Σοῦδα Ἴων Χῖος· τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς πβ ὀλυμπιάδος· δράματα δὲ αὐτοῦ ιβ, οἱ δὲ λ, ἄλλοι δὲ μ φασίν. οὗτος ἔγραψε Περὶ μετεώρων καὶ συνθέτους λόγους. ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησιν. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.
Ἀριστοφάνους Σχόλια Ἴων ὁ Χῖος· διθυράμβων καὶ τραγωιδίας καὶ μελῶν ποιητής. ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχὴ «Ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίου λευκῆι πτέρυγι πρόδρομον». φαίνεται δὲ τετελευκὼς ἐκ τούτων· παίζων οὖν ὁ Ἀριστοφάνης ἀοῖον αὐτόν φησι ἀστέρα κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ Χίου κτίσις καὶ Κοσμολογικὸς καὶ Ὑπομνήματα καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι Ἀττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις. Σωκράτους δὲ τοῦ φιλοσόφου ἔστιν εἰς αὐτὸν λόγος λεγόμενος «Ἴων». μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις, ὅτι πολλὰ ἔγραψεν.
Οὐαλέριος Ἁρποκρατίων Ἴων· Ἰσοκράτης ἐν τῶι Περὶ ἀντιδόσεως. Ἴωνος τοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ πολλά· μέλη καὶ τραγωιδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους … ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται «Τριαγμοί», καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεὺς ἀναγράφουσιν.
Στράβων ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής.
Πλούταρχος συνδειπνῆσαι δὲ τῶι Κίμωνί φησιν ὁ Ἴων, παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου, παρὰ Λαομέδοντι …
Ἀθήναιος Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός.
Ἀθήναιος καὶ Ἴων δὲ ὁ Χῖός φησιν «Χαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε .... σπένδοντες δʼ ἀγνῶς Ἡρακλέι τʼ Ἀλκμήνηι τε Προκλέι Περσείδαις τʼ ἐκ Διὸς ἀρχόμενοι, πίνωμεν, παίζωμεν κτλ.»
Σχόλια εἰς Εὐριπίδην ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι πζ ἔτει δ· πρῶτος Εὐριπίδης, δεύτερος Ἰοφῶν, τρίτος Ἴων.
Θουκυδίδης οἱ δὲ Χῖοι ἐν πολλαῖς ταῖς πρὶν μάχαις πεπληγμένοι, καὶ ἄλλως ἐν σφίσιν αὐτοῖς οὐ πάνυ εὖ διακείμενοι, ἀλλὰ καὶ τῶν μετὰ Τυδέως τοῦ Ἴωνος ἤδη ὑπὸ Πεδαρίτου ἐπʼ ἀττικισμῶι τεθνεώτων κτλ.
Ἀθήναιος Βάτων δʼ ὁ Σινωπεὺς ἐν τοῖς Περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα· καὶ αὐτὸς δὲ ἐν τοῖς Ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός, ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις.