eul_wid: vta-ahu
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book XXI by Scholia on the Iliad and Odyssey

Rain, which swells it, is one answer to why the Xanthus, alone of the rivers that flow from Ocean, is called son of Zeus; the other is a story of Heracles, whose thirst Zeus relieved with a spring that Heracles dug out and named Scamander. Then, as Book XXI goes on, the river turns on Achilles, and Aristarchus reads cheras as river stones. Agenor, last, deliberates under the oak as Achilles bears down on him.

Part of D-Scholia on the Iliad

Πόρον ποταμοῖο. Ἤτοι τὸν ποταμὸν περιφραστικῶς, ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, καθʼ ὃν διαπορεύονται αὐτόν. Διατὶ δὲ πάντων τῶν ποταμῶν ἐξ ὠκεανοῦ ῥεόντων περὶ μόνου τοῦ Ξάνθου ὁ Ποιητής φησιν· Ὃν ἀθάνατος τέκετο Ζεύς. πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; καὶ ῥητέον, ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς. εἴγε οἱ ὄμβροι μὲν ἐκ Διός. ὄμβρῳ δὲ οὗτος αὐξάνεται. φαίνεται δὲ καὶ ἄλλη τὶς ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς, ηὔξατο τῷ πατρὶ Διῒ, ἐπιδεῖξαι αὐτῷ νᾶμα. ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα. ἣν θεασάμενος Ἡρακλῆς, καὶ σκάψας ὡς εἰς τὸ πλουσιώτερον μετεισφέρεσθαι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἄκος ἑαυτῷ. Ξάνθος δʼ ἐκλήθη, ὅτι λουσάμεναι τοῦ ὕδατος αἱ Τρῳάδες ξανθὰς κόμας ἔσχον.

Διατμήξας. Διατεμὼν, εἰς δύο χωρίσας.

Ἀτυζόμενοι. Ταρασσόμενοι, φοβούμενοι.

Προχέοντο. Ἀθρόως ἔφευγον. Πεφυζότες. Πεφευγότες, πεφοβημένοι. Ἠέρα. Ἀέρα. σκότος.

Πίτνα. Ἐξέτεινεν, ἐπέβαλεν.

Ἀργυροδίνην. Λαμπράν.

Πατάγῳ. Ψόφῳ, ἤχῳ. Βράχε. Ἐψόφησεν. ἤχησε. μεταφορικῶς. Αἰπά. Νῦν βαθέα.

Ὄχθαι. Τὰ τῶν ποταμῶν χείλη. οἱ κρημνοί. Ἀμφὶ περὶ μεγάλʼ ἴαχον. Μέγα περιήχουν.

Ἔννεον. Ἐνήχοντο. Ἑλισσόμενοι. Στρεφόμενοι.

Ῥιπῆς. Ὁρμῆς. Ἠερέθονται. Ἤτοι ἐρεθίζονται, ἢ εἰς ἀέρα αἴρονται, καὶ ἀποκρύπτονται.

Ἀκάμαντον. Ἀκοπίαστον. πολύ.

Ὄρμενον. Διεγερθὲν, κινούμενον. Πτώσσουσι. Καταδύονται, κρύπτονται.

Πλῆτο. Ἐπληρώθη. Κελάδων. Ἠχῶν. παροξυτόνως.

Κεκλιμένον μυρίκῃσιν. Ὑπὸ μυρικῶν περιεχόμενον, κεκαλυμμένον. Ἔκθορε. Ἐνήλατο, ἐπήδησε. Δαίμονι ἶσος. Θεῷ ὅμοιος.

Ἐπιστροφάδην. Ἐπιστρεφόμενος πυκνῶς. Ἀεικής. Ἀπεοικὼς, χαλεπός.

Ἄορι. Ξίφει.

Πιμπλᾶσι. Πληροῦσι. Μυχούς. Φωλεούς. λέγει δὲ τοὺς ἐσωτάτω τόπους καὶ ἀποκρύφους. Εὐόρμου. Καλοὺς ὅρμους ἔχοντος.

Πτῶσσον. Ἐφοβοῦντο, ἐκρύπτοντο. Κρημνούς. Τὰς τῶν ποταμῶν ὄχθας.

Τεθηπότας. Ἐκπεπληγμένους.

Ἐπιστρεπτοῖσι χιτῶσιν. Ἤτοι εὐκλώστοις.

Ἀλωῆς. Γῆς. κήπου νῦν.

Ἐννύχιος. Διὰ νυκτός. Προμολών. Προελθών. Ἐρινεόν. Συκῆν ἀγρίαν.

Ὄρπηκας. Κλάδους.

Ἀνώϊστον. Ἀνυπονόητον, ἀπροσδόκητον.

Ἐπέρασσε. Πέραν θαλάσσης ἐπώλησεν.

Υἱὸς Ἰήσονος. Ὁ Εὔνηος. Ὦνον. Ὠνὴν, τιμήν.

Ἐλύσατο. Ἐλυτρώσατο.

Ἀρίσβην. Πόλιν Θρᾴκης ὑφʼ Ἑλλήσποντον.

Νηλεὲς ἦμαρ. Ἀνηλεῆ ἡμέραν. λέγει δὲ τὸν θάνατον.

Πεπερημένος. Πεπεραιωμένος, πεπραμένος.

Ὥρμαινε. Διενοεῖτο, ἐλογίζετο. Τεθηπώς. Ἐκπεπληγμένος.

Ἄμμεναι. Πληρωθῆναι, κορεσθῆναι.

Μεθίει. Οὐκ εἴα.

Γουνοῦμαι. Γονάτων ἅπτομαι. ἱκετεύω.

Ἀντί τοι εἶμʼ ἱκέταο. Ἀντὶ ἱκέτου σοι εἰμί. Αἰδοίοιο. Αἰδοῦς καὶ ἐντροπῆς ἀξίου.

Πασάμην. Ἐγευσάμην. Δημήτερος ἀκτήν. Τὸν ἄρτον, περιφραστικῶς.

Ἐπέρασσας. Πωλήσας.

Ἑκατόμβοιον. Τιμὴν ἑκατὸν βοῶν ἀξίαν. οἱ παλαιοὶ πρὶν ἐπινοηθῇ τὰ νομίσματα, τὰς συναλλαγὰς ἐποιοῦντο διὰ τῶν τετραπόδων, ὅθεν ὕστερον ἐφευρεθέντων τῶν νομισμάτων, βοῦν ἐπʼ αὐτῶν ἐξετύπουν, ἐνδεικνύμενοι τὸ ἀρχαῖον ἔθος, καὶ παροιμία, Βοῦς ἐπὶ γλώσσης, ὅ ἐστι νόμισμα. ἁρμόζει δὲ ἡ παροιμία αὕτη ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νομίσματα ὑπὲρ τοῦ μὴ κατασυνηγορῆσαί τινι, ἀλλὰ σιωπῆσαι. Ἦλφον. Εὗρον.

Λύμην. Λυτρωσοίμην.

Τεῇς. Ταῖς σαῖς.

Ἀπέχθεσθαι. Μισεῖσθαι.

Σατνιόεντι. Ποταμὸς Τροίας.

Δειροτομήσεις. Τὸν τράχηλον κόψεις. δειρὴ γὰρ ὁ τράχηλος.

Πρυλέεσσι. Πεζοῖς. Δάμασσας. Ἀπέκτεινας.

Ὁμογάστριος. Ὁ ἐκ τῆς αὐτῆς γαστρὸς ἀδελφός.

Ἀμείλικτον. Ἀπηνῆ, σκληράν.

Μή μοι ἄποινα πιφαύσκεο. Περὶ λύτρων μὴ δʼ ὅλως μοι διαλέγου.

Ἐπισπεῖν. Ἐπιδιῶξαι. πληρῶσαι. Αἴσιμον ἦμαρ. Τὸν θάνατον.

Ἀλλʼ ἐπί τοι. Τὸ ἑξῆς, ἀλλὰ καὶ ἐμοὶ ἐπελεύσεται θάνατος.

Ἄρης ἐκ θυμὸν ἕληται. Σίδηρος τὴν ψυχὴν ἀφέληται.

Δεῦε. Ἔβρεχεν.

Ἐνταυθοῖ νῦν κεῖσο. Ἐνταῦθα ἀρτίως κατάκεισο.

Ἀπολιχμήσονται. Ἀπολείξουσιν. Ἀκηδέες. Ἀφρόντιστοι.

Γοήσεται. Θρηνήσεται.

Θρώσκων τις κατὰ κῦμα. Καὶ τὰ ἑξῆς. Ἐφαλλόμενος καὶ νηχόμενος τὶς τῶν ἰχθύων κατὰ θάλασσαν, καὶ ἐμπλησθεὶς τῆς Λυκάονος πιμελῆς, πάλιν ὑπὸ τὴν μέλαιναν φρίκα κατελεύσεται. Φρὶξ δέ ἐστι ἡ ἠρεμαία τοῦ ὕδατος κίνησις. Ὑπαΐξει. Ὁ δὲ νοῦς, ὁ δὲ ἰχθὺς οὐκ ἐπιπολῆς γενήσεται, ἀλλʼ ἐπὶ τὴν φρίκα ἀΐξει. Τὰ γὰρ νεοσφαγῆ τῶν σωμάτων ἄνωθεν ἐπιπλεῖ. Ἀΐξει. Ὑπονήξεται. ὑπεκκλινεῖ.

Ἰχθὺς ὅς κε φάγῃσιν. Οὐ δεῖ τὸ ὅς κε φάγῃσιν ἄρθρον ὑποτακτικὸν λαμβάνειν, ἀλλʼ ἀντὶ τοῦ ὥς κεν ἐπίῤῥημα. Ἀργέτα δημόν. Τὸν λευκὸν ἐπίπλουν, τὸ λίπος.

Κεραΐζων. Διαφθείρων.

Ἀρκέσει. Ἐπαρκέσει, βοηθήσει. Δηθὰ πολεῖς. Πολλὰ καὶ πολλούς. Ἱερεύετε. Θύετε.

Κηρόθι μᾶλλον. Ἐκ ψυχῆς.

Ὥρμῃνε. Διενοεῖτο.

Ἀλάλκοι. Ἀποστρέψει, βοηθήσει.

Ἐπᾶλτο. Ἐφήλατο. ὥρμησε.

Δαϊκταμένων. Τῶν ἐν πολέμοις ἀναιρουμένων.

Ἐδάϊζε. Διέφθειρεν. ἐφόνευε.

Δυστήνων. Κακοδαιμόνων, δυστυχῶν.

Ἐριβώλου. Μεγαλοβώλου, εὐγείου.

Δολιχεγχέας. Μακρὰ δόρατα ἔχοντας.

Ἀξίου. Ποταμὸς Παιονίας. ἡ δὲ Παιονία τῆς Θρᾴκης.

Ἀπειλήσας. Νῦν αὐχήσας, ἢ ὀργισθείς.

Ἁμαρτῆ δούρασιν ἀμφίς. Ὁ δὲ ἀμφότερα τὰ δόρατα ὁμοῦ ἀφῆκε.

Περιδέξιος. Ἀμφοτέραις ταῖς χερσὶ δεξιῶς χρώμενος.

Ἐρύκακεν. Ἐπέσχεν, ἐκώλυσεν.

Ἐπιγράβδην. Ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα.

Σύτο. Ἀνηνέχθη. ἐῤῥύη.

Ἐνεστήρικτο. Ἐνεπάγη. Χροὸς ἆσαι. Τοῦ σώματος κορεσθῆναι.

Ἰθυπτίωνα. Ἐπʼ εὐθείας φερομένην, καὶ οἱονεὶ ἱπταμένην.

Μεσσοπαγές. Μέχρι τοῦ ἡμίσεος καταπεπηγὸς τῇ γῇ, ἐὰν δὲ μεσοπαλὲς, ἐκ μέσου σειόμενον.

Ἐπὶ οἷ. Ἐπὶ αὐτῷ.

Μεθῆκεν. Ἀπέλιπεν, εἴασεν.

Ἐπιγνάμψας. Ἐπικάμψας.

Χύντο. Ἀπεχύθησαν ἀθρόως. Χολάδες. Τὰ ἔντερα.

Ὀρούσας. Ὁρμῶν.

Ἁλιμυρηέντων. Εἰς τὴν θάλασσαν ῥεόντων.

Ἀχελώϊος. Ποταμὸς μεταξὺ Αἰτωλίας καὶ Ἀκαρνανίας. κοινῶς δὲ πᾶν ὕδωρ Ἀχελῷος καλεῖται. Ἰσοφαρίζει. Ἶσός ἐστιν, ἐξισοῦται. Τῷ οὔτε κρείων Ἀχελώϊος ἰσοφαρίζει. Ἡρακλῆς εἰς ᾅδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως. οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν, ἐπανελθὼν εἰς φῶς, ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευομένην τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμὸν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι. οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρʼ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος, διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἱστορεῖ Πίνδαρος.

Φρείατα. Φρέατα. Μακρά. Νῦν βαθέα. Νάουσι. Ῥέουσι.

Σμαραγήσῃ. Ἠχήσῃ.

Ἐρεπτόμενοι. Ἐσθίοντες. Ἐπινεφρίδιον. Τὸ περὶ τοὺς νεφροὺς λίπος. Δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες.Τὸ ἐρεπτόμενοι καὶ κείροντες, διλογεῖται. δεῖ συνάπτειν δημὸν ἐπινεφρίδιον. ἐπὶ τῶν νεφρῶν γὰρ ἐπίκειται ἡ πιμελή.

Εἰσάμενος. Ὁμοιωθείς.

Ῥέζε. Πράττε.

Στεινόμενος. Στενούμενος. Ἀϊδήλως. Ἀφανιστικῶς, ὀλεθρίως.

Ἄγη. Ἔκπληξις, θαῦμα.

Ἔλσαι. Συνελᾶσαι, συγκλεῖσαι.

Εἰρύσαο. Ἐφύλαξας.

Δείελος ὀψὲ δύων. Ἡ ὀψινὴ κατάστασις τοῦ ἡλίου παρʼ Ἀττικοῖς δείελος λεγομένη.

Οἴδματι. Οἰδήματι, κύματι. Θύων. Πληθύων καὶ ἐνθουσιωδῶς ὁρμῶν.

Κυκώμενος. Ταρασσόμενος.

Θύραζε. Ἔξω. Μεμυκὼς, ἠΰτε ταῦρος. Ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ, ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.

Χέρσονδε. Εἰς τὴν γῆν.

Οὐ δὲ πόδεσσιν Εἶχε στηρίξασθαι. Οὐ δὲ ἠδύνατο στῆναι τοῖς ποσίν.

Εὐφυέα. Εὖ πεφυκυῖαν. μεγάλην.

Διῶσε. Συνεμόχλευσεν. ἀπεώσατο.

Γεφύρωσε. Διαβατὸν ἐποίησεν.

Ἐριποῦσα. Πεσοῦσα.

Ἀκροκελαινιόων. Τὸ ἄνω μέρος τοῦ κύματος ἐξ ἐπιπολῆς μελαινόμενος. τοιοῦτοι δέ εἰσι πάντες οἱ ὀξεῖς ποταμοί.

Οἴματα. Ὁρμήματα. Μέλανος. Μέλανος ὄντος. εἶτα ἀπὸ ἄλλης ἀρχῆς τοῦ θηρητῆρος. τινὲς δὲ μέλανός του, ἤγουν μέλανός τινος. μελανόστου Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τάσιν ὡς Ὀρέστου. Φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστέα ἔχειν. τινὲς δὲ γράφουσι μελανόσσου, παρὰ τὸ μέλανας ὀφθαλμοὺς ἔχειν.

Ὤκιστος. Τάχιστος.

Εἰκώς. Ἐοικώς. Ὁμοιωθείς.

Ὕπαιθα. Ἐκ πλαγίου, ἢ ἔμπροσθεν. Λιασθείς. Χωρισθείς. ἐκκλίνας.

Ὀχετηγός. Ὑδραγωγός. ὁ τὸν τοῦ ὕδατος ὀχετὸν καθαίρων.

Μάκελλαν. Μακέλλην. ἔστι δὲ εἶδος ἐργαλείου. Ἀμάρης. Τῆς ὑδροῤῥόης τοῦ ὀχετοῦ. Ἔχματα. Ἐμφράγματα.

Κατειβόμενον. Καταφερόμενον. καταῤῥέον. Κελαρύζει. Ποιὸν ἦχον ἀποτελεῖ.

Προαλεῖ. Κατωφερεῖ.

Πλάζε. Ἀπέκρουεν, ἐπλάνα, ἢ προσεπέλαζεν.

Ἀνιάζων. Ἀνιώμενος, λυπούμενος.

Λάβρος. Ἀθροός. σφοδρός. Κονίην. Κόνιν. τέφραν. Ὑπέρεπτε. Ὑπέσυρεν, ὑφήρπαζεν. ὄπισθεν ὑπεδύετο.

Ἔπειτα δὲ καί τι πάθοιμι. Σωθείην ἐκ τοῦ ποταμοῦ. ἔπειτα δὲ καὶ πάθοιμί τι. κατὰ τὸ, Ἐν φάει δὲ καὶ ὄλεσον.

Ἔθελγεν. Ἐξηπάτα.

Λαιψηροῖς. Ταχέσι.

Λευγαλέῳ. Χαλεπῷ, ἀδόξῳ.

Ἐρχθέντα. Ἐν τῷ ὕδατι ἀποπνιγέντα. Συφορβόν. Χοιροβοσκόν.

Ἔναυλος. Χείμαῤῥος ποταμὸς διὰ στενοῦ ῥέων.

Ἐΐκτην. Ὡμοιοῦντο.

Ἐπιστώσαντο. Πίστιν τῆς σωτηρίας ἔδωκαν.

Τρέε. Φοβοῦ. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ τάρβει.

Ἐπιταῤῥόθω. Ἐπιτάῤῥοθοι. δυϊκῶς. σημαίνει δὲ βοηθούς.

Ἐπαινήσαντος. Συγκαταθεμένου.

Δαμήμεναι. Ἀναιρεθῆναι.

Λωφήσει. Λήξει, παύσεται. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτία ἀποθεμένων τοῦ λόφου ὑποζυγίων.

Ἕκτορι θυμὸν ἀπούρας. Ἀντὶ τοῦ Ἕκτορος.

Δαϊκταμένων. Διακοπτομένων.

Ἀνʼ ἰθύν. Ἐπʼ εὐθείας κατὰ τὴν ὁρμὴν τοῦ ποταμοῦ. Ἔσχεν. Ἐπέσχε.

Κόρυσσεν. Ὕψωσεν.

Σχῶμεν. Ἐπίσχωμεν.

Κατὰ μόθον. Κατὰ τὴν μάχην.

Ὀρόθυνον. Ἐρέθισον, διέγειρον. Ἐναύλους. Τὰς τῶν ποταμῶν διώρυγας. ἢ τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς.

Ἵστη. Ἀνίστα.

Μέμονε. Προθυμεῖται.

Νειόθι. Κάτωθεν.

Ὑπʼ ἰλύος. Ὑπὸ τῆς ἰλύος τοῦ ποταμοῦ, ὅ ἐστι τοῦ πλήθους τοῦ πηλοῦ.

Χεράδος. Τῆς ὑπὸ ποταμῶν ἀθροιζομένης ψάμμου, καὶ ξύλων συγκομιδῆς. Ἀρίσταρχος δέ φησι, χεράδας καλεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτοῖς λίθους· εἶναι δὲ τὸν νοῦν τοιοῦτον, πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω, χεράδος οὖν, λιθάδος.

Ἐπιστήσονται. Γνῶναι δυνήσονται.

Ἀλλέξαι. Ἀναλέξαι, συλλέξαι. Ἄσιν. Ἰλύν. ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν ἀσιογεῖαι αἱ αἱμασιαί.

Τυμβοχοῆς. Χωστοῦ τάφου. τύμβος γὰρ ὁ τάφος. τὸ πλῆρες τυμβοχοῆσαι. οὕτως Ἀρίσταρχος καὶ Ἀσκαλωνίτης, καὶ οἱ πλείους. ἄμεινον γὰρ ἐν τῷ ῥήματι τὸ πρᾶγμα λαμβάνειν, ἢ τῷ ὀνόματι.

Θύων. Πληθύων καὶ ὁρμῶν.

Μορμύρων. Ἀναζέων. πληθύων.

Πορφύρεον. Νῦν βαθύ. Διϊπετέος. Τοῦ ἐκ τῶν ὄμβρων τοῦ Διὸς γεγονότος.

Ἀειρόμενον. Ἐπαιρόμενον, ὑψούμενον. Κατὰ δʼ ᾕρεε. Κατελάμβανε δέ.

Κυλλοπόδιον. Χωλέ. λέγει δὲ τὸν Ἥφαιστον. Ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα. Κατὰ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάνθον.

Πιφαύσκεο. Ἐνδείκνυσο δὲ καὶ διέγειρε πολλὴν φλόγα ἐμφαίνων, ἵνα γνῶ τὴν τοῦ πυρὸς δύναμιν.

Εἴσομαι. Ὁρμήσω. πορεύσομαι.

Κῄαι. Καύσει.

Φλέγμα. Φλόγωσιν, πύρωσιν.

Ἐν δʼ αὐτὸν ἵει πυρί. Καὶ αὐτὸν δὲ τὸν Ξάνθον περίβαλλε πολλῇ φλογί.

Σχεῖν. Ἐπισχεῖν. Ἀκάματον. Ἀκατάπαυστον. πολύ· ἢ παρʼ ὅσον τὸ πῦρ ἀκμητὶ ἐκβόσκεται τὴν ὕλην.

Τιτύσκετο. Κατεσκεύαζεν, ηὐτρέπιζεν.

Ὀπωρινός. Ὁ κατὰ τὴν ὀπώραν πνέων. Νεοαρδέα. Νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν.

Ἐθείρῃ. Ἐξ ἔθους ἐπιμελοῖτο.

Θρύον. Εἶδος πόας, ὁ λεγόμενος θρύσις. Κύπειρον. Ἔνιοί φασι κήβριον.

Πνοιῇ. Θέρμῃ. Πολυμήτιος. Πολυτέχνου.

Ἴς. Δύναμις.

Ἀνέφλυε. Ἀνέζει.

Κνίσσῃ μελδόμενος. Ἀντὶ τοῦ τὰ λίπη τήκων. παθητικὸν ἀντὶ ἐνεργητικοῦ τὸ μέλδων. Σιάλοιο. Εὐτραφοῦς, λιπαροῦ.

Ἀμβολάδην. Ἀναβάλλων. Κάγκανα. Κατάξηρα, παρὰ τὸ κῆαι.

Οὐδʼ ἔθελε. Νῦν, οὐκ ἠδύνατο. Ἀλλʼ ἴσχετο. Ἀλλὰ ἐπίσχετο.

Ἔχραε. Ἐπεὶ ἐξαρχῆς ἐπηνέχθη σφοδρῶς. Κήδειν. Λυπεῖν, κακοῦν.

Ἐξ ἄλλων. Ὑπὲρ τοὺς ἄλλους.

Μαλερῷ. Τῷ πάντα μαραίνοντι. Δάηται. Καίηται.

Σχέο. Ἐπίσχες.

Στυφελίζειν. Ταράσσειν, θλίβειν, κακοῦν.

Κατέσχετο καλὰ ῥέεθρα. Γράφεται καὶ κατέσσυτο, ἵνʼ ᾖ τὰ καλὰ ῥεῖθρα ὥρμησε.

Βεβριθυῖα. Βαρεῖα, δεινή.

Ἄητο. Ἐκινεῖτο, ὥρμα. Δίχα δέ σφισι θυμὸς ἄητο. Διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχὴ, τουτέστι διάφορον ἔσχον τὴν γνώμην.

Πατάγῳ. Ψόφῳ.

Ἀμφὶ δὲ σάλπιγξ ἴαχε. Περιήχησεν δὲ ἡ σάλπιγξ, ἐξ ὧν προείρηται, ὅτι τῶν ἰδίων χρόνων ὠνόμακε τὴν σάλπιγγα ὁ Ποιητής.

Ῥινοτόρος. Ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς. ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες, ὅτι ἐκ βοείων βυρσῶν εἰσιν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα.

Ὀνείδειον. Ὀνειδιστικόν.

Κυνόμυια. Ἀναιδὴς ὡς μυῖα. ἐκ δύο ἀναιδῶν τελείων τοῦ τε κυνὸς καὶ τῆς μυίας διὰ τὸ ὑπερβάλλον τῆς ἀναιδείας. Συνελαύνεις. Συμβάλλεις εἰς μάχην.

Θάρσος ἄητον. Μέγιστον θάρσος.

Πανόψιον ἔγχος. Ἐν τῇ πάντων ὄψει ὁρώμενον. πᾶσιν ὁρώμενον. Οἱονεὶ πανόρατον.

Ἔδαψας. Ἔκοψας.

Ἀναχασσαμένη. Ὑποχωρήσασα.

Οὖρον ἀρούρης. Ὅρον χώρας.

Ἀμφαράβησε. Περιήχησεν.

Ἐπεφράσω. Ἐπέγνως, ἐνόησας. Ἀρείων. Βελτίων.

Οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξαποτίνοις.Οὕτως ἄν σε αἱ τῆς μητρὸς ἐριννύες μετέλθοιεν.

Χωομένη. Νῦν ὀργιζομένη.

Μέτελθε. Ἐπʼ αὐτὴν παραγενοῦ. τιμώρησον.

Μετέσσυτο. Ὥρμησεν.

Ἐπιεισαμένη. Ἐφορμήσασα.

Θαρσαλέοι. Εὐθαρσεῖς.

Αἴσχιον. Ὀνειδιστικόν.

Χαλκοβατές. Ἰσχυρόν.

Ἀγήνορι. Ἀνδρείῳ.

Θητεύσαμεν. Ἐπὶ μισθῷ ἐδουλεύσαμεν.

Ἐπὶ ῥητῷ. Ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. πῶς δέ φησιν Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντος θητείας, Ποσειδῶν δὲ μνείαν ταύτης ποιεῖται; καὶ ῥητέον, ὅτι Ποσειδῶν μὲν εἰκότως τοῖς Ἕλλησι βοηθεῖ, καὶ προσέτι παροξύνεται τῇ μνήμῃ. Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρʼ αὐτῶν, ἡ δὲ τελευταία χάρις κἂν ἐλάσσων ᾖ δύναται μεῖζον ἔγκλημα λῦσαι.

Ἔδειμα. Ὠικοδόμησα.

Φοῖβε, σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες. Φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον, διὰ τοιαύτην αἰτίαν. οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον. πᾶς δὲ λοιμὸς ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὥς φησι καὶ Ὅμηρος· Οὐρῆας μὲν πρῶτον ἐπῴχετο, καὶ κύνας ἀργούς. βουλόμενοι οὖν τὸν θεὸν δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποστρέψῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐκάλεσαν. ὅθεν ἠδύνατο Ὅμηρος εἰπεῖν ἐβουκόλησε παρὰ Λαομέδοντι, καὶ Ἀδμήτῳ ἱπποφόρβησεν, οὕτως ἱστορεῖ Ἀπολλόδωρος. Ἕλικας βοῦς βουκολέεσκες. Ἔνεμες, ἔβοσκες. ἕλικας καὶ τὰς βοῦς φησιν ἐπιθετικῶς, ἤτοι ἀπὸ τῆς κινήσεως τῶν ποδῶν, καθʼ ὃ εἰλίποδες λέγονται, ἢ τοὺς ἑλικοειδῆ τὰ κέρατα ἔχοντας, ὅ ἐστιν ἐπικαμπῆ.

Κνημοῖσι. Ταῖς προβάσεσι τῶν ὀρῶν. Πολυπτύχου. Πολλὰς ἐξοχὰς καὶ ἀποκλίσεις ἔχοντος.

Πολυγηθέες. Πολλὴν χαρὰν τοῖς ἀνθρώποις τῇ αὐτῶν ἐπελεύσει ἐμποιοῦσαι.

Βιήσατο. Μετὰ βίας ἀφείλετο.

Περάαν. Περᾶσαι. Τηλεδαπάων. Πόῤῥω οὐσῶν.

Στεῦτο. Διεβεβαιοῦτο, ὑπισχνεῖτο. Ἀπολεψέμεν. Ἀπολεπίσαι. Οὔατα. Ὦτα.

Κεκοτηότι. Ὀργίλῳ. Κεκοτηότι θυμῷ. Ὠργισμένῃ τῇ ψυχῇ.

Τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν. Διὰ οὖν τὰς τοιαύτας αἰτίας, τοῖς τούτου ὄχλοις φέρεις χάριν.

Πρόχνυ. Παντελῶς, πρόῤῥιζοι.

Σαόφρονα. Σώφρονα, φρόνιμον.

Δειλέων. Δειλῶν, ἀθλίων. Οἳ φύλλοισιν ἐοικότες. Ἀντὶ τοῦ φύλλοις ὅμοιοι, διὰ τὸ καὶ αὐτὰ ἀποῤῥέοντο ἀφανίζεσθαι.

Ζαφλεγέες. Μεγάλως ἔνθερμοι. ἐνεργεῖς. δραστήριοι. ἢ λαμπροὶ καὶ αὐξανόμενοι. Τελέθουσι. Γίγνονται.

Δηριαάσθων. Φιλονεικείτωσαν.

Αἴδετο. Ἠιδεῖτο.

Πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν. Εἰς χεῖρα ἐλθεῖν τοῦ πατρὸς ἀδελφοῦ.

Ἀγροτέρη. Κυνηγετικὴ, θηρατική. λέγει δὲ τὴν Ἄρτεμιν.

Μέλεον. Μάταιον.

Ἀδδεές. Μὴ δεδοικυῖα, θρασεῖα.

Μένος ἀντιφέρεσθαι. Ἐναντιοῦσθαι τὴν δύναμιν.

Λέοντα. Ἐπίφοβον ὡς λέοντα.

Βέλτερον. Βέλτιον, κρεῖσσον.

Ἀγροτέρας. Ἀγρίας.

Δαήμεναι. Μαθεῖν.

Ἔμαρπτε. Κατέλαβεν. Ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε. Ἀμφοτέρας τὰς χεῖρας συνέλαβε τῶν καρπῶν.

Αἴνυτο. Ἀφῃρεῖτο.

Ἔθεινεν. Ἔτυπτεν.

Πέλεια. Περιστερά.

Ἴρηκος. Ἱέρακος. Προσληπτέον τὸ διωκομένη.

Χηραμόν. Χώρημα. κατάδυσιν. Ἁλώμεναι εἵμαρτο. Ληφθῆναι εἱμαρμένον ἦν.

Πληκτίζεσθαι. Διαπληκτίζεσθαι. στασιάζειν.

Συναίνυτο. Συνελάμβανε.

Πεπτεότα. Πεπτωκότα. Στροφάλιγγι. Συστροφῇ.

Ἑανός. Πέπλος. Προτὶ οἷ. Πρὸς ἑαυτόν.

Ἐϋστέφανος. Καλὴν στεφάνην ἔχουσα. στεφάνη δέ ἐστι κόσμος γυναικεῖος, καὶ περικεφαλαίας εἶδος.

Μέμβλετο. Ἔμελλεν.

Ὤλεκεν. Ἀνῄρει.

Ἀγακλειτούς. Ἐνδόξους. Πυλαωρούς. Πυλωρούς.

Πεπταμένας. Ἀνεωγμένας.

Ἀλέντες. Συστραφέντες.

Αὖτις ἐπʼ ἂψ θέμεναι. Πάλιν ἐπικλεῖσαι, καὶ ἐπιθεῖναι. Σανίδας. Θύρας.

Ἄνεσάν τε. Ἀνέστειλαν, ἐνέωξαν. Ὀχῆας. Νῦν μοχλούς.

Πετασθεῖσαι. Ἐξαπλωθεῖσαι, ἀνοιχθεῖσαι.

Δίψῃ καρφαλέοι. Ξηροὶ ὑπὸ δίψῃς. Καρφαλέοι. Ξηροί.

Σφεδανόν. Ἀντὶ τοῦ σφεδανῶς, ἐσπευσμένως, ἢ καταπληκτικῶς.

Κεκλιμένος φηγῷ. Ἀντὶ τοῦ περιεχόμενος ὑπὸ φηγοῦ. καὶ περικεκλιμένος αὐτῇ.

Πόρφυρε. Κατὰ βάθος ἐμερίμνα, καὶ διενοεῖτο.

Εἰ δʼ ἂν ἐγὼ ὑποκλονέεσθαι ἐάσω Πηλείδῃ. Ὑπὸ Ἀχιλλέως συγχωρήσω ταράσσεσθαι.

Πεδίον Ἰλήϊον. Τόπος ἐν ᾧ ὁ Ἴλλου τάφος ἐστί.

Ῥωπήϊα. Ἱμαντώδη φυτὰ, ἀφʼ οὗ τὰ δάσεα τῆς ὕλης.

Διελέξατο. Διελογίσατο.

Ἀπαειρόμενον. Ἀπαίροντα.

Μάρψῃ. Καταλάβῃ.

Εἰ δέ κέν οἱ προπάροιθε πόληος. Ἐὰν δὲ αὐτῷ ἔμπροσθεν τῆς πόλεως.

Ὀπάζει. Κατόπιν διώκει.

Ἀλείς. Συστραφείς.

Ξυλόχοιο. Ὑλώδους τόπου συνδένδρου.

Ἀλκῆς. Νῦν ἀλεξήσεως, βοηθείας.

Ἀΰτει. Ἐβόα.

Ἦ δή που μάλʼ ἔολπας. Ὄντως δὴ πάνυ ἤλπικας.

Ἀγερώχων. Αὐθαδῶν.

Εἰρυόμεσθα. Φυλάττομεν. Πότμον ἐφέψεις. Τεθνήξῃ, ἐπὶ θάνατον ἔλθῃς.

Ἠρύκακε. Κατέσχεν.

Ἀποέργαθεν. Ἀπεῖργεν, ἀπεχώριζε.

Ἔθελγε. Νῦν ἠπάτα.

Ἐσέχυντο. Ἀθρόως ἐπῆλθον.