιν ἐφαρμόττοντα, ἀλλὰ τὰ πλείοσι παρακολουθοῦντα. δεῖ οὖν πρώτως, φησί, περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων εἰπεῖν, ἔπειτα περὶ τῶν ἰδίᾳ τισί. καὶ ὅτι τοῦτο λέγει, δῆλον ἐξ αὐτῶν τῶν ῥητῶν· εἰπὼν γὰρ ὅτι δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι — κοινὰ δηλονότι λέγων τὰ πᾶσι παρακολουθοῦντα —, τὴν δὲ αἰτίαν προστιθεὶς τοῦ νῦν περὶ αὐτῶν διαλέγεσθαι, ἐπήγαγε τὸ ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν. καὶ ἄλλως ὅτι οὐδὲ περὶ μερικοῦ χρόνου ἢ τόπου διαλέγεταί που. τὸ δὲ κοινὰ καὶ καθόλου ταῦτα πᾶσιν ἀντὶ τοῦ κοινά ἐστι ταῦτα καὶ καθόλου πᾶσι τοῖς φυσικοῖς παρακολουθεῖ· πᾶν γὰρ σῶμα συνεχές τέ ἐστι καὶ ἐν τόπῳ πάντως καὶ ἐν χρόνῳ. ἀλλὰ καὶ τὸ κενὸν κατὰ τὴν τῶν φυσικῶν ὑπόληψιν πᾶσι παρακολουθεῖ, ἐπειδὴ καὶ τὸ κενὸν οὐδὲν ἄλλο οἴονται εἶναι ἢ τόπον ἐστερημένον σώματος.

Ἔστι δὴ τὸ μὲν ἐντελεχείᾳ μόνον, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ.

Ἐντεῦθεν τὰ ἀξιώματα προλαμβάνει, καὶ πρῶτόν γε ὅτι τῶν ὄντων τὰ μὲν μόνως ἐνεργείᾳ ἐστὶ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ, καὶ τοῦτο οὐ μόνον ἐπὶ τῆς οὐσίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. ἀλλὰ τὸ μὲν μόνως ἐνεργείᾳ εἶναι ἐν μόνῃ τῇ οὐσίᾳ· ὡς γὰρ ἔμπροσθεν εἴπομεν, οὐδὲν ἄλλο πάντῃ τοῦ δυνάμει ἀπήλλακται πλὴν τῶν ἀύλων καὶ θείων οὐσιῶν· πᾶν γὰρ σῶμα πάντῃ τε καὶ πάντως ἕξει κατά τινα τῶν εἰρημένων ἡμῖν τρόπων τὸ δυνάμει. εἰ δέ τις ἀξιώσει τὴν οὐσίαν τῶν οὐρανίων μόνως ἐνεργείᾳ εἶναι λέγειν, διότι μὴ πέφυκεν εἰς ἄλλο τι μεταβάλλειν, οὐ μόνον ἐν τῇ οὐσίᾳ ἀποθήσεται τὰ μόνως ἐνεργείᾳ ὄντα κατά γε τοῦτον τὸν τρόπον, ἀλλὰ καὶ ἐν τῷ ποσῷ καὶ ἐν ταῖς λοιπαῖς· καὶ γὰρ ὁ ἀριθμὸς ὁ τῶν οὐρανίων καὶ αἱ συμφυεῖς αὐτῶν ποιότητες μόνως ἐνεργείᾳ εἰσίν, οὐδεμίαν κατʼ αὐτὸ τοῦτο μεταβολὴν ἐπιδεχόμενα.

Τοῦ δὲ πρός τι τὸ μὲν καθʼ ὑπεροχὴν λέγεται καὶ ἔλλειψιν.

Τὸ δεύτερον ἀξίωμα.

Τὸ γὰρ κινητικὸν κινητικὸν τοῦ κινητοῦ.

Ἐπειδὴ εἶπε τοῦ πρός τι εἶναι τὸ κινητικὸν καὶ τὸ κινητόν, τοῦτο αὐτὸ κατασκευάσαι διὰ τούτων ἠθέλησε· τὸ γὰρ κινητικόν, φησί, τοῦ κινητοῦ ἐστι κινητικόν, καὶ ἔμπαλιν τὸ κινητὸν κινητόν ἐστιν ὑπὸ τοῦ κινητικοῦ. ὥστε πρός τι ταῦτα.

Οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα.

Τὸ τρίτον ἀξίωμα, ὅτι ἡ κίνησις ἐν τοῖς κινοῦσι καὶ κινουμένοις ἐστί, καὶ οὐ καθʼ αὑτό τι ὂν οὐδὲ χωριστόν. ὥστε ὁσαχῶς ἂν εἴη τὰ κινούμενα, τοσαυταχῶς καὶ ἡ κίνησις· κινεῖται δὲ τὰ κινούμενα τετραχῶς, κατʼ οὐσίαν κατὰ ποσὸν κατὰ ποιὸν κατὰ τόπον· ἐν τούτοις ἄρα καὶ ἡ κίνησις.

Κοινὸν δὲ ἐπὶ τούτων οὐδὲν ἔστιν ὄν, ὡς ἔφαμεν, λαβεῖν, ὃ οὔτε τόδε οὔτε ποσὸν οὔτε ποιόν.

Ὅτι οὐκ ἔστι κίνησις παρὰ τὰ πράγματα κατασκευάζει. εἰ γὰρ ἐν ταύταις ταῖς κατηγορίαις μόνον ἡ κίνησις, οὐκ ἔστι δέ τι ὂν ὑφεστηκὸς πρᾶγμα κοινὸν τῶν κατηγοριῶν ἕτερον ὂν παρʼ αὐτὰς καὶ οἷον γένος αὐτῶν — ὥσπερ τῶν κατὰ μέρος ζῴων τὸ ἁπλῶς ζῷον, ὅπερ ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ ἕτερον ὂν παρʼ ἕκαστον τῶν κατὰ μέρος ζῴων καὶ ἐν ἑκάστῳ θεωρούμενον· τὸ γὰρ ὂν ὁμωνύμως τῶν κατηγοριῶν κατηγορεῖται —, δῆλον ὅτι οὐδὲ κίνησις ἂν εἴη παρὰ ταύτας τὰς κατηγορίας. ἐντεῦθεν δὲ λαβόντες οἱ ἐξηγηταὶ ἀφορμάς φασι μὴ εἶναι τὴν κίνησιν γένος, ἀλλʼ ὁμώνυμον φωνήν· εἰ γὰρ οὐκ ἔστι κίνησις παρὰ τὰς κατηγορίας, τῶν δὲ κατηγοριῶν κοινὸν γένος οὐκ ἔστι, δῆλον δήπου ὅτι οὐδὲ κινήσεως γένος ἂν εἴη. εἰ γὰρ ἦν τῶν κατηγοριῶν ἐν αἷς ἡ κίνησις κοινὸν γένος, ἐν ἐκείνῳ ἂν ἦν πρῶτον τῷ γένει ἐξ ἀνάγκης ἡ κίνησις, καὶ οὐκ ἂν ἐλέγετο πολλαχῶς, ἀλλʼ ὥσπερ ἐκεῖνο γένος ὑπῆρχε τῶν κατηγοριῶν ἐν αἷς ἡ κίνησις, οὕτω καὶ ἡ ἐν ἐκείνῳ κίνησις γένος ἂν ἦν τῶν κινήσεων τῶν ἐν ταῖς ὑπʼ ἐκεῖνο τὸ γένος κατηγορίαις· νῦν δὲ ὡσαύτως ἔχει ἡ κίνησις, ὥσπερ ἔχει τὰ πράγματα ἐν οἷς ἔστι· ἐπεὶ οὖν διαφέροντες οἱ λόγοι τῶν προειρημένων γενῶν, δῆλον ὅτι καὶ τῶν ἐν αὐταῖς κινήσεων· ὥστε κἂν ἕνα ὁρισμὸν ἀποδῷ τῆς κινήσεως, ὁμώνυμος ἔσται καὶ οὗτος καὶ τῶν πολλαχῶς λεγομένων. καὶ πολύς ἐστιν ὁ Ἀλέξανδρος αὐτὸ τοῦτο κατασκευάζων, ὅτι ἡ κίνησις οὐκ ἔστι γένος, ἀλλʼ ὁμώνυμος φωνή. μήποτε οὖν ἔστιν εἰπεῖν, ὅτι οὐ τὸ μὴ εἶναι κίνησιν παρὰ τὰ πράγματα, τοῦτο ἐλέγχει τὴν κίνησιν μὴ οὖσαν γένος, ἀλλʼ ὥσπερ τὸ ἐπιστητὸν καθὸ μὲν ἐπιστητὸν τελεῖ ὑπὸ γένος τὸ ποιόν, ἔστι μέντοι οὐ μόνον ἐν τῷ ποιῷ ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις — καὶ γὰρ ἡ οὐσία ἐπιστητὸν καὶ ἑκάστη τῶν ἄλλων —, οὕτω φημὶ καὶ ἐπὶ κινήσεως· τελεῖ μὲν γὰρ καὶ αὐτὴ ὑπὸ τὸ ποσόν — ἔστι γὰρ συνεχής, καὶ πανταχοῦ τοῦτο κατασκευάζει ὁ Ἀριστοτέλης ὅτι τῶν συνεχῶν ἡ κίνησις —, ἐμφαίνεται δὲ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις. ὥστε εἰ ὑπὸ τὸ ποσὸν ἡ κίνησις ἀνάγεται, γένος δὲ τὸ ποσόν, καὶ αὐτὴ ἂν εἴη γένος ὑπάλληλον. καὶ εὐλόγως γε τοῦτο συμβέβηκε, λέγω δὴ τὸ μὴ ἐν μιᾷ κατηγορίᾳ εἶναι τὴν κίνησιν, ὥσπερ οὐδὲ τὸ ἐπιστητόν, ἐπεὶ μηδὲ διακεκριμέναι εἰσὶν ἀπʼ ἀλλήλων αἱ κατηγορίαι, ἀλλὰ πᾶσαί εἰσι συμπεπλεγμέναι· εἰ μὲν γὰρ κεχωρισμέναι ἦσαν ἀπʼ ἀλλήλων, οὐκ ἦν δυνατὸν εὑρεῖν τὴν κίνησιν εἰ μὴ ἐν ποσῷ μόνον, ἐπειδὴ δὲ συμπεπλεγμέναι εἰσίν, εἰκότως τὸ ἐν πλείοσι κατηγορίαις τὴν αὐτὴν εὑρεῖν οὐκ ἔστιν ἔξω λόγου. ἀπορήσειε δʼ ἄν τις ὅτι, εἰ τῶν συνεχῶν ἡ κίνησις καὶ διὰ τοῦτο ὑπὸ τὸ ποσὸν ἀνάγεται, τί δήποτε ἐν Κατηγορίαις μὴ ἀνήγαγεν αὐτὴν ὁ Ἀριστοτέλης ὑπὸ τὰ τοῦ συνεχοῦς εἴδη; φαμὲν οὖν ὅτι αἱ κατηγορίαι εἰδῶν εἰσι τελείων καὶ εἰδοπεποιημένων πραγμάτων, εἴρηται δὲ ὅτι ἡ κίνησις ἀτελής ἐστιν ἐνέργεια καὶ ὁδὸς ἀπὸ δυνάμεως εἰς ἐνέργειαν· διὰ τοῦτο οὖν οὐκ ἠδύνατο συναριθμηθῆναι τοῖς εἴδεσι τοῦ συνεχοῦς.

Ἕκαστον δὲ διχῶς ὑπάρχει πᾶσιν, οἷον τὸ τόδε· τὸ μὲν γὰρ μορφή, τὸ δὲ στέρησις.

Τὸ τέταρτον λῆμμα, ὅτι ἐν ἑκάστῃ κατηγορία ἐν αἷς ἔστιν ἡ κίνησις, οὐκ ἔστιν ἁπλῆ τις ἀλλὰ διττή· ἐν ἑκάστῃ γάρ, φησί, κατηγορίᾳ θεωρεῖται τὸ μὲν εἶδός τι τὸ δὲ στέρησις, καὶ γίνεται ἡ ὁδὸς ἤτοι ἀπὸ τοῦ εἴδους ἐπὶ τὴν στέρησιν ἢ ἀπὸ τῆς στερήσεως ἐπὶ τὸ εἶδος. εἴρηται δὲ ὅτι στέρησιν καλεῖ τὸ χεῖρον τῶν ἀντικειμένων, εἶδος δὲ τὸ κρεῖττον.

Διῃρημένου δὲ καθʼ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει.

Ἐκθέμενος τὰ εἰρημένα ἀξιώματα, βούλεται λοιπὸν τὸν ὁρισμὸν τῆς κινήσεως ἀποδοῦναι. καὶ ἐπειδὴ εἰς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ συμβάλλεται αὐτῷ τὸ πρῶτον τῶν λημμάτων, ἀναλαμβάνει πάλιν τοῦτο, ὅτι ἕκαστον τῶν τοῦ ὄντος γενῶν διῄρηται κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἔστιν οὖν, φησίν, ἡ κίνησις ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστι, τουτέστι καθὸ ἕκαστον ἔχει τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἔτι σῳζομένου τοῦ δυνάμει.

Τοῦ μὲν ἀλλοιωτοῦ, ᾗ ἀλλοιωτόν, ἀλλοίωσις.

Ὁρισάμενος καθόλου τὴν κίνησιν, ἐφαρμόζει τὸν λόγον ἐπὶ τῶν κατὰ μέρος κινήσεων. καλῶς οὖν φησι τὴν κατὰ ποιὸν κίνησιν ἀλλοίωσιν· ἔστι γὰρ τελειότης τοῦ ἀλλοιωτοῦ, καθὸ ἀλλοιωτόν. τὸ γὰρ ἀλλοιωτὸν πρὶν ἄρξηται ἀλλοιοῦσθαι, οἷον λευκαίνεσθαι ἢ μελαίνεσθαι, ἀτελῆ τὴν δύναμιν ἔχει, τότε δὲ τελειοῦται τὸ ἀλλοιωτόν, ὅταν τὴν κατὰ δύναμιν κίνησιν λάβῃ.

Τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου αὐτῷ φθιτοῦ — οὐθὲν γὰρ ὄνομα κοινὸν ἐπʼ ἀμφοῖν — αὔξησις καὶ φθίσις.

Οὐχ ὥσπερ, φησίν, ἐπὶ τῆς λευκάνσεως καὶ μελάνσεως, καὶ ψύξεως καὶ θερμάνσεως, καὶ πάσης τῆς κατὰ τὰς ἐναντίας ποιότητας μεταβολῆς ἔχομεν κοινὸν ὄνομα τὴν ἀλλοίωσιν, οὕτως καὶ ἐπὶ αὐξήσεως καὶ φθίσεως, τοῦτο δέ ἐστι τῆς κατὰ τὸ ποσὸν μεταβολῆς, ἀλλʼ ἰδίοις ὀνόμασιν αἱ κατὰ τὰ ἐναντία μεταβολαὶ ὠνομάσθησαν, ἡ μὲν αὔξησις ἡ δὲ φθίσις, κοινὸν μηδὲν ἔχουσαι ὄνομα.

Ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται, καὶ ἔστι τοῦτο οἰκοδόμησις.

Παραδείγματι πιστοῦται, ὅτι καλῶς ἀποδέδοται ὁ τῆς κινήσεως ὁρισμός. οἱ λίθοι δυνάμει εἰσὶν οἰκοδομητοί· ὅταν οὖν οἰκοδομῶνται, τότε τελειότητα ἔχουσι τὴν κατὰ τὴν δύναμιν ἐνεργείᾳ ὄντες οἰκοδομητοί, καὶ καλεῖται ἡ τοιαύτη αὐτῶν ἐνέργεια οἰκοδόμησις, ἡ δὲ οἰκοδόμησις κίνησις· ὥστε καὶ ἡ τοῦ αὐξητοῦ ᾗ αὐξητὸν ἐνέργεια κίνησις ἂν εἴη αὔξησις καλουμένη, καὶ ἡ τοῦ φορητοῦ ᾗ φορητόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀποδίδωσι δὲ τὴν κίνησιν ὁ Θεμίστιος ὁλίγον μεταβαλών, ὅτι ἔστιν ἡ τοῦ δυνάμει ὄντος πρώτη ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστιν· ὑστάτην μὲν γὰρ εἶναι ἐντελέχειαν τὴν εἰς τὸ εἶδος μεταβολὴν ἐν ᾧ ἠρεμεῖ λοιπόν, πρώτην δὲ τὴν ἐπʼ ἐκεῖνο πορείαν ἥτις ἐστὶ κίνησις. καὶ ἡ μὲν προτέρα ἐντελέχεια ἀτελής ἐστιν ἐνέργεια — ὁδεύει γὰρ ἐπὶ τὸ εἶδος καὶ τὴν κυρίως τε καὶ ἁπλῶς ἐντελέχειαν —, ἡ δὲ ὑστέρα τελεία· ἠρεμεῖ γὰρ ἐν αὐτῇ γενόμενον τὸ κινούμενον καὶ τοῦ δυνάμει παντελῶς ἀπαλλάττεται.

Ἐπεὶ δὲ ἔνια τούτων καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν.

Εἰπὼν τί ποτέ ἐστιν ἡ κίνησις, βούλεται νῦν δεῖξαι ὅτι ἔστι τινὰ ἃ πρὸς τῷ κινεῖσθαι καὶ κινεῖ. ἅμα δὲ καὶ ἀπορίαν τινὰ ἐπιλύεται ἐκ τούτων φερομένην εἰς τὸν περὶ κινήσεως λόγον· εἰ γάρ ἐστι τὰ κινοῦντα ἅμα καὶ κινούμενα, τὸ δὲ κινοῦν καθὸ κινεῖ ἐνεργείᾳ ἐστί, τινὰ ἄρα τῶν κινουμένων ἐνεργείᾳ ἐστίν· ἀλλʼ ἐλέγετο ἡ κίνησις ἐντελέχεια εἶναι τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστιν· ὥστε ἢ ὁ ὁρισμὸς τῆς κινήσεως ψευδής, ἢ τὸ εἶναί τινα τὰ πρὸς τῷ κινεῖσθαι καὶ κινοῦντα· ἀλλὰ μὴν τοῦτο ἀληθές· ὁ τῆς κινήσεως ἄρα ὁρισμὸς οὐκ ἀληθής. ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιλύεται δὲ αὐτὴν ἐκ τῶν ἐνταῦθα εἰρημένων· δείκνυσι γὰρ ὅπως τινὰ τῶν κινούντων καὶ ἀντικινεῖται, καὶ πρότερόν γε ὅτι ἔστι τινὰ κινοῦντά τε ἅμα καὶ κινούμενα. δείκνυσι δὲ τοῦτο ἀξιώματι χρησάμενος τῷ προειλημμένῳ, προείληπται δὲ ὅτι τῶν ὄντων τὰ μὲν μόνως ἐστὶν ἐνεργείᾳ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ. πάντα δὲ τὰ τοιαῦτα ἐξ ἀνάγκης κινοῦντα καὶ κινηθήσεται, ἀλλʼ οὐ κατὰ ταὐτὸν καὶ κινεῖ καὶ κινεῖται, ἀλλὰ κινεῖται μὲν καθό ἐστι δυνάμει, κινεῖ δὲ καθό ἐστιν ἐνεργείᾳ· οἷον τὸ πῦρ ἐνεργείᾳ μὲν θερμόν, δυνάμει δὲ ψυχρόν, διὸ καὶ κινεῖ μὲν καθό ἐστιν ἐνεργείᾳ θερμαῖνον τὸ ὕδωρ, ἀντιπάσχει δὲ καθὸ δυνάμει ἐστὶ ψυχρὸν ἀποσβεννύμενον καὶ μεταβάλλον ἢ εἰς γῆν ἢ εἰς ἀέρα· καὶ τὸ ὕδωρ ὡσαύτως ψύχει μὲν καθὸ ἐνεργείᾳ ἐστὶ ψυχρόν, θερμαίνεται δὲ καθὸ δυνάμει ἐστὶ θερμόν. ὥστε ἐκ τούτων καὶ ἡ ἀπορία ἐπιλέλυται, ἦν δὲ ἡ ἀπορία, ὅτι εἰ τὸ κινούμενον καὶ κινεῖ, πᾶν δὲ τὸ κινοῦν ἐνεργείᾳ ἐστί, τὸ κινούμενον ἄρα ἐνεργείᾳ ἐστίν· ἐλέγομεν δὲ τὸ κινούμενον ἔτι ἐν τῷ δυνάμει εἶναι· αὕτη οὖν ἡ ἀπορία ἐπιλέλυται ἐκ τῶν εἰρημένων, ὅτι εἰ καὶ τὸ κινούμενον πάντως καὶ κινεῖ, ἀλλʼ οὐ καθὸ κινεῖται κατὰ τοῦτο καὶ κινεῖ, ἀλλὰ κινεῖται μὲν καθὸ δυνάμει ἐστί, λέγω δὴ κατὰ τὴν ὕλην, κινεῖ δὲ καθὸ ἐνεργείᾳ ἐστί, λέγω δὴ κατὰ τὸ εἶδος. οὐκ ἄρα εἰ τὸ κινούμενον καὶ κινεῖ, ἤδη γε τὸ κινούμενον ἐνεργείᾳ ἔσται· οὐ γὰρ καθὸ κινεῖται, κατὰ τοῦτο καὶ κινεῖ.

Ταῦτα εἰπὼν ἀναλαμβάνει τὸν περὶ τῆς κινήσεως ὁρισμὸν σαφέστερον αὐτὸν ἐξηγήσασθαι βουλόμενος, ἐπὶ τέλει δὲ καὶ διαρθρῶσαι μᾶλλον, ἅμα δὲ δείκνυσι πάλιν ὅτι οὐκ ἔστι ταὐτὸν τῷ ὑποκειμένῳ ἡ δύναμις, ἀλλὰ ἄλλο μὲν τί ἐστιν ἑκάστῳ καθὸ τόδε τι λέγεται, ἄλλο δὲ καθὸ δυνάμει τόδε· οἷον οὐ ταὐτὸν τῷ χαλκῷ τὸ χαλκῷ εἶναι καὶ δυνάμει ἀνδριάντι. ὅτι οὖν ἑτέρα ἡ δύναμις παρὰ τὸ ὑποκείμενον, δείκνυσι μὲν καὶ πολλοῖς ἄλλοις παραδείγμασιν· οἷον οὐ ταὐτόν, φησί, τῷ χρώματι τὸ χρώματι εἶναι καὶ δυνάμει ὁρατῷ, ἀλλʼ ἔστι μὲν χρῶμα ἐνεργείᾳ κἂν μὴ ὁρᾶται, οἷον ἐν τῇ νυκτί, ὁρατὸν δὲ οὐκ ἔστιν εἰ μὴ δυνάμει· καὶ τὸ μὲν χρῶμα, κἄν τε ὁρᾶται κἄν τε μή, ἐνεργείᾳ ἐστί, τὸ δὲ ὁρατὸν οὐκ ἀεὶ ὡσαύτως ἔχει ὡς τὸ χρῶμα. ὥστε οὐ ταὐτὸν τῷ ὑποκειμένῳ ἡ δύναμις, ἐπεὶ ὁμοίως ἂν εἶχον ἀεί. καὶ ὁ χαλκὸς ἀεὶ μέν ἐστι χαλκὸς ἐνεργείᾳ, ἀνδριὰς δὲ οὐκ ἀεί, ἀλλὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ. μάλιστα δὲ ἐκ τῶν ἐναντίων δυνάμεων δείκνυσιν, ὅτι ἑτέρα ἐστὶν ἡ δύναμις τοῦ ὑποκειμένου· ἐπεὶ γὰρ τὸ ζῷον δύναται νοσεῖν, καὶ οὐ μόνον ἀλλὰ καὶ ὑγιαίνειν, εἴ γε ἦν ἡ δύναμις ταὐτὸν τῷ ὑποκειμένῳ, οὐ μία δήπου δύναμις ταὐτὸν ἦν τῷ ὑποκειμένῳ, ἀλλὰ πᾶσαι. ὥστε εἰ ἡ τοῦ νοσεῖν δύναμις ταὐτὸν τῷ ὑποκειμένῳ, δῆλον δήπου ὅτι καὶ ἡ τοῦ ὑγιαίνειν. εἰ δὲ ἄμφω τῷ ὑποκειμένῳ αἱ αὐταί, καὶ ἀλλήλαις δήπου· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά. εἰ δὲ ἡ τοῦ νοσεῖν δύναμις τῇ τοῦ ὑγιαίνειν ταὐτόν, καὶ τὸ νοσεῖν δήπου τῷ ὑγιαίνειν ταὐτὸν ἂν εἴη· ὥστε τὰ ἐναντία ταὐτὰ ἂν εἶεν. οὐκ ἄρα ταὐτὸν ἡ δύναμις τῷ ὑποκειμένῳ. εἰ δὲ οὐ ταὐτὸν ἡ δύναμις τῷ ὑποκειμένῳ, καλῶς ἄρα ἡμῖν ὁ τῆς κινήσεως ὁρισμὸς ἀπεδόθη, ὅτι «ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστι». τοῦτο οὖν κίνησις ἀκριβῶς, προσθέντων ἡμῶν τὸ «ἧ τοιοῦτόν ἐστι». δεῖ γὰρ τὸ κινούμενον κατʼ ἄλλο μὲν εἶναι ἐνεργείᾳ, κατʼ ἄλλο δὲ δυνάμει· οὐδὲν γὰρ κινεῖται μόνως δυνάμει ὄν, διότι μηδέν ἐστί τι μόνως δυνάμει ὄν, διόπερ ἡ ὕλη οὐδὲ κινεῖται καθʼ αὑτήν, διότι μηδὲ ἔστι καθʼ αὑτήν. δεῖ οὖν τὸ κινούμενον καὶ ἐνεργείᾳ εἶναι καὶ δυνάμει, ἀλλὰ κινεῖσθαι οὐ καθό ἐστιν ἐνεργείᾳ, ἀλλὰ καθό ἐστι δυνάμει· οἷον ὁ χαλκὸς ἐστὶ μὲν καὶ ἐνεργείᾳ αὐτὸ τοῦτο χαλκός, ἐστὶ δὲ καὶ δυνάμει ἀνδριάς· ὅταν οὖν τὸ δυνάμει τοῦτο εἰς ἐνέργειαν ἄγηται ὑπὸ τοῦ ἀνδριαντοποιοῦ, τότε φαμὲν κινεῖσθαι τὸν χαλκόν. ἀλλὰ κινεῖται οὐ καθό ἐστιν ἐνεργείᾳ, τοῦτο δέ ἐστιν οὐ καθὸ χαλκός — ἀκίνητος γὰρ κατὰ τοῦτο· οὐ γὰρ μεταβάλλει τὴν τοῦ χαλκοῦ οὐσίαν ἐν τῷ γίνεσθαι ἀνδριάς —, ἀλλὰ καθό ἐστι δυνάμει, τοῦ δυνάμει τούτου τὴν ἐνέργειαν τὴν ἑαυτοῦ παραλαμβάνοντος καὶ ἀγομένου εἰς τὴν τελείαν ἐνέργειαν, ἔνθα γενόμενον ἀφανίζεται λοιπὸν τὸ δυνάμει. ἡ κίνησις ἄρα ἐνέργειά ἐστι τῆς δυνάμεως ἔτι σῳζομένης.

Οὕτω τὸν ὁρισμὸν τῆς κινήσεως ἐξηγησάμενος καὶ ἀποδείξας, ἐφεξῆς διὰ πλειόνων κατασκευάζει ὅτι οὐδὲ δυνατὸν ἄλλως ἀποδοῦναι τὸν περὶ κινήσεως λόγον· καὶ πρῶτόν γε ἐκ τῆς τοῦ χρόνου διαφορᾶς τοῦ πράγματος, περὶ ὃ θεωρεῖται ἡ κίνησις. ὁ γὰρ χαλκὸς ὁ δυνάμει ὢν ἀνδριὰς διῄρηται τριχῇ τῷ χρόνῳ· ποτὲ μὲν γὰρ μόνως ἐστὶ δυνάμει ἀνδριάς, ὅταν μήπω σχηματίζηται ὑπὸ τοῦ τεχνίτου, ποτὲ δὲ μόνως ἐνεργείᾳ οὐδαμῶς δὲ δυνάμει, ὅταν ἤδη τὸ εἶδος τοῦ ἀνδριάντος ἀπολάβῃ, ποτὲ δέ ἐστιν ἐν τῷ μεταξὺ χρόνῳ, ὅταν ἐκ τοῦ δυνάμει ἄγηται ἐπὶ τὸ εἶδος ἔτι τῆς δυνάμεως ἐνούσης. τριττῆς οὖν οὔσης τῆς τοιαύτης διαφορᾶς τῶν χρόνων, ἐν ποίῳ θετέον τὴν κίνησιν; οὔτε γὰρ ὅτε μόνως ἐστὶ δυνάμει κινεῖται, μήπω τῆς διαπλαστικῆς τέχνης δρασάσης τι εἰς τὸν χαλκόν, οὔτε μὴν ὅταν ἀπειληφὼς εἴη τὸ τοῦ ἀνδριάντος εἶδος· οὐκέτι γὰρ ἐνεργεῖ εἰς αὐτὸν ἡ διαπλαστικὴ τέχνη ἀπειληφότα γε ἅπαξ τὸ εἶδος. λείπεται οὖν ἐν τῷ μέσῳ χρόνῳ εἶναι τὴν κίνησιν, ἔνθα ἐκίνει τὸν χαλκὸν ἡ διαπλαστικὴ τέχνη καὶ ἦγεν ἐκ τῆς δυνάμεως ἐπὶ τὸ εἶδος, ἔτι τοῦ δυνάμει ἐν τῷ χαλκῷ σῳζομένου. ὁμοίως δὲ καὶ ἐπὶ δυνάμει οἰκίας κινεῖσθαί φαμεν τὴν οἰκίαν οὔτε ὅτε μόνως τὸ δυνάμει ἔχει τὸ οἰκοδομητόν — οἷον ὅτε ἔκειντο οἱ λίθοι καὶ τὰ ξύλα μηδὲν τοῦ οἰκοδόμου εἰς αὐτὰ ποιοῦντος —, οὔτε ὅτε ἐγένετο τελείως ἡ οἰκία καὶ ἀπείληφε τὸ αὑτῆς εἶδος· οὐ γὰρ οἰκοδομεῖται τότε, ἀλλʼ ᾠκοδόμηται ἤδη· ἡ γὰρ οἰκοδόμησίς ἐστι σῳζομένου ἔτι τοῦ οἰκοδομητοῦ. ὥστε μόνως κατὰ τὸν μέσον χρόνον ἂν εἴη ἡ κίνησις, ὅτε καὶ ἡ οἰκοδόμησις· οὐ γὰρ ἄλλο ἐστὶν ἡ οἰκοδόμησις ἢ κίνησις ἐκ τῆς πρώτης δυνάμεως εἰς τὴν τελείαν ἐνέργειαν, ἀλλʼ ἔστʼ ἂν ᾖ ἡ οἰκοδόμησις, οὔπω ἀπήλλακται τοῦ δυνάμει τὸ οἰκοδομητόν, ἐπεὶ οὐδʼ ἂν ἔτι ἐκινεῖτο.

Ἐπεὶ δʼ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν. ἔχομεν τοῦτο εἰλημμένον ἐκ τῶν πρότερον ἐκτεθέντων ἀξιωμάτων. τοιαῦτα δέ ἐστι πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ· ἄλλο μὲν γάρ εἰσιν ἐνεργείᾳ ἄλλο δὲ δυνάμει, ἐπειδὴ πέφυκε πᾶν εἰς πᾶν μεταβάλλειν. οὐχ ἅμα δὲ ἢ οὐ κατὰ ταὐτόν. εἰ μὲν ἅμα ᾖ τι δυνάμει καὶ ἐνεργείᾳ, οὐχ οἷόν τε κατὰ τὸ αὐτὸ εἶδος εἶναι δυνάμει καὶ ἐνεργείᾳ — ἐν γὰρ τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ καὶ δυνάμει εἶναι καὶ ἐνεργείᾳ ἀδύνατον, οἷον θερμὸν καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλʼ ἐν τῷ αὐτῷ χρόνῳ θερμὸν μὲν ἔσται δυνάμει ψυχρὸν δὲ ἐνεργείᾳ —, εἰ δὲ καθʼ ἓν καὶ τὸ αὐτὸ ᾖ τι δυνάμει καὶ ἐνεργείᾳ, ἀδύνατον κατὰ τὸν αὐτὸν χρόνον ἄμφω εἶναι, ἀλλʼ ἔσται ἄλλοτε μὲν δυνάμει θερμὸν ἢ ψυχρόν, ἄλλοτε δὲ τὸ αὐτὸ ἐνεργείᾳ.

Ἅπαν γὰρ ἔσται ποιητικὸν καὶ παθητικόν.

Ἅπαν, φησίν, ὅπερ ἔχει καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ποιητικὸν ἔσται καὶ παθητικόν, ποιητικὸν μὲν κατὰ τὸ ἐνεργείᾳ — ποιοῦσι γὰρ τὰ εἴδη —, παθητικὸν δὲ κατὰ τὸ δυνάμει· ἡ γὰρ ὕλη παθητικόν, τὸ δὲ δυνάμει ἡ ὕλη.

Ὥστε καὶ τὸ κινοῦν φυσικῶς κινητόν.

Τὸ φυσικῶς οὐ πρὸς τὸ κινούμενον ἀκουστέον, ὅτι τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος φυσικῶς ὑπʼ αὐτοῦ κινεῖται καὶ οὐ βίᾳ· οὐ γὰρ ἀνάγκη πᾶν τὸ οὕτως κινοῦν καὶ αὐτὸ κινεῖσθαι. καὶ ἡ ψυχὴ γάρ, ἡ λογικὴ λέγω, κινεῖ τὰ σώματα οὐ βίᾳ ἀλλὰ φυσικῶς, ἀλλʼ ὅμως αὐτὴ οὐ κινεῖται. ὁμοίως καὶ ἐπὶ τῆς τὰ οὐράνια κινούσης δυνάμεως, καθάπερ καὶ αὐτὸς ἐν τοῖς ἔμπροσθεν εἶπεν ὅτι «δύο αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική». ἀλλὰ τὸ φυσικῶς πρὸς τὸ κινοῦν ἀκουστέον, ὅτι τὸ οὕτως κινοῦν, ὥσπερ τὰ φυσικὰ πράγματα κινεῖν πέφυκε, πάντως καὶ αὐτὸ κινητὸν ἔσται· οὐδὲν γὰρ τῶν φυσικῶς κινούντων ἀκίνητον. καὶ αὐτὴ γὰρ ἡ φύσις κινοῦσα τὰ σώματα καὶ αὐτὴ συγκινεῖται ἀλλοιουμένη καὶ ἀμυδροτέρα γινομένη, καὶ ἡ αὐξητικὴ δύναμις καὶ ἡ ἀλλοιωτικὴ καὶ ἡ γεννητικὴ καὶ πᾶσαι αἱ ἄλλαι ἐξασθενοῦσιν. εἰ μὲν οὖν περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ φησι μόνων ὅτι τὸ κινοῦν φυσικῶς κινητόν ἐστι, τὸ κινητὸν ἀντὶ τοῦ ἀντικίνητον ἀκουσόμεθα, ὅτι πᾶν τὸ κινοῦν καὶ ἀντικινεῖται· εἰ δὲ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικῶν καὶ ἐπὶ τῶν οὐρανίων, τὸ κινητὸν μόνως τὸ κινούμενον ἀκουσόμεθα. καὶ γὰρ τὰ οὐράνια οὐκ ἀκίνητα ἄντα κινεῖ, ἀλλὰ κινούμενα καὶ αὐτά, οὐ μέντοι ἀντικινούμενα· κινούμενα γὰρ τὰ οὐράνια κινεῖ τὰ τῇδε, ὑπὸ μέντοι τούτων οὐκ ἀντιπάσχει.

Δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κινοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτων μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει.

Ἐπειδὴ ἔδειξεν ὅτι ἔστι τινὰ κινούμενά τε καὶ κινοῦντα, φησὶν ὅτι τινὲς ὑπέλαβον ὅτι πᾶν τὸ κινοῦν πάντως καὶ αὐτὸ κινεῖται. ὅτι δὲ οὐχ οὕτως ἔχει, φησί, δῆλον ἔσται ἐν ἄλλοις, καὶ ὑπερτίθεται τὸν λόγον τοῦτον ἐν τῷ ὀγδόῳ ταύτης τῆς πραγματείας, ἐν ᾧ δείκνυσιν ὅτι οὐ πᾶν τὸ κινοῦν καὶ κινεῖται. καὶ τέως τὸ ὀρεκτὸν κινεῖ αὐτὸ μὴ κινούμενον, ἡ εἰκὼν κινεῖ τὸν ἐρῶντα αὐτὴ μὴ κινουμένη, καὶ ὁ ἄρτος κινεῖ τὸν πεινῶντα αὐτὸς μὴ κινούμενος, καὶ ὁ χόρτος τὸν ὄνον.

Ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ ἢ αὐτὸ ἢ ἄλλο, ᾗ κινητόν, κίνησίς ἐστι.

Τὸν ὁρισμὸν τῆς κινήσεως ἀναλαμβάνει. διττὴ δὲ φέρεται ἡ γραφή, μία μὲν αὕτη ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ, οὐχ ᾗ αὐτὸ ἀλλʼ ᾗ ἄλλο, κίνησίς ἐστι, τουτέστιν ἡ δὲ ἐνέργεια τοῦ δυνάμει ὄντος, ὅταν τοῦτο τὸ δυνάμει ἐντελεχείᾳ ἄλλο τι ὑπάρχον ἐνεργῇ, οὐχ ᾗ ἐστιν ἐντελεχείᾳ ἀλλʼ ᾗ δυνάμει, τοῦτό ἐστιν ἡ κίνησις. γράφει δὲ καὶ ἑτέραν γραφὴν ὁ Ἀλέξανδρος φερομένην ἐν τοῖς παλαιοτέροις τῶν ἀντιγράφων· ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ αὐτὸ ἢ ἄλλο, ᾗ κινητόν, κίνησίς ἐστι. ὑπερβατῶς δὲ ἀναγνωστέον «ἡ δὲ τοῦ δυνάμει ὄντος ἐνέργεια, ὅταν ἄλλο τι ὂν ἐντελεχείᾳ ἐνεργῇ, ᾗ κινητόν ἐστι, τοῦτό ἐστι κίνησις». τὸ δὲ ἢ αὐτὸ ἢ ἄλλο, ἐπειδὴ τῶν κινούντων τὰ μὲν ἐν ἑαυτοῖς ἔχει τὴν ἀρχὴν τῆς κινήσεως ὡς τὰ φυσικά — οἷον τὰ αὐξόμενα ἢ ἀλλοιούμενα —, τὰ δὲ ἔξωθεν ὡς τὰ τεχνητά, διὰ τοῦτο προσέθηκε τὸ ἢ αὐτὸ ἢ ἄλλο, ὡς ἂν εἰ ἔλεγεν «ἐνεργείᾳ δὲ λέγω τὴν δύναμιν, εἴτε αὐτὸ ἐνεργεῖ, τουτέστιν εἴτε ἐν ἑαυτῷ ἔχει τὴν κινητικὴν δύναμιν, εἴτε ἀλλαχόθεν, τουτέστιν ἔξωθεν».

Λέγω δὲ τὸ ᾗ ὡδί.

Ἐξηγεῖται τὸν ὁρισμόν, διὰ τί προσέθηκε τὸ «ᾗ κινητόν», τουτέστι καθὸ κινητόν· ἔστι γάρ, φησίν, ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλὰ καὶ χαλκὸς ἐνεργείᾳ. λέγω οὖν κίνησιν εἶναι οὐ τὴν τοῦ χαλκοῦ ᾗ χαλκὸς ἐνέργειαν, ἀλλὰ τὴν τῆς δυνάμεως καθʼ ἣν δυνάμει ἐστὶν ἀνδριὰς ἐνέργειαν, ταύτην κίνησιν λέγω. εἶτα ἵνα μή τις ὑπολάβῃ ὅτι «τί διαφέρει χαλκῷ εἶναι ἢ δυνάμει ἀνδριάντι; ἓν γὰρ καὶ ταὐτὸν τὸ χαλκῷ εἶναι καὶ τὸ δυνάμει ἀνδριάντι», εἰκότως ἐφεξῆς αὐτὸ τοῦτο δείκνυσιν, ὅτι ἄλλο ἐστὶν ἑκάστῳ τὸ τόδε τι εἶναι καὶ ἄλλο τὸ δυνάμει κινητόν.

Ἐπεὶ εἰ ταὐτὸν ἁπλῶς ἦν καὶ κατὰ τὸν λόγον, ἡ τοῦ χαλκοῦ, ᾗ χαλκός, ἐντελέχεια κίνησις ἂν ἦν.

Ὃ δέ φησι τοῦτό ἐστιν· εἰ ἦν ταὐτὸν τὸ χαλκῷ εἶναι καὶ δυνάμει κινητῷ, ἐπειδὴ τὸ χαλκὸς εἶναι ἐντελεχείᾳ ἔχει, καὶ τὸ εἶναι κινητὸν ἐντελεχείᾳ ἂν εἶχε, τὸ δὲ ἐντελεχείᾳ κινητὸν κινεῖται, ὁ χαλκὸς ἄρα, ᾗ χαλκός, κινοῖτο ἄν. ὥστε ταὐτὸν ἦν εἰπεῖν ἐντελεχείᾳ χαλκὸν καὶ κίνησιν, ὅπερ ἐστὶ προφανῶς ψεῦδος· ὁ γὰρ τρίπους ὁ ἑστηκὼς ἐνεργείᾳ μέν ἐστι χαλκός, κίνησις δὲ οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλʼ οὐδὲ ὅλως κινεῖται, ἀλλʼ ἕστηκε καὶ ἠρεμεῖ. τὸ δὲ ἁπλῶς καὶ κατὰ τὸν λόγον, τουτέστιν εἰ ταὐτὸν καθόλου εἴη οὕτως, ὥστε μὴ μόνον κατὰ τὸ ὑποκείμενον εἶναι ταὐτὸν ἀλλὰ καὶ κατὰ τὸν λόγον. τῷ μὲν γὰρ ὑποκειμένῳ ταὐτὸν ὁ χαλκὸς καὶ τὸ δυνάμει κινητόν, τῷ δὲ λόγῳ οὐκ ἔστι ταὐτόν· ἄλλος γὰρ ὁ ἑκατέρου ὁρισμός. δείκνυσι δὲ ἐφεξῆς ἐπὶ τῶν ἐναντίων δυνάμεων, τοῦ νοσεῖν φημι καὶ ὑγιαίνειν, ἢ θερμαίνεσθαι καὶ ψύχεσθαι, ὅτι ἀδύνατον ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὴν δύναμιν, ἐπεὶ καὶ τὰ ἐναντία τὰ αὐτὰ ἂν εἶεν ἀλλήλοις· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά.

Καὶ γὰρ ἂν τὸ κάμνειν καὶ τὸ ὑγιαίνειν ταὐτὸν ἦν.

Εἰ αἱ δυνάμεις, φησί, τῶν ἐναντίων αἱ αὐταί εἰσι, καὶ αἱ ἐνέργειαι δήπου τῶν δυνάμεων αἱ αὐταὶ ἂν εἶεν· νῦν δʼ οὐ μόνον ταὐτὸν οὐκ ἔστι τὸ νοσεῖν τῷ ὑγιαίνειν, ἀλλὰ καὶ ἐναντίον.

Τὸ δὲ ὑποκείμενον καὶ τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν, εἴτε ὑγρότης εἴτε αἷμα, ταὐτὸν καὶ ἕν.

Τὸ ὑποκείμενον, φησίν, ὅπερ ἀνὰ μέρος ὑγιαῖνόν τε καὶ νοσοῦν ἐστιν, ἕν ἐστι καὶ ταὐτόν· ὥστε εἰ αἱ μὲν δυνάμεις, τοῦ νοσεῖν φημι καὶ τοῦ ὑγιαίνειν, οὐχ ἓν ἀλλὰ καὶ ἐναντίον, τὸ δὲ ταύταις ὑποκείμενον ἓν καὶ ταὐτόν, οὐκ ἄρα αἱ δυνάμεις τῷ ὑποκειμένῳ ταὐτόν.

Ἐπεὶ δὲ οὐ ταὐτόν, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν.

Ἑτέρῳ παραδείγματι κέχρηται. τὸ γὰρ χρῶμα οὐ κατὰ ταὐτὸν χρῶμά τέ ἐστι καὶ ὁρατόν· τῷ μὲν γὰρ ὑποκειμένῳ τὰ αὐτά, ὁ δὲ λόγος ἑκατέρου ἕτερος. τὸ μὲν γὰρ χρῶμά ἐστι τὸ κινητικὸν τοῦ κατʼ ἐνέργειαν διαφανοῦς, τὸ δὲ ὁρατὸν συμβέβηκεν αὐτῷ· τὸ γὰρ χρῶμα οὐ τῶν πρός τι — ποιότης γάρ —, τὸ δὲ ὁρατὸν τῶν πρός τι — τὸ γὰρ ὁρατὸν ὁρῶντί ἐστιν ὁρατόν —, καὶ χρῶμα μέν ἐστι, κἂν μὴ ὁρᾶται, ὁρατὸν δὲ οὔ, ἂν μὴ ὁρᾶται. εἰ τοίνυν δέδεικται ὅτι ἕτεραι αἱ δυνάμεις, καλῶς τὸν ὁρισμὸν ἀποδεδώκαμεν τῆς κινήσεως, ὅτι «ἡ ἐντελέχεια τοῦ δυνάμει ὄντος ᾗ δυνάμει ἐστίν, οὐχ ᾗ ἐνεργείᾳ».

Ὅτι μὲν οὖν ἐστὶ τοῦτο.

Τουτέστιν ὅτι ἡ κίνησις τοῦτό ἐστιν ὅπερ ἡμεῖς εἰρήκαμεν, ἐντελέχεια τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστι. καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι, ὅταν ἡ ἐντελέχεια ᾖ αὕτη, τουτέστιν ὅτι τότε μόνον ἡ κίνησις γίνεται, ὅταν τὸ δυνάμει, καθὸ δυνάμει ἐστίν, ἀπολάβοι τὴν ἑαυτοῦ ἐνέργειαν, καὶ οὔτε πρὶν ἀπολαβεῖν ὅταν μόνως ἐστὶ δυνάμει, οὔτε μετὰ τὸ ἀπολαβεῖν ὅταν μόνως ἐστὶν ἡ ἐνέργεια.

Ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή.

Ἐπειδὴ εἶπεν ὅτι μόνως ἡ τοιαύτη ἐντελέχειά ἐστι κίνησις, λέγω δὴ ἡ τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστι, καὶ οὔτε πρὸ ταύτης οὔτε μετὰ ταύτην, τοῦτο θέλει κατασκευάσαι, ὅτι οὔτε τὴν πρὸ ταύτης διάθεσιν ἐνδέχεται κίνησιν εἶναι, οὔτε τὴν μετὰ ταύτην. τὸ γὰρ δυνάμει, φησίν, ἐνδέχεται ποτὲ μὲν ἐνεργεῖν ποτὲ δὲ μή· λίθοι γὰρ καὶ ξύλα οἰκοδομητὰ ὄντα ποτὲ μὲν οὐκ ἔχει τὴν ἐνέργειαν ταύτην, ὡς ὅταν κεῖνται καθʼ αὑτὰ μηδὲν τοῦ οἰκοδόμου εἰς αὐτὰ δρῶντος, ποτὲ δὲ ἔχει, ἡνίκα καὶ ἡ οἰκοδόμησις λέγεται εἶναι. ὅτι μὲν οὖν πρὶν σχῇ τὴν ἐνέργειαν οὐ κινεῖται, πρόδηλον· ἡ γὰρ κίνησις ἐνέργειά τίς ἐστι· λείπεται οὖν τὴν κίνησιν ἢ ὅτε οἰκοδομεῖται εἶναι, ἢ μετὰ τὸ οἰκοδομηθῆναι· ἀλλὰ μετὰ τὸ οἰκοδομηθῆναι ἠρεμεῖ, κινεῖται δὲ τὸ οἰκοδομούμενον ἐν ᾧ καὶ τὸ οἰκοδομητὸν ἔτι ἐστίν· ὥστε ἐν τούτῳ τῷ χρόνῳ ἡ κίνησις μόνον ἐν ᾧ οἰκοδόμησις, ἔτι τοῦ οἰκοδομητοῦ φυλαττομένου· ἐλέγομεν γὰρ τὴν κίνησιν ἐντελέχειαν τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστιν. ὅπερ δέ, φησίν, ἐπὶ τοῦ οἰκοδομητοῦ εἴπομεν, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων κινήσεων ἐροῦμεν, οἷον ἐπὶ λευκάνσεως καὶ θερμάνσεως καὶ τῶν λοιπῶν.

Ὅτι δὲ καλῶς εἴρηται, δῆλον ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτήν.

Τεκμήριον ποιεῖται τοῦ καλῶς ἀποδοῦναι τὸν τῆς κινήσεως ὁρισμὸν τὸ πάντας τοὺς περὶ αὐτῆς εἰρηκότας μὴ καλῶς εἰπεῖν, καὶ τὸ μηδὲ ἂν ἄλλως δυνηθῆναι τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι· εἴπομεν δὲ καὶ ἔμπροσθεν ὅτι οὐ μόνον ἠρκέσθη κατασκευάσαι τὸν ὁρισμὸν τῆς κινήσεως, ἀλλὰ δείκνυσιν ὅτι οὐδʼ ἄλλως ἀποδοῦναι τὸν λόγον αὐτῆς δυνατόν. καὶ νῦν οὖν φησιν ὅτι οὐδὲ οἱ ἄλλως περὶ αὐτῆς εἰρηκότες κατορθοῦσιν, οὔτε ἐνδέχεται ἄλλως εἰπεῖν περὶ αὐτῆς. ἔλεγον δὲ οἱ Πυθαγόρειοι τὴν κίνησιν εἶναι ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὴν κίνησιν ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν λέγοντες, ἤτοι ταῦτά φασιν εἶναι τὴν κίνησιν, ἵνα ταὐτὸν λέγοιμεν κίνησιν καὶ ἑτερότητα καὶ ἀνισότητα ἢ τὸ μὴ ὄν, ἢ ὅτι ἐκ τούτων ἡ κίνησις, οἷον ὅτι πᾶν τὸ κινούμενον ἢ ἐκ μὴ ὄντος κινεῖται ἢ ἐξ ἀνισότητος ἢ ἐξ ἑτερότητος. ὅτι μὲν οὖν οὐκ ἔστι ταὐτὸν κίνησιν εἰπεῖν καὶ ἀνισότητα ἢ ἑτερότητα ἢ τὸ μὴ ὄν, δῆλον· ἐν πολλοῖς γὰρ ἑτερότης μὲν ἔστι, κίνησις δὲ οὐκ ἔστιν. ἐν πᾶσι γὰρ σχεδὸν τοῖς οὖσιν ἔστιν ἑτερότης, ἀλλʼ οὖν οὐ πάντα τὰ ὄντα κινεῖται· ἑτερότης γοῦν ἐστι τῇ γῇ πρὸς τὰ ἄλλα στοιχεῖα, καὶ οὐκ ἤδη γε ἡ γῆ διὰ τοῦτο κινεῖται, καὶ Σωκράτει γε ἑτερότης ἐστὶ πρὸς τὸν ἵππον, καὶ οὐ διὰ τοῦτό γε κινεῖται Σωκράτης, ὅτι ἕτερόν ἐστι τοῦ ἵππου. ἀλλὰ καὶ ἀνισότης ἐστὶ τοῖς εʹ πρὸς τὰ ιʹ καὶ τῇ πλευρᾷ πρὸς τὴν διάμετρον, ἀλλʼ ὅμως οὐκ ἀνάγκη ταῦτα κινεῖσθαι τὰ τὴν ἀνισότητα ἔχοντα. καὶ τὰ μόρια δὲ τῶν ζῴων ἕτερα ἀλλήλων, καὶ ὁ ἀριθμὸς τῶν δακτύλων ἄνισός ἐστι πρὸς τὸν ἀριθμὸν τῶν τριχῶν, ἀλλʼ οὖν οὐ τὰ μόρια τῷ ἕτερα εἶναι εὐθὺς καὶ κινεῖται, οὔτε ὁ ἀριθμὸς διὰ τὸ ἄνισος εἶναι κινεῖται. ὁμοίως δὲ οὐδὲ τὸ μὴ ὂν κίνησις. εἰ μὲν γὰρ τὸ τὶ μὴ ὂν τοῦτο φαίη τις εἶναι τὴν κίνησιν, ἐν πᾶσι μὲν τὸ τὶ μὴ ὄν ἐστι κίνησις δὲ οὐκ ἐν πᾶσι, εἰ δὲ τὸ ἁπλῶς μὴ ὂν κίνησις, ἔτι πλέον ψευδὴς ὁ λόγος· ἡ μὲν γὰρ κίνησις τῶν ὄντων, τὸ δὲ ἁπλῶς μὴ ὂν οὐδαμῇ οὐδαμῶς ὄν. ἀλλʼ οὐδὲ ἐκ τούτων, οὐδʼ εἰς ταῦτα τὴν κίνησιν εἶναι δυνατόν. οὐ μόνον γὰρ τὰ κινούμενα ἐξ ἑτερότητος καὶ ἀνισότητος κινεῖται, ἀλλὰ καὶ ἐκ ταὐτότητος· οὐ γὰρ μόνον τὰ ἕτερα ἐκ τοῦ ἕτερα εἶναι κινεῖται καὶ ἐκ τοῦ ἄνισα εἶναι, ἀλλὰ καὶ τὰ αὐτὰ καὶ τὰ ἴσα οὐδέ γε ἧττον ἐκ τῆς ταυτότητος καὶ τῆς ἰσότητος κινεῖται. ὥστε οὐδὲν ἧττον ἡ ἀνισότης καὶ ἡ ἑτερότης καὶ τὸ μὴ ὂν κίνησις, ἢ τὸ ὂν καὶ ἡ ἰσότης καὶ ἡ ταυτότης· καὶ γὰρ καὶ ἐκ ταύτης καὶ ἐκ τούτων ἡ κίνησις.

Ταῦτα εἰπών, ἐφεξῆς λέγει ἐκ ποίας ἐννοίας οἱ Πυθαγόρειοι τὴν κίνησιν ταῦτα εἶναι ἔλεγον. καί φησι, διότι ἀόριστος ἡ κίνησις, τὸ δὲ ἀόριστον στέρησις· εἰ γὰρ τὸ εἶδος ὥρισταί τε καὶ ὅρος ἐστί, δῆλον δήπου ὅτι τὸ ἀόριστον στέρησις. ἐπεὶ οὖν ἡ κίνησις στέρησίς ἐστιν — ὅταν γὰρ ὁρισθῇ καὶ εἰς εἶδος ἔλθῃ, οὐκέτι κινεῖται —, ἀόριστα δὲ καὶ στερητικὰ τὰ εἰρημένα ἅπαντα, διότι καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ τῆς αὐτῆς συστοιχίας, εἰκότως ταῦτα εἶναι τὴν κίνησιν ἔλεγον. ἰστέον γὰρ ὅτι εἰς δύο συστοιχίας τὰς ἀρχὰς τῶν ὄντων διῄρουν οἱ Πυθαγόρειοι, δέκα τισὶν ἀρχαῖς ἑκάστην συστοιχίαν περιορίζοντες, ὧν τὴν μὲν τῶν ἀγαθῶν συστοιχίαν τὴν δὲ τῶν κακῶν ἔλεγον. ἐκκείσθωσαν δὲ ἱστορίας χάριν αἱ συστοιχίαι, ὡς αὐτὸς ἀλλαχοῦ ἱστορεῖ· ἀγαθὸν κακόν, πέρας ἄπειρον, περιττὸν ἄρτιον, ἓν πλῆθος, δεξιὸν ἀριστερόν, φῶς σκότος, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, τετράγωνον ἑτερόμηκες. τὰς μὲν οὖν ἀρχὰς τῶν ὄντων τοῦτον τὸν τρόπον εἰς δύο συστοιχίας διῄρουν οἱ Πυθαγόρειοι, τὴν μὲν εἰς τὰ κρείττονα τῶν ἐναντίων διαιροῦντες τὴν δὲ εἰς τὰ χείρονα, ὑφʼ ἃς ἀνῆγον πάντα τὰ ὄντα. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι διὰ τὸ στερητικὴν εἶναι τὴν τῶν χειρόνων συστοιχίαν, στερητικὴν δὲ οὖσαν ἀόριστον εἶναι, διὰ τοῦτο τὴν κίνησιν, ὡς ἀόριστον, ὑπὸ ταύτην ἀνήγαγον. οὐχ ὡς τῶν Πυθαγορείων δὲ εἰς εἰδικὰς καὶ στερητικὰς ἀρχὰς διαιρούντων τὰς δύο συστοιχίας οὕτως εἶπεν ὁ Ἀριστοτέλης στερητικὰς εἶναι τὰς τῆς ἑτέρας συστοιχίας ἀρχάς — αὐτοῦ γάρ ἐστιν ἡ εἰς εἶδος καὶ στέρησιν τῶν ἀρχῶν διαίρεσις —, ἀλλʼ ἐπεὶ εἴωθεν ὁ Ἀριστοτέλης τὰ μὲν κρείττονα τῶν ἐναντίων εἴδη καλεῖν τὰ δὲ χείρονα στερήσεις, διὰ τοῦτο τὴν τῶν χειρόνων συστοιχίαν στερητικὴν εἶπε. πόθεν μὲν οὖν τὴν κίνησιν ὑπενόησαν ἑτερότητα εἶναι καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν, εἴρηκε· διότι, φησίν, ἡ κίνησις ἀόριστόν τι δοκεῖ εἶναι. ἀλλὰ καὶ αἱ τῆς ἑτέρας συστοιχίας ἀρχαὶ στερητικαί εἰσι, καὶ διὰ τοῦτο ἀόριστοι. εἰκότως οὖν ὑπὸ τὰς ἀορίστους ἀρχὰς καὶ τὴν κίνησιν ἀνήγαγον· τὸ γὰρ μὴ ὂν καὶ ἡ ἀνισότης καὶ ἡ ἑτερότης ὑπὸ τὴν τῶν χειρόνων συστοιχίαν, τηλικαῦται δὲ κατʼ αὐτοὺς ἀρχαὶ τῆς κινήσεως. ὅτι δὲ ἀόριστος ἡ κίνησις, δείκνυσιν ἐφεξῆς· τοῦ γὰρ συλλογισμοῦ ὄντος ὅτι ἡ κίνησις ἀόριστος, τὸ ἀόριστον στέρησις, ἡ κίνησις ἄρα στέρησις, τὴν μὲν ἑτέραν πρότασιν, λέγω δὴ τὴν μείζονα, κατεσκευάσαμεν τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρησάμενοι — εἰ γὰρ τὸ εἶδος ὥρισται, τὸ ἀόριστον στέρησις ἂν εἴη —, τὴν δὲ ἐλάττονα αὐτὸς κατασκευάζει, λέγω δὴ ὅτι ἡ κίνησις ἀόριστος. τῶν γὰρ ὄντων τῶν μὲν ὄντων δυνάμει τῶν δὲ ἐνεργείᾳ, εἰς οὐδέτερον ἀνάγεται ἡ κίνησις· οὔτε γὰρ τὰ μόνως δυνάμει ὄντα κινεῖται οὔτε τὰ μόνως ἐνεργείᾳ, ἀλλʼ ἔστιν ἡ κίνησις εἰλικρινῶς μὲν οὐδετέρα τούτων, μετέχουσα δὲ ἀμφοτέρων, καὶ διὰ τοῦτο ἀόριστον, ὅτι ἐν οὐδενὶ τῶν ὄντων ὡρισμένως ἔστιν ἀποθεῖναι.

Εἰπὼν οὖν τὴν αἰτίαν ἐξ ἧς εἰς τὰς στερητικὰς ἀρχὰς ἀνήγαγον τὴν κίνησιν, κατασκευάζει ἐφεξῆς, ὅτι οὐδὲ ἐνδέχεται ἄλλως ὁρίσασθαι αὐτήν. κἂν γάρ, φησί, συγχωρήσωμεν διαιρεῖσθαι τὰ ὄντα μὴ μόνον εἰς τὰ κατὰ δύναμιν ὄντα καὶ εἰς τὰ κατʼ ἐνέργειαν, ἀλλὰ καὶ εἰς στέρησιν, εἰς οὐδὲν τούτων δυνατὸν ἀναγαγεῖν τὴν κίνησιν. καὶ ὅτι μὲν οὔτε εἰς δύναμιν οὔτε εἰς ἐνέργειαν, εἴρηται, ὅτι δὲ οὐδὲ εἰς τὴν στέρησιν δυνατόν, δῆλον· οὐ γὰρ δὴ τὸ στερήσεως μετέχον ἤδη κατʼ αὐτὸ τοῦτο καὶ κινήσεως μεθέξει, ἀλλὰ δυνατὸν ἐστερῆσθαι μὲν τοῦ εἴδους μὴ κινεῖσθαι δέ, ἀλλʼ ἠρεμεῖν. καὶ ἄλλως εἰ καλῶς εἴπομεν ὅτι ἡ κίνησις ἐντελέχεια τῆς δυνάμεως, ἡ δὲ στέρησις οὐκ ἔστιν ἐνέργεια, οὐκ ἄρα ἡ κίνησις στέρησις. ὥστε εἰ ἐν μηδενὶ τούτων δυνατὸν θεῖναι τὴν κίνησιν, λείπεται ὁ εἰρημένος τρόπος εἶναι ἀληθὴς μόνος, ἔστι δὲ οὗτος ἐνέργειαν μὲν αὐτὴν εἶναι, ἐνέργειαν δὲ οὐ τὴν τελείαν τὴν τὸ εἶδος ἀπειληφυῖαν, ἀλλὰ τὴν ἔτι τὸ δυνάμει φυλάττουσαν, καὶ διὰ τοῦτο ἀτελῆ μὲν ὡς ἔτι ἔχουσαν τὸ δυνάμει, ἐντελέχειαν δὲ διότι ὅλως κεκίνηται ἐκ τοῦ δυνάμει ἐπὶ τὴν τελείαν ἐνέργειαν.

Ταῦτα εἰπών, πρὶν τέλος ἐπιθῇ τῷ περὶ κινήσεως λόγῳ — ἐπιθήσει δὲ δείξας ἐπὶ τέλει ὅτι ἡ κίνησις οὐκ ἔστιν ἐν τῷ κινοῦντι, ἀλλʼ ἐν τῷ κινουμένῳ —, ἀναλαμβάνει τὸν περὶ τῶν κινούντων καὶ κινουμένων λόγον, καὶ ζητεῖ ποῖά ἐστι τῶν κινούντων ἃ κινοῦντα καὶ ἀντικινεῖται. καὶ ζητεῖ μὲν τούτων τελειότερον καὶ ἐν τῇ Περὶ γενέσεως πραγματείᾳ καὶ ἐν τῇ Περὶ ψυχῆς, καὶ ἐνταῦθα δέ φησιν ὅτι ταῦτά ἐστι τὰ κινοῦντα καὶ ἀντικινούμενα, ἃ πρὸς τῷ κινητικὰ εἶναι καὶ κινητά ἐστι. τίνα δέ ἐστι, φησί, ταῦτα; ὧν ἡ ἀκινησία, φησίν, ἠρεμία ἐστίν. οἷς γὰρ ἡ κίνησις ὑπάρχει, ταῦτα ὅταν μὴ κινῆται ἠρεμεῖν λέγεται· ἃ γὰρ μὴ πέφυκε κινεῖσθαι, τούτων ἡ ἀκινησία οὐ λέγεται ἠρεμία, ἀλλʼ αὐτὸ τοῦτο ἀκινησία καὶ στάσις. εἰκότως δὴ τὰ τοιαῦτα καὶ κινεῖ καὶ κινεῖται· ἔχει γὰρ τὸ δυνάμει· δεῖ γὰρ αὐτὰ ἐξ ἠρεμίας ἐνεργῆσαί ποτε καὶ κινηθῆναι. τίνι δὲ τρόπῳ τὰ τοιαῦτα καὶ κινεῖ καὶ κινεῖται; καί φησιν ὅτι δεῖ τὸ κινοῦν καὶ κινούμενον θιγεῖν ἀλλήλων, θιγγάνοντα δέ, καθὸ μὲν ἐνεργείᾳ ἑκάτερόν ἐστι, ποιήσει εἰς τὸ ἕτερον, καθὸ δὲ δυνάμει, πείσεται. καὶ τὰ οὐράνια μὲν οὖν θίξει κινεῖ τὰ τῇδε, ἀλλʼ οὐκ ἀντιπάσχει ὑπʼ αὐτῶν, διότι μὴ ἔστι δυνάμει κινητά, ἀλλʼ ἐνεργείᾳ καὶ κινητὰ καὶ κινητικά, καὶ τοῦτο τὴν κατὰ τόπον κίνησιν, κατὰ δὲ τὰς ἄλλας κινήσεις οὔτε δυνάμει οὔτε ἐνεργείᾳ κινητά ἐστι τὰ οὐράνια. καὶ συντόμως εἰπεῖν, ὡς αὐτὸς ἐν τῇ Περὶ γενέσεως εἶπε, ταῦτά ἐστι τὰ ἐν τῷ κινεῖν ἀντιπάσχοντα, ὅσα ὁμόυλά ἐστι· τῷ γὰρ τὴν κοινὴν τῶν ἐν γενέσει ὕλην πάντα εἶναι δυνάμει, συμβαίνει τὸ ποιοῦν ἁπτόμενον τοῦ πάσχοντος δρᾶν μὲν κατὰ τὸ ἐνεργείᾳ τὸ ἐν ἑαυτῷ δυνάμει δὲ τὸ ἐν ἐκείνῳ, πάσχειν δὲ καὶ αὐτὸ ὑπʼ ἐκείνου κατὰ τὸν αὐτὸν λόγον. οἷον τὸ θερμὸν ψυχρῷ παρακείμενον θερμαίνει μὲν ἐκεῖνο καθὸ ἐνεργείᾳ ἐστὶ θερμὸν ἐκείνου δυνάμει ὄντος θερμοῦ, ἀντιπάσχει δὲ ὑπʼ αὐτοῦ καθὸ αὐτὸ μὲν δυνάμει ἐστὶ ψυχρὸν ἐκεῖνο δὲ ἐνεργείᾳ. μετὰ ταῦτα ὁρίζεται τὴν κίνησιν τελειότερον, ὅτι ἐστὶν ἡ κίνησις ἐντέλεχεια τοῦ κινητοῦ ᾗ κινητόν· ὁ μὲν γὰρ πρότερος ὁρισμός, ὁ λέγων ὅτι ἐστὶν «ἐντελέχεια τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστι», περιλαμβάνοι ἂν καὶ τὴν τελείαν ἐνέργειαν. καὶ γὰρ δύναμις καὶ ἡ προτέρα λέγεται, ἡ κατὰ τὴν ἐπιτηδειότητα, καὶ ἡ δευτέρα, ἡ κατὰ τὴν τάξιν, ἧς ἡ ἐνέργεια οὐ κίνησίς ἐστιν ἀλλὰ τελεία τοῦ εἴδους ἀπόληψις, κίνησις δὲ ἡ ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ πρότερον ἐνεργείᾳ μεταβολή. ὥστε κυριώτερος ὁ νῦν ἀποδοθεὶς τῆς κινήσεως ὁρισμός, ὅτι ἐστὶν ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν· οὐκέτι γὰρ περιλαμβάνει οὗτος ὁ ὁρισμὸς τὴν δευτέραν δύναμιν.

Οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτο ἄν τις.

Ἐπειδὴ εἰς γένος τὴν ἐντελέχειαν ἀνήγαγε τὴν κίνησιν, φησὶν ὅτι οὐ δυνατὸν ὑπὸ ἄλλο τι γένος ἀναγαγεῖν τὴν κίνησιν, ἢ ὑφʼ ὃ ἡμεῖς ἀνηγάγομεν.

Δῆλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν.

Ἐλλιπῶς εἴρηται· δύο γὰρ προβλήματα θείς, τό τε τοὺς ἄλλους μὴ καλῶς περὶ κινήσεως εἰρηκέναι, καὶ τὸ μὴ ἂν ἄλλως ἀποδοῦναι δυνατὸν τὸν περὶ αὐτῆς λόγον, ἐν τῇ εἰσβολῇ τῆς κατασκευῆς ἀνταποδιδοὺς πρὸς τὸ πρότερον πρόβλημα, καὶ εἰπὼν «οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτο ἄν τις», μὴ ἀνταποδιδοὺς δὲ πρὸς τὸ δεύτερον, ἐπήγαγε τὴν κατασκευὴν ὡς ἀνταποδεδωκώς· δῆλον δέ, φησί, σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν. διὸ δεῖ προσθεῖναί τι ἔξωθεν, ἵνα ἀνελλιπῆ τὸν λόγον ποιήσωμεν· μετὰ γὰρ τὸ «οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτο ἄν τις» προσθετέον «οὔτε οἱ ἄλλως εἰρηκότες περὶ κινήσεως κατορθοῦσιν», εἶτα συναπτέον τούτου τὴν κατασκευὴν δῆλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι καὶ τὰ ἑξῆς.

Ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὐδʼ ἂν ἕτερα εἴη οὐδʼ ἂν ἄνισα οὐδʼ ἂν οὐκ ὄντα.

Τὴν προτέραν ὑπόθεσιν ἐν τούτοις τίθησι καὶ ἐλέγχει, τὴν ὑποτιθεμένην ταὐτὸν εἶναι κίνησιν τῇ ἑτερότητι καὶ ταυτότητι καὶ τῷ μὴ ὄντι.

Ἀλλʼ οὐδὲ ἡ μεταβολὴ οὔτʼ ἂν εἰς ταῦτα οὔτʼ ἂν ἐκ τούτων.

Αἱ λοιπαὶ δύο ὑποθέσεις, ὅτι οὔτε ἡ κίνησις ἐκ τούτων — οὐδὲν γὰρ μᾶλλον ἢ ἐκ τῶν ἐναντίων —, οὔτε εἰς ταῦτα μᾶλλον ἢ εἰς τὰ ἐναντία. ἔστι δὲ ὑπὲρ τῶν ἀνδρῶν τοῦτο ἀπολογούμενον λέγειν, ὅτι οὐχ οὕτως ἔλεγον τὴν κίνησιν ἑτερότητα εἶναι καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν, ὥσπερ νῦν ἐξείληφεν ὁ Ἀριστοτέλης, ὅτι ἢ ταῦτα ἢ ἐκ τούτων ἢ εἰς ταῦτα — εὐέλεγκτον γὰρ τοῦτο, καὶ οὐκ ἦν εἰκὸς ἔμφρονας ἄνδρας τοῦτο ὑποθέσθαι —, ἀλλʼ ἐπειδὴ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ ἀφʼ οὗ κινεῖται, δῆλον ὅτι τὸ κινούμενον ἐξιστάμενόν πως ἑαυτοῦ τῷ ἐξίστασθαι τοῦ προτέρου εἴδους ὃ εἶχεν αὐτὸ πρὸς ἑαυτὸ ἑτεροιοῦται ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον μεταβάλλον, καὶ ἀνισοῦται πρὸς ἑαυτὸ κατὰ ποσὸν μεταβάλλον, ἀλλὰ καὶ μὴ ὄν πως γίνεται, διότι τὸ πρότερον εἶδος, ὅπερ εἶχεν, οὐκ ἔστιν. ἀνισότης οὖν καὶ ἑτερότης ἡ κίνησις οὐ πρὸς ἄλλο ἀνίσου ὄντος ἢ ἑτέρου τοῦ κινουμένου, ἀλλὰ πρὸς ἑαυτό· οὕτω δὲ καὶ μὴ ὄν, ὅτι πᾶν τὸ κινούμενον οὐκ ἔστιν ὅπερ πρότερον ἦν, καθὸ κεκινῆσθαι λέγεται.

Αἴτιον δὲ τοῦ εἰς ταῦτα θεῖναι, διότι ἀόριστον δοκεῖ εἶναι ἡ κίνησις.

Ἐντεῦθεν τὴν ἔννοιαν αὐτῶν λέγει, ἐξ ἧς κινούμενοι ταῦτα εἶναι εἶπον τὴν κίνησιν. καί φησι, διότι ἡ κίνησις ἀόριστόν τί ἐστιν, ἡ δὲ ἑτέρα συστοιχία ὑφʼ ἣν ἡ ἑτερότης καὶ ἀνισότης καὶ τὸ μὴ ὂν ἀνάγεται, ὑφʼ ἃς τὴν κίνησιν ἀνῆγον, καὶ αὐτὴ διὰ τὸ στερητικὴ εἶναι ἀόριστος. εἰκότως οὖν διὰ τὸ ἀόριστον εἶναι τὴν κίνησιν ὑπὸ τὴν ἀόριστον συζυγίαν ἀνήγαγον αὐτήν. δυνατὸν δὲ τὸ μὴ ὂν λέγοντας εἶναι τὴν κίνησιν μᾶλλον ἂν αὐτῆς ἅπτεσθαι, εἰ μὴ ὂν αὐτὴν οὕτως λέγοιεν, οὐχ ὡς μηδαμῇ μηδαμῶς ὄν, ἀλλʼ ὡς τοῦ κινουμένου μηδέπω τούτου κατʼ ἐνέργειαν ὄντος ἐφʼ ὃ κινεῖται, ἀλλʼ ἀτελοῦς ἔτι· τοιοῦτον γὰρ καὶ ἡμεῖς τὸ δυνάμει λέγομεν.

Οὔτε γὰρ τόδε οὔτε τοσόνδε.

Ζητοῦσιν ἐνταῦθα οἱ ἐξηγηταὶ πῶς φησιν ὁ Ἀριστοτέλης τὴν στέρησιν ἀόριστον εἶναι διὰ τὸ ὑπὸ μηδεμίαν τῶν κατηγοριῶν ἀνάγεσθαι, καίτοι τῶν ἐναντίων τὰ αὐτά εἰσι γένη. καί φασιν ὅτι ἡ μὲν ἑκάστου στέρησις τῷ ὄντι ἡ προσεχῶς ἀντικειμένη αὐτῷ, ἐξ ἧς καὶ ἡ εἰς τὴν ἕξιν γίνεται μεταβολή, ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεται ὑφʼ ἣν καὶ ἡ ἕξις, ἀλλʼ ἐπειδὴ τὸ οὐκ ἄνθρωπος καὶ τὸ οὐχ ἵππος καὶ πάντα τὰ στερητικά — νῦν γὰρ τὴν ἀπόφασιν ἀντὶ τῆς στερήσεως λαμβάνω· οὐ γὰρ ἔστιν ἐπὶ τούτων στερητικῶς ὀνομάσαι τὸ ἀντικείμενον τῷ εἴδει — ἓν μὲν ἀναιροῦσιν εἶδος, οὐδὲν δὲ ὡρισμένον εἰσφέρουσιν οὐ μόνον εἶδος ἀλλʼ οὐδὲ στέρησιν, διὰ τοῦτό φησιν ὅτι οὐκ ἔστιν ὑπʼ οὐδεμίαν τῶν κατηγοριῶν ἀναγαγεῖν τὴν στέρησιν, οὐχ ὅτι οὐκ ἀνάγεται, ἀλλʼ ὅτι εἰς ὡρισμένον οὐκ ἔστιν ἀναγαγεῖν· τὸ γὰρ οὐκ ἄνθρωπος δύναται εἶναι καὶ οὐσία ἄλλη παρὰ τὸν ἄνθρωπον καὶ ποσὸν καὶ ποιὸν καὶ ἑκάστη τῶν ἄλλων. φησὶν οὖν ὅτι ὑπʼ οὐδεμίαν δυνατὸν ὡρισμένως ἀναγαγεῖν. τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον. λαβὼν ὅτι ἀόριστος ἡ κίνησις, καὶ τὴν αἰτίαν τῆς πλάνης τοῖς Πυθαγορείοις τοῦ περὶ κινήσεως λόγου ἐντεῦθεν εἰρηκὼς εἶναι, νῦν αὐτὸ τοῦτο κατασκευάζει, ὅτι ἀόριστος ἡ κίνησις, ἐκ τοῦ διαιρεῖν τὰ ὄντα εἰς τὰ δυνάμει καὶ τὰ ἐνεργείᾳ, καὶ δείξας ὅτι ὑπʼ οὐδέτερον κυρίως ἡ κίνησις ἀναχθήσεται. οὔτε γὰρ τὸ ἐνεργείᾳ ὂν οὐσία ἢ ποσὸν ἢ τῶν ἄλλων τι εὐθὺς καὶ κινεῖται, οὔτε μὴν τὸ δυνάμει· οὐδὲ γὰρ τὸ δυνάμει λευκὸν ἀνάγκη εὐθὺς καὶ κινεῖσθαι. τούτων μὲν οὖν οὐδὲν ἡ κίνησις οὔτε ἐνέργεια ἁπλῶς οὔτε δύναμις, ἀλλὰ μέσον τι τούτων, ἐνέργεια μέν τις, ἀτελὴς δὲ καὶ οὐκ ἀπηλλαγμένη τοῦ δυνάμει. διὰ τοῦτο οὖν ἀόριστον, ἐπεὶ εἰς οὐδὲν τῶν ὄντων, τῶν τε δυνάμει φημὶ ὄντων καὶ τῶν ἐνεργείᾳ — εἰς ταῦτα γὰρ τὰ ὄντα διῄρηται —, δυνατὸν αὐτὴν ἀναγαγεῖν εἰλικρινῶς.

Καὶ διὰ τοῦτο δὴ χαλεπὸν λαβεῖν αὐτὴν τί ἐστιν· ἢ γὰρ εἰς στέρησιν ἀναγκαῖον θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν ἁπλῆν.

Δείξας ὅτι οὐχ ὑγιῶς τὸν περὶ κινήσεως οἱ παλαιοὶ λόγον ἀποδεδώκασι, καὶ ἐκ ποίας ἐννοίας εἰς τοῦτο ἦλθον, νῦν τὸ λοιπὸν τῶν προβλημάτων κατασκευάζει, ὅτι μηδὲ ἄλλως αὐτὴν δυνατὸν ὁρίσαι· εἰ γὰρ συγχωρήσειέ τις εἰς δύναμιν καὶ ἐνέργειαν καὶ στέρησιν τὰ ὄντα διαιρεθῆναι, εἰς οὐδὲν τούτων δυνατὸν θεῖναι τὴν κίνησιν. καὶ ὅτι μὲν οὔτε εἰς δύναμιν οὔτε εἰς ἐνέργειαν, δῆλον, ὅτι δὲ οὐδὲ εἰς στέρησιν, τῷ αὐτῷ τρόπῳ δῆλον ἂν εἴη· πολλὰ γάρ ἐστι στερήσεως μὲν μετέχοντα, κινήσεως δὲ οὔ.

Ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην δὲ ἐνέργειαν οἵαν εἴπομεν.

Ἀνελὼν τὰς ἤτοι νομισθείσας δόξας περὶ κινήσεως ἤτοι νομισθῆναι δυναμένας, τῇ ἀναιρέσει πασῶν ἣν αὐτὸς εἶπεν ὡς ἀληθῆ οὖσαν καταλιμπάνει. διττῆς δὲ οὔσης τῆς ἐνεργείας, τῆς μὲν κατὰ τὴν ἀπόληψιν τοῦ τελείου εἴδους — οἷον ἡ ὁρατικὴ τοῦ ὀφθαλμοῦ ἐνέργεια, καθʼ ἣν ἤδη τὸ ὁρᾶν καὶ ἐνεργεῖν ἀπείληφε —, τῆς δὲ τοῦ δυνάμει ἐν τῷ πράγματι σῳζούσης αὐτοῦ τὸ δυνάμει — οἷον ἡ ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κίνησις· καὶ γὰρ ὅταν φέρηται, ἔτι ἔχει τὴν δύναμιν τῆς ἐπὶ τὸ ἄνω φορᾶς —, τὴν μὲν προτέραν οὔ φημι κίνησιν — στάσει γὰρ καὶ ἠρεμίᾳ μᾶλλον ἀναλογεῖ —, τὴν δευτέραν δὲ ἐνέργειαν μὲν οὖσαν διότι ὅλως ἐκβέβηκε τὸ δυνάμει, ἀτελῆ δὲ διότι οὐκ ἀπήλλακται πάντῃ τοῦ δυνάμει, ἀλλʼ ἔτι συνεφέλκεται αὐτό· τὸ γὰρ κινούμενον ἐπὶ τὸ ἄνω ἔχον ἔτι τὴν δύναμιν τοῦ ἐπὶ τὸ ἄνω κινεῖσθαι οὕτω κινεῖται.

Κινεῖται δὲ καὶ τὸ κινοῦν, ὥσπερ εἴρηται, πᾶν τὸ δυνάμει ὂν κινητόν, καὶ οὗ ἡ ἀκινησία ἠρεμία ἐστίν.

Ἐντεῦθεν τὸν περὶ τῶν κινούντων καὶ κινουμένων ἀναλαμβάνει λόγον, καί φησιν ὅτι πᾶν τὸ κινοῦν ὅπερ πρὸς τῷ κινεῖν καὶ δυνάμει ἐστὶ κινητόν, τοῦτο πάντως κινοῦν καὶ αὐτὸ κινεῖται. ταῦτα δέ φημι τῶν κινούντων τὰ δυνάμει κινητά, ὧν ἡ ἀκινησία ἠρεμία ἐστίν· ὅσα γὰρ δυνάμενα κινεῖσθαι μήπω κινεῖται, τούτων ἡ ἀκινησία ἠρεμία ἐστίν. δεικνύει δὲ ταῦτα ἐν τοῖς ὑστέροις τῆς πραγματείας ταύτης.

Τὸ γὰρ πρὸς τοῦτο ἐνεργεῖν, ᾗ τοιοῦτον, αὐτὸ τὸ κινεῖν ἐστι· τοῦτο δὲ ποιεῖ θίξει, ὥστε ἅμα καὶ πάσχει.

Εἰπὼν ποῖά ἐστι τὰ κινοῦντα καὶ κινούμενα, ὅτι τὰ πρὸς τῷ κινητικὰ εἶναι καὶ κινητὰ ὄντα, τοιαῦτα δέ εἰσιν ὧν ἡ ἀκινησία ἠρεμία, τίνι τρόπῳ τὰ τοιαῦτα κινοῦντα καὶ ἀντικινεῖται διδάσκει. πρῶτον δέ φησι τί ἐστι τὸ κινεῖν, ὅτι τὸ πρὸς τοῦτο ἐνεργεῖν, ᾗ τοιοῦτόν ἐστι, τοῦτʼ ἐστίν, οἷον τὸ ἐνεργεῖν περὶ τὸ θερμαντὸν καθὸ θερμαντόν, τοῦτο δʼ ἐστὶ τὸ θερμαίνειν αὐτό, τὸ δὲ πρὸς τοῦτο ἐνεργεῖν οὐκ ἄλλως ἢ θίξει γίνεται τοῦ τε ἐνεργοῦντος καὶ τοῦ πάσχοντος. ἐπεὶ οὖν ἐστι τὸ ἐνεργοῦν οὐ μόνον ἐνεργείᾳ τόδε τι, ἀλλὰ καὶ δυνάμει ἄλλο, ἀνάγκη τὸ δυνάμει τὸ ἐν τῷ κινοῦντι θιγγανόντων ἀλλήλοις παθεῖν ὑπὸ τοῦ ἐνεργείᾳ τοῦ ἐν τῷ κινουμένῳ· τοῦτο δʼ ἐστὶν ἡ κίνησις· ὥστε πάντως ἀντικινηθήσεται, ἀντικινεῖται δὲ ὑπὸ τοῦ πάσχοντος, ἐπειδὴ ἕκαστον τῶν ἐναντίων δρᾷ μὲν οὐκ εἰς ἄλλο τι ἢ εἰς τὸ ἐναντίον, ἔστι δὲ πάντως δυνάμει ὅπερ τὸ ἐναντίον. ἐπεὶ οὖν τὸ θερμὸν δυνάμει ἐστὶ ψυχρόν, ποιεῖ δὲ τὸ θερμὸν εἰς τὸ ψυχρὸν θιγγάνον αὐτοῦ, τὸ δὲ δυνάμει προσπελάσαν τῷ ἐνεργείᾳ ἄγεται εἰς ἐνέργειαν, ἀνάγκη πᾶσα παθεῖν ὑπὸ τοῦ ψυχροῦ τὸ δυνάμει ψυχρόν· ὥστε ἀνάγκη τὸ θερμὸν ποιοῦν καὶ ἀντιπάσχειν.

Διὸ ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν.

Ὡς εἶπον, ἀκριβέστερον ἐκ τῶν εἰρημένων τὸν ὁρισμὸν τῆς κινήσεως ἀποδίδωσιν, οὐ τοῦ δυνάμει ἁπλῶς ἐντελέχειαν εἶναι λέγων, ἀλλὰ τοῦ κινητοῦ. φαίη γὰρ ἄν τις πρὸς τὸν πρότερον ὁρισμὸν ἐνιστάμενος, ὅτι τὸ δυνάμει δεξιόν, ὅταν γένηται δεξιὸν ἐνεργείᾳ μεταστάντος ἐμοῦ φέρε πρὸς τὰ εὐώνυμα, μεταβάλλει μὲν εἰς ἐντελέχειαν ἐκ τοῦ δυνάμει, οὐ κινεῖται δέ. λέγεται μὲν οὖν καὶ τοῦτο καλῶς πρὸς τοὺς τοῦτο ἀποροῦντας, ὅτι τὸ δυνάμει εὐώνυμον ἐκινήθη μόνον καὶ οὐ τὸ δυνάμει δεξιόν, ἔτι ὅτι μία ἐστὶ τῶν πρός τι ἡ δύναμις· αὕτη γὰρ ἡ σχέσις αὐτῶν ἡ πρὸς ἄλληλα ἢ δύναμίς ἐστιν ἢ ἐνέργεια, ἐνέργεια μὲν αὐτῆς τῆς παρούσης σχέσεως δύναμις δὲ τῆς ἀντικειμένης, ἐφʼ ὧν γε ὅλως τὴν ἀντιστροφὴν δυνατὸν γενέσθαι. ἐκ μὲν οὖν πατρὸς καὶ υἱοῦ, ἐπεὶ μὴ δυνατὸν τὸν υἱὸν πατέρα τοῦ πατρὸς γενέσθαι, οὐδὲ δυνάμει ἡ ἀντικειμένη σχέσις ἐστὶ τῶν αὐτῶν, ἐπὶ δὲ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τῶν ὁμοίων ἡ μία σχέσις ἐνέργεια μὲν τῆς παρούσης ἐστὶ θέσεως, δύναμις δὲ τῆς ἀντικειμένης. εἰ τοίνυν μία ἐστὶ τῶν πρός τι ἡ σχέσις, ἐν ᾗ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν προσάλληλά τέ ἐστι καὶ λέγεται, ἀνάγκη που πάντως, εἰ τὸ ἕτερον κινηθείη, καὶ τὸ λοιπὸν κινηθῆναι· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν ἐν τῇ τοιᾷδε σχήσει τὸ εἶναι ἔχει· τῆς σχέσεως οὖν κινηθείσης, καὶ ἄμφω τὰ κατὰ ταύτην τὸ εἶναι ἔχοντα κεκινημένα ἂν εἶεν. ὅλως δέ φησιν ὁ Θεμίστιος τὴν κατὰ τὸ πρός τι ἐνέργειαν μὴ διασῴζειν τὸ δυνάμει, ὥσπερ ἡ κατὰ τὴν ἀλλοίωσιν ἐνέργεια διασῴζει τὸ δυνάμει ἐν τῇ μεταβολῇ τῇ ἐκ τῆς δυνάμεως εἰς τὴν τελείαν ἐνέργειαν, ἀλλʼ ἀθρόαν γίνεσθαι τὴν μεταβολὴν τὴν ἐκ τῆς δυνάμεως εἰς τὴν ἐντελέχειαν. μία γοῦν ἐπʼ αὐτῶν ἐνέργεια θεωρεῖται ἡ κυρίως τε καὶ ἁπλῶς, ἡ δὲ ἀτελὴς οὐκέτι· οὐ γὰρ κατʼ ὀλίγον δεξιὸν γίνεται τὸ ἀριστερὸν με τακινούμενον πρὸς τὰ εὐώνυμα, ἀλλʼ ἀχρόνως, κἀγὼ δὲ ἐπὶ τὰ ἀριστερὰ μεθιστάμενος κινοῦμαι μὲν κατὰ τόπον, οὐ κινοῦμαι δὲ κατὰ τὸ πρός τι. πρῶτον οὖν ἐπὶ τῶν τοιούτων δεῖ τὴν ἐνέργειαν τὴν ἀτελῆ δεικνύναι, εἶτα οὕτως τὸν ὁρισμὸν ἐλέγχειν, ὅτι ἄγεται ἐκ δυνάμεως εἰς ἐνέργειαν οὐ διὰ κινήσεως.

Ἀλλʼ αὕτη μὲν ἡ ἀπορία οὕτω διῃτήσθω, ἐπειδὴ δὲ τὸ μὲν δυνάμει ἐν πάσαις ταῖς κατηγορίαις ἐστίν, ἡ δὲ κίνησις οὐκ ἐν πάσαις, εἰκότως μεθαρμόζει τὸν ὁρισμὸν ὁ Ἀριστοτέλης, καὶ ὅτι, ὅπερ ἤδη εἶπον, τὸ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ἄγεσθαι οὐ μόνον ἐπὶ τῆς ἀτελοῦς ἐνεργείας λέγεται, λέγω δὴ τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ πρότερον ἐνεργείᾳ, ἀλλὰ καὶ ἐπὶ τῆς τελείας τῆς ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ. καὶ μή τις ἐπιλάβηται τούτου τοῦ ὁρισμοῦ, διότι τὴν κίνησιν ἐκ τοῦ κινητοῦ πειρᾶται δεικνύναι· οὐ γὰρ διὰ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσι. μάλιστα μὲν γάρ, ἐπειδὴ ἡ κίνησις τῶν πρός τι — ἔχομεν γὰρ καὶ τοῦτο ὡμολογημένον ἐν τοῖς ἔμπροσθεν —, καὶ ἔστι πρὸς τὸ κινητόν — ἡ γὰρ κίνησις τοῦ κινητοῦ ἐστι κίνησις —, ἀδύνατον αὐτὴν ἄλλως ὁρίσασθαι μὴ παραλαβόντας τὸ πρὸς ὅ ἐστιν, ὥσπερ οὐδὲ πατέρα χωρὶς υἱοῦ, οὐδὲ διπλάσιον χωρὶς ἡμίσεος· ἔπειτα καὶ γνωριμώτερον τὸ κινητὸν τῆς κινήσεως· οὐ γὰρ ταὐτὸν εἰδέναι ὅτι ἔστι κίνησις καὶ τί ἐστι· τὸ μὲν γὰρ ὅτι ἔστιν ἅπασι γνώριμον, τὸ δὲ τί ἐστι καὶ ἡμεῖς νῦν ζητοῦμεν. ἀλλὰ μὴν ὅτι ἔστι κίνησις, ἀπὸ τῶν κινουμένων γνώριμον, ταῦτα δέ ἐστι τὰ κινητά, ὥστε ὁ τῷ κινητῷ πρὸς τὸν ὁρισμὸν τῆς κινήσεως χρώμενος τῷ γνωριμωτέρῳ πρὸς τὸ ἀγνωστότερον κέχρηται.

Εἶδος δὲ ἀεὶ οἴσεται τὸ κινοῦν.

Τὸ κινοῦν, φησί, πάντως εἶδός τι ἕξει ἓν τῶν δέκα κατηγοριῶν· τοῦτο γάρ ἐστιν αἴτιον καὶ ἀρχὴ τῆς κινήσεως· ἡ μὲν γὰρ ὕλη παθητικόν, ποιητικὸν δὲ τὸ εἶδος· ἀνάγκη ἄρα τὸ κινοῦν εἶδός τι ἔχειν, ὅπερ καὶ αἴτιον αὐτῷ τοῦ κινεῖν ἐστι.

Καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἐστὶν ἡ κίνησις ἐν τῷ κινητῷ.

Τὸ προκείμενόν ἐστιν ἐν τούτοις ζητῆσαι, ὅτι ὄντος τοῦ κινοῦντος καὶ τοῦ κινουμένου καὶ τῆς κινήσεως, πότερον ἡ κίνησις ἐν τῷ κινοῦντί ἐστιν ἢ ἐν τῷ κινουμένῳ. … καὶ κατασκευάζει τοῦτο ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως. ἔστι γάρ, φησίν, ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ· εἰ τοίνυν ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ, ἡ δὲ ἐντελέχεια ἑκάστου ἐν ἐκείνῳ ἐστὶν οὗ καὶ ἔστιν ἐντελέχεια, ἡ κίνησις ἄρα ἐν τῷ κινητῷ ἐστι· κινεῖται δὲ τὸ κινητόν, ἡ κίνησις ἄρα ἐν τῷ κινουμένῳ ἐστί, καὶ ὅλως ἐν τούτῳ ἐστὶ τὸ δυνάμει οὗ ἡ κίνησις ἐνέργειά ἐστιν. εἰ δὲ ἔστι καὶ τοῦ κινοῦντος ἐνέργειά τις, φησίν, ἀλλʼ οὐχ ἑτέρα ἐστὶν αὕτη παρὰ τὴν τοῦ κινουμένου ἐνέργειαν οὐδʼ ἀποτετμημένη αὐτοῦ, ἀλλʼ ἐν αὐτῷ τὸ εἶναι ἔχουσα, γινομένη μὲν ὑπὸ τοῦ κινοῦντος ὑπάρχουσα δὲ ἐν τῷ κινουμένῳ· οὐ γὰρ ἄλλη μὲν γίνεται ὑπὸ τοῦ κινοῦντος ἄλλη δὲ ἔστιν ἐν τῷ κινουμένῳ, ἀλλὰ μία οὖσα ἅμα τε τὸ κινητικὸν κινοῦν ποιεῖ καὶ τὸ κινητὸν κινούμενον. μία μὲν οὖν ἡ ἀμφοῖν ἐνέργεια, μία δὲ τῷ ὑποκειμένῳ οὐ τῷ λόγῳ, ἀλλʼ ὥσπερ τὸ ἄναντες καὶ τὸ κάταντες ἓν μέν ἐστι καὶ τὸ αὐτὸ διάστημα, ἀλλʼ ἔνθεν μὲν ἀρχομένοις ἄναντες ἔνθεν δὲ κάταντες, οὕτω καὶ ἐπὶ κινήσεως μία μὲν τῷ ὑποκειμένῳ ἀλλὰ τῇ σχέσει οὐ μία, ἀλλʼ ἀπὸ μὲν τοῦ κινοῦντος ἀρχομένη ποίησις καλεῖται, ἀπὸ δὲ τοῦ πάσχοντος πάθησις. ἀλλʼ εἴτε ποίησις λέγοιτο, ἐν τῷ πάσχοντι δηλονότι θεωρεῖται — τὸ γὰρ ποιοῦν εἰς πάσχον ποιεῖ —, εἴτε πάθησις, ἔτι μᾶλλον.

Ταῦτα εἰπὼν ἐπαπορεῖ τῷ λόγῳ, καί φησιν ὅτι μήποτε οὐδὲ μία ἐστὶν ἡ ἀμφοῖν ἐνέργεια, ἀλλὰ δύο· ἄλλη γὰρ ἡ τοῦ ποιητικοῦ ἐνέργεια καὶ ἄλλη ἡ τοῦ παθητικοῦ. καὶ τοῦτο δῆλον καὶ ἐκ τῶν ὀνομάτων καὶ ἐκ τῶν τελῶν· ἡ μὲν γὰρ τοῦ ποιητικοῦ ἐνέργεια λέγεται ποίησις, ἡ δὲ τοῦ παθητικοῦ πάθησις, ἔργον δὲ καὶ τέλος τῆς μὲν ποιήσεως τὸ ποίημα, τῆς δὲ παθήσεως τὸ πάθος· ὧν δὲ τὰ τέλη διάφορα, καὶ αἱ ἀρχαὶ διάφοροι· ὥστε δύο αἱ ἐνέργειαι καὶ δύο αἱ κινήσεις. εἰ οὖν δύο, ἢ ἡ μὲν ἐν τῷ κινοῦντι ἔσται ἡ δὲ ἐν τῷ κινουμένῳ, ἢ ἄμφω ἐν τῷ κινουμένῳ. τὸ δὲ ἕτερον τμῆμα τῆς διαιρέσεως οὐχ ὑποτίθεται, λέγω δὴ τὸ ἄμφω εἶναι ἐν τῷ κινοῦντι, διὰ τὸ προφανὲς εἶναι τὸ ἄτοπον ταύτης τῆς ὑποθέσεως· εἰ γὰρ ἄμφω ἐν τῷ κινοῦντι εἶεν, συμβήσεται τὸ μὲν κινοῦν δύο ἔχειν κινήσεις, τὸ δὲ κινούμενον μὴ ἔχειν κίνησιν, ὅπερ ἄλογον. εἰ μὲν οὖν θατέρα ἐν θατέρῳ ἔσται, οἷον ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι — ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται, λέγω δὲ τὴν μὲν πάθησιν ἐν τῷ ποιοῦντι τὴν δὲ ποίησιν ἐν τῷ πάσχοντι· ἔσται γὰρ οὕτω τὸ μὲν πάσχον οὐ πάσχον ἀλλὰ ποιοῦν, τὸ δὲ ποιοῦν οὐ ποιοῦν ἀλλὰ πάσχον —, εἰ τοίνυν ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι, ἀνάγκη πᾶσα, ὥσπερ τὸ πάσχον ἔχον τὴν ἰδίαν ἐνέργειαν ἔχει κίνησιν ἐν ἑαυτῷ, οὕτω καὶ τὸ ποιοῦν ἔχον τὴν ἰδίαν ἐνέργειαν ἔχειν κίνησιν ἐν ἑαυτῷ. εἰ τοίνυν τὸ κινοῦν ἔχει κίνησιν ἐν ἑαυτῷ, ἢ κινηθήσεται ἢ οὐ κινηθήσεται· εἰ μὲν οὖν κινηθήσεται, συμβήσεται πᾶν τὸ κινοῦν καὶ κινεῖσθαι· πᾶν γὰρ ἕξει τὴν ἑαυτοῦ ἐνέργειαν ἐν ἑαυτῷ — τοῦτο δὲ ἐναργῶς ψεῦδος· κινεῖ γὰρ καὶ ἡ εἰκὼν τὸν ἐραστὴν καὶ ὁ ἄρτος τὸν πεινῶντα καὶ ὁ χόρτος τὸν ὄνον, αὐτὰ ἀκίνητα ὄντα —, εἰ δὲ μὴ κινηθήσεται, ἔσται τι κίνησιν ἔχον μὴ κινούμενον, ὅπερ ἄλογον. εἰ δὲ ἄμφω αἱ ἐνέργειαι ἐν τῷ κινουμένῳ εἶεν καὶ πάσχοντι, πρῶτον μὲν ἄτοπον τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι, ἔπειτα, φησί, συμβήσεται δύο κινήσεις διαφερούσας κατʼ εἶδος εἰς ἓν καὶ τὸ αὐτὸ τέλος ἄγειν, ὅπερ ἀδύνατον· δύο μὲν γὰρ κινήσεις κινεῖσθαι ἑτέρας τῷ εἴδει ἐπὶ διάφορα ἀγούσας εἴδη οὐδὲν ἀδύνατον — τὸ γὰρ αὐτὸ δυνατὸν κατὰ τόπον κινεῖσθαι καὶ ἀλλοιοῦσθαι ἢ αὔξεσθαι ἢ μανθάνειν —, δύο μέντοι κινήσεις διαφερούσας κατʼ εἶδος ἐπὶ ἓν καὶ τὸ αὐτὸ εἶδος ἄγειν ἀδύνατον. ἢ γὰρ ἐκ διαφόρων ἀρχῶν αἱ δύο κινήσεις εἰς ἓν καὶ τὸ αὐτὸ πέρας ἄξουσιν, ἢ ἐκ τῆς αὐτῆς εἰς τὸ αὐτό· εἰ μὲν οὖν ἐκ διαφόρων, ἐπειδὴ ἐξ ἐναντίων πάντως — πᾶσα γὰρ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον —, συμβήσεται δύο τῷ αὐτῷ ἐναντία εἶναι, ὅπερ ἄτοπον — ἀεὶ γὰρ ἓν ἑνὶ ἐναντίον —, εἰ δὲ ἐκ τοῦ αὐτοῦ, ἀεὶ αἱ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μεταβολαὶ διὰ τῶν αὐτῶν μέσων γίνονται — οἷον ἡ ἐκ μελάνσεως εἰς λευκὸν μεταβολὴ ἀεὶ διὰ τοῦ φαιοῦ μέσου, καὶ ἡ τοῦ ὕδατος εἰς ἀέρα μεταβολὴ διὰ μέσης τῆς ἀτμίδος, καὶ ἐπὶ πάντων ὡσαύτως —, ὥστε ἀδύνατον δύο κινήσεις διαφόρους ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀγαγεῖν. ἀδύνατον ἄρα δύο ὑποτίθεσθαι τὰς ἐνεργείας, οὔτε θατέραν ἐν θατέρῳ τὴν δὲ ἑτέραν ἐν τῷ λοιπῷ, οὔτε ἀμφοτέρας ἐν ἑνί.

Μήποτε οὖν, φησί, μία τις ἐξ ἀμφοτέρων ἐνέργεια γίνεται, ἐκ τοῦ κινοῦντός φημι καὶ κινουμένου. ἀλλὰ καὶ ταύτῃ τῇ ὑποθέσει ἕψεταί τινα ἄτοπα· πρῶτον μὲν γάρ, φησίν, αὐτὸ τοῦτο ἄτοπον τὸ δύο πράγματα διαφέροντα κατʼ εἶδος μίαν καὶ τὴν αὐτὴν ἔχειν ἐνέργειαν — ὥσπερ γὰρ τοῦ λευκαινομένου καὶ θερμαινομένου οὐκ ἔσται μία τις καὶ ἡ αὐτὴ ἐνέργεια, οὕτως εὔλογον μηδὲ τοῦ ποιοῦντος καὶ πάσχοντος τὴν αὐτὴν εἶναι ἐνέργειαν —, ἔπειτα, φησίν, εἰ ἀμφοτέρων μία ἔσται ἡ ἐνέργεια, ἔσται καὶ ἡ δίδαξις τῇ μαθήσει τὸ αὐτὸ καὶ ἔτι καθολικώτερον ἡ ποίησις τῇ παθήσει· ἐνέργειαι γὰρ καὶ αὗται· εἰ δὲ τοῦτο, καὶ τὸ ποιεῖν τῷ πάσχειν, ὅπερ ἐστὶν αὐτὸ τὸ ἐνεργεῖν κατὰ τὴν ἐνέργειαν — ὅταν μὲν γὰρ εἴπω λεύκανσιν ἢ δίδαξιν, αὐτὴν εἶπον τὴν ἐνέργειαν, ὅταν δὲ λευκαίνειν ἢ διδάσκειν, αὐτὸ τὸ κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν ἐνέργειαν ἢ κίνησιν —, τῆς οὖν ἐνεργείας μιᾶς καὶ τῆς αὐτῆς οὔσης, καὶ τὸ κατʼ αὐτὴν ἐνεργεῖν ἓν ἔσται καὶ τὸ αὐτό· εἰ δὲ τοῦτο, καὶ ὁ ἐνεργῶν εἷς ἔσται καὶ ὁ αὐτός· οὐκοῦν καὶ ὁ διδάσκων τῷ μανθάνοντι καὶ ὁ ποιῶν τῷ πάσχοντι ὁ αὐτὸς ἔσται· συμβήσεται οὖν τὸν διδάσκοντα καθὸ διδάσκει μανθάνειν, καὶ τὸν ποιοῦντα πάσχειν, ὅπερ ἄτοπον. καὶ ἄλλως, ὅπερ αὐτὸς μὲν ἐν τῇ ἀπορίᾳ οὐ προστίθησιν, ὡς ἤδη ἐν τῇ προτέρᾳ ὑποθέσει τῇ λεγούσῃ δύο ἐνεργείας εἶναι θεὶς αὐτό, ἐν μέντοι τῇ λύσει, ὡς καὶ τοῦτο θεὶς τὸ ἄτοπον, ἐπιλύεται αὐτό· ἡ γὰρ μία αὕτη ἐνέργεια ἐν τίνι ἔσται; ἢ γὰρ ἐν τῷ κινοῦντι, ἢ ἐν τῷ κινουμένῳ· ἀλλʼ ἐν μὲν τῷ κινοῦντι ἄλογον — ἔσται γὰρ τὸ κινούμενον μὴ ἔχον κίνησιν· καὶ πῶς κινηθήσεταί τι μὴ ἔχον κίνησιν; —, εἰ δὲ ἐν τῷ κινουμένῳ, ἄτοπον πάλιν τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι καὶ μὴ ἐν ἑκάστῳ τὴν ἰδίαν ἑκάστου ἐνέργειαν εἶναι.

Οὕτως ἀπορήσας πρὸς τὸν λόγον ἐπιλύεται ἐφεξῆς τὰς ἀπορίας, καὶ πρὸς μὲν τὴν ὑπόθεσιν τὴν ὑποτιθεμένην δύο εἶναι τὰς ἐνεργείας καὶ τὰ ἑπόμενα ταύτῃ ἄτοπα οὐδέν φησι, διότι μηδὲ ἀληθὴς ἡ ὑπόθεσις καὶ τὰ ἑπόμενα αὐτῇ ἄτοπα ἔλεγχός ἐστι καὶ οὐκ ἀπορία, τὰ δὲ ἑπόμενα ἄτοπα τῇ ἑτέρᾳ ὑποθέσει, τῇ λεγούσῃ μίαν εἶναι τὴν ἐνέργειαν ἀμφοῖν, ἐπιλύεται, ἐπειδὴ καὶ ἀληθὴς αὐτῷ δοκεῖ εἶναι αὕτη ἡ ὑπόθεσις. καὶ πρῶτόν γε τὸν λόγον τὸν λέγοντα ὅτι ἡ ἄλλου ἐνέργεια ἐν ἄλλῳ ἔσται ἐπιλύεται, ὃν ἐν μὲν τῇ ἀπορίᾳ ὡς ἑπόμενον τῇ προτέρᾳ ὑποθέσει, τῇ λεγούσῃ δύο εἶναι τὰς ἐνεργείας, καὶ ταύτας ἐν τῷ κινουμένῳ, ἔθηκεν, ἐν δὲ τῇ λύσει ὡς ἑπόμενον καὶ τῷ λέγειν μίαν εἶναι ἐνέργειαν, καὶ ταύτην ἐν τῷ κινουμένῳ, ἐπιλύεται· ὡς γὰρ εἶπον, οὐδὲ λέγει τι πρὸς τὸν λόγον τὸν ἐλέγχοντα τὴν ὑπόθεσιν τὴν λέγουσαν δύο εἶναι τὰς ἐνεργείας, ἐπειδὴ μηδὲ δοκεῖ αὐτῷ ἀληθὴς ἡ ὑπόθεσις. φησὶν οὖν μηδὲν εἶναι ἄτοπον τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι, ἀλλὰ καὶ ἀναγκαῖον ἐπὶ τῶν πρός τι τοῦτο εἶναι· ἔχομεν δὲ ἐξ ἀρχῆς κείμενον ὅτι τὸ κινοῦν καὶ τὸ κινούμενον τῶν πρός τί ἐστιν. ἤγουν ἡ ἐνέργεια ἡ τοῦ πατρὸς οὐκ ἐν ἄλλῳ τινί ἐστιν ἢ ἐν τῷ υἱῷ· οὐ γὰρ ἀποτέτμηται τοῦ υἱοῦ ἡ τοῦ πατρὸς ἐνέργεια, ἀλλʼ ἐν τῷ υἱῷ τὸ εἶναι ἔχει, ἀρχομένη μὲν ἐκ τοῦ πατρός, συνισταμένη δὲ ἐν τῷ υἱῷ. οὕτω καὶ τοῦ λευκαίνοντος ἡ ἐνέργεια οὐκ ἐν ἄλλῳ τινὶ ἔσται ἢ ἐν τῷ λευκαινομένῳ, καὶ τοῦ διδάσκοντος ἐν τῷ μανθάνοντι, καὶ καθόλου τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι· οὐδὲν γὰρ ἄλλο πάσχει τὸ πάσχον ἢ ὅπερ ποιεῖ τὸ ποιοῦν· ἐνεργοῦντος γὰρ τοῦ ποιοῦντος ἅμα πάσχει τὸ πάσχον. εἰ τοίνυν ὃ ποιεῖ τὸ ποιοῦν τοῦτο πάσχει τὸ πάσχον, ὃ δὲ πάσχει τὸ πάσχον τοῦτο ἐν τῷ πάσχοντί ἐστιν — ἐν τῷ πάσχοντι γὰρ τὸ πάθος —, ὃ ποιεῖ ἄρα τὸ ποιοῦν, τοῦτο ἐν τῷ πάσχοντί ἐστιν. ἐν πρώτῳ σχήματι ὁ συλλογισμός. ὥστε εἰ ἡ ποίησις ἐνέργεια τοῦ ποιοῦντος, αὐτὴ δὲ ἐν τῷ πάσχοντί ἐστιν, ἀνάγκη ἄρα ἐπὶ τῶν πρός τι τὴν ἑκατέρου ἐνέργειαν ἐν θατέρῳ εἶναι.

Πρὸς δὲ τὸ δεύτερον ἄτοπον, τὸ λέγον ὅτι συμβήσεται δύο ἑτέρων τῷ εἴδει μίαν εἶναι ἐνέργειαν, φησὶν ὅτι ἐπί τινων οὐδὲ τοῦτο ἄτοπον, λέγω δὴ ἐπὶ τῶν πρός τι, ὅταν τὸ μὲν δυνάμει ᾖ τὸ δὲ ἐνεργείᾳ κατὰ τὴν δύναμιν ταύτην, ἀλλὰ μία ἡ τούτων ἐνέργεια τῷ ὑποκειμένῳ οὐ τῷ λόγῳ· μία γὰρ ἡ λεύκανσις ἣν λευκαίνει τὸ λευκαῖνον καὶ λευκαίνεται τὸ λευκαινόμενον, καὶ τὸ θεώρημα ἓν ὃ διδάσκει ὁ διδάσκων καὶ μανθάνει ὁ μανθάνων. καὶ ἡ δίδαξις οὖν τοῦ θεωρήματος μία ἣν διδάσκει τὸ διδάσκον καὶ διδάσκεται τὸ διδασκόμενον· οὐ γὰρ ἄλλο τί ἐστιν ἡ δίδαξις, ἢ τὸ ἐκ τοῦ διδασκάλου μανθάνειν. ὁμοίως δὲ καὶ ἡ μάθησις. ἀλλὰ τῷ μὲν ὑποκειμένῳ τὰ αὐτά, τῷ δὲ λόγῳ οὐ τὰ αὐτά, ὥσπερ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, καὶ ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν Θήβαζε. μία γὰρ καὶ ἐπὶ τούτων ἡ διάστασις, ἡ κάτωθεν ἄνω καὶ ἡ ἄνωθεν κάτω, ἀλλʼ ὁ λόγος ἕτερος· ἔνθεν μὲν γὰρ ἀρχομένῳ ἀνάβασις, ἔνθεν δὲ κατάβασις. οὕτως οὖν καὶ ἐπὶ τοῦ ποιοῦντος καὶ πάσχοντος μία μὲν ἡ ἐνέργεια ἀμφοῖν, ἀλλʼ ἐκ μὲν τοῦδε ἀρχομένων ποίησις λέγεται, ἐκ δὲ τοῦδε πάθησις, καὶ ἐκ τοῦδε μὲν μάθησις, ἐκ τοῦδε δὲ δίδαξις. καὶ τοῦτο εἰκότως συνέβη, ἐπειδὴ οὐδὲν ἕτερον ποιεῖ τὸ ποιοῦν, ἢ ὅπερ ἐστὶ δυνάμει τὸ πάσχον. ἡ ἄρα ἐνέργεια τοῦ ποιοῦντος, αὕτη ἐστὶν ἐνέργεια τῆς τοῦ πάσχοντος δυνάμεως· μία ἄρα ἡ ἀμφοῖν ἐνέργεια κατὰ τὸ ὑποκείμενον τῇ σχέσει μόνῃ τὸ διάφορον ἔχουσα.

Πρὸς δὲ τὸ τελευταῖον ἄπορον, τὸ λέγον ὅτι εἰ μία ἀμφοῖν ἐνέργεια ἔσται, καὶ ἡ δίδαξις τῇ μαθήσει ταὐτόν, καὶ εἰ τοῦτο, καὶ ὁ διδάσκων τῷ μανθάνοντι ὁ αὐτός, πρὸς τοῦτο οὖν ἀπαντῶν φησιν ὅτι οὐκ ἀνάγκη, εἰ ἡ μάθησις τῇ διδάξει ταὐτὸν εἴη, ἤδη καὶ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἶναι καὶ τὸν διδάσκοντα τῷ μανθάνοντι. εἰ μὲν γὰρ κατὰ πάντα ταὐτὸν ἦν ἡ δίδαξις καὶ ἡ μάθησις, ὥσπερ καὶ τὸ λώπιον καὶ ἱμάτιον, ἀνάγκη τῷ ὄντι ἕπεσθαι τὰ εἰρημένα, ἐπειδὴ δὲ οὐ κατὰ πάντα τὰ αὐτά ἐστιν, ἀλλὰ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν τῷ δὲ λόγῳ διάφορα, οὐκ ἀνάγκη τὸν αὐτὸν εἶναι τὸν διδάσκοντα τῷ μανθάνοντι, οὐδὲ τὴν δίδαξιν τῇ μαθήσει. ἐπεὶ καὶ τῆς ἀναβάσεως καὶ τῆς καταβάσεως οὔσης μιᾶς κατὰ τὸ ὑποκείμενον, οὔτε τὸ ἀναβαίνειν τῷ καταβαίνειν ταὐτόν ἐστιν οὔτε ὁ ἀναβαίνων τῷ καταβαίνοντι, οὐδὲ ἐπειδὴ μία ἡ διάστασις ἡ ἐξ Ἀθηνῶν εἰς Θήβας καὶ ἡ ἐκ Θηβῶν εἰς Ἀθήνας, ἤδη που καὶ τὸ εἰς Θήβας ἰέναι ἐξ Ἀθηνῶν ταὐτόν ἐστι τῷ ἐκ Θηβῶν εἰς Ἀθήνας, ἢ ὁ ἐκ Θηβῶν εἰς Ἀθήνας ἐρχόμενος ὁ αὐτός ἐστι τῷ ἐξ Ἀθηνῶν εἰς Θήβας ἀπιόντι. οὕτως οὖν κἂν εἰ ἡ δίδαξις τῇ μαθήσει ἡ αὐτὴ εἴη, οὔτε τὸ μανθάνειν ἀνάγκη τῷ διδάσκειν ταὐτὸν εἶναι, οὔτε τὸν διδάσκοντα τῷ μανθάνοντι· ὅλως γὰρ οὐδὲ ταὐτὸν κυρίως καὶ κατὰ πάντα ἡ δίδαξις τῇ μαθήσει, ἀλλὰ μόνον κατὰ τὸ ὑποκείμενον· ὥστε εἰ μὴ κατὰ πάντα ταὐτὸν ἡ δίδαξις τῇ μαθήσει, οὐδὲ τὸ διδάσκειν τῷ μανθάνειν, οὐδὲ ὁ διδάσκων τῷ μανθάνοντι. πρότερον μὲν γὰρ συνεχώρησε τὴν δίδαξιν τῇ μαθήσει τὴν αὐτὴν εἶναι, εἶτα τὴν ἀκολουθίαν ἤλεγξεν ὡς ψευδῆ, λέγω δὴ ὅτι καὶ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν καὶ ὁ διδάσκων τῷ μανθάνοντι, ὕστερον δὲ οὐδὲ τῇ ἀρχῇ συνεχώρησε, λέγων ὅτι οὐδὲ ἡ δίδαξις τῇ μαθήσει ἡ αὐτή· οὐδὲ γὰρ τῷ ὁρισμῷ ταὐτά, ἀλλὰ τῷ ὑποκειμένῳ. ὥστε οὐδὲν ἄτοπον μίαν εἶναι ἐνέργειαν ἀμφοῖν, προϊοῦσαν μὲν ἐκ τοῦ ποιοῦντος ὑφισταμένην δὲ ἐν τῷ πάσχοντι· ὥστε εἰ ἡ ἐνέργεια τοῦ κινητοῦ κίνησίς ἐστι μία καὶ ἡ αὐτὴ οὖσα καὶ τοῦ κινητικοῦ, αὐτὴ δὲ ἐν τῷ κινητῷ ἐστι γινομένη ὑπὸ τοῦ κινητικοῦ, τὸ δὲ κινητόν ἐστι τὸ κινούμενον, ἐν τῷ κινουμένῳ ἄρα ἡ κίνησις καὶ οὐκ ἐν τῷ κινοῦντι.

Καὶ τὸ ἀπορούμενον δὲ φανερόν. ἀπορεῖται γὰρ πότερον ἡ κίνησις ἐν τῷ κινοῦντί ἐστιν ἢ ἐν τῷ κινουμένῳ ἢ ἐν ἀμφοῖν.

Ἐντελέχεια γάρ ἐστι τούτου ὑπὸ τοῦ κινητικοῦ.

Ὅτι ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως δείκνυται ὅτι ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις οὐκ ἐν τῷ κινοῦντι· ἔστι γάρ, φησίν, ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. καὶ τελειότερον νῦν ἀποδίδωσι τὸν τῆς κινήσεως ὁρισμόν· συμπαραλαμβάνει γὰρ καὶ τὸ αἴτιον τῆς ἐνεργείας· ἐντελέχεια γάρ, φησίν, ἐστὶ τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. ὁ μὲν γὰρ πρότερος ὁρισμός, ὁ λέγων ὅτι ἐστὶν «ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν», οὔ φησιν ὑπὸ τίνος ἡ ἐντελέχεια γίνεται, ὁ δὲ προκείμενος καὶ τοῦτο ἐμφαίνει. καὶ ἡ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν. εἰ γὰρ ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ, οὐκ ἄρα ἑτέρα ἐστὶν ἡ τοῦ κινητικοῦ ἐνέργεια παρὰ τὴν τοῦ κινητοῦ, ἀλλὰ μία καὶ ἡ αὐτή, τελειοῦσα μὲν τὸ ὑποκείμενον, λέγω δὴ τὸ κινούμενον, γινομένη δὲ ὑπὸ τοῦ κινοῦντος· αὕτη γάρ ἐστιν ἡ τοῦ κινητικοῦ ἐνέργεια, τὸ κινεῖν τὸ κινητόν, τὸ δὲ κινεῖν τὸ κινητὸν τοῦτό ἐστι, τὸ κινεῖσθαι τὸ κινούμενον.

Δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν.

Ἐπειδὴ εἶπεν ὅτι «οὐκ ἄλλη ἐστὶν ἡ τοῦ κινητικοῦ ἐνέργεια», διὰ τοῦτο εἶπεν ὅτι οὐ τοῦτό φημι, ὅτι οὐκ ἔχει ἑκάτερον αὐτῶν ἐνέργειάν τινα· δεῖ γὰρ ἔχειν. καὶ ὅτι μὲν τὸ κινούμενον ἔχει, πρόδηλον, ὅτι δὲ καὶ τὸ κινοῦν ἔχει τινὰ ἐνέργειαν, κατασκευάζει· κινητικὸν μὲν γάρ ἐστι, φησί, τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν. εἰ τὸ κινοῦν, φησί, ποτὲ μὲν τὴν κινητικὴν μόνον δύναμιν ἔχει, ποτὲ δὲ ἐνεργεῖ κατʼ αὐτήν, δῆλον ὅτι ἔχει τινὰ καὶ τὸ κινοῦν ἐνέργειαν, καθʼ ἣν ἐκ τοῦ κινητικὸν εἶναι γίνεται ἐνεργείᾳ κινοῦν. ἀλλʼ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, ὥστε ὁμοίως μία ἡ ἀμφοῖν ἐνέργεια. εἰ καὶ ἐνεργεῖ, φησί, τὸ κινοῦν, ἀλλʼ ἐνεργεῖ οὐδαμῶς ἄλλως, ἀλλʼ ἢ ἐν αὐτῷ τῷ κινητῷ, καθὸ καὶ τὸ κινητὸν ἐνεργείᾳ κινεῖται· ὥστε εἰ ἐν τῷ κινητῷ ἐνεργεῖ, καὶ ἡ ἐνέργεια τοῦ κινητικοῦ τοῦτό ἐστιν ἡ τοῦ κινητοῦ κίνησις, μία ἄρα ἡ ἀμφοῖν ἐνέργεια. καὶ ὅτι οὐ θαυμαστὸν μίαν καὶ τὴν αὐτὴν ἐνέργειαν δύο εἶναι πραγμάτων τῇ σχέσει μόνον διαφέρουσαν, τοῖς παραδείγμασι πιστοῦται. ὥσπερ, φησί, τὸ αὐτὸ διάστημα ἓν πρὸς δύο καὶ δύο πρὸς ἕν· ἓν γὰρ τοῦτο καὶ ταὐτὸν κατὰ τὸ ὑποκείμενον. τί γὰρ διαφέρει ἐκ τῶν δύο πρὸς τὸ ἓν κινηθῆναι, καὶ ἐκ τοῦ ἑνὸς πρὸς τὰ δύο; οἷον τὸ λέγειν ὅτι ὃν λόγον ἔχει τὰ δύο πρὸς τὸ ἕν, οὐδὲν διαφέρει τοῦ εἰπεῖν ὃν λόγον ἔχει τὸ ἓν πρὸς τὰ δύο, εἰ μὴ μόνον τῇ σχέσει, τῷ ὑποκειμένῳ δὲ ταὐτὸν καὶ ἕν. ἀλλʼ εἰ καὶ μία ἡ διάστασις, ἀλλʼ οὖν αἱ σχέσεις διάφοροι· τὰ μὲν γὰρ δύο πρὸς τὸ ἓν διπλασίονα λόγον ἔχει, τὸ δὲ ἓν πρὸς τὰ δύο τὸν ἥμισυν. ὁμοίως δὲ καὶ τὸ ἄναντες καὶ τὸ κάταντες σχέσεις μὲν διάφοροι, διάστασις δὲ μία.

Ἔχει δὲ ἀπορίαν λογικήν.

Λογικὴν ἀντὶ τοῦ ἀξίαν τινὰ λόγου, οἱονεὶ πιθανὴν καὶ ἀξίαν οὖσαν λόγου τυχεῖν καὶ ἐπιλύσεως. τίς οὖν ἡ ἀπορία; ὅτι μήποτε οὐ καλῶς εἴρηται τὸ μίαν εἶναι ἀμφοῖν τὴν ἐνέργειαν, ἀλλὰ δεῖ ἑκατέρου ἰδίαν τινὰ ἐνέργειαν εἶναι, ἑτέραν οὖσαν παρὰ τὴν θατέρου ἐνέργειαν, ὡς δηλοῖ τά τε ὀνόματα διάφορα ὄντα ἐπὶ τῆς ἑκάστου ἐνεργείας τεταγμένα — ἡ μὲν γὰρ ποίησις, ἡ δὲ πάθησις —, διάφορα δὲ καὶ τὰ ἀποτελέσματα· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ποίημα, τῆς δὲ παθήσεως πάθος. εἰ τοίνυν καὶ τὰ ὀνόματα τῶν ἐνεργειῶν καὶ τὰ τέλη διάφορα, καὶ αὗται δήπου ἕτεραι ἂν εἶεν ἀλλήλων.

Εἰ οὖν ἄμφω κινήσεις, εἰ μὲν ἕτεραι, ἐν τίνι;

Εἰ δύο εἰσὶν αἱ ἐνέργειαι, φησίν, ἢ ἀμφότεραι κινήσεις εἰσὶν ἢ μία ἐξ ἀμφοῖν γίνεται κίνησις, εἰ δὲ ἀμφότεραι κινήσεις εἰσίν, ἢ ἡ μέν ἐστιν ἐν τῷ κινοῦντι ἡ δὲ ἐν τῷ κινουμένῳ, ἢ ἀμφότεραι ἐν τῷ κινουμένῳ· τὸ γὰρ ἀμφοτέρας εἶναι ἐν τῷ κινοῦντι, ὡς εἶπον, οὐδὲ ὑποτίθεται. δυνατὸν δὲ ἦν τὴν διαίρεσιν οὕτως ποιήσασθαι, ὅτι εἰ δύο εἰσὶν ἐνέργειαι, ἢ ἀμφότεραι κινήσεις εἰσὶ διαφέρουσι δʼ ἀλλήλων, ἢ μία ἐξ ἀμφοῖν γίνεται κίνησις, ἢ ἡ μὲν μία ἐνέργεια κίνησίς ἐστιν ἡ δὲ ἑτέρα οὐκ ἔστι κίνησις· ἀλλὰ τὸ τρίτον οὐδὲ ὑποτίθεται, λέγω δὴ τὸ τὴν μὲν εἶναι κίνησιν τὴν δὲ μὴ εἶναι. φημὶ οὖν ὅτι οὐδʼ ὅλως τὰς ἐνεργείας ὡς ἑτέρας εἶναι παρὰ τὰς κινήσεις τίθεται ἡ ἀπορία, ἀλλὰ ταὐτὸν ἐνέργειαν εἶναί φησι καὶ κίνησιν, ἵνα οὕτω τὸ πιθανὸν ἔχῃ ἡ ἀπορία. πρόεισιν οὖν αὐτῷ ἡ διαίρεσις τοῦτον τὸν τρόπον· ὄντος τοῦ μὲν κινοῦντος τοῦ δὲ κινουμένου, ἢ δύο εἰσὶν αἱ ἐνέργειαι τούτων καὶ αἱ κινήσεις — ταὐτὸν γὰρ ἐνέργεια καὶ κίνησις —, ἢ μία ἀμφοῖν ἡ ἐνέργεια καὶ ἡ κίνησις. ὅτι δὲ εἰς ταὐτὸν ἄγει τὴν ἐνέργειαν καὶ τὴν κίνησιν ἡ ἀπορία, δῆλον ἐξ ὧν ἐνταῦθα εἰπὼν εἰ οὖν ἄμφω κινήσεις, ἐν τῷ λοιπῷ μορίῳ τῆς διαιρέσεώς φησιν «ἀλλὰ μία ἔσται ἡ ἐνέργεια», τὴν αὐτὴν λαβὼν τὴν ἐνέργειαν τῇ κινήσει.

Εἰ δὲ δεῖ καὶ ταύτην ποίησιν καλεῖν, ὁμώνυμος ἂν εἴη.

Ἐπειδὴ ἐκ τῆς διαφορᾶς τῶν ὀνομάτων κατεσκεύασε δύο εἶναι τὰς ἐνεργείας, τῷ τὴν μὲν ποίησιν τὴν δὲ πάθησιν λέγεσθαι, ἵνα μή τις εἴποι ὅτι «οὐ καλῶ διαφόροις ὀνόμασι τὴν τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος ἐνέργειαν, ἵνα καὶ ἐκ τούτου δύο αὐτὰς ὀνομάζειν ἀναγκασθῶ· οὐδὲν γάρ μοι διαφέρει καὶ τὴν τοῦ πάσχοντος ἐνέργειαν ποίησιν καλεῖν μίαν οὖσαν καὶ τὴν αὐτὴν τῇ τοῦ ποιοῦντος ἐνεργείᾳ», καὶ ὅτι οὐδὲ εὕρηται ὅλως ἐν τῇ τῶν Ἑλλήνων χρήσει τὸ τῆς παθήσεως ὄνομα, φησὶν οὖν πρὸς τοῦτο ὅτι κἂν τοῖς αὐτοῖς ὀνόμασι τὰς ἀμφοτέρων ἐνεργείας καλέσῃ τις, οὐ συνώνυμοι ἔσονται δηλονότι ἀλλʼ ὁμώνυμοι· οὐ γὰρ δὴ τὸν ὁρισμὸν τῆς τοῦ ποιοῦντος ἐνεργείας ἐπιδέξαιτο ἂν ἡ τοῦ πάσχοντος ἐνέργεια, ἐπεὶ ἔσται καὶ τὸ ποιοῦν πάσχον καὶ τὸ πάσχον ποιοῦν. ὥστε τούτοις συνδιαιροῦνται καὶ αἱ φύσεις τῶν ἐνεργειῶν, κἂν ἑνὶ καὶ τῷ αὐτῷ ὀνόματι καλέσῃς τὰς ἀμφοτέρων ἐνεργείας.

Ἀλλὰ μὴν εἰ τοῦτο, ἡ κίνησις ἐν τῷ κινοῦντι ἔσται.

Εἰ δύο, φησίν, οὐσῶν τῶν κινήσεων ἡ μὲν ἔσται ἐν τῷ κινοῦντι ἡ δὲ ἐν τῷ κινουμένῳ, ὥσπερ ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις, οὕτω καὶ ἐν τῷ κινοῦντι ἔσται κίνησις. ὥσπερ γὰρ τὸ κινούμενον ἔχει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν, οὕτω καὶ τὸ κινοῦν ἕξει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν· ὁ γὰρ αὐτὸς λόγος ἐπʼ ἀμφοῖν. εἰ δὲ ἐν τῷ κινοῦντι κίνησίς ἐστιν, ἢ κινηθήσεται ἢ οὐ κινηθήσεται· εἰ μὲν οὖν κινηθήσεται, ἀνάγκη πᾶν τὸ κινοῦν εὐθὺς κινεῖσθαι, ὅπερ ἐστὶ ψεῦδος — οὔτε γὰρ τὸ ὀρεκτὸν κινοῦν κινεῖται, οὔτε τὸ πρώτως κινοῦν κινεῖται, ὡς δείξει ἐν τῷ ὀγδόῳ —, εἰ δὲ μὴ κινηθήσεται, ἄτοπον ἔχον τι κίνησιν μὴ κινεῖσθαι.

Εἰ δὲ ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι.

Ὑποθέμενος τὴν μὲν ἐν τῷ κινοῦντι τὴν δὲ ἐν τῷ κινουμένῳ, νῦν ἀμφοτέρας τὰς κινήσεις ἐν τῷ κινουμένῳ ὑποτίθεται. συμβήσεται οὖν, φησί, τὴν δίδαξιν καὶ τὴν μάθησιν, καὶ τὴν ποίησιν καὶ τὴν πάθησιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ εἶναι τῷ κινουμένῳ· εἰ δὲ τοῦτο, πρῶτον μὲν ἄτοπον ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι, ἔπειτα συμβήσεται δύο κινήσεις διαφερούσας τῷ εἴδει εἰς ἓν καὶ τὸ αὐτὸ τέλος ἄγειν, ὅπερ ἀδύνατον. οὐδέποτε γὰρ δύο ἀλλοιώσεις εἰς ἓν καὶ τὸ αὐτὸ εἶδος ἄγειν δύναιντο ἄν, οἷον λεύκανσις καὶ θέρμανσις εἰς λευκότητα· εἴτε γὰρ ἐκ διαφόρων εἰς τὸ αὐτὸ ἄγοιεν αἱ διάφοροι κινήσεις, ἄτοπον δύο τῷ ἑνὶ ἀντιστῆναι — ἀεὶ γὰρ ἡ μεταβολὴ οὐκ ἐκ τοῦ τυχόντος, ἀλλʼ ἐκ τοῦ ἐναντίου —, ἔκ τε τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀεὶ διὰ τῶν αὐτῶν ἡ κίνησις· ἀεὶ γὰρ ἐκ Θηβῶν εἰς Ἀθήνας διὰ τῶν αὐτῶν μέσων ἡ κίνησις, οἷον ὀρῶν πανδοκείων καὶ τῶν λοιπῶν.

Ἀπορήσειε δʼ ἄν τις πρὸς τὸν λόγον· ἔκ τε γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μὴ διὰ τῶν αὐτῶν κινηθείη ἄν τις, καὶ ἐκ διαφόρων εἰς τὸ αὐτὸ κινηθῆναι οὐδὲν ἀδύνατον. δύο γὰρ ὄντων περάτων τῆς διαμέτρου τοῦ κύκλου κινηθείη ἄν τις ἐξ ἑκατέρου πέρατος εἰς θάτερον καὶ διὰ τῆς διαμέτρου καὶ διὰ τοῦ ἡμικυκλίου· ὥστε διὰ διαφόρων κινήσεων, τῆς κατὰ κύκλον φημὶ καὶ τῆς κατʼ εὐθεῖαν, ἐκ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἐκινήθη· κινηθείη δʼ ἄν τις καὶ ἐν τῷ μέσῳ τοῦ ἀέρος καὶ τὸ αὐτὸ καταλήψεται τοῦ ἀέρος σημεῖον καὶ ἐκ τῆς γῆς καὶ ἐκ τοῦ οὐρανοῦ. πρὸς μὲν οὖν τὴν πρώτην ἀπορίαν φημί ὅτι πρῶτον μὲν περὶ τῶν φυσικῶν κινήσεων νῦν ὁ λόγος, οὐ περὶ τῶν ἀπὸ ψυχῆς γινομένων, ἀδύνατον δέ ἐστιν ἐπὶ τῶν φυσικῶν κινήσεων τὸ κατʼ εὐθεῖαν κινούμενον τὴν κύκλῳ κινηθῆναι· κἂν γὰρ κινῆται τὸ ὑπέκκαυμα καὶ ὁ συνεχὴς ἀὴρ μετὰ τοῦ παντός, ἀλλʼ οὐ κατὰ φύσιν ἀλλʼ ὑπερφυῶς, ὥσπερ καὶ τὰ σώματα τῶν ζῴων βαρέα ὄντα κατὰ φύσιν τὴν ἐπὶ τὰ πλάγια κίνησιν οὐχ ὑπὸ φύσεως, ἀλλʼ ὑπὸ ψυχῆς κινοῦνται. ἀδύνατον οὖν ἓν καὶ τὸ αὐτὸ φυσικῶς κινούμενον εὐθεῖαν καὶ περιφέρειαν κινηθῆναι· τὸ γὰρ πῦρ ἀδύνατον ἄλλως τὸν ἄνω τόπον καταλαβεῖν, εἰ μὴ διʼ εὐθείας μόνης, καὶ ταύτης πρὸς ὀρθὰς ἤτοι πρὸς ἴσας ἀγομένης τὸ ἐξ οὗ καὶ εἰς ὅ. εἰ δὲ μύρμηκα δυνατὸν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κινηθῆναι καὶ διὰ τῆς διαμέτρου καὶ διὰ τῆς περιφερείας, οὐκ ἂν εἴη τοῦτο ἕτερον καὶ ἕτερον κινήσεως εἶδος, ἀλλʼ ἡ ὁδὸς μόνον πλείων καὶ ἐλάττων. ὥσπερ ἂν εἰ κινηθείη τις ἐκ τοῦ μέλανος εἰς τὸ λευκόν, ποτὲ μὲν ἐν πλείονι ποτὲ δὲ ἐν ἐλάττονι χρόνῳ τῆς ἀλλοιώσεως ἢ κατὰ μέρος καὶ βραδυτέρας ἢ ταχυτέρας καὶ ἀθροωτέρας γενομένης, οὕτω καὶ ἐνταῦθά φημι, εἰ γραφείη ἐν ἐπιπέδῳ κύκλος, καὶ ὁ μέν τις κινηθείη διὰ τῆς διαμέτρου ὁ δὲ διὰ τῆς περιφερείας ἐπὶ τὸ αὐτό, οὐχ ἕτερον καὶ ἕτερον εἶδος κινήσεως ἐκινήθησαν, ἀλλʼ ἀμφότεροι τὴν ἐπὶ τὰ πλάγια κίνησιν. ὥσπερ γε καὶ εἴ τις κινηθείη τὴν περίμετρον τῆς γῆς, οὐκ ἂν λέγοιτο κυκλοφορικῶς κινεῖσθαι· οὕτω γὰρ πάντα τὰ ζῷα κυκλοφορικῶς κινεῖσθαι ἂν ἐλέγοντο — ἐπὶ περιφεροῦς γὰρ τῆς ἐπιφανείας τῆς γῆς κινοῦνται —, καὶ οὐκέτι ἂν ἡ ψυχὴ τὴν ἐπὶ τὰ πλάγια κίνησιν κινεῖν ἐλέγετο. καὶ τί διέφερον κατὰ τοῦτο τῶν κύκλῳ κινουμένων; οὐκ οὖν ἕτερα εἴδη ταῦτα κινήσεως· ὑπὸ μιᾶς γὰρ ἄμφω δυνάμεως γίνεται, διαφέρουσι δὲ τῷ μήκει τῆς διαστάσεως μόνον. ἀλλʼ οὐδὲ τὸ ἐπὶ τῶν συλλογισμῶν συμβαῖνον ἐλέγχει τὸν λόγον, λέγω δὴ τὸ τὸ αὐτὸ συμπέρασμα διʼ ἄλλων καὶ ἄλλων κατασκευῶν δείκνυσθαι — καὶ ἐπʼ εὐθείας γὰρ τὸ αὐτὸ καὶ διʼ ἀδυνάτου δείκνυται, καὶ ἐπʼ εὐθείας διʼ ἄλλων καὶ ἄλλων προτάσεων, καὶ ἀληθῶν δὲ καὶ ψευδῶν τὸ αὐτὸ συνάξεις, ὡς καὶ αὐτὸς ἐν τοῖς ἔμπροσθεν εἶπεν —, ἀλλὰ δῆλον ὅτι οὐ φυσικαὶ κινήσεις οἱ συλλογισμοί, ἀλλὰ λογικαὶ μέθοδοι, περὶ φυσικῶν δὲ κινήσεων ὁ λόγος. πρὸς μὲν οὖν τὴν πρώτην ἀπορίαν ταῦτα, πρὸς δὲ τὴν δευτέραν φημὶ ὅτι τῷ ὄντι ἀδύνατον εἴς τι φυσικὸν πέρας ἓν καὶ τὸ αὐτὸ ἐκ διαφόρων ἀρχῶν ἐλθεῖν· ὁ γὰρ μεταξὺ τῆς γῆς καὶ τοῦ οὐρανοῦ τόπος οὔτε τῶν κούφων οὔτε τῶν βαρέων ἐστὶ πέρας, ἀλλʼ ὁδός ἐστι τῶν κούφων καὶ βαρέων, ἐπεὶ καὶ ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία αἱ ὁδοὶ διὰ τῶν αὐτῶν μέσων, οἷον ἡ ἐκ τοῦ λευκοῦ ἐπὶ τὸ μέλαν μεταβολὴ καὶ ἡ ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν διὰ τῶν αὐτῶν μέσων, οἷον διὰ τοῦ φαιοῦ καὶ τῶν μεταξὺ χρωμάτων.

Ἀλλὰ μία ἔσται ἡ ἐνέργεια, ἀλλʼ ἄλογον δύο ἑτέρων τῷ εἴδει τὴν αὐτὴν ἐνέργειαν εἶναι.

Ἐπὶ τὴν ἑτέραν ὑπόθεσιν μεταβαίνει, τὴν λέγουσαν μίαν εἶναι καὶ τὴν αὐτὴν ἐνέργειαν τοῦ κινοῦντος καὶ τοῦ κινουμένου. ἆρα οὖν, φησί, μὴ δεῖ ὑποθέσθαι ἀμφοτέρων μίαν εἶναι τὴν ἐνέργειαν τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος; ἀλλὰ τοῦτο, φησίν, ἄλογόν ἐστι, δύο πραγμάτων διαφερόντων κατʼ εἶδος μίαν καὶ τὴν αὐτὴν ὑποτίθεσθαι ἐνέργειαν.

Καὶ ἔσται, εἴπερ ἡ μάθησις καὶ ἡ δίδαξις τὸ αὐτὸ καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν.

Τέσσαρα ταῦτα ἐφεξῆς ἐστιν, ὁ διδάσκων ἡ δίδαξις τὸ διδάσκειν τὸ δίδαγμα, καὶ ἔστι τὸ μὲν δίδαγμα τὸ τέλος εἰς ὃ ἄγει ἡ διδασκαλία — οἷον τὸ οἰκοδόμημα, τοῦτο δέ ἐστιν ἡ οἰκία, οὕτως καὶ τὸ δίδαγμα αὐτὸ τὸ θεώρημα τὸ ἐγγινόμενον ἐν τῇ ψυχῇ —, τὸ δὲ διδάσκειν καὶ ἡ δίδαξις δοκεῖ μὲν τὰ αὐτὰ εἶναι, οὐκ ἔστι δὲ κυρίως τὰ αὐτά, ἀλλὰ διενηνόχασιν ἀλλήλων· ἡ μὲν γὰρ δίδαξις αὐτὴν τὴν κίνησιν ἐμφαίνει καὶ τὴν ἐνέργειαν καθʼ αὑτήν, τὸ δὲ διδάσκειν τὴν σχέσιν τῆς ἐνέργειας τοῦ διδασκάλου πρὸς τὸν μαθητήν. ὥσπερ οὖν ἡ κίνησις καὶ τὸ κινεῖν, οὕτω καὶ τὸ διδάσκειν καὶ ἡ δίδαξις καὶ ἁπλῶς ἡ ποίησις καὶ τὸ ποιεῖν. φησὶν οὖν ὅτι εἰ τῶν δύο, φημὶ δὴ τοῦ διδάσκοντος καὶ τοῦ διδασκομένου καὶ ἁπλῶς τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος, μία εἴη ἡ ἐνέργεια, ταὐτὸν ἂν εἴη δηλονότι ἡ δίδαξις τῇ μαθήσει καὶ κοινότερον ἡ ποίησις τῇ παθήσει· ἀλλʼ εἰ ταὐτὰ ταῦτά εἰσιν ἀλλήλοις, καὶ τὰ τούτων ἐφεξῆς δηλονότι, λέγω δὴ τὸ διδάσκειν τῷ μανθάνειν, καὶ συμβήσεται τὸν διδάσκοντα καθὸ διδάσκει κατὰ τοῦτο μανθάνειν, καὶ τὸν ποιοῦντα καθὸ ποιεῖ κατὰ τοῦτο πάσχειν, ὅπερ ἄτοπον. ἀλλὰ καὶ αὐτὴ ἡ μία ἐνέργεια εἰ μὲν ἐν τῷ κινοῦντι εἴη, συμβήσεται τὸ κινούμενον μὴ ἔχειν κίνησιν, εἰ δὲ ἐν τῷ κινουμένῳ, ἄλλου ἐνέργεια ἐν ἄλλῳ ἔσται.

Ἢ οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον.

Ἐντεῦθεν ἐπιλύεται τὰς ἀπορίας, καὶ τέως τὴν πρώτην, τὴν λέγουσαν ὅτι ἡ ἄλλου ἐνέργεια ἐν ἄλλῳ ἔσται, καί φησιν ὅτι τοῦτο οὐδὲν ἄτοπον, ἐπί τινων τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι· οὕτω γὰρ ἔχει ἐπὶ πάντων τῶν πρός τι. καὶ δόξει μὲν ταύτην τὴν ἐπίλυσιν ὡς πρὸς τὴν προτέραν ὑπόθεσιν θεῖναι, λέγω δὴ τὴν ὑποτιθεμένην δύο μὲν εἶναι τὰς ἐνεργείας, ἀμφοτέρας δὲ ἐν τῷ κινουμένῳ — ἕπεσθαι γὰρ ἔλεγε ταύτῃ τῇ ὑποθέσει τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι —, εὐλογώτερον δέ, ὡς εἴπομεν, ὡς ἑπόμενον αὐτῷ καὶ τῇ ὑποθέσει τῇ μίαν μὲν λεγούσῃ τὴν ἐνέργειαν, ταύτην δὲ ἐν τῷ κινουμένῳ εἶναι· οὐδὲ γὰρ ὅλως ἀληθῆ νομίζει τὴν ὑπόθεσιν τὴν ὑποτιθεμένην δύο εἶναι τὰς ἐνεργείας, ἵνα καὶ τὰς πρὸς αὐτὴν φερομένας ἀπορίας ἐπιλύσηται.

Ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε.

Ἡ γὰρ τοῦ διδασκάλου ἐνέργεια οὐκ ἀποτέτμηται τοῦ μαθητοῦ, ἀλλʼ ἐξ αὐτοῦ μὲν πρόεισιν γίνεται δὲ ἐν τῷ μαθητῇ. δεῖ δὲ τὴν ἐνέργειαν τοῦ διδασκάλου μὴ ἁπλῶς τὴν προσβολὴν τῶν θεωρημάτων νομίζειν — καὶ μὴ διδάσκων γὰρ ἀλλὰ καθʼ αὑτὸν ὢν προχειρίζεται τὰ θεωρήματα —, ἀλλὰ τὴν κίνησιν τὴν γινομένην ἐν τῇ ψυχῇ τοῦ μαθητοῦ ἐκ τῶν θεωρημάτων· ὡς εἴ γε καὶ παρόντος τοῦ μαθητοῦ εἴπῃ μὲν ὁ διδάσκαλος μὴ δράσῃ δὲ εἰς τὸν μαθητήν, οὐ λέγεται διδάξαι, οὕτως ἄρα ἡ δίδαξίς ἐστιν οὐχ ἁπλῶς ἡ προσβολὴ τῶν θεωρημάτων, ἀλλʼ ἡ πειθὼ ἡ ἐγγινομένη ὑπὸ τῶν λόγων τοῦ διδασκάλου τῷ μαθητῇ, ἥτις ἡ αὐτὴ κατʼ ἄλλην σχέσιν μάθησις λέγεται, ὅταν ἀρξάμενοι ἀπὸ τοῦ μαθητοῦ ἐπὶ τὸν διδάσκαλον χωρήσωμεν, καὶ ἁπλῶς ὅταν μὲν ἀπὸ τοῦ αἰτιατοῦ εἰς τὸ αἴτιον ἀνέλθωμεν, πάθησις, ὅταν δὲ ἔμπαλιν, ποίησις.

Οὔτε μίαν δυοῖν τὴν αὐτὴν εἶναι κωλύει οὐδέν.

Τὸ δεύτερον ἄτοπον ἐπιλύεται. οὐδὲν κωλύει, φησί, δύο ἑτέρων τῷ εἴδει μίαν ἐνέργειαν εἶναι, ἀλλὰ μίαν τῷ ὑποκειμένῳ, οὐ τῷ ὁρισμῷ.

Ἀλλʼ ὡς ὑπάρχει τὸ δυνάμει ὂν πρὸς τὸ ἐνεργοῦν.

Ἤτοι τοῦτό φησιν, ὅτι οὕτω λέγω μίαν δύο διαφερόντων κατʼ εἶδος ἐνέργειαν εἶναι μηδὲν κωλύειν, οὐ κατὰ πάντα μίαν, ἀλλʼ ὥσπερ ἕν ἐστι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ — ὁ γὰρ δυνάμει γραμματικὸς εἶτα γενόμενος ἐνεργείᾳ γραμματικός, οὗτος εἷς μὲν καὶ ὁ αὐτός ἐστι τῷ ὑποκειμένῳ, τῷ μέντοι λόγῳ καὶ τῷ ὁρισμῷ οὐχ εἷς· ἄλλως γὰρ ὁρίζομαι αὐτὸν δυνάμει ὄντα γραμματικόν, καὶ ἄλλως ἐνεργείᾳ. οὕτως οὖν φημι δυνατὸν εἶναι μίαν δυοῖν ἐνέργειαν —, ἢ οὖν τοῦτό φησιν, ἤ, ὡς ἤδη εἴπομεν, ὅτι τούτων φημὶ μίαν καὶ τὴν αὐτὴν ἐνέργειαν δυνατὸν εἶναι τῶν διαφερόντων κατʼ εἶδος, οἷά ἐστι τὰ δυνάμει ὄντα καὶ τὰ ἐνεργείᾳ τὰ κατὰ τὴν δύναμιν ταύτην καὶ ἄγοντα αὐτὴν εἰς ἐνέργειαν· τοιαῦτα δέ ἐστι καθόλου τὰ ποιοῦντα καὶ πάσχοντα.

Οὔτε ἀνάγκη τὸν διδάσκοντα μανθάνειν, οὐδὲ εἰ τὸ ποιεῖν καὶ πάσχειν ταὐτόν.

Ἐπὶ τὸ ἕτερον ἄτοπον μετέβη. ἔλεγε γὰρ οὕτω· εἰ τῶν δύο μία ἡ ἐνέργεια, ἐπειδὴ τοῦ μὲν ἡ ἐνέργεια δίδαξις λέγεται τοῦ δὲ μάθησις, ἔσται ἡ δίδαξις τῇ μαθήσει ταὐτόν· εἰ δὲ τοῦτο, καὶ τὰ ἑπόμενα τούτοις ταὐτά, τὸ διδάσκειν καὶ τὸ μανθάνειν· εἰ δὲ τοῦτο, συμβήσεται τὸν διδάσκοντα πάντα μανθάνειν. καὶ αὐτὸς οὖν τῇ ἐπιλύσει κατʼ ἀνάλυσιν κέχρηται, ἐκ τῶν ὑστέρων ἀρχόμενος καὶ ἐπὶ τὰ πρότερα ἀνακάμπτων· οὐ γὰρ ἀνάγκη, φησίν, εἰ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἴη, καὶ τὸν διδάσκοντα μανθάνειν κατʼ αὐτὸ τὸ διδάσκειν, εἰ μὴ οὕτως εἴη τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, ὥστε καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ ταὐτὸν εἶναι. εἰ δὲ μὴ οὕτως ὑπάρχει ταὐτόν, ἀλλʼ ὡς ἡ ὁδὸς ἡ ἐξ Ἀθηνῶν εἰς Θήβας καὶ ἡ ἐκ Θηβῶν εἰς Ἀθήνας, οὐκ ἀνάγκη.

Οὐ γὰρ ταὐτὰ πάντα ὑπάρχει τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς, ἀλλὰ μόνον οἷς τὸ εἶναι ταὐτόν.

Οὐκ ἀνάγκη, φησίν, εἰ κατά τι λέγοιντό τινα ταὐτὰ εἶναι, ἤδη καὶ πάντα τὰ ὑπάρχοντα τούτοις ἢ ἑπόμενα αὐτοῖς τὰ αὐτὰ εἶναι, ἀλλʼ ἐκεῖνά ἐστι κατὰ πάντα ταὐτά, οἷς ὁ ὁρισμὸς ὁ αὐτός ἐστιν, ἡμεῖς δὲ νῦν ταὐτὰ λέγομεν εἶναι τὸ διδάσκειν τῷ μανθάνειν οὐ κατὰ τὸν ὁρισμόν — κατὰ τοῦτο γὰρ ἕτερα —, ἀλλὰ κατὰ τὸ ὑποκείμενον. ὥστε οὐκ ἀνάγκη, εἰ οὕτως εἶεν τὰ αὐτά, καὶ τὸν διδάσκοντα ἤδη καὶ μανθάνειν.

Ἀλλʼ οὐδὲ εἰ ἡ δίδαξις τῇ μαθήσει ταὐτόν, καὶ τὸ μανθάνειν τῷ διδάσκειν.

Κατὰ ἀναποδισμόν, ὥσπερ εἶπον, ὁδεύων πρότερον μὲν ἔδειξεν ὅτι οὐκ ἀνάγκη, εἰ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, τὸν διδάσκοντα εὐθὺς καὶ μανθάνειν, ἐπειδὴ δὲ συνήγαγεν ἡ ἀπορία τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἶναι ἐκ τοῦ λαμβάνειν ὅτι ἡ δίδαξις τῇ μαθήσει ταὐτόν ἐστι, νῦν φησιν ὅτι οὐδὲ τοῦτο ἐξ ἀνάγκης ἕπεται· ἰδοὺ γὰρ καὶ ἡ διάστασις μὲν ἐκ Θηβῶν εἰς Ἀθήνας καὶ ἐξ Ἀθηνῶν εἰς Θήβας μία ἐστὶ καὶ ἡ αὐτή, τὸ μέντοι διίστασθαι ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν δεῦρο οὐ τὸ αὐτό. οὕτως οὖν οὐδὲ ἐπεὶ ἡ δίδαξις τῇ μαθήσει ἡ αὐτὴ εἴη, ἀνάγκη ἤδη καὶ τὸ μανθάνειν τῷ διδάσκειν ταὐτὸν εἶναι.

Ὅλως δὲ εἰπεῖν οὐδὲ ἡ δίδαξις τῇ μαθήσει καὶ ἡ ποίησις τῇ παθήσει ταὐτὸν κυρίως, ἀλλʼ ᾧ ὑπάρχει ταῦτα, ἡ κίνησις.

Ἐπειδὴ ἐκ τοῦ ὑποτίθεσθαι τὴν δίδαξιν τῇ μαθήσει ταὐτὸν εἶναι τὰ ἑξῆς συνήγετο, πρότερον μὲν συνεχώρησε τὴν δίδαξιν τῇ μαθήσει ταὐτὸν εἶναι, καὶ ἔδειξεν ὅτι οὐκ ἀνάγκη τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἶναι, ἀλλʼ οὐδὲ εἰ ταῦτα ταὐτά, καὶ τὸν διδάσκοντα ἀνάγκη κατὰ τοῦτο εὐθὺς καὶ μανθάνειν· νῦν δέ φησιν ὅτι οὐδὲ ὅλως ταὐτὸν ἡ δίδαξις τῇ μαθήσει, ἀλλʼ ἐκεῖνό ἐστι τὸ ταὐτόν, ᾧτινι ὡς ὑποκειμένῳ ὑπάρχει ἡ δίδαξις καὶ ἡ μάθησις. ὥσπερ οὐδὲ ἡ ἀνάβασις καὶ ἡ κατάβασις ταὐτόν, ἀλλʼ ἡ κλῖμαξ ᾗ ταῦτα ὑπῆρξεν, ἤγουν αὐτὴ ἡ κίνησις, λέγω δὴ αὐτὴ ἡ βάδισις καὶ ἡ μεταφορὰ τῶν ποδῶν — αὐτὴ γὰρ κυρίως ἡ αὐτή ἐστιν· ἕνα γὰρ καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχεται —, ἡ μέντοι ἀνάβασις καὶ ἡ κατάβασις, ἥτις ὡς ἐν ὑποκειμένῳ ὑπάρχει τῇ τοιαύτῃ κινήσει, οὐ κυρίως αἱ αὐταί· διάφοροι γὰρ οἱ τούτων ὁρισμοί. ἀλλʼ ᾧ ὑπάρχει ταῦτα, ἡ κίνησις. κίνησίν φησιν αὐτὴν τὴν μεταβολὴν τὴν γινομένην ὑπὸ τῆς διδασκαλίας τῷ μαθητῇ· αὐτὴ γὰρ μία ἐστὶ καὶ ἡ αὐτή, καὶ ἀναφερομένη μὲν ὡς πρὸς τὸν διδάσκαλον καλεῖται δίδαξις, πρὸς τὸν μαθητὴν δὲ μάθησις.

Τὸ γὰρ τοῦδε ἐν τῷδε καὶ τὸ τοῦδε ὑπὸ τοῦδε ἐνέργειαν εἶναι, ἕτερον τῷ λόγῳ.

Ὅτι ἑτέρα ἡ μάθησις τῇ διδάξει κατὰ τὸν ὁρισμὸν δείκνυσιν. ἄλλως γάρ, φησίν, ὁριούμεθα τὴν τοῦδε ἐν τῷδε ἐνέργειαν, τουτέστι τὴν τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι, καὶ τὴν τοῦδε ὑπὸ τοῦδε, τουτέστι καὶ τὴν τοῦ πάσχοντος ἐνέργειαν ὑπὸ τοῦ ποιοῦντος ἐγγινομένην· τὴν μὲν γὰρ τυχὸν ὁριούμεθα, ὅτι ἐστὶν «ἐντελέχεια τοῦ κινητικοῦ τελειωτικὴ τοῦ κινητοῦ», τὴν δὲ ὡσαύτως «ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ».

Τὰ μὲν οὖν παρὰ Ἀριστοτέλους ταῦτα, ζητήσει δέ τις ἴσως εἰ ἐπὶ παντὸς κινοῦντος καὶ κινουμένου ἀληθὴς ὁ λόγος ὁ λέγων τὴν κίνησιν ἐν τῷ κινουμένῳ μόνον εἶναι, οὐδαμῶς δὲ ἐν τῷ κινοῦντι. καὶ ἐπὶ μὲν ἀλλοιώσεως ἢ αὐξήσεως τῷ ὄντι κινεῖται οὐ τὸ ποιοῦν ἀλλὰ τὸ πάσχον — λευκαίνεται γὰρ οὐ τὸ λευκαῖνον ἀλλὰ τὸ λευκαινόμενον, καὶ αὔξεται οὐ τὸ αὖξον ἀλλὰ τὸ αὐξανόμενον, τουτέστιν οὐ τὸ ποιοῦν ἀλλὰ τὸ πάσχον —, ἐπὶ μέντοι τῆς κατὰ τόπον κινήσεως, ἐφʼ ἧς τινα τῶν κινούντων τῷ κινεῖσθαι οὕτω κινεῖ, οὐκέτι δόξει ἁρμόζειν ὁ λόγος· εἰ γὰρ τῷ κινεῖσθαι ὁ οὐρανὸς οὕτω κινεῖ τὸ ὑπέκκαυμα, πῶς οὐ φήσαιμι τὸ κινοῦν καθὸ κινεῖ κατʼ αὐτὸ τοῦτο κινεῖσθαι, καὶ δύο δὲ εἶναι καὶ τὰς κινήσεις, τὴν μὲν τοῦ κινοῦντος τὴν δὲ τοῦ κινουμένου; καὶ ἄλλη μὲν κίνησις ἡ τοῦ οὐρανοῦ, ἄλλη δὲ καθʼ ἣν κινεῖται τὰ ἐνταῦθα τοίως ἢ τοίως ὑπὸ τῆς ἐκείνου κινήσεως ἀλλοιούμενα· ὥστε δύο καὶ αἱ ἐνέργειαι καὶ αἱ κινήσεις, οὐ μόνον τῷ ὁρισμῷ ἀλλὰ καὶ τῷ ὑποκειμένῳ. καὶ τὸ μὲν ὑπέκκαυμα τὴν αὐτὴν τῷ κινοῦντι κινεῖται κίνησιν — ὥσπερ καὶ τὸ ἱμάτιον κινουμένῳ μοι τὴν αὐτὴν συγκινεῖται κίνησιν —, κινεῖται δὲ οὐ μόνον ταύτην τὴν κίνησιν κινουμένων τῶν οὐρανίων τὰ προσεχῆ, ἀλλὰ κοινῶς πάντα τὴν ἀλλοιωτικήν· ἡ γὰρ κατὰ τόπον τοῦ ἡλίου κίνησις κατʼ αὐτὸ τοῦτο καθʼ ὃ κατὰ τόπον κινεῖται, τοίως ἢ τοίως ἀλλοιοῖ τὰ ἐνταῦθα. πρὸς δὲ τὴν ἀπορίαν ταύτην συντόμως φημί, ὅτι οὐ τοῦτό φησιν ὁ Ἀριστοτέλης, ὅτι οὐδέν ἐστι τῶν κινούντων ὃ τῷ κινεῖσθαι οὕτω κινεῖ — σαφῶς γοῦν εἶπεν ὅτι πάντα τὰ φυσικὰ τοιαῦτά ἐστι, ὥστε μὴ ἄλλως δύνασθαι κινεῖν ἢ τῷ κινεῖσθαι καὶ αὐτά —, ἀλλʼ ὅτι ἡ κινητικὴ δύναμις ἡ ἐνδιδομένη ὑπὸ τοῦ κινοῦντος τῷ κινουμένῳ, λέγω δὴ ἡ ἰσχὺς αὕτη καὶ ἡ ἐνέργεια καθʼ ἣν καὶ κινεῖται, δυνάμει κινητὸν ὂν τελειούμενον ὑπὸ τῆς τοιαύτης ἐνεργείας, μία τις οὖσα καὶ ἡ αὐτὴ τὴν μὲν ἀρχὴν ἔχει τῆς προόδου ἀπὸ τοῦ κινοῦντος, τὸ δὲ τέλος καὶ τὴν ἀποτελεύτησιν καὶ οἷον μονὴν ἐν τῷ κινουμένῳ· οὐ γὰρ ἐγγενομένη ἐν τῷ δυνάμει ἀφίησιν αὐτό, ἀλλʼ οἷον μένουσα τελειοῖ, τελείωσις δὲ ἡ τῆς δυνάμεως προαγωγή, τοῦτο δέ ἐστιν ἡ κίνησις. προβάλλεται μὲν γὰρ τὸ θεώρημα ὁ ἐπιστήμων καὶ μηδενὸς ὄντος τοῦ μανθάνοντος, ἀλλʼ ὅταν ἡ προβολὴ αὕτη γινομένη ἐν τῷ μαθητῇ δράσῃ εἰς αὐτόν, τὴν δραστήριον ταύτην δύναμιν καθʼ ἣν πέπονθε, ταύτην φημὶ μίαν καὶ τὴν αὐτὴν εἶναι, ἀρξαμένην μὲν ἀπὸ τοῦ διδασκάλου, γενομένην δὲ ἐν τῷ μαθητῇ καὶ κινήσασαν αὐτὸν καὶ τὸ ἐν αὐτῷ δυνάμει τελειώσασαν, ἥτις δηλονότι ἐν τῷ κινουμένῳ ἐστὶ καὶ οὐκ ἐν τῷ κινοῦντι· οὐ μετέβαλλε γὰρ κατʼ αὐτὴν τὸ κινοῦν.

Τί μὲν οὖν ἐστι κίνησις εἴρηται καὶ καθόλου καὶ κατὰ μέρος.

Πρῶτον μὲν γὰρ ὡρίσατο τὴν κίνησιν «ἐντελέχειαν τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστιν», εἶτα ἐπειδὴ τὸ δυνάμει καὶ ἐπὶ τῆς ἕξεως ἐλαμβάνετο, ἀκριβέστερον ὁριζόμενος εἶπε τὴν κίνησιν εἶναι «ἐντελέχειαν τοῦ κινητοῦ ᾗ κινητόν». καθόλου μὲν οὖν, φησί, τῆς κινήσεως ὁρισμὸς οὗτος, ἐκ τούτου δὲ δῆλον πῶς καὶ ἕκαστον τῶν τῆς κινήσεως εἰδῶν ὁρισθήσεται· φήσομεν γὰρ ἀλλοίωσιν εἶναι τὴν τοῦ ἀλλοιωτοῦ ᾗ ἀλλοιωτὸν ἐντελέχειαν, καὶ αὔξησιν τὴν τοῦ αὐξητοῦ ᾗ αὐξητόν, καὶ φορὰν τὴν τοῦ φορητοῦ ᾗ φορητόν. εἰπὼν δὲ ὅτι «εἴπομεν τί ἐστι κίνησις καὶ καθόλου καὶ κατὰ μέρος», ἐπειδὴ οὐδαμῶς εἶπε τοὺς ὅρους τῶν κατὰ μέρος κινήσεων, ἀλλʼ οὕτως εἶπεν ὡς δυναμένων ἡμῶν τὸ καθόλου τοῖς κατὰ μέρος ἁρμόσαι, διὰ τοῦτο ἐπήγαγεν οὐ γὰρ ἄδηλον πῶς ὁρισθήσεται τῶν εἰδῶν ἕκαστον αὐτῆς· ὁ σύνδεσμος γὰρ ὁ «γάρ» αἰτίας ἐστὶν ἀπόδοσις. διὰ τοῦτο, φησίν, εἶπον καὶ κατὰ μέρος, διότι ἐκ τοῦ ἀποδεδομένου καθόλου περὶ κινήσεως ὁρισμοῦ σαφὲς ἡμῖν ἔσται πῶς καὶ ἕκαστον τῶν τῆς κινήσεως εἰδῶν ὁρισθήσεται.

Ἔτι δὲ γνωριμώτερον, ἡ τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ, ᾗ τοιοῦτον, ἁπλῶς τε καὶ πάλιν καθʼ ἕκαστον.

Ἔτι, φησί, τὸν περὶ κινήσεως λόγον ἐκ τῶν εἰρημένων σαφέστερον καὶ γνωριμώτερον ἀποδοῦναι δυνατόν, ὅτι ἐστὶν ἐντελέχεια τοῦ δυνάμει ποιητικοῦ πρὸς τὸ παθητικόν — ἡ γὰρ τοῦ ποιητικοῦ πρὸς τὸ παθητικὸν ἐντελέχεια, αὕτη ἐστὶν ἡ κίνησις —, ἤ, ὡς εἶπε μικρὸν ἔμπροσθεν, ἡ ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. ἁρμόσει δέ, φησίν, ὁ τοιοῦτος ὁρισμὸς καὶ ἐπὶ τῶν καθʼ ἕκαστα κινήσεων, οὐ μόνον ἐπὶ τῶν κατʼ εἶδος· φησὶ γὰρ οἰκοδόμησιν εἶναι ἐντελέχειαν τοῦ οἰκοδομητικοῦ καὶ οἰκοδομητοῦ, ᾗ τοιοῦτόν ἐστι. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὗτος δὲ ὁ ὁρισμὸς ἅμα συνεμφαίνει καὶ τὸ μίαν εἶναι τὴν ἐνέργειαν τοῦ κινοῦντος καὶ τοῦ κινουμένου· διὰ τοῦτο γὰρ καὶ οὕτως αὐτὴν ὡρίσατο. εἰ γάρ ἐστιν ἐντελέχεια τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ, τῶν δύο ἄρα μία ἡ ἐνέργεια.

Ἐπεὶ δέ ἐστιν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον.

Εἴπομεν ἐξ ἀρχῆς τοῦ βιβλίου τούτου, ὅτι δύο ἐστὶ περὶ ὧν ἐν τούτῳ τῷ βιβλίῳ τὸν λόγον ποιεῖται ὁ φιλόσοφος, περὶ κινήσεως καὶ ἀπείρου, ὥσπερ ἐν τῷ ἐφεξῆς περὶ χρόνου τόπου κενοῦ. ἀπαρτίσας οὖν τὸν περὶ κινήσεως λόγον καὶ εἰπὼν τί τέ ἐστιν ἡ κίνησις καὶ ἐν τίσι θεωρεῖται καὶ πόσα εἴδη κινήσεως, προτίθεται λοιπὸν ἐντεῦθεν περὶ τοῦ ἀπείρου διαλεχθῆναι. καὶ ὥσπερ εἴωθε σχεδὸν ἐν πᾶσι τοῖς προβλήμασιν, οὕτω καὶ ἐνταῦθα ποιεῖ· πρότερον δείκνυσιν ὅτι ἀναγκαῖος τῷ σκοπῷ τῆς πραγματείας ὁ περὶ τοῦ προκειμένου προβλήματος λόγος. καὶ ἐνταῦθα μέλλων διαλεχθῆναι περὶ τοῦ ἀπείρου εἴτε ἔστιν εἴτε μή, καὶ εἰ ἔστι, πότερον οὐσία ἐστὶν ἢ συμβεβηκὸς καὶ ἐν τίσι θεωρεῖται καὶ ἐν τίσι τὸ εἶναι ἔχει, πρότερον δείκνυσιν ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, ἵνα συντονωτέρους ποιήσῃ πρὸς τὴν ἀντίληψιν τοὺς ἐφιεμένους τῆς φυσικῆς ἐν ἕξει γενέσθαι θεωρίας. ὅτι οὖν ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος δείκνυσι διχόθεν, πρῶτον μὲν ἐκ τοῦ τὰ ὑποβεβλημένα ἅπαντα τῷ φυσικῷ πράγματα διαιρεῖσθαι ἢ εἰς τὸ ἄπειρον ἢ εἰς τὸ πεπερασμένον, καὶ ἐκ τοῦ πάντας τοὺς ὁπωσοῦν διαλάμψαντας ἐν φιλοσοφίᾳ μὴ μόνον διαλαβεῖν περὶ ἀπείρου, ἀλλὰ καὶ ἀρχὴν αὐτὸ τῶν ὄντων εἶναι ὑποθέσθαι. τίνα οὖν τὰ ὑποβεβλημένα τῷ φυσικῷ πράγματα περὶ ὧν ποιεῖται τὸν λόγον; μεγέθη, φησί, καὶ κίνησις καὶ χρόνος· περὶ τούτων γὰρ πάντες οἱ φυσικοὶ διαλέγονται. ταῦτα δὲ πάντα ἀνάγκη πᾶσα ἢ πεπερασμένα εἶναι ἢ ἄπειρα, τά τε μεγέθη ὁμοίως καὶ ἡ κίνησις καὶ ὁ χρόνος· ἐπὶ ἑκάστου γὰρ τούτων τοῦτο ζητεῖσθαι εἴωθεν. ὥστε εἰ ταῦτα γνῶναι βούλεται ὁ φυσικός, ταῦτα δὲ τὴν εἰς τὸ ἄπειρον ἢ πεπερασμένον διαίρεσιν ἐπιδέχεται, ἀδύνατον ἄρα ταῦτα ἀκριβῶς γνῶναι τὸν μὴ ἐγνωκότα τί ποτε ὅλως ἐστὶ τὸ ἄπειρον, καὶ πρότερόν γε, εἰ ὅλως ἔστιν ἢ μή. τεκμήριον δὲ τοῦ καλῶς ἐν τῇ περὶ φύσεως πραγματείᾳ ζητεῖν ἡμᾶς τὸν περὶ τοῦ ἀπείρου λόγον, ὅτι πάντες ὅσοι ἀξίως λόγου τινὸς ἥψαντο τῆς φυσικῆς θεωρίας οὐ μόνον εἶναι τὸ ἄπειρον λέγουσιν, ἀλλὰ καὶ ἀρχὴν αὐτὸ εἶναι τῶν ὄντων ὑποτίθενται.

Πλείστη δὲ τούτων ἡ πρὸς ἀλλήλους διαφορὰ περὶ τῆς τοῦ ἀπείρου δόξης κοινῇ τε καὶ ἰδίᾳ. οἱ μὲν γὰρ φυσικοὶ πάντες ἀρχὴν καὶ αὐτοὶ εἶναι τίθενται τὸ ἄπειρον, ἀλλʼ οὐ καθʼ αὑτὸ ἀρχὴν ἀλλὰ κατὰ συμβεβηκός· ἄλλο μὲν γάρ τι εἶναί φασι τὴν καθʼ αὑτὸ ἀρχήν, οἷον ἀέρα ἢ πῦρ ἢ τῶν ἄλλων τι ἢ πάντα ταῦτα ἢ τινὰ ἢ τὸ μεταξὺ τούτων, τούτῳ μέντοι συμβεβηκέναι τὸ εἶναι ἀπείρῳ· ὥστε καθʼ αὑτὸ μὲν ἀρχὴ τὸ ὕδωρ τυχὸν ἢ ὁ ἀὴρ ἢ τὸ μεταξύ, διότι δὲ συνέβη τὸν ἀέρα ἢ τὸ ὕδωρ ἄπειρον εἶναι τῷ μεγέθει, διὰ τοῦτο κατὰ συμβεβηκὸς ἀρχῆς λόγον ἐπέχει τὸ ἄπειρον. Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι, φησί, καὶ καθʼ αὑτὸ ἀρχὴν ὑποτίθενται εἶναι τὸ ἄπειρον, οὐ γῆν τινα ἄπειρον λέγοντες ἢ ἀέρα ἢ πῦρ ἢ ἄλλο τι σῶμα, ἀλλʼ αὐτοουσίαν τινὰ εἶναι ἀπείρου ἐν τούτῳ οὐσιωμένην ἐν τῷ ἄπειρον εἶναι, καὶ ταύτην εἶναι ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων. διαφέρονται δὲ πρὸς ἀλλήλους ὅ τε Πλάτων καὶ οἱ Πυθαγόρειοι· οἱ μὲν γὰρ Πυθαγόρειοι ἀριθμὸν λέγουσιν εἶναι τὸ ἄπειρον, ἀριθμὸν δὲ οὐ χωριστόν τινα οὐδὲ ἀσώματον, ἀλλʼ αἰσθητόν τινα καὶ στοιχεῖον ὄντα καὶ ἀρχὴν πάντων τῶν αἰσθητῶν — πάντα γὰρ ἐκ τῶν ἀριθμῶν ὡς ἐξ ἀρχῶν παράγουσι τὰ αἰσθητά, κἀντεῦθέν φασι «τῷ ἀριθμῷ δὲ πάντʼ ἐπέοικε», καὶ τὴν πηγὴν τῆς φύσεως τετρακτύν φησιν εἶναι —, εἶναι δὲ μὴ μόνον ἐν τοῖς αἰσθητοῖς τὸ ἄπειρον, ἀλλὰ καὶ τὸ ἔξω τοῦ οὐρανοῦ ἄπειρον εἶναι, οὔτε ὁποῖόν ἐστι τοῦτο οὔτε εἰς ὅ τι χρήσιμον διορίζοντες· Πλάτων δὲ εἶναι μὲν καὶ αὐτὸς ἐν τοῖς αἰσθητοῖς τὸ ἄπειρον καὶ ἀρχὴν εἶναι τῶν αἰσθητῶν ἁπάντων, ἔξω δὲ τοῦ οὐρανοῦ οὐδὲν εἶναι παντάπασιν οὔτε σῶμα οὔτε ἀσώματον, τὸ μέντοι ἄπειρον μὴ μόνον ἐν τοῖς αἰσθητοῖς εἶναι ἀλλὰ καὶ ἐν ταῖς ἰδέαις, τὰς δὲ ἰδέας μήτε ἐντὸς εἶναι τοῦ οὐρανοῦ μήτε ἐκτός· μηδὲ γὰρ ὅλως σῶμα εἶναι. καὶ οἱ μὲν Πυθαγόρειοι τὸ ἄπειρον τὸ ἄρτιόν φασι, Πλάτων δὲ τὸ ἄπειρον δύο φησίν, ὅπερ καλεῖ μέγα καὶ μικρόν. διαφέρουσιν οὖν πρὸς τοὺς φυσικοὺς ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι τῷ τοὺς μὲν οὐσίαν ὑποτίθεσθαι τὸ ἄπειρον, τοὺς δὲ φυσικοὺς συμβεβηκός τι τῇ οὐσίᾳ, καὶ διὰ τοῦτο οἱ μὲν καθʼ αὑτὸ ἀρχὴν ὑποτίθενται τὸ ἄπειρον, οἱ δὲ φυσικοὶ κατὰ συμβεβηκός. καὶ συμβαίνει τοῖς μὲν Πυθαγορείοις καὶ τῷ Πλάτωνι καὶ τὸ μέρος τοῦ ἀπείρου ἄπειρον λέγειν, ἐπειδὴ αὐτοουσίαν εἶναί φασι τὸ ἄπειρον — ὥσπερ οὖν τὸ μέρος τῆς οὐσίας οὐσία, οὕτως τὸ μέρος τοῦ ἀπείρου ἄπειρον —, τοῖς δὲ φυσικοῖς οὐκέτι τὸ μέρος τοῦ ἀπείρου ἄπειρον· τῷ γὰρ ὅλῳ ἤτοι ἀέρι ἢ ὕδατι τὸ ἄπειρον ἐπισυμβέβηκεν, οὐ τῷ μέρει. καὶ οἱ φυσικοὶ δὲ πλεῖστον ὅσον διαφέρουσιν ἀλλήλων· κοινὸν μὲν γὰρ πάντων τῶν φυσικῶν τὸ μεγέθει τὸ ἄπειρον ὑποτίθεσθαι ἢ πλήθει, καὶ εἰς δύο ταῦτα πάντες διῄρηνται — οἱ μὲν γὰρ τῷ μεγέθει, οἱ δὲ τῷ πλήθει τὸ ἄπειρον ὑποτίθενται —, τίς δὲ ἡ διαφορὰ αὐτῶν πρὸς ἀλλήλους, τὴν λέξιν ἐπιόντες ὀψόμεθα.

Ἰστέον δὲ ὅτι ὥσπερ εἰώθεσαν οἱ Πυθαγόρειοι συμβολικῶς τὰς διδασκαλίας ἐκ τῶν ἀριθμῶν ποιεῖσθαι, οὕτω καὶ τὸ ἄπειρον συμβολικῶς ἐν ταῖς ἀρχαῖς ἀπετίθεντο. καὶ ὅτι τοῦτό ἐστι, καὶ ἐξ αὐτῶν τῶν ῥητῶν τοῦ Ἀριστοτέλους ἔστιν ἑλεῖν· τὸ γὰρ ἄπειρον, φησί, τὸ ἄρτιον ἔλεγον, ὥσπερ οὖν καὶ πέρας τὸ περιττόν· συγκεῖσθαι οὖν πάντα ἐκ πέρατος καὶ ἀπειρίας. ὥσπερ οὖν τοὺς μέχρι δεκάδος ἀριθμοὺς ἄλλον ἄλλων σύμβολα εἶναι ἔλεγον — ἐκάλουν γὰρ τὸν μὲν εʹ δίκην διὰ τὸ τοὺς μέχρι δεκάδος ἀριθμοὺς δίχα διαιρεῖν, τὸν δὲ ϛʹ γάμον διότι ἐκ τοῦ πρώτου ἀρτίου τοῦ βʹ καὶ τοῦ πρώτου περιττοῦ τοῦ γʹ πολλαπλασιαζομένων ἐφʼ ἑαυτοὺς ἀποτελεῖται, ἀναλογεῖ δὲ τὸ μὲν ἄρτιον τῷ θήλει, τὸ δὲ περιττὸν τῷ ἄρρενι· ἐπεὶ οὖν ἐκ τοῦ συνδυασμοῦ τούτου γεννᾶται ὁ ϛʹ, γάμον αὐτὸν ἐκάλουν. καὶ ἄλλον ἄλλων τινῶν πραγμάτων σύμβολον ἐποιοῦντο —, ὥσπερ οὖν τοὺς ἀριθμοὺς σύμβολα ἄλλον ἄλλων ἐποιοῦντο, οὕτω δὲ καὶ τὰ πάθη αὐτῶν, καὶ τὸ μὲν ἄρτιον σύμβολον ἐποιοῦντο τῆς ὕλης, τὸ δὲ περιττὸν τοῦ εἴδους, ἐξ ὧν συνδυαζομένων τὰ πράγματα γεννᾶσθαι. ἀπείκαζον δὲ τῇ μὲν ὕλῃ τὸ ἄρτιον, διότι ὥσπερ τὸ ἄρτιον πρὸς τῆς διαιρέσεώς ἐστι, τὸ δὲ περιττὸν πρὸς τοῦ ἀδιαιρέτου, οὕτω καὶ ἡ μὲν ὕλη διαιρέσεώς ἐστι καὶ ἀοριστίας αἰτία, πέρατος δὲ καὶ ὅρου τὸ εἶδος. διὰ τοῦτο μὲν οὖν ἄπειρον τὸ ἄρτιον ἔλεγον, διότι τῆς ἐπʼ ἄπειρον τομῆς τὸ ἄρτιον αἴτιον· ἡ γὰρ διχοτομία τὴν ἐπʼ ἄπειρον ποιεῖ τῶν μεγεθῶν τομήν. ἄπειρον δὲ καὶ ἡ ὕλη, διότι τοῖς μεγέθεσι καὶ πᾶσι τοῖς φυσικοῖς τῆς διαστάσεως καὶ ἀοριστίας καὶ τῆς ἐπʼ ἄπειρον τομῆς καὶ πλήθους αὕτη ἐστὶν αἰτία. ὅτι δὲ καὶ ὁ Πλάτων Πυθαγόρειος ὢν τὸ ἄπειρον τὴν ὕλην ἔλεγεν, αὐτῇ λέξει φησὶν ὁ Ἀριστοτέλης· Πλάτων γάρ φησι δύο τὰ ἄπειρα λέγει, τὸ μέγα καὶ τὸ μικρόν. ὅτι δὲ τὴν ὕλην τὸ μέγα καὶ τὸ μικρὸν ἔλεγεν ὁ Πλάτων, σαφῶς εἶπεν ὁ Ἀριστοτέλης καὶ ἐν ἄλλοις πολλοῖς, καὶ ἐν τῷ πρώτῳ βιβλίῳ ταύτης τῆς πραγματείας, τὴν δὲ μονάδα τὸ εἶδος.

Εἰ καὶ μὴ πᾶν ἐστιν ἢ ἄπειρον ἢ πεπερασμένον.

Ἐπειδὴ τὰ ὑποβεβλημένα τῷ φυσικῷ διεῖλεν εἰς τὸ πεπερασμένον καὶ τὸ ἄπειρον, οὐκ ἔστι δὲ καθολικὴ ἡ διαίρεσις ἡ κατὰ στέρησιν καὶ ἕξιν — μόνη γὰρ ἡ κατὰ ἀντίφασιν διαίρεσις ἐπὶ πάντων ἁρμόζει τῶν ὄντων καὶ μὴ ὄντων —, διὰ τοῦτό φησιν ὅτι πάντα τὰ ὑποβεβλημένα τῷ φυσικῷ διαιροῦνται εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον, εἰ καὶ μὴ πάντα τὰ ὄντα ἢ ἄπειρά ἐστιν ἢ πεπερασμένα· ἐν οἷς γὰρ ἀνάγκη πάντως ἢ τὴν ἕξιν ὑπάρχειν ἢ τὴν στέρησιν, ἐν τούτοις ἡ καθʼ ἕξιν καὶ στέρησιν διαίρεσις ἰσοδυναμεῖ τῇ κατʼ ἀντίφασιν διαιρέσει. ὥσπερ εἴ τις εἶπεν ὅτι τῶν ἀνθρώπων οἱ μὲν ὄψιν ἔχουσιν οἱ δὲ τυφλοί εἰσι, περιελάμβανε πάντας τοὺς ἀνθρώπους, διότι πέφυκεν ὁ ἄνθρωπος εὐθὺς ἢ ὄψιν ἔχειν ἢ τυφλότητα καὶ ἰσοδυναμεῖ ἐπὶ τούτων ἡ κατὰ ἕξιν καὶ στέρησιν διαίρεσις τῇ κατὰ ἀντίφασιν, εἰ μέντοι εἶπεν ὅτι τῶν κυνῶν οἱ μὲν ὄψιν ἔχουσιν οἱ δὲ τυφλοί εἰσιν, οὐκέτι περιελάμβανε πάντας τοὺς κύνας ἡ διαίρεσις διὰ τὰ σκυλάκια· οὕτω, φημί, ἐπειδὴ πάντα τὰ ὑποβεβλημένα τῷ φυσικῷ πεφύκασιν εὐθὺς ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι, διὰ τοῦτο εἶπεν ὅτι ἀνάγκη τὰ ὑποβεβλημένα τῷ φυσικῷ ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι, εἰ καὶ μὴ πάντα τὰ ὄντα περιλαμβάνει ἡ διαίρεσις αὕτη.

Οἷον πάθος ἢ στιγμή· τῶν γὰρ τοιούτων ἴσως οὐθὲν ἀναγκαῖον ἐν θατέρῳ τούτων εἶναι.

Πάθος φησὶ λευκότητα ἢ μελανίαν καὶ ἁπλῶς ποιότητα. ταῦτα οὖν οὔτε ἄπειρά ἐστιν οὔτε πεπερασμένα, ἐπειδὴ μηδὲ μεγέθη ὅλως. προσέθηκε δὲ τὸ ἴσως, διότι λέγεταί ποτε πολλὴ καὶ ἡ λευκότης εἶναι καὶ ὀλίγη, ὡς εἴρηται καὶ ἐν Κατηγορίαις, οὐ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τῷ ἐν πολλῇ εἶναι ἐπιφανείᾳ. οὕτως οὖν λέγοιτʼ ἂν καὶ ἄπειρος εἶναι ποιότης ἢ πεπερασμένη, τῷ τὴν ἐπιφάνειαν ἐν ᾗ ὑπάρχει ἢ ἄπειρον εἶναι ἢ πεπερασμένην. λεχθείη δʼ ἂν καὶ τὸ σημεῖον ἄπειρον οὐ τῷ ἀδιεξίτητον εἶναι, ἀλλὰ τῷ πέρας μὴ ἔχειν — αὐτὸ γὰρ πέρας ἐστίν —, ὥσπερ καὶ τὸν κύκλον ἄπειρόν φαμεν τῷ μὴ ἔχειν πέρατα, καὶ «χιτῶνα ἄπειρόν» φασι τὸν μὴ ἔχοντα διαίρεσιν, ἢ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι. ἐν θατέρῳ δὲ τούτων φησὶν ἐν τῷ ἀπείρῳ ἢ τῷ πεπερασμένῳ.

Σημεῖον δὲ ὅτι τῆς ἐπιστήμης ταύτης οἰκεία ἡ θεωρία.

Τῆς φυσικῆς δηλονότι ἐπιστήμης. δείξας δὲ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι οἰκεῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, νῦν δείκνυσι καὶ ἐκ τῆς τῶν παλαιῶν καὶ ἐπισήμων φιλοσόφων χρήσεως.

Οὐ γὰρ χωριστὸν εἶναι λέγουσι τὸν ἀριθμόν.

Οὐ τὸν ἀριθμὸν ἁπλῶς ἔλεγον εἶναι ἄπειρον, ἀλλὰ τὸν ἄρτιον ἀριθμόν. τοῦτον οὖν τὸν ἀριθμὸν οὐ χωριστὸν ποιοῦσι, τουτέστιν οὐκ ἀσώματον οὐδὲ κεχωρισμένον παντελῶς τῶν αἰσθητῶν, ἀλλʼ ἐν αὐτοῖς οἷον στοιχεῖον αὐτῶν ὄντα. καὶ εἶναι δὲ ἔξω τοῦ οὐρανοῦ ἄπειρον. ὡς δὴ ἄπειρόν τι ποιούντων ἔξω τοῦ οὐρανοῦ ἤτοι κενὸν ἢ μᾶλλον ἴσως σῶμα, ὅπερ καί φασιν ἀναπνέοντας ἡμᾶς ζῆν, ὡς καὶ αὐτὸς ἐρεῖ ὁ Ἀριστοτέλης. ᾧ καὶ δῆλον πάλιν συμβολικῶς ταῦτα παρʼ ἐκείνων λέγεσθαι· οὐ γὰρ δὴ τετρῆσθαι τὸν οὐρανὸν ὑπενόουν, καὶ οὕτως ἔξωθεν εἰς τὸν κόσμον εἰσκρίνεσθαι τὸ ἄπειρον, ὅπερ ἀναπνέοντας ἡμᾶς ζῆν, ἀλλὰ τὴν ἄπειρον ἴσως τοῦ δημιουργοῦ ᾐνίττοντο δύναμιν, ἐξ ἧς τὸ εἶναι καὶ τὸ διαμένειν πᾶσιν ὑπάρχει. ἔξω δὲ τοῦ οὐρανοῦ ταύτην εἶναι οὐ τοπικῶς ἀκουστέον, ἀλλʼ οὐσιωδῶς, τουτέστιν ἐξῃρημένην πάσης τῆς σωματικῆς οὐσίας. καὶ ὁ Πλάτων δὲ ἐν ταῖς ἰδέαις ἀποτιθέμενος τὸ ἄπειρον, τὸ κατὰ τὴν δύναμιν δήπου ἄπειρον ἂν λέγοι, τῷ ἔχειν ἐπʼ ἄπειρον δύναμιν προακτικὴν τῶν τῇδε.

Καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον· τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν.

Οἱ Πυθαγόρειοι, φησί, τὸ ἄπειρον τὸ ἄρτιον ἔλεγον· τοῦτο γὰρ αἴτιον ἔλεγον εἶναι τῆς ἀπειρίας τοῖς οὖσι· τὸ μὲν γὰρ περιττὸν περατωτικὸν καὶ ὁριστικὸν τῶν πραγμάτων — οὐ γὰρ δέχεται τὴν διαίρεσιν —, τὸ δὲ ἄρτιον ἄπειρον. τὸ οὖν ἄρτιόν φησιν ἐναπολαμβανόμενον ὑπὸ τοῦ περιττοῦ αἴτιον εἶναι τοῖς οὖσι τῆς εἰς ἄπειρον τομῆς τῶν τε εἰδῶν καὶ τῶν ἀτόμων, καὶ τῆς ἐπʼ ἄπειρον διαιρέσεως τῶν πραγμάτων· τὸ μὲν γὰρ περιττὸν περατοῖ καὶ ὁρίζει, τὸ δὲ ἄρτιον τῆς ἐπʼ ἄπειρον τομῆς αἴτιόν ἐστιν ἀεὶ τὴν διχοτομίαν δεχόμενον. ἔστιν οὖν καὶ ἐκ τούτων σαφὲς ὡς ᾐνίττοντο διὰ μὲν τοῦ ἀρτίου τὴν ὕλην, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος. ὄντος οὖν ἑκάστου εἴδους καθʼ αὑτὸ ἀμεροῦς τε καὶ ἀδιαιρέτου, ὅταν μὲν ἐν τῇ ὕλῃ τοῦτο γένηται καὶ οἷον ἐναπολάβῃ ὁρίσαν αὐτήν, συμβαίνει εἰς πολλὰ ἄτομα καταμερισθῆναι, οὐ διʼ ἑαυτόν — ἁπλοῦς γάρ ἐστι καὶ μονοειδὴς καὶ ἀδιάστατος ὁ τοῦ ἀνθρώπου λόγος τῆς οὐσίας —, ἀλλὰ διὰ τὴν ὕλην ἐν ᾗ γέγονεν· αὕτη γὰρ αἰτία τῆς ἐπʼ ἄπειρον αὐξήσεως τοῦ πλήθους τῶν ἀτόμων τοῦ εἴδους ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὥσπερ εἰ δακτύλιος εἰς κηροὺς ἄλλοτε ἄλλους σφραγίζει. ἔστιν οὖν κἀνταῦθα αἴτιον τῆς ἀπειρίας οὐχὶ τὸ εἶδος ἐν τῷ δακτυλίῳ — ἓν γὰρ τοῦτο καὶ τὸ αὐτό —, ἀλλʼ ἡ ὕλη, τουτέστιν ὁ κηρός, ὃς ἀεὶ ὑπʼ αὐτοῦ ἐναπολαμβανόμενος ὁρίζεται καθʼ αὑτὸν ἀόριστος ὤν.

Σημεῖον δὲ εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο γίνεται τὸ εἶδος, ὁτὲ δὲ ἕν.

Κἀνταῦθα ἐπισημειωτέον ὅτι καὶ αὐτὸς ὁ Ἀριστοτέλης οἶδεν αὐτοὺς συμβολικῶς ταῦτα λέγοντας· ὡς γὰρ δὴ τὸ ἄρτιον, ὅπερ ἔφη ὑπὸ τοῦ περιττοῦ περαίνεσθαι, μὴ ἐπὶ τοῦ κατὰ τοὺς ἀριθμοὺς ἀρτίου καὶ περιττοῦ λεγόντων, ἀλλὰ ἄλλα τινὰ διὰ τούτων σημαινόντων, ἐπήγαγεν ὅτι σημεῖον τῶν εἰρημένων ποιοῦνται τὸ συμβὰν ἐπὶ τῶν ἀριθμῶν, ὡς δὴ ἐκείνων, ὧν τοὺς ἀριθμοὺς σύμβολα εἶναί φασι, μὴ ὄντων ἀριθμῶν, καίτοι γε τὸ περιττὸν ἦν καὶ τὸ ἄρτιον, ὧν τὸ μὲν ἔλεγον πέρας τὸ δὲ ἄπειρον· ἄλλα τινὰ ἄρα διὰ τούτων ᾐνίττοντο. τοῦτο μὲν οὖν εἰς τοσοῦτον, ἵνα δὲ μάθωμεν τὸ λεγόμενον, εἴπωμεν πρότερον τί καλοῦσι γνώμονα οἱ ἀριθμητικοὶ καὶ οἱ γεωμέτραι. ἐὰν λαβὼν τετράγωνον χωρίον διέλῃ τοῦτο εἰς ἴσα τέσσαρα τετράγωνα, τὰ τρία τετράγωνα σχῆμα ποιοῦντα ἐοικὸς τῷ Γ στοιχείῳ γνώμων ὑπὸ τῶν γεωμετρῶν καλεῖται, ὅστις γνώμων περιτιθέμενος τῷ λοιπῷ τετραγώνῳ αὔξει μὲν αὐτό, ὡς ἐν Κατηγορίαις εἴρηται, ἀλλοιότερον δὲ οὐ ποιεῖ· διὰ τοῦτο γὰρ καὶ γνώμων προσηγορεύθη, ὅτι περιτιθέμενος τοῖς τετραγώνοις φυλάττει τὸ αὐτὸ εἶδος. οὐ μόνον δὲ ἐπὶ τετραγώνων ὁ γνώμων τὸ αὐτὸ φυλάττει εἶδος, ἀλλὰ καὶ ἐπὶ παντὸς παραλληλογράμμου· ἔστι γὰρ γνώμων, ὡς ὁ γεωμέτρης ὁρίζεται, παντὸς παραλληλογράμμου τῶν περὶ τὴν διάμετρον παραλληλογράμμων ἓν ὁποιονοῦν σὺν τοῖς δύο παραπληρώμασιν, ὅσπερ περὶ τὸ αὐτὸ εἶδος περιτιθέμενος ἀεὶ τὸ αὐτὸ φυλάττει. καὶ οἱ ἀριθμητικοὶ δὲ γνώμονας καλοῦσι πάντας τοὺς περιττοὺς ἀριθμοὺς διὰ τὴν αὐτὴν αἰτίαν. ἐὰν γὰρ συνθῇς ἀπὸ μονάδος ἐφεξῆς πάντας τοὺς περιττοὺς ἀριθμούς, οἷον αʹ γʹ εʹ ζʹ θʹ ιαʹ ιγʹ, καὶ τοῦτο ἐπʼ ἄπειρον, εἶτα ἀρξάμενος συνθῇς τὸν γʹ τῇ μονάδι, ποιεῖς τετράγωνον ἀριθμὸν τὸν δʹ — τετράγωνος δὲ καὶ ἡ μονάς· ἅπαξ γὰρ ἡ μία πάλιν μίαν ποιεῖ —, εἶτα τῷ δʹ ἐπισυνθεὶς τὸν εʹ ποιεῖς τὸν θʹ πάλιν τετράγωνον, καὶ τούτῳ τὸν ζʹ ποιεῖς τὸν ιϛʹ, καὶ τούτῳ τὸν θʹ ποιεῖς τὸν κεʹ, καὶ τούτῳ τὸν ιαʹ ποιεῖς τὸν λϛʹ, καὶ οὕτως ἐπʼ ἄπειρον τοὺς ἐφεξῆς περιττοὺς τοῖς γινομένοις συντιθεὶς τὸ αὐτὸ εἶδος φυλάττεις τῶν τετραγώνων. καὶ ἄλλην δὲ γένεσιν τῶν τετραγώνων παραδιδόασιν, εἰ καὶ τοῦ προκειμένου μικρὸν παρεκβαίνομεν, τὴν λεγομένην κατὰ δίαυλον, οὐ μόνον τὴν γένεσιν τὴν τῶν τετραγώνων ἀριθμῶν ἡμᾶς διδάσκουσαν, ἀλλὰ καὶ τὴν πλευρὰν ἀφʼ ἧς ἕκαστος ἀναγράφεται. ἐκθοῦ γὰρ τὸ χῦμα τῶν ἀριθμῶν ἀπὸ μονάδος καὶ ἐπʼ ἄπειρον, εἶτα ἀρξάμενος ἀπὸ μονάδος καὶ συντιθεὶς τοῖς ἐφεξῆς ἀναπόδιζε μέχρι τῆς μονάδος, καὶ πάντας τοὺς γινομένους τετραγώνους εὑρήσεις, οἷον αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ καὶ ἐπʼ ἄπειρον· σύνθες τὴν μονάδα τῇ δυάδι, καὶ ἀνακάμψας ἐπισύνθες τὴν μονάδα, καὶ ποιεῖς τὸν δʹ τετράγωνον· πάλιν ἀρξάμενος μέχρι τοῦ γʹ καὶ ἀνάκαμψον πάλιν μέχρι τῆς μονάδος, καὶ ποιεῖς τὸν θʹ. καὶ τὸν ἀριθμὸν μέχρις οὗ ποιεῖς τὴν σύνθεσιν, τοῦτον εὑρήσεις πλευρὰν τοῦ γενομένου τετραγώνου· ὁ γὰρ βʹ τοῦ δʹ πλευρά, ὁμοίως τοῦ θʹ ὁ γʹ — ἕως γὰρ τοῦ γʹ συνθέντες ἀνεποδίσαμεν —, καὶ οὕτως ἐπʼ ἄπειρον. τοῦτο μὲν οὖν ἔξω τοῦ προκειμένου, ὃ δέ φησιν ἐνταῦθα, τοῦτό ἐστιν· ὅτι, φησί, τὸ μὲν ἄρτιον ἄπειρον ὄν, ὅταν συμπλακῇ τῷ περιττῷ, ἀπειρίας αἴτιον γίνεται καὶ τοῖς ἐξ αὐτῶν γινομένοις, τὸ δὲ περιττὸν διὰ τὸ περατωτικὸν εἶναι καὶ πέρας ὁρισμοῦ καὶ ταυτότητος αἴτιον γίνεται τοῖς ἐξ αὐτοῦ, σημεῖον τὸ ἐπὶ τῶν ἀριθμῶν τούτων τῶν δακτυλικῶν συμβαῖνον. ἐὰν γὰρ ἀπὸ μονάδος καὶ ἐφεξῆς πάντας τοὺς περιττοὺς ἐπισυνθῇς ἀλλήλοις, οὓς καὶ γνώμονας καλεῖ, ἀεὶ τοὺς γινομένους τετραγώνους εὑρήσεις — οὕτως ὁρισμοῦ τινος καὶ ἑνότητος τὸ περιττὸν αἴτιον, ὅθεν καὶ πέρας αὐτὸ ἐκάλουν —, ἐὰν δὲ τοὺς ἀρτίους ἐπισυνθῇς τῇ τε μονάδι καὶ ἐφεξῆς πᾶσιν εἴτε ἀρτίοις εἴτε περιττοῖς, οὐδέποτε τὸ αὐτὸ εἶδος ποιήσεις, ἀλλʼ ὁδεύσεις ἐπʼ ἄπειρον τῇ ἐξαλλαγῇ τῶν γινομένων ἀριθμῶν· σύνθες γὰρ τὴν μονάδα τῇ δυάδι καὶ ποιήσεις τρίγωνον, καὶ τούτῳ τὸν δʹ καὶ ποιήσεις ἑπτάγωνον, τούτῳ τὸν ϛʹ καὶ πάλιν ἕτερον εἶδος. οὐ μόνον δὲ ἑαυτοῖς ἐπισυντιθέμενοι οἱ ἄρτιοι ἀόριστα γεννῶσι καὶ ἄπειρα, ἀλλὰ καὶ τοῖς περιττοῖς. οὕτως ἄρα τὸ ἄρτιον πρὸς τῆς ἀπειρίας ἐστὶ καὶ τοῦ ἀορίστου, τὸ δὲ περιττὸν πρὸς τοῦ ὅρου καὶ τοῦ πέρατος· καλῶς οὖν ἄπειρον τὸ ἄρτιον ἐκάλουν. ἔχει δὲ ἡ λέξις ἀσάφειάν τινα διὰ τὴν συντομίαν.

Περιτιθεμένων γάρ, φησί, τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἀεὶ ἄλλο γίνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν. τῶν γνωμόνων, φησίν, ἢ περὶ τὸ ἓν συντιθεμένων ἀεί, ἢ κατὰ τὸν εἰρημένον ἡμῖν τρόπον ἀεὶ ἀλλήλοις ἐπισυντιθεμένων, ἓν ἀεὶ καὶ τὸ αὐτὸ γίνεται εἶδος. εἰ δὲ χωρὶς συντεθῶσι, τουτέστι μὴ ἑαυτοῖς ἐπισυντεθῶσιν ἀλλὰ τοῖς ἀρτίοις, οὐδέποτε τὸ αὐτὸ εἶδος γενήσεται, ὡς εἴπομεν. τὸν βʹ σύνθες τῇ μονάδι, εἶτα τῷ γʹ, εἶτα τῷ εʹ, ἤγουν ἕνα τῶν γνωμόνων ἀεὶ τοῖς ἐφεξῆς ἀρτίοις οἷον τὸ γʹ τῷ βʹ καὶ δʹ καὶ ϛʹ· κατʼ οὐδένα γὰρ τρόπον ὡρισμένον τι εἶδος γίνεται, ἀλλʼ ἐπʼ ἄπειρον ἡ ἐξαλλαγὴ ὁδεύει. καλῶς ἄρα εἴπομεν ὅτι τὸ ἄρτιον ἐναπολαμβανόμενον ὑπὸ τοῦ περιττοῦ καὶ περαινόμενον παρέχει τοῖς οὖσι τὴν ἀπειρίαν· δεῖ μὲν γὰρ διὰ τὴν εἰδοποιίαν τῆς συμπλοκῆς, τῆς δὲ ἀπειρίας μόνως τὸ ἄρτιον αἴτιον, ὡς δέδεικται.

Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.

Διὰ τοῦτο δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, διότι ἐν τῇ τῶν μεγεθῶν διχοτομίᾳ τὸ μὲν τῶν μορίων ἐπʼ ἄπειρον αὔξεται, τὸ δὲ ἕτερον ἐπʼ ἄπειρον μειοῦται. τούτου δὲ τοῖς μεγέθεσι τὴν ὕλην αἰτίαν εἶναι ἔλεγεν, ἣν καὶ μέγα καὶ μικρὸν ἐκάλει διʼ αὐτὸ τοῦτο, διὰ τὸ τούτων αἰτίαν εἶναι· πρώτως γὰρ ἐν αὐτῇ τὸ εἶδος γενόμενον εὐθὺς τὴν κατὰ τὸ μικρὸν καὶ μέγα ἴσχει διαφοράν.

Οἱ δὲ περὶ φύσεως πάντες ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων.

Ἀντιδιαστέλλει τοὺς φυσικοὺς τοῖς Πυθαγορείοις καὶ Πλάτωνι μᾶλλον περὶ θεολογίαν ἐσχολακόσι. πάντες οὖν οἱ φυσικοί, φησίν, οὐκ οὐσίαν εἶναι τὸ ἄπειρον ὑποτίθενται, ἀλλὰ συμβεβηκὸς μὲν εἶναι τὸ ἄπειρον ἑτέραν δὲ οὐσίαν ὑποκεῖσθαι τούτῳ, ἄλλος δὲ ἄλλην ὑπετίθετο, ἣν καὶ ἀρχὴν τῶν ὄντων ὑπενόει. κοινὸν οὖν αὐτοῖς τό τε συμβεβηκὸς καὶ μὴ οὐσίαν εἶναι λέγειν τὸ ἄπειρον, καὶ διὰ τοῦτο μὴ καθʼ αὑτὸ ἀρχὴν λέγειν αὐτὸ ἀλλὰ κατὰ συμβεβηκός· ἀρχὴ γὰρ ἑκάστῳ καθʼ αὑτὸ ἄλλη, ἤτοι ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ ἕτερόν τι, τῇ δὲ ἀρχῇ συμβεβηκέναι τὸ ἄπειρον ὑπέθεντο διὰ τὴν ἀειγενεσίαν. ἡ μὲν οὖν κοινὴ τῶν φυσικῶν δόξα περὶ τοῦ ἀπείρου αὕτη, τίς δὲ ἡ πρὸς ἀλλήλους αὐτῶν διαφορά, ἐφεξῆς δείκνυσι, καὶ τέως ἄλλος ἄλλην ὑπέθετο ὑποκειμένην τῷ ἀπείρῳ οὐσίαν.

Τῶν δὲ πεπερασμένα ποιούντων τὰ στοιχεῖα οὐδεὶς ἄπειρα ποιεῖ.

Οὐδείς, φησί, τῶν ὑποθεμένων πλείονα εἶναι τὰ στοιχεῖα πεπερασμένα δὲ κατὰ ἀριθμόν, οἷον Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα, ἄπειρα κατὰ μέγεθος ποιεῖ οὔτε ἓν οὔτε πλείονα· εὔηθες γὰρ τοῦτο καὶ ἀδύνατον. εἴτε γὰρ ἓν εἴη ἄπειρον, τὸν πάντα καθέξει τόπον καὶ τοῖς ἄλλοις οὐ δώσει χώραν εἰς τὸ εἶναι, εἴτε πλείω εἴη ἄπειρα, ἔτι ἀτοπωτέρα ἡ ὑπόθεσις· εἰ γὰρ ἓν οὐ δυνατὸν ἄπειρον εἶναι πλείονων ὄντων τῶν στοιχείων, πολλῷ δήπου πλείονα εἶναι ἄπειρα ἀδύνατον.

Ὅσοι δὲ ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας.

Οἱ ἀριθμῷ, φησίν, ἄπειρα ποιοῦντες τὰ στοιχεῖα — οὗτοι δὲ ἦσαν Ἀναξαγόρας τε καὶ οἱ περὶ τὸν Δημόκριτον, ὁ μὲν ἀπείρους εἶναι λέγων τὰς ὁμοιομερείας οἱ δὲ τὰς ἀτόμους — διαφέρουσι τῶν ἓν μὲν ὑποτιθεμένων τὸ στοιχεῖον ἄπειρον δὲ τῷ μεγέθει — οὗτοι δὲ ἦσαν οἱ εἴτε τὸ ὕδωρ ἢ τὸν ἀέρα ἢ τὸ μεταξὺ ὑποτιθέμενοι —, τῷ τοὺς μὲν συνεχὲς ποιεῖν τὸ ἄπειρον, ἐπεὶ καὶ ἕν τι σῶμα, τοὺς δὲ τῇ ἁφῇ τὸ ἄπειρον ποιεῖν· ἀπείρων γὰρ οὐσῶν τῶν ὁμοιομερειῶν κατὰ ἀριθμὸν συμβαίνει ἁπτομένων αὐτῶν ἕν τι κατὰ τὴν ἔκτασιν καὶ ἄπειρον γενέσθαι σῶμα. πανσπερμίαν δὲ τῶν σχημάτων φησίν, ὅτι τὰς ἀτόμους οἱ περὶ Δημόκριτον οὐ μόνον κατὰ τὸν ἀριθμὸν εἶναι ἔλεγον, ἀλλὰ καὶ τοῖς σχήμασιν ἀπείρους.

Καὶ οἱ μὲν ὁτιοῦν μόριον εἶναι μῖγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γινόμενον.

Δημόκριτος καὶ Ἀναξαγόρας διαφέροντες τῶν ἄλλων φυσικῶν τῷ ἐκείνους μὲν συνεχὲς εἶναι λέγειν τὸ ἄπειρον, τούτους δʼ ἐξ ἁπτομένων ἀπείρων κατὰ ἀριθμὸν συγκεῖσθαι, ὡς συμβαίνειν αὐτοῖς ἄρχεσθαι μὲν ἐκ τοῦ κατʼ ἀριθμὸν ἀπείρου, τελευτᾶν δὲ εἰς τὸ κατὰ μέγεθος ἄπειρον, κοινωνοῦντες οὖν κατὰ τοῦτο, διαφέρουσι τῷ τὸν μὲν Ἀναξαγόραν ἐξ ἀλλήλων γεννᾶν τῇ ἐκκρίσει τὰς ὁμοιομερείας, Δημόκριτον δὲ μὴ ἐξ ἀλλήλων γεννᾶν τὰς ἀτόμους. καὶ οἱ μὲν ὁτιοῦν μόριον εἶναι μῖγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γινόμενον. ὁ δὲ Ἀναξαγόρας, φησίν, ὥσπερ ἐν τῷ ὅλῳ κατὰ ἀρχὰς πάντα μεμῖχθαι ἔλεγε, καὶ εἶναι οἷον μίαν ὁμοιομέρειαν μεγάλην ἔχουσαν πάντα ἐν ἑαυτῇ, οὕτω καὶ ἐν ἑκάστῳ τῶν κατὰ μέρος πάντα ἐνυπάρχειν ἔλεγεν. εἰς ταύτην δέ, φησί, τὴν δόξαν ἠνέχθη διὰ τὸ ὁρᾶν πάντα ἐκ πάντων γινόμενα, γίνεσθαι δὲ μηδὲν ἐκ τοῦ μὴ ὄντος, μήτε ἐξ ὄντος μὲν ἑτεροειδοῦς δέ, ἀλλὰ τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου· ὥστε ἐνυπῆρχεν ἐν τῇδε τῇ σαρκὶ πάντα κατʼ ἐνέργειαν, καὶ ἐκκρίνεται ἐξ αὐτῆς ὅπερ ἂν τύχῃ πρότερον ἐπιτηδείως ἔχον πρὸς τὴν ἔκκρισιν. ἔνθεν γάρ, φησίν, ἔοικε καὶ ὁμοῦ πάντα ἐν πᾶσιν εἶναί ποτε ἀποφήνασθαι. εἰ γὰρ ἥδε ἡ σάρξ, φησί, καὶ τόδε τὸ ὀστοῦν ἐκ πάντων ἂν γένοιτο καὶ ἐξ αὐτῆς πάντα, καὶ ὁτιοῦν ἐξ ὁτουοῦν γένοιτʼ ἄν. ὥστε πάντα ἐκ πάντων. εἰ δὲ πάντα ἐκ πάντων, ἔστι δὲ οὐ μόνον ἀρχὴ τῆς διακρίσεως τοῦδε τοῦ ὀστοῦ καὶ τῆσδε τῆς σαρκός, ἀλλὰ καὶ πάντων τῆς διακρίσεως ἔστιν ἀρχή, ἔοικεν ἄρα πάντα ἐν πᾶσιν εἶναι πρὶν ἄρξασθαι διακρίνεσθαι. εἰ γὰρ πάντων τῆς διακρίσεως ἔστιν ἀρχή, πᾶν δὲ ἐκ παντὸς διακρίνεσθαι πέφυκε, πρὶν ἄρα ἀρχὴν λαβεῖν τῆς διακρίσεως τὰ πράγματα, ὁμοῦ πάντα ἦν· πᾶσα γὰρ διάκρισις ἀπό τινος χρόνου ἤρξατο. ὅτι δὲ καὶ πάσης διακρίσεως ἔστιν ἀρχή, ἐφεξῆς κατασκευάζει ὡς ἐκ προσώπου Ἀναξαγόρου, τὰ μὲν λαμβάνων ὁμολογούμενα ἐκ τῆς αὐτοῦ δόξης, τὰ δὲ κατὰ τὸ ἀκόλουθον ἐκ τῶν εἰλημμένων συλλογιζόμενος. δόξειε δὲ ἐναντίον τι λέγειν ἐνταῦθα ὁ Ἀριστοτέλης τοῖς ἐν τῷ πρώτῳ λόγῳ εἰρημένοις περὶ Ἀναξαγόρου· ἐκεῖ μὲν γὰρ ἔλεγε βούλεσθαι μὲν τὸν νοῦν διακρῖναι τὰς ὁμοιομερείας, μὴ δύνασθαι δέ, διὸ καὶ ἀνόητον ἔλεγεν εἶναι τὸν νοῦν τοῖς ἀδυνάτοις ἐπιχειροῦντα, ἐνταῦθα δέ φησιν ἐξ ἀρχῆς τινος ἄρξασθαι τὸν νοῦν διακρίνειν τὰς ὁμοιομερείας. λέγομεν οὖν ὅτι οὐκ εἰσὶ ταῦτα ἐναντία· ἐκεῖ μὲν γὰρ περὶ ἑκάστης τῶν κατὰ μέρος ὁμοιομερειῶν ἔλεγεν ὅτι οὐ δύναται εἰλικρινῶς ἑκάστην διακρῖναι ὁμοιομέρειαν, οἷον σαρκός, μηδὲν ἔχουσαν ἐν αὑτῇ ἑτέρας οὐσίας, ἐνταῦθα δέ φησιν ὅτι τὴν μίαν καὶ ἄπειρον τῷ μεγέθει ὁμοιομέρειαν, ἐν ᾗ πάντα ἦν τὰ ὄντα, διʼ ἣν καὶ ἔλεγε τὸ «ἦν ὁμοῦ πάντα χρήματα», διακρίνει εἰς μερικὰς ὁμοιομερείας, οὐκ εἰλικρινεῖς, ἀλλὰ πάντα καὶ αὐτὰς ἐχούσας, φαινομένην δὲ καὶ ὀνομαζομένην ἀπὸ τοῦ ἐπικρατοῦντος.

Ἐπεὶ γὰρ τὸ γινόμενον ἐκ τοῦ τοιούτου γίνεται σώματος, πάντων δέ ἐστι γένεσις.

Βούλεται κατασκευάσαι ὅτι καὶ ἀρχὴ τῆς διακρίσεως ἔστι πάντων, καὶ πρὶν διακριθῇ, πάντα ἦν ἐν πᾶσι. λαμβάνει οὖν ὅτι πᾶν τὸ γινόμενον ἐκ τοῦ ὁμοίου γίνεται — τοῦτο γάρ ἐστι τὸ ἐκ τοῦ τοιούτου — καὶ ὅτι πάντων ἐστὶ γένεσις, οὐχ ἅμα δέ, ἀλλὰ τοῦδε πρὸ τοῦδε, ὅπερ ἂν ἐπιτηδειότερον ἦν πρὸς ἔκκρισιν. δεῖ δέ, φησί, καὶ ἀρχήν τινα τῆς γενέσεως ποιητικὴν εἶναι, αὕτη δέ ἐστι κατʼ Ἀναξαγόραν ὁ νοῦς· εἰ οὖν μηδέν ἐστιν ἀγένητον, τὸ δὲ τῆς γενέσεως αἴτιον ὁ νοῦς ἀπό τινος ἀρχῆς ἤρξατο διακρίνειν τὰ πράγματα, ἀρχὴ ἄρα ἔστι τῆς διακρίσεως ἁπάντων. ἀλλὰ μὴν καὶ πᾶν ἐκ παντὸς γίνεται, ἀδύνατον δὲ τὸ γινόμενον μὴ ἐκ τοῦ ὁμοίου γενέσθαι, ἀνάγκη ἄρα πᾶν ἐν παντὶ εἶναι, ἵνα οὕτως τὸ πᾶν ἐκ παντὸς ἐκκρίνηται. πρὶν δὲ ὁ νοῦς ἄρξηται διακρίνειν, οὐδὲν ἦν διακεκριμένον· οὐδὲν γὰρ ἄλλο τι διακρίσεως αἴτιον ἢ ὁ νοῦς· ἀνάγκη ἄρα ὁμοῦ πάντα εἶναι. εἰ γὰρ ὁ νοῦς μὲν τῆς διακρίσεως τῶν πραγμάτων αἴτιος, μὴ πᾶν δὲ ἐκ παντὸς ἐπεφύκει γίνεσθαι, οὐκ ἦν ποτε ὁμοῦ πάντα, εἴτε ἐπεφύκει μὲν πᾶν ἐκ παντὸς γίνεσθαι, μὴ ὁ νοῦς δὲ μόνος αἴτιος ἦν τῆς διακρίσεως, οὐδὲ οὕτως ἦν ἀνάγκη πάντα ἐν πᾶσιν εἶναι, δυνατὸν δὲ καὶ ἄλλως κατὰ μικρὰς ὁμοιομερείας διῃρῆσθαι τὸ πᾶν, ὥσπερ καὶ νῦν.

Ἀλλʼ ὅμως γε αὐτῷ τὸ κοινὸν σῶμα ἓν πάντων ἐστὶν κατὰ τὰ μόρια καὶ σχήματι διαφέρον.

Ὁ Δημόκριτος, φησί, τὰ πρῶτα σώματα λέγω δὴ τὰς ἀτόμους ἀγενήτους φησίν — οὐδὲν γὰρ ἐκ τοῦ ἑτέρου γίνεται, οἷον ἡ σφαιρικὴ ἐκ τῆς πυραμοειδοῦς —, μίαν μέντοι κοινὴν φύσιν σώματος ὑποτίθησι τοῖς σχήμασι πᾶσι, τούτου δὲ μόρια εἶναι τὰς ἀτόμους μεγέθει καὶ σχήματι διαφερούσας ἀλλήλων· οὐ μόνον γὰρ ἄλλο καὶ ἄλλο σχῆμα ἔχουσιν, ἀλλʼ εἰσὶν αὐτῶν καὶ αἱ μὲν μείζους αἱ δὲ ἐλάττους.

Εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες.

Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, ἔκ τε τοῦ τὰ ὑποβεβλημένα τῷ φυσικῷ πράγματα διαιρεῖσθαι εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον, καὶ ἐκ τοῦ πάντας τοὺς παλαιοτέρους μὴ μόνον ὑποθέσθαι εἶναι τὸ ἄπειρον, ἀλλὰ καὶ ἀρχὴν αὐτὸ εἶναι τῶν ὄντων, νῦν βούλεται δεῖξαι ὅτι εὐλόγως, ὑποθέμενοι εἶναι τὸ ἄπειρον, ἀρχὴν αὐτὸ ὑπέθεντο εἶναι· εἰ γὰρ ὅλως ἔστιν, ἀδύνατον μὴ ἀρχὴν αὐτὸ εἶναι. ἀνάγκη γὰρ εἰ ἔστιν, ἢ μάτην εἶναι ἢ ἕνεκά του. μάτην μὲν οὖν οὐκ ἔστι· τὰ γὰρ μάτην σπάνια, τὸ δὲ ἄπειρον τῶν ἀεὶ ὡσαύτως ἐχόντων — καὶ γὰρ ἄφθαρτον καὶ ἀγένητον· οὐκ ἄρα μάτην, ἀλλʼ ἕνεκά του. ἀλλʼ εἰ ἕνεκά του, ἢ ἀρχὴ ἔσται ἢ ἐξ ἀρχῆς· ἕκαστον γὰρ τῶν ὄντων ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς. ἐὰν οὖν δείξω ὅτι ἀδύνατον αὐτὸ ἐξ ἀρχῆς εἶναι, λείπεται ἀρχὴν αὐτὸ ὑποτίθεσθαι. ἡ δὲ ἀρχὴ λέγεται πολλαχῶς· λέγεται γὰρ καὶ κατὰ μέγεθος ἀρχή, οἷον ἀρχὴ τοῦ πλοίου ἡ πρύμνα ἢ ἡ τρόπις, καὶ τῆς οἰκίας οἱ θεμέλιοι, λέγεται δὲ καὶ κατὰ χρόνον ἀρχή, οἷον ἀρχὴ τοῦ πολέμου ἥδε ἡ ἡμέρα, λέγεται δὲ καὶ πραγματικὴ ἀρχή, αἵ τε στοιχειώδεις, ἡ ὕλη φημὶ καὶ τὸ εἶδος, καὶ αἱ λοιπαὶ δύο, τὸ ποιητικὸν καὶ τὸ τελικόν. φημὶ οὖν κατʼ οὐδὲν τῶν τῆς ἀρχῆς σημαινομένων δύνασθαι ἀρχὴν ἔχειν τὸ ἄπειρον. καὶ ἴδωμέν γε πρῶτον ἐπὶ τῆς κατὰ μέγεθος ἀρχῆς. εἰ γὰρ ἔχοι τὴν κατὰ μέγεθος ἀρχὴν τὸ ἄπειρον, εὐθὺς ἕξει καὶ πέρας — ἡ γὰρ ἀρχὴ καὶ πέρας ἐστίν —, ὥστε οὐκέτι ἂν εἴη ἄπειρον· ἄπειρον γάρ φαμεν τὸ ἐστερημένον πέρατος· κατὰ στέρησιν γὰρ τοῦ πέρατος λέγεται. δῆλον δέ που πάντως, ὅτι οὐ ταὐτὸν πέρας εἰπεῖν καὶ ἀρχὴν εἰπεῖν ἢ τέλος· ἡ μὲν γὰρ ἀρχὴ πρὸς τέλος, τὸ δὲ πέρας οὐ πρὸς ἀρχὴν οὐδὲ πρὸς τέλος, ἀλλὰ πρὸς τὸ περατούμενον. ἐπιφανείας γὰρ πέρατα γραμμαί, καὶ γραμμῆς πέρατα σημεῖα, καὶ τὰ μὲν πέρατα φύσει ἐστίν, ἀρχὴ δὲ καὶ τέλος οὐ πάντως φύσει, ἀλλὰ θέσει· τὴν γὰρ τῆς εὐθείας ἀρχὴν ἐξόν μοι ἀφʼ οἵου θέλω πέρατος ποιήσασθαι, καὶ πέρας μὲν ὁμοίως καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος, οὐ μέντοι τὸ πέρας πάντως ἀρχὴ ἢ τέλος. ὅτι μὲν οὖν τὴν κατὰ μέγεθος ἀρχὴν οὐχ ἕξει τὸ ἄπειρον, πρόδηλον· δειχθήσεται δὲ ὅτι οὐδὲ τὴν κατὰ χρόνον, διότι μηδὲ τὴν πραγματειώδη. ἵνα οὖν τοῦτο δείξωμεν, προσλάβωμεν ἐκεῖνο· «πᾶν ὃ κατʼ οὐσίαν ἐστὶ γενητόν, εἰ τὴν χρονικὴν ἀρχὴν ἔχοι, ἀνάγκη πᾶσα καὶ τὴν πραγματειώδη ἀρχὴν ἔχειν.» ὥστε τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ· «πᾶν ὃ μὴ ἔχει τὴν πραγματειώδη ἀρχὴν ἐξ ἀνάγκης οὐδὲ τὴν χρονικὴν ἕξει.» ἐὰν οὖν δείξωμεν, ὅτι οὐ δύναται ἔχειν τὸ ἄπειρον τὴν πραγματειώδη ἀρχήν, οὐδὲ τὴν χρονικὴν ἕξει δηλονότι· δέδεικται δὲ ὅτι οὐδὲ τὴν κατὰ μέγεθος ἔχειν δυνατόν· οὐδαμῶς ἄρα ἀρχὴν ἕξει τὸ ἄπειρον. ἀνάγκη δὲ ἦν αὐτὸ ἢ ἀρχὴν ἢ ἐξ ἀρχῆς εἶναι· μόνως ἄρα ἀρχὴ τὸ ἄπειρον. εἶπον δὲ τὸ κατʼ οὐσίαν, διότι τὰ μὴ ὡς οὐσία γινόμενα, ἀλλὰ ἀλλοιούμενα, οὐ πάντως ἔχει τὴν πραγματικὴν ἀρχήν, εἴ γε ἔστι καὶ ἀθρόα μεταβολή, τὰ μέντοι κατʼ οὐσίαν γινόμενα, εἰ χρονικὴν ἕξει τὴν ἀρχήν, πάντως καὶ τὴν πραγματειώδη ἔχει· οὐδεμία γὰρ οὐσία ἀθρόαν ἔχει τὴν γένεσιν, ἀλλὰ ἄλλο πάντως πρὸ ἄλλου γίνεται ἐν ταῖς κατʼ οὐσίαν γενέσεσι. πρότερον γὰρ γίνεται τὸ σπέρμα, ὅπερ τοῦ ὅλου ζῴου ὕλη ἐστίν, εἶτα ἐκ τούτου σὰρξ καὶ ἐφεξῆς ἄλλο πρὸ ἄλλου· καὶ δεῖ γε κατεργασθῆναι τὴν ὕλην πρότερον καὶ εὐεργὸν καὶ ἐπιτηδείαν γενέσθαι. ὥστε καλῶς εἴρηται τὰ κατʼ οὐσίαν γινόμενα, εἰ κατὰ χρόνον γίνοιντο, πάντως ἔχειν καὶ τὴν πραγματειώδη ἀρχήν, οὔτε δὲ εἰ τὴν πραγματειώδη ἔχει, ἕπεται τὸ καὶ τὴν κατὰ χρόνον ἔχειν, ὡς δηλοῖ τὰ οὐράνια, εἴ γέ ἐστιν ἀίδια· οὕτως εἰ μὴ ἔχοι τὴν κατὰ χρόνον, τὸ μηδὲ τὴν πραγματειώδη ἔχειν ἀκολουθεῖ. πόθεν οὖν ὅτι οὐκ ἔχει τὴν πραγματειώδη ἀρχὴν τὸ ἄπειρον; τούτου γὰρ δεδειγμένου ἔχομεν ὅτι οὐδὲ τὴν χρονικὴν ἔχει· τεσσάρων γὰρ οὐσῶν ἀρχῶν, ἐὰν δείξω ὅτι ἀδύνατον τὴν ὑλικὴν καὶ τὴν εἰδικὴν ἀρχὴν ἔχειν τὸ ἄπειρον, ἔχομεν συναποδεδειγμένον ὅτι οὐδὲ τὴν τελικὴν οὐδὲ τὴν ποιητικήν. ὅτι μὲν οὖν οὐκ ἔχει τὴν ὑλικὴν ἀρχὴν τὸ ἄπειρον, δείξωμεν οὕτως. εἰ ἕξει ὕλην τὸ ἄπειρον, ἢ πεπερασμένη ἐξ ἀνάγκης ἔσται ἢ ἄπειρος· εἰ μὲν οὖν πεπερασμένη, καὶ τὰ ἐξ αὐτῆς συγκείμενα πεπερασμένα ἔσται — οὐδὲν γὰρ πεπερασμένην ἔχον ὕλην ἄπειρόν ἐστιν —, εἰ δὲ ἄπειρος ἡ ὕλη, ἔχομεν ὅτι ἀρχὴ τὸ ἄπειρον καὶ ἐξ αὐτοῦ τὰ ἄλλα, οὐκ αὐτὸ ἐκ τῶν ἄλλων. κἂν ἔχοι δέ τι τὸ ἄπειρον, οὐ διʼ αὑτὸ ἕξει, ἀλλὰ τῷ τὴν ἀρχὴν αὐτοῦ ἐξ ἧς συνέστηκεν ἄπειρον εἶναι. οὐκ ἄρα δυνατὸν ὑλικὴν ἔχειν ἀρχὴν τὸ ἄπειρον· εἴτε γὰρ ἄπειρος εἴη, τὸ ζητούμενον ἔχομεν ὅτι ἀρχὴ τὸ ἄπειρον, εἴτε πεπερασμένη, καὶ τὸ ἐξ αὐτῆς πεπερασμένον ἔσται. ἀλλʼ οὐδὲ εἰδικὴν ἀρχὴν ἔχειν δύναται· πρῶτον γὰρ ἀεὶ τὸ εἶδος περατωτικὸν καὶ ὁριστικὸν τῶν πραγμάτων ἀόριστον δὲ τὸ ἄπειρον, ἔπειτα τὸ εἶδος ἢ ἄπειρον ἔσται ἢ πεπερασμένον, καὶ πάλιν τὰ αὐτὰ ἕψεται. οὐκ ἄρα οὐδὲ εἰδικὴν ἀρχὴν ἔχειν δύναται τὸ ἄπειρον. εἰ δὲ ταύτας οὐχ ἕξει, οὐδὲ τὴν ποιητικὴν καὶ τελικήν· τὸ γὰρ ποιητικὸν εἴ τι ποιεῖ, εἰς ὕλην καὶ εἶδός τι ποιεῖ· εἰ τοίνυν οὐκ ἔχει εἶδος οὐδὲ ὕλην, οὐδὲ ποιητικὸν ἕξει αἴτιον — νῦν δὲ δῆλον ὅτι ἐπὶ φυσικῶν τὸν λόγον σκοποῦμεν, ἃ πάντως ἐξ ὕλης ἐστί —, διʼ αὐτὸ δὲ τοῦτο οὐδὲ τελικὸν ἕξει, διότι τὸ εἶδος πρὸς τὸ τέλος ἐστὶ καὶ ταὐτὸν τῷ εἴδει τὸ τέλος κατὰ τὸ ὑποκείμενον, ὡς εἴρηται ἔμπροσθεν. ὥστε εἰ ἀδύνατον ἔχειν τὸ ἄπειρον τὴν πραγματειώδη ἀρχήν, οὐδὲ τὴν χρονικὴν ἕξει· ὅλως ἄρα ἀρχὴν οὐχ ἕξει. λείπεται οὖν αὐτὸ ἀρχὴν εἶναι.

Τὰ μὲν οὖν δεικνύντα ὅτι ἀρχὴ τὸ ἄπειρον καὶ ὅτι οὐ δυνατὸν ἀρχὴν αὐτὸ ἔχειν, ταῦτα. ἔχει δὲ ἀπορίαν ὁ λόγος· πρῶτον μὲν πῶς ἔφη τὴν ὕλην τοῦ ἀπείρου ἐξ ἀνάγκης ἢ πεπερασμένην εἶναι ἢ ἄπειρον; εἰ γὰρ δεῖ τὴν ὕλην παντελῶς ἀνείδεον εἶναι ἀμεγέθη τε καὶ ἄποσον, οὔτε πεπερασμένη δηλονότι ἔσται οὔτε ἄπειρος, ἀλλʼ ἐκφεύξεται τὴν διαίρεσιν, ὥσπερ οὐδὲ τὸ σημεῖον ἀνάγκη ἢ πεπερασμένον εἶναι ἢ ἄπειρον· οὐ γὰρ κατὰ ἀντίφασιν ἡ διαίρεσις. πῶς δὲ εἰ ὅλως καὶ πεπερασμένη ἡ ὕλη, καὶ τὸ ἐξ αὐτῆς πεπερασμένον ἔσται; οὐδὲ γὰρ ἐπειδὴ καὶ ἡ ὕλη ἀσώματος καὶ ἀμεγέθης καὶ τὰ εἴδη καθʼ αὑτὰ ἀσώματα καὶ ἀμεγέθη, ἤδη καὶ τὸ ἐξ αὐτῶν συγκείμενον ἀσώματον ἔσται καὶ ἀμέγεθες. καὶ ὥσπερ εἰ γένοιτο τοῦτο τὸ αἰσθητὸν σῶμα, ἐξ οὐ σώματος γενήσεται, ἐπειδὴ καὶ πᾶν τὸ γινόμενον ἐκ τῆς στερήσεως ἑαυτοῦ γίνεται — ἐξ οὐ τοιοῦδε γάρ —, οὕτω δὲ δηλονότι καὶ εἰ τὸ ἄπειρον γενητόν ἐστι, εἴτε κατὰ χρόνον εἴτε κατʼ αἰτίαν, ἐξ οὐ τοιοῦδε γενήσεται· ὥστε ἐξ οὐκ ἀπείρου γενήσεται. γίνεται δὲ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ἐπειδὴ καὶ πάντα τὰ ἄλλα· οὐκ ἄρα ἀνάγκη ταῦτα ἄπειρα εἶναι. ἀλλʼ οὐδὲ πεπερασμένα διὰ τὴν εἰρημένην αἰτίαν.

Ἐπιλύουσι δὲ τὴν ἀπορίαν τούτῳ τῷ τρόπῳ. οὐδέν, φασίν, ἐστὶν ἐν τοῖς συνθέτοις ὃ μὴ ὑπάρχει τοῖς ἁπλοῖς· εἰ γὰρ καὶ ἡ ὕλη μέγεθος οὐκ ἔστιν, ἀλλʼ οὖν τὸ εἶδος τοῦ σώματος, ὃ ἀχρόνως ἐπιγίνεται τῇ ὕλῃ, τοιοῦτόν ἐστιν ἐξ οὗ τῷ συνθέτῳ ὑπάρχει τὸ μεγέθει εἶναι, καὶ οὐ τοῦτό φημι ὅτι μέγεθός ἐστιν αἰσθητὸν τὸ εἶδος τοῦ σώματος, ἀλλʼ ὅτι τῷ οἰκείῳ λόγῳ χωριστὸν ὕλης ἐστὶ μέγεθος, ὅσπερ λόγος ἐγγενόμενος τῇ ὕλῃ τὸ αἰσθητὸν ποιεῖ μέγεθος. οὕτως καὶ εἰ ἔστι τι ἄπειρον ἐξ ὕλης καὶ εἴδους, δεῖ τὸ ἄπειρον τοῦτο ἐν ταῖς ἀρχαῖς εἶναι· μὴ γὰρ ἐχουσῶν τῶν ἀρχῶν τοῦτο, οὐδʼ ἂν τὸ ἐξ αὐτῶν ἔχοι· ὥστε εἰ καὶ μὴ ἐν τῇ ὕλῃ δυνατὸν ὑποθέσθαι τὸ ἄπειρον καὶ τὸ πεπερασμένον, ἀλλʼ οὖν ἐν τῷ εἴδει γε ἀνάγκη.

Πρὸς τοῦτο δὲ πάλιν ἐρεῖ τις ὅτι εἰ πάντα τὰ ἐν τῷ συνθέτῳ ἀνάγκη καὶ ἐν τοῖς ἁπλοῖς εἶναι, ἔστι δὲ τὸ σῶμα ἐπʼ ἄπειρον διαιρετόν, ἕξει καὶ ἤτοι ἡ ὕλη ἢ τὸ εἶδος τὸ εἰς ἄπειρον διαιρετόν· ἀλλʼ οὔτε τὸ εἶδος διαιρετόν ἐστι — λέγομεν γοῦν ἀμερὲς εἶναι τὸ εἶδος τῷ οἰκείῳ λόγῳ, μερίζεσθαι δὲ καὶ διίστασθαι ἐν τῇ ὕλῃ γενόμενον —, ἀλλὰ καὶ αὐτὴν πάλιν τὴν ὕλην φαμὲν ἀμεγέθη εἶναι καὶ ἀδιάστατον· οὐκ ἄρα ἐν τοῖς ἁπλοῖς τὸ διαιρετόν, εἰ μὴ ἄρα δυνάμει. ἀλλὰ τοῦτο οὐδὲν πρὸς τὸν λόγον· περὶ γὰρ τοῦ κατʼ ἐνέργειαν ἀπείρου νῦν ἡμῖν ὁ λόγος. πάλιν ἐστὶ τὸ λευκόν, ἐν σώματί φημι, διακριτικὸν ὄψεως, καὶ ὅμως αὐτὸ καθʼ αὑτὸ τὸ εἶδος τοῦ λευκοῦ οὔτε τὸ στοιχειῶδες, μήπω δὲ συμπλακὲν τῇ ὕλῃ, οὔτε τὸ ἐν τῷ δημιουργῷ τοιοῦτόν ἐστι. πάλιν ἐστὶν ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν, ἀλλʼ ὅμως οὔτε ἡ ἰδέα αὕτη τοῦ ἀνθρώπου θνητή ἐστιν, οὔτε δὲ ἡ ὕλη. ὅλως δὲ τὰ ἐν τῷ δημιουργῷ εἴδη οὐ τοιαῦτά φαμεν, οἷον τὸ τοῦ σώματος εἶδος οὐ τριχῇ διαστατόν, οὐδὲ τὸ τοῦ ποσοῦ εἶδος συνεχὲς ἢ διωρισμένον, ἢ ζῷον λογικὸν θνητὸν τὸ τοῦ ἀνθρώπου, ἀλλὰ λόγους τούτων καὶ αἰτίας.

Πρὸς ταῦτά φασιν ὅτι πάντων μέν ἐστί τις ὁμοιότης κατʼ οὐσίαν ἔν τε τοῖς εἴδεσι τοῖς ἐν τῷ δημιουργῷ καὶ ἐν τοῖς ἐξ αὐτῶν προϊοῦσι μέχρι τῆς ὕλης — οὐδὲ γὰρ ἁπλῶς ὁμωνύμως ἄνθρωπος τοῦτο κἀκεῖνο, ἀλλʼ ὡς ἀφʼ ἑνὸς καὶ πρὸς ἕν —, ἐν οἷς ἔστι καὶ οὐσιώδης τις κοινωνία πρὸς τὰ ἀφʼ ὧν ἐστι καὶ διαφορά, ὥσπερ ἀπὸ τῆς ὑγιείας τὸ ὑγιεινὸν σιτίον. εἰ γὰρ πρὸς ἐκεῖνο ἀφορῶν ὁ δημιουργὸς ποιεῖ τὰ ἐνταῦθα, δεῖ δέ που πολλὴν τὴν κατʼ οὐσίαν κοινωνίαν εἶναι — οὐ γὰρ δὴ ὡς ζῳγράφος ἀφορῶν εἰς τὸν ἄνθρωπον, ἄνθρωπον μὲν τῷ ὄντι οὐ ποιεῖ, ἀπομιμεῖται δὲ τὰ κατὰ συμβεβηκὸς τῷ σώματι ὑπάρχοντα, οἷον χρώματα καὶ σχήματα, οὕτω καὶ ὁ δημιουργὸς μιμήματα μόνον ἁπλῶς καὶ μηδεμίαν κοινωνίαν ἔχοντα πρὸς τὰ ἐκεῖ εἴδη ποιεῖ τὰ ἐνταῦθα, ἀλλʼ οὐσιωδῶς ἐκεῖνα ἐν τούτοις ἀπομάττονται, ὥσπερ καὶ ἡ σφενδόνη ἐν τῷ κηρῷ τὸν ἐν αὐτῇ χαρακτῆρα —, οὔσης οὖν ἐν αὐτοῖς τῆς κατʼ οὐσίαν ὁμοιότητος, εἴ τι μὲν τοῖς συνθέτοις ὑπάρχει συμπληρωτικὸν τῆς οὐσίας καὶ οἱονεὶ στοιχεῖον καὶ πλήρωμα τοῦ ὅλου συγκρίματος, πάντως ἐκ τῶν ἁπλῶν ὑπάρχει, τῶν δὲ εἰδῶν προϊόντων ἐκεῖθεν μέχρι τῆς ὕλης, ἐπειδὴ ἀνάγκη πάντως ὕφεσίν τινα τοῦ παράγοντος καὶ τοῦ παραγομένου εἶναι, ἐπισυμβαίνει τινὰ τοῖς προϊοῦσιν ἅπερ μὴ ὑπάρχει τῷ παράγοντι. οἷόν τι λέγω· τὸ φῶς τὸ ἐν τῷ ἀέρι πρόεισιν ἐκ τοῦ ἡλίου, καὶ δῆλον ὅτι ἐστί τις πολλὴ ἡ ὁμοιότης καὶ ἡ κατʼ οὐσίαν κοινωνία τούτου πρὸς τὸ ἐν τῷ ἡλίῳ — οὐ γὰρ δὴ ὁμώνυμά ἐστι μόνα τὰ φῶτα ταῦτα —, ἀλλὰ ἐν τῇ προόδῳ ἐπισυμβαίνει τινὰ πάθη τῷ προϊόντι φωτί, ἅπερ οὐκ ἔστιν ἐν τῷ ἡλίῳ, οἷον τὸ συσχηματίζεσθαι τοῖς τόποις οὓς φωτίζει, τὸ ἔχειν ἀντιτεταγμένον τὸν σκότον, καὶ ἄλλα μυρία. ὥσπερ οὖν ἐνταῦθα τῷ ἀπὸ τοῦ ἡλίου φωτὶ προϊόντι ἐπισυμβαίνει μὲν ἐξ ἀνάγκης τινά, οὐ μέντοι διὰ τοῦτο τὰ συμπληρωτικὰ τῆς οὐσίας αὑτοῦ οὐκ ἐκεῖθεν ἐκ τοῦ ἡλίου ἔχει, οὕτω φημὶ καὶ ἐπὶ τῶν εἰδῶν τῶν ἐν τῇ ὕλῃ· εἴ τι μὲν συμπληρωτικὸν ἔχει τῆς οὐσίας τὰ σύνθετα, ἐκ τῶν ἁπλῶν ἔχει, ἐπισυμβαίνειν δὲ τῇ προόδῳ αὐτῶν τῇ ἐν τῇ ὕλῃ τινὰ ἃ μὴ ἐν τοῖς πρωτοτύποις ὑπάρχει, οἷον τὸ διαιρετὸν τὸ φθαρτὸν καὶ ὅσα τοιαῦτα, οὐδὲν ἀδύνατον. εἰ τοίνυν τὸ ἄπειρον, ᾗ ἄπειρόν ἐστι, γίνεται ἐξ ἀρχῶν τινων, οἷον τῆς ὑλικῆς τε καὶ εἰδικῆς, ἀνάγκη πᾶσα τὰ κατʼ οὐσίαν αὐτῷ ὑπάρχοντα ἔν τινι τῶν ἁπλῶν εἶναι, ἢ ἐν τῇ ὕλῃ ἢ ἐν τῷ εἴδει. ὥστε κἂν ἐκ τῆς ὕλης μὴ ἔχῃ τὸ ἄπειρον αὐτὸ τοῦτο τὸ ἄπειρον εἶναι, ἀνάγκη πᾶσα ἐκ τοῦ εἴδους αὐτὸ ἔχειν· οὐ γάρ ἐστιν αὐτοῦ ἁπλῶς πάθος τι, ἀλλʼ ἐν τούτῳ τὸ εἶναι ἔχει. ὅταν δὲ λέγωμεν ὅτι τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται καὶ ὅτι πᾶν ἐκ τῆς στερήσεως αὑτοῦ γίνεται, ἐπειδὴ τὸ γινόμενον ἡ ὕλη ἐστίν, ὃ δὲ γίνεται τὸ εἶδος, διὰ τοῦτο οὕτως φαμέν· ἐπείτοι γε εἰ πρὸς τὸ εἶδος τὸ χωριστὸν ἀποβλέψομεν καὶ τὴν τούτου πρόοδον καὶ ἔλλαμψιν τὴν ἐν τῇ ὕλῃ γινομένην, ἀνάγκη πᾶσα τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου γίνεσθαι. ἀλλʼ ἐπεί, ὡς εἶπον, τὸ γινόμενον ἀλλοιοῦται — ἀλλοίωσις γάρ τις καὶ μεταβολὴ ἡ γένησις —, ἀλλοιοῦται δὲ οὐ τὸ εἶδος ἀλλʼ ἡ ὕλη ἐπιτηδεία γινομένη εἰς τὴν τοῦ εἴδους ὑποδοχήν, ἡ δὲ ὕλη ἀεὶ ἐν στερήσει, διὰ τοῦτο ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε τοιόνδε γίνεσθαι. ἀλλὰ πάλιν τῷ λόγῳ τὰ παραδείγματα μάχεται· ὅτι μὲν γὰρ ἐκ τῶν τεσσάρων στοιχείων τὰ σύνθετα πάντα κιρναμένων ἀλλήλοις, κοινὸν ὁμολόγημα, τὰς μέντοι φυσικὰς ἰδιότητας τὰς ἐν τοῖς συνθέτοις ἐνυπαρχούσας ἀδύνατον λόγῳ ταῖς δυνάμεσι τῶν ἁπλῶν ἀποδοῦναι. οἷον κατὰ ποίαν δύναμιν τῶν ἁπλῶν ἢ ὁ μαγνήτης λίθος ἕλκει τὸν σίδηρον, ἢ ὁ τούτῳ ἀντιπαθὴς λεγόμενος ἐκφυσᾷ καὶ ἀπωθεῖ; καὶ πολλάκις ἀμφότερα ἐν μιᾷ καὶ τῇ αὐτῇ βώλῳ καθʼ ἕτερον καὶ ἕτερον μόριον. καὶ τῶν βοτανῶν καὶ λίθων αἱ ἄπειροι δυνάμεις, ἔτι τε καὶ τῶν μορίων τῶν ζῴων, καὶ ἐπὶ πάντων καθόλου τῶν ἀντιπαθείᾳ τινὶ τῇ ἁφῇ μόνον δρώντων. ἀλλὰ πάλιν πρὸς τοῦτο τις τῶν ἐκ φιλοσοφίας ἐρεῖ μή, ὡς τοῖς ἰατροῖς δοκεῖ, τὰς δυνάμεις πάσας τοῖς συνθέτοις ἐκ τῶν ἁπλῶν εἶναι, ἀλλʼ ὕλης λόγον ἐπέχειν τὴν τῶν ἁπλῶν κρᾶσιν, ταύτῃ δὲ τῇ ὕλῃ τοίως ἢ τοίως κραθείσῃ ἐπιγίνεται ἐκ τῆς ὅλης δημιουργίας τὰ εἴδη.

Ταῦτα μὲν οὖν πέρα τοῦ μέτρου τῶν προκειμένων ἐξέβημεν, διόπερ ἐπανέλθωμεν εἰς τὴν συνέχειαν τῶν προκειμένων. δείξας ὁ Ἀριστοτέλης ὅτι ἀναγκαίως ὑποτιθέμενοι τὸ ἄπειρον καὶ ἀρχὴν αὐτὸ ὑπέθεντο, εἶναί φησι καὶ ἀγένητον καὶ ἄφθαρτον. καὶ τοῦτο εἰκότως· εἴτε γὰρ γένοιτο, πάντως ἀπό τινος ἀρχῆς ἄρχεται γίνεσθαι — οἷον πρότερον εἰ τύχοι τῶν ὁμοιομερῶν ἡ σὰρξ καὶ τῶν ὀργανικῶν ἡ καρδία, καὶ ἐπὶ τῶν φυτῶν αἱ ῥίζαι —, τοῦ δὲ ἀπείρου ἀρχὴ οὐκ ἔστι — πέρας γάρ, ὡς ἤδη εἴρηται, ἡ ἀρχή —, εἴτε φθείροιτο, πάντως εἴς τι τελευταῖον φθαρήσεται· τὰ γὰρ φθειρόμενα πάντα οὕτως φθείρεται, πρότερον μὲν τῶν εὐπαθεστέρων φθειρομένων εἶτα τῶν ἧττον εὐπαθεστέρων καὶ τελευταῖον τῶν δυσπαθεστέρων, καὶ οὕτως μέχρις οὗ εἴς τι ἔσχατον καταντήσῃ τὸ φθειρόμενον. ὥστε καὶ ἀγένητον ἀνάγκη εἶναι τὸ ἄπειρον καὶ ἄφθαρτον. ταῦτα εἰπών, ἐφεξῆς τὰς αἰτίας λέγει διʼ ἃς ἠναγκάσθησαν ἐν τοῖς οὖσιν ὑποθέσθαι τὸ ἄπειρον, εἰσὶ δὲ αὗται πέντε. πρώτη μὲν ὁ χρόνος ἐπʼ ἄπειρον αὐξόμενος. δευτέρα ἐκ τῆς ἐπʼ ἄπειρον τομῆς τῶν μεγεθῶν· δέδεικται γὰρ τοῖς γεωμέτραις πᾶσαν δὴ τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, εἰ δὲ τοῦτο, δυνατὸν ἐπʼ ἄπειρον τῇ διχοτομίᾳ χρήσασθαι. δείκνυται δὲ ὅτι ἐπʼ ἄπειρον ἡ τομὴ τῶν μεγεθῶν καὶ ἐκ τοῦ τὸ τρίγωνον τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχειν· εἰ γὰρ ἀφέλοις ἐκ τῶν δύο πλευρῶν ἴσην τῇ μιᾷ καὶ ἀγάγοις ἐκ τοῦ σημείου, καθʼ ὃ ἔτεμες τὴν ἴσην τῇ ἐλάττονι, παράλληλον εὐθεῖαν τῇ ἐλάττονι, ἧς τὴν ἴσην ἐκ τῶν δύο ἀφεῖλες, ποιεῖς ἔλαττον τρίγωνον. πάλιν ἐπειδὴ τούτου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονες, τὸ αὐτὸ ποιήσας ποιήσεις πάλιν ἔλαττον τρίγωνον, καὶ τοῦτο ἐπʼ ἄπειρον. ὥστε ἡ τομὴ τῶν μεγεθῶν ἐπʼ ἄπειρον. δεῖ δὲ ὀρθογώνιον τὸ τρίγωνον ποιῆσαι δηλονότι, μήποτε ἐπὶ τῶν ἄλλων ἡ ἀφαίρεσις ποιήσῃ ἰσόπλευρον τρίγωνον, καὶ οὐκέτι ἔστιν ἀφελεῖν ἀπὸ τῆς ἑτέρας τὴν ἑτέραν· οὐκέτι γὰρ πίπτει ἐντὸς τοῦ τριγώνου ἡ τομή, μὴ πιπτούσης δὲ οὐκ ἔστιν ἀεὶ γράφειν ἐντὸς τρίγωνον. εἰ δὲ λάβωμεν ὀρθογώνιον τρίγωνον καὶ τὴν ἀφαίρεσιν ἐκ τῆς ὑποτεινούσης τὴν ὀρθὴν γωνίαν ποιησόμεθα, ἀεί τε ἡ διαίρεσις ἐντὸς τοῦ τριγώνου πεσεῖται — μείζων γάρ ἐστιν ἀεὶ ἡ ὑποτείνουσα τὴν ὀρθὴν γωνίαν ἑκατέρας τῶν λοιπῶν —, καὶ οὕτως ἀεὶ τοῦ γινομένου ὀρθογωνίου ὄντος ἀεὶ ἔστι λαμβάνειν ἐκ τῆς ὑποτεινούσης ἴσην τῇ ἐλάττονι, καὶ οὕτως ἐπʼ ἄπειρον ἐντὸς καταγράφειν τρίγωνα. ἐὰν δὲ ἐκ τῶν δύο ἀφέλῃς ἅμα, καὶ ἐπὶ παντὸς τριγώνου ὑγιὴς ἔσται ὁ λόγος. τρίτη αἰτία τοῦ νομίσαι αὐτοὺς εἶναι τὸ ἄπειρον τὸ δεῖν εἶναι τὴν ἀειγενεσίαν — εἰ μὴ γὰρ εἴη ἄπειρόν τι ἐξ οὗ ἀφαιρεῖται τὰ γινόμενα, ἐπιλείψει ἡ γένεσις —, διὰ τὸ μὴ ἐπιστῆσαι ὅτι οὐδὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν φθείρεται, ἀλλʼ ἡ ἄλλου φθορὰ ἄλλου ἐστὶ γένεσις καὶ εἰς ἄλληλα ἡ τῶν στοιχείων ἀνάλυσις. τετάρτη, φησί, τὸ νομίζειν ὅτι πᾶν τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνει, τουτέστιν ὅτι πᾶν τὸ πεπερασμένον ὑπό τινος περατοῦται, ὥστε τὸ περαῖνον καὶ αὐτὸ πεπέρανται ἢ ἄπειρόν ἐστιν. εἰ μὲν οὖν ἄπειρον, αὐτόθεν ἔστι τὸ ἄπειρον, εἰ δὲ πεπερασμένον, ὑπό τινος περανθήσεται, καὶ τοῦτο ἐπʼ ἄπειρον· εἰ γὰρ τὸ λαμβανόμενον ὑπό τινος ἄλλου περατοῦται, ἀνάγκη μηδὲν εἶναι πέρας τῶν λαμβανομένων, εἰ ἀεὶ τὸ λαμβανόμενον πεπέρανται. ὥστε ἀνάγκη ἑκατέρωθεν τὸ ἄπειρον εἰσάγεσθαι. πέμπτη, ὃ καὶ κυριώτατόν ἐστιν αἴτιον ὅπερ καὶ μάλιστα τοῖς εἰρημένοις παρέχει τὴν πιθανότητα, τὸ τὴν νόησιν, φησί, μὴ ἐπιλείπειν, τουτέστι μὴ προσίεσθαι πέρας καὶ τέλος, μηδὲ ὑπολιμπάνειν τῷ ἀεὶ τοῦ ληφθέντος ἔξω τι ἄλλο φαντάζεσθαι. διὰ γὰρ τοῦτο καὶ τὸν ἀριθμὸν ἄπειρον ὑπολαμβάνομεν καὶ τὴν τῶν σωμάτων τομὴν ἐπʼ ἄπειρον καὶ τὸ ἔξω τοῦ οὐρανοῦ· οὐ γὰρ ἔχει στάσιν ἡ φαντασία, ἀλλʼ ὅταν ὑπερβῇ τὸν οὐρανόν, ζητεῖ κενὸν ἔξωθεν ἄπειρον ἢ σῶμα, καὶ εἰ μὲν σῶμα ἄπειρον ἐπινοήσεις, αὐτόθεν τὸ ἄπειρον εἶναι μέγεθος ὑπέθετο, εἰ δὲ κενὸν ἄπειρον ἐπινοήσεις, εὐθὺς καὶ σῶμα ἄπειρον ἀνάγκη συνάγεσθαι. ἔνθεν γὰρ καὶ ὁ Δημόκριτος ἀπείρους εἶναι κόσμους ὑπετίθετο, ὑποτιθέμενος κενὸν εἶναι ἄπειρον· τίς γὰρ ἡ ἀποκλήρωσις τόδε μὲν τὸ τοῦ κενοῦ μέρος ὑπὸ κόσμου πληρωθῆναι, ἄλλα δὲ μή; ὥστε εἰ ἔν τινι μέρει τοῦ κενοῦ κόσμος ἐστί, καὶ ἐν παντὶ ἄρα τῷ κενῷ. ἀπείρου οὖν ὄντος τοῦ κενοῦ, ἄπειροι ἔσονται καὶ οἱ κόσμοι. οὐ μόνον δὲ τὸ ἄλογον τῆς ἀποκληρώσεως ἐλέγχει τὸ εἶναι τὸ ἄπειρον, ἀλλὰ καὶ ἐκ τοῦ λόγου· τὸ γὰρ κενὸν οὐδὲν ἕτερόν φασιν ἢ τόπον ἐστερημένον σώματος, εἰ δὲ τοῦτο, πᾶς δὲ τόπος δεκτικός ἐστι σώματος, καὶ τὸ κενὸν ἄρα πᾶν πέφυκε δέχεσθαι· εἰ δὲ πέφυκεν, ἀνάγκη πᾶσα ἢ δεδέχθαι ἤδη ἢ δέξασθαι· ἀπείρου οὖν ὄντος τοῦ κενοῦ ἄπειρον ἔσται καὶ τὸ ἐν αὐτῷ σῶμα. ἐπὶ γὰρ τῶν ἀιδίων, φησίν, οὐδὲν διαφέρει τὸ δυνάμει τοῦ ἐνεργείᾳ· ἐπὶ μὲν γὰρ τῶν γινομένων καὶ φθειρομένων δυνατὸν μὴ ἀχθῆναι τὸ δυνάμει εἰς τὴν ἐνέργειαν, φθάσαντος φθαρῆναι τοῦ πράγματος πρὶν τελειωθῇ ἡ ἐν αὐτῷ δύναμις ἀχθεῖσα εἰς τὴν ἐνέργειαν, ἐπὶ δὲ τῶν ἀιδίων, εἴ τί ἐστιν ὅλως δυνάμει, ἀνάγκη πᾶσα καὶ ἐνεργείᾳ αὐτὸ γενέσθαι· ματαίαν γὰρ ἂν ἕξει τὴν δύναμιν, εἰ μηδέποτε ἀχθείη εἰς ἐνέργειαν. ὥστε εἴ τι τῶν ἀιδίων δυνάμει ἐστί, πάντως ἔσται ποτὲ καὶ ἐνεργείᾳ, ὡς εἰ μηδέποτε γένοιτο, οὐδʼ ἂν ἐνεδέχετο γενέσθαι. ὥστε οὐδὲ δυνάμει ἦν· τὸ γὰρ δυνάμει τοῦτό ἐστιν, ὃ ἐνδέχεται γενέσθαι ἐνεργείᾳ, διόπερ οὐδὲ κυρίως ἐπὶ τῶν ἀιδίων τὸ ἐνδεχόμενον· οὐ γὰρ ἔχει τὴν ἐπʼ ἄμφω ῥοπήν, ἀλλὰ ἐξ ἀνάγκης ἔστιν ἀεί. τὸ γὰρ ἐνδέχεσθαι ἐπὶ τούτων τοῦ εἶναι οὐδὲν διαφέρει· οὐδὲ γὰρ ἔχει τὸ ἄλλοτε ἄλλως. ὥστε εἰ ἄπειρόν ἐστι κενόν, καὶ σῶμα ἄπειρον ἐξ ἀνάγκης ἔσται. οὕτω γοῦν καὶ λέγουσιν ὁ μὲν κόσμους, οἱ δὲ ἀέρα ἄπειρον ἢ ὕδωρ ἢ τὸ μεταξύ.

Ταῦτα εἰπών, ἐφεξῆς φησιν ὅτι δὴ ἀπορίας πολλὰς ἔχει ὁ περὶ τοῦ ἀπείρου λόγος, εἴτε θείημεν εἶναι ἢ καὶ μή· εἴτε γὰρ μὴ ἔστιν, ἀναιρήσομεν τὴν ἐπʼ ἄπειρον τοῦ χρόνου πρόοδον καὶ τοῦ ἀριθμοῦ τὴν αὔξησιν καὶ τὴν ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομήν, εἴτε ἔστι, ζητήσεως ἄξιον πότερον οὐσία ἐστὶν ἢ συμβεβηκός, καὶ εἰ συμβεβηκός, καθʼ αὑτὸ συμβεβηκὸς ἢ οὐ καθʼ αὑτὸ ἀλλὰ ἁπλῶς συμβεβηκός. ἀφορίζεται δὲ καὶ περὶ ποίου ἀπείρου ποιεῖται τὸν λόγον, ὅτι τοῦ κατὰ μέγεθος ἀπείρου· τοῦτο γάρ ἐστι μάλιστα φυσικοῦ ζητῆσαι, εἴτε ἐστὶ σῶμα ἄπειρον κατὰ τὴν ἔκτασιν εἴτε μή.

Ἅπαν γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς.

Ἅπαντα τὰ ὄντα, ὅσα μὴ μάτην ὑπέστη καὶ κατὰ συμβεβηκός, ἢ ἀρχῆς λόγον ἐπέχουσιν ἢ ἐξ ἀρχῆς εἰσι — τὰ γὰρ μάτην ὄντα δύναται μηδέτερόν τι τούτων εἶναι διʼ αὐτὸ τοῦτο τὸ μάτην εἶναι —, τὸ δὲ ἄπειρον οὐ μάτην — ἀίδιον γάρ —, ὥστε ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς.

Τό τε γὰρ γενόμενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἐστὶ φθορᾶς.

Εἰ τὸ γενόμενον ἀνάγκη φθαρῆναι, τὰ δὲ φθειρόμενα πέρας ἔχει τι κατὰ μέγεθος, εἰς ὃ ἡ φθορὰ ἀπολήγει, ἀεὶ τῶν εὐφθαρτοτέρων προφθειρομένων, οὐδὲν ἄρα γενητὸν ἄπειρον. καὶ ὅτι οὐδὲν κατʼ οὐσίαν γινόμενον ἀθρόαν ἔχει τὴν προαγωγήν, ὥσπερ τινὰ τῶν ἀλλοιουμένων, ἀλλὰ κατὰ μόριον. ὥστε εἰ ἔστι τὸ ἄπειρον, ἀνάγκη καὶ ἀγένητον αὐτὸ εἶναι καὶ ἄφθαρτον.

Καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερνᾶν, ὥς φασιν οἳ μὴ ποιοῦσι παρὰ τὸ ἄπειρον ἄλλας αἰτίας, οἷον νοῦν ἢ φιλίαν.

Ὅσοι, φησί, τῶν πάλαι φυσιολόγων μὴ ἀπέβλεψαν εἰς τὸ ποιητικὸν αἴτιον, ὥσπερ Ἀναξαγόρας μὲν εἰς τὸν νοῦν, ὃν ποιητικὸν εἶναι αἴτιον ἔλεγεν, Ἐμπεδοκλῆς δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν, οὗτοι ἣν ὑπέθεντο ὕλην εἶναι τῶν πάντων, ἄπειρόν τε αὐτὴν ὑπέθεντο τῷ μεγέθει καὶ ἀγένητον καὶ ἄφθαρτον, καὶ ταύτην εἶναι τὸ θεῖον, ὅπερ καὶ διακυβερνᾶν πάντα καὶ ἐπιστατεῖν τῇ τῶν ὅλων συστάσει, ἀθάνατόν γε καὶ ἀνώλεθρον, ὅπερ Ἀναξιμένης μὲν τὸν ἀέρα εἶναι ἔλεγε, Θαλῆς δὲ τὸ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ μεταξύ, καὶ ἄλλος ἄλλο. καὶ οὐδέν γε θαυμαστόν, φησίν, ἐν τῇ καθʼ ἡμᾶς περιόδῳ τοὺς πρώτους μὴ ἐπιστήσαντας τῇ ἐφεστηκυίᾳ τοῖς ὅλοις δυνάμει ἓν τῶν στοιχείων, ὅπερ ἂν ὑπώπτευσεν ἕκαστος αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι, τοῦτο εὐθὺς καὶ θεὸν ὑπονοῆσαι. ὥσπερ οὖν αὐτοὶ εἰς τὸ ὑλικὸν μόνον ἀποβλέψαντες, τοῦτο πρώτην αἰτίαν τῶν ὄντων πάντων εἶναι ὑπώπτευσαν, οὕτως δηλαδὴ καὶ Ἀναξαγόρας μὲν τὸν νοῦν ἀρχὴν τῶν ὄντων πάντων ὑπετίθετο, Ἐμπεδοκλῆς δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν.

Χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ.

Τουτέστι τῇ ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομῇ· ἔχουσι γὰρ πᾶσαν τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, καὶ ἀπὸ τῆς δοθείσης εὐθείας ἐλάττονα ἀφελεῖν· ἐπεὶ οὖν τοῦ τριγώνου τῶν δύο πλευρῶν ἐλάττων ἡ λοιπή, ἀεὶ ἔστιν ἀφαιροῦντα ἀπὸ τῆς μείζονος τὴν ἐλάττω ἄγειν ἐκ τῆς τομῆς τῇ ἐλάττονι παράλληλον εὐθεῖαν καὶ ποιεῖν τρίγωνον, καὶ τοῦτο ἐπʼ ἄπειρον.

Ὥστε εἴπερ μοναχοῦ, καὶ πανταχοῦ εἶναι τὸν ὄγκον.

Τίς ἡ ἀποκλήρωσις ἐν ἑνὶ μὲν μέρει τοῦ κενοῦ εἶναι σῶμα, μὴ καὶ πανταχοῦ δὲ εἶναι, εἴπερ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος;

Ἅμα δὲ καὶ εἰ ἔστι κενὸν καὶ τόπος ἄπειρος, καὶ σῶμα ἀναγκαῖον εἶναι.

Ἐπειδὴ πρότερον τῷ ἀποκληρωτικὸν μόνον εἶναι τὸν λόγον ἤλεγχε, νῦν καὶ κατασκευάζει αὐτὸ τοῦτο, ὅτι ἀνάγκη εἶναι ἄπειρον κενοῦ ἀπείρου ὑποκειμένου. οὐδὲν γὰρ ἄλλο φασὶν εἶναι τὸ κενὸν ἢ τόπον ἐστερημένον σώματος· πᾶς δὲ τόπος σώματός ἐστι δεκτικός. εἰ δὲ ἀίδιος οὗτος, οὐδὲν μᾶλλον δυνάμει ἐστὶ σώματος δεκτικὸς ἢ ἐνεργείᾳ.

Ἀλλʼ οὐδὲν ἧττόν ἐστιν ἄπειρον καὶ ἄπειρα τῷ πλήθει.

Οὐκ ἀναιρεῖ, φησί, τὸ ἄπειρον τὸ ὑποτίθεσθαι αὐτὸ ἢ οὐσίαν, ἢ συμβεβηκὸς καθʼ αὑτὸ ἢ ἁπλῶς· ὅπως γὰρ ἂν αὐτὸ ὑποθώμεθα, οὐδὲν κωλύει εἶναι τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον, ὅπερ διαιρούμενον ποιεῖ τὸ κατὰ πλῆθος ἄπειρον.

Μάλιστα δὲ φυσικοῦ ἐστὶ σκέψασθαι, εἰ ἔστι μέγεθος αἰσθητὸν ἄπειρον.

Ἔχεις ἐνταῦθα τὸν σκοπὸν τῶν ἐφεξῆς, περὶ ποίου ἀπείρου διαλέγεται, ὅτι αἰσθητοῦ, τουτέστι φυσικοῦ τοῦ κατὰ τὰς φυσικὰς ποιότητας πεποιωμένου. εἴτε γὰρ ἔστι τι ἔξω τοῦ οὐρανοῦ ἕτερόν τι οὐ φυσικὸν σῶμα ἄποιον ἤ τι τοιοῦτον, ἐν τῇ Περὶ οὐρανοῦ ζητήσει καὶ δείξει ὅτι ἀδύνατον ὅλως ἔξω τοῦ οὐρανοῦ σῶμα εἶναι, νῦν δὲ ζητεῖ εἰ δυνατὸν φυσικόν τι σῶμα ἐπʼ ἄπειρον ἐκτετάσθαι. περὶ δὲ τοῦ κατὰ πλῆθος ἀπείρου, ὅτι οὐ δυνατὸν εἶναι, ἔδειξε καὶ ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τοῖς πρὸς Ἀναξαγόραν καὶ Δημόκριτον λόγοις, δείξει δὲ ἀκριβέστερον καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς.

Πρῶτον οὖν διοριστέον ποσαχῶς λέγεται τὸ ἄπειρον.

Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, καὶ ὅτι εἰκότως οἱ θέμενοι τὸ ἄπειρον ἀρχὴν αὐτὸ εἶναι ὑπέθεντο τῶν ὄντων, ἐντεῦθεν λοιπὸν εἰσβάλλει εἰς τὴν περὶ αὐτοῦ σκέψιν. ἐπειδὴ δὲ πολλαχῶς τὸ ἄπειρον λέγεται, πρότερον ἐκτίθεται τὰ σημαινόμενα τοῦ ἀπείρου, εἶθʼ οὕτως δείκνυσι ποῖα μὲν τοῦ ἀπείρου σημαινόμενά ἐστι, ποῖον δὲ οὐκ ἔστιν· ἐπιστήμονος γὰρ τὸ τὰ σημαινόμενα τῶν ὁμωνύμων φωνῶν διορίζεσθαι καὶ λέγειν ποίῳ μὲν συγχωρεῖν, ποίῳ δὲ οὔ. λέγεται, φησί, τὸ ἄπειρον πενταχῶς. καθʼ ἕνα μὲν τρόπον ἄπειρον λέγεται τὸ μηδὲ πεφυκὸς ὅλως ἔχειν πέρας, ἀλλʼ οἷον ἀπόρευτον ὂν καὶ ἀδιεξίτητον τῷ μηδὲ ὅλως ἔχειν πορείαν διὰ τὸ μηδὲ ποσὸν ὅλως εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον λέγομεν τῷ μηδὲ ὅλως πεφυκέναι ὑποπίπτειν τῇ ὄψει. τοιοῦτον δέ ἐστι τὸ σημεῖον καὶ αἱ ποιότητες· ἄπειρα γὰρ ταῦτα, τὸ μὲν σημεῖον ὅτι πέρας ὂν αὐτὸ πέρας οὐκ ἔχει, τῷ παντελῶς ἀμέγεθες εἶναι — οὐ γὰρ δὴ τῷ μὴ καταλαμβάνεσθαι αὐτοῦ τὰ πέρατα διὰ τὴν ἐπʼ ἄπειρον ἔκτασιν —, ὁμοίως δὲ καὶ τὸ λευκὸν καὶ καθόλου ἡ ποιότης τῷ μηδʼ ὅλως πόρον ἔχειν. δεύτερον δὲ ἄπειρον λέγεται τὸ διέξοδον ἔχον ἀτελεύτητον, οὗπερ οὐκ ἔστι ποτὲ πέρας εὑρεῖν, οὐ τῷ μὴ δύνασθαι ἡμᾶς αὐτὸ διεξελθεῖν, ἀλλὰ τῷ αὐτὸ μηδέποτε ἀπολήγειν κατὰ τὴν ἔκτασιν μηδὲ περατοῦσθαι τὸ μέγεθος, περὶ οὗ καὶ πρόκειται ἐπισκέψασθαι, εἰ ἔστι τοιοῦτόν τι μέγεθος ἐν τοῖς οὖσιν ἢ μή. τρίτον δὲ λέγομεν ἄπειρον, ὃ πέρας μὲν ἔχει, ἡμῖν δὲ διὰ δυσχέρειαν οὐ κατείληπται. τοῦτο δὲ συμβαίνει διχῶς, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιόν· ἄν τε γὰρ ᾖ τραχεῖα ἡ ὁδὸς καὶ δύσβατος καὶ σκολιότητα ἔχουσα, λέγομεν τὴν τοιαύτην ὁδὸν ἄπειρον, τῷ μὴ δύνασθαι ἡμᾶς πορείαν ἐπʼ αὐτῆς ποιεῖσθαι — οὕτως οὖν ἄπειρον λέγομεν τὸν λαβύρινθον, οὐ τῷ μὴ ἔχειν πέρας τι τῆς ὁδοῦ, ἀλλὰ τῷ σκολιὸν εἶναι καὶ διὰ τοῦτο δυσέκβατον —, λέγομεν καὶ διὰ τὸ πολλὴν εἶναι τὴν ἔκτασιν ἄπειρον τὴν ὁδόν, ὥσπερ φαμὲν τὸν ὠκεανὸν ἄπειρον εἶναι διὰ τὸ μὴ δύνασθαι ἡμᾶς διὰ τὸ πολλὴν εἶναι τὴν ἔκτασιν διεξελθεῖν αὐτόν, αὐτοῦ γε πάντως ἀποπερατουμένου καὶ ὑπὸ γῆς πανταχοῦ περιεχομένου. ὁμοίως καὶ ἡ Ἐρυθρὰ θάλασσα ἄπειρος διὰ τὴν αὐτὴν αἰτίαν. λέγομεν γοῦν καὶ ἡμεῖς, ὁπηνίκα μακρὰν ὁδὸν ὁδεύομεν, ἀπειρηκότες, ὡς ἄπειρος εἴη ἡ ὁδός. λέγεται δὲ κατὰ τέταρτον τρόπον ἄπειρον, ὃ πέφυκε μὲν ἔχειν πέρας, οὐκ ἔχει δέ. τοιοῦτον δʼ ἐστὶν ὁ κύκλος· δυνατὸν μὲν γὰρ λαβεῖν κατʼ ἐνέργειαν σημεῖον ἐν αὐτῷ, κἀκεῖθεν τὴν ἀρχὴν ποιήσασθαι, ἀλλʼ αὐτὸς οὐκ ἔχει ὡρισμένον τι σημεῖον κατʼ ἐνέργειαν· ὅθεν γὰρ ἂν βουληθῶ λαμβάνω τὴν ἀρχήν, ἐπεὶ καὶ ὁ γράφων τὸν κύκλον κέντρῳ καὶ διαστήματι οὐκ ἐξ ὡρισμένου σημείου τὴν ἀρχὴν ποιεῖται, ἀλλʼ ὅθεν ἂν βουληθῆ, καὶ ὁ κινούμενος δὲ ἐπὶ κύκλου δύναται ὅθεν ἂν βούληται ἄρξασθαι τῆς κινήσεως. οὕτως οὖν ὁ κύκλος ἄπειρος μὴ ἔχων μὲν οἴκοθεν πέρας, καὶ διὰ τοῦτο λεγόμενος ἄπειρος, δυνάμενος δὲ ἐν τῇ πρὸς ἄλλον σχέσει λαβεῖν. πέμπτον ἐστὶ τοῦ ἀπείρου σημαινόμενον τὸ κατὰ πρόσθεσιν, φησίν, ἢ διαίρεσιν, ἢ ἀμφότερα· κατὰ πρόσθεσιν μὲν ὡς ἐπὶ τοῦ ἀριθμοῦ καὶ τοῦ χρόνου — λέγομεν γὰρ ἄπειρον εἶναι τὸν ἀριθμὸν τῷ ἐπʼ ἄπειρον αὔξεσθαι δύνασθαι· ἔστι γὰρ παντὸς τοῦ ληφθέντος ἀριθμοῦ μείζονα λαβεῖν· διʼ αὐτὸ δὲ τοῦτο καὶ τὸν χρόνον αὐξῆσαι δυνατόν —, κατὰ διαίρεσιν δὲ διὰ τὴν ἐπʼ ἄπειρον τῶν μεγεθῶν διχοτομίαν, ἀμφοτέρως δὲ ὡς εἰ νοήσαις μίαν εὐθεῖαν, εἶτα ταύτην διχοτομουμένην, καὶ πάλιν τὸ ἕτερον μέρος διχοτομούμενον, καὶ τὸ μέρος τῷ μὲν μέρει προστιθέμενον τοῦ δὲ ἀφαιρούμενον· οὕτω γὰρ ἐπʼ ἄπειρον τὸ μὲν αὔξεται τὸ δὲ μειοῦται.

Τοσαυταχῶς οὖν τοῦ ἀπείρου λεγομένου, ζητεῖ νῦν ὁ λόγος περὶ τοῦ δευτέρου σημαινομένου τοῦ κατὰ τὴν ἔκτασιν ἀπείρου, εἰ ἔστιν ἢ μὴ τοιοῦτόν τι ἄπειρον ἐν τοῖς οὖσιν, οἷον καὶ οἱ φυσικοὶ εἶναι ὑποτίθενται. εἰ γάρ τις κατὰ τὰ λοιπὰ σημαινόμενα λέγοι εἶναι τὸ ἄπειρον, οὐ διοισόμεθα — διδόαμεν γὰρ καὶ ἡμεῖς τὰ τοιαῦτα εἶναι τοῦ ἀπείρου σημαινόμενα —, ὅτι δὲ τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον οὐκ ἔστι, πρόκειται διελέγξαι. καὶ πρότερον τοὺς οὐσίαν αὐτὸ λέγοντας εἶναι τὸ ἄπειρον διελέγχει — μὴ ἄλλο τι ὂν εἶτα ἄπειρον, ἀλλʼ αὐτοάπειρον —, καὶ οὐσίαν εἶναι τοιαύτην ὥσπερ ἀέρος καὶ πυρὸς οὕτω δὲ καὶ ἀπείρου. τοῦτο οὖν, φησίν, ἢ διαιρετὸν ἔσται ἢ ἀδιαίρετον. εἰ μὲν οὖν διαιρετόν, ἢ κατὰ μέγεθος ἔσται διαιρετὸν ἢ κατὰ πλῆθος — πᾶν γὰρ τὸ διαιρούμενον κατὰ ἓν τούτων τῶν εἰδῶν διαιρεῖται —, εἰ δὲ τοῦτο, ποσὸν ἔσται, οὐκ οὐσία — τοῦ γὰρ ποσοῦ ἄμφω ταῦτα εἴδη, τὸ συνεχὲς καὶ τὸ διωρισμένον —, ὥστε οὐκ οὐσία ἔσται καθʼ αὑτὴν τὸ ἄπειρον. εἰ δὲ ἀδιαίρετον, οὐκ ἂν εἴη ἄπειρον, οἷον ἡμεῖς ζητοῦμεν καὶ οἷον οἱ φυσικοὶ πάντες ὑποτίθενται εἶναι τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον, ὅπερ διαιρετὸν πάντως ἐστὶ μέγεθός τι ὄν, εἰ μὴ ἄρα ὡς τὴν στιγμὴν καὶ τὴν ποιότητα ἄπειρον εἶναί φαμεν. ἀλλʼ ἡμῖν περὶ τοῦ τοιούτου οὐδὲ εἷς λόγος, ἀλλʼ εἰ ὡς ἀδιεξίτητον καὶ ἀτελεύτητον κατὰ τὴν ἔκτασιν εἶναι ἄπειρον· οὔκουν δυνατὸν τοιοῦτον ἄπειρον οὐσίαν εἶναι.

Ταῦτα εἰπὼν μεταβαίνει ἐν μέσῳ πρὸς τοὺς συμβεβηκὸς ἄλλῳ εἶναι λέγοντας τὸ ἄπειρον, εἶτα εὐθὺς ἀνατρέχει πρὸς τὸ προκείμενον. εἰ γὰρ συμβεβηκός, φησίν, εἴη τὸ ἄπειρον ἄλλῳ, οὐκ ἂν εἴη τῶν ὄντων ἀρχὴ τὸ ἄπειρον, ἀλλʼ ἐκεῖνο ᾧ τὸ ἄπειρον συμβέβηκεν. ὥσπερ γὰρ λέγομεν τὴν φωνὴν στοιχεῖον μὲν εἶναι τῆς διαλέκτου, λέγομεν δὲ τὴν φωνὴν εἶναι ἀόρατον, καὶ οὐκέτι ἀναγκαζόμεθα λέγειν καὶ τὸ ἀόρατον στοιχεῖον εἶναι τῆς διαλέκτου, διότι μὴ καθʼ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ὑπάρχει τῇ φωνῇ τὸ ἀόρατον, οὕτω φημὶ καὶ ἐπὶ τοῦ ἀπείρου· οὐκ ἐπειδὴ συμβέβηκεν ἄλλῳ, οἷον ἀέρι ὕδατι, ὅπερ καθʼ αὑτό ἐστιν ἀρχὴ τῶν πραγμάτων, διὰ τοῦτο φήσαιμι ἂν καὶ τὸ ἄπειρον τῶν ὄντων ἀρχὴν εἶναι. εἰ γὰρ καὶ κατὰ συμβεβηκὸς αὐτό τις εἴποι εἶναι ἀρχήν, οὐδὲν μᾶλλον ἀρχὴν αὐτὸ δείκνυσι· τὰ γὰρ κατὰ συμβεβηκός τινος αἴτια, οὐδʼ ὅλως εἰσὶν αἴτια. ὥσπερ λέγεται καὶ τὸ φαλακρὸν αἴτιον εἶναι τῆς οἰκίας, οὐδαμῶς ὂν αἴτιον· οὐ γὰρ ᾗ φαλακρὸς ὁ οἰκοδόμος ᾠκοδόμησεν, ὅθεν κἂν μὴ φαλακρὸς ἦν, οὐδὲν ἧττον ᾠκοδόμησεν ἄν. οὐκ ἄρα οὐδὲ τὸ ἄπειρον ἀρχή. ἀλλὰ μὴν δέδεικται ὅτι εἴ γε ἔστιν, ἀδύνατον αὐτὸ μὴ ἀρχὴν εἶναι, οὐδʼ ἄρα οὐδὲ κατὰ συμβεβηκὸς δυνατὸν εἶναι τὸ ἄπειρον. ἀλλὰ τοῦτο μὲν προϊὼν δείξει ἐντελέστερον, ἐπανέρχεται δὲ εἰς τὸ προκείμενον, ὅτι ἀδύνατον αὐτὸ καθʼ αὑτὸ τὸ ἄπειρον οὐσίαν εἶναι, ἡ δὲ ἐπιχείρησις ἐκ τοῦ μᾶλλον. τὸ ἄπειρον, φησί, τῷ μεγέθει ὑπάρχει καὶ τῷ ἀριθμῷ … εἰ τοίνυν τὰ μᾶλλον ὀφείλοντα καθʼ αὑτὰ ὑπάρχειν, ὁ ἀριθμὸς καὶ τὸ μέγεθος, ὡς ὑποκείμενα τῷ ἀπείρῳ, ὅμως καὶ αὐτὰ ἄλλοις ὑπάρχουσιν — ἄλλοις γὰρ ἐπισυμβέβηκε τὸ μέγεθος καὶ ὁ ἀριθμός· τῇ οὐσίᾳ γὰρ — αὐτὰ καθʼ αὑτὰ ὑποστῆναι μὴ δυνάμενα, πολλῷ γε δήπου τὸ ἄπειρον οὐκ ἂν ὑπάρξειε καθʼ αὑτό· συμβέβηκε γὰρ τὸ ἄπειρον τῷ μεγέθει καὶ τῷ ἀριθμῷ, ἅπερ καὶ αὐτὰ συμβέβηκε τῇ οὐσίᾳ. ἔστιν οὖν ὑποθετικὸς ὁ συλλογισμός· εἰ τὸ ἄπειρον καθʼ αὑτὸ ὑπάρχει οὐσία ὄν, πολλῷ μᾶλλον ὁ ἀριθμὸς καὶ τὸ μέγεθος· εἰ τοίνυν τὸ μᾶλλον καθʼ αὑτὸ ὁφεῖλον ὑπάρχειν, ὁ ἀριθμὸς καὶ τὸ μέγεθος, ὅμως οὐχ ὑπάρχει, πολλῷ γε δήπου τὸ ἄπειρον. ἔτι, φησίν, εἰ τὸ ἄπειρον ἐνεργείᾳ ὂν οὐσία ἐστίν, ἢ διαιρετὸν πάλιν ἔσται ἢ ἀδιαίρετον. ἀλλʼ εἰ μὲν διαιρετόν, διαιρεθήσεται πάντως, ὥσπερ καὶ τὰ ὁμοιομερῆ. ὥσπερ οὖν ὁ ἀὴρ εἰς ἀέρας διαιρεῖται καὶ τὸ ὕδωρ εἰς ὕδατα. οὕτω καὶ τὸ ἄπειρον ἐν τούτῳ οὐσιωμένον, ἐν τῷ ἄπειρον εἶναι, εἰς ἄπειρα διαιρεθήσεται, ὥστε συμβήσεται ἕκαστον αὐτοῦ μέρος ἄπειρον εἶναι. ἔσται οὖν τὸ αὐτὸ πολλὰ ἄπειρα, μᾶλλον δὲ ἀπειράκις ἄπειρα — εἴ γε καὶ τῶν μορίων ἕκαστον διαιρετόν —, ὅπερ ἀδύνατον. εἰ δὲ διαιρούμενον μὴ εἰς ἄπειρα διαιρεθείη, ἀνομοιομερὲς ἔσται τὸ ἄπειρον. εἰ δὲ τοῦτο, οὐκ ἔσται οὐδὲ ἁπλοῦν οὐδὲ ἀρχή — ἀρχὴ γὰρ αὐτοῦ τὰ ἀνομοιομερῆ —, ἁπλοῦν δὲ δεῖ εἶναι τὸ ἄπειρον, ἐπειδὴ καὶ ἀρχή, ἡ δὲ ἀρχὴ ἁπλῆ· εἰ γὰρ σύνθετος, οὐκ αὐτὴ ἀρχή, ἀλλʼ ἐκεῖνα ἐξ ὧν συνέστηκεν. ἀλλʼ οἱ τὸ ἄπειρον ὑποτιθέμενοι ἀρχὴν αὐτό φασιν … οὐδὲ ἄπειρον ἔσται. τὸ γὰρ ἄπειρον περὶ οὗ νῦν ποιούμεθα τὴν ζήτησιν, ἢ τὸ κατὰ μέγεθός ἐστιν ἢ τὸ κατὰ πλῆθος, ἀδιαίρετον δὲ ὂν οὐδὲν τούτων ἔσται· ἕκαστον γὰρ τούτων διαιρετόν. ἀδύνατον ἄρα τὸ οὕτως ὂν ἄπειρον, ἀδιαίρετον εἶναι. εἰ τοίνυν μήτε διαιρετὸν μήτε ἀδιαίρετον δυνατὸν εἶναι τὸ ἄπειρον οὐσίαν γε ὄν, ἔοικε μηδʼ ὅλως εἶναι οὐσία τὸ ἄπειρον· εἰ δὲ μὴ ἔστιν οὐσία, συμβεβηκὸς ἔσται· εἰ δὲ συμβεβηκός, τὸ ἄπειρον οὐκ ἂν εἴη ἀρχὴ ὡς οἱ Πυθαγόρειοι ὑπετίθεντο. ἀλλʼ αὕτη μέν, φησίν, ἡ ζήτησις ἔοικε κοινοτάτη εἶναι καὶ οὐ τῆς προκειμένης πραγματείας, εἰ ἔστι τις κοινὴ τοῦ ἀπείρου φύσις ἥ τε ἐν τοῖς μαθήμασιν ὑπάρχουσα καὶ ἡ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τοῖς χωριστοῖς ἀσωμάτοις, καὶ αὐτὴ πότερον οὐσία τίς ἐστι νοητὴ ἤ τί ποτε ἄλλο· διὸ ταύτην μὲν ὑπερθώμεθα τὴν ζήτησιν, εἰς δὲ τὴν προκειμένην καὶ μᾶλλον ἀρμόζουσαν ἡμῖν ἐπιστρέψωμεν, εἰ ἔστι σῶμα αἰσθητὸν ἄπειρον κατὰ μέγεθος καὶ ἀδιεξίτητον· τοιοῦτον γὰρ καὶ οἱ φυσικοὶ ὑπετίθεντο εἶναι.

Ἢ ὃ μόλις.

Τὸ τρίτον σημαινόμενον. ἢ ὃ πεφυκὸς ἔχειν μὴ ἔχει διέξοδον ἢ πέρας. τὸ τέταρτον σημαινόμενον, λέγω δὴ τὸ ἐπὶ τοῦ κύκλου. τὸ δὲ πεφυκὸς ἔχειν διέξοδον ἢ καὶ πέρας ἀντὶ τοῦ δυνατὸν διεξελθεῖν τὸν ὅλον κύκλον ἢ καὶ ἀποπερατῶσαι, ἀλλʼ ἐπειδὴ μὴ ἔχει κατʼ ἐνέργειάν τι σημεῖον εἰλημμένον, διὰ τοῦτο συμβαίνει ἀδιεξίτητον εἶναι τὸν κύκλον, ἤτοι τὸ ἐπʼ αὐτοῦ κινούμενον μὴ ἔχον πέρας ποῖ στῇ.

Χωριστὸν μὲν οὖν εἶναι τὸ ἄπειρον τῶν αἰσθητῶν, αὐτό τι ὂν ἄπειρον, οὐχ οἷόν τε.

Τὸ ἄπειρον δηλονότι περὶ οὗ καὶ ὁ λόγος, τὸ τῇ ἐκτάσει ἄπειρον. τοῦτο οὖν αὐτὸ καθʼ αὑτὸ εἶναι οὐσίαν ὂν ἀδύνατον· πάντως γὰρ τὸ τοιοῦτον ἄπειρον οὐχ ἕτερόν ἐστι παρὰ τὰ αἰσθητά, ἀλλʼ ἢ ὕδωρ ἐστὶν ἢ ἀὴρ ἤ τι τῶν τοιούτων, ὥσπερ καὶ ὑπετίθεντο αὐτὸ οἱ φυσικοὶ εἶναι.

Εἰ γὰρ μήτε μέγεθός ἐστι μήτε πλῆθος.

Τὸ πρῶτον ἐπιχείρημα ὅτι οὐκ ἔστι τὸ ἄπειρον οὐσία. εἰ γάρ, φησί, μὴ εἴη μέγεθος μήτε πλῆθος τὸ ἄπειρον, ἅπερ τοῦ ποσοῦ ἐστιν εἴδη, ἀλλʼ οὐσία ἐστὶ καθʼ αὑτό, οὐχ ἕξει διαίρεσιν — ἡ γὰρ διαίρεσις τοῦ ποσοῦ —, ὥστε ἀδιαίρετον. ἀλλʼ εἰ ἀδιαίρετον, οὐδὲ ἄπειρον οἷον ἡμεῖς ζητοῦμεν ἄπειρον καὶ περὶ οὗ οἱ φυσικοὶ διελέγοντο, εἰ μὴ οὕτως ὡς ἡ στιγμὴ ἄπειρον ἢ τὸ ποιόν, τῷ μηδὲ πεφυκέναι διάστασιν ἔχειν.

Εἰ δὲ κατὰ συμβεβηκός ἐστι τὸ ἄπειρον, οὐκ ἂν εἴη στοιχεῖον τῶν ὄντων, ᾗ ἄπειρον.

Ἐπειδὴ ἔδειξεν ὅτι οὐ δυνατὸν οὐσίαν εἶναι τὸ ἄπειρον, διὰ τοῦτο μεταξὺ παρεμβάλλει ἔλεγχόν τινα τῆς ἑτέρας ὑποθέσεως, τῆς λεγούσης συμβεβηκὸς εἶναι τὸ ἄπειρον. εἰ γὰρ ἔστι μὲν τὸ ἄπειρον, οὐσία δὲ οὐκ ἔστι, λείπεται συμβεβηκὸς αὐτὸ εἶναι· ἀλλʼ εἰ συμβεβηκός, οὐκ ἂν εἴη στοιχεῖον τὸ ἄπειρον, ἀλλʼ ἐκεῖνο ᾧ τοῦτο συμβέβηκεν, ὥσπερ οὐδὲ τὸ ἀόρατον στοιχεῖον τῆς διαλέκτου, ἀλλʼ ἡ φωνὴ ᾗ τοῦτο συμβέβηκεν.

Ἔτι πῶς ἐνδέχεται εἶναί τι αὐτὸ ἄπειρον, εἴπερ μηδὲ ἀριθμὸν καὶ μέγεθος;

Μεταβαίνει εἰς τὸ δεῖξαι πάλιν ὅτι οὐκ οὐσία τὸ ἄπειρον. καὶ ἡ ἐπιχείρησις ἐκ τοῦ μᾶλλον· εἰ τὸ ὑποκείμενόν τινι μᾶλλον ὑφέστηκε καθʼ αὑτὸ ἢ τὸ συμβεβηκὸς ἐκείνῳ, ὁ δὲ ἀριθμὸς ὑποκείμενος τῷ ἀπείρῳ οὐχ ὑφέστηκε καθʼ αὑτόν, πολλῷ γε δήπου τὸ ἄπειρον, ὃ τῷ ἀριθμῷ συμβέβηκεν, οὐκ ἂν ὑποσταίη καθʼ αὑτό· εἰ δὲ μὴ ἔστι τῶν καθʼ αὑτὸ ὑφεστηκότων, οὐδʼ ἂν οὐσία εἴη.

Φανερὸν δὲ ὅτι οὐκ ἐνδέχεται οὐσίαν εἶναι τὸ ἄπειρον ὡς ἐντελεχείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν.

Ἕτερον ἐπιχείρημα ὅτι ἀδύνατον τὸ ἄπειρον οὐσίαν τε εἶναι καὶ ἀρχὴν τῶν ὄντων. ἀνάγκη γὰρ πᾶσα, εἰ ἀρχή ἐστι τὸ ἄπειρον, ἁπλοῦν τι εἶναι αὐτὸ καὶ μηδὲν ἔχον ὑποκείμενον. εἰ γὰρ εἴη σύνθετον ἢ ὅλως ὑποκείμενόν τι ἔχοι, οὐκέτι ἂν εἴη ἀρχή, ἀλλʼ ἢ τὸ ὑποκείμενον ἢ ἐκεῖνα ἐξ ὧν συνέστηκεν· ἁπλοῦν γάρ τι ἡ ἀρχή. εἰ οὖν τοιοῦτόν ἐστι τὸ ἄπειρον, ἁπλοῦν τι καὶ μηδὲν ἔχον ὑποκείμενον, ἀλλʼ οἷον ἡ ψυχὴ ἢ ὁ νοῦς, ταὐτὸν ἔσται ἐπʼ αὐτοῦ τὸ ἄπειρον καὶ τὸ ἀπείρῳ εἶναι· ἐπὶ μὲν γὰρ τῶν συνθέτων ἄλλο ἐστὶν ἑκάστῳ τὸ τόδε εἶναι καὶ ἄλλο τὸ τῷδε, ὡς εἴρηται καὶ ἐν Κατηγορίαις — τὸ μὲν γὰρ τόδε εἶναι τὸ σύνθετον σημαίνει, ὡς ὅταν εἴπω τὸ ζῷον, τὸ δὲ ζῴῳ εἶναι τὸ εἶδος δηλοῖ καθὸ καὶ ἔστι τῷ ζῴῳ τὸ εἶναι —, ἐπὶ δὲ τῶν ἁπλῶν ταὐτόν ἐστιν εἰπεῖν ψυχὴν καὶ ψυχῇ εἶναι — οὐδὲ γὰρ τῷ λόγῳ διῄρηται εἰς πλείονα —, καὶ νοῦν καὶ νῷ εἶναι. εἰ τοίνυν τοιαύτη ἐστὶν ἡ τοῦ ἀπείρου φύσις ὡς ταὐτὸν εἶναι αὐτῇ τὸ ἄπειρον καὶ ἀπείρῳ εἶναι, ἅπαν ἂν αὐτῆς μέρος ἄπειρον ἔσται. εἰ μὲν γὰρ τὸν αὐτὸν δέξεται λόγον τῷ ὅλῳ τὸ μέρος, καὶ τὸ μέρος δήπουθεν ἄπειρον ἔσται, εἰ δὲ ἕτερον, οὐκ ἂν εἴη ἁπλοῦν ἐξ ἀνίσων, μᾶλλον δὲ ἀνομοίων, συγκείμενον, ὥσπερ οὐδὲ ὁ ἄνθρωπος ἁπλοῦν ἐκ ζῴου καὶ λογικοῦ καὶ θνητοῦ συγκείμενος. εἰ μὲν οὖν τις ἀριθμὸν ἢ μέγεθος ποιεῖ ἄπειρον, οὐκ ἀκολουθήσει τούτῳ τὸ καὶ τὰ μέρη τοῦ ἀπείρου ἄπειρα ποιεῖν. ὑποτίθησι γὰρ τῷ ἀπείρῳ ἑτέραν φύσιν, οἷον τὸν ἀριθμὸν ἢ τὸ μέγεθος, καὶ οὐδέν γε κωλύει τὸ μέρος τοῦ ἀριθμοῦ ἀριθμὸν μὲν εἶναι ἄπειρον δὲ μή. οὐ γὰρ ταὐτὸν ἀριθμῷ τε εἶναι καὶ ἀπείρῳ εἶναι· ἀριθμὸς μὲν γὰρ τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἄπειρον δὲ ποσὸν ἀδιεξίτητον. ὁμοίως καὶ ἐπὶ τοῦ μεγέθους. ὅστις δὲ οὕτως οὐσίαν τὸ ἄπειρον λέγει, ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, τούτῳ πῶς οὐκ ἂν εἴη καὶ τῶν μερῶν ἕκαστον ἄπειρον; ὡς γὰρ τὸ μέρος τοῦ ὕδατος ὕδωρ ἐστίν, ἐπειδὴ τὸν αὐτὸν ἔχει λόγον, οὕτω καὶ τοῦ ἀπείρου τὸ μέρος ἄπειρον· ὁ γὰρ αὐτὸς λόγος ὅλου τε καὶ μέρους, ὡς προειρήκαμεν. πολλὰ οὖν ἔσται ἄπειρα τὸ ἓν ἄπειρον, ἐπεὶ καὶ πολλὰ τὰ μέρη, μᾶλλον δὲ ἐπειδὴ καὶ τῶν μερῶν ἕκαστον διαιρετόν, ἀνάγκη εἶναι ἀπειράκις τὸ αὐτὸ ἄπειρα, ὅπερ ἄτοπον.

Εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθʼ ὑποκειμένου.

Τὸ καθʼ ὑποκειμένου ἀντὶ τοῦ ἐν ὑποκειμένῳ, τουτέστιν εἴπερ οὐσία ἐστὶ καὶ μὴ συμβεβηκός.

Ὥσπερ γὰρ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἀπείρου ἄπειρον.

Τοῦτο συνεχὲς τῷ ἀνωτέρω ῥητῷ. ἔστιν οὖν ἡ ὅλη τοῦ ῥητοῦ σύνταξις αὕτη· μετὰ τὸ «εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθʼ ὑποκειμένου» σύναψον ἐφεξῆς ὥσπερ γὰρ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε ἔστιν οὐσία τις καὶ ἀρχή, εἶτα σύναψον «ὥστε ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν, πολλὰ δὲ ἄπειρα τὸ αὐτὸ εἶναι ἀδύνατον», εἶτα πάλιν σύναψον ἀμέριστον ἄρα καὶ ἀδιαίρετον.

Ἅμα γὰρ οὐσίαν ποιοῦσι τὸ ἄπειρον καὶ μερίζουσιν.

Κακῶς, φησίν, οἱ ἀποφαινόμενοι αὐτοουσίαν εἶναι τὸ ἄπειρον. συμβαίνει γὰρ αὐτοῖς τὸ αὐτὸ μεριστόν τε καὶ ἀμέριστον ποιεῖν, καὶ οὐσίαν καὶ συμβεβηκός. οὐσίαν μὲν γὰρ αὐτὸ λέγουσιν εἶναι, λέγοντες δὲ αὐτὸ ἄπειρον εὐθὺς καὶ ποσὸν ποιοῦσιν, ἐπειδὴ τὸ ἄπειρον διαιρετόν. ἀλλὰ μὴν εἴ γε οὐσία ἐστὶ τὸ ἄπειρον, δέδεικται ὅτι ἀδιαίρετον ἔσται. ὥστε τὸ ἀδιαίρετον διαιρετὸν ποιοῦσι, καὶ τὴν οὐσίαν συμβεβηκός.

Ἀλλʼ ἴσως αὕτη μὲν ἂν εἴη καθόλου ἡ ζήτησις μᾶλλον.

Ἐπειδὴ ἔδειξεν ὅτι οὐ δυνατὸν τὸ ἄπειρον οὐσίαν εἶναι, ἄπειρον λέγων τὸ κατὰ τὸν ἔκτασιν, οὐ τοιοῦτον δʼ ἄπειρον ἐκεῖνοι ἐν ταῖς ἰδέαις ἀπετίθεντο, τὸ περὶ τούτου, φησί, ζητεῖν εἰ ἔστιν οὐσία τις ἀπείρου καὶ αὕτη εἴτε ἐν τοῖς μαθήμασίν ἐστιν εἴτε ἐν τοῖς εἴδεσι, κοινοτέρας ἂν εἴη πραγματείας ζητῆσαι τῆς σκοπούσης περὶ τῶν ἀρχῶν πάντων τῶν ὄντων ᾗ ὄντα ἐστί, τῆς δὲ προκειμένης μεθόδου ἴδιον φυσικῆς οὔσης τὸ ζητῆσαι εἰ ἔστι σῶμα ἄπειρον κατὰ τὸν ἔκτασιν, μήτε ἀρχὴν ἔχον κατὰ μέγεθος μήτε πέρας. ὅτι οὖν οὐκ ἔστι τοιοῦτόν τι σῶμα, οἷον καὶ οἱ φυσικοὶ ὑπετίθεντο, ἐφεξῆς προτίθεται δεῖξαι.

Λογικῶς μὲν οὖν ἐκ τῶν τοιούτων σκοπουμένοις δόξειεν ἂν οὐκ εἶναι.

Δείξας ὅτι οὐκ ἔστι τὸ ἄπειρον οὕτως ὡς οὐσία αὐτὸ καθʼ αὑτὸ ἐν τούτῳ οὐσιωμένον, ἐν τῷ ἄπειρον εἶναι, ὥσπερ οἱ Πυθαγόρειοι ἔλεγον, λοιπὸν προτίθεται νῦν δεῖξαι ὅτι οὐδʼ οὕτως ἐστὶ τὸ ἄπειρον, ὥσπερ οἱ φυσικοὶ ἔλεγον, οὐκ οὐσιῶσθαι μέν τι ἐν τῷ ἀπείρῳ, ἀλλʼ εἶναι μὲν τὴν οὐσίαν ἕτερόν τι, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξύ, τοῦτο δὲ κατὰ τὸ μέγεθος ἄπειρον εἶναι. ὅτι οὖν οὐκ ἔστιν οὐδʼ οὕτως τὸ ἄπειρον, πρότερον μέν, ὥς φησι, λογικῶς δείκνυσι — τουτέστι πιθανῶς καὶ ἐξ ἐνδόξων· ἢ λογικῶς φησιν ἀντὶ τοῦ κοινότερον· ἐφαρμόσει γὰρ ἡ δεῖξις αὕτη οὐ μόνον ἐπὶ τῶν φυσικῶν σωμάτων, ἀλλὰ καὶ ἐπὶ τῶν μαθηματικῶν. διὰ τοῦτο οὖν λογικῶς φησιν —, ἔπειτα καὶ ἀναγκαστικώτερον ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως. ἔστιν οὖν ἡ λογικὴ ἐπιχείρησις τοιαύτη· οἱ γεωμέτραι ὁρίζονται τὸ σῶμα λέγοντες ὅτι σῶμά ἐστι τὸ ἐπιπέδῳ ὡρισμένον· εἰ τοίνυν τοῦτό ἐστι σῶμα τὸ ἐπιπέδῳ ὡρισμένον, τὸ δὲ ἄπειρον οὐχ ὥρισται ἐπιπέδῳ, σῶμα ἄρα ἄπειρον οὐκ ἔστι. τὸ δὲ σχῆμα δεύτερον. οὐ μόνον δέ, φησί, σῶμα ἄπειρον οὐκ ἔστιν, ἀλλʼ οὐδὲ ἀριθμὸν ἐνδέχεται εἶναι ἄπειρον· οὐδεὶς γὰρ ἀριθμός, φησί, χωριστός ἐστι καθʼ αὑτόν, ἀλλὰ πᾶς ἀριθμὸς ἐν τοῖς ἀριθμητοῖς ἐστι, τὸ δὲ ἀριθμητὸν ἐνδέχεται διεξελθεῖν, τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διεξελθεῖν, οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος. δύο δὲ ἐν τούτῳ συλλογισμῶν ὄντων, ὁ μὲν πρῶτος ἐν πρώτῳ ἐστὶ σχήματι, ὁ δὲ δεύτερος ἐν δευτέρῳ· ὁ ἀριθμὸς ἐν τοῖς ἀριθμητοῖς, τὰ ἀριθμητὰ ἐνδέχεται διεξελθεῖν, καὶ τὸν ἀριθμὸν ἄρα ἐνδέχεται διεξελθεῖν· … τὸ ἄπειρον οὐκ ἐνδέχεται διεξελθεῖν, ὁ ἀριθμὸς ἄρα οὐκ ἔστιν ἄπειρος. τὰ μὲν οὖν λογικὰ ἐπιχείρηματα τοιαῦτα, λογικὰ δὲ αὐτὰ εἶπε, διότι, ὡς εἶπον, οὐκ ἔστιν ἀναγκαστικὰ ἀλλʼ ἐξ ἐνδόξων. οὐδὲ γὰρ ἂν δοῖεν οἱ τὸ ἄπειρον εἶναι τιθέμενοι ὁρισμὸν εἶναι σώματος καθόλου τὸ ἐπιπέδῳ ὡρισμένον, ὥσπερ εἰ τύχοι οὐδὲ τὸ μῆκος ἔχον καὶ πλάτος καὶ βάθος, οὐδὲ τὸ ὄψει ἀντιληπτόν· οὐ γὰρ πᾶν περιλαμβάνει σῶμα οὗτος ὁ ὁρισμός. οὕτως οὖν οὐδὲ τὸ ἐπιπέδῳ ὡρισμένον· εἶναι γὰρ καὶ τὸ ἄπειρον σῶμα ὃ μὴ ἐπιπέδῳ ὥρισται, οἷον τὸ οὐράνιον· οὐ γὰρ ἡ ἐκτὸς ὥρισται ἐπιφάνεια. ἀλλʼ οὐδʼ ἂν δοῖεν πάλιν πάντα ἀριθμὸν ἀριθμητὸν εἶναι· εἶναι γὰρ καὶ ἄπειρον ἀριθμόν.

Ἐντεῦθεν μεταβαίνει ἐπὶ τὰ φυσικώτερά τε καὶ ἀναγκαστικώτερα τῶν ἐπιχειρημάτων. δείκνυσι δὲ ὅτι οὐκ ἐνδέχεται ἄπειρον σῶμα εἶναι ἔκ τε τῶν φυσικῶν δυνάμεων, τῶν παθητικῶν φημι καὶ ποιητικῶν, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ, καὶ δεύτερον ἐκ τῶν τόπων τῶν σωμάτων, τοῦ ἄνω τοῦ κάτω, καὶ προσέτι ἐκ τῶν ῥοπῶν, βαρέος λέγω καὶ κούφου, καὶ τελευταῖον καὶ ἐξ ἄλλων τινῶν ἐννοιῶν. πρῶτον οὖν ἐκ τῶν φυσικῶν δυνάμεων ἐλέγχει τὸ ἄπειρον, προάγει δὲ κατὰ διαίρεσιν τὸν λόγον. εἰ γὰρ ἔστι σῶμα ἄπειρον, ἀνάγκη πᾶσα ἢ ἁπλοῦν εἶναι τοῦτο ἢ σύνθετον, ἀλλʼ εἴτε ἁπλοῦν εἴη εἴτε σύνθετον, ἀδύνατον αὐτὸ ἄπειρον εἶναι, ὅλως ἄρα ἄπειρον σῶμα οὐκ ἔστι. πρότερον δὲ δείκνυσιν, ὅτι σύνθετον σῶμα οὐκ ἐνδέχεται ἄπειρον εἶναι. εἰ γὰρ σύνθετον εἴη, ἢ ἐξ ἀπείρων ἔσται συγκείμενον στοιχείων, ἢ ἐκ πεπερασμένων. ἐξ ἀπείρων μὲν οὖν ἀδύνατον· ἔν τε γὰρ τῷ πρώτῳ λόγῳ δέδεικται, ὅτι ἀδύνατον ἄπειρα εἶναι τὰ στοιχεῖα, δείξει δὲ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ μάλιστα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. εἰ γὰρ ἄπειρα, φησί, τὰ στοιχεῖα, ἀνάγκη πᾶσα καὶ τὰς ἐναντιώσεις ἀπείρους εἶναι — εἰ γὰρ μὴ ἄπειροι εἶεν αἱ ἐναντιώσεις αἱ γεννῶσαι τὰ στοιχεῖα, ἀλλὰ πεπερασμέναι, πᾶσα ἀνάγκη καὶ τὰ ἐξ αὐτῶν συγκείμενα πεπερασμένα εἶναι· αἱ γὰρ συμπλοκαὶ πεπερασμέναι γίνονται —, εἰ δὲ ἄπειροι ἔσονται αἱ ἐναντιώσεις, ἐπειδὴ ἑκάστη ἐναντίωσις δύο περιέχει ποιότητας — τὰ γὰρ ἐναντία τοὐλάχιστον δύο εἰσί —, συμβαίνει διπλασιασθῆναι τὸ ἄπειρον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα ἄπειρα εἶναι τὰ στοιχεῖα. ὥστε οὐ δυνατὸν ἐξ ἀπείρων εἶναι. εἰ δὲ ἐκ πεπερασμένων κατὰ πλῆθος, ἢ ἕν τι ἐξ αὐτῶν ἐστι κατὰ μέγεθος ἄπειρον, ἢ πλείονα, ἢ πάντα, ἢ οὐδέν. εἰ μὲν οὖν μηδὲν αὐτῶν εἴη ἄπειρον, ἀλλὰ πάντα πεπερασμένα, καὶ τὸ ἐξ αὐτῶν συγκείμενον πεπερασμένον ἔσται· ὥστε ἀνάγκη ἢ ἓν ἢ πλείονα ἢ πάντα ἄπειρα εἶναι. καὶ πρῶτόν γε δείκνυσιν ὅτι ἀδύνατον ἕν τι αὐτῶν εἶναι ἄπειρον, καὶ τούτου μὲν δειχθέντος συναποδεδειγμένον ἔσται ὅτι οὐδὲ πλείονα δυνατὸν εἶναι ἄπειρα — εἰ δὲ πλείονα, πολλῷ μᾶλλον πάντα —, ὅμως δείξει ἰδίᾳ ὅτι οὐδὲ πλείονα δυνατὸν εἶναι.

Ὅτι οὖν οὐκ ἐνδέχεται ἕν τι εἶναι ἄπειρον τῶν στοιχείων ἐξ ὧν τὸ ἄπειρον σύγκειται, δείκνυσιν οὕτως. ἅπαν σῶμα φυσικόν, περὶ ὧν καὶ ποιούμεθα τὸν λόγον, δύναμίν τινα σύμφυτον ἔχει ἐν ἑαυτῷ ἢ θερμότητα ἢ ξηρότητα ἢ ψυχρότητα ἢ ὑγρότητα. ἀνάγκη οὖν πᾶσα, εἴ τι ἔστι σῶμα σύνθετον, ἰσάζειν κατὰ τὰς δυνάμεις τὰ συντιθέντα αὐτό, ἵνα οὕτως ἕν τι κρᾶμα ἐξ αὐτῶν γένηται μηδενὸς ἐπικρατεστέρου γενομένου, ἀλλὰ τῆς ἑκάστου ἀμετρίας ὑπὸ τῆς θατέρου ἐναντίας δυνάμεως κεκολασμένης· εἰ γὰρ ἐπικρατέστερον ᾖ ἕν τι ἐξ αὐτῶν, φθείρει τὰ λοιπὰ καὶ μεταβάλλει εἰς ἑαυτό. ἐὰν τοίνυν τὸ ἄπειρον σύνθετον ὂν ἕν τι ἔχῃ τῶν συντιθέντων ἄπειρον, ἐπειδὴ πᾶσα ἀνάγκη τὸ ἄπειρον τῷ ὄγκῳ σῶμα ἄπειρον ἔχειν καὶ τὴν δύναμιν, ἀπείρου οὔσης ἐν τῷ ἀπείρῳ τῆς δυνάμεως, καταδαπανήσει αὕτη τὰ λοιπὰ καὶ μεταβαλεῖ εἰς ἑαυτήν, καὶ οὕτω πάλιν τὸ ὅλον ἁπλοῦν ἔσται καὶ οὐ σύνθετον· κἂν γὰρ τὸ ἄπειρον ἐν ἴσῳ ὄγκῳ ἀσθενεστέραν ἔχῃ τὴν δύναμιν, καὶ μὴ οὕτως σφοδρὰν ὡς τὸ πεπερασμένον, ἀλλʼ οὖν ἐπειδὴ ἐν μεγέθει ἐστὶν ἀπείρῳ, ὑπερβαλεῖ ταύτῃ πᾶν τὸ πεπερασμένον καὶ φθερεῖ τὴν ἐν τῷ πεπερασμένῳ δύναμιν, κἂν σφοδροτέρα ᾖ. ὑποκείσθω γὰρ ἐν τῷ ἀπείρῳ ἕν τι τῶν συντιθέντων αὐτό, οἷον τὸ ὕδωρ, ἄπειρον ὂν κατὰ μέγεθος, ἕτερον δέ, τὸ πῦρ, πεπερασμένον κατὰ μέγεθος· καὶ ἔστω ἡ μὲν ἐν τῷ ὕδατι δύναμις, οἷον ἡ ψυχρά, πολλῷ ἀσθενεστέρα οὖσα τῆς ἐν τῷ πυρί, λέγω δὴ τῆς θέρμης, ἐν τῷ ἴσῳ ὄγκῳ. ἐὰν μὲν οὖν λάβω δύο ἰσόογκα σώματα ἐξ ἀμφοῖν, οἷον ξέστην ἀφʼ ἑκάστου, ἐπειδὴ ἡ ἐν τῷ ξέστῃ τοῦ πυρὸς θερμότης σφοδροτέρα ἐστὶν ἤπερ ἡ ἐν τῷ ξέστῃ τοῦ ὕδατος ψῦξις ψυχρά, καταδαπανήσει δηλονότι ἡ θερμότης τὴν ψῦξιν· δύο γὰρ οὐσῶν ἐναντίων δυνάμεων νικᾶται ἡ ἐλάττων ὑπὸ τῆς μείζονος. καὶ ἔστω ἡ ἐν τῷ ἰσοόγκῳ σώματι τοῦ πυρὸς θερμότης δεκαπλασίως θερμοτέρα οὖσα ἤπερ ἡ ἐν τῷ ἴσῳ ὕδατι ψῦξις ψυχρά. ἀλλʼ εἰ καὶ δραστικωτέρα ἐστὶ τοσούτοις μέτροις ἡ ἐν τῷ ἰσοόγκῳ πυρὶ θερμότης, ἐὰν δεκαπλασιάσω τὸν ὄγκον τοῦ ὕδατος καὶ λάβω δέκα ξέστας ὕδατος, ἐξισωθήσεται ἡ ἐν τοῖς δέκα ξέσταις τοῦ ὕδατος ψῦξις τῇ θερμότητι τῇ ἐν τῷ ξέστῃ τοῦ πυρός. ἐπεὶ οὖν τὸ πῦρ σφοδροτέραν ἔχον δύναμιν ὑπόκειται τῷ ὄγκῳ πεπερασμένον εἶναι, παντὸς δὲ πεπερασμένου πρὸς πεπερασμένον ἐστί τις λόγος, ἕξει δηλονότι καὶ ἡ ὁλότης τοῦ πυρὸς πρὸς τὸ μόριον αὐτῆς τὸ ληφθὲν λόγον τινά· ἔστω οὖν μυριοπλασίων. ἐπεὶ οὖν ὁ ξέστης τοῦ πυρὸς ἴσην δύναμιν εἶχε τοῖς δέκα ξέσταις τοῦ ὕδατος, δυνατὸν δήπου καὶ τῇ ὁλότητι τοῦ πυρὸς ἀνάλογον τῷ μέρει ἐκ τοῦ ἀπείρου ὕδατος λαβεῖν· ἐὰν λάβω δέκα μυριάδας ξεστῶν ὕδατος, ἐξισωθήσεται ἡ ψῦξις ἡ ἐν τούτοις τῇ θερμότητι τῇ ἐν τοῖς μυρίοις ξέσταις τοῦ πυρός. ἐπεὶ οὖν ἄπειρον ὑπόκειται τὸ ὕδωρ, τοῦ δὲ ἀπείρου πρὸς τὸ πεπερασμένον οὐδείς ἐστι λόγος, ἀπειροπλασίων δηλονότι ἔσται ἡ ἐν τῷ ὅλῳ ὕδατι ψῦξις τῆς ἐν τῷ ληφθέντι αὐτοῦ μέρει ψύξεως, ἥτις καὶ ἰσάζουσα ἦν τῇ θερμότητι τῇ ἐν τῇ ὁλότητι τοῦ πυρός· εἰ δὲ τοῦτο, ἡ ἐν τῷ ὅλῳ ἄρα ὕδατι ψῦξις ἀπειροπλασίων ἔσται τῇ δύναμει τῆς ἐν τῷ ὅλῳ πυρὶ θερμότητος· καταδαπανήσει ἄρα αὐτὴν καὶ μεταβαλεῖ, καὶ οὕτως ἔσται ἁπλοῦν τὸ ὅλον καὶ οὐ σύνθετον. ἀδύνατον ἄρα ἕν τι αὐτῶν εἶναι ἄπειρον. καὶ τοῦτο καὶ ἐξ αὐτῆς τῆς ἐναργείας δῆλον. μικρὸν μὲν οὖν ὕδωρ ἐπιβληθὲν λαμπάδι μεγάλῃ φθείρεται καὶ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβάλλει, εἰ δὲ ἡ λαμπὰς ἐκείνη εἰς δεξαμενὴν ὕδατος ἐμβληθῇ, τοὐναντίον πάσχει — φθείρεται γὰρ καὶ μεταβάλλει —, καίτοι σφοδροτέρα γε ἡ τοῦ πυρὸς θερμότης τῆς τοῦ ὕδατος ψύξεως, εἴπερ τοῦ μὲν ὕδατος ἡ ψῦξις στοιχειώδης, τοῦ δὲ διακονικοῦ πυρὸς ἡ θερμότης ὑπερβολή ἐστι τῆς στοιχειώδους θερμότητος, ὥσπερ καὶ ἡ τοῦ κρυστάλλου ψῦξις ὑπερβολή ἐστι τῆς στοιχειώδους ψύξεως. ἀλλʼ ὅμως καίτοι σφοδροτέρας οὔσης τῆς δυνάμεως τῆς τοῦ πυρός, διὰ τὸ πολὺ εἶναι τὸ ποσὸν τοῦ ὕδατος, καίτοι τῆς ποιότητης τῆς ἐν τῷ ὕδατι ἠρεμαιοτέρας οὔσης, ὅμως περιγίνεται τῆς τοῦ πυρὸς θερμότητος ἡ ἐν τῷ ὕδατι ψῦξις διὰ τὸ πλῆθος τοῦ ποσοῦ· δυναμικώτεραι γὰρ γίνονται αἱ ποιότητες, ὅταν ἀθρόαι ὦσιν αἱ ὁμοειδεῖς. καὶ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ῥοπῶν ἔστιν ἰδεῖν σαφέστερον. ἐὰν γὰρ δύο λιτριαῖα βάρη συνάψῃς ἅμα, τὸ ἐξ ἀμφοῖν συγκείμενον βαρύτερον ἀμφοτέρων ἔσται· οὐ γὰρ μόνον διλιτριαῖον ἕξει βάρος, ἀλλὰ πλεῖον. ὡσαύτως κἂν διλιτριαῖον μέγεθος μερίσῃς εἰς δύο ἴσα, οὐχ ἕξει ἑκάτερον τῶν μερῶν λίτρας βάρος, ἀλλʼ ἧττον. οὕτως ἄρα συνιόντα μὲν τὰ ὁμοειδῆ δυναμικώτερα γίνεται, διαιρούμενα δὲ ἀσθενέστερα. ὁμοίως καὶ ἐν ταῖς κινήσεσιν, ὅσῳ ἂν πλείω ἐπισυνθῇς βάρη, θᾶττον κινεῖται, καὶ διῃρημένα μὲν πέντε τυχὸν λιτριαῖα σώματα, κἂν ἅπτηται ἀλλήλων, οὐ ταχεῖαν οὕτω τὴν κίνησιν ποιήσεται, συναχθέντα δὲ καὶ εἰς ἓν ἀχθέντα θᾶττον πάνυ κινηθήσεται. ὁμοίως καὶ ἐπὶ τῶν κούφων. ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ θερμοῦ ἕξει καὶ ψυχροῦ καὶ τῶν λοιπῶν ἐναντιώσεων. ἐὰν γοῦν τὸ αὐτὸ ξύλον ἐν μικρᾷ τε καὶ μεγάλῃ φλογὶ ἐμβάλῃς, θᾶττον ἐν τῇ μεγάλῃ ἐμβληθὲν καταδαπανηθήσεται ἢ ἐν τῇ μικρᾷ. ὥστε κἂν ᾖ ἔλαττον τῇ ποιότητι τὸ ἄπειρον, ἀλλʼ οὖν τῷ μεγέθει καὶ τῇ ἐπʼ ἄπειρον ἐπισυνθέσει τῶν ὁμοιομερῶν ἐπʼ ἄπειρον καὶ τὸ ποιὸν αὐξηθήσεται· εἰ γὰρ ὅλως ἐπισυντιθέμενα τὰ μόρια ῥώννυσι τὴν ποιότητα καὶ αὔξει, ἐπʼ ἄπειρον δήπου συντιθέμενα ἐπʼ ἄπειρον αὐξήσει. ὥστε ἄπειρος ἔσται ἐξ ἀνάγκης ἡ ἐν τῷ ἀπείρῳ δύναμις, ἄπειρος δὲ οὖσα φθείρει τὰ λοιπὰ ἐξ ἀνάγκης. οὐκ ἄρα δυνατὸν ἕν τι εἶναι ἄπειρον.

Φέρεται δὲ πρὸς τοῦτον τὸν λόγον ἔνστασις τοιαύτη, ὅτι οὐκ ἀνάγκη συναύξεσθαι τῷ ποσῷ τὸ ποιόν. οὐδὲ γὰρ εἰ λάβω λιτριαῖον σῶμα ψιμμυθίου ἔχον τοσόνδε μέτρον λευκότητος, εἶτα τοῦτο πολυπλασιάσω ἐπισυνθεὶς πολλὰ ἴσα μεγέθη, ἤδη τὸ ὅλον λευκότερον ποιῶ. ἀλλʼ οὐδὲ εἰ μεγάλην βῶλον εἰς μόρια κατατέμω, ἀμυδροτέρα γίνεται ἡ ἐν τοῖς μορίοις λευκότης τῆς ἐν τῷ ὅλῳ λευκότητος. ἀλλʼ οὐδὲ εἰ εἰς δεξαμενὴν πλείονα ὑδάτια ὁμοειδῆ ἐπιχέω, τὸ ὅλον ἑκάστου τῶν μερῶν ψυχρότερον γίνεται. ὁμοίως οὐδʼ ἂν εἰ τεθερμασμένα πλείω ἅμα ἐμβληθείη, ἑκάστου τῶν μερῶν τὸ ὅλον θερμότερον γίνεται. εἰ δὲ φαίνεται τὸ αὐτὸ ξύλον ὑπʼ ἐλάττονος μὲν φλογὸς ἐν πλείονι χρόνῳ καιόμενον, ὑπὸ πλείονος δὲ ἐν ἐλάττονι, οὐχ ὡς τῆς καυστικῆς ποιότητος σφοδροτέρας γινομένης τοῦτο συμβαίνει, ἀλλʼ ἐπειδὴ πᾶν τὸ πάσχον ὑπό τινος ἐπὶ τῶν ὁμοΰλων πάντως καὶ ἀντιδρᾷ εἰς τὸ ποιοῦν, τὸ δὲ μικρότερον μᾶλλον πάσχει ὑπὸ τοῦ μείζονος ἢ ποιεῖ εἰς αὐτό, οὐ διὰ τὸ σφοδροτέραν εἶναι τὴν τοῦ πλείονος ποιότητα, ἀλλʼ ὅτι δυσπαθέστερόν ἐστι συνηγμένον ἕκαστον ἢ διεσπασμένον τῆς ὁλότητος· ὥσπερ οὖν εὐπαθέστερον γίνεται διεσπασμένον, οὕτω δυσπαθέστερον ἀθρόον ὑφεστηκός. καὶ τοῦτο εὐλόγως συμβαίνει. ἐπεὶ γάρ ἐστιν ἐν τῷ πολλῷ μεγέθει πολλὰ μόρια ὁμοειδῆ, ἕκαστον δὲ δηλονότι δραστήριον ἔχει δύναμιν, ὅταν τὸ παρατεθὲν ἐναντίον μικρὸν ὂν δράσῃ τι εἴς τι μόριον, εὐθὺς τὰ παρακείμενα ὁμοειδῆ τοῦ παθόντος μόρια ἁπτόμενα αὐτοῦ τοῦ παθόντος δρᾷ καὶ αὐτὰ εἰς αὐτὸ καὶ οὐκ ἐᾷ μεταβληθῆναι, ἀλλʼ ἅμα ἐκ τοῦ παθεῖν εἰς τὴν ἀρχαίαν ἀποκαθίστησι φύσιν· καὶ ταύτῃ συμβαίνει πάσχοντος μὲν τοῦ παρατεθέντος ἐναντίου, μὴ ἰσχύοντος δὲ εἰς τὰ ποιοῦντα μόρια ἀντιδρᾶσαι — ἐξ οὗ συνέβαινεν ἀσθενεστέραν τὴν δραστήριον αὐτῶν γενέσθαι δύναμιν —, θάττονα γίνεσθαι τὴν μεταβολήν. οἷόν τι λέγω· ὑποκείσθω πυρκαϊὰ μεγάλη ἐπέχουσα βάθος δέκα πήχεων· ὅταν οὖν εἰς ταύτην ἐμβληθῇ μικρὸν ξύλον, δρᾷ μὲν πάντως καὶ τὸ ξύλον εἴς τινα μόρια τῆς πυρκαϊᾶς οἷς παρετέθη, οἷον εἰς πῆχυν ἕνα, ἀλλʼ ἐπειδὴ τοῦ παθόντος τούτου πήχεος τοῦ πυρός εἰσι συμφυεῖς ἕτεροι ὁμοειδεῖς μηδὲν πεπονθότες, ἔχοντες καὶ αὐτοὶ δηλονότι τὴν δραστήριον δύναμιν, εὐθὺς δρῶσιν εἰς τὸ ἀρξάμενον πάσχειν καὶ ἀποκαθιστᾶσιν εἰς τὴν αὐτοῦ φύσιν, καὶ τὸ μὲν ἁπτόμενον τοῦ ξύλου πῦρ βοηθούμενον ὑπὸ τῶν παρακειμένων ὁμοειδῶν οὐ πάσχει τι ὑπὸ τοῦ ξύλου, τὸ μέντοι ξύλον μικρὸν ὂν καὶ πανταχόθεν πάσχον μὲν ὑπὸ τοῦ πυρὸς ἀντιδρᾶσαι δὲ μὴ δυνάμενον, θάττονα ποιεῖται τὴν μεταβολήν. εἰ δέ γε ἐν μικρᾷ πυρκαϊᾷ μέγα ξύλον ἐμβληθῇ, διὰ τὸ μᾶλλον ποιεῖν ἢ πάσχειν χρονιωτέραν ποιεῖται τὴν μεταβολήν· τὸ γὰρ πάσχον τοῦ πυρὸς οὐκ ἔχει τὸ παρακείμενον ὁμοειδὲς καὶ βοηθοῦν καὶ ἐπανάγον τὴν πεπονθυῖαν δύναμιν. διὰ ταύτην οὖν τὴν αἰτίαν αὐξόμενον τὸ ποσὸν δραστικώτερον δοκεῖ εἶναι, οὐ διότι τὸ ποιὸν τῷ ποσῷ συναύξεται. καὶ γὰρ ἄλλως ἄλογόν ἐστι καὶ αἴτημα παντελῶς τὸ τῷ ποσῷ δεῖν λέγειν συναύξεσθαι καὶ τὸ ποιόν· οὕτω γὰρ ἔδει πάντως ἐπὶ τῶν ὁμοειδῶν τὸ τὸν μείζονα ὄγκον ἔχον σφοδροτέραν ἔχειν τὴν δύναμιν, νῦν δὲ οὐκ ἀνάγκη· τὸ πέπερι γοῦν πλείονα ἔχει κατὰ τὴν θερμὴν ποιότητα δύναμιν τῆς μεγάλης ῥεφανίδος. καὶ μή τις εἴποι ὅτι ἄλλο καὶ ἄλλο εἶδος θερμότητος, αὐτὸ γοῦν τοῦτο πρόκειται δεῖξαι, ὅτι τοῦ θερμοῦ, ᾗ θερμόν ἐστι, μηδὲν διαφέροντος ἐπιτείνεσθαι συμβαίνει αὐτὸ καὶ ἀνίεσθαι οὐ πρὸς τὸ μέγεθος τῶν ὄγκων, ἀλλὰ πρὸς τὴν ἐπιτηδειότητα τῶν δεχομένων. οὐκ ἄρα τῷ ποσῷ τὸ ποιὸν πέφυκε συναύξεσθαι. εἰ δὲ μὴ τῷ ποσῷ τὸ ποιὸν συναύξεται, οὐκ ἀνάγκη, εἰ τὸ ἓν τῶν συμπληρούντων τὸ ἄπειρον στοιχείων ἄπειρον μὲν εἴη κατὰ τὸ μέγεθος, τῷ δὲ ποιῷ ὑφειμένον εἴη τῶν ἄλλων κατὰ τὸ δραστήριον, συναύξεσθαι τὸ ποιὸν τῇ ἀπειρίᾳ τοῦ μεγέθους, ἀλλʼ ὥσπερ δυνατὸν ἐπὶ πολὺ τοῦ ὄγκου αὐξομένου μὴ συναύξεσθαι τὴν δύναμιν, οὕτω δήπου κἂν ἐπʼ ἄπειρον αὐξηθῇ, οὐδὲν πλέον ἐπιταθήσεται. καὶ τούτου καὶ ἐκ τῆς ἐναργείας ἡ πίστις. ὑποκείσθω γὰρ ὁ περὶ τὴν πόλιν πᾶσαν ἀὴρ κατεψυγμένος ἄγαν, ἁπτέσθω δὲ λυχνιαία φλόξ. καίτοι εἰ τῷ ποσῷ τὸ ποιὸν συναύξεται, ἔδει κατασβεσθῆναι τὴν λυχνιαίαν φλόγα ὑπὸ τοῦ ἀέρος· οὐ γὰρ δήπου τοσαύτη ἐστὶν ἡ ὑπεροχὴ τοῦ ποιοῦ πρὸς τὸ ποιόν, ὅση ἡ τοῦ ποσοῦ πρὸς τὸ ποσὸν, ἀλλὰ πολὺ ἐλάττων ἡ τοῦ ποιοῦ ὑπεροχή. ἀλλʼ ὅμως ἐπειδὴ μὴ συναύξεται τῷ ποσῷ τὸ ποιόν, δρᾷ μᾶλλον ἡ λυχνιαία φλὸξ εἰς τὸν ἀέρα σφοδροτέρα οὖσα ἢ πάσχει ὑπʼ αὐτοῦ. ἀλλὰ κἂν τὸν ψυχρὸν ἀέρα μὴ περικλείσω μέχρι τῆς πόλεως, ἀλλʼ ἐπεκτείνω ἐπὶ πάντα τὸν κόσμον ὥστε τὸν ἐν παντὶ τῷ κόσμῳ ἀέρα ὁμοίως κατεψῦχθαι, οὐδὲν πλέον πείσεται ἡ λυχνιαία φλόξ, εἴ γε καὶ νῦν τῆς καθʼ ἡμᾶς πάσης οἰκουμένης κατεψυγμένης οὐδὲν ἡ περιεχομένη λυχνιαία φλόξ πάσχει. ὥστε κἂν ἐπʼ ἄπειρον αὐξήσω τὸν ψυχρὸν ἀέρα, τὸ αὐτὸ συμβήσεται. εἰλήφθω δὲ μὴ τοσοῦτον κατεψυγμένος καὶ πεπαχυσμένος ὁ ἀήρ, ὡς ἤδη ψεκάδας εἶναι καὶ ὕδωρ, ἐπεὶ οὐκ ἀσθενέστερον τὸ ψυχρὸν λαμβάνομεν, ἀλλʼ ἐξισάζον ἢ οὐ πολὺ διαφέρον, ὅθεν καὶ μᾶλλον ποιεῖ ἢ πάσχει κατὰ τὸν εἰρημένον τρόπον τῇ τοῦ ὁμοειδοῦς πολλοῦ ὄντος βοηθείᾳ· ὡς εἰ καὶ ἀσθενέστερον ᾖ, οὐδὲν πείσεται κἂν ἄπειρον ᾖ. ἐπεὶ καὶ τῇ γῇ παρακειμένη λυχνιαία φλὸξ δρᾷ μὲν εἰς αὐτήν, πάσχει δὲ οὐδέν. καίτοι γε εἰ σφοδρότερον ἐγίνετο τῇ τοῦ ποσοῦ αὐξήσει τὸ ποιόν, ἐπεὶ τὸ μηδέν ἐστιν ἡ λυχνιαία φλὸξ πρὸς ὅλην τὴν γῆν, ἔδει πολλαπλασίονα εἶναι τὴν ὅλης τῆς γῆς ψῦξιν τῆς λυχνιαίας θερμότητος, ὅπερ οὐχ ὁρῶμεν γινόμενον. καὶ τοῦτο εἰκότως· οὔτε γὰρ ὁ ἀὴρ οὔτε ἡ γῆ καθʼ ὅλα ἑαυτὰ δρῶσιν εἰς τὰ παρακείμενα, ἀλλὰ καθʼ ἃ μόνα μόρια ἅπτονται τῶν παρακειμένων, ὅθεν ἀσθενεστέρας οὔσης τῆς ποιότητος πάσχει μᾶλλον ὑπὸ τῆς παρακειμένης φλογὸς ἢ ποιεῖ εἰς αὐτήν. τί οὖν ἄτοπον καὶ εἰ ἕν τι τῶν συντιθέντων τὸ ἄπειρον στοιχείων ἄπειρον μὲν ᾖ κατὰ μέγεθος, σφοδρότητι δὲ ποιότητος ἐλλεῖπον τῶν ἄλλων, πάσχειν μᾶλλον ὑπὸ τοῦ πεπερασμένου σφοδροτέραν ἔχοντος τὴν δύναμιν ἢ ποιεῖν εἰς αὐτό; οὐ γὰρ καθʼ ὅλον αὑτὸ τὸ ἄπειρον δρᾷ εἰς τὸ πεπερασμένον, ἀλλὰ κατὰ τὸ παρακείμενον αὐτῷ μόριον, ὥσπερ οὐδὲ ὁ ἀὴρ ὁ περιέχων τὴν λυχνιαίαν φλόγα καθʼ ὅλον ἑαυτὸν δρᾷ εἰς αὐτήν, ἐπεὶ τῷ ὄντι ἔσβεσε τῷ πλήθει καὶ τῇ συνεχείᾳ τοῦ πάθους· πλειόνων γὰρ εἰς τὸ αὐτὸ συνεχῶς δρώντων συμβαίνει ἀκμάζουσαν μὲν ἀεὶ τὴν ἐν τῷ ποιοῦντι δύναμιν ὑπάρχουσαν, κἂν ἀμυδρὰ ᾖ, κεκμηκυῖαν δὲ τὴν ἐν τῷ πάσχοντι, κἂν σφοδροτέρα ᾖ, μᾶλλον πάσχειν ἢ ποιεῖν τὴν σφοδροτέραν ὑπὸ τῆς ἀμυδροτέρας. ἐν γοῦν λυχνιαίᾳ φλογὶ ῥανὶς ἐλαίου συνεχῶς ἐπιχεομένη σβέσειεν ἂν τὴν φλόγα. εἰ τοίνυν μὴ καθʼ ὅλον δρᾷ τὸ ἄπειρον, ἀλλὰ κατὰ τὸ παρακείμενον τῷ πεπερασμένῳ μόριον, ἔστι δὲ ἀμυδροτέρα ἡ ἐν αὐτῷ δύναμις, οὐδὲν μὲν δράσει εἰς τὸ πεπερασμένον, τοὐναντίον δὲ πείσεται ὑπʼ αὐτοῦ, καὶ ἀεὶ μὲν αὐξηθήσεται τὸ πεπερασμένον, οὔτε δὲ τὸ ἄπειρον ἐκλείψει οὔτε τὸ πεπερασμένον ἄπειρον γενήσεται.

Ἡ μὲν οὖν πρὸς τὸν λόγον ἔνστασις ἐπὶ τοσοῦτον, ἐπιχειροῦσι δὲ λύειν αὐτὴν τοιούτῳ τρόπῳ. πρῶτον γάρ φασι ψεῦδος τὸ τὰς φυσικὰς δυνάμεις μὴ καθʼ ὅλας ἑαυτὰς δρᾶν, κἂν ἐν πολλῷ ὦσιν ὑποκειμένῳ· αἱ γοῦν ῥοπαί, φασί, προφανῶς τοιαῦται. ἐὰν οὖν δεκαλιτριαῖον ἐπιτεθῇ τινι βάρος, ἅπτεται μὲν ὁ ὄγκος οὐ καθʼ ὅλον ἑαυτὸν ᾧ ἂν ἐπιτεθῇ, ἀλλὰ κατὰ μόριον, μᾶλλον δὲ κατὰ τὴν ἐπιφάνειαν, δρᾷ δὲ καθʼ ὅλην τὴν δύναμιν τὴν ἐν τῷ παντὶ ὄγκῳ· τὴν γὰρ πίλησιν καθʼ ὅλην τὴν ῥοπὴν ποιεῖται. ἐὰν γοῦν ἀποτέμῃς κατὰ τὸ μέρος τὸ μὴ ἁπτόμενον τοῦ βαστάζοντος μόριόν τι τοῦ ὄγκου, οἷον λιτρῶν δύο, καίτοι τῆς αὐτῆς πάλιν ἐπιφανείας ἁπτομένης τοῦ βαστάζοντος ἡ πίλησις οὐχ ὁμοία γίνεται, ὡς δὴ καὶ τῆς ῥοπῆς τῆς ἐν τῷ ἀνακοπέντι μέρει, εἰ καὶ μὴ ἥπτετο τὸ μέρος ἐκεῖνο τοῦ βαστάζοντος, δρώσης τι μετὰ τοῦ παντός. οὕτως ἄρα ὅλη ὡς ὅλη ἡ ἐν τῷ σώματι δύναμις ποιεῖν πέφυκε, κἂν μὴ καθʼ ὅλον αὑτὸ ἅπτηται τὸ ποιοῦν τοῦ πάσχοντος. ὁμοίως καὶ ἐπὶ τῶν ὠθούντων ἢ ἑλκόντων ἅπτεται μὲν τοῦ ἑλκομένου ἢ ὠθουμένου μόριόν τι τοῦ ὠθοῦντος ἢ ἕλκοντος, οἷον ἡ χείρ, ἕλκει δὲ οὐχ ἡ ἐν τῇ χειρὶ μόνον δύναμις, ἀλλʼ ἡ ὅλη ὡς ὅλου τοῦ ζῴου. δρῶσι γὰρ πολλὰ καὶ πάσχει κατὰ τὰ ὅλα τοῖς μέρεσι· τοῖς γὰρ ποσὶ βαδίζομεν ὅλοι κινούμενοι, καὶ οἰκοδομοῦμεν ταῖς χερσὶ καθʼ ὅλους αὑτοὺς ἐνεργοῦντες, καὶ ἐπὶ πολλῶν ἄλλων ὡσαύτως. εἰ τοίνυν ταῦτα οὕτως ἔχει, καὶ τὰ θερμαίνοντα ἄρα καὶ ψύχοντα καὶ ὑγραίνοντα καὶ ξηραίνοντα καὶ ἐπὶ τῶν ἄλλων παθητικῶν ποιοτήτων, κἂν κατὰ μέρη ἅπτηται τὰ ποιοῦντα, ἀλλʼ οὖν καθʼ ὅλην τὴν ἐν αὐτοῖς δύναμιν ἐνεργεῖ. καθʼ ὅλην δὲ ἐνεργοῦντα, ἀπείρου ὄντος τοῦ ὑποκειμένου, συναύξεσθαι ἀνάγκη καὶ τὴν δραστήριον δύναμιν· εἴπομεν γὰρ ὡς ὅταν τι πλείοσι μορίοις εἰς ἓν καὶ τὸ αὐτὸ δρᾷ ἔλαττον ὂν πολὺ κατὰ μέγεθος, κἂν ὑφεῖται τῇ δυνάμει τὸ ποιοῦν, ἀλλʼ οὖν περιέσται τῷ πλήθει τῶν δρώντων μορίων πολλῶν ὄντων, εἰ δὲ ταύτῃ, ἀεὶ τὸ μεῖζον πλεῖον δράσει. τὸ ἄπειρον ἄρα ἄπειρον ἕξει τὴν δραστήριον δύναμιν.

Ἀλλὰ πρὸς ταῦτα πάλιν ἐρεῖ τις, ὅτι οὐχ ὅπερ ἐπὶ τῶν ῥοπῶν συμβαίνει, τοῦτο ἀνάγκη καὶ ἐπὶ τῶν παθητικῶν ποιοτήτων συμβαίνειν. οὐδὲ γὰρ τὸ αὐτὸ εἶδος ποιότητος θερμότης καὶ βαρύτης — ἡ μὲν γὰρ θερμότης καὶ ψυχρότης καὶ αἱ ὅμοιαι δραστικαί εἰσι καὶ ἀλλοιωτικαὶ ποιότητες, κουφότης δὲ καὶ βαρύτης κατὰ τόπον κινητικαί —, οὐκ ἀνάγκη δὲ ταῖς διαφόροις κατʼ εἶδος δυνάμεσι τὰ αὐτὰ ὑπάρχειν. ἰδοὺ γοῦν καὶ τὸ σχῆμα ποιότης μέν, οὐδαμῶς δὲ παθητική. ἐναργῶς γοῦν ὁρῶμεν μὴ καθʼ ὅλον ἑαυτὸν τὸν ἀέρα δρῶντα εἰς ἡμᾶς, ἀλλὰ κατὰ μόνον τὸν προσεχῶς περιέχοντα, ἐπεὶ τὰ αὐτὰ πάσχειν ἔδει ἀλλήλοις πάθη τοὺς ἐν Σκυθίᾳ καὶ τοὺς ἐν τῇ Αἰθιοπίᾳ. καὶ τί λέγω τοὺς πλεῖστον ἀλλήλων διεστῶτας; τοὺς γοῦν ἐν τῷ αὐτῷ τόπῳ ὄντας διάφορα πάσχοντας ὁρῶμεν, ὅταν οἱ μὲν ὑπὸ τὴν ἕλην τοῦ ἡλίου ἑστῶσιν οἱ δὲ ὑπὸ σκιάν, γραμμῆς πολλάκις μόνον διοριζούσης αὐτοὺς ἀπʼ ἀλλήλων. καίτοι εἰ ὅλος ὡς ὅλος δρᾷ ὁ ἀήρ, τὰ αὐτὰ ἂν ἔδει πάθη πάντας πάσχειν μιᾶς οὔσης τῆς τοῦ ἀέρος ὁλότητος, ὅπερ ἐναργῶς μὴ συμβαῖνον ὁρῶμεν.

Ὅτι μὲν οὖν ἐλάττονος ὑποτεθείσης τῆς ἐν τῷ ἀπείρῳ δυνάμεως οὐ πάντως ἀνάγκη φθεῖραι αὐτὸ τὰ λοιπά, μάλιστα εἴ γε πολὺ ὑφειμένη εἴη, διὰ τὸ μηδὲ συναυξάνεσθαι τῷ ποσῷ τὸ ποιόν, μετρίως ὡς πρὸς τὴν παροῦσαν χρείαν εἴρηται, ὅτι δὲ τῷ ὄντι ἀδύνατον εἶναί τι σύνθετον σῶμα ἔχον ἕν τι τῶν συντιθέντων στοιχείων ἄπειρον ὂν κατὰ τὴν ἔκτασιν, δείξεις οὕτως. προλάβωμεν δὲ ἐκεῖνο, ὅτι τῶν ποιούντων καὶ πασχόντων εἰ μὲν ἰσάζοιεν αἱ δυνάμεις ἴσων μὲν ὄντων τῶν μεγεθῶν, ἢ οὐδὲν δράσουσιν εἰς ἄλληλα ἢ ἴσως ὑπʼ ἀλλήλων πείσονται, εἰ δὲ μὴ ἰσαζούσης τῆς δυνάμεως τὸ μὲν μεῖζον ᾖ κατὰ μέγεθος τὸ δὲ ἔλαττον, πείσεται τὸ ἔλαττον μέγεθος ὑπὸ τοῦ μείζονος διὰ τὴν εἰρημένην ἡμῖν αἰτίαν· εἰ γὰρ καὶ τὸ τῷ μεγέθει ἔλαττον δρᾷ τι, ἀλλὰ πλεῖον πείσεται ἢ ποιήσει. τούτου οὖν οὕτως ἔχοντος, φημὶ μὴ δυνατὸν σῶμά τι φυσικὸν ἄπειρον ὂν κατὰ μέγεθος σύνθετον εἶναι. ἀνάγκη γὰρ πᾶσα τὰ συντιθέντα αὐτὸ στοιχεῖα ἰσάζειν πως κατὰ τὰς δυνάμεις· εἰ γὰρ μὴ ἰσάζοιεν, κρᾶσις ἐξ αὐτῶν οὐκ ἔσται, ἀλλὰ μεταβαλεῖ τὸ ἐπικρατοῦν τὰ λοιπὰ εἰς ἑαυτό. καὶ τοῦτο ἐναργὲς ἀπὸ τῶν φυσικῶν πάντων σωμάτων, καὶ μάλιστα τῶν ζῴων. ὥστε καὶ τὰ συντιθέντα τὸ ἄπειρον ἀνάγκη ἐξισάζειν ταῖς δυνάμεσιν. εἰ μὲν οὖν ἐκ πεπερασμένων τῷ μεγέθει σύγκειται, καὶ τὸ ὅλον πεπερασμένον ἔσται, εἰ δὲ ἕν τι τῶν συντιθέντων ἄπειρόν ἐστι τῷ μεγέθει, ἐπειδὴ ἡ σύνθεσις ἐπὶ τῶν φυσικῶν κατὰ κρᾶσίν ἐστι καὶ οὐ κατὰ παράθεσιν — τεχνητὰ γὰρ τὰ κατὰ παράθεσιν συντιθέμενα —, ἐπὶ δὲ τῶν κατὰ κρᾶσιν συντιθεμένων ὅλα διʼ ὅλων χωρεῖ τὰ στοιχεῖα — ταύτῃ γὰρ καὶ διαφέρει μέρος στοιχείου τῷ τὸ μὲν στοιχεῖον διʼ ὅλου χωρεῖν οὗ ἂν ᾖ στοιχεῖον, τὸ δὲ μέρος οὔ —, ἀνάγκη ἄρα καὶ ἐπὶ τοῦ προκειμένου οὕτως ἔχειν. ἀλλὰ συνεκταθῆναι τῷ ἀπείρῳ τὰ πεπερασμένα ἀδύνατον· φθάνει γὰρ ἐξίτηλα γενέσθαι καὶ φθαρῆναι. ὥσπερ ἂν εἰ ξεστιαῖον ἀέρα ἢ πῦρ συνεπεκτεῖναι θελήσεις ἑκατὸν ξέσταις ὕδατος, ἢ χοῦν οἴνου τῇ θαλάττῃ πάσῃ· φθάνει γὰρ τὸ ὅλον φθαρῆναι πρίν τινα κρᾶσιν γενέσθαι. καὶ τί λέγω εἰ ἐξισάζοιεν αἱ δυνάμεις; κἂν γὰρ πολὺ ὑπερέχῃ ἡ τοῦ πεπερασμένου, ἐπειδὴ οὐδένα λόγον ἔχει πρὸς τὸ ἄπειρον τὸ πεπερασμένον, ἀνάγκη πᾶσα συνεπεκτεινόμενον τῷ ἀπείρῳ θᾶττον φθαρῆναι πρὶν κραθῇ· ἄπειρον γὰρ ἂν εἴη καὶ αὐτὸ εἰ συνεπεκτείνοιτο τῷ ἀπείρῳ. ἀδύνατον ἄρα φυσικὸν σῶμα σύνθετον εἶναι ἑνὸς τῶν συντιθέντων ἀπείρου ὄντος κατὰ μέγεθος. εἰ δέ τις εἴποι κατὰ παράθεσιν εἶναι τὴν σύνθεσιν, μάλιστα μὲν οὐ φυλάττει τὴν ὑπόθεσιν — περὶ γὰρ φυσικοῦ σώματος ὁ λόγος —, ἔπειτα ἐδείξαμεν ὅτι ἐὰν ἰσοσθενὲς κατὰ τὴν δύναμιν παρατεθῇ μείζονί τινι κατὰ μέγεθος, φθείρεται πάντως· καὶ τὸν λόγον ἀποδεδώκαμεν, ἐπεὶ καὶ κρύσταλλος εἰς μεγάλην πυρκαϊὰν ἐμβληθεὶς φθάνει φθαρῆναι πρὶν δρᾶσαί τι αἰσθητῶς εἰς τὸ πῦρ.

Ὅτι μὲν οὖν ἓν ἄπειρον εἶναι τῶν στοιχείων τῶν συντιθέντων τὸ ἄπειρον σῶμα ἀδύνατον, ἱκανῶς δέδεικται, ὅτι δὲ οὐδὲ πλείονα οὐδὲ πάντα, δείκνυσιν οὕτως. εἰ τοῦτό ἐστι, φησί, σῶμα τὸ πάντῃ διεστηκός — πάντῃ δέ φησι κατὰ τὰς τρεῖς διαστάσεις· ἄλλην γὰρ εἶναι διάστασιν ἀδύνατον —, καὶ ἄπειρον ἂν εἴη σῶμα τὸ ἀπείρως πάντῃ διεστηκός, τουτέστι τὸ κατὰ πᾶσαν διάστασιν ἐπʼ ἄπειρον ἐκτεινόμενον· εἰ δὲ πάσας τὰς διαστάσεις κατείληφεν, οὐ δώσει χώραν ἄλλῳ εἶναι· ὥστε ἀδύνατον δύο ἢ πλείω ἄπειρα εἶναι. τοῦτο δὲ αὐτὸ ἥρμοζε καὶ ἐπὶ τῆς προτέρας ὑποθέσεως λέγειν· εἰ γὰρ ὅλως ἕν τί ἐστιν ἄπειρον, τὸ δὲ ἄπειρον τὸν πάντα κατείληφεν τόπον, ἀδύνατον ἄλλο τι εἶναι, κἂν βραχύτατον ᾖ. δυνατὸν δέ ἐστι καὶ τοῖς ἐκεῖ ἐλέγχοις χρήσασθαι καὶ ἐπὶ τούτων, λέγω δὴ εἰ μὴ πάντα τὰ συντιθέντα εἴη ἄπειρα ἀλλά τινα, ἀδύνατον ἄρα ἄπειρον σῶμα φυσικὸν εἶναι. καὶ τοῦτο εὐλόγως τοῖς προαποδεδειγμένοις ἠκολούθηκεν· εἰ γὰρ δέδεικται ὅτι εἴπερ ἔστι τὸ ἄπειρον, πάντως ἀρχή ἐστιν οὐκ ἐξ ἀρχῆς, οὐδεμία δὲ ἀρχὴ κυρίως καὶ πρώτη σύνθετός ἐστιν, εἰκότως οὐδὲ τὸ ἄπειρον σύνθετον εἶναι ἐνδέχεται. μήποτε οὖν ἁπλοῦν ἐστιν. ἀλλὰ καὶ τοῦτο ἀδύνατον· εἰ γὰρ ἁπλοῦν ἐστι τὸ ἄπειρον, ἢ ἕν τι τούτων ἐστὶ τῶν στοιχείων — οἷον ἀὴρ ἢ ὕδωρ ἢ τῶν ἄλλων τι —, ἢ ἕτερόν τι παρὰ ταῦτα, οἷον ἔλεγε τὸ μεταξὺ εἶναι Ἀναξίμανδρος. ὅτι μὲν οὖν οὔτε ἕν τι τῶν στοιχείων οὔτε ἕτερόν τι παρὰ ταῦτα σῶμα ἄπειρον εἶναι δυνατόν, κοινῷ τινι λόγῳ ἐλέγχει, ὅτι δὲ ὅλως ἀδύνατον σῶμά τι εἶναι ἕτερον τῶν στοιχείων μεταξὺ αὐτῶν ὂν καὶ ἀρχὴν τῶν ἄλλων, πρῶτον δείκνυσι. εἰ γὰρ ἦν τι, φησί, μεταξὺ τῶν στοιχείων σῶμα, εἴτε ἄπειρον εἴτε πεπερασμένον, ἐξ οὗ τὰ ἄλλα τὴν γένεσιν εἶχεν, ἐπειδὴ πᾶν ἐξ οὗ γίνεται εἰς τοῦτο καὶ διαλύεται, ἔδει καὶ τὰ στοιχεῖα φθειρόμενα εἰς αὐτὸ ἀναλύεσθαι, εἰ δὲ εἰς αὐτὸ ἀνελύετο, καὶ ἐφαίνετο ἂν τοῦτο ὅ τι ποτὲ ἦν· ὥσπερ γὰρ ὁ ἀὴρ ἐκ πυρὸς ἢ ὕδατος γινόμενος πάντως εἰς ταῦτα καὶ ἀναλύεται καὶ φαίνονται ἐναργῶς, οὕτω κἀκεῖνο ἔδει φαίνεσθαι. ἀλλʼ οὐ φαίνεται ἕτερόν τι στοιχεῖον παρὰ τὰ τέσσαρα. οὐδʼ ἄρα ἔστιν. … ἡ μὲν γὰρ ὕλη δυνάμει ἐστί, καὶ τὰ ἐξ ὕλης δυνάμει οὔσης γίνεται — οὐ γάρ ἐστιν ἐνεργείᾳ ἡ ὕλη, ἀλλʼ ἀεὶ εἰδοπεποιημένη ἐστί —, καὶ διὰ τοῦτο καὶ τὰ ἀναλυόμενα εἰς αὐτήν, δυνάμει εἰς τὴν ὕλην ἀναλύεται, καὶ εἰκότως οὐ φαίνεται, ἅτε μὴ οὖσα ἐνεργείᾳ· οὐδέποτε γάρ ἐστιν κεχωρισμένη τῶν εἰδῶν. οὗτοι δὲ ἐνεργείᾳ φασὶν εἶναι τὸ μεταξύ, ὥστε καὶ ἔδει αὐτὸ φαίνεσθαι. ταῦτα δέ φησιν οὐχ ὡς οὐκ οὔσης μεταξύ τινος οὐσίας τῶν ἐναντίων· ἀνάγκη γὰρ πᾶσα τὴν μεταβολὴν τὴν εἰς τὰ ἐναντία διά τινων μεσοτήτων γίνεσθαι — οὐ γὰρ ἄμεσος ἡ εἰς τὰ ἐναντία μεταβολή —, ἀλλʼ οὐκ ἔστιν ὡρισμένον τι τοῦτο τὸ μεταξύ, οὐδὲ στοιχεῖον τῶν ἄλλων, ἀλλʼ ὁδός τις ἐπὶ τὸ ἐναντίον. ὅτι δὲ οὐδὲ ὅλως ἐγχωρεῖ ἕν τι εἶναι στοιχεῖον ἁπλοῦν, εἴτε πῦρ εἴτε ἀὴρ ᾖ, εἴτε ὁτιοῦν ἄλλο, καὶ τοῦτο κἂν τε πεπερασμένον ᾖ κἄν τε ἄπειρον, κοινῶς δείκνυσιν· εἰ γὰρ ἕν ἐστι τὸ στοιχεῖον, οὐχ ἕξει τὰς ἐναντίας δυνάμεις — ἐπεὶ τὰ ἐναντία ἂν ἐν τῷ αὐτῷ εἴη, ἀδύνατον δὲ ἐν τῷ αὐτῷ τὰ ἐναντία εἶναι —, εἴτε μὴ ἔχοι τὰς ἐναντίας δυνάμεις, ἀναιρεθήσεται γένεσις καὶ φθορὰ καὶ καθόλου πᾶσα μεταβολή· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον πᾶσα μεταβολή, οἷον ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν. ὥστε εἰ μὴ δυνατὸν ὅλως ἕν τι καὶ ἁπλοῦν στοιχεῖον εἶναι ὡς ἀρχήν, εὔδηλον ὅτι οὐδὲ ἄπειρον τοῦτο εἶναι δυνατόν· ὁ αὐτὸς γὰρ λόγος ἐπί τε ἀπείρῳ ὁμοίως καὶ ἐπὶ πεπερασμένῳ.

Ἀλλὰ μὴν οὐδὲ ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν.

Ἢ τοῦτό φησιν ὅτι ὁ ἀριθμός, ὅ τε ἐπὶ τῶν δακτύλων, αὐτός φημι ὁ ἀριθμῶν, ὅ τε ἐπὶ τῶν πραγμάτων αὐτῶν λαμβανόμενος, λέγω δὲ τῶν ἀριθμητῶν, πεπέρανται πάντως, διότι ἀριθμητὸν ἑκάτερος, τὸ δὲ ἀριθμητὸν ἐνδέχεται διεξελθεῖν· καὶ ἀριθμὸν ἄρα πάντως ἐνδέχεται διεξελθεῖν· τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διεξελθεῖν· οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος — πρὸς δὲ ταύτην τὴν ἐξήγησιν τὸ ἢ τὸ ἔχον ἀριθμὸν ἀντὶ τοῦ καὶ τὸ ἔχον ἀριθμόν —, ἢ οὖν τοῦτό φησιν, ἤ, ὅπερ καὶ μᾶλλον, ὅτι οὐδεὶς ἀριθμὸς χωριστὸς τῶν ἀριθμητῶν, ἀλλὰ πᾶς ἀριθμὸς ἐν τοῖς ἀριθμητοῖς ἔχει τὸ εἶναι· τὰ δὲ ἀριθμητὰ ἐνδέχεται διεξελθεῖν· καὶ τὸν ἀριθμὸν ἄρα ἐνδέχεται διεξελθεῖν· ὥστε οὐκ ἄπειρος. εἰ δὲ τοῦτο οὕτως ἔχει, ἀδύνατον ἄρα τὸν χρόνον μὴ ἀπό τινος ἀρχῆς ἦρχθαι, ἢ ὅλως τὸν κόσμον ἀίδιον εἶναι· εἰ γὰρ ἀίδιος ὁ κόσμος, δῆλον ὅτι ὁ γενόμενος τῶν ἀνθρώπων ἀριθμὸς ἄπειρος ἔσται, καὶ ἄπειρος ἐνεργείᾳ — πάντες γὰρ δηλονότι ἐνεργείᾳ γεγόνασιν —, ὥστε ἐνδέχεται εἶναι ἀριθμὸν ἄπειρον. οὐ μόνον δέ, ἀλλὰ καὶ διεξιτητὸν ἔσται τὸ κατʼ ἐνέργειαν ἄπειρον· εἰ γὰρ πᾶσαι μὲν αἱ τῶν ἀνθρώπων μονάδες ἐνεργείᾳ γεγόνασι μέχρι νῦν, καὶ ἐσμὲν ἡμεῖς οἷον πέρας τῶν πρὸ ἡμῶν ἐνεργείᾳ ἀπείρων γενομένων, δῆλον ὅτι ἐνεργείᾳ διεξιτητὸν τὸ ἄπειρον γέγονεν. οὐ μόνον δὲ τοῦτο ἕψεται τὸ ἄτοπον τῇ ὑποθέσει ταύτῃ, ἀλλὰ καὶ τοῦ ἀπείρου ἔσται τι μεῖζον, μᾶλλον δὲ τὸ κατʼ ἐνέργειαν ἄπειρον ἐπʼ ἄπειρον αὐξηθήσεται, εἴ γε τοὺς ὄπισθεν καθʼ ἑκάστην γένους σειρὰν προγόνους λαμβάνων ἀεὶ μὲν τοὺς πρὸ αὐτῶν γενομένους ἀπείρους ὄντας κατʼ ἐνέργειαν εὑρίσκω, τούτοις δὲ ἀεὶ οἱ ἐφεξῆς προστιθέμενοι πλείονα ποιοῦσι τὸν ἀριθμόν· ἡ δὲ πρόσθεσις ἐπʼ ἄπειρον γίνεται, εἴ γε ἄφθαρτος ὁ κόσμος· ἐπʼ ἄπειρον ἄρα αὐξηθήσεται τὸ ἄπειρον. πρὸς δὲ τούτοις συμβήσεται καὶ ἀπειράκις εἶναι τὸ ἄπειρον· ἕκαστον γὰρ γένος ἀνθρώπων ἀπείρους ἕξει τοὺς προγεγενημένους ἀνθρώπους, οἷον φέρε τὸ ἐμόν. τὸ αὐτὸ καὶ ἐπὶ πάντων ἀνθρώπων. τούτοις εἰ προσθείημεν καὶ τῶν ἵππων τὸ πλῆθος καὶ τῶν ἄλλων ζῴων καὶ φυτῶν καὶ τὰς κινήσεις ἑκάστης σφαίρας, συμβήσεταί που πάντως ἀπειράκις ἢ πολλάκις εἶναι τὸ ἄπειρον ἐνεργείᾳ· πάντα γὰρ ὅσα κατηριθμήσαμεν ἐνεργείᾳ γέγονεν. ὥστε εἰ ταῦτα ἀδύνατα, λέγω δὴ τὸ ἐνεργείᾳ τὸ ἄπειρον ἐκβεβηκέναι, τὸ τοῦ ἀπείρου εἶναί τι μεῖζον καὶ ἀπειρότερον, καὶ μὴ ἐπιλιπεῖν τοῦτο αὐξόμενον καὶ αὐτὸ αὑτοῦ μεῖζον ἀεὶ γινόμενον, ἀδύνατον ἄρα τὸν χρόνον ἢ ὅλως τὸν κόσμον ἀίδιον εἶναι.

Πρὸς ταῦτα δὲ πάνυ ἀνοήτως τις ἀπαντῶν ἔλεγεν, ὡς οὐδὲν κωλύει τὸ ἐπὶ θάτερα εἶναι ἄπειρον, ἐκεῖνο μὴ συνεωρακὼς ὡς οὐκ ἔστιν ἐπὶ ἀριθμοῦ λέγειν τὸ ἐπὶ θάτερα ἄπειρον, ἀλλʼ ἐπὶ μόνου τοῦ συνεχοῦς τοῦτο ὑποτιθέμεθα ἐν ταῖς γεωμετρικαῖς μεθόδοις· τὸ γὰρ ἐπὶ τοῦ ἀριθμοῦ ἄπειρον οὐδὲν ἄλλο ἐστὶν ἢ μονάδων ἀπειρία. ὅλως δὲ καὶ ἐπὶ τοῦ συνεχοῦς εἰ διεξιτητὸν τὸ ἐπὶ θάτερα ἄπειρον, πάντως που καὶ ἐπὶ τὸ λοιπὸν διεξιτητὸν ἔσται· τίς γὰρ ἡ ἀποκλήρωσις τὸ μὲν τῶν μερῶν αὐτοῦ διεξιτητὸν εἶναι, τὸ δὲ μή; ἔλεγε δὲ καὶ τὸ ἄπειρον μὴ δύνασθαι ἀθρόον ἅμα κατὰ τὸν αὐτὸν ὑφεστηκέναι χρόνον, κατὰ μέρος δὲ μὴ εἶναι ἀδύνατον εἰς ἐνέργειαν ἐκβῆναι. καίτοι γε οὐ τὸ οὕτως ἄπειρον ὡς ἀθρόον ἐπιστάμενος Ἀριστοτέλης ἐλέγχει, ἀλλʼ ἁπλῶς τὸ ἐνεργείᾳ ἄπειρον. τί δὲ διαφέρει, εἴπερ ὅλως κατὰ φύσιν ἀδιεξίτητόν ἐστι τὸ ἄπειρον, ἢ ὡς ἀθρόον γενόμενον ἀδύνατον εἶναι ἢ ὡς κατὰ μέρος γινόμενον; ἐγὼ δέ φημι μᾶλλον ἐνδέχεσθαι ὡς ἐνεστηκὸς εἶναι τὸ κατὰ πλῆθος ἄπειρον ἢ ὡς παρεληλυθός, ὅτι τὸ μὲν ἐνεστηκὸς οὐ πάντως διεξιτητὸν ἀνάγκη εἶναι, τὸ δὲ παρεληλυθὸς ἐξ ἀνάγκης διεξιτητόν ἐστιν, ὅπερ ἀδύνατον· καὶ τὸ ἐνεστηκὸς μὲν οὔτε αὐξάνεσθαι οὔτε ἀπειράκις ἄπειρον εἶναι ἀνάγκη, τῷ δὲ παρεληλυθότι τὸ αὐτὸ συμβαίνει, ὥσπερ εἴπομεν. τὸν δὲ περὶ τούτων ἐντελέστερον λόγον ἰδίᾳ ἐπισκεψώμεθα.

Σύνθετον μὲν οὖν οὐκ ἔστι τὸ ἄπειρον σῶμα, εἰ πεπερασμένα τῷ πλήθει τὰ στοιχεῖα εἴη· ἀνάγκη γὰρ πλείω εἶναι καὶ ἰσάζειν ἀεὶ τὰ ἐναντία, καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον.

Εἰ σύνθετόν ἐστι, φησί, τὸ ἄπειρον, ἢ ἐκ πεπερασμένων ἐστὶ τῷ πλήθει ἢ ἐξ ἀπείρων. ἐξ ἀπείρων μὲν οὖν ἀδύνατον εἶναι· δέδεικται γὰρ ὅτι ἄπειρα εἶναι τὰ στοιχεῖα ἀδύνατον. ἀλλʼ οὐδὲ ἐκ πεπερασμένων κατὰ πλῆθος δυνατὸν εἶναι τὸ ἄπειρον· ἀνάγκη μὲν γὰρ ἐναντία εἶναι τὰ συντιθέντα αὐτό, δεῖ δὲ ἐν τῇ συνθέσει ἰσάζειν πως τὰ ἐναντία, εἴ γε μὴ μέλλοι ὑπὸ τοῦ ἐπικρατοῦντος φθείρεσθαι. εἰ τοίνυν ἐκ πεπερασμένων κατὰ πλῆθος συγκέοιτο τὸ ἄπειρον, εἰ μὲν καὶ κατὰ μέγεθος πάντα πεπέρανται, καὶ τὸ ἐξ αὐτῶν συγκείμενον πεπερασμένον ἂν εἴη. ἀνάγκη οὖν ἢ ἓν ἢ πλείω ἄπειρα εἶναι κατὰ μέγεθος. εἰ μὲν οὖν ἓν εἴη ἄπειρον, ἐπειδὴ τὸ ἄπειρον ἄπειρον ἔχει καὶ τὴν δύναμιν, φθείρει δήπου τὰ λοιπά, δεῖ δὲ τὰ συντιθέντα ἰσάζειν πως, ἵνα καὶ σῴζηται· ἀδύνατον ἄρα ἕν τι αὐτῶν εἶναι ἄπειρον.

Εἰ γὰρ ὁπωσοῦν λείπεται ἡ ἐν ἑνὶ σώματι δύναμις θατέρου, οἷον εἰ τὸ πῦρ πεπέρανται, ὁ δὲ ἀὴρ ἄπειρός ἐστιν.

Ἀδιάρθρωτος ἡ λέξις, ἔστι δὲ ὁ νοῦς οὗτος. εἰ γάρ, φησί, τὸ μὲν εἴη ἄπειρον, οἷον ὁ ἀήρ, τὸ δὲ πεπερασμένον, οἷον τὸ πῦρ, κἂν πάνυ ἐλάττων εἴη ἡ ἐν τῷ ἀπείρῳ δύναμις τῆς ἐν τῷ ἑτέρῳ, ἐὰν δύο δὲ ἐξ αὐτῶν ἴσα λάβω μόρια κατὰ μέγεθος, τὸ μὲν τοῦ ἀέρος τὸ δὲ τοῦ πυρός, κἂν πάνυ σφοδρότερον ᾖ τὸ τοῦ πυρὸς μόριον κατὰ τὴν δύναμιν τῆς ἐν τῷ ληφθέντι μορίῳ τοῦ ἀέρος δυνάμεως, ἀλλʼ οὖν ἐπειδὴ παντὸς πεπερασμένου πρὸς πεπερασμένον ἐστὶ λόγος τις, ἕξει πάντως λόγον τινὰ ἡ σφοδρότης τῆς δυνάμεως τοῦ ληφθέντος μορίου τοῦ πυρὸς πρὸς τὸ τοῦ ἀέρος, οἷον δεκαπλασίονα ἢ ἑκατονταπλασίονα. εἰ τοίνυν ἐν τῷ ἴσῳ ὄγκῳ εὕρωμεν ἑκατονταπλασίονα τυχὸν τὴν τοῦ πυρὸς δύναμιν, ἐὰν λάβω ἑκατονταπλασίονα τοῦ ἀέρος ὄγκον, ἐξισάζω τὰς δυνάμεις. ἐπεὶ οὖν ὑπόκειται ὁ μὲν ἀὴρ ἄπειρος τὸ δὲ πῦρ πεπερασμένον, οὐκ ἔστι δὲ λόγος τις τοῦ ἀπείρου πρὸς τὸ πεπερασμένον, οὐδʼ ἡ ἐν τῷ ἀπείρῳ δύναμις ἕξει λόγον τινὰ πρὸς τὴν ἐν τῷ πεπερασμένῳ. ὡς γὰρ ἔχουσιν οἱ ὄγκοι πρὸς ἀλλήλους, οὕτως ἔχουσι καὶ αἱ δυνάμεις· εἰ οὖν μηδένα λόγον ἔχουσι πρὸς ἀλλήλους οἱ ὄγκοι, οὐδʼ ἄρα αἱ δυνάμεις λόγον τινὰ ἕξουσι πρὸς ἀλλήλας. οὐκ ἄρα ἕξει λόγον τινὰ ἡ ἐν τῷ ἀπείρῳ δύναμις πρὸς τὴν ἐν τῷ πεπερασμένῳ, ἀλλʼ ὑπερβαλεῖ πάντα, ὑπερβάλλουσα δὲ φθείρει τὰ λοιπά.

Ἕκαστον δὲ ἄπειρον εἶναι ἀδύνατον.

Ἐπὶ τὴν ἑτέραν μετέβη ὑπόθεσιν, ὅτι οὐδὲ πάντα ἄπειρα δυνατὸν εἶναι τὰ συντιθέντα τὸ ἄπειρον. εἰ γὰρ σῶμα, φησίν, ἐστὶ τὸ πάντῃ διεστηκός, τουτέστι τὸ πάσας ἔχον τὰς διαστάσεις, καὶ ἄπειρον ἂν εἴη σῶμα τὸ πάντῃ ἀπεράντως διεστηκός· ὥστε ἄλλῳ εἶναι οὐ δώσει χώραν σώματι τὸν ὅλον κατειληφὸς τόπον, οὐ λέγω ἀπείρῳ, ἀλλʼ οὐδὲ πεπερασμένῳ, κἂν βραχύτατον ᾖ. καὶ τί κωλύει μὴ κατὰ πᾶσαν διάστασιν ἄπειρον εἶναι τὸ ἄπειρον, ἀλλὰ τὴν κατὰ μῆκος μόνον, ἵνα καὶ ἄλλοις δῷ χώραν; ἀλλὰ τοῦτο πλασματῶδες· διὰ τί γὰρ εἴ γέ ἐστιν ἄπειρον, μὴ πάντῃ ἐστὶν ἄπειρον; καὶ ἄλλως οὐδεὶς τοιοῦτον ὑπέθετο εἶναι τὸ ἄπειρον, ἀλλὰ πάντες τὸ πάντῃ ἄπειρον· εἰ γὰρ ὅλως πέφυκεν εἶναι τὸ ἄπειρον, οὐ μᾶλλον τῇδε ἢ τῇδε πέφυκεν εἶναι, ἀλλὰ πάντῃ.

Ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι τὸ ἄπειρον σῶμα ἐνδέχεται.

Δείξας ὅτι ἀδύνατον σύνθετον εἶναι τὸ ἄπειρον, νῦν ὅτι οὐδὲ ἁπλοῦν εἶναι ἐνδέχεται δείκνυσι — τοῦτο γὰρ ἦν ὑπόλοιπον τῆς ὅλης διαιρέσεως —, οὔτε ἕν τι τῶν στοιχείων οὔτε τὸ μεταξὺ τούτων, ὥσπερ Ἀναξίμανδρος ἔλεγεν.

Εἰσὶ γάρ τινες οἳ τοιοῦτον ποιοῦσι τὸ ἄπειρον, ἀλλʼ οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τὰ ἄλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν.

Ὁ Ἀναξίμανδρος δεῖν μὲν οἰόμενος ἄπειρον εἶναι τὴν ἀρχὴν διὰ τὴν ἀειγενεσίαν, ἵνα μὴ ἐπιλείπῃ, μήπως ἐπιστήσας τῇ ἀνακάμψει τῶν πραγμάτων, ὅτι ἐξ οὗ τι γίνεται εἰς τοῦτο καὶ διαλύεται, συνεωρακὼς δὲ ὅτι ἐν τοῖς τέτρασι στοιχείοις οὔσης τινὸς ἐναντιώσεως πρὸς τὰ λοιπά, εἰ ὑπόθοιτο ἓν αὐτῶν εἶναι τὴν ἀρχήν, ἐπειδὴ ἀνάγκη ταύτην ἄπειρον εἶναι, ἄπειρος δὲ οὖσα φθείρει τὰ λοιπὰ ἀπείρου οὔσης τῆς ἐν αὐτῇ δυνάμεως, οὐδὲν μὲν τούτων ὑπέθετο εἶναι τὴν ἀρχήν, ἕτερον δὲ εἶναι παρὰ ταῦτα τὴν ἀρχὴν ἐξ οὗ καὶ τὰ στοιχεῖα καὶ τὰ λοιπὰ τὴν γένεσιν ἔχει. τοῦτο δὲ τὸ μεταξύ πως εἶναι αὐτῶν ὑπέθετο, ἵνα τῇ πρὸς τὰ ἐναντία κοινωνίᾳ σῴζηται μᾶλλον τὰ λοιπὰ ἢ φθείρηται ὑπὸ τῆς ἐν αὐτῷ ἀπείρου δυνάμεως. διὰ τοῦτο καὶ τῶν ἄλλων ὅσοι μὲν ἢ τὸν ἀέρα ὑπέθεντο ἢ τὸ ὕδωρ ἄπειρον εἶναι, τοῦτο ὑπέθεντο διὰ τὸ ὁρᾶν ἀμυδροτέραν οὖσαν τὴν ἐν αὐτῷ δύναμιν καὶ μὴ ἂν φθεῖραι νομίζειν τὰ λοιπά, κἂν ἄπειρον ᾖ τῷ μεγέθει, Ἡράκλειτος μέντοι τὸ πῦρ ὑποθέμενος ἀρχήν, διὰ τὸ σφοδροτάτην εἶναι τὴν ἐν αὐτῷ δύναμιν οὐχ ὑπέθετο τοῦτο ἄπειρον εἶναι τῷ μεγέθει — μὴ γὰρ ἂν ὑποστῆναί τι τῶν ἄλλων τὸν τυχόντα χρόνον —, ὁπότε καὶ πεπερασμένον ὑποθέμενός φησι πάντα ποτὲ ἐκπυρωθήσεσθαι ἀναλυθέντα εἰς πῦρ.

Οἷον ὁ μὲν ἀὴρ ψυχρός.

Ὡς ἐν ὑποθέσει ψυχρὸν εἶπε τὸν ἀέρα· δείκνυσι γὰρ αὐτὸς ἐν τῇ Περὶ γενέσεως ὅτι θερμός ἐστιν.

Ἀδύνατον δὲ εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον· περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον καὶ ἐπὶ παντὸς ὁμοίως.

Διττῆς οὔσης τῆς προκειμένης θεωρίας, μιᾶς μὲν εἰ ἐνδέχεται εἶναι σῶμά τι ἕτερον παρὰ τὰ τέσσαρα, ἑτέρας δὲ εἰ ὅλως ἐστί τι τῶν ἁπλῶν ἄπειρον ὁποιονδήποτε ᾖ, ὅτι μὲν οὐκ ἐνδέχεται ἕν τι τῶν ἁπλῶν σωμάτων, εἴτε τῶν συνεγνωσμένων ἡμῖν εἴτε ὁτιδήποτε ἄλλο, ἄπειρον εἶναι, κοινῷ, φησί, λόγῳ δείξομεν, ὅτι δὲ οὐδὲ ἄλλο τι σῶμα ἔστιν αἰσθητόν, περὶ οὗ καὶ ποιούμεθα τὸν λόγον, ἕτερον ὂν τῶν στοιχείων καὶ ἀρχὴ αὐτῶν καὶ ὑποκείμενον αὐτοῖς, ἰδίᾳ καὶ πρότερον δείξομεν. καὶ δείκνυσιν ὅτι οὐδὲν τοιοῦτον οἶδεν ἡ αἴσθησις, ἢ τῶν γινομένων ὑποκείμενον ἢ τῶν φθειρομένων ἔσχατον.

Οὐδὲ δὴ πῦρ οὐδὲ ἄλλο τι τῶν στοιχείων οὐθὲν ἄπειρον ἐνδέχεται εἶναι.

Δείξας ὅτι οὐκ ἐνδέχεται εἶναι τὸ μεταξύ, μέτεισιν ἐπὶ τὸ δεῖξαι ὅτι οὐδὲ ὅλως ἄλλο τι σῶμα ἁπλοῦν ὂν ἀρχὴν καὶ ἄπειρον εἶναι δυνατόν, εἶτα τοῦτο προθέμενος ἐπί τι καθολικώτερον ἀνάγει τὸν λόγον· τί γὰρ λέγω, φησίν, ἄπειρον εἶναι ἕν τι τῶν ἁπλῶν; ὅλως γὰρ ὅτι ἀδύνατον ἕν τι εἶναι καὶ ἁπλοῦν τὴν ἀρχὴν τῶν ὄντων, εἴτε ἄπειρον εἴη τοῦτο εἴτε πεπερασμένον, δείξομεν, ἐκ πολλοῦ δεικνὺς τοῦ περιόντος ὅτι ἓν εἶναι καὶ ἁπλοῦν τὸ ἄπειρον ἀδύνατον, εἴ γε μηδὲ ὅλως ἓν εἶναι τὸ στοιχεῖον οἷόν τε, εἴτε ἄπειρον εἴη εἴτε πεπερασμένον· εἰ γὰρ ἕν τι εἴη τὸ στοιχεῖον, ἀναιρεθήσεται καθόλου γένεσις καὶ πᾶσα μεταβολή, εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα ἐνδέχεται ἓν εἶναι τὸ στοιχεῖον. εἰ μὲν γὰρ ἕν τι τῶν τεσσάρων εἴη, οἷον τὸ πῦρ κατὰ Ἡράκλειτον ἢ εἴ τι ἄλλο, ἕξει μὲν ἐν ἑαυτῷ ἐναντιότητός τι μόριον, οἷον τὸ θερμόν, καὶ οὕτω γε οὐδὲν ἴσως αὐτὸ κωλύσει μεταβάλλειν εἰς τοὐναντίον, ἐπειδὴ καὶ πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον· ἀλλʼ ἤτοι φυλάξει τὴν ἐναντίωσιν ἐν τῇ μεταβολῇ καθʼ ἣν ἔστιν — οἷον εἰ πῦρ εἴη, διατηρήσει τὴν θερμότητα ἐν τῇ εἰς ἀέρα μεταβολῇ ψυχρὸν ὄντα καὶ εἴη ἂν ἅμα ἐν τοῖς ἐναντίοις, ὅπερ ἀδύνατον —, ἢ τὴν θερμότητα ἀπολιπὸν δέχεται τὴν ψυχρότητα, οὕτω δὲ οὐκέτʼ ἂν σῴζοιτο πῦρ. δεῖ δὲ σῴζεσθαι τὴν πρώτην ἀρχὴν καὶ ἀμετάβλητον εἶναι. καὶ τί δήποτε μὴ ὁ ἀὴρ μᾶλλον στοιχεῖον ἢ τὸ πῦρ; οὐδὲν γὰρ μᾶλλον τὸ πῦρ εἰς τὸν ἀέρα μεταβάλλει ἢ ὁ ἀὴρ εἰς τὸ πῦρ. ἀδύνατον ἄρα ἕν τι τῶν ἁπλῶν εἶναι στοιχεῖον. πολλῷ ἄρα μᾶλλον ἄπειρον ἀδύνατον εἶναι ἕν τι τῶν ἁπλῶν, ἐπειδὴ τὸ ἄπειρον, εἰ ἔστιν, πάντως ἀρχή ἐστι καὶ πρῶτον στοιχεῖον. ὅτι μὲν οὖν ἕν τι τῶν τεσσάρων στοιχεῖον εἶναι τῶν ἄλλων ἀδύνατον, δέδεικται, ὅτι δὲ οὐδὲ τὸ μεταξύ, ὥσπερ Ἀναξίμανδρος ἔλεγεν, ἤδη μὲν δέδεικται, τῇ αὐτῇ δὲ τοῖς λοιποῖς μεθόδῳ καὶ νῦν δειχθήσεται. εἰ γὰρ πρὸς οὐδὲν τῶν τεσσάρων ἐναντίωσιν ἔχει ἐκεῖνο τὸ μεταξύ, οὐδʼ ἂν εἰς τούτων τι μεταβάλλοι, οὕτω δὲ οὐδʼ ἂν ἐξ αὐτοῦ τι γίνοιτο· μάταιον οὖν ἔσται· οὐδὲν δὲ μάταιον τῶν ἀιδίων. τάχα οὖν τις εἴποι, ὅτι καὶ ἡμεῖς τοῖς Ἀναξιμάνδρου περιπίπτομεν ἀτόποις, τὴν ὕλην ἄνευ τινὸς ἐναντιώσεως ποιοῦντες· ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς; αὐτὸ μὲν οὖν τι μεταβάλλειν οὐχ οἷόν τε, εἰ μή τινα ἔχοι καὶ ἐναντίωσιν, ἐν αὐτῷ δὲ γίνεσθαι τὰς μεταβολὰς τῶν ἐναντίων εἰς τὰ ἐναντία τίς κωλύσει λόγος; οὕτω δὲ ἡμῖν καὶ μία οὖσα ἡ ὕλη ἐνυπάρχει παντὶ τῷ γινομένῳ, ὅπερ τοῖς ἓν τὸ στοιχεῖον ὑποτιθεμένοις οὐ σῴζεται. καὶ ἡμεῖς μὲν αὐτὴν οὔ φαμεν καθʼ αὑτὴν ὑφίστασθαι δίχα πάσης ποιότητος, ἀεὶ δὲ πάντως ὑπό τινος εἴδους κατειλῆφθαι — καὶ διὰ τοῦτο, ἐπειδὴ ἔχει τινὰ ποιότητα, ταύτης ὑπὸ τῆς ἐναντίας πασχούσης γίνεσθαί φαμεν τὰ πράγματα καὶ μεταβάλλειν —, Ἀναξίμανδρος μέντοι ἐνεργείᾳ ὑφίστασθαι λέγων καθʼ αὑτὸ τὸ ἄποιον σῶμα, ἀνάγκη πᾶσα μηδὲ πάσχειν τι αὐτὸ ὑπό τινος ὑποτίθεσθαι — εἰ γὰρ τὸ πάσχον ὑπὸ τοῦ ἐναντίου πάσχει, μηδὲν δέ ἐστιν ἐκείνῳ ἐναντίον διὰ τὸ μηδὲ ὅλως πεποιῶσθαι αὐτὸ κατά τινα ἐναντίωσιν, ἀνάγκη δήπου μηδὲ πάσχειν τι αὐτὸ ὑπό τινος —, ὥστε οὐδὲ γενήσεταί τι ἐξ αὐτοῦ.

Πᾶν γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον.

Τοῦτο κατασκευή ἐστι τοῦ μὴ δύνασθαί τι τῶν ἁπλῶν στοιχεῖον εἶναι ἄπειρον, μήτε ἕν τι τῶν τεσσάρων μήτε τὸ μεταξύ· εἰ γὰρ εἴη ἕν τι στοιχεῖον, πῶς ἂν ἢ γένεσις εἴη ἢ φθορὰ πάσης μεταβολῆς ἐξ ἐναντίου εἰς ἐναντίον οὔσης; πῶς δὲ ἀδύνατον, ἐδείξαμεν.

Δεῖ δὲ περὶ παντὸς καὶ ἐκ τῶνδε σκοπεῖν, εἰ ἐνδέχεται ἢ οὐκ ἐνδέχεται.

Ἐπειδὴ ὡς ἐπὶ πυρὸς καὶ τοῦ μεταξὺ ἐποιήσατο τὸν λόγον — ἐμνήσθη γὰρ Ἡρακλείτου τὸ πῦρ ἀρχὴν τιθεμένου καὶ λέγοντος διὰ τοῦτο καὶ πάντα ποτὲ εἰς αὐτὸ ἀναλυθήσεσθαι· ἐκπυρωθήσεσθαι γάρ ποτε τὸ πᾶν —, διὰ τοῦτο προσέθηκεν, ὅτι τοῖς αὐτοῖς δείξεις ὅτι οὐδὲ τῶν ἄλλων οὐδὲν δυνατὸν εἶναι ἀρχήν.

Ὅτι δὲ ὅλως ἀδύνατον εἶναί τι σῶμα ἄπειρον αἰσθητόν, ἐκ τῶνδε δῆλον.

Δείξας ἐκ τῶν φυσικῶν δυνάμεων ὅτι ἀδύνατον εἶναί τι σῶμα ἄπειρον, νῦν βούλεται καὶ ἐκ τῶν φυσικῶν τόπων κατασκευάσαι τὸ αὐτὸ τοῦτο. κέχρηται δὲ πάλιν τῇ αὐτῇ διαιρέσει, ὅτι τὸ ἄπειρον ἤτοι ἁπλοῦν ἐστιν ἢ σύνθετον, καὶ πρότερον δείκνυσιν ὅτι οὐ δυνατὸν ἁπλοῦν εἶναι. πρότερον δὲ δύο τινὰ προλαμβάνει ἀξιώματα, πρῶτον μὲν ὅτι πᾶν τὸ αἰσθητὸν σῶμα, ταὐτὸν δὲ εἰπεῖν τὸ φυσικόν, ἐν τόπῳ ἐστίν — ἕκαστον γὰρ τῶν τεσσάρων στοιχείων ἀφωρισμένον τινὰ κατείληφε τόπον —, δεύτερον δὲ ὅτι ὃς ἂν τοῦ ὅλου τόπος ᾖ, ὁ αὐτὸς οὗτος καὶ τοῦ μορίου ἐστὶ τόπος· ἔνθα γὰρ ἡ πᾶσα γῆ πέφυκεν εἶναι, ἐκεῖ δήπου καὶ ἡ βῶλος καὶ ἔστι καὶ πέφυκεν, ὁμοίως καὶ ἔνθα ἂν πέφυκεν ἡ ὁλότης εἶναι τοῦ πυρός, ἐκεῖ πέφυκεν καὶ ὁ σπινθὴρ εἶναι. τούτων οὖν προειλημμένων δείκνυσιν ὅτι ἀδύνατον ἁπλοῦν τι φυσικὸν σῶμα εἶναι τὸ ἄπειρον· περὶ γὰρ τούτου ἡ ζήτησις ἐν τῷ παρόντι, ὡς πολλάκις εἶπον, εἰ ἔστιν ἐν τοῖς φυσικοῖς σώμασιν ἄπειρόν τι κατὰ τὴν ἔκτασιν· περὶ γὰρ τοῦ ἔξω τοῦ οὐρανοῦ ὅτι οὐδέν ἐστιν ἔξω αὐτοῦ οὔτε σῶμα οὔτε κενὸν οὔτε ἕτερόν τι, ἐν τῇ Περὶ οὐρανοῦ δείξει πραγματείᾳ. ὅτι οὖν φυσικὸν σῶμα ἁπλοῦν οὐκ ἐνδέχεται ἄπειρον εἶναι κατὰ τὴν ἔκτασιν, δείκνυσι τοῦτον τὸν τρόπον. εἰ γὰρ εἴη ἄπειρον σῶμα, δῆλον ὅτι τὸν πάντα καθέξει τόπον, εἰ δὲ τὸν πάντα καθέξει, ὁ πᾶς ἂν εἴη αὐτοῦ οἰκεῖος τόπος. εἰ γὰρ δὴ μὴ οἰκεῖος εἴη, ἐν τῷ παρὰ φύσιν ἔσται ἀεί, οὐδὲν δέ ἐστι τῶν ὄντων ἀεὶ ἐν τῷ παρὰ φύσιν· μᾶλλον γὰρ οὐκ ἔσται τι ἢ ἀεὶ ἐν τῷ παρὰ φύσιν ἔσται. ὥστε ὁ ὅλος ἂν εἴη τόπος οἰκεῖος τοῦ ἀπείρου. ἀλλʼ εἰ ὁ πᾶς τόπος τοῦ ὅλου ἀπείρου οἰκεῖός ἐστι, δῆλον ὅτι καὶ τοῦ μέρους ὁ αὐτὸς ἂν εἴη τόπος οἰκεῖος. τὸ μὲν οὖν ὅλον ὅτι ἀκίνητον ἔσται, πρόδηλον — οὐ γὰρ ἕξει που κινηθῆναι ἄπειρον ὂν καὶ τὸν πάντα κατειληφὸς τόπον· δεήσει γὰρ αὐτῷ ἄλλου ἀπείρου τόπου, εἰ μέλλοι κινεῖσθαι —, περὶ δὲ τοῦ μέρους ἐρήσομαι, εἰ λάβω μόριόν τι τοῦ ἀπείρου, πότερον κινηθήσεται ἢ οὔ; εἰ μὲν οὖν μὴ κινήσεται, οὐδʼ ἂν εἴη φυσικόν τι σῶμα τὸ ἄπειρον — οὐδὲν γάρ ἐστι τῶν φυσικῶν, ὃ καὶ κατὰ τὸ ὅλον καὶ κατὰ τὰ μέρη ἀκίνητόν ἐστι —, εἰ δὲ κινήσεται, ποῦ οἰσθήσεται; ἢ πανταχοῦ, ἐπειδὴ καὶ ὁ πᾶς αὐτῷ οἰκεῖός ἐστι τόπος; οὐδὲν οὖν μᾶλλον κάτω ἢ ἄνω κινήσεται, εἴ γε ὁμοίως ἔχει τὴν ῥοπὴν ἐπί τε τὸ ἄνω καὶ τὸ κάτω, ἵνα ὅλως καὶ συγχωρήσωμεν ἐν τῷ ἀπείρῳ εἶναι τὸ ἄνω καὶ τὸ κάτω· ἐφεξῆς γὰρ καὶ τοῦτο ἐπισκεψόμεθα. ἀνάγκῃ οὖν ἤτοι ἅμα πανταχοῦ ἔσται τὸ μόριον καὶ κατὰ μίαν καὶ τὴν αὐτὴν κίνησιν ἐν παντὶ γενήσεται τόπῳ — εἰ γὰρ ἔχει τὴν ἐπὶ πάντα ῥοπήν, ὥσπερ ἡ βαρύτης φέρε εἰπεῖν ἐπὶ τὸ κάτω κινεῖ, οὕτως ἅμα καὶ ἡ κουφότης ἐπὶ τὸ ἄνω —, ἢ οὖν ἅμα τὸν πάντα καταλήψεται τόπον τὸ μόριον, ὅπερ ἀδύνατον, ἢ στήσεται ἀνθελκόμενον ἐπὶ τοὺς ἐναντίους τόπους, ἢ διασπασθήσεται. καὶ πάλιν περὶ τῶν διασπασθέντων μορίων ἡ αὐτὴ ζήτησις· ἔχομεν γὰρ ἐκ τῆς ἐναργείας ὅτι τοῦ ὅλου καὶ τοῦ μορίου ὁ αὐτὸς τόπος. ἄλλως τε εἰ κινήσεται, μέχρι ποῦ οἰσθήσεται; κινεῖται μὲν γὰρ τῶν φυσικῶν τε καὶ ἐν γενέσει ἕκαστον, ὅταν ἐκστῇ τοῦ κατὰ φύσιν τόπου, καὶ μέχρι τοσούτου κινεῖται μέχρις ἂν ἐπιλάβηται τοῦ κατὰ φύσιν, εἰς ὃν γενόμενον ἵσταται. εἰ τοίνυν ὅλως κινεῖται τὸ μόριον τοῦ ἀπείρου, κινεῖται δὲ ἐν τῷ κατὰ φύσιν τόπῳ, ὁ δὲ πᾶς τόπος οἰκεῖος καὶ κατὰ φύσιν αὐτῷ, ἐπειδὴ καὶ τῷ ὅλῳ, μέχρι ποῦ οἰσθήσεται; οὐ γὰρ μᾶλλον ὧδε ἢ ὧδε στήσεται, παντὸς ὁμοίως κατὰ φύσιν αὐτῷ ὄντος, ὥστε ἀεὶ οἰσθήσεται. οὐ γὰρ ὅταν ἐνεχθῇ εἰς τὸν κατὰ φύσιν, τότε ἠρεμήσει· πᾶς γὰρ ὁμοίως κατὰ φύσιν αὐτῷ. ἢ τοίνυν πανταχοῦ πέφυκε μένειν, ἐπειδὴ πᾶν ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ μένει, καὶ οὕτως οὐδαμοῦ κινηθήσεται ἀλλʼ ἀκίνητον ἔσται, ἢ πανταχοῦ πέφυκε φέρεσθαι, καὶ οὐδαμοῦ στήσεται. ἑκάτερον δὲ ἀδύνατον· οὔτε γὰρ κίνησις οὐδεμία ἀίδιος πλὴν τῆς κύκλῳ, ἀλλὰ πᾶσα κίνησις ἕνεκά τού ἐστιν — ἕνεκα γὰρ τοῦ τὸν οἰκεῖον καταλαβεῖν τόπον τὸ κινούμενον —, κύκλῳ δὲ κινεῖσθαι τὸ ἄπειρον οὐ δυνατόν. ἅμα γὰρ κύκλον εἰπεῖν πεπερασμένον εἶπον· πᾶν γὰρ τὸ ἐσχηματισμένον πεπεράτωται, καὶ διὰ τοῦτο οὐ δυνατὸν τὸ ἄπειρόν τι τῆς κυκλοφορουμένης εἶναι οὐσίας. ἄτοπον οὖν καὶ τὸ ἀεὶ κινεῖσθαι τὸ μόριον· διὰ τί γὰρ μὴ καὶ πάντα ἀεὶ κινεῖται; εἰ δὲ πάντα, καὶ τὸ ἐκ πάντων. ἀδύνατον δὲ κινηθῆναι τὸ ἄπειρον — καλῶς γοῦν καὶ ὁ Μέλισσος ἀπέγνω τοῦ ἀπείρου τὴν κίνησιν —, τό τε μηδὲν τοῦ ἀπείρου κινεῖσθαι μόριον ἀδύνατον — οὔτε γὰρ φυσικὸν ἔσται σῶμα —, τό τε τὴν κίνησιν ἀναιρεῖν ἐκ τοῦ παντὸς — πρᾶγμα οὕτως ἐναργὲς καὶ ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον — ἄλογον καὶ οὐδενὸς ἐλέγχου δεόμενον. εἴτε οὖν μὴ κινεῖται φυσικὸν ὂν σῶμα, ἄτοπον, εἴτε κινεῖται, τὰ εἰρημένα ἀκολουθήσει ἄτοπα.

Ἀδύνατον ἄρα ἁπλοῦν τι σῶμα εἶναι τὸ ἄπειρον. ἀλλʼ εἰ σύνθετον εἴη τὸ ἄπειρον, ἐξ ἐναντίων δηλονότι σύγκειται — τοιοῦτον γὰρ πᾶν τὸ φυσικὸν σῶμα —, ὥστε καὶ οἱ τόποι τῶν συντιθέντων διάφοροί τε καὶ ἐναντίοι. ἐπεὶ οὖν πᾶν σῶμα φυσικὸν σύνθετον ὂν κατὰ κρᾶσιν συντίθεται, συμβήσεται ἐν τῷ παρὰ φύσιν εἶναι τόπῳ τὰ συντιθέντα, ὡς ἔχει καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων καὶ πάντων τῶν λοιπῶν· τὸ γὰρ ἐν ἡμῖν πῦρ καὶ ὁ ἀὴρ βίᾳ καὶ ἐν τῷ παρὰ φύσιν μένει τόπῳ. συμβήσεται οὖν καὶ τὰ πολλὰ τῶν συντιθέντων τὸ ἄπειρον ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι τόπῳ· ἀίδιον γὰρ τὸ ἄπειρον. ἀλλʼ ἀδύνατον ἀεί τι ἐν τῷ παρὰ φύσιν εἶναι· μᾶλλον γὰρ οὐκ ἔσται τι ἢ ἀεί τι ἐν τῷ παρὰ φύσιν ἔσται. εἰ τοίνυν διακριθήσεταί ποτε καὶ οἰσθήσεται ἕκαστον ἐν τῷ κατὰ φύσιν τόπῳ, συμβήσεται ἐξ ἁπτομένων εἶναι τὸ ἄπειρον, οὐδὲν δὲ φυσικὸν σῶμα σύνθετον ἐξ ἁπτομένων ἐστίν. οὕτω δὲ οὐδὲ ἕν τί ἐστι καὶ συνεχὲς σῶμα τὸ ἄπειρον, πᾶν δὲ φυσικὸν σῶμα συνεχές. καὶ ἄλλως εἰ σύνθετόν ἐστι τὸ ἄπειρον, ἤτοι ἐξ ἀπείρων εἰδῶν καὶ ἐξ ἀπείρων ἀτόμων σύγκειται, ἢ ἐκ πεπερασμένων μὲν εἰδῶν ἀπείρων δὲ ἀτόμων. εἰ μὲν οὖν ἐκ πεπερασμένων μὲν εἰδῶν ἀπείρων δὲ ἀτόμων, ἀνάγκη τὰ ὑπὸ ἓν εἶδος ἄτομα ἄπειρα εἶναι· οὐ γὰρ ἂν ἄλλως πεπερασμένων τῶν εἰδῶν ἄπειρον εἴη τὸ ἐξ αὐτῶν. ἀλλʼ εἰ ἄπειρα, τῶν δὲ ἀπείρων ἄπειρος καὶ ἡ δύναμις, ὡς ἔναγχος εἴρηται, καταναλώσει τὰ λοιπὰ δηλονότι, καὶ οὕτω πάλιν ἁπλοῦν ἔσται τὸ ὅλον καὶ οὐ σύνθετον. εἶτα ἐπειδὴ ᾔσθετο ἐκ τῶν δυνάμεων πάλιν ἐπιχειρήσας, προκείμενον δὲ ἦν ἐκ τῶν τόπων δεῖξαι ὅτι οὐ δυνατὸν εἶναι τὸ ἄπειρον, διὰ τοῦτο ἐκ τῆς κατὰ τοὺς τόπους διαφορᾶς βουλόμενος τὴν ὑπόθεσιν ἀνελεῖν, μάρτυρας αὐτοὺς τοὺς θεμένους τὸ ἄπειρον τῶν ἑαυτοῦ λόγων ἐπικαλεῖται, δυνάμει ταῦτα λέγων· ἕκαστον τῶν φυσικῶν σωμάτων ὡρισμένον τινὰ κατείληφε τόπον, τὰ μὲν βαρέα τὸν κάτω τὰ δὲ κοῦφα τὸν ἄνω, εἰ δὲ τοῦτο οὕτως ἔχει, ἀδύνατον ἕν τι τῶν στοιχείων τῶν συντιθέντων τὸ ἄπειρον αὐτὸ ἄπειρον εἶναι κατὰ μέγεθος, οἷον πῦρ ἢ γῆν· εἰ γὰρ ἄπειρον εἴη, οὐχ ἕξει ὡρισμένον τινὰ τόπον, ἑκάστου δὲ τῶν φυσικῶν σωμάτων ὡρισμένος ὁ τόπος. οὐκ ἄρα δυνατὸν ἕν τι τῶν συντιθέντων τὸ ἄπειρον αὐτὸ κατὰ μέγεθος ἄπειρον εἶναι· οὐχ ἕξει γὰρ ὡρισμένον τόπον τὸ ἄπειρον. διὰ τοῦτο γοῦν, φησί, καὶ οἱ φυσικοὶ ὅσοι ἄπειρον εἶναι σῶμα ὑπέθεντο, οὔτε πῦρ οὔτε γῆν ὑπέθεντο εἶναι τὴν ἀρχὴν ἣν καὶ ἄπειρον εἶναι ἔλεγον, ἀλλʼ ἢ ἀέρα ἢ ὕδωρ ἢ τὸ μεταξύ· γῆς μὲν γὰρ καὶ πυρὸς ὥρισται ὁ τόπος — ἡ μὲν γάρ ἐστι κάτω, τὸ δὲ ἄνω —, ἀέρος δὲ καὶ ὕδατος δοκεῖ ὁ τόπος ἀόριστος εἶναι. ἔν τε γοῦν τοῖς κοιλώμασι τῆς γῆς ἀήρ τε καὶ ὕδωρ ὑπάρχει, καὶ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις ἀμφότερα ὁμοίως ὁρῶνται· φαίνεται γοῦν καὶ ὕδωρ κατιὸν ἄνωθεν. ἐπεὶ οὖν ὁ τοῦ ἀπείρου τόπος ἀόριστος, ἐδόκουν δὲ αὐτοῖς καὶ τούτων οἱ τόποι ἀόριστοι εἶναι, εἰκότως ἐν τούτοις τὸ ἄπειρον ἀπέθεντο. εἰ τοίνυν ἀόριστον μὲν δεῖ εἶναι τὸν τοῦ ἀπείρου τόπον, οὐδὲν δὲ τῶν φυσικῶν σωμάτων ἀόριστον ἔχει τόπον, ἀδύνατον ἄρα ἕν τι τούτων ἄπειρον εἶναι. οὐκ ἄρα οὐδὲ ἐκ πεπερασμένων μὲν εἰδῶν, ἀπείρων δὲ ἀτόμων, δυνατὸν εἶναι τὸ ἄπειρον.

Μήποτε οὖν ἐξ ἀπείρων καὶ εἰδῶν καὶ ἀτόμων ἐστὶν ἑνὸς ἀτόμου ὑφʼ ἕκαστον εἶδος τελοῦντος, ἵνʼ οὕτως εὐλογωτέρα γένηται ἡ ὑπόθεσις. ὅτι οὖν οὐδὲ τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν. πρῶτον μὲν γὰρ διπλασιασθήσεται τὸ ἄπειρον, εἴ γε ἄπειρα μὲν τὰ εἴδη, ἄπειρα δὲ τὰ ἄτομα τὰ ὑπὸ ταῦτα, ὅπερ αὐτὸς παρῆκεν, ἔπειτα εἰ ἄπειρα, φησί, τὰ ἁπλᾶ εἴδη ἐξ ὧν τὸ ἄπειρον συνέστηκεν, ἐπειδὴ τὰ διάφορα κατʼ εἶδος διαφόρους καὶ τοὺς τόπους κεκλήρωται, ἀνάγκη καὶ τοὺς τόπους αὐτῶν ἀπείρους εἶναι. τοῦτο δὲ ἀδύνατον· πεπερασμένοι γὰρ οἱ τόποι, οἱ μὲν πρώτιστοι καὶ κυριώτατοι δύο, ὁ ἄνω καὶ ὁ κάτω, οἱ πάντες δὲ ἕξ, οὗτοί τε καὶ ὁ εἰς δεξιὰν καὶ ἀριστεράν, καὶ ἔμπροσθεν καὶ ὄπισθεν. εἰ τοίνυν πεπερασμένοι οἱ φυσικοὶ τόποι, ἀδύνατον ἄπειρα εἶναι τὰ στοιχεῖα, εἴ γε συνδιαιροῦνται τοῖς εἴδεσι τῶν στοιχείων καὶ οἱ τόποι. οὐ μόνον δέ, φησί, τοῖς εἴδεσι διῃρημένοι οἱ τόποι, ἀλλὰ καὶ τῇ διαστάσει. εἰ τοίνυν καὶ μεγέθει καὶ ἀριθμῷ πεπερασμένοι οἱ τόποι, καὶ τὰ σώματα τὰ ἐν αὐτοῖς πεπερασμένα ἔσται· οὐδὲ γὰρ σῶμα μεῖζον εἶναι τοῦ τόπου δυνατόν, ὥσπερ οὐδὲ τόπον μείζονα τοῦ σώματος· εἰ μὲν γὰρ ὑπερβάλλοι τὸν τόπον τὸ σῶμα, συμβήσεται μὴ πᾶν σῶμα ἐν τόπῳ εἶναι. ἢ τοίνυν ἐν κενῷ ἔσται ἢ οὐδαμοῦ· τὸ μὲν οὖν μηδαμοῦ εἶναι καταγέλαστον, κενὸν δὲ ὅτι οὐκ ἔστιν ἐν τοῖς οὖσιν, δείξει ἐν τῷ ἐφεξῆς βιβλίῳ. ὁμοίως καὶ εἰ ὁ τόπος μείζων ἐστὶ τοῦ σώματος, συμβήσεται πάλιν κενὸν εἶναι.

Ἀπορήσειε δέ τις, πῶς φησιν ἀπείρων ὄντων τῶν εἰδῶν ἀπείρους εἶναι καὶ τοὺς τόπους· τί γὰρ κωλύει, ὥσπερ νῦν δύο μὲν οἱ τόποι, ὁ ἄνω καὶ ὁ κάτω, ἐν ἑκατέρῳ δὲ πλείονά ἐστι σώματα, ἐν μὲν τῷ ἄνω πῦρ καὶ ἀήρ, ἐν δὲ τῷ κάτω γῆ καὶ ὕδωρ, οὕτω καὶ εἰ ἄπειρα ἦν τὰ στοιχεῖα, τὰ μὲν ἐν τῷ κάτω, τὰ δὲ ἐν τῷ ἄνω εἶναι; εἰ γὰρ πέφυκεν ὅλως ὁ αὐτὸς τόπος δύο ἑτεροειδῆ δέχεσθαι σώματα, τί κωλύει καὶ πλείονα τὸν αὐτὸν δέξασθαι; ἀλλὰ πρὸς ταῦτα φημι· πῶς οἷόν τε τὰ ἄπειρα τοῖς πεπερασμένοις διανεῖμαι; τοῦτο γὰρ ἀδύνατον. ἢ γὰρ ἐν ἑκατέρῳ τῶν τόπων ἄπειρα ἔσονται εἴδη, ἢ ἐν ἑκατέρῳ πεπερασμένα, ἢ ἐν τῷ μὲν ἄπειρα ἐν δὲ τῷ ἑτέρῳ πεπερασμένα. εἰ μὲν οὖν ἐν ἑκατέρῳ πεπερασμένα εἴη, καὶ τὸ ἐξ ἀμφοῖν πεπερασμένον ἔσται· εἰ δὲ ἐν ἑκατέρῳ ἄπειρα, διπλασιασθήσεται τὸ ἄπειρον καὶ αὐτὸ ἑαυτοῦ διπλάσιον ἔσται· εἰ δὲ ἐν ἑνὶ μὲν ἄπειρα ἐν θατέρῳ δὲ πεπερασμένα, αὐξηθήσεται τὸ ἄπειρον τῇ προσθήκῃ τῶν πεπερασμένων καὶ αὐτὸ ἑαυτοῦ μεῖζον ἔσται, καὶ ἄλλως οὐ καθέξει πάντα τόπον τὸ ἄπειρον, εἴπερ τὰ ἄπειρα ἔν τινι μὲν τόπω εἴη, ἔν τινι δὲ μή. οὐκ ἄρα δυνατὸν πεπερασμένους εἶναι τοὺς τόπους τῶν ἀπείρων εἰδῶν· ὃ γὰρ ἐπὶ δύο εἴπομεν, τὸ αὐτὸ καὶ ἐπὶ πλειόνων ἐρῶ. εἰ δὲ ἀπείρους τόπους εἶναι ἀδύνατον, καὶ εἴδη δηλονότι ἄπειρα τὰ ἐν τούτοις ἐσόμενα ἀδύνατον εἶναι. ὥστε εἰ μήτε σύνθετον μήτε ἁπλοῦν δυνατὸν εἶναι τὸ ἄπειρον, ὅλως ἄρα εἶναι οὐ δυνατόν. ἔχεις οὖν καὶ ἐκ τῆς τῶν τόπων διαφορᾶς ἀνῃρημένον τὸ ἄπειρον.

Πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι.

Τὸ πρῶτον λῆμμα, ὅτι πᾶν σῶμα φυσικὸν ἐν τόπῳ ἐστί, φυσικὸν δὲ τὸ ἐν γενέσει καὶ φθορᾷ· νῦν γὰρ εἴ τι τοιοῦτον ἄπειρόν ἐστι ζητοῦμεν, ὅπερ στοιχεῖόν ἐστι τῶν γινομένων καὶ φθειρομένων, οἷά φαμεν νῦν τὰ τέσσαρα τῶν ἄλλων πάντων εἶναι στοιχεῖα, καὶ ἐξ αὐτῶν τε γίνεσθαι καὶ εἰς αὐτὰ ἀναλύεσθαι. ζητεῖ οὖν ὁ λόγος μήποτε ἔστι πρὸ τούτων ἕτερόν τι ἢ ἕν τι τούτων ἢ ἄλλο παρὰ ταῦτα ἄπειρον ὂν τῷ μεγέθει, ἐξ οὗ τά τε στοιχεῖα καὶ τὰ λοιπὰ τὴν γένεσιν ἔχει. πᾶν οὖν τὸ τοιοῦτον σῶμα ἐν τόπῳ ἐστίν, οὐ μέντοι ἁπλῶς πᾶν· ἡ γοῦν ἀπλανὴς οὐκ ἔστιν ἐν τόπῳ, ἐπεὶ μηδέ ἐστί τι τὸ περιέχον αὐτὴν μήτε σῶμα μήτε κενόν, ἀλλʼ αὐτὴ ἐν ἑαυτῇ ἐστιν, οἷον τόπος τις οὖσα αὐτὴ ἑαυτῆς.

Καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός.

Τὸ δεύτερον ἀξίωμα, ὅτι ὁ τοῦ ὅλου τόπος ὁ αὐτὸς οὗτος καὶ τοῦ μορίου ἐστὶ τόπος. ὁ αὐτὸς δὲ δηλονότι οὐ τῷ ποσῷ, ἀλλὰ τῷ εἴδει, οἷον ὁ ἄνω ἢ ὁ κάτω. ὥσπερ γὰρ εἰ τὴν ὅλην γῆν ἐκστήσαις τοῦ κέντρου, οἰσθήσεται μέχρι τοσούτου μέχρις ἂν τὸ κέντρον καταλάβῃ, οὕτω καὶ ἡ βῶλος εἰ ἄνωθεν ἀφεθῇ, τὴν ῥοπὴν ἐπὶ τὸ αὐτὸ ἕξει.

Ὥστε εἰ μὲν ὁμοειδές, ἢ ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται.

Ἔνθεν αἱ κατασκευαὶ τοῦ μὴ εἶναι τὸ ἄπειρον, καὶ πρῶτον ὅτι ἁπλοῦν οὐκ ἐνδέχεται εἶναι· τοῦτο γάρ φησιν ὁμοειδές. τὸ δὲ ἢ ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται οὐ περὶ τοῦ ὅλου φησὶν ἀπείρου, ἀλλὰ περὶ τοῦ μορίου αὐτοῦ. καὶ ἐδήλωσεν ἐφεξῆς τοῖς παραδείγμασιν εἰπὼν λέγω δέ, εἰ βῶλος εἴη, ποῦ αὐτὴ κινηθήσεται; ὁ γὰρ τόπος ἄπειρος τοῦ συγγενοῦς αὐτῆς σώματος. τουτέστιν εἰ τὸ ἄπειρον εἴη γῆ, τὸ μέρος αὐτῆς, οἷον ἡ βῶλος, πότερον ἀεὶ κινηθήσεται ἢ ἀεὶ μενεῖ; δόξει γὰρ ἑκάτερον ὑπάρχειν ἐξ ἀνάγκης· εἰ γὰρ φέρεται μὲν τὸ μέρος ἔνθα καὶ τὸ ὅλον, ὁμοίως δὲ καὶ ἵσταται ἐν τούτῳ ἐν ᾧ καὶ τὸ ὅλον, ὁ δὲ τόπος τοῦ συγγενοῦς σώματος αὐτῆς, λέγω δὴ τῆς τοῦ ἀπείρου ὁλότητος, ἄπειρός ἐστιν, ἔστι δὲ καὶ τοῦ μέρους ὁ αὐτὸς ἂν ἐξ ἀνάγκης τόπος, εἰ μὲν πέφυκεν ἐν τῷ οἰκείῳ τόπῳ κινεῖσθαι τὸ τοῦ ἀπείρου μέρος, ἐπειδὴ ἄπειρος ὁ τόπος αὐτοῦ, ἐν παντὶ δήπου πέφυκε κινεῖσθαι — τί γὰρ μᾶλλον ὧδε ἢ ὧδε, ὁμοίως παντὸς οἰκείου ὄντος; εἰ δὲ ἐν τῷ ἀπείρῳ κινεῖται, συμβήσεται αὐτὸ ἀεὶ φέρεσθαι, ἵστασθαι δὲ μηδέποτε —, εἰ δὲ κινεῖσθαι μὲν ἐν τῷ οἰκείῳ οὐ πέφυκε τόπῳ ἵστασθαι δέ — ὅπερ μᾶλλον ἐν τοῖς φυσικοῖς ὁρῶμεν —, ἐπειδὴ πάλιν ὁ ἄπειρος τόπος οἰκεῖός ἐστι τοῦ μέρους, ἐν παντὶ στήσεται· ὥστε πάντῃ ἀκίνητον ἔσται. ἀνάγκη ἄρα ἢ ἀεὶ κινεῖσθαι τὸ μόριον ἢ ἀεὶ ἵστασθαι, ἑκάτερον δὲ ἄτοπον. ἔχει δέ τινα ἔνστασιν ὁ λόγος· ἐλέγομεν γὰρ τὸν αὐτὸν εἶναι τοῦ ὅλου καὶ τοῦ μορίου τόπον οὐ κατὰ τὸ ποσόν· οὐ γὰρ ὁ πᾶς ἐν ᾧ ἐστιν ἡ πᾶσα γῆ, ὁ αὐτὸς οὗτος καὶ τῆς βώλου ἐστίν — ἔσται γὰρ οὕτω τῷ ὅλῳ τὸ μέρος ἴσον —, ἀλλʼ ὁ αὐτὸς τῷ εἴδει, οἷον ὁ κάτω. ὥσπερ οὖν εἰ νοήσεις τὴν γῆν αὐξηθεῖσαν ὡς φθάσαι τὴν σεληνιακὴν σφαῖραν, ἐρεῖς μὲν πάντα τὸν ἐντὸς τῆς σφαίρας τῆς γῆς εἶναι τόπον, οὐχ ἁπλῶς δὲ ὅτι πᾶς ἐστιν αὐτῇ κατὰ φύσιν, ἀλλὰ κατὰ φύσιν μὲν τὸ περὶ τὸ κέντρον νεύειν, συμβαίνει δὲ διὰ τὸ μέγεθος κατὰ συνέχειαν ἐπὶ πολὺ πόρρω τοῦ κέντρου αὐτὴν διήκειν ὑφʼ ἑαυτῆς ἀνεχομένην — ἐπεὶ καὶ τὰ νῦν περὶ τὴν κυρτὴν τῆς γῆς ἐπιφάνειαν μέρη αὐτῆς, καθʼ ἣν καὶ τὴν οἴκησιν ἔχομεν, οὐχ ὡς πεφυκότα τοσοῦτον ἀπὸ τοῦ κέντρου διεστάναι, οὕτω μένει ἐν ᾧ ἐστιν, ἀλλʼ ἐπειδὴ ὑπὸ τῆς συνεχείας τῆς ἀπὸ τοῦ κέντρου τῆς γῆς ἀνέχεται· εἰ γοῦν ὑποσκάψῃς τὰ περὶ τὴν ἐπιφάνειαν, οἰσθήσεται ἐπὶ τὸ κάτω τὰ περὶ τὸ ὄρυγμα ἐωρούμενα —, οὕτως οὐ πέφυκε μένειν δίχα τινὸς βίας ἐν παντὶ τῷ τόπῳ ἐν ᾧ καὶ ἔστιν, ἀλλʼ ἀνέχεται ὑπὸ τοῦ συγγενοῦς σώματος. ὥστε καὶ εἰ ηὐξήθη μέχρι τοῦ οὐρανοῦ, ὡς περιλαβεῖν καὶ τὸν τῶν κούφων σωμάτων τόπον, ἐλέχθη ἂν ὁμοίως πᾶς μὲν ὁ ἐντὸς τῆς σφαίρας εἶναι τόπος αὐτῆς ὡς ὅλης, οὐ μέντοι ὡς ἐν παντὶ πεφυκυίας μένειν καὶ χωρὶς τοῦ ὑπὸ τοῦ κέντρου περιείργεσθαι. ἡ οὖν βῶλος εἰ μὲν οὕτως λέγοιτο ἐν παντὶ τούτῳ τῷ τόπῳ κινεῖσθαι, ὡς ἐκ τῆς ἐπιφανείας τοῦ οὐρανοῦ πεφυκέναι φέρεσθαι μέχρι τοῦ κέντρου, ὀρθῶς λέγεται, εἰ δὲ λέγοις διὰ τὸ περιέχειν τὴν γῆν πάντα καὶ τὸν ἄνω καὶ τὸν κάτω τόπον, διὰ τοῦτο καὶ ἡ βῶλος πάντῃ φέρεσθαι ὀφείλει ὁμοίως ἄνω τε καὶ κάτω, διὰ τὸ πάντῃ εἶναι τὴν ὁλότητα αὐτῆς, οὐκέτι εὔλογον. οὐδὲ γὰρ νῦν ἐπειδὴ ἡ ὁλότης τῆς γῆς μέχρι τῆς ἐπιφανείας τοῦ περιέχοντος αὐτὴν ἀέρος διήκει, καὶ ἔστι τῆς ὅλης τόπος ὁ ἐντεῦθεν μέχρι τοῦ κέντρου, διὰ τοῦτο δήπου ὀφείλει ἡ βῶλος πάντῃ κατὰ τοῦτον τὸν τόπον φέρεσθαι· οὐδὲ γὰρ ἡ ἐν τῷ κέντρῳ βῶλος, κἂν λάβοι χώραν, κινηθείη ἂν ἐκεῖθεν ἐπὶ τὴν ἐπιφάνειαν τῆς γῆς. οὕτως οὖν καὶ ἐπὶ τοῦ ἀπείρου οὐκ εὔλογον τὸ λέγειν, ὅτι τὸ μέρος αὐτοῦ πάντῃ οἰσθήσεται διὰ τὸ τὸ ἄπειρον τὸν πάντα κατέχειν τόπον, εἴ γε ὅλως φυσικήν τινα ῥοπὴν ἔχει τὸ ἄπειρον. ἀλλʼ ἢ οὐδεμίαν ῥοπὴν ἔχει φυσικήν, καὶ οὕτως πάντῃ ἀκίνητον ἔσται, ἢ εἰ ὅλως ἔχοι ῥοπήν, οὐκ εὔλογον τὸ λέγειν ὅτι πάντῃ τὸ μέρος ἢ στήσεται ἢ οἰσθήσεται, ὥσπερ οὐδὲ νῦν ἐπὶ τῆς γῆς, ὡς εἴρηται. ἀλλʼ ἔστι καὶ πρὸς ταῦτα εἰπεῖν, ὅτι νῦν μὲν καὶ τῆς γῆς οὔσης πεπερασμένης καὶ τοῦ τόπου τοῦ περιέχοντος αὐτὴν ἔστι ταῦτα εἰπεῖν ἅπερ εἴπομεν, εἰ μέντοι ἄπειρός τις εἴη τόπος, πῶς ἔστι τὸ ἄπειρον διελόντα εἰπεῖν τοῦτον μὲν εἶναι τὸν κατὰ φύσιν τόπον, ἐκεῖνον δὲ μή; ὡς γὰρ αὐτὸς ἐν τοῖς ἔμπροσθεν εἶπε, πῶς ἔστι τοῦ ἀπείρου τὸ μὲν ἄνω εἰπεῖν τὸ δὲ κάτω, ἢ ἔμπροσθεν καὶ ὄπισθεν; πάντῃ γὰρ πρὸς ἑαυτὸ τὸ ἄπειρον ὁμοίως ἔχει. οὐκ ἄρα ἔστι τοῦ ἀπείρου τόπου ἀφορίσαντα μοριόν τι ἢ σημεῖον εἰπεῖν ὡς οὗτος εἴη ὁ κατὰ φύσιν τοῦ ἀπείρου σώματος τόπος, ὥσπερ νῦν φαμεν τὸ κέντρον τῶν βαρέων εἶναι τὸν κατὰ φύσιν τόπον. λείπεται οὖν τὸν ἄπειρον πάντα τόπον κατὰ φύσιν εἶναι λέγειν τόπον τοῦ ἀπείρου σώματος· εἰ δὲ πᾶς εἴη αὐτοῦ κατὰ φύσιν, ἕψεται ταῦτα τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα.

Ὥστε εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται. δυνατὸν τὸ ἀκίνητον ἔσται ὡς μόνον ἑπόμενον τῷ μονοειδὲς εἶναι λαμβάνειν· εἰ γὰρ ἁπλοῦν καὶ μονοειδὲς τὸ ἄπειρον, ἔστι δὲ αὐτοῦ ὁ πᾶς οἰκεῖος τόπος, ὁ αὐτὸς δὲ καὶ τοῦ μέρους, οὐδὲν δὲ ἐν τῷ οἰκείῳ τόπῳ κινεῖται τῶν εὐθυφορικῶν σωμάτων, οὐκ ἄρα κινήσεται τὸ τοῦ ἀπείρου μόριον. τοῦτο μὲν οὖν εὐλόγως ἀκολουθεῖ τῇ ὑποθέσει, τὸ ἀκίνητον εἶναι τὸ τοῦ ἀπείρου μόριον ἐν τῷ οἰκείῳ τόπῳ ὄν, οὗτος δέ ἐστιν ὁ ἄπειρος. εἰ δὲ τοῦτό τις μὴ δώσει, ἀκίνητον αὐτὸ εἶναι, διὰ τὸ μὴ ἀνελεῖν τὴν κίνησιν, δώσει πάντως τὸ ἀεὶ φέρεσθαι· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἢ ἀεὶ οἰσθήσεται, ὡς ἑπομένου τῇ ἀναιρέσει τοῦ ἀεὶ ἵστασθαι τοῦ ἀεὶ κινεῖσθαι. ᾧ γὰρ λόγῳ δέδεικται ἀκίνητον, εἴ τις τοῦτο μὴ παραδέχοιτο, δειχθήσεται ἐξ ἀνάγκης ὅτι ἀεικίνητόν ἐστιν· εἰ γὰρ πέφυκεν ἐν τῷ ἰδίῳ κινεῖσθαι τόπῳ, ὡς ἡ ὑπόθεσις, τόπος δὲ αὐτοῦ ἐστιν ὅσπερ καὶ τοῦ παντός, οὗτος δὲ ἄπειρός ἐστιν, ἐν τῷ ἀπείρῳ ἄρα τόπῳ κινεῖται. ὥστε οὐ στήσεται — ἐν γὰρ ἀπείρῳ ἡ κίνησις —, καὶ οὐδὲν μᾶλλον ὧδε ἢ ὧδε οἰσθήσεται, ἀλλʼ ὁμοίως πανταχοῦ.

Καίτοι ἀδύνατον· τί γὰρ μᾶλλον κάτω ἢ ἄνω ἢ ὁπουοῦν;

Ἀδύνατον, φησίν, τὸ ἀεὶ κινεῖσθαι, εἶτα καὶ ἐπήγαγε πῶς ἀδύνατον· τί γὰρ μᾶλλον ἄνω ἢ κάτω ἅμα καὶ κατὰ ταὐτὸν κινήσεται; εἰ γὰρ πᾶς μὲν οἰκεῖός ἐστιν αὐτῷ τόπος, ἔστι δὲ ἐν παντὶ τὸ ἄνω καὶ τὸ κάτω — τοῦτο γὰρ ἐκ τῆς ἐναργείας λαμβάνω —, οὐδὲν μᾶλλον ἅμα καὶ κατὰ ταὐτὸν ἄνω ἢ κάτω κινήσεται, εἴ γε πανταχοῦ πέφυκε φέρεσθαι· τοῦτο δὲ ἀδύνατον, ἅμα τὰς ἐναντίας κινεῖσθαι· οὐδʼ ἄρα κινήσεται. εἰ γὰρ διὰ τὸ ἔχειν τὴν ἐπὶ πάντα τόπον ὁρμὴν ἅμα τῷ ἐκστῆναι τῆς ὁλότητος φέρεται ἐφʼ ὅπερ ἡ ὁρμὴ ἄγει, φέρεται δὲ ἐπὶ πᾶν ὁμοίως, ἀδύνατον δὲ τοῦτο γενέσθαι, ἀδύνατον ἄρα καὶ κινηθῆναι· ἀνάγκη γὰρ εἰ κινεῖται, οὕτω κινηθῆναι.

Πότερον οὖν καθέξει τὸν ὅλον τόπον; καὶ πῶς;

Τουτέστιν ἆρα διὰ τὸ ἐπὶ πάντα τόπον πεφυκέναι φέρεσθαι ἅμα πανταχοῦ κινηθήσεται, καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω; ἀλλὰ τοῦτο ἀδύνατον· τὰς ἐναντίας γὰρ οὕτως ἅμα κινοῖτο.

Τίς οὖν ἢ ποῦ ἡ μονὴ καὶ ἡ κίνησις αὐτῆς;

Τουτέστιν ἢ ποῦ καὶ ἐπὶ τίνα τόπον κινήσεται, ἢ ἐν ποίῳ τόπῳ στήσεται; ἢ πανταχοῦ μενεῖ; οὐ κινήσεται ἄρα. ἢ πανταχοῦ κινήσεται; οὐκ ἄρα στήσεται. εἰ ἠρεμεῖ, φησί, πανταχοῦ ἠρεμήσει — οὐ γὰρ δὴ ὅταν εἰς τὸν οἰκεῖον παραγένηται τόπον, τότε ἠρεμεῖ· ὁ γὰρ πᾶς οἰκεῖος· πανταχοῦ ἄρα ἠρεμήσει —, εἰ δὲ τοῦτο, ὅλως οὐ κινηθήσεται. πάλιν εἰ κινηθήσεται, πανταχοῦ ὁμοίως κινηθήσεται, διότι πάλιν ὁ πᾶς ἐστιν αὐτῷ οἰκεῖος τόπος. ἀλλʼ ἵνα καὶ συγχωρήσω τῷ πάντῃ κινεῖσθαι, πῶς ἐκφυγεῖν δυνατὸν τὸ μηδέποτε στήσεσθαι αὐτὸ κινούμενον;

Εἰ δὲ ἀνόμοιον τὸ πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι.

Δείξας ὅτι ἁπλοῦν οὐκ ἔστι, νῦν δείκνυσιν ὅτι οὐδὲ σύνθετον. εἰ τοίνυν ἐξ ἀνομοειδῶν, ἀνάγκη καὶ τοὺς τόπους τούτων πλείονας εἶναι· τῶν ἑτεροειδῶν γὰρ ἕτεροι καὶ οἱ τόποι. εἰ δὲ τοῦτο, πρῶτον μὲν ἄτοπον μὴ εἶναι τὸ τοῦ παντὸς σῶμα συνεχές, ἀλλʼ ἐξ ἁπτομένων εἶναι. πῶς δὲ τοῦτο συμβαίνει ἔφθην εἰπών, ὅτι εἰ μὲν κεκραμένα εἴη τὰ ἑτεροειδῆ, ἀεὶ ἐν τῷ παρὰ φύσιν ἔσονται, εἰ δὲ τοῦτο ἀδύνατον καὶ δεῖ ἕκαστον τὸν ἑαυτοῦ τόπον καταλαβεῖν, ἐξ ἁπτομένων ἔσται τὸ ἄπειρον· ἀλλʼ οὐδὲν φυσικὸν σῶμα τοιοῦτόν ἐστι.

Πεπερασμένα μὲν οὐχ οἷόν τε· ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δὲ οὔ, εἰ τὸ πᾶν ἄπειρον.

Ἀδύνατον, φησίν, ἐκ πεπερασμένων εἰδῶν συγκεῖσθαι τὸ ἄπειρον. ἀνάγκη γὰρ ἕν τι τῶν ὑπὸ τὸ εἶδος τοῦτο ἄπειρον εἶναι ἢ πλήθει ἢ μεγέθει· εἰ γὰρ τὰ ὑπὸ πάντα τὰ εἴδη ἄτομα πεπερασμένα εἶεν, καὶ τὸ ἐκ πάντων ἔσται πεπερασμένον. εἰ δὲ πάλιν πάντα ἢ τινὰ εἶεν ἄπειρα, διπλασιασθήσεται ἢ πολλαπλασιασθήσεται τὸ ἄπειρον. λείπεται οὖν τὰ ὑφʼ ἓν εἶδος ἄτομα ἄπειρα εἶναι. ἀλλὰ καὶ τοῦτο ἀδύνατον· πρῶτον μὲν γὰρ καὶ ἐνταῦθα αὔξησις τοῦ ἀπείρου γίνεται, προστιθεμένων τοῖς ἀπείροις τῶν πεπερασμένων, ἔπειτα — ὅπερ ἔναγχος ἐλέγομεν — καταδαπανηθήσεται τὰ πεπερασμένα ὑπὸ τοῦ ἀπείρου· ἄπειρος γὰρ ἡ ἐν ἀπείρῳ δύναμις.

Καὶ διὰ τοῦτο οὐδεὶς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησεν.

Ἐλλιπέστερον εἴρηται τὸ ἐπιχείρημα — ὡς γὰρ εἶπον, ἐκ τῶν παρʼ αὐτοῖς ὡμολογημένων θέλων ἐλέγξαι τὴν ὑπόθεσιν, ταῦτα προσέθηκε —, δέον γὰρ οὕτως εἰπεῖν «καὶ ἄλλως οὐχ οἷον τε ἓν τῶν στοιχείων ἄπειρον εἶναι ἐν τῇ συνθέσει, διότι τῶν μὲν στοιχείων ἑκάστου ὁ κατὰ φύσιν ὥρισται τόπος, τὸ δὲ ἄπειρον ὡρισμένον τόπον οὐκ ἔχει. ὥστε οὐκ ἂν εἴη ἓν τῶν στοιχείων ἄπειρον. ὅτι δὲ τοῦ ἀπείρου ὁ τόπος ἀόριστος, δηλοῦσι καὶ οἱ φυσικοί· διὰ τοῦτο γοῦν οὐδεὶς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησε καὶ τὰ ἑξῆς.»

Ταῦτα δὲ ἐπαμφοτερίζει τῷ ἄνω καὶ κάτω.

Καίτοι ἔδει συνιδεῖν αὐτοὺς ὅτι οὐ μόνον ὕδωρ καὶ ἀὴρ ἐν τοῖς ἀλλοτρίοις ὁρᾶται τόποις, ἀλλὰ καὶ γῆ καὶ πῦρ. πολλαχοῦ γοῦν κρατῆρες πυρὸς ἀναδίδονται, ὡς ἔν τε τῇ Αἴτνῃ καὶ ἐν τῇ Κιλικίᾳ, καὶ τοὺς κεραυνίτας φασὶ λίθους ἄνω συνισταμένους κάτω φέρεσθαι. ἀλλὰ δῆλον ὡς οὐχ οἷόν τε ἐν τοῖς ἀλλοτρίοις τόποις κατʼ ἐνέργειαν οὕτω φέρεσθαι, ἀλλʼ ὡς γινόμενα, ἐπειδὴ πᾶν εἰς πᾶν μεταβάλλει.

Εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι.

Ἐπὶ τὴν ἑτέραν μετέβη ὑπόθεσιν τὴν ἄπειρα τὰ εἴδη ὑποτιθεμένην, ἀπείρων δηλονότι καὶ τῶν ἀτόμων ὄντων, εἴ γε τοὐλάχιστον ἓν ἄτομον ὑφʼ ἓν εἶδος τελεῖ. εἰ οὖν ἄπειρα εἴη κατʼ εἶδος τὰ συντιθέντα τὸ ἄπειρον, ἐπειδὴ τῶν διαφόρων κατʼ εἶδος διάφοροι καὶ οἱ τόποι, ἀνάγκη καὶ τοὺς τόπους ἀπείρους εἶναι. τοῦτο δέ, φησίν, ἀδύνατον· οἱ γὰρ φυσικοὶ πάντες τόποι πεπερασμένοι εἰσί, εἰ δὲ πεπερασμένοι οἱ τόποι, ἐξ ἀνάγκης καὶ τὰ ἐν αὐτοῖς σώματα πεπερασμένα εἰσί, πεπερασμένων δὲ ὄντων τῶν σωμάτων καὶ τὸ ἐκ πάντων πεπερασμένον ἀνάγκη εἶναι. διὰ τί δὲ εἰ τῷ ἀριθμῷ πεπερασμένοι οἱ τόποι, καὶ τὰ ἐν αὐτοῖς σώματα πεπερασμένα ἀνάγκη εἶναι, οὐ μόνον ἀριθμῷ ἀλλὰ καὶ μεγέθει; ὅτι πᾶς τόπος πεπέρανται κατὰ μέγεθος — περιέχει γὰρ τὸ ἐν τόπῳ σῶμα —, πεπερασμένου δὲ ὄντος τοῦ τόπου καὶ τὸ ἐν αὐτῷ σῶμα πεπεράνθαι ἀνάγκη· οὔτε γάρ, φησί, πλείονα τοῦ σώματος ἐγχωρεῖ εἶναι τὸν τόπον — κενὸν γάρ ἐστιν —, οὔτε πλεῖον τοῦ τόπου σῶμα εἶναι· ἔσται γὰρ σῶμα οὐκ ἐν τόπῳ.

Καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα.

Τοῦτο καθʼ αὑτό ἐστι ἐπιχειρήματος δύναμιν ἔχον· εἰ γὰρ ἐξ ἀπείρων εἰδῶν σύγκειται τὸ ἄπειρον, ἀνάγκη καὶ τὰ στοιχεῖα ἄπειρα εἶναι. ἔδειξε δὲ τοῦτο ἀδύνατον καὶ ἐν τοῖς πρὸς Ἀναξαγόραν λόγοις ἐν τῷ πρώτῳ βιβλίῳ, δείξει δὲ καὶ ἐν τῇ Περὶ οὐρανοῦ, καὶ μάλιστα ἐν τῇ Περὶ γενέσεως· εἴρηται γὰρ ἐκεῖ ὅτι εἰ τὰ στοιχεῖα ἄπειρα εἴη, πρῶτον μὲν διπλασιασθήσεται τὸ ἄπειρον μετὰ τῶν ὑποκειμένων, ἔπειτα ἀναιρεθήσεται γένεσις καὶ καθόλου πᾶσα μεταβολή — δεῖ γὰρ ἀπείρους μεταβολὰς εἶναι, ἵνα γένηταί τινος γένεσις —, τοῦτο δὲ ἀδύνατον. συναπτέον οὖν τῷ «καὶ οἱ τόποι ἄπειροι» τὸ εἰ δὲ τοῦτο ἀδύνατον καὶ τὰ ἑξῆς. τὸ δὲ εἰ δὲ τοῦτο ἀδύνατον τοῦτʼ ἐστίν, εἰ ἀδύνατον ἀπείρους εἶναι τοὺς τόπους.

Ἅμα δὲ οὐδὲ ἄπειρον ἔσται τὸ σῶμα.

Τῷ «οὔτε γὰρ ὁ τόπος ἅπας μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι» συναπτέον τὸ ἔτι οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος καὶ τὰ ἑξῆς, εἶτα τὸ ἅμα δὲ οὐδὲ ἄπειρον ἔσται τὸ σῶμα· ὡς συμπέρασμα γάρ ἐστι τοῦτο τῶν ἄλλων. εἰ γὰρ οὔτε ὁ τόπος μείζων τοῦ σώματος, οὔτε τὸ σῶμα μεῖζον τοῦ τόπου, πεπέρανται δὲ πᾶς τόπος, καὶ τὸ σῶμα πεπεράνθαι ἀνάγκη· οὐδὲν ἄρα σῶμα ἄπειρον ἔσται.

Ἀναξαγόρας δὲ ἀτόπως λέγει περὶ τῆς τοῦ ἀπείρου μονῆς· στηρίζειν γὰρ αὐτὸ αὑτό φησι τὸ ἄπειρον.

Ὁ Ἀναξαγόρας, φησίν, ἄτοπον αἰτίαν ἀποδίδωσι τοῦ μένειν καὶ ἀκίνητον εἶναι τὸ ἄπειρον, ὅπερ ἦν κατʼ αὐτὸν τὸ ἐκ πασῶν τῶν ὁμοιομερειῶν συγκείμενον ἀπείρων οὐσῶν, ὅπερ τὸν νοῦν ἀπό τινος χρόνου ἄρξασθαι διακρίνειν ἔλεγε. τὸ οὖν ὅλον τοῦτο μῖγμα ἀκίνητον εἶναι λέγων ὁ Ἀναξαγόρας αἰτίαν τῆς ἀκινησίας ταύτην ἀπεδίδου· οὐ γὰρ τῷ εἶναι ἐν τῷ κατὰ φύσιν τόπῳ, ταύτῃ ἀκίνητον εἶναι — οὐδὲ γὰρ εἶναι ὅλως ἐν τόπῳ ἔλεγεν, ἵνα μὴ ταύτῃ εὐθὺς καὶ πεπερασμένον ποιήσῃ —, ἀλλʼ αἴτιον εἶναι αὐτῷ τῆς ἀκινησίας τὸ αὐτὸ ἑαυτὸ στηρίζειν, τουτέστιν ἑαυτῷ ἀντιβαίνειν καὶ εἰς ἑαυτὸ ἐπερείδεσθαι, τοῦτο δὲ ὑπάρχειν αὐτῷ διὰ τὸ μηδὲ ἔν τινι εἶναι μηδὲ περιέχεσθαι, ἀλλʼ αὐτὸ ἐν ἑαυτῷ εἶναι καὶ αὐτὸ ἑαυτοῦ τόπον ὑπάρχειν. τοῦτο δέ, φησί, λέγει, ὡς δὴ παντός, ὅπου δἂν εἴη, ἐκεῖ καὶ πεφυκότος εἶναι· εἰ γὰρ μὴ ἔστι τὸ αἴτιον τῆς στάσεως ὁ κατὰ φύσιν τόπος, ἀλλὰ τὸ στηρίζειν ἑαυτὸ καὶ ἐν ἑαυτῷ εἶναι, δυνατόν γε δήπου καὶ ἀλλαχοῦ εἶναι καὶ ἵστασθαι, εἰ ἐν ἑαυτῷ εἴη καὶ στηρίζοι ἑαυτό. τοῦτο δὲ ψεῦδος· οὐδὲ γὰρ νῦν ἡ γῆ διὰ τὸ στηρίζειν ἑαυτὴν καὶ εἰς ἑαυτὴν συννενευκέναι, διὰ τοῦτο μένει. εἰ γὰρ τοῦτο ἦν τὸ αἴτιον τῆς μονῆς, ἐὰν τῷ λόγῳ μετεωρίσω τὴν γῆν καὶ ἀγάγω αὐτὴν μέχρι τοῦ ὑπεκκαύματος, ἐπειδὴ κἀκεῖ ἐν ἑαυτῇ ἐστι καὶ ἑαυτὴν στηρίζει, ἔδει δήπου καὶ ἀκίνητον εἶναι. τοῦτο δὲ ἀδύνατον· οἰσθήσεται γὰρ ἕως ἂν τὸν κατὰ φύσιν καταλάβοι τόπον, οὗτος δέ ἐστιν ὁ μέσος. οὐκ ἄρα οὐδὲ νῦν τὸ ἑαυτὸ στηρίζειν αἴτιον τοῦ μένειν. καὶ ἄλλως οὐ τὸ ἑαυτὸ στηρίζειν καὶ ἐν ἑαυτῷ εἶναι καὶ ὑπὸ μηδενὸς περιέχεσθαι, τοῦτο ἤδη καὶ κατὰ φύσιν ἀκίνητον ποιήσει τὸ ἄπειρον· τοὐναντίον γὰρ βιαίου μονῆς τοῦτο αἴτιον. διὰ γὰρ τόπου ἀπορίαν καὶ τὸ μὴ ἔχειν ποῦ κινηθῆναι οὐ κινεῖται, οὐ διὰ τὸ μὴ πεφυκέναι κινεῖσθαι· ἄδηλον γὰρ εἰ παρούσης χώρας ἠρέμησεν ἄν. διὰ τοῦτο γοῦν καὶ τὴν γῆν κατὰ φύσιν μένειν καὶ μὴ κινεῖσθαί φαμεν, διότι καὶ τόπου ὑπάρχοντος πανταχόθεν, ὅμως οὐδαμοῦ κινεῖται· ἐπεὶ οὖν ἔχουσα ποῦ κινηθῆναι, ὅμως οὐ κινεῖται, διὰ τοῦτο τῆς μονῆς αὐτῆς αἴτιον τὸ πεφυκέναι ἐν τῷ μέσῳ εἶναι. ὥσπερ οὖν εἰ καθʼ ὑπόθεσιν ποιήσομεν ἄπειρον τὴν γῆν αὐξήσαντες αὐτὴν … ὡς νῦν ἔχει, ἐξὸν μὲν ἦν λέγειν ὅτι αὐτὴ ἑαυτὴν στηρίζει καὶ ἐν ἑαυτῇ ἐστι καὶ ὑπʼ οὐδενὸς περιέχεται, ἀλλʼ οὖν οὐ τοῦτο τῆς κατὰ φύσιν ἀκινησίας αὐτῆς αἴτιον ἦν, ἀλλʼ ὅτι εἰργμένη ἦν ἀπὸ τοῦ μέσου καὶ περὶ αὐτὸ νενευκυῖα, οὕτω φημὶ καὶ ἐπὶ τοῦ ἀπείρου, ὅτι κἂν ἑαυτὸ στηρίζῃ καὶ ὑπὸ μηδενὸς περιέχηται, οὐ τοῦτο κατὰ φύσιν αἴτιόν ἐστι τῆς ἀκινησίας. τοὐναντίον γὰρ βίαιος ἡ μονή· πόθεν γὰρ ὅτι εἰ εἶχε τόπον οὐκ ἐκινεῖτο; ἔδει οὖν τὸν Ἀναξαγόραν φυσικὴν αἰτίαν ἀποδοῦναι τῆς ἀκινησίας τοῦ ἀπείρου· ἡ γὰρ ὑπʼ αὐτοῦ ἀποδοθεῖσα αἰτία οὐ τῆς φύσεώς ἐστι τοῦ ἀπείρου, ὅπερ ἐστὶ τὸ μῖγμα τὸ ἐκ πάντων, ἀλλὰ τοῦ μεγέθους. εἰ γὰρ κατὰ φύσιν ἦν τῷ ἀπείρῳ τὸ ἀκινητίζειν, καὶ ἑκάστῳ τῶν μορίων τὸ αὐτὸ δήπου ἂν ἦν κατὰ φύσιν· ὃ γὰρ τῇ ὅλῃ γῇ κατὰ φύσιν ἐστί, τοῦτο καὶ τῶν μορίων ἑκάστῳ, καὶ ὅπερ τῷ ὅλῳ ὕδατι, ὡς τοιᾷδε φύσει, κατὰ φύσιν ἐστὶ καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ, τοῦτο καὶ κυάθῳ ἑνί. πότερον οὖν καὶ ἑκάστῳ τῶν μορίων κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν αὑτὸ καὶ ἐν ἑαυτῷ εἶναι, ἢ οὔ; εἰ μὲν γὰρ κατὰ φύσιν, καὶ τὰ μόρια πάντα ἀκίνητα ἂν ἦν· ἀλλὰ τοῦτο οὐδὲ αὐτῷ δοκεῖ, οὐδὲ ἡ αἴσθησις συγχωρεῖ· εἰ δὲ ὅτι πεπέρανται τὰ μόρια, διὰ τοῦτο οἷά τέ ἐστι καὶ κινεῖσθαι, οὐ κατὰ τὴν φύσιν ἄρα τοῦ σώματος τὸ μὴ κινεῖσθαι ὑπῆρχε τῷ ὅλῳ, ἐπεὶ καὶ τοῖς μορίοις ἂν τοῦτο ὑπῆρχεν, εἴπερ ὁμοειδὲς τὸ μῖγμα — ὁμοίως γὰρ πᾶν ἐν παντὶ ὑπάρχει —, ἀλλὰ διὰ τὸ μέγεθος. τοῦτο δὲ οὐκ ἔστι φυσικὴν αἰτίαν ἀποδοῦναι. ὅλως δὲ εἰ τὸ ἄπειρον πέφυκεν αὐτὸ ἐν ἑαυτῷ εἶναι καὶ αὐτὸ ἑαυτοῦ εἶναι τόπος, ἔδει καὶ τῶν μερῶν ἕκαστον αὐτὸ ἑαυτοῦ εἶναι τόπον καὶ ἐν ἑαυτῷ εἶναι· ὁμοειδεῖς γὰρ οἱ τόποι τοῦ τε ὅλου καὶ τοῦ μέρους, ὡς ἤδη εἴρηται. εἰ τοίνυν τοῦ ἀπείρου τόπος τὸ ἐν ἑαυτῷ εἶναι, καὶ τοῦ μέρους ἄρα ὁ αὐτὸς ἂν εἴη τόπος· τῆς δὲ ἀκινησίας αἴτιον τὸ ἐν ἑαυτῷ εἶναι καὶ αὐτὸ ἑαυτοῦ εἶναι τόπον· καὶ τὰ μέρη ἄρα σὺν τοῖς ὅλοις ἀκίνητα. τοῦτο δὲ καὶ ψεῦδος καὶ ἀδύνατον. καὶ ἄλλως εἰ τόπος τοῖς μέρεσιν τὸ ἐν ἑαυτοῖς εἶναι, ἐπειδὴ καὶ τῷ ὅλῳ, οὐδὲν κωλύει τὸ μὲν πῦρ κάτω εἶναι τὴν δὲ γῆν ἄνω — ἐν ἑαυτῷ γάρ ἐστιν ἑκάτερον τούτων, ὅπου δἂν ᾖ —, τοῦτο δὲ ἀδύνατον. οὐδʼ ἄρα οὗτος κατὰ φύσιν τόπος τοῖς μέρεσιν, οὐδὲ τῷ ὅλῳ ἄρα· ὁ γὰρ αὐτὸς κατʼ εἶδος τοῦ ὅλου καὶ τοῦ μέρους.

Τοῦτο δὲ ὅτι ἐν αὑτῷ.

Διὰ τοῦτο, φησί, στηρίζει ἑαυτὸ τὸ ἄπειρον, ὅτι οὐκ ἐν τόπῳ ἐστὶν οὐδὲ ὑπὸ ἄλλου περιέχεται, ἀλλʼ ἐν ἑαυτῷ ἐστιν. ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶναι. τοῦτο ἐπισκώπτων φησίν· ὡς δή, φησι, παντός, ὅπου δἂν ᾖ, ἐκεῖ καὶ πεφυκότος εἶναι, οὕτω τοῦτό φησιν. εἰ γὰρ τὸ ἐν ἑαυτῷ εἶναι αἴτιον τῆς μονῆς, κἂν μὴ ἄνω ᾖ τὸ πῦρ ἀλλὰ κάτω, μένοι ἂν ἐν τῷ κάτω τόπῳ διὰ τὸ ἐν αὑτῷ εἶναι· τοῦτο δὲ ψεῦδος. ὡσαύτως καὶ ἡ κρεμαμένη βῶλος οὐ πέφυκεν ἐν μετεώρῳ εἶναι, ἀλλὰ κάτω. εἰ οὖν μὴ κατὰ φύσιν ἦν ὁ ἑκάστου τόπος ἀφωρισμένος, οὐδὲν μᾶλλον τὴν γῆν καὶ τὸ πῦρ ἄνω ἢ κάτω μένειν ἔδει.

Τὸ γὰρ ἐν ἑαυτῷ στηριζόμενον καὶ ἐν ἑαυτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη.

Εἰ καὶ τοῦτο, φησί, δῶμεν, τὸ ὑφʼ ἑαυτοῦ στηριζόμενον καὶ ἐν ἑαυτῷ ὂν διὰ τὸ ὑπὸ μηδενὸς περιέχεσθαι ἐξ ἀνάγκης ἀκίνητον εἶναι, ἀλλʼ οὖν οὐ τῆς κατὰ φύσιν ἀκινησίας τοῦτο αἴτιον· δύναται γὰρ οὕτως ἀκίνητον εἶναι καὶ διὰ τὸ μὴ ἔχειν ὅπου κινηθῇ, ἀλλὰ κἂν μὴ ἔχῃ ποῦ κινηθῇ, πεφυκέναι γε αὐτὸ κινεῖσθαι οὐδὲν κωλύει. ἔδει οὖν τῆς κατὰ φύσιν ἀκινησίας ἀποδοῦναι τὴν αἰτίαν, καὶ μὴ τῆς κατὰ βίαν καὶ παρὰ φύσιν.

Ἐπεὶ καὶ ἡ γῆ οὐ φέρεται, οὐδʼ εἰ ἄπειρος ἦν, εἰργμένη μέντοι ἀπὸ τοῦ μέσου.

Ὥσπερ, φησίν, εἰ ἄπειρος ἦν ἡ γῆ, οὐ διὰ τὸ ἄπειρος εἶναι καὶ μὴ ἔχειν ὅπου κινηθῇ, διὰ τοῦτο οὐκ ἐκινεῖτο, ἀλλʼ ὅτι εἰργμένη ἐστὶν ἀπὸ τοῦ μέσου — καίτοι ἐξὸν ἦν λέγειν ὅτι διὰ τοῦτο ἀκίνητός ἐστιν, ὅτι στηρίζει ἑαυτὴν καὶ ὑπʼ οὐδενὸς περιέχεται, ἀλλʼ ἐλέγχει τὸ μὴ εἶναι τῆς ἀκινησίας αὐτῇ αἴτιον τοῦτο, τὸ νῦν καὶ ἔχουσάν γε ποῦ κινηθῆναι, ὅμως μὴ κινεῖσθαι —, οὕτως οὖν κἂν μὴ κινῆται τὸ ἄπειρον, λεκτέον φυσικὴν αἰτίαν τῆς ἀκινησίας αὐτοῦ· ἣν γὰρ ἀποδέδωκε, τοῦ μεγέθους ἐστίν.

Ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν μέρος δέοι μένειν.

Εἰ γὰρ αἴτιον τῷ ὅλῳ τῆς ἀκινησίας τὸ ἐν ἑαυτῷ εἶναι, τοῦτο καὶ τῷ μέρει ἔδει εἶναι ἀκινησίας αἴτιον· ὁ γὰρ αὐτὸς τόπος τοῦ ὅλου καὶ τοῦ μέρους. εἰ μὲν οὖν καὶ τῷ μέρει κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν ἑαυτό, πάντα ἂν ἀκίνητα εἴη, εἰ δὲ διὰ τὸ πεπεράνθαι τὸ μέρος, διὰ τοῦτο κινεῖται, οὐδὲ τῷ ὅλῳ ἄρα κατὰ φύσιν ὑπῆρχε τὸ ἀκίνητον, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ποῦ κινηθῆναι.

Ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον τὸ ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν.

Δείξας ἐκ τῶν δυνάμεων καὶ ἐκ τῶν τόπων ὅτι ἀδύνατον εἶναι ἄπειρον σῶμα, νῦν καὶ ἐκ τῶν ῥοπῶν αὐτὸ τοῦτο κατασκευάζει, καθʼ ἃς τὰ φυσικὰ σώματα κινοῦνται. δύο γὰρ εἴδη κινήσεων ἐν τῷ παντί, ἥ τε κατʼ εὐθεῖαν καὶ ἡ κύκλῳ, καὶ τῆς κατʼ εὐθεῖαν ἡ μὲν ἄνω, ἡ τῶν κούφων, ἡ δὲ κάτω, ἡ τῶν βαρέων. ἐὰν οὖν δειχθῇ ὅτι οὔτε τῶν κατʼ εὐθεῖαν κινουμένων σωμάτων οὔτε τῶν κύκλῳ ἄπειρον καὶ μίαν κινεῖται κίνησιν, ἀλλὰ πᾶσα μία κίνησις πεπερασμένη ἐστί, δῆλον ὅτι οὐδὲ τόπος ἄπειρος ἔσται, τόπου δὲ ἀπείρου μὴ ὄντος, οὐδὲ φυσικὸν σῶμα ἄπειρον ἔσται· πᾶν γὰρ σῶμα ἐν τόπῳ. ἐνταῦθα μὲν οὖν δείκνυσιν ὅτι οὐκ ἔστι κατʼ εὐθεῖαν κίνησις ἄπειρος, ἐν δὲ τῇ Περὶ οὐρανοῦ ὅτι οὐδὲ κυκλοφορικὴν κίνησιν ἄπειρον εἶναι ἐνδέχεται. εἰ δὲ πᾶν σῶμα ἢ κύκλῳ κινεῖται ἢ κατʼ εὐθεῖαν, ἀμφότερα δὲ πεπερασμένα, αἱ κινήσεις, καὶ τὰ κινούμενα ἀνάγκη πεπερασμένα εἶναι. ὅπερ οὖν εἶπον, ἐνταῦθα δείκνυσιν ὡς οὐχ οἷόν τε τῶν εὐθυφορικῶν τι σωμάτων ἄπειρον εἶναι, καὶ πρῶτον μὲν δείκνυσι διʼ ὑποθετικοῦ συλλογισμοῦ. εἰ γὰρ ἔστι, φησίν, ἄπειρόν τι σῶμα αἰσθητόν, ἢ βάρος ἕξει ἢ κουφότητα — πᾶν γὰρ σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα —, ἀλλὰ μὴν ἀδύνατον βάρος ἔχειν ἢ κουφότητα τὸ ἄπειρον σῶμα, οὐδὲ εἶναι ἄρα ὅλως δυνατὸν ἄπειρον σῶμα τῶν κατʼ εὐθεῖαν κινουμένων. πόθεν δὲ ὅτι ἀδύνατον βάρος ἔχειν ἢ κουφότητα τὸ ἄπειρον σῶμα; ὅτι εἰ μὲν βαρὺ εἴη, φησίν, ὅλον ἔσται κάτω, εἰ δὲ κοῦφον, ὅλον ἄνω, εἰ δὲ τὸ μὲν ἕξει βαρὺ τὸ δὲ κοῦφον, τὸ μὲν ἔσται αὐτοῦ ἄνω τὸ δὲ κάτω. καὶ τὸ μὲν ὅλον εἶναι ἢ ἄνω ἢ κάτω, ὡς σαφὲς ἔχον τὸ ἄτοπον, οὐδὲ κατασκευάζει — πρῶτον μὲν ὅτι οὐ μόνον βαρέα ἐστὶ τὰ σώματα, ἀλλὰ καὶ κοῦφα, ἔπειτα εἰ μόνον τὸν ἄνω καθέξει τόπον, ἐλλείψει ὁ κάτω, εἰ δὲ τὸν κάτω, ἐλλείψει ὁ ἄνω· πῶς οὖν ἄπειρον ὃ μὴ πάντα περιλαμβάνει τόπον; —, κατασκευάζει δέ, μᾶλλον δὲ ἀπάγει εἰς ἄτοπον, τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ μὲν αὐτοῦ εἶναι βαρὺ τὸ δὲ κοῦφον. εἰ γὰρ τὸ μὲν αὐτοῦ εἴη βαρὺ τὸ δὲ κοῦφον, τὸ μὲν ἔσται ἄνω τὸ δὲ κάτω· πῶς οὖν διελεῖς, φησί, τὸ ἄπειρον, ἵνα καὶ ἀποδῷς μόριον ἑκατέρῳ; πότερον τὸ μὲν ἥμισυ βαρὺ ἐρεῖς τὸ δὲ ἥμισυ κοῦφον, ἢ ὁπωσοῦν ἄλλως; καὶ πῶς οἷόν τε τοῦ ἀπείρου ἥμισυ ἢ δίμοιρον λαβεῖν, ἢ ὅλως μόριον; ἔπειτα πῶς δυνατὸν ὅλως ἐν τῷ ἀπείρῳ εἶναι τὸ ἄνω καὶ τὸ κάτω; πόθεν ἀρξάμενος μέχρι τίνος ἀφοριεῖς τὸ ἄνω, ὁμοίως δὲ καὶ τὸ κάτω; ἀδύνατον γὰρ τοῦτο ἐπὶ τοῦ ἀπείρου. καὶ εἰ ὅλως ἔχει τὸ ἄνω καὶ κάτω, ἕξει καὶ ἔσχατα· ἔσχατα γὰρ ταῦτα. εἰ δὲ ἔχει ἔσχατα, οὐκ ἂν εἴη ἄπειρον. δυνατὸν δὲ καὶ ἐνταῦθα εἰπεῖν ἅπερ καὶ ἐπὶ τῶν δυνάμεων, ὅτι ἢ κεκραμένα ἔσονται ἢ ἁπτόμενα, καὶ ἥξουσιν οἱ πρότερον λόγοι. πρῶτον μὲν οὖν ἐπιχείρημα τοῦτο. δεύτερον πάλιν ἀπὸ τῶν τόπων. πᾶν, φησί, φυσικὸν σῶμα ἐν τόπῳ ἐστί, τόπου δὲ διαφοραὶ ἕξ, κυριώτατοι μὲν τῶν τόπων δύο, ὁ ἄνω καὶ ὁ κάτω, ἕτεροι δὲ παρὰ τούτους τέσσαρες, ἔμπροσθεν ὄπισθεν δεξιὰ ἀριστερά. πρώτους δὲ εἶπον τὸν ἄνω καὶ τὸν κάτω, διότι συναναιροῦσι καὶ οὐ συναναιροῦνται· μὴ ὄντων γὰρ τούτων οὐδὲ οἱ λοιποὶ εἶναι δύνανται, ἐκείνων δὲ μὴ ὄντων τούτους οὐδὲν κωλύει εἶναι· ὄντος μὲν γὰρ πλάτους ἢ βάθους ἀνάγκη πᾶσα καὶ μῆκος εἶναι, μήκους δὲ ὄντος οὐκ ἀνάγκη καὶ τὰ λοιπά. δείκνυσι δὲ ταῦτα ἐν τῇ Περὶ οὐρανοῦ ἀκριβέστερον. ἓξ οὖν αἱ διαφοραὶ τοῦ τόπου, καὶ αὗται, φησίν, οὐδὲ μόνον θέσει εἰσὶ καὶ πρὸς τὴν ἡμετέραν σχέσιν, ἀλλὰ καὶ ἐν τῷ παντὶ κατὰ φύσιν εἰσί· καὶ ὁ μὲν ἄνω καὶ κάτω προφανῶς, δεξιὰ δὲ καὶ ἀριστερὰ ἐν μὲν τοῖς μερικοῖς προδήλως — φύσει γὰρ τὰ μὲν τῶν μορίων ἐστὶ δεξιά, τὰ δὲ ἀριστερά —, καὶ ἐν τῷ παντὶ δὲ δεξιὰ μὲν τὰ ἀνατολικά, ὡς ἄρχοντα τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ ἐναντία. οὕτω καὶ ὁ ποιητὴς αὐτὰ καλεῖ· φησὶ γὰρ εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερά τοί γε ποτὶ ζόφον ἠερόεντα. ταῦτα μὲν οὖν δεξιὰ καὶ ἀριστερά, κατʼ ἀναλογίαν δὲ ἔμπροσθεν μὲν τὰ βόρεια, ὄπισθεν δὲ τὰ νότια. ἀνάγκη οὖν εἰ ἔστι σῶμα ἄπειρον, ἐν τόπῳ εἶναι τοῦτο, ἐν τόπῳ δὲ ὂν κατὰ ταύτας τὰς διαστάσεις διεστάναι. ἀδύνατον δὲ ἐν τῷ ἀπείρῳ σώματι ταύτας λαβεῖν τὰς διαφοράς· τί γὰρ τῶν τοῦ ἀπείρου τίνι τῶν τόπων ἀφοριεῖς; εὐθὺς γὰρ ἀνάγκη πεπερασμένον εἶναι συνδιαιρούμενον κατὰ μόρια ταῖς τῶν τόπων διαφοραῖς. ἢ γὰρ τινὰ τῶν μορίων ἄπειρα ἔσονται τινὰ δὲ πεπερασμένα, ἢ πάντα ἄπειρα, ἢ πάντα πεπερασμένα· καὶ εἰ μὲν πάντα πεπερασμένα, καὶ τὸ ἐκ πάντων ἄρα πεπέρανται, εἰ δὲ τῶν λοιπῶν θάτερον εἴη, ἢ πολλαπλασιασθήσεται τὸ ἄπειρον ἢ αὐξηθήσεται. τρίτον· πᾶς τόπος φύσει πεπέρανται — πέρας γάρ ἐστι τοῦ περιέχοντος —, εἰ οὖν πᾶν μὲν σῶμα ἐν τόπῳ πᾶς δὲ τόπος πεπέρανται, πᾶν ἄρα σῶμα πεπέρανται. καὶ ἀποφατικῶς· εἰ πᾶν σῶμα ἐν τόπῳ, τόπος δὲ ἄπειρος οὐκ ἔστιν, οὐδὲν ἄρα σῶμα ἄπειρόν ἐστι. τέταρτον τίθησιν ἐπιχείρημα τοιοῦτον· ἐφʼ ὧν, φησί, τὸ γένος κατηγορεῖται, ἀνάγκη πᾶσα καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι — οὐδὲν γάρ ἐστι γένος τι αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἐν τοῖς εἴδεσι θεωρεῖται, οὐδὲ ἔστι ζῷόν τι ὃ μὴ πάντως ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ἕτερόν τι τῶν κατʼ εἶδος ζῴων —, οὐκοῦν εἰ ἐν τόπῳ τὸ ἄπειρον, πάντως καὶ ἔν τινι τῶν τοῦ τόπου εἰδῶν ἔσται, ἢ ἐν τῷ κάτω ἢ ἐν τῷ ἄνω ἢ ἔν τινι τῶν ἄλλων — οὐ γὰρ ἔστι τόπος τις παρὰ τοὺς εἰρημένους —, δέδεικται δὲ πολλάκις ὅτι ἀδύνατον τὸ ἄπειρον ἔν τινι τούτων εἶναι. οὕτω μὲν οὖν ἐνταῦθα, ἐν δὲ τῇ Περὶ οὐρανοῦ πραγματείᾳ πολλοῖς ἐπιχειρήμασι κατασκευάζει, ὅτι οὐδὲ τὴν κύκλῳ κίνησιν ἐνδέχεται ἄπειρον εἶναι, ἐπεὶ μηδὲ αὐτὸν τὸν κύκλον, ἐξ ὧν δύο ἢ τρία μεμνήσομαι, ὅσα εἰς νόησίν ἐστι προχειρότερα καὶ τοῖς μὴ διὰ γεωμετρικῆς ἠγμένοις θεωρίας. δέδεικται γοῦν ἐν γεωμετρίᾳ, ὅτι ἐὰν δύο εὐθεῖαι ἀπὸ ἑνὸς σημείου ἐκβληθῶσιν ἐπʼ ἄπειρον, τὸ μεταξὺ αὐτῶν διάστημα ἐπʼ ἄπειρον αὐξηθήσεται, καὶ εἰ γενομένας κατʼ ἐνέργειαν ἀπείρους νοεῖς τὰς εὐθείας, καὶ τὸ μεταξὺ αὐτῶν διάστημα κατʼ ἐνέργειαν ἄπειρον ἔσται. τούτου οὕτως ἔχοντος, ἐὰν νοήσῃς ἀπὸ τοῦ κέντρου τῆς γῆς δύο εὐθείας ἐκβαλλομένας μίαν μὲν ἐπὶ τὸ μεσουράνημα, ἑτέραν δὲ ἐπὶ τὴν ἀνατολήν, εἰ μὲν τὸ μεταξὺ αὐτῶν διάστημα ἄπειρον εἴη, ἐπειδὴ ἐν ἕξ ὥραις τὴν τοσαύτην διάστασιν κινεῖται ὁ ἥλιος, λέγω τὴν ἀπὸ ἀνατολῆς ἐπὶ τὸ μεσουράνημα, ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον διάστημα κινηθήσεται, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἄπειρον τὸ μεταξὺ τῶν εὐθειῶν διάστημα, ἀλλὰ πεπερασμένον. τὰ αὐτὰ δὲ πάλιν συμβήσεται, κἂν εἰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ μεσουράνημα καὶ ἐπὶ τὴν δύσιν δύο εὐθείας ἐκβάλλωμεν· οὐκοῦν καὶ τὸ ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὴν δύσιν πεπερασμένον ἔσται. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ λοιποῦ ἡμισφαιρίου συμβαίνει. οὐκ ἄρα οὐδὲ τὴν κύκλῳ κίνησιν ἐνδέχεται ἄπειρον εἶναι. δείκνυσι δὲ τὸ αὐτὸ καὶ οὕτως· ὥσπερ, φησίν, οὐκ ἔστιν εἰπεῖν τρίγωνον ἄπειρον ἢ τετράγωνον, ἀλλʼ ἅμα τῷ εἰπεῖν ταῦτα σχήματά τινα ἐννοῶ, τὸ μὲν ὑπὸ τριῶν ὅρων τὸ δὲ ὑπὸ τεσσάρων περατούμενον, οὕτως οὐδὲ κύκλον ἄπειρον οἷόν τε λέγειν, οὐδὲ ἁπλῶς σχῆμα· αὐτὴ γὰρ τοῦ σχήματος ἡ ἔννοια ὅρου καὶ πέρατός ἐστι σημαντική. εἰ οὖν μηδὲ κύκλον εἰπεῖν ἄπειρον ἐνδέχεται, πολλῷ μᾶλλον οὐδὲ ἡ κατὰ κύκλον κίνησις ἄπειρος ἔσται· ὡς γὰρ ἔχει τὸ ἐφʼ οὗ γίνεται ἡ κίνησις, οὕτως ἔχειν ἀνάγκη καὶ τὴν κίνησιν. εἰ οὖν μήτε τῶν κατʼ εὐθεῖαν κινουμένων σωμάτων, μήτε τῶν κατὰ κύκλον ἐνδέχεται τὴν κίνησιν ἄπειρον εἶναι, δῆλον ὅτι οὐδὲ τόπον ἄπειρον εἶναι ἐνδέχεται· οὐδὲν ἄρα σῶμα οὔτε τῶν κύκλῳ κινουμένων οὔτε τῶν κατʼ εὐθεῖαν ἐνδέχεται ἄπειρον εἶναι. ταῦτα οὖν εἰπών, καὶ διὰ πάντων τούτων δείξας ὅτι ἀδύνατον σῶμά τι ἐνεργείᾳ ἄπειρον εἶναι, ἐφεξῆς εἰς τὸ ἐναντίον ἐπιχειρεῖ. εἰ γάρ, φησί, μηδαμῇ μηδαμῶς εἴη τὸ ἄπειρον, μυρία ἀδύνατα ἕψεται, ὥσπερ καὶ πρότερον εἶπεν. οὔτε γὰρ ὁ χρόνος, φησίν, ἀίδιος ἔσται, ἀλλʼ ἔσται τις αὐτοῦ ἀρχὴ καὶ τελευτή, πρᾶγμα ἀδύνατον· τὸ γὰρ λέγειν ὡς ἤρξατό ποτε γενέσθαι ὁ χρόνος, οὐδὲν ἄλλο λέγειν ἐστίν, ἢ ὅτι χρόνος ἦν ὅτε χρόνος οὐκ ἦν· πᾶν γὰρ τὸ γινόμενον ἐν χρόνῳ γίνεται, καὶ τὸ «ποτέ» χρόνου κατηγορεῖται, δείκνυται δὲ καὶ κίνησις οὖσα ἀίδιος, ᾗ παρακολούθημα ὁ χρόνος. ἓν μὲν οὖν τοῦτο ἄτοπον μὴ παραδεχομένοις μηδαμῶς τὸ ἄπειρον, ἕτερον δὲ ὅτι οὐκ ἔσονται τὰ συνεχῆ ἐπʼ ἄπειρον διαιρετά, καὶ τρίτον ὅτι ἐπιλείψει αὐξόμενος ὁ ἀριθμός. εἰ τοίνυν, φησί, καὶ οἱ ἀνασκευάζοντες τὸ ἄπειρον λόγοι καὶ οἱ εἰσάγοντες ἀληθεῖς, διαιτητοῦ χρεία τοῦ διαιτήσοντος ἐναντίοις λόγοις καὶ δείξοντος κατὰ τί μὲν ἀληθεῖς εἰσι κατὰ τί δὲ οὔ· εἰ γὰρ μὴ κατά τι μὲν ὑπῆρχε τὸ ἄπειρον, κατά τι δὲ οὐχ ὑπῆρχεν, οὐκ ἂν ἔδοξεν ἑκάτερος τῶν λόγων ἀληθὴς εἶναι. ταῦτα εἰπών, ἐφεξῆς διαιτᾷ τῷ λόγῳ διαίρεσιν τῶν ὄντων ποιούμενος.

Ἀλλὰ πρότερον τὰ περὶ τοῦ χρόνου εἰρημένα ἐπισκεψώμεθα. εἰ τῷ λέγειν ὅτι ἦν ποτε ὅτε οὐκ ἦν χρόνος ἄτοπόν τι ἀκολουθεῖ, τὸ εἶναι χρόνον ὅτε οὐκ ἦν χρόνος, καὶ διὰ τοῦτο ψευδὴς ἡ ἀπόφασις αὕτη, διότι καὶ τὸ «ἦν» καὶ τὸ «ποτέ» χρονικὰ προσρήματα, ἃ λέγομεν ὑπάρχειν πρὸ τοῦ χρόνου, ἀνάγκη δήπου τὴν κατάφασιν ταύτην ἀληθῆ ὑπάρχειν, καὶ μηδὲν αὐτῇ ἕπεσθαι ἄτοπον, λέγω δὴ τὴν λέγουσαν ὅτι ἦν ποτε ὅτε ἦν χρόνος· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθής. ἀλλʼ ἐπεὶ τὸ «ποτέ» καὶ τὸ «ἦν» χρόνου ἐστὶ δηλωτικά, οὐδὲν ἄλλο λέγει ἡ κατάφασις ἢ ὅτι ἦν χρόνος ὅτε ἦν χρόνος. τίς οὖν τῶν χρόνων τούτων ἡ διαφορά, τοῦ τε ὄντος καὶ τοῦ ἐν ἐκείνῳ ὄντος, οὐδὲ βουλομένῳ πλάσαι δυνατόν· ὥσπερ γὰρ εἴ τις εἴποι «ἦν ποτε ὅτε ἦν Σωκράτης», εἶπεν ἕτερόν τι τὸν χρόνον καὶ ἕτερον τὸν Σωκράτην τὸν ἐν τῷ χρόνῳ γενόμενον, οὕτω δήπου καὶ ὅταν λέγῃ «ἦν ποτε ὅτε ἦν χρόνος», ἕτερον ἐν ἑτέρῳ φησὶν εἶναι χρόνον. δεῖ οὖν τὸ μὲν ὑποκεῖσθαι τὸ δὲ ἐν ἐκείνῳ εἶναι. εἰ δέ τις ἐρεῖ ὅτι ἐπὶ τοῦ αὐτοῦ φέρω τὸ «ἦν» καὶ τὸ «ποτέ» καὶ τὸ «χρόνος», ἴστω μετὰ τοῦ γέλωτα ὀφλισκάνειν καὶ τὴν κατάφασιν ἀναιρῶν τὸν αὐτὸν ποιῶν ὑποκείμενον καὶ κατηγορούμενον. ὥσπερ γὰρ εἴ τις λέγοι ὅτι «ἦν Σωκράτης ὅτε ἦν Σωκράτης» καταγέλαστος ἂν εἴη, οὐ κατάφασιν λέγων ἐν ᾗ πάντως δεῖ τὸν ὑποκείμενον ὅρον ἕτερον εἶναι τοῦ κατηγορουμένου, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν φωνὴν αὐτὴν εἰς ἑαυτὴν κυκλουμένην, οὕτω δήπου ὁ λέγων ὅτι «ἦν ποτε ὅτε ἦν χρόνος», εἰ νομίζοι τὸν αὐτὸν ἐν τῷ ὑποκειμένῳ χρόνον λαμβάνειν καὶ ἐν τῷ κατηγορουμένῳ, τὸν αὐτὸν ὀφλήσει γέλωτα. καὶ ἄλλως εἰ ἡ κατάφασις καὶ ἡ ἀπόφασις τοὺς αὐτοὺς ὅρους ἔχουσιν ἀπαραλλάκτως, ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ «ἦν» καὶ τὸ «ποτέ» χρόνον ἐξειλήφασι προϋπάρχοντα τοῦ χρόνου, τοὺς αὐτοὺς δήπου καὶ ἐν τῇ καταφάσει φυλακτέον. ἔσται οὖν τις χρόνος ἐν ᾧ ἕτερός τις ὑπῆρχε χρόνος· τὶς οὖν ἐν τινί· ἀλλʼ ἀδύνατον. ὅσον οὖν ἐπὶ τοῖς σεμνοῖς τούτοις συλλογισμοῖς, ψευδὴς ἔσται ἡ ἀντίφασις, ἐπειδὴ καὶ τῇ ἀποφάσει καὶ τῇ καταφάσει ἄτοπόν τι ἠκολούθησεν. αἴτιον δέ σοι τῆς πλάνης γέγονε τὸ μὴ συνιδεῖν, ὅτι ἀδύνατόν ἐστι κατηγορῆσαί τί τινος ἐκτὸς χρονικῆς τινος ἐμφάσεως διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν … ἀλλʼ οὐδὲ ἐπὶ αὐτῶν τῶν θείων. πῶς δὲ καὶ οὐ καταγέλαστον τὸ νομίζειν ὅτι τὸ «ἦν» καὶ τό «ἔστι» πάντως ἐπὶ χρόνου κατηγορεῖται, οὐχὶ δὲ καὶ ἐπὶ ὑπάρξεως, ὡς ὅταν λέγω ὅτι «ἦν Σωκράτης», «ἦν τὸ Λύκειον», εἰ καὶ συνεμφαίνεταί πως καὶ ὁ χρόνος; λέγομεν δήπου καὶ θεὸν εἶναι, καὶ οὐ δήπου χρόνον αὐτοῦ κατηγοροῦμεν· κἂν γὰρ λέγωσι τὸ ἐπὶ θεοῦ «εἶναι» μὴ ἀντιδιαστέλλεσθαι πρὸς τὰ λοιπὰ μέρη τοῦ χρόνου, ἀλλʼ οὖν γε ἡ φωνὴ αὕτη πρὸς ἀντιδιαστολὴν τοῦ «ἦν» καὶ τοῦ «ἔσται» λέγεται, ἀλλʼ ὅμως ἡ διάνοια διορθοῦται τὴν τῆς φωνῆς ἀσθένειαν. οὕτως οὖν καὶ ὅταν λέγω ὅτι «ἦν ὅτε οὐκ ἦν χρόνος» — τὸ γὰρ «ποτέ» ὡς μᾶλλον κακουργηθῆναι δυνάμενον σιωπῶ —, τὸ «ἦν» ἐπί τινος ὑπάρξεως οὐ χρόνου φέρω, ὅτι ἦν φέρε εἰπεῖν αἰὼν ἢ ἄλλαι τινὲς οὐσίαι θεῖαι. καὶ διορθοῦμαι τὴν ἀσθένειαν τῆς φωνῆς τοιῷδε τρόπῳ, ἐπειδὴ τὸ «ἦν» ἓν μέν ἐστι κατὰ τὴν φωνήν, τῷ δὲ λόγῳ οὐχ ἕν· σημαίνει μὲν γὰρ καὶ τὴν ὕπαρξιν οὗ ἂν κατηγορῆται πράγματος, σημαίνει δὲ καὶ χρόνου τι μόριον τὸ παρεληλυθός· ὅσον μὲν οὖν αὐτοῦ ὕπαρξιν δηλοῖ, τοῦτο λαμβάνω, ὅσον δὲ χρονικὸν τμῆμα, οὐκέτι. ὥσπερ οὖν καὶ ἐπὶ τοῦ «ἔστι» τὸ μέν φασι σημαίνειν τὸ ἀδιάστατον, ὃ καὶ ἐπὶ θεοῦ κατηγορεῖται, τὸ δὲ χρόνου μέρος, καίτοι τῆς φωνῆς αὐτῆς καθʼ αὑτὴν τὸ τμῆμα τοῦ χρόνου σημαινούσης, ὅμως ἐκ τῶν ὑποκειμένων καθʼ ὧν κατηγορεῖται τὴν διαστολὴν τῶν σημαινομένων ἐποιησάμεθα, οὕτω φημὶ καὶ ἐπὶ τοῦ «ἦν», ἐπεὶ σημαίνει καὶ χρόνον καὶ ὕπαρξιν, ὅταν λέγω ὅτι «ἦν ὅτε οὐκ ἦν χρόνος», τὸ «ἦν» ὑπάρξεώς τινος οὐ χρόνου κατηγορῶ. δυνατὸν δὲ καὶ τὰς καταγελάστους ταύτας κακοπραγμοσύνας ἐκφεύγειν λέγοντας «οὐκ ἦν ἀεὶ χρόνος». δυνατὸν μὲν οὖν ἦν ἐπὶ πλεῖον τὸ ἀνόητον τῶν τοιούτων λόγων ἐλέγξαι, ἀλλʼ ὡς ἐν παρεκβάσει ἱκανὰ καὶ ταῦτα.

Τὸ δὲ λέγειν ὅτι πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίνεται, καὶ τοῦτο ψεῦδος· γινόμενον δὲ λέγω πᾶν ἁπλῶς τὸ πρότερον μὲν μὴ ὄν, ὕστερον δὲ ὄν. ὅτι δέ εἰσι τοιαῦτα μυρία, αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς τελευταίοις ταύτης τῆς πραγματείας δείκνυσι· τοιαῦτα δέ ἐστι τὰ σημεῖα αἱ ἀφαί, καὶ οὐ μόνον, ἀλλὰ καὶ τὰ εἴδη πάντα· ἀχρόνως γὰρ καὶ ἐγγίνεται τοῖς ὑποκειμένοις καὶ ἀπογίνεται. καὶ ἄλλως εἰ καὶ μὴ ἁπλῶς τὸν χρόνον γίνεσθαί φασιν, ἀλλʼ οὖν τινὰ χρόνον γίνεσθαι οὐκ ἀρνήσονται, οἷον τόνδε τὸν ἐνιαυτόν, ἐπεὶ οὐδὲ ἄνθρωπον μὲν ἁπλῶς γίνεσθαι, τινὰ δὲ ἄνθρωπον γίνεσθαί φασι· καὶ δῆλον ἐξ ὧν καὶ φθείρονται πάντα τὰ μερικά. ἐπεὶ οὖν γίνεται ἥδε ἡ ἡμέρα ἢ ὅδε ὁ ἐνιαυτός, δεῖ πάντως ἐν χρόνῳ γίνεσθαι, εἴ γε πᾶν ἁπλῶς τὸ γινόμενον ἐν χρόνῳ γίνεται· δέοι οὖν ἄλλον εἶναι χρόνον ἐν ᾧ ἡ ἡμέρα γενήσεται· ἔσονται οὖν ἅμα δύο χρόνοι, οἷον ἡμέραι δύο. καὶ τίς ἡ πρὸς ἄλληλα αὐτῶν διαφορά; ἀλλὰ ταῦτα καὶ λέγειν γέλωτος ἄξια, ὅτι δὲ οὐ δέδεικται ἐξ ἀνάγκης ἀίδιος οὖσα ἡ κίνησις, ἱκανῶς ἐν ταῖς σχολαῖς τοῦ ὀγδόου τῆσδε τῆς πραγματείας ἐδείξαμεν.

Ἀλλʼ ἐπανιτέον ὅθεν ἐξέβημεν. διαιτῶν τοὺς περὶ τοῦ ἀπείρου λόγους ὁ Ἀριστοτέλης, διαίρεσιν τῶν ὄντων παραδίδωσι τοιαύτην. τῶν ὄντων, φησί, τὰ μέν ἐστι δυνάμει τὰ δὲ ἐνεργείᾳ, καὶ τῶν δυνάμει τὰ μὲν οὕτως ἐστὶν ὡς δύνασθαί ποτε ὅλα διʼ ὅλων ἐκβῆναι εἰς ἐνέργειαν καὶ παντελῶς ἀπολέσαι τὸ δυνάμει, τὰ δὲ ἃ μηδέποτε τελείως ἀπόλλυσι τὸ δυνάμει, ἀλλʼ ἐν τούτῳ οὐσίωται ἐν τῷ ἀεὶ δυνάμει εἶναι. παράδειγμα τοῦ μὲν προτέρου ὁ δυνάμει γραμματικὸς γενόμενος ἐνεργείᾳ, τοῦ δὲ δευτέρου, ὡς ὅταν λέγωμεν δυνάμει εἶναι τὴν ὕλην πάντα· τοῦτο γὰρ οὐδέποτε ὅλη διʼ ὅλης ἐνεργείᾳ γίνεται, ὥστε μηκέτι μηδὲν ἔχειν δυνάμει· κἂν γὰρ ἓν εἶδος δέξηται, τὰ ἄλλα πάντα δυνάμει ἐστί. πάλιν τῶν ἐνεργείᾳ τὰ μὲν οὕτως ἐστὶν ὡς ὅλα διʼ ὅλων ἀπολαβεῖν τὴν ἐνέργειαν, οἷον ὁ ἐνεργείᾳ ἄνθρωπος, τὰ δὲ οὕτως ὥστε κατὰ μέρος ἀπολαμβάνειν τὴν ἐνέργειαν, ὥσπερ λέγομεν τὴν ἡμέραν ἐνεργείᾳ παρεῖναι καὶ τὸν ἀγῶνα, οὐ τῷ ἅμα ὅλην εἶναι τὴν ἡμέραν, ἀλλὰ τῷ κατὰ μέρος, ὁμοίως καὶ τὸν ἀγῶνα τῷ πυγμὴν εἶναι ἢ πάλην ἢ ἄλλον τινὰ ἄθλον. τούτων οὕτως ὄντων ὅτι μὲν κατὰ μέγεθος οὐκ ἔστι τὸ ἄπειρον σῶμά τι ὂν ἀδιεξίτητον τῷ μεγέθει, ἱκανῶς δέδεικται, ἔστι δὲ τὸ κατὰ διαίρεσιν καὶ τὴν ἀντεστραμμένην ταύτῃ πρόσθεσιν ἄπειρον. φαμὲν γὰρ τὰ συνεχῆ δυνάμει ἐπʼ ἄπειρον εἶναι διαιρετά, οὐχ οὕτως δὲ δυνάμει ὥσπερ τὸν χαλκὸν λέγομεν δυνάμει ἀνδριάντα εἶναι ἐσόμενόν ποτε ἐνεργείᾳ ἀνδριάντα· οὐ γὰρ ἂν γένοιτό ποτε ἄπειρον ἐνεργείᾳ. ἐπὶ μὲν γὰρ τοῦ χαλκοῦ καὶ τοῦ ἀνδριάντος παύεται ἡ δύναμις ἐπελθούσης τῆς ἐνεργείας· ὁ γὰρ γενόμενος ἀνδριὰς οὐκέτι ἔχει δύναμιν ἀνδριὰς γενέσθαι· λέγεται γὰρ ἐπὶ τῶν τοιούτων τὸ δυνάμει πρὸς τὸ ἐνεργείᾳ, διόπερ οἷόν τε τὸ δυνάμει προελθεῖν εἰς τὴν ἐνέργειαν εἰς ἣν καὶ λέγεται, ἐφʼ ὧν δὲ τὸ εἶναι ἐν τούτῳ ἐστὶν ἐν τῷ δυνάμει εἶναι, ἀδύνατόν ποτε προελθεῖν εἰς τὴν τοιαύτην ἐνέργειαν, ὡς ἀποβαλεῖν πάντῃ τὸ δυνάμει. ὥσπερ καὶ ἐπὶ τῆς ὕλης ἔχει· λέγεται γοῦν πάντα δυνάμει εἶναι, ἀλλʼ οὐδέποτε πρόεισιν εἰς τὴν τοιαύτην ἐνέργειαν, ὡς πάντῃ τὸ δυνάμει ἀφανίσαι. ὡσαύτως καὶ ἐπὶ τοῦ ἀπείρου ἔχει· λέγεται γὰρ τὸ μέγεθος ἐπʼ ἄπειρον εἶναι διαιρετόν, οὐχ ὡς ἐκβησομένου ποτὲ τούτου, ἀλλʼ ὡς ἀεὶ ἐν γενέσει θεωρουμένου. ταὐτὸν οὖν τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐπὶ τοῦ ἀπείρου, ἀλλʼ ἐνεργείᾳ οὕτως, ὥσπερ φαμὲν ἐνεργείᾳ εἶναι τὸν ἀγῶνα καὶ τὴν ἡμέραν, οὐ τῷ πᾶσαν ἐκβεβηκέναι, ἀλλὰ τῷ κατὰ μέρος γίνεσθαι. οὕτως οὖν καὶ τὸ ἄπειρον ἐνεργείᾳ, ὡς ἀεὶ μέν τι μέρος αὐτοῦ παρεῖναι, ἀεὶ δὲ τοῦ ληφθέντος ἔξω δύνασθαι λαβεῖν ἕτερον. εἴ τις οὖν ἐντελεχείᾳ οὕτως βούλεται εἶναι τὸ ἄπειρον, ὡς εἶδός τι ὂν καὶ μορφὴν καὶ πᾶν εἰλῆφθαι, οὗτος οὐδὲν ἄλλο ἢ πέρας ζητεῖ τοῦ ἀπείρου, μᾶλλον δὲ φθοράν· εἰ γὰρ τὸ ἐπʼ ἄπειρον διαιρετὸν ὅλον ἅμα παρεῖναι βούλεται τῷ μεγέθει, ὡς μηδὲν ὑπολείπεσθαι ἔτι ὃ δύναται διαιρεθῆναι, ἔφθειρας τὸ ἐπʼ ἄπειρον διαιρετόν· οὐ γάρ ἐστιν ὅλως ἔτι διαιρετόν, ὥστε ἡ τοιαύτη ἐντελέχεια φθορά ἐστι τοῦ οὗ ἐστιν ἐντελέχεια, τοῦτο δὲ ἀδύνατον· πᾶσα γὰρ ἐντελέχεια σῴζειν ὀφείλει τὸ ὑποκείμενον. ὥσπερ τοίνυν τὴν τοῦ κινητοῦ ἐντελέχειαν, ᾗ κινητόν, φυλάττουσαν ἐπιδείκνυμεν τὴν δύναμιν τοῦ κινεῖσθαι, οὕτως ἡ ἐντελέχεια τοῦ ἀπείρου καὶ τελειότης τὸ δύνασθαι ἀεὶ προσωτέρω ἰέναι καὶ μὴ ἐπιλιπεῖν. εἰ δὲ παύσοιτό ποτε ἡ δύναμις αὐτῆς, παύσεται παραχρῆμα καὶ τὸ ἄπειρον εἶναι. καθάπερ γὰρ οἷς ἐν τῷ γίνεσθαι τὸ εἶναί ἐστι, ταῦτα παυόμενα τοῦ γίνεσθαι οὐδʼ ἔστιν ἔτι, ὡς ὁ ἀγὼν καὶ ἡ ἡμέρα καὶ ὁ χρόνος καὶ ἡ φλόξ, οὕτως ὧν ἐν τῷ δύνασθαι, ταῦτα ἀπολέσαντα τὸ δύνασθαι συναπόλλυσιν εὐθὺς καὶ τὸ εἶναι. ἐὰν οὖν, λεγόντων ἡμῶν ὅτι δύναται τὸ μέγεθος ἐπʼ ἄπειρον διαιρεῖσθαι, ἐνεργείᾳ τις ἐκβεβηκέναι τὸ ἄπειρον τοῦτο βούλοιτο, εὐθὺς ἔφθειρε τὸ ἐπʼ ἄπειρον διαιρετόν. τὸ γὰρ ἄπειρον οὐδέποτε ἀποπερατοῦται· εἰ γὰρ ἀποπερατώσεις τὰς τομάς, πεπερασμένας οὐκ ἀπείρους ἐποίησας. οὐ γάρ φαμεν εἰς ἄπειρα διαιρετὸν εἶναι τὸ μέγεθος, ἀλλʼ ἐπʼ ἄπειρον διαιρετόν, ταῦτα δὲ πλεῖστον διαφέρει· τὸ μὲν γὰρ εἰς ἄπειρα διαιρεῖσθαι ἀδύνατον — αὐτὸ γὰρ ἑαυτοῦ ἐστιν ἀναιρετικόν· εἰ γὰρ διῄρηται, οὐκ εἰς ἄπειρα πάντως· διεξελθεῖν γὰρ τὸ ἄπειρον ἀδύνατον, πᾶν δὲ τὸ διεξιτητὸν εὐθὺς καὶ πεπερασμένον. καὶ ἄλλως εἰ εἰς ἄπειρα διαιρεῖται, καὶ σύγκειται ἐξ ἀπείρων, τὸ δὲ ἐξ ἀπείρων συγκείμενον ἄπειρον· τοῦτο δὲ ὅτι ἀδύνατον εἶναι, ἀρτίως ἐπαυσάμεθα λέγοντες —, τὸ δὲ διαιρεῖσθαι ἐπʼ ἄπειρον οὐδὲν κωλύει ἀεὶ δυναμένου τέμνεσθαι τοῦ λειπομένου. δυνατὸν δὲ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ θεωρεῖσθαι ἐπὶ τοῦ ἀπείρου οὕτως, ὥσπερ καὶ ἐπὶ τοῦ δυνάμει ἀνδριάντος καὶ τοῦ ἐνεργείᾳ· ὅτε γὰρ μήπω ἤρξατο διαιρεῖσθαι, οὕτως ἐστὶ δυνάμει ἐπʼ ἄπειρον διαιρετόν, ὡς ὁ χαλκὸς δυνάμει ἀνδριάς, ὅταν δὲ ἀρχὴν λάβῃ ἡ διαίρεσις, τότε γίνεται ἐνεργείᾳ ἐπʼ ἄπειρον διαιρετόν, ὡς ὁ χαλκὸς ἐνεργείᾳ ἀνδριάς· πλὴν οὐχ ἅμα ὡς ἐπὶ τοῦ χαλκοῦ τὸ ἐνεργείᾳ, ἀλλʼ ὡς ἐπὶ τοῦ ἀγῶνος καὶ τῆς ἡμέρας καὶ τῆς ὕλης, τῷ κατὰ μέρος παρεῖναι. μηδεὶς οὖν ζητείτω τὴν ἐντελέχειαν τοῦ ἀπείρου τοιαύτην ὡς κλίνης καὶ οἰκίας, ἀλλʼ, ὡς εἶπον, ὡς τοῦ ἀγῶνος καὶ τῆς ἡμέρας· οὐ γὰρ ὡς ἀθρόαν, οὐδʼ ὡς ἅμα δυναμένην γενέσθαι τὴν διαίρεσιν, ἀλλʼ ὅτι γίνεται ἀπὸ μέρους, τοῦ ὑπολειπομένου ἀεὶ δυναμένου διαιρεθῆναι. οὕτω δὲ καὶ ἡ ἐπʼ ἄπειρον τοῦ ἀριθμοῦ αὔξησις τῷ ἀεὶ δύνασθαι μείζονα τοῦ ληφθέντος λαβεῖν ἀριθμόν, καὶ τὸν ἀεὶ λαμβανόμενον πεπερασμένον εἶναι. εἰ δὲ βούλει ἐπʼ ἄπειρον αὔξεσθαι τὸν ἀριθμόν, ὡς διεξελθεῖν ἐνεργείᾳ τὴν ἐπʼ ἄπειρον αὔξησιν, ἔφθειρας εὐθὺς τὸ ἄπειρον· στήσας γὰρ τὴν αὔξησιν, πέρας τῷ ἀπείρῳ ἐπέθηκας. οὐ μόνον δὲ ἐν τῷ ἀριθμῷ ἐστι τὸ κατὰ τὴν αὔξησιν ἄπειρον, ἀλλὰ καὶ ἐν τοῖς μεγέθεσιν, οὐχ οὕτως ὥστε παντὸς ὑπερβαλεῖν μεγέθους τὸ αὐξανόμενον — τοῦτο γὰρ ἀδύνατον· ἀδύνατον γὰρ σῶμά τι μεῖζον τοῦ κόσμου γενέσθαι —, ἀλλʼ εἰ ἡ αὔξησις γένοιτο ἀντεστραμμένως τῇ διαιρέσει. ἐὰν γὰρ πεπερασμένην εὐθεῖαν λαβὼν διχοτομήσω, εἶτα ἐπὶ θάτερον χωρήσω τῇ διαιρέσει, ἐφʼ ὅσον τέμνω θάτερον προστίθημι τῷ λοιπῷ, καὶ ὥσπερ ἡ θατέρου μορίου διαίρεσις ἐπʼ ἄπειρον γίνεται, οὕτως καὶ ἡ θατέρου αὔξησις ἐπʼ ἄπειρον πρόεισιν, ἀλλʼ ἀντεστραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, προστίθεμεν τῷ λοιπῷ. καὶ οὕτως οὔτε ἡ αὔξησις λήγει μείζων παντὸς γινομένη, ἀλλʼ οὐδὲ ἴσον αὐτοῦ ὅλου τοῦ διαιρουμένου μεγέθους· ἀεὶ γὰρ καταλιμπάνεταί τι μέγεθος, ὃ ἦν μόριον τοῦ ὅλου, ὃ τὴν διαίρεσιν ἐπιδέχεται.

Ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον τὸ ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν. ἀδύνατον, φησί, τὸν ὑποτιθέμενον σῶμα ἄπειρον εἶναι, ἅμα καὶ φυσικὸν ἑκάστῳ τῶν σωμάτων ὑποτίθεσθαι τόπον. εἰ τοίνυν πρόδηλος ἑκάστου τῶν φυσικῶν σωμάτων ὁ τόπος, ἀδύνατον ἄρα ἄπειρον εἶναι σῶμα. ὅτι δὲ ἀδύνατον παντὸς φυσικοῦ σώματος ἐν τόπῳ ὄντος ἄπειρον εἶναι σῶμα, ἐφεξῆς δείκνυσιν.

Ἀδύνατον δὲ ἢ ἅπαν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι.

Ἀδύνατον, φησίν, ὅλον τὸ ἄπειρον ὁποτερονοῦν εἶναι ἢ ὅλον βαρὺ ἢ ὅλον κοῦφον, ἢ τὸ ἥμισυ αὐτοῦ ἑκάτερον πεπονθέναι, τουτέστιν ἑκάτερον τῶν ἡμίσεων ἑκάτερον τῶν παθῶν πεπονθέναι, καὶ τὸ μὲν βαρὺ εἶναι τὸ δὲ κοῦφον.

Πῶς γὰρ διελεῖς; ἢ πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ ἔσχατον καὶ μέσον;

Εἰ γὰρ ὅλως ἀφορίσεις τοῖς τόποις τὰ τοῦ ἀπείρου μόρια, εὐθὺς αὐτὸ καὶ πεπερασμένον ποιεῖς· πῶς γὰρ οἷόν τε τοῦ ἀπείρου τὸ μὲν ἄνω εἶναι τὸ δὲ κάτω; πόθεν γάρ που τὸ ἄνω; ὁμοίως δὲ καὶ τὸ κάτω. καὶ ἄλλως εἰ ἕξει τὸ ἄνω, εὐθὺς καὶ ἔσχατον ἕξει καὶ μέσον· τὸ γὰρ ἄνω καὶ κάτω ἔσχατα, μέσον δὲ τὸ ὑπὸ τούτων περιεχόμενον, ὃ δὲ μέσα καὶ ἔσχατα ἔχει, οὐκ ἄπειρον.

Ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ.

Ἕτερον ἐπιχείρημα. εἰ πᾶν σῶμα, φησίν, ἐν τόπῳ, τόπου δὲ διαφοραὶ αἱ εἰρημέναι ἕξ, ἀνάγκη καὶ τὸ ἄπειρον κατὰ τούτους διῃρῆσθαι τοὺς τόπους, τοῦτο δὲ ἀδύνατον· εὐθὺς γὰρ πεπεράνθαι τοῦτο ἀνάγκη. ἀδύνατον ἄρα σῶμα ἄπειρον εἶναι.

Ἁπλῶς δʼ εἰ ἀδύνατον τόπον εἶναι ἄπειρον, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναί τι σῶμα.

Τρίτον ἐπιχείρημα. ἀδύνατον, φησί, τὸν τόπον ἄπειρον εἶναι· πᾶς γὰρ τόπος περατοῖ τὸ ἐν τόπῳ καὶ περιέχει αὐτό, τὸ δὲ περατοῦν, μᾶλλον δὲ οἱονεὶ πέρας ὂν τοῦ ἐν αὐτῷ, οὐκ ἄπειρον. καὶ ἄλλως εἰ τόπων διαφοραὶ τὸ ἄνω καὶ κάτω, ἀδύνατον εἶναι τόπον ἄπειρον· εἰ γὰρ εἴη ὁποτεροσοῦν ἄπειρος, οὐ συγχωρήσει τῷ ἄλλῳ εἶναι. ἀδύνατον δὲ ἢ μόνον εἶναι τὸν ἄνω ἢ μόνον τὸν κάτω· πῶς γὰρ ὅλως ὁ ἄπειρος τόπος ἢ ἄνω λεχθῇ ἢ κάτω; εἰ τοίνυν πεπερασμένοι οἱ τόποι, πᾶν δὲ σῶμα ἐν τόπῳ, πᾶν ἄρα σῶμα πεπερασμένον.

Ἀλλὰ μὴν τό γε ποῦ ἐν τόπῳ, καὶ τὸ ἐν τόπῳ ποῦ.

Τὸ τέταρτον ἐπιχείρημα. ἔστι δὲ συνεχὲς τοῖς πρὸ αὐτοῦ· ἐπειδὴ γὰρ ἔδειξεν ὅτι ἀδύνατον ἢ ἄνω ἢ κάτω εἶναι τὸ ἄπειρον, ἢ ἔν τινι τῶν ἄλλων τόπων, ἵνα μή τις εἴπῃ ὅτι ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν τόπῳ δὲ ἁπλῶς ἐστι, διὰ τοῦτό φησιν ἐν τούτοις ὅτι ἀνάγκη ἐφʼ ὧν κατηγορεῖται τὸ γένος, ἐπὶ τούτων καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι, καὶ ἔμπαλιν. ἔστι δὲ γένος μὲν τὸ ἐν τόπῳ, εἶδος δὲ τὸ ποῦ· ὅταν γὰρ εἴπω ποῦ, ὡρισμένον τινὰ τόπον σημαίνω, ἢ τὸν ἄνω ἢ τὸν κάτω.

Εἰ οὖν μηδὲ ποσὸν οἷόν τε εἶναι τὸ ἄπειρον· πόσον γάρ τι ἔσται, οἷον δίπηχυ ἢ τρίπηχυ.

Παραδείγματι τῷ τοῦ ποσοῦ κέχρηται. τὸ μὲν οὖν πρότερον ποσὸν ὀξυτόνως ἀναγνωστέον — σημαίνει γὰρ τὸ τοῦ ποσοῦ γένος —, τὸ δὲ δεύτερον παροξυτόνως πόσον, ὡς «νόθον», σημαίνει δὲ τὸ ὡρισμένον ποσόν, οἷον τὸ δίπηχυ ἢ τὸ τρίπηχυ, ὡς αὐτὸς εἶπεν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ ἕκαστον, ὅπερ ἔχει γένος τι κατηγορούμενον, ἕξει καὶ τῶν εἰδῶν πάντως τι τῶν ὑπὸ τὸ γένος κατηγορούμενον — οὐδὲν γὰρ ἔστι χρῶμα, ὃ μὴ πάντως ἢ λευκόν ἐστιν ἢ μέλαν ἢ τῶν ἄλλων τι τῶν τοῦ χρώματος εἰδῶν —, καὶ τὸ ἄπειρον, εἰ ἔσται ἐν τόπῳ, πάντως καὶ ἔν τινι τῶν τοῦ τόπου εἰδῶν ἔσται, οἷον ἢ ἄνω ἢ κάτω. ἀλλὰ μὴν ἀδύνατον ἔν τινι τούτων εἶναι, ὡς δέδεικται· οὐδὲ ἐν τόπῳ ἄρα ὅλως. ἀλλὰ μὴν πᾶν σῶμα ἐν τόπῳ· ἀδύνατον ἄρα ἄπειρον εἶναί τι σῶμα. ὥσπερ γὰρ οὐδὲν ποσὸν οἷόν τε εἶναι, ὃ μὴ πάντως πόσον τί ἐστι, φημὶ δὲ δίπηχυ ἢ τρίπηχυ, οὕτως οὐδὲν ἐν τόπῳ οἷόν τε εἶναι, ὃ μὴ ποῦ ἐστι, λέγω δὲ ποῦ, οἷον τὸ ἄνω ἢ τὸ κάτω. ὃ οὖν μὴ ἐνδέχεται εἶναι ποῦ, τοῦτο οὐδὲ ἐν τόπῳ ἐνδέχεται εἶναι.

Ὅτι δὲ εἰ μή ἐστιν ἄπειρον μηδὲ ἄλλως, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον.

Τὸ μὲν οὖν κατὰ μέγεθος ἄπειρον δέδεικται ὅτι οὐκ ἐνδέχεται εἶναι, εἰ δὲ κατὰ ἄλλον, φησί, μηδένα τρόπον ἐνδέχεται εἶναι τὸ ἄπειρον, πολλὰ ἀδύνατα συμβήσεται.

Ὅταν δὲ διωρισμένων οὕτως μηδετέρως φαίνηται ἐνδέχεσθαι, διαιτητοῦ δεῖ.

Ὅταν, φησί, καὶ τὸ μὴ εἶναι τὸ ἄπειρον εὔλογον φαίνηται, ὁμοίως δὲ καὶ τὸ εἶναι, διαιτητοῦ τοῖς λόγοις δεῖ τὴν ἐν ἑκάστῳ ἀλήθειαν καὶ τὸ ψεῦδος διακρίνοντος. καὶ δῆλον ὅτι πῶς μὲν ἔστι πῶς δὲ οὔ. εἰ γὰρ μὴ κατά τι μὲν ἦν τὸ ἄπειρον κατά τι δὲ οὔ, οὐκ ἂν ἐδόκει ἑκάτερος τῶν λόγων ἔχειν τὸ εὔλογον.

Λέγεται δὴ τὸ εἶναι τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ, καὶ τὸ ἄπειρον ἔστι μὲν προσθέσει ἔστι δὲ καὶ διαιρέσει.

Ἐντεῦθεν διαιτᾷ τοῖς λόγοις, καὶ προλαμβάνει ὅτι τῶν ὄντων τὰ μέν ἐστι δυνάμει, τὰ δὲ ἐντελεχείᾳ, ὡς πολλαχοῦ δέδεικται, καὶ ὅτι τὸ ἄπειρον ἔστιν ἐν τοῖς μεγέθεσι κατὰ πρόσθεσιν καὶ διαίρεσιν, ἓν δὲ ἦν τῶν τοῦ ἀπείρου σημαινομένων τὸ κατὰ πρόσθεσιν καὶ διαίρεσιν. ταῦτα προειληφὼς δείκνυσιν ἐφεξῆς πῶς μὲν ἔστι πῶς δὲ οὐκ ἔστι τὸ ἄπειρον, καί φησιν· ὅτι μὲν τὸ κατὰ μέγεθος ἄπειρον οὐκ ἔστιν, ἱκανῶς δέδεικται, τὸ δὲ κατὰ τὴν διαίρεσιν ἄπειρον καὶ ἡμεῖς φαμεν εἶναι· ἔστι γὰρ τὸ μέγεθος ἐπʼ ἄπειρον διαιρετόν. ὅτι γὰρ οὐ σύγκειται ἡ γραμμὴ ἐξ ἀτόμων γραμμῶν, ὅπερ οἱ λῦσαι θέλοντες τὴν Ζήνωνος ἀπορίαν κακῶς ὑπέθεντο, ὡς ἐν τῷ πρώτῳ εἴρηται, οὐ χαλεπόν φησι δεῖξαι· ὁλόκληρον γὰρ βιβλίον πρὸς Ἀναξαγόραν αὐτῷ γέγραπται περὶ ἀτόμων γραμμῶν, ὅτι ἀδύνατον ἄτομα εἶναι μεγέθη. εἰ γὰρ δέδεικται τοῖς γεωμέτραις τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, ἀδύνατον δήπου γραμμὴν εἶναι ἄτομον ἢ ἐξ ἀτόμων συγκεῖσθαι· εἰ γὰρ συγκέοιτο ἐκ περιττῶν ἀτόμων, οὐ τμηθήσεται δίχα, δέδεικται δὲ καὶ ὅτι πᾶν τὸ ἐξ ἀτόμων συγκείμενον, ταὐτὸν δὲ εἰπεῖν ἀμερῶν, καὶ αὐτὸ ἀμερὲς ἔσται. εἴπομεν δὲ καὶ ἐν τῷ πρώτῳ λόγῳ, ὅτι τινὲς τὸν Ξενοκράτην ὑπώπτευσαν τὰς ἀτόμους εἰσηγεῖσθαι γραμμάς, καὶ ἐδείξαμεν ὡς ψευδὴς ἡ ὑπόνοια.

Λείπεται οὖν καὶ δυνάμει εἶναι τὸ ἄπειρον.

Εἰ γὰρ δέδεικται ὅτι ἐντελεχείᾳ εἶναι ἀδύνατον, ἔστι δὲ καὶ τὸ μέγεθος διαιρετόν, δῆλον ὅτι δυνάμει ἔσται καὶ οὐκ ἐνεργείᾳ. οὐ δεῖ δὲ τὸ δυνάμει λαμβάνειν, τὸ ἐσόμενον. οὐκ ἐπειδὴ δυνάμει εἶπον τὸ ἄπειρον εἶναι κατὰ τὴν διαίρεσιν, ἤδη νομιστέον ὅτι πάντως ἐκβήσεται τὸ δυνάμει τοῦτο εἰς ἐνέργειαν. ὥσπερ φαμὲν τὸν χαλκὸν δυνάμει ἀνδριάντα εἶναι, καὶ τὴν δύναμιν ταύτην ἐκβαίνειν ποτὲ εἰς ἐνέργειαν, οὐχ οὕτως καὶ ἐπὶ τοῦ ἀπείρου· οὐ γὰρ ἔσται ποτὲ εἰς ἄπειρα διῃρημένον· τοῦτο γὰρ οὐδὲ δυνάμει ὑπάρχει ἐν τοῖς μεγέθεσιν. ἀλλʼ ἐπεὶ τὸ εἶναι, φησί, πολλαχῶς, τουτέστι τὸ ἐνεργείᾳ εἶναι τὸ μὲν ἀθρόαν ἔχει τὴν ἐνέργειαν, ὡς ἄνθρωπος ἵππος καὶ τὰ ὅμοια, τὰ δὲ κατὰ μέρος γινομένην καὶ μηδέποτε ἀεὶ ἅμα παροῦσαν, τοιαῦτα δέ ἐστι τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ὡς ἡμέρα ἀγὼν καὶ τὰ ὅμοια· οὕτω φημὶ καὶ τὸ ἄπειρον ἐνεργείᾳ εἶναι, οὐ τῷ ἅμα ὅλον εἶναι, ἀλλὰ τῷ μόριόν τι αὐτοῦ ἀεὶ παρεῖναι. οὕτω καὶ ἄπειρον ὃ ἔσται ἐνεργείᾳ. οὐχ οὕτως λέγω, φησί, τὸ ἄπειρον δυνάμει, ὡς λέγω τὸν χαλκὸν δυνάμει ἀνδριάντα· τὸν μὲν γὰρ χαλκὸν οὕτως λέγω δυνάμει, ὡς καὶ ἐσόμενόν ποτε ἐνεργείᾳ, τὸ δὲ ἄπειρον οὐχ οὕτω δυνάμει ὃ ἔσται καὶ ἐνεργείᾳ, ἀλλὰ ἐν τῷ δυνάμει ἀεὶ διαμένει.

Καὶ γὰρ ἐπὶ τούτων ἐστὶ καὶ δυνάμει καὶ ἐνεργείᾳ.

Ἐπὶ τοῦ ἀγῶνος δηλονότι καὶ τῆς ἡμέρας· πρὶν μὲν γὰρ ἐπιτελεσθῇ, δυνάμει ἐστίν, ἀρξάμενα δὲ γίνεσθαι, ἐνεργείᾳ, ἀλλʼ οὕτως ἐνεργείᾳ, ὡς κατὰ μέρος ὑπάρχοντα. δυνατὸν δὲ τὸ δυνάμει καὶ ἐν αὐτῷ τῷ ἐνεργεῖσθαι λαβεῖν· ἔστι μὲν γὰρ ἐνεργείᾳ ἡ ἡμέρα ὡς ἤδη παροῦσα, δυνάμει δὲ ὡς μὴ ἅμα οὖσα, ἀλλʼ ἔτι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα.

Καὶ ἄλλως δὲ ἔν τε τῷ χρόνῳ δῆλον τὸ ἄπειρον καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν.

Εἰπὼν πῶς ἔστι τὸ ἄπειρον, ὅτι τῷ γίνεσθαι ἀπὸ μέρους, ὅπερ ἐπί τε τῆς τῶν μεγεθῶν διαιρέσεως συμβαίνει καὶ ἐπὶ τοῦ χρόνου καὶ τοῦ ἀριθμοῦ — αὔξεται γὰρ καὶ ὁ χρόνος καὶ καθόλου ὁ ἀριθμὸς δυνάμει ἐπʼ ἄπειρον, ἐνεργείᾳ δὲ οὐδέποτε. ὥσπερ καὶ ἡ τῶν μεγεθῶν διαίρεσις —, ἀλλʼ ἔχουσί τινα, φησί, ταῦτα διαφορὰν πρὸς ἄλληλα· ἐπί τε γὰρ τῶν ἀνθρώπων καὶ τοῦ χρόνου, φησίν, ἐπʼ ἄπειρον αὐξομένων ἄλλως τὸ ἄπειρον ὑπάρχει καὶ ἄλλως ἐπὶ τῆς τῶν μεγεθῶν διαιρέσεως. εἶτα προθέμενος εἰπεῖν τὴν διαφορὰν αὐτῶν, πρότερον τὴν κοινωνίαν ἐκτίθεται, εἶτα τὴν διαφορὰν αὐτῶν· καί φησιν ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον εἶναι μὲν ἀεὶ πεπερασμένον, ἀλλʼ ἀεί γε ἕτερον καὶ ἕτερον. τουτέστι καθόλου καὶ κοινῶς ἐν οἷς ὑπάρχει τὸ ἄπειρον, εἴτε ἐν ἀριθμοῖς εἴτε ἐν μεγέθεσιν, οὕτως ὑπάρχει οὐ τῷ ἅμα παρεῖναι, ἀλλὰ τῷ ἀεὶ ἕτερον καὶ ἕτερον αὐτοῦ μόριον λαμβάνεσθαι, καὶ ἀεὶ τὸ ληφθὲν πεπερασμένον μὲν εἶναι, οὐδέποτε δὲ τὸ αὐτὸ ἀλλʼ ἀεὶ ἄλλο καὶ ἄλλο. τοῦ γὰρ ἀριθμοῦ αὐξομένου ἀεὶ ἄλλο καὶ ἄλλο ἔστι λαβεῖν μόριον, οἷον τὸ εʹ τὸ ιʹ τὸ ρʹ καὶ ἐφεξῆς, καὶ οὔτε ὅλον ἅμα ἔστι λαβεῖν, οὔτε δὶς τὸ αὐτὸ μόριον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς διχοτομίας ἅμα μὲν ὅλον τεμεῖν ἀδύνατον, ἀλλʼ ἀεὶ μὲν ἕτερον καὶ ἕτερόν ἐστι τὸ τεμνόμενον, καὶ τὰ τμηθέντα πάντα πεπερασμένα μόρια. ἡ μὲν οὖν κοινωνία αὕτη. ἀπορήσειε δʼ ἄν τις πρὸς τὸν λόγον, πῶς φησιν ἀεὶ τὸ λαμβανόμενον τοῦ ἀπείρου μόριον πεπερασμένον εἶναι. ἐπὶ μὲν γὰρ τοῦ ἀριθμοῦ καὶ τῆς διαιρέσεως τῶν μεγεθῶν ἀρχομένων ἀπὸ μονάδος ἀληθὴς ὁ λόγος — ἀεὶ γὰρ πεπερασμέναι καὶ αἱ τομαὶ τοῦ μεγέθους, καὶ αἱ μονάδες τοῦ ἀριθμοῦ —, ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων οὐκέτι· εἰ γὰρ ἀίδιος ὁ κόσμος, οὐ πᾶν μόριον οὔτε τῆς ἀπειρίας τοῦ χρόνου οὔτε τοῦ ἀριθμοῦ τῶν ἀνθρώπων λαμβανόμενον πεπερασμένον ἐστίν. ἐὰν γοῦν λάβω πάντα τὸν γενόμενον χρόνον μέχρι σήμερον ἢ πάντας τοὺς ἀνθρώπους, οὐκ ἂν εἴη ὁ τούτων ἀριθμὸς πεπερασμένος, μέρους ὄντων τῶν καθʼ ἑαυτὰ ἀπείρων. ἢ τοίνυν οὐκ ἄναρχος ὁ κόσμος, ἵνα μὴ ἄπειρος ᾖ ἐπὶ θάτερα ὁ χρόνος καὶ ὁ τῶν ἀνθρώπων ἀριθμὸς καὶ ἐξῇ λαμβάνειν ἡμῖν τοῦ ἀπείρου μόριόν τι καὶ αὐτὸ ἄπειρον, ἢ καὶ ἐπὶ θάτερα καίτοι ἀδυνάτου ὄντος ἢ κατὰ ἀριθμὸν ἐπὶ θάτερα λαμβάνειν ἄπειρον ἢ κατὰ τὴν διαίρεσιν τῶν μεγεθῶν· εἰ γὰρ ἀριθμὸν ἐξὸν λαβεῖν ἐπὶ θάτερα ἄπειρον, διεξιτητὸν ἂν εἴη τὸ ἄπειρον — πᾶς γὰρ ἀριθμὸς ἀπὸ μονάδος ἄρχεται, καὶ μόνως τὸ ἄπειρον ἐπὶ τοῦ ἀριθμοῦ κατὰ θάτερον —, καὶ ἄλλως τοῦ Ἀριστοτέλους συμφώνως τῷ ἐπὶ τῶν ἀριθμῶν συμβαίνοντι λέγοντος, ὅτι ἀεὶ τὸ ληφθὲν τοῦ ἀπείρου πεπερασμένον ἐστί. εἰ οὖν λέγοι τις ὅτι ἐξὸν λαβεῖν τὸ κατὰ θάτερον ἄπειρον, οὐδὲν ἄλλο λέγει ἢ ὅτι ἐξὸν ἄπειρον ἀριθμὸν ἐνεργείᾳ γενέσθαι· ἀναποδίζοντος γὰρ ἀπὸ τοῦ ἐνεστῶτος ἐνιαυτοῦ ἐπὶ τὸ παρεληλυθὸς εὑρίσκω ὅτι ἄπειρός τις ἀριθμὸς ἐνιαυτῶν κατʼ ἐνέργειαν ἐκβέβηκε. καίτοι ἀδύνατον οὐ μόνον ἡμῖν, ἀλλὰ καὶ τῇ φύσει, ἄπειρόν τινα διεξελθεῖν ἀριθμόν· ἀδιεξίτητον γὰρ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἄπειρον. καὶ εἰ τὸ ἐπὶ θάτερον ἄπειρον ἐνδέχεται ἐκβῆναι ἐνεργείᾳ, διὰ τί μὴ καὶ τὸ ἐπὶ θάτερον; καὶ συμβήσεται δὲ οὐ μόνον πολλαπλασιάζεσθαι τὸ ἄπειρον, ἀλλὰ καὶ ἀεὶ αὔξεσθαι καὶ ἄπειρον ἀπείρου μεῖζον εἶναι. τοῦ γὰρ ἀριθμοῦ τῶν ἐνιαυτῶν ἀπείρου ὄντος, ὁ τῶν μηνῶν ἀριθμὸς πολλαπλασιάζει τὸ ἄπειρον· δωδεκάκις γὰρ ἕξει τὸ ἄπειρον. ἀλλὰ μὴν ὁ τῶν ἡμερῶν πολλῷ πλέον, ὁ δὲ τῶν ὡρῶν ἔτι πολὺ μᾶλλον. καίτοι ἀδύνατον πολλαπλασιάζεσθαι τὸ ἄπειρον. ἀλλὰ μὴν καὶ αὔξεσθαι καθʼ ἑκάστην συμβαίνει τὸν τοῦ ἀπείρου ἀριθμὸν τῇ γενέσει τοῦ χρόνου. εἰ τοίνυν ἀδύνατον ἢ αὔξεσθαι ἢ πολλαπλασιάζεσθαι τὸ ἄπειρον, ἢ ἐνεργείᾳ ἄπειρον ἀριθμὸν γενέσθαι, ἀδύνατον ἄναρχον εἶναι τὸν χρόνον. ταῦτα μὲν διὰ τὸ εἰπεῖν Ἀριστοτέλην, ὅτι ἀεὶ τὸ λαμβανόμενον τοῦ ἀπείρου πεπερασμένον ἐστί, καὶ ἀληθῶς γε λέγειν· τῇ γὰρ ἑαυτοῦ φύσει τὸ ἄπειρον ἀδιεξίτητον.

Ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται.

Ἐντεῦθεν μέχρι τοῦ «ἀλλʼ ἀεί γε ἕτερον καὶ ἕτερον» οὐκ ἔστιν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων· τὰ αὐτὰ γάρ εἰσι τοῖς εἰρημένοις ἀπαραλλάκτως· περιγραπτέον οὖν αὐτά.

Ἀλλʼ ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος τοῦτο συμβαίνει, ἐπὶ τοῦ χρόνου δὲ καὶ τῶν ἀνθρώπων φθειρομένων.

Εἰπὼν τὴν κοινωνίαν τοῦ ἀπείρου τοῦ ἐν τῷ μεγέθει καὶ τῷ ἀριθμῷ, λέγω δὴ τοῦ κατὰ τὴν διαίρεσιν καὶ τὴν αὔξησιν, βούλεται νῦν τὴν διαφορὰν αὐτῶν εἰπεῖν. καί φησιν ὅτι ἐπὶ μὲν τοῦ χρόνου καὶ τῶν ἀνθρώπων τὸ ληφθὲν τοῦ ἀπείρου μέρος φθείρεται καὶ οὐχ ὑπομένει — ἐφθάρη γὰρ πᾶς ὁ παρεληλυθὼς χρόνος καὶ οἱ ἄνθρωποι —, ἐπὶ δὲ τῆς διαιρέσεως τῶν μεγεθῶν οὐ φθείρεται τὰ λαμβανόμενα τμήματα, ἀλλʼ ὑπομένει, ὅθεν καὶ προστίθεται ἀντεστραμμένως θατέρῳ μορίῳ τοῦ διαιρουμένου.

Τὸ δὲ κατὰ πρόσθεσιν τὸ αὐτό ἐστί πως καὶ τὸ κατὰ διαίρεσιν.

Εἰπὼν τήν τε κοινωνίαν καὶ τὴν διαφορὰν τοῦ χρόνου καὶ τῶν ἀνθρώπων — ἀνθρώπους δὲ ὅταν εἴπω, ἁπλῶς πάντα τὰ ἄτομά φημι, τά τε ἐπὶ τῶν ἐμψύχων καὶ τῶν ἀψύχων, ἐκ τοῦ κρείττονος πάντα περιλαμβάνων —, εἰπὼν οὖν τοῦ ἀπείρου τοῦ ἐν τούτοις τήν τε κοινωνίαν καὶ τὴν διαφορὰν πρὸς τὸ ἐν τοῖς μεγέθεσι κατὰ διαίρεσιν ἄπειρον, ἐπειδὴ ἔστι καὶ τὸ κατὰ αὔξησιν ἄπειρον, διὰ τοῦτό φησιν ὅτι τοῦτο σχεδὸν ταὐτόν ἐστι τῷ κατὰ τὴν διαίρεσιν. ἐὰν γὰρ λάβω πεπερασμένον τι μέγεθος, εἶτα τοῦτο διέλω δίχα, προκόψω δὲ τῇ διχοτομίᾳ ἐπὶ θάτερον, ἐφʼ ὅσον κατὰ θάτερον ἡ διαίρεσις γίνεται, ἐπὶ τοσοῦτον ἡ πρόσθεσις κατὰ θάτερον. εἰ οὖν ἡ διαίρεσις ἐπʼ ἄπειρον, καὶ ἡ πρόσθεσις ἂν εἴη ἐπʼ ἄπειρον, ἀλλʼ ἀντεστραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, τούτῳ προστίθεμεν. ὥστε ταὐτόν πως τὸ κατὰ διαίρεσιν ἄπειρον τῷ κατὰ πρόσθεσιν· ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ διαιρέσει ἄμφω γίνεται.

Ταύτῃ προστιθέμενον φαίνεται πρὸς τὸ ὡρισμένον.

Ὡρισμένον ἐκάλεσε τὸ ἥμισυ τοῦ μεγέθους τὸ ἄτμητον μεῖναν, ἤτοι διὰ τὸ ἀδιαίρετον μένειν, ἢ ὅτι εἰ καὶ ἐπʼ ἄπειρον ἔχει τὴν αὔξησιν, ἀλλʼ οὖν ἀδύνατον παντὸς ὑπερβαλεῖν μεγέθους τὸ αὐξόμενον, ἀλλʼ ἔστι τι μεῖζον μέγεθος· οὐ γὰρ ὥσπερ τὸ ἐλάχιστον οὐκ ἔστι λαβεῖν, ἀλλʼ ἐπʼ ἄπειρον πρόεισι τὸ μειούμενον, οὕτω καὶ τὸ μεῖζον ἐπʼ ἄπειρον πρόεισιν, ἀλλʼ ὥρισται τὸ μεῖζον ἐν τῷ παντὶ σῶμα, ὁ κόσμος. καὶ διὰ τοῦτο οὖν ὡρισμένον ἐκάλεσε τὸ αὐξόμενον.

Ἐν τῷ γὰρ πεπερασμένῳ μεγέθει ἂν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῳ μὴ τὸ αὐτό τι μέγεθος τῷ λόγῳ περιλαμβάνων, οὐ διέξεισι τὸ πεπερασμένον.

Ἐπειδὴ εἶπεν ὅτι ἡ διαίρεσις ἐπʼ ἄπειρον προϊοῦσα μία οὖσα καὶ ἡ αὐτὴ τὸ μὲν ἐπʼ ἄπειρον μειοῖ τὸ δὲ ἐπʼ ἄπειρον αὔξει, οὐκ ἐπὶ πάσης δὲ διαιρέσεως τοῦτο συμβαίνει, ὥστε τὸ μὲν ἐπʼ ἄπειρον μειοῦσθαι τὸ δὲ ἐπʼ ἄπειρον αὔξεσθαι, νῦν λέγει ποία μὲν διαίρεσις ἐπʼ ἄπειρον πρόεισι ποία δὲ οὔ. ἐὰν μὲν γάρ, φησί, λαβών τι μέγεθος, οἷον πηχυαῖον, ὡρισμένον τι μόριον ἐξ αὐτοῦ τέμῃς, οἷον τὸ δέκατον ἢ τὸ ἥμισυ — ἔστω δὲ τὸ ἥμισυ —, καὶ πάλιν τὸ καταλειφθέν, λέγω δὴ τὸ ἡμιπηχυαῖον, τῷ αὐτῷ λόγῳ τέμῃς, τουτέστι τῷ ἡμίσει, καὶ πάλιν τὸ καταλιμπανόμενον διχοτομῇς, καὶ τοῦτο ἐπʼ ἄπειρον ποιῇς, οὐδέποτε ἐπιλείψει ἡ διαίρεσις, ἀλλὰ τὸ μὲν ἐπʼ ἄπειρον μειωθήσεται τὸ δὲ ἐπʼ ἄπειρον αὐξήσει· ἐὰν δὲ μὴ τῷ αὐτῷ λόγῳ τέμνῃς, οἷον ἀεὶ τὸ ἥμισυ ἀφαιρῶν ἤγουν τὸ δέκατον ἢ ἄλλον τινὰ τὸν αὐτὸν λόγον, ἀλλʼ ἀεὶ ὡρισμένον τι μέγεθος ἀφαιρῇς τοῦ τεμνομένου τὸ αὐτὸ μέγεθος μὴ κατὰ τὸν αὐτὸν λόγον λαμβάνων, καταδαπανήσεις τέμνων τὸ ὅλον, καὶ ἐπιλείψει ἡ τομή. οἷον εἰ μυρίων πηχῶν λάβῃς μέγεθος καὶ τούτου ἀφαιρῇς ἀεὶ ὡρισμένον τι μέγεθος, οἷον δακτυλιαῖον, ἐπιλείψει τὸ ὅλον τεμνόμενον, καὶ οὕτως οὔτε ἡ διαίρεσις οὔτε ἡ πρόσθεσις ἐπʼ ἄπειρον ἔσται. ἀντεστραμμένως δὲ ἔχει τῷ λόγῳ τὸ μέγεθος· ἐὰν μὲν γὰρ τὸ αὐτὸ μέγεθος ἀεὶ ἀφαιρῇς, οὐ κατὰ τὸν αὐτὸν λόγον διαιρήσεις, ἀλλὰ ἀεὶ κατὰ μείζονα λόγον, ἐὰν δὲ τὸν αὐτὸν λόγον ἐν τῇ διαιρέσει φυλάττῃς, οὐ τὸ αὐτὸ μέγεθος ἀφαιρήσεις, ἀλλὰ ἀεὶ ἔλαττον. οἷον εἰ δεκάπηχυ ξύλον εἴη καὶ ἀφέλῃς τούτου τὸ δέκατον, οἷον τὸν ἕνα πῆχυν, εἰ μὲν ἐκ τοῦ καταλειφθέντος ἀεὶ τὸ ἴσον ἀφαιρῇς μέγεθος, αὔξεις τὸν λόγον — ἐκ γὰρ τῶν ἐννέα πήχεων πῆχυν ἀφελὼν οὐκέτι τὸ δέκατον ἀφελεῖς, ἀλλὰ τὸ ἔνατον, μείζων δὲ ὁ τοῦ ἐνάτου λόγος πρὸς τὸ ὅλον ἢ ὁ τοῦ δεκάτου· ὁμοίως ἐὰν ἐκ τῶν καταλειφθέντων ὀκτὼ πήχεων τὸν πῆχυν ἀφέλῃς, πάλιν αὔξεις τὸν λόγον· ὄγδοον γὰρ ἀφείλου. καὶ οὕτως ἀεὶ ποιοῦντος ἐπιλείψει ἡ διαίρεσις —, ἐὰν δὲ ἐκ τοῦ δεκαπήχεος ξύλου ἀφελὼν τὸν πῆχυν, τουτέστι τὸ δέκατον, ἐκ τῶν καταλειφθέντων ἐννέα πηχῶν τὸν αὐτὸν λόγον ἀφελεῖν βουλήσῃ, οὐκέτι πηχυαῖον ἀφαιρήσεις μέγεθος, ἀλλʼ ἧττον· καὶ οὕτως ἀεὶ ποιῶν τὸν αὐτὸν μὲν φυλάττων λόγον ἐν τῇ τομῇ, οὐ τὸ αὐτὸ δὲ μέγεθος ἀφαιρῶν, οὐδέποτε καταδαπανήσεις τὸ ὅλον.

Ἄλλως μὲν οὖν οὐκ ἔστιν, οὕτως δὲ ἔστι τὸ ἄπειρον, δυνάμει τε καὶ ἐπὶ καθαιρέσει.

Ὅτι γὰρ ἐνεργείᾳ οὐκ ἔστιν ἄπειρόν τι σῶμα, δέδεικται, δυνάμει δὲ ἔστι, φησί, τὸ ἄπειρον. πῶς δὲ δυνάμει, προσέθηκεν, ὅτι τὸ ἐπὶ τὴν διαίρεσιν ἄπειρον, ὅπερ ταὐτόν ἐστι τῷ ἐπὶ τὴν πρόσθεσιν ἀπείρῳ ἀντεστραμμένως, ὡς ἤδη εἴρηκεν. οὐ μόνον δέ, φησί, δυνάμει ἔστι τὸ ἄπειρον, ἀλλὰ καὶ ἐνεργείᾳ. ὥσπερ τὴν ἡμέραν λέγομεν ἐνεργείᾳ παρεῖναι, οὐ τῷ πᾶσαν ἅμα εἶναι, ἀλλὰ τῷ μόριόν τι αὐτῆς, ὁμοίως δὲ καὶ τὰ Ὀλύμπια παρεῖναι ἐνεργείᾳ τῷ μόριόν τι αὐτῶν ἐνεργείᾳ εἶναι, ἢ πυγμὴν ἢ πάλην ἢ ἕτερόν τι· οὕτως δὲ καὶ τὴν ἐπʼ ἄπειρον διαίρεσιν ἐνεργείᾳ παρεῖναι, οὐ τῷ ἅμα πᾶσαν εἶναι, ἀλλὰ τῷ μόριόν τι διαιρεῖσθαι. εἶτα ἐπειδὴ τὸ αὐτὸ καὶ δυνάμει εἶπεν εἶναι καὶ ἐνεργείᾳ, καὶ ὅπως μὲν ἔστιν ἐνεργείᾳ, ἐπιστώσατο ἐκ τοῦ κατὰ τὴν ἡμέραν καὶ τὸν ἀγῶνα παραδείγματος, πῶς δὲ τὸ αὐτὸ τοῦτο δυνάμει ἔστιν, οὐκέτι κατεσκεύασε, διὰ τοῦτο ἀναλαμβάνει τὸν περὶ τοῦ δυνάμει λόγον, καί φησιν ὅτι οὕτως δυνάμει λέγω τὸ ἐπʼ ἄπειρον διαιρετόν, ὥσπερ καὶ τὴν ὕλην λέγομεν δυνάμει εἶναι πάντα τὰ εἴδη. ὥσπερ οὖν ὅταν λέγωμεν τὴν ὕλην πάντα εἶναι δυνάμει, οὐ τοῦτό φαμεν ἢ ὅτι πάντα ἅμα ποτὲ ἐνεργείᾳ γενήσεται, ἢ ὅτι οὐδὲν εἶδος ἔχει ἐνεργείᾳ, ἀλλʼ ὅτι ἔχει μέν τι εἶδος ἐνεργείᾳ, πέφυκε δὲ καὶ πάντα δέχεσθαι κατὰ μέρος, ἅμα δὲ οὐδέποτε, οὕτω καὶ τὸ δυνάμει ἐπʼ ἄπειρον διαιρετόν, ὅτι δύναται μὲν ἐπʼ ἄπειρον διαιρεῖσθαι, κατὰ μέρος μέντοι ἀεὶ ὑπάρχουσιν αἱ διαιρέσεις, ἅμα δὲ οὐδέποτε.

Καὶ οὐ καθʼ αὑτὸ πεπερασμένον.

Ὥσπερ γὰρ ἡ ὕλη εἰ καὶ δέχεται τὸ εἶδος, ἀλλʼ οὐ καθʼ αὑτὸ καὶ ἐν τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ὑπάρχει τὸ εἶδος, ἀλλʼ οἷον ἐπισυμβέβηκε τῇ οὐσίᾳ αὐτῆς, οὕτω δὲ καὶ τῷ ἀπείρῳ ὑπάρχει τὸ πεπερασμένον οὐ καθʼ αὑτό· εἰ γὰρ καὶ συνέβη τὸ ἐπʼ ἄπειρον διαιρετὸν πεπερασμένον εἶναι, οὐχ ᾗ τὸ ἄπειρον ἔχει ταύτῃ πεπέρανται, ἀλλʼ ᾗ ἐπισυμβέβηκε τῷ ἀπείρῳ τὸ πεπερασμένον. ὡς γὰρ αὐτὸς ἐφεξῆς ἐρεῖ, ἡ ὕλη ἐστὶ τοῦ μεγέθους τὸ ἄπειρον, εἰσόμεθα δὲ ἐν ἐκείνοις.

Καὶ κατὰ πρόσθεσιν δὴ οὕτως ἄπειρον δυνάμει ἐστίν.

Ἐπειδὴ ὡς ἐπὶ τοῦ κατὰ διαίρεσιν ἀπείρου τὸν λόγον ἐποιήσατο, διὰ τοῦτο προσέθηκεν ὅτι ὡσαύτως ἐροῦμεν καὶ ἐπὶ τοῦ κατὰ τὴν πρόσθεσιν ἀπείρου· ὁμοίως γὰρ ἔσται καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὥσπερ ἐκεῖνο. διὰ τί δὲ οἱ αὐτοὶ καὶ ἐπὶ τούτου ἁρμόζουσι λόγοι, τὴν αἰτίαν ἐποίησατο, ἣν ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν, αὕτη δέ ἐστιν ὅτι τὸ αὐτὸ τρόπον τινά ἐστι τῷ κατὰ τὴν διαίρεσιν. πῶς δὲ τὸ αὐτό, εἴπομεν, ὅτι μιᾷ καὶ τῇ αὐτῇ διαιρέσει τῷ μὲν προστίθεται τοῦ δὲ ἀφαιρεῖται. εἰ τοίνυν τὸ αὐτό ἐστι, τὰ αὐτὰ ἂν ἁρμόσοι καὶ ἐπʼ αὐτοῦ λέγειν. ἀλλʼ οὐ καθάπαξ τὸ αὐτό· διὰ τοῦτο γὰρ καὶ προσέθηκε τρόπον τινά. τίς οὖν ἡ διαφορά, προστίθησιν.

Ἀεὶ μὲν γάρ τι ἔξω ἔσται λαμβάνειν, οὐ μέντοι ὑπερβάλλει παντὸς μεγέθους, ὥσπερ ἐπὶ τὴν διαίρεσιν ὑπερβάλλει παντὸς ὡρισμένου.

Εἰ καὶ κοινόν, φησί, τῷ διαιρουμένῳ καὶ ᾧ τὸ διαιρεθὲν προστίθεται τὸ ἀεί τι τοῦ γενομένου ἔξω εἶναι λαβεῖν ἕτερον — ἀεί τε γὰρ ἔξω τῆς διαιρέσεως ἔστιν ἑτέραν διαίρεσιν λαβεῖν, καὶ τῆς προσθέσεως ὁμοίως ἀεὶ ἔστιν ἔξω ἑτέραν προσθήκην ποιήσασθαι, ὅταν τῷ αὐτῷ λόγῳ ἡ διαίρεσις γίνηται, ὡς ἤδη εἴπομεν —, ἀλλʼ οὖν ἔστι τις διαφορὰ ἔν τε τῷ αὐξομένῳ καὶ ἐν τῷ μειουμένῳ, διότι τὸ μὲν μειούμενον ἐπʼ ἄπειρον ἐνδέχεται μειοῦσθαι — οὐκ ἔστι γὰρ ἐλάχιστον μέγεθος, διότι πᾶν μέγεθος διαιρετόν, καὶ διὰ τοῦτο ἔστι παντὸς ὡρισμένου μεγέθους τὸ ἔλαττον λαβεῖν, καὶ οὐδέποτε ἐπιλείπει ἡ μείωσις —, ἐπὶ μέντοι τοῦ αὐξομένου οὐκ ἐνδέχεται παντὸς ὡρισμένου μεγέθους τὸ αὐξόμενον ὑπερβαλεῖν· ἔστι γὰρ τὸ μέγιστον ἐν τῷ παντὶ σῶμα ὁ κόσμος, οὗ μεῖζον μέγεθος ἀδύνατον εἶναι. ὥστε παντὸς μὲν ὡρισμένου μεγέθους δυνατὸν λαβεῖν τὸ ἔλαττον, εἰ καὶ μὴ ἐνεργείᾳ, ἀλλʼ οὖν δυνάμει, παντὸς δὲ ὡρισμένου μεγέθους τὸ μεῖζον λαβεῖν οὐδὲ δυνάμει ἐνδέχεται· τοῦ γὰρ οὐρανοῦ οὐδὲ δυνάμει ἐνδέχεται μεῖζον εἶναί τι σῶμα. δέδεικται γὰρ ὅτι ἀδύνατον εἶναί τι σῶμα ἄπειρον, οἷον οἱ φυσικοὶ ἔλεγον εἶναι, ἔξω τοῦ οὐρανοῦ, ὅπερ ἢ ἀέρα ἢ ὕδωρ ἢ ἄλλο εἶναι ἔλεγον. εἰ τοίνυν δέδεικται ὅτι τὸ οὕτως ἄπειρον ἀδύνατον εἶναι, δῆλον ὅτι οὐδὲ δυνάμει ἐνδέχεται παντὸς ὡρισμένου μεῖζον λαβεῖν. τοῦτο γὰρ συνέβαινε μὲν εἰ οἷόν τε ἦν ἐνεργείᾳ ἄπειρον εἶναι σῶμα· τὸ μὲν γὰρ παντὸς ὡρισμένου ἔλαττον λαμβάνειν, εἰ καὶ μὴ δυνατὸν ἐνεργείᾳ εἶναι, ἀλλʼ οὖν γε ὅσον ἐπὶ τῇ φύσει τῶν μεγεθῶν οὐκ ἀδύνατον, εἴ γε πᾶν μέγεθος εὐθὺς καὶ διαιρετόν, τὸ μέντοι παντὸς ὡρισμένου μεῖζον λαμβάνειν διὰ τὸ μὴ δύνασθαι εἶναι ἄπειρον σῶμα οὐδὲ δυνάμει ἐνδέχεται εἶναι.

Ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξησιν δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον.

Διὰ τοῦτο, φησί, διότι τὸ ἄπειρον ἐπὶ τὴν διαίρεσίν ἐστι καὶ ἐπὶ τὴν αὔξησιν, διὰ τοῦτο καὶ ὁ Πλάτων δύο τὰ ἄπειρα ἐποίει, τὸ μέγα καὶ τὸ μικρόν, ὧν τὸ μέγα μὲν τὸ ἐπὶ τὴν αὔξησιν ἔλεγε, τὸ μικρὸν δὲ τὸ ἐπὶ τὴν ἀντεστραμμένην ταύτῃ διαίρεσιν.

Ποιήσας μέντοι δύο οὐ χρῆται.

Ἐγκαλεῖ τῷ Πλάτωνι, ὅτι δύο λέγων εἶναι τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, οὐδετέρῳ χρῆται ἐν ταῖς ἀρχαῖς. ἀρχαὶ δὲ κατʼ αὐτὸν οἱ ἀριθμοί, οὐκ ἔστι δὲ ἐν τοῖς ἀριθμοῖς τούτοις οὔτε τὸ κατὰ διαίρεσιν ἄπειρον, οὔτε τὸ κατὰ πρόσθεσιν. τὸ μὲν γὰρ κατὰ διαίρεσιν ἄπειρον οὐκ ἔχουσιν οἱ ἀριθμοί — ἵσταται γὰρ ἡ τομὴ εἰς τὴν μονάδα —, τὸ δὲ κατὰ πρόσθεσιν ἐπʼ ἄπειρον αὔξεσθαι αὐτὸς οὐ δίδωσι· μέχρι γὰρ δεκάδος αὔξεσθαί φησι τὸν ἀριθμόν, τὴν δὲ δεκάδα αὐτὴν εἰς ἑαυτὴν ἀνακυκλεῖσθαι. σημειωτέον δὲ ὅτι αὐτὸς ἐν τοῖς ἔμπροσθεν ἔλεγε τὸ μέγα καὶ τὸ μικρὸν τὸ ἀόριστον καὶ τὴν ὕλην σημαίνειν τῷ Πλάτωνι, νῦν δὲ ὡς ἐπὶ τῶν ἀριθμῶν αὐτοῦ λέγοντος, οὕτως ἐπιλαμβάνεται τοῦ λόγου, ὡς δηλονότι πανταχοῦ τὸ φαινόμενον ἐλέγχει καὶ οὐ τὴν διάνοιαν τῶν ἀρχαίων.

Συμβαίνει δὲ τοὐναντίον εἶναι ἄπειρον ἢ ὡς λέγουσιν.

Δείξας πῶς μὲν ἔστι τὸ ἄπειρον πῶς δὲ οὐκ ἔστιν, ὅτι, ὡς μὲν οἱ φυσικοὶ ἔλεγον, οὐκ ἔστιν ἄπειρόν τι σῶμα ἐπὶ τὴν ἔκτασιν, κατὰ διαίρεσιν δὲ καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν ἔστι, νῦν βούλεται καὶ τὸν τοῦ ἀπείρου ὅρον ὃν ἀπεδίδοσαν οἱ φυσικοὶ ἐλέγξαι. ἐκεῖνοι μὲν γὰρ ὁριζόμενοι τὸ ἄπειρον ἔλεγον ὅτι ἄπειρόν ἐστι οὗ μηδὲν ἔστι λαβεῖν ἔξω, ἐγὼ δέ, φησί, τοὐναντίον φημὶ ὅτι ἄπειρόν ἐστιν οὗ τοῦ ληφθέντος ἀεί τι ἔστι λαβεῖν ἔξω. τεκμήριον δὲ τούτου ποιεῖται καὶ τὴν κοινὴν συνήθειαν, λέγω δὴ τοῦ τὸ ἄπειρον τοῦτʼ εἶναι οὗ ἀεί τι ἔστι λαβεῖν ἔξω. τοὺς γὰρ δακτυλίους, φησί, τοὺς μὴ ἔχοντας σφενδόνην ἀπείρους καλοῦσι, διότι μὴ ἔχουσιν ὡρισμένον τι πέρας· ἡ γὰρ σφενδόνη ἡ ἀνομοειδὴς οὖσα τῷ ὅλῳ οἷον πέρας ἐστὶν ἢ ἀρχή, ὅσοι δὲ μὴ ἔχουσι σφενδόνην, οὓς καλοῦσι κρίκους, ὁμοιομερεῖς ὄντες ἑαυτοῖς οὐκ ἔχουσι πέρας τι ὡρισμένον, ἀλλʼ ἀεὶ τοῦ ληφθέντος μόριον ἔστι τι ἔξω ὁμοειδὲς λαβεῖν. καὶ διὰ τοῦτο, ἐπειδὴ ἔχουσί τινα πρὸς τὸ ἄπειρον ὁμοιότητα, ἀπείρους τοὺς τοιούτους καλοῦσιν. ἀλλὰ γὰρ οὐ πάντῃ τῷ ἀπείρῳ ἐοίκασιν· οὐ γὰρ δὴ τοῦτο μόνον ὑπάρχειν δεῖ τῷ ἀπείρῳ, τὸ ἀεί τι αὐτοῦ ἔξω εἶναι τοῦ λαμβανομένου, ἀλλὰ καὶ τὸ μηδέποτε δὶς τὸ αὐτὸ λαμβάνειν, ὅπερ οὐχ ὑπάρχει τῷ δακτυλίῳ· πολλάκις γὰρ τὸ αὐτὸ λαμβάνομεν, ὅσας ἂν καὶ τὰς περιστροφὰς ποιησώμεθα. ἔτι, φησί, καλοῦσι τὸ ἄπειρον τέλειον καὶ ὅλον καὶ πάντα περιέχον, σεμνύνοντες αὐτὸ ταύτῃ, ἐγὼ δὲ τοὐναντίον φημὶ ὅτι, εἰ καὶ ὅλον καὶ τέλειον, οὐκ ἄπειρον· ὅλον μὲν γάρ ἐστιν οὗ μηδέν ἐστιν ἔξω τῶν συμπληρούντων αὐτό, οἷον ἄνθρωπον ὅλον φαμὲν οὗ μηδὲν ἄπεστι τῶν μορίων, τὸ δὲ ἄπειρον ἐλέγομεν οὗ ἀεί τί ἐστιν ἔξω. ἀλλὰ καὶ τὸ τέλειον, φησίν, ἤτοι ταὐτόν ἐστι τῷ ὅλῳ ἢ ἐγγύς· ἀγῶνα γὰρ τέλειόν φαμεν τὸν εἰς τέλος ἀνυσθέντα, καὶ ᾧ μηδὲν ἐλλείπει τῶν συμπληρούντων αὐτόν, καὶ τέλειον ἄνθρωπον τὸν εἰς τὸ τέλος τῆς φύσεως ἀφιγμένον, καὶ λέγω δὴ τὰς τελείας τε καὶ ἐσχάτας τῆς φύσεως ἐνεργείας, εἰς ἃς τὸ ἔργον τῆς φύσεως ἀποτελευτᾷ, τὸ δὲ ἄπειρον ἐναντίως ἔχει· ἄπειρον γάρ ἐστιν οὗ μηδέν ἐστι πέρας, ἀλλʼ ἀεί τι ἐλλείπει ἔξω. συμπλέκει οὖν ἐκ τούτων συλλογισμὸν τοιοῦτον· τὸ ὅλον τέλειον, τὸ τέλος ἔχον πέρας ἔχει, τὸ πέρας ἔχον οὐκ ἄπειρον, τὸ ὅλον ἄρα οὐκ ἄπειρον. ὥστε πάλιν εἰς τοὐναντίον περιῆλθεν αὐτοῖς ὁ λόγος· ἐκεῖνοι μὲν γὰρ τέλειον καὶ ὅλον ἔλεγον εἶναι τὸ ἄπειρον, αὐτὸς δὲ τοὐναντίον ἔδειξεν ὅτι, εἰ τέλειον καὶ ὅλον, οὐκ ἄπειρον. δείξει δὲ ἐφεξῆς καὶ ὅτι οὐ περιέχει πάντα, ὡς αὐτοὶ ἔλεγον, ἀλλὰ τοὐναντίον περιέχεται, καὶ ὅτι ἐν μορίου μᾶλλον λόγῳ τὸ ἄπειρον ἢ ἐν ὅλου. διὰ τοῦτο οὖν, φησί, βέλτιον οἰητέον τὸν Παρμενίδην τοῦ Μελίσσου λέγειν. Μέλισσος μὲν γάρ, φησί, τὸ ὅλον ἄπειρον εἶπε τὰ ἀσύγκλωστα συγκλώθων, Παρμενίδης δὲ πεπεράνθαι τὸ ὅλον φησί· μεσσόθεν γὰρ εἶναί φησιν ἰσοπαλές, τουτέστιν ἴσον ἐκ τοῦ μέσου πανταχόθεν ἀπέχον, ἵνα σφαιρικὸν αὐτὸ δείξῃ, τὸ δὲ σφαιρικόν, καὶ πᾶν ἁπλῶς ὃ ἐσχημάτισται, πεπερασμένον ἐστί.

Ταῦτα εἰπών, ἐφεξῆς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ἐκτίθεται, διʼ ἣν εἰς ταὐτὸν ἤγαγον τῷ τελείῳ καὶ ὅλῳ τὸ ἄπειρον. φησὶ γὰρ ὅτι ἡ ὕλη καθʼ αὑτὴν ἀόριστος οὖσα, καὶ ἄπειρός ἐστιν, ἄπειρος δὲ λέγω, διότι μηδένα ὅρον ἔχει οἰκεῖον μηδὲ εἶδος, τοὐναντίον δὲ καὶ τοῖς εἴδεσι σκεδασμοῦ καὶ ἀοριστίας καὶ τῆς ἐπʼ ἄπειρον διαιρέσεώς ἐστιν αἰτία. ἀμερεῖς γὰρ ὄντας τοὺς λόγους τῶν εἰδῶν καθʼ αὑτοὺς δεξαμένη διίστησι· τὸν γὰρ τοῦ μεγέθους λόγον ἀμερῆ ὄντα τῷ οἰκείῳ λόγῳ δεξαμένη καὶ διαστήσασα εἰς ἀοριστίαν ἐξήγαγε, καὶ τῆς ἐπʼ ἄπειρον τομῆς αἰτία αὐτῷ γέγονεν· ὁμοίως δὲ καὶ τοῖς ἄλλοις εἴδεσιν ἢ ἧττον ἢ μᾶλλον σκεδασμοῦ αἰτία γέγονεν. ἡ μὲν οὖν ὕλη τοιαύτη, τὸ δὲ εἶδος πέρας τί ἐστι καὶ ὅλον· περατοῖ τε γὰρ καὶ περιγράφει τὴν ὕλην, καὶ ὅλον τι καὶ τέλειον ποιεῖ ᾧ ἂν παραγένηται. τὸν γὰρ χαλκὸν ὡς ὕλην ὄντα χαλκῶν σκευῶν, καὶ κατὰ τοῦτο ἀόριστόν τινα ὄντα καὶ οὐκ ἂν ὅλον ἢ τέλειον κληθέντα, παραγενόμενον τὸ τοῦ τρίποδος ἢ τὸ τοῦ ἀνδριάντος εἶδος ἐν πλείονι ἢ ἐλάττονι περιορίζει καὶ τέλειόν τι πρᾶγμα καὶ ὅλον ποιεῖ, ἀνδριάντα ὅλον ἢ λέβητα ὅλον. οὕτως οὖν καὶ ἐπὶ τῆς ὕλης κυριώτερον ἢ καὶ τῶν εἰδῶν λεχθείη ἄν. ἐπεὶ οὖν ὅλον μέν τι καὶ τέλειον τὸ εἶδος, ἡ δὲ ὕλη ἀόριστός τε καὶ ταύτῃ ἄπειρος, ἔστι δὲ ἡ ὕλη δυνάμει τὰ εἴδη, πολλάκις δὲ τὰ δυνάμει τοῖς τῶν ἐνεργείᾳ ὄντων ὀνόμασι καλοῦμεν — τὸν γοῦν χαλκόν φαμεν ἀνδριάντα εἶναι, μήπω πολλάκις τὸ εἶδος ἀπειληφότα, καὶ τὸ ξύλον κλίνην, τοὺς πυροὺς ἄρτον, καὶ τὸ σπέρμα ἄνθρωπον —, διὰ τοῦτο ἐκεῖνοι, ἅπερ τῷ εἴδει προσήκει, ταῦτα τῆς ὕλης κατηγόρησαν, διὰ τὸ εἶναι αὐτὴν δυνάμει πάντα. ὅτι δὲ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δῆλον ἐκ τῆς τῶν μεγεθῶν διαιρέσεως· οὐ γὰρ κατὰ τὸ εἶδος γίνεται ἡ διαίρεσις. φυλάττονται γοῦν καὶ μετὰ τὴν διαίρεσιν τὸ τοῦ χαλκοῦ ἢ τὸ τοῦ ξύλου ἢ τὸ τῆς σαρκὸς εἶδος, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, ἐν ᾧ καὶ τὸ εἶδος τὴν διάστασιν ἔσχεν. ἄπειρος μὲν οὖν καθʼ αὑτὴν ἡ ὕλη, περατοῦται δὲ καὶ ὅρον δέχεται ὑπὸ τοῦ εἴδους περιγραφομένη. εἰ τοίνυν τὸ μὲν περατοῖ ἡ δὲ περατοῦται, περιέχει δὲ τὸ περατοῦν τὸ δὲ περατούμενον περιέχεται, αὐτὸ πάλιν τοὐναντίον αὐτοῖς συμβαίνει, περιέχεσθαί φημι καὶ οὐ περιέχειν τὸ ἄπειρον, ὡς ᾤοντο. καὶ εἰ μόριόν τι τοῦ συνθέτου ἡ ὕλη ἐστίν, ἥτις ἐστὶ τὸ ἄπειρον, οὐκ ἂν εἴη ὅλον· τὸ γὰρ μόριον οὐχ ὅλον. εὐλόγως δὲ καὶ ἄγνωστος ἡ ὕλη, διότι καὶ ἄπειρος· τὸ γὰρ ἄπειρον κατὰ τὴν ἑαυτοῦ φύσιν ἄγνωστον. δείξας δὲ ἐξ αὐτῶν τῶν πραγμάτων ὅτι τοὐναντίον ἢ ἔλεγον ὑπάρχει, λέγω δὴ ὅτι οὐ περιέχει τὸ ἄπειρον ἀλλὰ περιέχεται, καὶ ὅτι μόριον μᾶλλόν ἐστιν καὶ οὐχ ὅλον, δείκνυσι τὸ αὐτὸ τοῦτο καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ· εἰ γὰρ περιέχει, φησί, τὸ ἄπειρον, ἔστι δὲ οὐ μόνον ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς — εἶναι γὰρ αὐτὸ καὶ ἐν ταῖς ἰδέαις ὁ Πλάτων ἐτίθετο —, εὔλογον ὥσπερ ἐν τοῖς αἰσθητοῖς περιέχει, οὕτω δήπου καὶ ἐν τοῖς νοητοῖς περιέχειν. ἄτοπον δέ φησι καὶ ἀδύνατον τὰ γνώσεως αἴτια καὶ αὐτογνώσεις ὄντα καὶ πᾶσιν ὅρου αἴτια ὑπὸ τοῦ ἀγνώστου κατὰ φύσιν, λέγω δὴ τοῦ ἀπείρου, περιέχεσθαι. ἢ καὶ οὕτως· εἰ πάντα φασὶ περιέχειν τὸ ἄπειρον, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ νοητά, οὐ μόνον τὰ ἐγκόσμια τῶν νοητῶν ἀλλὰ καὶ τὰ ὑπερκόσμια, δῆλον ὡς καὶ τὰ νοητὰ περιέχοι ἂν τὸ ἄπειρον, ἢ καὶ πάντα ἁπλῶς ἢ γοῦν τὰ ἐγκόσμια.

Καθʼ ὁμοιότητα μέν τινα λέγοντες, οὐ μέντοι κυρίως.

Λέγοντες· ἐν τῇ συνηθείᾳ οἱ πολλοὶ δηλονότι. πῶς δὲ καθʼ ὁμοιότητα ἀπείρους λέγουσι καὶ οὐ κυρίως, ἐπήγαγεν· ὅτι οὐ μόνον δεῖ, φησί, τοῦτο ὑπάρχειν τῷ ἀπείρῳ τὸ ἀεὶ τοῦ ληφθέντος τι ἔξω εἶναι λαβεῖν, ἀλλὰ καὶ τὸ μὴ δὶς τὸ αὐτὸ λαμβάνειν, ὅπερ οὐχ ὑπάρχει τῷ δακτυλίῳ.

Ἄπειρον μὲν οὖν τοῦτό ἐστιν οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν αἰεί τι λαμβάνειν ἔστιν ἔξω.

Δεῖ προσυπακοῦσαι τῷ κατὰ ποσὸν λαμβάνουσι τὸ «τὶ μέρος», ἵνα ᾖ «ἄπειρον μὲν οὖν οὗ κατὰ τὸ ποσὸν λαμβάνουσί τι μέρος ἀεί τι λαμβάνειν ἔστιν ἔξω». καὶ ἔστιν οὗτος τοῦ ἀπείρου ὁρισμός. ὥστε εἰ τοῦτο μέν ἐστι τὸ ἄπειρον, ὅλον δέ ἐστι καὶ πᾶν καὶ τέλειον οὗ μηδέν ἐστιν ἔξω, οὐκ ἄρα ὅλον καὶ τέλειον τὸ ἄπειρον· ἐπί τε γὰρ τῶν ἀριθμῶν ἐπʼ ἄπειρον αὐξομένων ἀεὶ τοῦ ληφθέντος ἔστιν ἔξω λαβεῖν ἕτερον ἀριθμόν, καὶ ἐπὶ τῆς τομῆς τῶν μεγεθῶν ἀεὶ τῆς ληφθείσης τομῆς ἔστι λαβεῖν ἔξω τομὴν ἑτέραν. καὶ καλῶς εἶπε κατὰ ποσόν· οὐ γὰρ κατʼ εἶδος γίνεται ἡ διαίρεσις. τὸ αὐτὸ γοῦν εἶδος ἐν ἑκάστῳ τῶν διαιρεθέντων ὁρᾶται· ἢ γραμμαὶ γὰρ πάντα τὰ τμήματά εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα. καὶ ἄλλως οὐκ ἐπὶ πάντων ἐν τῇ διαιρέσει σῴζεται τὸ εἶδος· αὐτὸς γὰρ ἔδειξεν ἐν τοῖς ἔμπροσθεν, ὅτι οὐκ ἐν τῷ τυχόντι μεγέθει τὸ τυχὸν εἶδος δύναται εἶναι, διόπερ ἐν τῇ διαιρέσει οὐ μέχρι παντὸς σῴζεται τὸ εἶδος, ἀλλὰ προϊοῦσα ἡ διαίρεσις φθείρει αὐτό. τὴν γοῦν σάρκα διελεῖν μὲν ἔστιν ἐπʼ ἄπειρον ὡς μέγεθος, ὡς μέντοι σάρκα οὐκέτι. ἀπορήσειε δʼ ἄν τις, μήποτε ὁ τοῦ ἀπείρου ὁρισμὸς ἁρμόσει καὶ ἐπὶ τοῦ ὅλου καὶ τοῦ τελείου, καὶ καθόλου ἐπὶ παντὸς πεπερασμένου. καὶ ἐπὶ τοῦ τελείου γὰρ ἐξὸν εἰπεῖν, ὅτι τέλειόν ἐστιν οὗ κατὰ ποσὸν λαμβάνουσί τι μόριον ἀεί τι ἔστι λαβεῖν ἔξω· εἰ γὰρ κατὰ διχοτομίαν λάβω τὰ μόρια, ἐπʼ ἄπειρον ἐξέσται λαβεῖν τῶν ληφθέντων ἔξω. ἀλλὰ τοῦτο οὐκ ἔστιν ἀληθὲς ἐπὶ τῶν πεπερασμένων· ἐπὶ μὲν γὰρ τοῦ ἀπείρου οὐχ ἁπλῶς τόδε ἢ τόδε μόριον ἐὰν λάβω, οὐ διέξειμι, ἀλλʼ ὁποιονοῦν μόριον λάβω, ἐπὶ δὲ τοῦ πεπερασμένου οὐχ οὕτως· ἐὰν γὰρ ὡρισμένον τι μόριον ἀεὶ λαμβάνω, καταναλίσκω τὸ ὅλον. καὶ ἄλλως οὐκ ἀληθὲς ἐπὶ τοῦ πεπερασμένου τὸ ἀεὶ τοῦ ληφθέντος μόριον εἶναί τι λαβεῖν ἔξω· εἰ γὰρ τὰ πρὸς τοῖς πέρασι λάβω μόρια, οὐκέτι ἐνδέχεται ἔξω τούτων ἕτερόν τι λαβεῖν, ἐπὶ δὲ τοῦ ἀπείρου τὸ ἔσχατον λαβεῖν οὐκ ἔστιν. ὥστε εἰ καὶ ἐπί τινος λήψεως μορίου τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πεπερασμένου συμβαίνει, ἀλλʼ οὐκ ἐπὶ πάσης ὥσπερ ἐπὶ τοῦ ἀπείρου ἔχει. συμβαίνει δὲ ὅλως τοῦτο κατά τι καὶ ἐπὶ τῶν πεπερασμένων, διότι μετέχουσι τοῦ ἀπείρου. ὥστε κἂν ἐξῇ ἐπὶ τοῦ τελείου κατά τινα λῆψιν ἀεὶ τοῦ ληφθέντος ἔξω λαμβάνειν, οὐχ ᾗ τέλειόν ἐστι τοῦτο αὐτῷ συμβέβηκεν, ἀλλʼ ᾗ τοῦ ἀπείρου μετέχει.

Ὥσπερ τὸ καθʼ ἕκαστον, οὕτω καὶ τὸ κυρίως ὄν, οἷον τὸ ὂν ὅλον οὗ μηθέν ἐστιν ἔξω.

Ὥσπερ, φησίν, ἐπὶ τῶν κατὰ μέρος ὅλων, οἷον ἀνθρώπου ἢ πλοίου, ὅλον λέγομεν οὗ μηδὲν ἄπεστι τῶν συμπληρούντων τὸ ὑποκείμενον, οὕτω δὲ καὶ ἐπὶ τοῦ κυρίως ὅλου, λέγω τοῦ παντός, ὅλον φαμὲν εἶναι καὶ πᾶν οὗ μηδέν ἐστιν ἔξω, οἷον κόσμον ὅλον, οὗ μηδὲν τῶν συντελούντων εἰς συμπλήρωσιν τοῦ κόσμου ἔξω ἐστίν. οὗτος γάρ ἐστιν ὁ κυρίως ὅλος καὶ τὸ κυρίως πᾶν, ὡς ἐὰν ἀπῇ γέ τι αὐτοῦ, κἂν τὸ τυχὸν ᾖ, οὐχ ὅλον οὐδὲ πᾶν.

Ὅλον δὲ καὶ τέλειον ἢ τὸ αὐτὸ πᾶν ἢ σύνεγγυς.

Τὸ μὲν γὰρ ὅλον ἐπὶ τοῦ συνεχοῦς λέγεται, ὡς λέγομεν ὅλον ξύλον καὶ ὅλον ἄρτον, τὸ δὲ πᾶν ἐπὶ τοῦ διωρισμένου, ὡς λέγομεν πάντας ἀνθρώπους, τὸ δὲ τέλειον κοινῶς ἐφʼ ἑκατέρου, ᾧ μηδὲν ἐλλείπει τῶν μερῶν. εἰ τοίνυν τὸ μὲν ὅλον καὶ τὸ πᾶν οὐ ταὐτόν, τὸ δὲ τέλειον ἀμφοτέροις ταὐτόν, οὐ πάντῃ ταὐτὸν τὸ ὅλον τῷ τελείῳ, καὶ ὅτι τὸ μὲν ὅλον πρὸς τὴν τῶν μερῶν πάντων σύνοδον λέγεται, τὸ δὲ τέλειον πρὸς τὴν ἀπόληψιν τοῦ τέλους. ἀμφότερα μέντοι κατὰ τοῦ αὐτοῦ κατηγορεῖται, καὶ ταύτῃ ἕν τι καὶ ταὐτὸν δόξειεν εἶναι ἄμφω κατὰ πάντα.

Οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἔστιν τῷ παντὶ καὶ ὅλῳ τὸ ἄπειρον.

Τὰ ἀσύγκλωστα, φησί, συγκλώθει ὁ Μέλισσος, καὶ οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν, ἅπερ πέφυκε συνδυάζεσθαι· οὐ γὰρ οἷόν τέ ἐστι τὸ ὅλον καὶ πᾶν ἅμα καὶ ἄπειρον εἶναι, ὡς δέδεικται.

Ἐπεὶ ἐντεῦθέν γε λαμβάνουσι τὴν σεμνότητα κατὰ τοῦ ἀπείρου.

Διὰ τοῦτο, φησί, τὸ ἄπειρον ὅλον καὶ τέλειον εἶπον, ἵνα σεμνὸν αὐτὸ ἀποδείξωσιν, ὡς πλῆρες καὶ πάντα περιέχον. εἶτα ἐφεξῆς καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν λέγει, πόθεν ἠπατήθησαν ὥστε τὸ ἄπειρον ὅλον καὶ τέλειον εἶναι λέγειν· ἔχει γάρ, φησίν, ὁμοιότητά τινα τὸ ἄπειρον πρὸς τὸ τέλειον καὶ τὸ ὅλον. τίς δὲ ἡ ὁμοιότης, ἐπάγει· ἔστι γὰρ τὸ ἄπειρον τῆς τοῦ μεγέθους τελειότητος ὕλη καὶ δυνάμει ὅλον, ἐντελεχείᾳ δὲ οὔ. μέγεθός φησι τὸ σύνθετον. τῆς οὖν μεγέθους τελειότητος, φησί, τουτέστι τοῦ εἴδους, καθʼ ὃ ἕκαστον τὸ εἶναι καὶ τὴν ἑαυτοῦ ἔχει τελειότητα, ὕλη ἐστὶ τὸ ἄπειρον, ἔστι δὲ ἡ ὕλη δυνάμει ὅλον καὶ τέλειον, τουτέστιν εἶδος, ἐντελεχείᾳ δὲ οὔ· καθʼ αὑτὴν μὲν γὰρ ἄπειρός ἐστι καὶ ἀόριστος. δυνάμει δὲ ὅλον τε καὶ τέλειον· δεκτικὴ γὰρ τοῦ εἴδους, ἐξ ὧν τὸ σύνθετον. ὃ οὖν αὐτῇ ὑπάρχει δυνάμει, φησί, τοῦτο ὡς ἐνεργείᾳ ὑπάρχον κατηγοροῦσιν. ὅτι δὲ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δείκνυσι διὰ τῶν ἑξῆς. ἡ γὰρ ἐπʼ ἄπειρον, φησί, τομὴ τοῖς μεγέθεσι καὶ ἡ ἀντεστραμμένη ταύτῃ πρόσθεσις ἐκ τῆς ὕλης ὑπάρχει· καθʼ ἑαυτὰ γὰρ ἀδιαίρετά εἰσι τὰ εἴδη. τοῦτο μὲν οὖν καθʼ αὑτὸ τῇ ὕλῃ ὑπάρχει, τὸ δὲ εἶναι ὅλον τε καὶ τέλειον, ὅταν εἰς ὅρον ἔλθῃ, οὐ καθʼ αὑτὴν ἀλλὰ κατὰ ἄλλο αὐτῇ ὑπάρχει, τουτέστι κατὰ τὸ εἶδος.

Καὶ οὐ περιέχει ἀλλὰ περιέχεται, ᾗ ἄπειρον.

Ὁρίζεται γὰρ ὑπὸ τοῦ εἴδους ᾗ ὕλη καὶ περατοῦται τὸ ἄπειρον, τὸ δὲ ὁριζόμενον καὶ περατούμενον οὐ περιέχει ἀλλὰ περιέχεται· εἰ δὲ περιέχεται, φανερὸν ὅτι οὐχ ὅλον τι τὸ ἄπειρον, ὡς ἐκεῖνοι ἔλεγον, τοὐναντίον δὲ μόριον τοῦ ὅλου, ὅπερ σύγκειται ἐκ τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.

Διὸ καὶ ἄγνωστον, ᾗ ἄπειρον· εἶδος γὰρ οὐκ ἔχει ἡ ὕλη.

Εἰ γὰρ ἡ ἑκάστου γνῶσις κατὰ τὸ εἶδος, ἀνείδεος δὲ ἡ ὕλη, εὔδηλον ὅτι καὶ ἄγνωστος. διὸ καὶ ὁ Πλάτων «νόθῳ λογισμῷ» ληπτὴν αὐτὴν εἶπε, διότι ἐπιβλητικῶς μὲν αὐτὴν γνῶναι ἀδύνατον, ἐξ ἀφαιρέσεως δὲ τῶν εἰδῶν εἰς ἔννοιαν αὐτῆς ἐρχόμεθα. ὥστε καὶ ὁ συνετὸς τῆς γνώσεως αὐτῆς τρόπος ἐκ τῶν εἰδῶν ὑπάρχει.

Ἐπεὶ εἰ περιέχοι ἐν τοῖς αἰσθητοῖς κἀν τοῖς νοητοῖς τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν.

Διὰ τούτων πιστοῦται ὅτι καλῶς εἶπε τὴν ὕλην περιέχεσθαι καὶ οὐ περιέχειν. εἰ γὰρ ὁμοίως ἐν τοῖς νοητοῖς ὥσπερ καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι τὸ ἄπειρον, εὔλογον ὥσπερ ἐν τοῖς αἰσθητοῖς περιέχει, οὕτω καὶ ἐν τοῖς νοητοῖς περιέχειν· τοῦτο δὲ ἀδύνατον, τὰ ὅρου καὶ γνώσεως αἴτια ὑπὸ τοῦ ἀγνώστου καὶ ἀορίστου περιέχεσθαι· οὐκ ἄρα περιέχει τὸ ἄπειρον, ὡς ἐκεῖνοι ἔλεγον. τὸ δὲ μέγα καὶ τὸ μικρὸν ἐν τῇ ὕλῃ, ἐν ᾗ τὸ ἄπειρον ἀπετίθεντο· μέγα δὲ καὶ μικρὸν ὁ Πλάτων τὴν ὕλην ἐκάλει.

Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον οὕτως ὥστε παντὸς ὑπερβάλλειν μεγέθους, ἐπὶ τὴν διαίρεσιν δὲ εἶναι.

Ἐντεῦθεν θεωρήματα πλείονα βούλεται παραδοῦναι ἀκόλουθα τοῖς περὶ τοῦ ἀπείρου ἀποδεδομένοις λόγοις, καὶ πρῶτον μὲν ὅτι συμφώνως τοῖς παρʼ ἡμῶν ἀποδεδομένοις περὶ τοῦ ἀπείρου λόγοις τὸ συμβαῖνον εἶναι ἐπὶ τῆς διαιρέσεως καὶ τῆς προσθέσεως, λέγω δὲ τὸ ἐπὶ μὲν τὴν διαίρεσιν μὴ εἶναι λαβεῖν τὸ ἐλάχιστον μέγεθος, ἀλλʼ ἐνδέχεσθαι παντὸς ὡρισμένου ἔλαττον λαβεῖν, ἐπὶ δὲ τὴν πρόσθεσιν μηκέτι ἐγχωρεῖν παντὸς μεῖζον λαβεῖν, διὰ τὸ ὡρίσθαι ἐν τῷ παντὶ τὸ μέγιστον μέγεθος, τοῦτο δέ ἐστι τὸ τοῦ κόσμου σῶμα· δέδεικται γὰρ ὅτι οὐκ ἔστιν ἐπὶ τὴν ἔκτασιν ἄπειρον μέγεθος. αἴτιον δὲ τούτου τὸ μὴ περιέχειν ἀλλὰ περιέχεσθαι τὸ ἄπειρον, περιέχειν δὲ τὸ ὅλον καὶ τέλειον, τοῦτο δὲ ἐστι τὸ εἶδος· ἐπεὶ γὰρ ἡ μὲν πρόσθεσις ἔξωθεν γίνεται, ἡ δὲ διαίρεσις ἐντὸς τῶν περάτων, εἰκότως ἔξωθεν μὲν ἐπʼ ἄπειρον προσθεῖναι ἀδύνατον, διότι ὅρος ἐστὶ τὸ εἶδος καὶ πέρας — δεῖ οὖν τὴν αὔξησιν ἐλθοῦσαν εἰς τὸ εἶδος στῆναι· οὐδʼ εἰ ἔστιν, ἔξωθεν τοῦ εἴδους ἐστίν, ὃ περιέχει αὐτό —, ἡ δὲ ὕλη ἐντὸς περιεχομένη τοῦ τεμνομένου ἐνδίδωσιν ἀφʼ ἑαυτῆς τῇ τομῇ τὴν ἀπειρίαν. ὅθεν ἐν τῇ διαιρέσει τὸ μὲν εἶδος πολλάκις ἐπιλείπει διὰ τὸ ὅρον τινὰ ἔχειν, ὥσπερ ἐπὶ τὸ μεῖζον, οὕτως καὶ ἐπὶ τὸ ἔλαττον — εἴρηται γὰρ ὡς οὐκ ἐν παντὶ μεγέθει τὰ εἴδη πέφυκε συνίστασθαι —, ἡ δὲ τομὴ οὐκ ἐπιλείπει διὰ τὴν ὕλην. εὐλόγως δέ, φησί, συμβέβηκε καὶ τὸν ἀριθμὸν ἐπὶ μὲν τὸ ἐλάχιστον ὡρίσθαι — εἰς τὴν μονάδα γὰρ ἔσχατον καταντᾷ ἐπὶ τὸ ἔλαττον, ὅπερ ἐστὶν ἀδιαίρετον —, ἐπὶ δὲ τὸ μεῖζον οὐδὲ ἔχειν πέρας· ἐπʼ ἄπειρον γὰρ ἔστιν αὔξειν τὸν ἀριθμόν. ἐπὶ δὲ τῶν μεγεθῶν ἐναντίως συμβέβηκεν, ἐπὶ μὲν τὸ μεῖζον πέρας εἶναι, ἐπὶ δὲ τὸ ἔλαττον οὐδὲν πέρας. αἴτιον δέ, ὅτι ὁ μὲν ἀριθμὸς ἐξ ἑνάδων σύγκειται, ἐξ ὧν δὲ σύγκειταί τι εἰς αὐτὰ καὶ διαλύεται, διαιρεῖται δὲ ὁ ἀριθμὸς εἰς τὰς μονάδας, αὗται δὲ καθὸ μονάδες ἀδιαίρετοι· πᾶν γὰρ ἓν καθὸ ἓν ἀδιαίρετον. ὁ γὰρ ἄνθρωπος καθὸ εἷς ἄνθρωπος ἀδιαίρετος· εἰ γὰρ καὶ διαιρεῖται ὡς μέγεθος, ἀλλʼ οὐχ ὡς ἄνθρωπος διαιρεῖται· οὐ γὰρ εἰς ἀνθρώπους διαιρεῖται, ἀλλʼ εἰς τὰ μόρια. ἀλλʼ οὐ κατὰ τοῦτο εἷς ἦν, ἀλλὰ καθὸ ἐκ πάντων συνέκειτο ἕν τι εἶδος, ὅπερ εἰς ὁμοειδῆ οὐκέτι διαιρεῖται. εἰ τοίνυν ἡ μὲν μονὰς ἀδιαίρετος, διαιρεῖται δὲ ὁ ἀριθμὸς εἰς μονάδας, στήσεται δηλονότι ἡ διαίρεσις, καὶ ἔστι τὸ ἔσχατον αὐτῆς καὶ τὸ πέρας ἡ μονάς. διὰ ταῦτα μὲν οὐκ ἐπʼ ἄπειρον ἡ τοῦ ἀριθμοῦ διαίρεσις, ἡ δὲ πρόσθεσις ἐπʼ ἄπειρον εἰκότως, διότι ἐπισύνθεσίς ἐστι μονάδων· ἐπεὶ οὖν δυνατὸν ἐπʼ ἄπειρον ἑαυτῇ ἐπισυντιθέναι τὴν μονάδα, εἰκότως ἡ ἐπʼ ἄπειρον αὔξησις τοῦ ἀριθμοῦ ἠκολούθησε. τὸ δὲ μέγεθος οὐκέτι σύγκειται ἐξ ἑνάδων, ἀλλʼ ἐκ μεγεθῶν· καὶ ἡ διαίρεσις οὖν οὐδέποτε καταντᾷ εἰς ἀδιαίρετα, ἀλλʼ ἀεὶ εἰς μεγέθη πεφυκότα διαιρεῖσθαι, καὶ οὕτως ἐπʼ ἄπειρον ἡ τομή. ἡ δὲ αὔξησις οὐκ ἐπʼ ἄπειρον· καταντᾷ γὰρ εἰς τὸ ὅλον καὶ τέλειον· οὐ γὰρ ἐνδέχεται τοῦ οὐρανοῦ τι εἶναι μεῖζον, ὅπερ τὸ κυρίως ἐστὶν ὅλον καὶ πᾶν. διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ἐναντίως ἔχει ὁ ἀριθμὸς τοῖς μεγέθεσιν. ἀκόλουθον δὲ καὶ τοῦτο τοῖς προαποδεδειγμένοις περὶ τοῦ ἀπείρου. οὐ γὰρ δὴ καθʼ αὑτὸν ὁ ἀριθμὸς τὸ ἄπειρον ἔχει, ἀλλὰ διὰ τὴν ὕλην· ἡ γὰρ ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομή, κατὰ τὴν ὕλην γινομένη, αἰτία τῆς ἐπʼ ἄπειρον αὐξήσεως τοῦ ἀριθμοῦ, διὰ τοῦτο δὲ καὶ εἰς ἔσχατον τὴν μονάδα καταντᾷ, ὅτι ἓν τὸ συνεχὲς πρὶν διαιρεθῇ, ὅπερ ἦν δυνάμει ἄπειρον, καὶ τῆς αὐξήσεως τοῦ ἀριθμοῦ τῇ ἐπʼ ἄπειρον αὐτοῦ διαιρέσει αἴτιον γέγονεν. ἐν πᾶσιν οὖν τὸ ἄπειρον διὰ τὴν ὕλην.

Ἐφεξῆς ζητεῖ, ἐπειδὴ ἐν πλείοσι τὸ ἄπειρον — λέγομεν γὰρ καὶ τὸ μέγεθος ἄπειρον τῷ ἐπʼ ἄπειρον διαιρεῖσθαι, καὶ κίνησιν ἄπειρον, καὶ χρόνον ἄπειρον —, πῶς ἔχει ἐν τούτοις τὸ ἄπειρον, πότερον ὡς γένος καὶ μία τις φύσις κοινῶς κατὰ πάντων κατηγορεῖται τούτων ἢ οὔ. καί φησιν ὅτι οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται τὸ ἄπειρον, ἀλλὰ κατὰ τὸ ἀφʼ ἑνὸς καὶ πρὸς ἕν· ὡς γὰρ ἂν ἔχωσι τάξεως τὰ ὑποκείμενα, λέγω δὴ τὸ μέγεθος ἡ κίνησις ὁ χρόνος, οὕτως ἔχει καὶ τὸ ἄπειρον ἐν τούτοις. ἔστιν οὖν πρώτως τὸ μέγεθος συνεχές, διὰ δὲ τοῦτο καὶ ἡ κίνησις ἡ ἐπʼ αὐτοῦ γινομένη συνεχής, εἴτε φορὰ εἴη εἴτε ἀλλοίωσις εἴτε αὔξησις, διὰ δὲ τὴν κίνησιν καὶ ὁ χρόνος συνεχής. ἔστιν οὖν καὶ τὸ ἄπειρον πρώτως μὲν ἐν τῷ μεγέθει, διὰ δὲ τὸ μέγεθος ἐν τῇ κινήσει, διὰ δὲ τὴν κίνησιν ἐν τῷ χρόνῳ. καὶ νῦν μὲν ταῦτα ὡς ὡμολογημένα λαμβάνει, ὅτι τὸ μέγεθος συνεχὲς καὶ εἰς μέγεθος καὶ οὐκ εἰς ἀδιαίρετα μεριστόν, καὶ ὅτι διὰ τὸ μέγεθος ἡ κίνησις καὶ διὰ ταύτην ὁ χρόνος, ὕστερον δὲ καὶ ἀποδείξει ταῦτα ἐν τῷ ἕκτῳ λόγῳ ταύτης τῆς πραγματείας.

Μετὰ ταῦτά φησιν ὅτι οὐκ ἀφαιρούμεθα τὰς γεωμετρικὰς ἀρχὰς καὶ ἀποδείξεις ἀναιροῦντες τὸ κατʼ ἐνέργειαν ἄπειρον ἐκ τῶν ὄντων. ἠπόρησε γὰρ ἄν τις ὅτι εἰ τὰ μαθήματα ἐξ ἀφαιρέσεώς εἰσι τῶν φυσικῶν, κέχρηνται δὲ οἱ γεωμέτραι ὡς ἀρχῇ τινι τῷ λαμβάνειν ἄπειρον εὐθεῖαν — συνεχῶς γὰρ φασιν «ἐκβεβλήσθω ἥδε ἐπʼ ἄπειρον», οὗ δοθέντος προΐασιν αἱ γεωμετρικαὶ ἀποδείξεις —, μὴ ὄντος δὲ φυσικοῦ μεγέθους ἀπείρου κατʼ ἐνέργειαν οὐδʼ ἂν ἄπειρον εὐθεῖαν ἐκ τῶν φυσικῶν ἀφαιρεῖν δυνατόν, ἀνῃρημένης οὖν τῆς ἀπείρου εὐθείας, ᾗτινι ὡς ἀρχῇ κέχρηνται οἱ γεωμέτραι ἐν ταῖς ἀποδείξεσιν, ἀνῃρημέναι ἔσονται καὶ αἱ γεωμετρικαὶ ἀποδείξεις· ἄτοπον δὲ τὰς καλλίστας καὶ ἀκριβεστάτας τῶν ἐπιστημῶν ἀνελεῖν. ταύτην οὖν τὴν ἀπορίαν ὁ Ἀριστοτέλης ἀγχινούστατα πάνυ ἐπιλυόμενος, φησὶν ὅτι οὐκ ἀφαιρούμεθα αὐτοὺς τὰς ἀποδείξεις δείξαντες μὴ εἶναι ἄπειρον μέγεθος κατʼ ἐνέργειαν· οὐδὲ γὰρ χρῶνται τῷ ἀπείρῳ ἐν ταῖς ἀποδείξεσιν οἱ γεωμέτραι, ἀλλὰ διὰ τοῦτο λαμβάνουσι τὴν ἄπειρον, ἵνα ἐξῇ αὐτοῖς ὅσην ἂν βούλωνται ἀφαιρεῖν ἐξ αὐτῆς πεπερασμένην· ὡς εἴ γε δοθείη αὐτοῖς ὅσην βούλονται λαβεῖν, οὐδὲ ἂν τῆς ἀπείρου ἐδεήθησαν. τεκμήριον δὲ μέγιστον τοῦ μηδὲ πρὸς τὰς γεωμετρικὰς ἀποδείξεις συμβάλλεσθαι τὴν ἄπειρον εὐθεῖαν, ὅτι λαβόντες ἐξ αὐτῆς ἣν ἐβουλήθησαν πεπερασμένην, ταύτῃ συγκέχρηνται ἐν τῇ ἀποδείξει τοῦ προκειμένου θεωρήματος, τῇ δὲ ἀπείρῳ οὔ. ἐὰν οὖν ἡ μεγίστη εὐθεῖα δοθῇ αὐτοῖς, οἷον ἡ τοῦ παντὸς διάμετρος, οὐκέτι τῆς ἀπείρου δεηθήσονται· ἐκ ταύτης γὰρ ἐξέσται ἀφαιρεῖν ὅσην ἂν βούλωνται. ὥστε εἰ μὲν προσεχρῶντο τῇ ἀπείρῳ ἐν ταῖς ἀποδείξεσι, τῷ ὄντι ἀφῃρεῖτο αὐτοὺς τῆς ἐπιστήμης ὁ ἀναιρῶν λόγος τὸ ἄπειρον, εἰ δὲ μὴ κέχρηνται, οὐκέτι.

Ἐφεξῆς ζητεῖ, ὑπὸ ποῖον τῶν αἰτίων ἀνακτέον τὸ ἄπειρον. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι εἰ ἔστι τὸ ἄπειρον, ἀνάγκη πᾶσα ἀρχὴν αὐτὸ εἶναι, οὐκ ἐξ ἀρχῆς, ἐδείχθη δὲ ὅτι εἰ καὶ τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον οὐκ ἔστιν, ἀλλʼ οὖν ἔστι τὸ κατὰ τὴν διαίρεσιν καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν, ζητεῖ εἰκότως ὑπὸ ποίαν τῶν ἀρχῶν δεῖ ἀναγαγεῖν τὸ ἄπειρον. αἱ δὲ ἀρχαὶ τέσσαρες, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν. φησὶν οὖν ὅτι ὡς ὕλη ἐστὶν ἀρχὴ τὸ ἄπειρον, δείκνυσι δὲ καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. ὅτι μὲν γὰρ ὡς εἶδος οὐ δύναται εἶναι, πρόδηλον· ὅρος γὰρ καὶ πέρας ἐστὶ τὸ εἶδος, τὸ δὲ ἄπειρον ἀόριστον καὶ ἀδιεξίτητον. ἀλλʼ οὐδὲ ὡς ποιητικὸν αἴτιον· τὸ μὲν γὰρ ποιητικὸν αἴτιον ἐνεργείᾳ δεῖ εἶναι, τὸ δὲ ἄπειρον δυνάμει ἐστί. δῆλον δὲ ὅτι οὐδὲ ὡς τελικόν, πρῶτον μὲν ὅτι εἰς ταὐτὸν ἔρχεται πολλάκις τὸ εἶδος τῷ τέλει, ἔπειτα ὅτι τὸ μὲν τελικὸν τέλος ἐστὶ καὶ πέρας οὗ ἂν ᾖ, τὸ δὲ ἄπειρον τέλος οὐκ ἔχει. λείπεται οὖν ὑλικὸν αἴτιον εἶναι τὸ ἄπειρον. καὶ τοῦτο εἰκότως· ἡ μὲν γὰρ ὕλη ἐν στερήσει, καὶ τὸ ἄπειρον δὲ ἐν στερήσει — οὐδὲ γὰρ εἶδος ἔχει τὸ ἄπειρον· ὅρος γὰρ καὶ πέρας τὸ εἶδος —, ὥστε εἰ τὸ ἄπειρον ἐν στερήσει καθʼ αὑτό, καὶ ἡ ὕλη δὲ ἐν στερήσει, τὸ ἄπειρον ἄρα ὕλη. καὶ πάντες δέ, φησίν, ὅσοι τὸ ἄπειρον εἶναι ὑπέθεντο, ὡς ὕλην αὐτὸ ὑπέθεντο· τὸν γὰρ ἀέρα ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἢ ὁτιοῦν ἄλλο ἄπειρον ἔλεγον, ἐξ οὗ ὡς ἐξ ὕλης γενέσθαι τὰ γινόμενα.

Ταῦτα εἰπών, πρὸς τῷ πέρατι λοιπὸν τοῦ βιβλίου τὰς ἀπορίας ἐπιλύεται, ἐξ ὧν ἐδόκει ἀναγκαίως εἶναι ἐν τοῖς οὖσι τὸ ἄπειρον, ἵνα μὴ μένουσαι αἱ ἀπορίαι ἐνοχλῶσι τοὺς πολλούς. ἦσαν δὲ πέντε τὸν ἀριθμόν· πρώτη μὲν ἡ ἐκ τῆς τοῦ χρόνου ἀπειρίας, δευτέρα ἡ ἐκ τῆς ἐπʼ ἄπειρον τῶν μεγεθῶν διαιρέσεως, τρίτη ἡ ἐκ τῆς ἀειγενεσίας, τετάρτη ἡ ἐκ τοῦ τὸ πεπερασμένον πᾶν πρός τι περαίνειν, πέμπτη, ἣν καὶ μάλιστα ἔλεγε τοὺς πολλοὺς πείθειν ὅτι ἔστι τὸ ἄπειρον, ἡ ἐκ τῆς νοήσεως, τῷ μηδέποτε ἴσχειν πέρας τὴν νόησιν, ἀλλὰ δύνασθαι ἀεὶ τοῦ νοηθέντος ἕτερόν τι ἐπινοεῖν ἔξω. τούτων οὖν, φησί, τῶν ἀποριῶν αἱ μὲν οὐδὲν ἔχουσιν ἀναγκαῖον, οὔτε πρὸς τὸ ἐνεργείᾳ εἶναι τὸ ἄπειρον, οὔτε πρὸς τὸ κατὰ μέρος, οὔτε πρὸς τὸ δυνάμει. καὶ πρῶτόν γε ἡ ἐκ τῆς ἀειγενεσίας· οὐδὲ γὰρ ἐπειδὴ γένεσίς ἐστιν ἀεί, διὰ τοῦτο δεῖ ἄπειρον εἶναί τι σῶμα ἐξ οὗ γίνεται τὰ γινόμενα· εἰ γὰρ εἴη ἡ ἄλλου γένεσις ἄλλου φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις, δυνατὸν πεπερασμένον μὲν εἶναι τὸ πᾶν, γένεσιν δὲ καὶ φθορὰν ταύτῃ μηδέποτε ἐπιλείπειν. ὥστε οὐδὲν ἀναγκαῖον ἡ τοιαύτη ἔχει ἀπορία· οὔτε γὰρ τὸ ἐνεργείᾳ ἄπειρον διὰ ταύτην ἀνάγκη εἶναι, οὔτε τὸ δυνάμει, οὔτε τὸ ἀπὸ μέρους. ἀλλʼ οὐδὲ ἡ λέγουσα πᾶν τὸ πεπερασμένον πρός τι περαίνειν· ψεύδεται γὰρ τοῦτο. εἰ γὰρ ταὐτὸν ἦν τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι, τῷ ὄντι ἀνάγκη ἦν πᾶν τὸ πεπερασμένον εὐθὺς καί τινος ἅπτεσθαι ἔξωθεν καὶ ὑπʼ αὐτοῦ περιγράφεσθαι, νῦν δὲ οὐ ταὐτὸν τὸ πεπεράνθαι τῷ ἅπτεσθαι· τὸ μὲν γὰρ ἅπτεσθαι τῶν πρός τί ἐστι — τὸ γὰρ ἁπτόμενον τινὸς ἅπτεται· ἁπτομένου γὰρ ἅπτεται —, ὥστε τὸ ἁπτόμενον πρὸς ἄλλο τι ἔξωθεν αὐτοῦ καὶ ἔστι καὶ λέγεται, τὸ δὲ πεπερασμένον οὐ πρὸς ἄλλο λέγεται, ἀλλὰ πρὸς ἑαυτό. ὥσπερ οὖν οὐδὲ τὸ ἄπειρον εἶναι πρὸς ἄλλο λέγεται, ἀλλὰ πρὸς ἑαυτό, οὕτως οὐδὲ τὸ πεπερασμένον πρὸς ἄλλο ἔχει τὴν ἀναφορὰν καὶ τὴν σχέσιν· ἁφὴ μὲν γὰρ τὸ ἄλλο τι θιγγάνειν ἄλλου λέγεται, πέρας δὲ ἐν τῷ αὐτό τι ἔσχατον ἔχειν. ὥστε εἰ μὴ ταὐτὸν τὸ ἅπτεσθαι τῷ πεπεράνθαι, οὐκ ἀνάγκη τὸ πεπερασμένον πρός τι περαίνειν, ἀλλά τινα μὲν τῶν πεπερασμένων δύναται πρός τι περαίνειν καὶ ἅπτεσθαί τινος ἔξωθεν, οὐ μὴν οὐδὲ τούτοις ταὐτὸν τὸ ἅπτεσθαι τῷ πεπεράνθαι ἐστίν, ἀλλʼ οἷς συμβέβηκε τῶν πεπερασμένων τὸ ἅπτεσθαι, διότι κενὸν οὐκ ἔστιν. ὅσα μὲν οὖν κατὰ τὸ ἐντὸς ἑαυτῶν πεπέρανται, πάντως καὶ ἅπτεταί τινος, διότι, ὡς εἶπον, κενὸν οὐδέν ἐστιν, ὅσα δὲ ἔξωθεν πεπέρανται — πάντα δὲ τὰ ὄντα τοιαῦτά ἐστιν — οὐκ ἀνάγκη καὶ ἅπτεσθαί τινος. ὅσα μὲν γὰρ ἔξωθεν πεπερασμένα καὶ ἅπτεταί τινος, οὐχ ὅλα ἐστὶν ἀλλὰ μέρη τοῦ παντός. ἅπτεται οὖν ταῦτα, οὐ καθότι πέρας ἔχει, ἀλλὰ καθὸ μέρη ἐστὶ τοῦ ὅλου, οὐδὲν δὲ κενὸν ἐν τῷ παντί. εἴ τι δὲ κυρίως ὅλον ἐστὶ καὶ πᾶν, τοῦτο οὐκ ἀνάγκη πρός τι ἕτερον περαίνειν, μᾶλλον δὲ ἀδύνατον, ἐπεὶ οὐκ ἂν εἴη κυρίως ὅλον. τοιαύτη δέ ἐστιν ἡ ἀπλανής, πεπερασμένη μὲν οὖσα, ἐπειδὴ καὶ σφαῖρα — πᾶν δὲ σχῆμα πεπερασμένον δηλονότι —, ἅπτεται δὲ ἔξωθεν οὐδενός, διότι μηδὲ ἔστι τι αὐτῆς ἔξω. οὐδὲ οὗτος ἄρα ὁ λόγος ἔχει ἀναγκαῖον πρὸς τὸ εἶναι τὸ ἄπειρον. ἀλλʼ οὐδὲ ὁ ἐκ τῆς νοήσεως. ἡ μὲν γὰρ νόησις δύναται τῷ ὄντι τῷ ληφθέντι μεγέθει ἀεὶ προστιθέναι ἔξωθεν ἄλλο, καὶ οὐδέποτε ἐπιλείπει τοῦτο ποιοῦσα· οὐ μὴν ἀνάγκη τῇ νοήσει τῇ ἡμετέρᾳ τὴν τῶν πραγμάτων ἀκολουθεῖν φύσιν, τοὐναντίον δὲ μᾶλλον ἀνάγκη τῇ φύσει τῶν πραγμάτων ἀληθῆ εἴδησιν ἕπεσθαι. οὐδὲ γὰρ ἐπειδὴ δυνατὸν νοῆσαι Σωκράτην ἔξω Ἀθηνῶν ὄντα, ἤδη ἀνάγκη καὶ ἔξω Ἀθηνῶν αὐτὸν εἶναι, οὐδὲ ἐπειδὴ δύναμαι νοῆσαι αὐτὸν ἑκατοντάπηχυν, ἤδη ἀνάγκη καὶ τοιοῦτον αὐτὸν εἶναι· οὐ γὰρ πᾶν ὅ τι ἂν βουληθῶμεν νοῆσαι, ἤδη τοῦτο καὶ ἔστι. φαντάζονται γοῦν τινες ἑαυτοὺς βασιλέας εἶναι καὶ κυρίους πάσης τῆς γῆς, ἀλλʼ οὐκ ἀνάγκη τῇ νόησει αὐτῶν ἀκολουθεῖν τὰ πράγματα· οὕτω γοῦν κἂν δύναμαι νοεῖν σῶμά τι ἐπʼ ἄπειρον ηὐξημένον, οὐκ ἀνάγκη τοιοῦτόν τι σῶμα εἶναι. οὗτοι μὲν οὖν οἱ λόγοι ἀναγκαῖον οὐδὲν ἔχουσιν πρὸς τὸ δεῖν εἶναι τὸ ἄπειρον, οἱ δὲ ἕτεροι δύο, ὅ τε ἐκ τῆς ἀπειρίας τοῦ χρόνου καὶ ὁ ἐκ τῆς ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομῆς, ἔχουσι μὲν τὸ εὔλογον, οὐ μὴν ἀνάγκη, εἰ μὴ εἴη κατʼ ἐνέργειαν ἄπειρόν τι σῶμα, ἀναιρεῖσθαι ἢ τὴν ἐπʼ ἄπειρον τοῦ χρόνου αὔξησιν ἢ τὴν ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομήν· οὐδὲ γὰρ οὕτως ἐστὶν ὁ χρόνος ἄπειρος ἢ ἡ τῶν μεγεθῶν διαίρεσις, ὡς ὅλον ἅμα εἶναι ἢ τὸν χρόνον ἢ τὰς διαιρέσεις τοῦ συνεχοῦς, ἀλλὰ τῷ ἀπὸ μέρους λαμβάνεσθαι καὶ μὴ ἐπιλείπειν, καὶ δυνάμει εἶναι ἐν αὐτοῖς τὸ ἄπειρον καὶ οὐκ ἐνεργείᾳ. ὥστε τὸ μὲν ἀπὸ μέρους ὑφεστηκέναι τὸ ἄπειρον καὶ δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ καὶ ἡμεῖς ἐθέμεθα καὶ οἱ εἰρημένοι ἀναγκάζουσι λόγοι, τὸ δὲ ὡς ἔλεγον οἱ φυσικοὶ ἄπειρον, τὸ ὅλον ἅμα ὑφεστηκὸς καὶ ἐνεργείᾳ καὶ οὐ δυνάμει, οὐκ ἀνάγκη ἐκ τῶν λόγων τούτων εἶναι. ὥστε ἐπειδὴ οὕτως ἐστὶ τὸ ἄπειρον, δυνάμει λέγω καὶ οὐκ ἐνεργείᾳ, καὶ ἀπὸ μέρους καὶ οὐκ ἀθρόον, διὰ τοῦτο οὐδὲν ἄτοπον μηδὲ τὴν νόησιν ἐπιλιπεῖν· οὐδὲ γὰρ αὐτὴ δύναται ἀθρόον αὐτὸ νοῆσαι, ἐπεὶ πεπερασμένον αὐτὸ ἐνόει, ἀλλʼ ἀεὶ τῷ ληφθέντι πεπερασμένῳ ὄντι πεπερασμένον ἐπιπρόστιθησι, μέχρις ἂν ἀποκαμοῦσα παύσηται· ὥστε συγχωρήσομεν αὐτῇ δυνάμει μὲν ἐπʼ ἄπειρον αὔξειν, ἐνεργείᾳ δὲ οὔ, καὶ πεπερασμένον μὲν ἀεὶ εἶναι τὸ λαμβανόμενον, ἄπειρον δὲ οὐδέποτε.

Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον, τουτέστιν εὐλόγως καὶ ἀκολούθως τοῖς παρʼ ἡμῶν περὶ τοῦ ἀπείρου εἶναι λεγομένοις, ὅτι περιέχεται μὲν τὸ ἄπειρον, περιέχει δὲ τὸ ὅλον καὶ τὸ πᾶν. τέμνουσι μὲν οὖν τὸ μέγεθος, ἐπειδὴ πᾶσα τομὴ ἐντὸς τῶν περάτων γίνεται, εἰκότως οὐδέποτε ἐπιλείπει· περιεχόμενον γὰρ ἐντὸς τῶν περάτων τὸ ἄπειρον ἐνδίδωσι τῇ τομῇ τὴν ἐπʼ ἄπειρον πρόοδον. ἐπʼ ἄπειρον δὲ προστιθέναι οὐκ ἐνδέχεται· ἡ γὰρ πρόσθεσις ἔξωθεν γίνεται, τῷ δὲ ὅλῳ καὶ παντὶ προσθεῖναι ἀδύνατον· ὥστε ὅταν ἡ προσθήκη εἰς τοῦτο καταντήσῃ, εἰκότως παύεται.

Εὐλόγως δὲ καὶ τὸ ἐν μὲν τῷ ἀριθμῷ εἶναι ἐπὶ τὸ ἐλάχιστον πέρας.

Ἕτερον ἀκόλουθον περὶ τοῦ ἀπείρου θεώρημα, τὸ τὸν μὲν ἀριθμὸν κατὰ μὲν τὸ ἐλάχιστον πεπεράνθαι — πέρας γὰρ τοῦ ἀριθμοῦ ἐπὶ τὸ ἐλάχιστον ἡ μονάς —, κατὰ δὲ τὸ μεῖζον μηδὲν ἔχειν πέρας — παντὸς γὰρ τοῦ ληφθέντος ἀριθμοῦ μείζονα ἔστι λαβεῖν —, ἐπὶ δὲ τῶν μεγεθῶν ἀντιπεπονθότως ἔχει· ἐπὶ μὲν γὰρ τὸ μεῖζον πεπέρανται τὰ μεγέθη, ἐπὶ δὲ τὸ ἐλάχιστον οὐκ ἔστι λαβεῖν τὸ ἔσχατον. καὶ τὰς αἰτίας ἐπάγει.

Αἴτιον δὲ ὅτι τὸ ἕν ἐστιν ἀδιαίρετον, ὅ τι περ ἂν ἓν ᾖ.

Ὅτι τοῦ τὸν ἀριθμὸν ἐπὶ τὸ ἐλάχιστον πέρας ἔχειν αἴτιον τὸ μηδὲν ἄλλο εἶναι τὸν ἀριθμὸν ἢ πλῆθος μονάδων. ἐπεὶ οὖν διαιρούμενος ὁ ἀριθμὸς καταντᾷ εἰς ἔσχατόν τι τὴν μονάδα — ἐξ οὗ γὰρ σύγκειταί τι, εἰς αὐτὸ καὶ διαλύεται —, ἡ δὲ μονὰς καθὸ μονὰς ἀδιαίρετόν ἐστιν, εἰκότως οὐκ ἐπʼ ἄπειρον πρόεισιν ἐπὶ τὸ ἐλάχιστον· ἵσταται γὰρ ἡ διαίρεσις εἰς μονάδα καταντήσασα. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ἐπὶ τὸ μεῖζον πέρας οὐκ ἔχει· εἰ γὰρ σύνθεσίς ἐστι μονάδων, οὐδὲν δὲ κωλύει ἐπʼ ἄπειρον τὰς μονάδας ἐπισυντιθέναι ἀλλήλαις ἀεὶ τὰς ληφθείσας διπλασιάζοντα, εἰκότως οὐκ ἔχει πέρας ἐπὶ τὴν αὔξησιν. τοῦτο δὲ αὐτῷ συμβέβηκε διὰ τὴν τοῦ ἀπείρου φύσιν, ἥτις ὑπῆρχεν ἐν τῇ ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομῇ· διὰ γὰρ τὴν ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομὴν ἡ ἐπʼ ἄπειρον αὔξησις τοῦ ἀριθμοῦ γίνεται, διότι δὲ ἡ τομὴ τοῦ συνεχοῦς ἀπὸ μονάδος ἄρχεται, διὰ τοῦτο καὶ τὸ ἔσχατον τοῦ ἀριθμοῦ ἡ μονάς ἐστιν· ἓν γὰρ ὂν τὸ συνεχὲς οὕτω διαιρεῖται. πῶς δέ φησι τὸ ἓν ἀδιαίρετον εἶναι, ὅ τι περ ἂν ἓν ᾖ; ἆρα οὖν οὔ φαμεν τὸ ζῷον ἓν γένος ὂν διαιρεῖσθαι εἰς πλείονα εἴδη; εἰ γὰρ καθὸ γένος ἐστὶν ἕν, καθὸ δὲ γένος διαιρεῖται εἰς εἴδη, καθὸ ἄρα ἓν διαιρεῖται. καὶ ἐπὶ τοῦ συνεχοῦς δὲ ὁ αὐτὸς λόγος· τὸ γὰρ συνεχὲς ἕν τί ἐστι καθὸ συνεχές — ἓν γὰρ ξύλον φαμὲν καὶ εἷς λίθος —, πάλιν δὲ τὸ συνεχὲς ᾗ συνεχὲς ἐπʼ ἄπειρόν ἐστι διαιρετόν, τὸ ἓν ἄρα καθὸ ἓν ἐπʼ ἄπειρόν ἐστι διαιρετόν. ὅλως γὰρ ἡ διαίρεσις τίνος ἐστὶν ἄλλου ἢ τοῦ ἑνός; τὰ γὰρ πολλὰ διῄρηται ἤδη, καὶ οὐ διαιρεῖται. φημὶ οὖν ὅτι καὶ τὸ γένος καὶ τὸ συνεχὲς οὐ μόνον ἕν ἐστιν, ἀλλὰ καὶ δυνάμει πολλά· ὡς μὲν οὖν ἓν ἑκάτερον τούτων ἀδιαίρετόν ἐστιν — εἰ γὰρ ᾗ ἓν διῃρεῖτο, εἰς πολλὰ ἂν ὅμοια διῃρέθη, οἷον τὸ γένος εἰς γένη, καὶ τὸ πηχυαῖον εἰς πλείω πηχυαῖα —, ὡς μέντοι δυνάμει πολλά — ἐμπεριέχει γὰρ ἐν ἑαυτῷ καὶ τὸ γένος πολλὰ εἴδη, καὶ τὸ συνεχὲς πολλὰ συνεχῆ —, ταύτῃ διαιρεῖται. ἡ δὲ μονὰς ἐν τοῖς ἀριθμοῖς μόνως ἕν ἐστι καὶ οὐδαμῶς πολλά· ὥστε καὶ πάντῃ ἀδιαίρετος. ἀσφαλέστερον δὲ ἴσως καὶ αὖθις ζητεῖν, εἰ τῷ ὄντι πᾶν ἓν καθὸ ἓν ἀδιαίρετόν ἐστιν.

Ὁ δὲ ἀριθμός ἐστιν ἑνὸς πλείω καὶ ποσὰ ἄττα· ὥστε ἀνάγκη στῆναι ἐπὶ τὸ ἀδιαίρετον.

Τουτέστιν οὐδὲν ἄλλο ἐστὶν ἀριθμὸς ἢ μονὰς πολλάκις ληφθεῖσα. τὸ δὲ καὶ ποσὰ ἄττα τὸ αὐτὸ ἐκ παραλλήλου, τουτέστι ποσαί τινες μονάδες. εἰ τοίνυν οὐδὲν ἄλλο ἐστὶν ἀριθμὸς ἢ μονάδες πλείους, ἀνάγκη τὴν διαίρεσιν αὐτοῦ εἰς τὴν μονάδα καταντῆσαι· ἐξ ὧν γὰρ σύγκειταί τι, εἰς τοῦτο καὶ διαλύεται. ἀδιαίρετος γὰρ ἡ μονάς· ὁ γὰρ εἷς ἄνθρωπος κατʼ αὐτὸ τοῦτο ἀδιαίρετος· εἰ γὰρ καὶ εἰς μόρια διαιρεῖται, ἀλλʼ οὐ κατὰ ταῦτα εἶχε τὸ εἷς εἶναι. εἰ δὲ ἡ τομὴ τοῦ ἀριθμοῦ ἐπὶ τὸ ἀδιαίρετον ἵσταται, ἔστιν ἄρα πέρας τι αὐτοῦ ἐπὶ τὸ ἐλάχιστον.

Τὰ γὰρ τρία καὶ δύο παρώνυμα ὀνόματά ἐστιν.

Ὅτι ὁ ἀριθμὸς οὐδὲν ἕτερόν ἐστιν ἢ σύνθεσις μονάδων, κατασκευάζει ἐκ τῶν ὀνομάτων τῶν ἀριθμῶν. ἐκ γὰρ τῶν τριῶν, φησί, μονάδων παρωνύμως ὁ γʹ ἀριθμὸς εἴρηται, καὶ ἐκ τῶν δύο ὁ βʹ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ὥστε οὐδὲν ἕτερόν ἐστι παρὰ τὰς μονάδας.

Ἐπὶ δὲ τὸ πλεῖον ἀεὶ ἔστι νοῆσαι· ἄπειροι γὰρ αἱ διχοτομίαι τοῦ μεγέθους.

Δείξας ὅτι ἔστι τι πέρας ἐπὶ τὸ ἔλαττον τοῦ ἀριθμοῦ, δείκνυσι νῦν ὅτι ἐπὶ τὸ μεῖζον οὐκ ἔστι· ἀεὶ γὰρ τοῦ ληφθέντος μείζονα ἔστι νοῆσαι ἀριθμόν. εἶτα καὶ τὴν αἰτίαν συντόμως ἐπήγαγε, πόθεν ὑπάρχει τοῦτο τῷ ἀριθμῷ, ὅτι διὰ τὴν ἐπʼ ἄπειρον τομὴν τῶν μεγεθῶν.

Ὥστε δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δʼ οὔ.

Εἰ γὰρ μηδέποτε πέρας ἴσχει ὁ ἀριθμὸς ἐπὶ τὸ πλέον, ἀλλὰ δυνατὸν τοῦ ληφθέντος μείζονα λαβεῖν, καλῶς εἴρηται πρὸς ἡμῶν ὅτι ἐνεργείᾳ μὲν οὐκ ἔστι τὸ ἄπειρον, δυνάμει δὲ ἔστιν· ἀεὶ γὰρ ὁ ἐνεργείᾳ ληφθεὶς ἀριθμὸς πεπέρανται, ἀλλʼ ἡ αὔξησις πέρας οὐκ ἔχει.

Ἀλλʼ ἀεὶ ὑπερβάλλει τὸ λαμβανόμενον παντὸς ὡρισμένου πλήθους.

Τὸ ὡρισμένου ἀντὶ τοῦ εἰλημμένου. παντὸς οὖν τοῦ εἰλημμένου, φησίν, ὑπερβάλλει ὁ ληφθησόμενος, καὶ οὐκ ἐκλείπει ἡ λῆψις.

Ἀλλʼ οὐ χωριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία, ἀλλʼ ἀεὶ γίνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου.

Ἐπειδὴ ἀντιδιέστειλε τῷ συμβαίνοντι ἐπὶ τῶν μεγεθῶν τὰ συμβαίνοντα ἐπὶ τοῦ ἀριθμοῦ, διὰ τοῦτό φησιν ὅτι ταῦτα οὐχ ὡς δυναμένου χωρίζεσθαι τοῦ ἀριθμοῦ, οὐδὲ ὡς ἕτερον ὄντα παρὰ τὰ ἀριθμητά, ἀλλὰ τῷ λόγῳ χωρίζομεν τὰ τῇ φύσει ἀχώριστα. καὶ οὐχ ὥσπερ τὰ τμήματα τοῦ συνεχοῦς μένει, οὕτω δὲ καὶ αὐξομένου τοῦ ἀριθμοῦ οἱ πρότερον ἀριθμοὶ μένουσιν, ἀλλʼ ὥσπερ ὁ χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, οὕτω καὶ ὁ τοῦ χρόνου ἀριθμός· τὸ γὰρ ληφθὲν μόριόν ἐστι τοῦ προτέρου μὴ ἱσταμένου. οὕτω δὴ καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἐν τῷ γίνεσθαι ἡ αὔξησις αὐτοῦ τὸ εἶναι ἔχει· τῶν γὰρ εἴκοσι ληφθέντων οὐ μένει τὰ δέκα. ὥστε ἡ τοῦ ἀριθμοῦ ἀπειρία οὐκ ἐν τῷ μένειν, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει.

Ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον.

Εἰπὼν ὅτι ἀντιπεπονθότως ἔχει ὁ ἀριθμὸς τοῖς μεγέθεσι, καὶ δείξας ὅπως ἔχει ὁ ἀριθμός, καὶ τὰς αἰτίας προσθείς, μέτεισιν ἐπὶ τὸ δεῖξαι καὶ τὰ τῷ μεγέθει συμβαίνοντα, διὰ τί ἐπὶ μὲν τὸ ἔλαττον πέρας οὐκ ἔχει, ἐπὶ δὲ τὸ μεῖζον ἔχει.

Ὅσον γὰρ ἐνδέχεται δυνάμει εἶναι, καὶ ἐνεργείᾳ ἐνδέχεται τοσοῦτον εἶναι.

Διὰ τί ἀδύνατον ἐπʼ ἄπειρον αὔξεσθαι τὰ μεγέθη, δείκνυσιν. εἰ γὰρ δυνατόν, φησίν, ἦν ἐπʼ ἄπειρον αὔξεσθαι, κἂν ηὔξητο ἂν ἐνεργείᾳ ἐπʼ ἄπειρον, ἀλλὰ μὴν οὐδέν ἐστιν οὔτε ηὐξημένον οὔτε αὐξόμενον ἐπʼ ἄπειρον — οὐδὲν γάρ ἐστι τοῦ οὐρανοῦ μεῖζον —, οὐδʼ ἄρα δύναταί τι ἐπʼ ἄπειρον αὔξεσθαι. ὡς γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐπὶ μὲν τῶν γινομένων καὶ φθειρομένων οὐδὲν θαυμαστὸν τὸ δυνάμει μὴ ἐκβῆναι εἰς ἐνέργειαν, ἐπὶ δὲ τῆς ὅλης φύσεως ἀιδίου οὔσης, εἴ γε ἦν τὸ δυνάμει ἐπʼ ἄπειρον, ἀνάγκη πᾶσα καὶ τὸ ἐνεργείᾳ εἶναι· ἀλλὰ μὴν τὸ ἑπόμενον οὐκ ἔστιν· οὐδὲ τὸ ἡγούμενον ἄρα.

Ἀπορήσειε δʼ ἄν τις, τί οὖν οὐκ ἐν τῇ ὅλῃ φύσει ἐστὶ τὸ δύνασθαι ἐπʼ ἄπειρον διαιρεῖσθαι. πῶς οὖν οὐδέν ἐστιν ἐνεργείᾳ ἐπʼ ἄπειρον διαιρετόν; εἰ γὰρ ἡ φύσις τὴν τοιαύτην ἐποίησε δύναμιν, διὰ τί μὴ καὶ τὴν ἐνέργειαν ἐποίησε; φημὶ οὖν ὅτι οὐκ εἰς ἄπειρά φαμεν δυνάμει διαιρετὸν εἶναι — τοῦτο γὰρ οὐδὲ δυνάμει ἐστὶν ἐν τοῖς μεγέθεσιν —, ἀλλὰ ἐπʼ ἄπειρον. τοῦτο οὖν αὐτοῦ ἐστιν ἐνέργεια, τὸ μὴ λῆξαί ποτε τεμνόμενον· οὐκοῦν οὐδὲ λήγει. ἔστιν οὖν δυνάμει μὲν πρὶν ἄρξηται διαιρεῖσθαι, ἐνεργείᾳ δέ, ὅταν ἤδη διαιρῆται. εἰ δὲ λέγοις ὅτι οὐδὲν τῶν ἐπʼ ἄπειρον διαιρεῖσθαι ἐνεργείᾳ ἔχει — οὐ γὰρ δυνάμεθα ἐπʼ ἄπειρον διαιρεῖν, ἀλλʼ ἱστάμεθά ποτε —, ἀλλὰ τοῦτο τῆς ἡμετέρας ἐστὶν ἀσθενείας, οὐ τῆς τοῦ πράγματος φύσεως· ἡ γὰρ φύσις ἐποίησεν ἡμῖν τὰ μεγέθη τοιαῦτα, ὡς μηδέποτε ἱστᾶν τῷ ἑαυτῶν λόγῳ τὴν τομήν, καὶ αὐτὴ δὲ ἡ φύσις διαιρεῖ τοσοῦτον, ὅσον αὐτῇ χρειῶδες εἰς δημιουργίαν. καὶ ἄλλως ἐποίησεν ἡ φύσις καὶ ἐπʼ ἄπειρον τὰ μεγέθη διαιρετά, ἵνʼ ἐξῇ καθʼ οἱονδήποτε σημεῖον τὴν διαίρεσιν ποιεῖσθαι, τοῦτο δὲ δυνατὸν ἐνεργείᾳ εἶναι· ἔξεστι γὰρ καθʼ οἱονδήποτε σημεῖον διαιρεῖν τὴν εὐθεῖαν. ὃ ἄρα δυνάμει ἔχει τὰ μεγέθη, τοῦτο καὶ ἐνεργείᾳ ἔχειν δύναται. οὐ μόνον δὲ ἐπὶ τῆς αὐξήσεως, ἀλλὰ καὶ ἐπὶ τῆς διαιρέσεως.

Τὸ δὲ ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ.

Ἕτερον θεώρημα, ὅτι, τοῦ ἀπείρου ὄντος καὶ ἐπὶ τοῦ μεγέθους καὶ ἐπὶ τῆς κινήσεως καὶ ἐπὶ τοῦ χρόνου, οὐχ ὡς ἕν τι γένος κατὰ πάντων τούτων ἐστὶ τὸ ἄπειρον — οὐ γὰρ ὁμοτίμως ἐν πᾶσιν —, ἀλλʼ ὡς ἂν ἔχωσι ταῦτα φύσεως, οὕτω καὶ τὸ ἐν αὐτοῖς ἄπειρον ἕξει. ἐν μὲν οὖν τῷ χρόνῳ τὸ ἄπειρον ὑπάρχει διὰ τὴν κίνησιν, ἐπειδὴ καὶ τὸ εἶναι αὐτῷ διὰ ταύτην ἐστίν, ἐν δὲ τῇ κινήσει διὰ τὸ μέγεθος. πρώτως οὖν ἐν τῷ μεγέθει τὸ ἄπειρον, ἐπειδὴ καὶ πρώτως καὶ καθʼ αὑτὸ συνεχὲς τὸ μέγεθος· δευτέρως δὲ ἐν τῇ κινήσει, ἐπειδὴ καὶ τὸ συνεχὲς διὰ τὸ μέγεθος ἡ κίνησις ἔχει· τρίτως δὲ ἐν τῷ χρόνῳ, διὰ γὰρ τὴν κίνησιν καὶ ὁ χρόνος συνεχής. ὅτι δὲ ταῦτα οὕτως ἔχει, νῦν μέν, φησίν, εἰλήφθω ὁμολογούμενον, μικρὸν δὲ ὕστερον καὶ ταῦτα ἀποδείξομεν. δείξει δὲ ταῦτα ἐν τῷ ἕκτῳ λόγῳ ταύτης τῆς πραγματείας.

Οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν, ἀναιρῶν οὕτως εἶναί τι ἄπειρον ὥστε ἐνεργείᾳ εἶναι ἐπὶ τὴν αὔξησιν ὡς ἀδιεξίτητον.

Ὅτι οὐδὲ τὰς γεωμετρικὰς ἀρχὰς ἀναιροῦμεν λέγοντες μηδὲν εἶναι κατʼ ἐνέργειαν ἄπειρον· οὐδὲ γὰρ χρῶνται ἐν ταῖς ἀποδείξεσι τῷ ἀπείρῳ, ἀλλὰ τῷ πεπερασμένῳ. ὑποτίθενται δὲ τὴν ἄπειρον, ἵνα ἐξῇ λαβεῖν αὐτοῖς ὅσην ἂν βούλωνται πεπερασμένην. ἐὰν οὖν δοθῇ αὐτοῖς ὃ ζητοῦσιν, οὐδὲ τοῦ ἀπείρου δεήσονται.

Τῷ δὲ μεγίστῳ μεγέθει τὸν αὐτὸν ἔστι τετμῆσθαι λόγον ὁπηλικονοῦν μέγεθος ἕτερον.

Καλῶς ὁ Ἀλέξανδρος ἐνταῦθά φησιν, ὅτι δείξας ὁ Ἀριστοτέλης ὁποίου ἀπείρου οὐ προσδέονται εἰς τὰς δείξεις οἱ γεωμέτραι, ὅτι τοῦ κατὰ τὴν ἔκτασιν ἀπείρου οὐ δέονται, νῦν λέγει ποίῳ χρῶνται, ὅτι τῷ κατὰ τὴν διαίρεσιν ἀπείρῳ χρῶνται. ἔστι γάρ, φησί, τῷ μεγέθει μεγίστῳ κατὰ τὸν αὐτὸν λόγον ὁπηλικονοῦν ἄλλο μέγεθος τμηθῆναι. οἷον ὥσπερ τὸ μέγιστον μέγεθος ἔστι διχοτομῆσαι, οὕτως καὶ ὁπηλικονοῦν ἄλλο μέγεθος δυνατὸν διχοτομῆσαι· δείκνυται γὰρ ὅτι κατὰ τὸν αὐτὸν τῷ ὅλῳ λόγον ἐνδέχεται καὶ ὁπηλικονοῦν μόριον διελεῖν. εἰ δὲ πᾶν μέγεθος ἔστι διχοτομῆσαι, ἐπʼ ἄπειρον ἄρα τὰ μεγέθη διαιρετά· οὐ γὰρ οἷόν τε ἄλλως πᾶν μέγεθος διχοτομηθῆναι.

Ὥστε πρὸς μὲν τὸ δεῖξαι ἐκείνως οὐδὲν διοίσει, τὸ δὲ εἶναι ἐν τοῖς οὖσίν ἐστιν μεγέθεσιν.

Δῆλον, φησίν, ἐκ τῶν εἰρημένων, ὅτι πρὸς μὲν τὰς ἀποδείξεις οὐδὲν διοίσει τοῖς γεωμέτραις, εἴτε ἔστιν εἴτε μὴ ἔστιν ἐκείνως τὸ ἄπειρον, λέγω δὴ τὸ κατὰ τὴν ἔκτασιν, τὸ δὲ ὅλως εἶναι τῷ ἀπείρῳ ἐν οὐδενὶ ἄλλῳ ἐστὶν ἢ ἐν τοῖς ἐνεργείᾳ ὑπάρχουσι μεγέθεσι, ταῦτα δέ ἐστι τὰ πεπερασμένα. ἔστι δὲ ἐν αὐτοῖς κατὰ τὴν διαίρεσιν δηλονότι.

Ἐπειδὴ τὰ αἴτια προσδιαιρεῖται τετραχῶς.

Ζητεῖ διὰ τούτων ἐν ποίῳ τῶν αἰτίων τὸ ἄπειρον, καί φησιν ἐν τοῖς ὑλικοῖς αἰτίοις· εἴρητο γὰρ καὶ ἐν ἀρχῇ ὅτι εἰ ἔστι τὸ ἄπειρον, ἀρχὴ ἔσται καὶ οὐκ ἐξ ἀρχῆς.

Καὶ ὅτι τὸ μὲν εἶναι αὐτῷ στέρησίς ἐστι, τὸ δὲ καθʼ αὑτὸ ὑποκείμενον τὸ συνεχὲς καὶ αἰσθητόν.

Ἐντεῦθεν δείκνυσιν ὅτι ὕλη τὸ ἄπειρον, δείκνυσι δὲ τοῦτο διχῶς, ἔκ τε τῆς φύσεως αὐτῆς τοῦ ἀπείρου καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. ἡ γὰρ ὕλη, φησί, στέρησίς ἐστι τῷ ἰδίῳ λόγῳ — οὐδὲ γὰρ οἴκοθεν ἔχει εἶδος —, καὶ τὸ ἄπειρον δὲ ἐν στερήσει — ὅρου γὰρ καὶ πέρατος αἴτιον τὸ εἶδος —, ὥστε ὕλη ἂν εἴη τὸ ἄπειρον. ἀλλʼ εἰ καὶ ἐν στερήσει τὸ ἄπειρον καὶ περὶ τὴν ὕλην, ἀλλʼ οὖν καθʼ αὑτὸ οὔτε ὑφέστηκεν οὔτε τῇ ἐπʼ ἄπειρον διαιρέσει ὑπόκειται, ἀλλὰ τὸ αἰσθητὸν σῶμά ἐστι τὸ καθʼ αὑτὸ ὑφεστηκὸς καὶ τῇ ἐπʼ ἄπειρον διαιρέσει ὑποκείμενον· δεῖ γὰρ ἐνεργείᾳ εἶναι τὸ διαιρεθησόμενον. πῶς οὖν φαμεν κατὰ τὴν ὕλην γίνεσθαι τὴν ἐπʼ ἄπειρον τῶν μεγεθῶν τομήν; ὅτι τοῦ συνθέτου σώματος ἐπʼ ἄπειρον τεμνομένου, ἐπειδὴ μὴ κατὰ τὸ εἶδος ἡ τομὴ γίνεται — μένει γὰρ ἐκεῖνο ταὐτόν —, ἀνάγκη κατὰ τὴν ὕλην γίνεσθαι τὴν διαίρεσιν, ἀλλὰ κατὰ τὴν ὕλην εἰδοπεποιημένην καὶ ἐνεργείᾳ τὶ οὖσαν. καὶ οἱ ἀρχαῖοι δὲ πάντες, φησίν, ὅσοι τὸ ἄπειρον εἶναι ὑπέθεντο, ὡς ὕλην αὐτὸ ὑπέθεντο· ἐξ αὐτοῦ γὰρ γίνεσθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι πάντα. τοῦτο δὲ οἱ μὲν τὸν ἀέρα εἶναι, οἱ δὲ τὸ ὕδωρ, οἱ δὲ ἄλλο τι ἔφασαν.

Λοιπὸν δεῖ ἐπελθεῖν καθʼ οὓς λόγους τὸ ἄπειρον εἶναι δοκεῖ οὐ μόνον δυνάμει, ἀλλʼ ὡς ἀφωρισμένον.

Δεῖ λοιπόν, φησίν, ἐντεῦθεν τὰς ἀπορίας ἐπισκέψασθαι, καθʼ ἃς τὸ ἄπειρον ἐδόκει μὴ δυνάμει εἶναι μόνον, μηδὲ ἐν τοῖς πεπερασμένοις τὸ εἶναι ἔχειν, ἀλλὰ καὶ ἐνεργείᾳ εἶναι καὶ ἀφωρισμένον καθʼ αὑτό.

Τὰ μὲν γὰρ αὐτῶν οὐκ ἀναγκαῖα, τὰ δὲ ἔχει τινὰς ἑτέρας ἀληθεῖς ἀπαντήσεις.

Τῶν ἀπόρων, φησίν, ἐξ ὧν τὸ ἄπειρον εἶναι ἐδόκει, τὰ μὲν οὐδὲν ἔχει ἀναγκαστικὸν εἰς τὸ εἶναι τὸ ἄπειρον, τὰ δὲ καὶ ἀληθείας τινὸς ἔχεται καὶ οὐκ ἐναντιοῦται οἷς ἡμεῖς περὶ τοῦ ἀπείρου διεξεταζόμεθα. οὔτε γὰρ ὅπως ἡ γένεσις μὴ ἐπιλίπῃ. ὅτι οὐκ ἀνάγκη διὰ τὸ ἀεὶ εἶναι τὴν γένεσιν τὸ ἄπειρον εἰσάγεσθαι· δυνατὸν γὰρ καὶ πεπερασμένου ὄντος τοῦ παντὸς ἀεὶ γένεσιν εἶναι, εἰ ἡ ἄλλου γένεσις ἄλλου εἴη φθορά.

Ἔτι τὸ ἅπτεσθαι καὶ τὸ πεπεράνθαι ἕτερον.

Ὅτι καὶ ὁ λόγος ὁ λέγων ὅτι τὸ πεπερασμένον πρός τι περαίνει, ψευδὴς ὢν οὐδὲν ἔχει ἀναγκαῖον. εἰ γὰρ τὸ πεπερασμένον πρός τι ἐπέραινε, ταὐτὸν ἦν τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι, νῦν δὲ ἔστι μέν τι πεπερασμένον, ἁπτόμενον δὲ οὐδενός — τοιοῦτον γὰρ καὶ ἡ ἀπλανής —, οὐκ ἄρα ταὐτὸν τὸ πεπεράνθαι τῷ ἅπτεσθαι· οὐδὲ ἄρα τὸ πεπερασμένον πρός τι περαίνει. τὸ μὲν γὰρ πρός τι καὶ τινός. τὸ ἅπτεσθαι, φησί, τῶν πρός τί ἐστι — τὸ γὰρ ἁπτόμενον τινὸς ἅπτεται —, τὸ δὲ πεπερασμένον οὐ πρός τι, ἀλλʼ εἰ καὶ συμβέβηκέ τινι τῶν πεπερασμένων τὸ ἅπτεσθαι διὰ τὸ μὴ εἶναι κενόν, ἀλλʼ οὖν οὐ ταὐτόν ἐστιν αὐτῷ τὸ ἅπτεσθαι καὶ τὸ πεπεράνθαι, ἐπεὶ πᾶν πεπερασμένον εὐθὺς καὶ ἁπτόμενον ἦν· νῦν δὲ οὐκ ἔστιν, ὡς εἴρηται.

Οὐδὲ ἅψασθαι τῷ τυχόντι τοῦ τυχόντος ἔστιν.

Ὅτι τὸ ἁπτόμενον τῶν πρός τί ἐστι, δείκνυσι τῷ μηδὲν πρὸς τὸ τυχὸν ἅπτεσθαι. οὐδὲ γὰρ τὸ τυχὸν τοῦ τυχόντος ἅπτεται· οὐδὲ γὰρ ἅπτεται γραμμὴ ἐπιφανείας οὐδὲ ἐπιφάνεια σώματος, οὐδὲ ἅπτεται γραμμὴ φωνῆς, ἀλλὰ γραμμὴ γραμμῆς ἅπτεται ἐπιφάνεια δὲ ἐπιφανείας· κἂν γὰρ ἐπιφανείας ἅπτηται γραμμή, κατὰ γραμμὴν ἅπτεται, οὐ κατὰ ἐπιφάνειαν. οὐ μόνον δὲ κατὰ τὸν ἡμέτερον λόγον οὐ ταὐτόν ἐστι τὸ πεπεράνθαι τῷ ἅπτεσθαι, ἀλλὰ καὶ κατὰ τὰς Δημοκρίτου ὑποθέσεις τοῦτο συμβαίνει· αἱ γὰρ ἄτομοι ἐν τῷ κενῷ φερόμεναι πεπερασμέναι μέν εἰσιν, οὐδενὸς δὲ ἅπτονται. καὶ τοῖς ἔξω τοῦ οὐρανοῦ τὸ κενὸν ὑποτιθεμένοις πεπέρανται μὲν ὁ οὐρανός, ἅπτεται δὲ οὐδενός. οὐκ ἄρα τὸ πεπεράνθαι τῷ ἅπτεσθαι ταὐτόν· ὥστε οὐδὲ τὸ πεπερασμένον πρός τι περαίνει.

Τὸ δὲ τῇ νοήσει πιστεύειν ἄτοπον.

Ὅτι οὐδὲ ἡ ἐκ τῆς νοήσεως ἀπορία ἔχει τι ἀναγκαῖον. οὐ γὰρ ἐπὶ τοῦ πράγματος ἡ ὑπεροχὴ καὶ ἔλλειψις, ἀλλʼ ἐπὶ τῆς νοήσεως. οὐ διὰ τὸ τὴν νόησιν, φησίν, ἄπειρόν τι μέγεθος ἐννοῆσαι, ἤδη καὶ ἀνάγκη τοιοῦτον εἶναι· οὐδὲ γάρ, φησίν, εἰ νοήσαις Σωκράτην ἄπειρον ηὐξημένον, ἤδη ἀνάγκη τὸν Σωκράτην τηλικοῦτον εἶναι καὶ ὑπερβάλλειν τὸ τρίπηχυ μέγεθος ὃ ἔχει, διὰ τὴν νόησιν· οὐδὲ ἂν νοήσωμεν αὐτὸν ἔξω τοῦ ἄστεος ὄντα, ἤδη ἀνάγκη αὐτὸν ἔξω εἶναι· οὐδὲ γὰρ τῇ νοήσει τὰ πράγματα ἕπεται, ἀλλὰ τοῖς πράγμασιν ἐπισυμβαίνει ἥ γε ὀρθῶς ἔχουσα νόησις. τὰ ἀκριβέστερα δὲ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ τοῦ ἄστεος, ἀλλὰ μόνον ἔξω τοῦ τηλικούτου μεγέθους, τουτέστιν οὗ ἔχομεν οἱ ἄνθρωποι.

Ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἄπειρά ἐστι, καὶ ἡ νόησις οὐχ ὑπομένοντος τοῦ λαμβανομένου.

Ὅτι ἡ ἐκ τοῦ χρόνου καὶ τῆς κινήσεως ἀπορία εἰσάγει μὲν τὸ ἄπειρον, ἀλλὰ οὐ τοιοῦτον οἷον ἡμεῖς ἀπεδείξαμεν μὴ εἶναι, τὸ ἐνεργείᾳ καὶ ἀθρόον ὑφεστηκὸς ἄπειρον· οὐ γὰρ ἅμα ὁ χρόνος ἄπειρός ἐστιν ἢ ὑπομένει αὐτοῦ τὸ ληφθέν, ἀλλʼ ἀπὸ μέρους ἐν τῷ γίνεσθαι ὑπάρχει αὐτῷ ἡ ἀπειρία. ἀλλὰ κἂν τῇ νοήσει αὐξῆσαι θελήσεις τὸν χρόνον, οὐδʼ οὕτως ἀθρόαν αὐτοῦ τὴν φύσιν λήψῃ, ἀλλʼ ἀπὸ μέρους.

Μέγεθος δὲ οὔτε τῇ καθαιρέσει οὔτε τῇ νοητικῇ αὐξήσει ἐστὶν ἄπειρον.

Ἐπʼ ἄπειρον μὲν γὰρ διαιρετὸν τὸ μέγεθος, διαιρεθῆναι δὲ εἰς ἄπειρα ἀδύνατον· ἀλλʼ οὐδὲ αὐξηθῆναι ἐπʼ ἄπειρον, ὡς δέδεικται. ἔστιν οὖν καὶ ἐνταῦθα τὸ ἄπειρον ἐν τῇ γενέσει καὶ ἀπὸ μέρους, ὅλον δὲ ἅμα οὐκ ἔστιν.