ΙΩΝΟΣ ΤΡΙΑΓΜΟΣ
Οὐαλέριος Ἁρποκρατίων Ἴων ἀναγράφουσι δὲ ἐν αὐτῶι τάδε· ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα τρία καὶ οὐδὲν πλέον ἢ ἔλασσον τούτων τῶν τριῶν. ἑνὸς ἑκάστου ἀρετὴ τριάς· σύνεσις καὶ κράτος καὶ τύχη.
Λαέρτιος Διογένης Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ κτλ. Ὀρφεύς: ἔγραψε Τριαγμούς, λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα.
Πλούταρχος Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστα αὐτῆι ὅμοια ποιεῖ.
αὐτοφρόνων· Ἴων εἴρηκεν· αὐτοφρόνων καὶ ὁμοσπόνδων.
Λαέρτιος Διογένης φησὶ δὲ Δοῦρις ἐν τῶι δευτέρωι τῶν Ὥρων Σαμίων ἐπιγεγράφθαι αὐτῶι τὸ ἐπίγραμμα τόδε· τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δʼ ἔτι πλεῖον, Πυθαγόρηι τὠμῶι λέγε … ταῦθʼ, ὅτι πρῶτος ἁπάντων ἔστιν ἀνʼ Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδʼ ἀγορεύων. Ἴων δʼ ὁ Χῖός φησι περὶ αὐτοῦ· ὣς ὁ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν ...
Κλεονείδης ὁ μουσικός ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῶι ὀνόματι τόνος οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα καθάπερ Τέρπανδρος καὶ Ἴων. ὁ μὲν γάρ φησιν· «ἡμεῖς τοι ... ὕμνους», ὁ δέ· ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα εἰς … συμφωνούσας ἁρμονίας τριόδους, πρὶν μέν σʼ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι ...