eul_wid: tds-ag
Ἐρωταποκρίσεις πρὸς ὈρθοδόξουςQuestions and Answers to the Orthodox
Theodoret of Cyrus Questions and Answers to the Orthodox PDF
| 1 (1t) | ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐρωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων. (Πίναξ αὐτῶν). αʹ . Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν, τὸ ἁπλοῦν ἢ τὸ σύνθετον. πῶς οὖν τοῦ πατρὸς γεννήσαντος καὶ τὰ ἑξῆς; βʹ . Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; γʹ . Εἰ ἁπλοῦν μὲν τὸ καθ’ ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ’ ἑτέρου, οἷον πῖ, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται; δʹ . Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα; εʹ . Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; ϛʹ . Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ’ αὐτὴν εἴ τι γεγέννηται, μεθ’ οὗ ὑπάρχει τοῦ γεννήσαντος καὶ ἑξῆς; ζʹ . |
| 2 | Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐνανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι καὶ ἑξῆς; ηʹ . Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως ὄντα υἱόν, πῶς δυάδι υἱῶν οὐ λατρεύουσιν; θʹ . Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ’ οὐσίαν, ἧττον δὲ κατ’ ἀξίαν, οὐρανὸς καὶ γῆ ἀγγέλων οἶκος καὶ τὰ ἑξῆς. ιʹ . Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ καὶ τὰ ἑξῆς; ιαʹ . Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος καὶ τὰ ἑξῆς. ιβʹ . Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖός τε καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν, ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε, πῶς ὁ Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν καὶ τὰ ἑξῆς; ιγʹ . Εἰ κατὰ τὸν Μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς κατὰ φύσιν ἑαυτῷ. ιδʹ . Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τοῦ Δαυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλτο, πῶς ὁ Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυὶδ καὶ μετ’ αὐτὸν ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς τῶν κατὰ φύσιν πρὸ τοῦ Δαυὶδ καὶ τὰ ἑξῆς; ιεʹ . Ἐπειδὴ ὁ Ἡσαΐας προφητεύων εἰς τὸν Χριστὸν ἀναφέρει “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται”, ἐπὶ δυσδιηγήτου ἢ ἀδιηγήτου λέγει καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκός; ιϛʹ . Εἰ τὴν ἀρχαίαν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς μὴ ἀρεσκόμενος αὐτῇ, ἀντεισήγαγε δὲ τὴν χριστιανῶν, πῶς τὴν πλάνην κατέλιπεν ἀνεκρίζωτον; ιζʹ . |
| 3 | Εἰ τὰ μέλλοντα γίνεσθαι προφῆται καὶ ἀπόστολοι προεῖπον καί τινες τῶν Ἑλλήνων, πόθεν οἱ κρείττους γνωρίζονται, γεγενημένης τῆς ἑκατέρων προρρήσεως; ιηʹ . Εἰ πάντες ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζονται, πλέον δὲ οἱ εἰδότες τὸ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ χριστιανοῦ καὶ τοῦ Ἕλληνος; ιθʹ . Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τούτους κολάσει ἐμβαλεῖν; κʹ . Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις καὶ θαύματα ἐνεργοῦνται, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; καʹ . Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδείκνυται, τούτων δὲ οἱ ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀπάθειαν ἐν τῇ ἀναστάσει κομίζονται; κβʹ . Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι, τὴν τῶν δικαίων ἐννοοῦντες ἄνεσιν καὶ τὰ ἑξῆς; κγʹ . Εἰ τὴν γνῶσιν καλοῦ καὶ κακοῦ παρὰ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ αἴτιος ἑκατέρου ὁ τῇ φύσει ταῦτα ἐνθεὶς πρὸς τὴν αὐτῶν ἐκπλήρωσιν; κδʹ . Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς ἃ ἕκαστος ἔπραξε, πῶς δικαίως ἀμφότερα ποιεῖ, παρ’ αὐτοῦ δεδομένα; κεʹ . Εἰ τὰ σωματικώτερον περὶ θεῶν παρὰ τῶν Ἑλλήνων καὶ περὶ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλληγορίαν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα; κϛʹ . Εἰ διὰ τὴν ἀντίδοσιν τῶν ἑκάστῳ βεβιωμένων ἀνάστασις γίνεται, πῶς οὐ περιττῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα ἀναστήσονται; κζʹ . Εἰ ἐψευσμένον καὶ μάταιον τὸ τῶν αἱρετικῶν ὑπάρχει βάπτισμα καὶ ἡ χειροτονία, πῶς τοὺς τῇ ὀρθοδοξίᾳ προσφεύγοντας οὔτε βαπτίζουσιν, οὔτε χειροτονοῦσιν; κηʹ . |
| 4 | Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη. τὸν οἰκεῖον ὁ Θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν κτλ. κθʹ . Εἰ ἡ τῶν παλμῶν παρατήρησις ὑπὸ τῶν εὐσεβῶν ἀπηγόρευται, διατί ταύτην οἱ βουλόμενοι ἀπωθεῖσθαι οὐ δύνανται; λʹ . Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας λαμβάνουσι, πῶς εἰς ζωὴν μέλλων ὁ Χριστὸς τοὺς ἀνθρώπους εἰσαγαγεῖν ἁλιεῖς τοὺς ἀποστόλους ὠνόμασεν; λαʹ . Εἰ σώφρονι λογισμῷ τὰς γαμικὰς ἡδονὰς οἱ μοναχοὶ ἀπεστράφησαν, διατί καθ’ ὕπνους φαντάζονται; καὶ εἰ τῶν μυστηρίων δεῖ ἀπέχεσθαι. λβʹ . Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ Χριστὸς ἀπηγόρευσε, πῶς τὰ ζιζάνια πεπλήθυνται, ὁ δὲ σῖτος ἐξέλιπεν; λγʹ . Εἰ πρὸ τοῦ πάθους ὁ κύριος ηὔχετο τηρηθῆναι παρὰ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα Ἰούδας ἀπώλετο, πῶς ἐδέχθη ἡ εὐχή; λδʹ . Εἰ ὁ θεός ἐστι δημιουργὸς τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς τῆς κτίσεως δύνανται μέρεσιν; λεʹ . Εἰ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν οὐ μετῄει; λϛʹ . Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς λέγει ἡ γραφὴ τὸ “ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως”; λζʹ . Πῶς ὁ Μωυσῆς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ ἐπιφερόμενος ἐναντία ἑαυτῷ ἐνομοθέτησεν, ἀκάθαρτον τὸν ἁπτόμενον νεκροῦ λέγων; ληʹ . Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγχων ὁ κύριος ἔλεγεν ὅτι “τάφοι κεκονιαμένοι εἰσί”, τί ἄτοπον ἐργάζονται Ἕλληνες τοὺς νεκροὺς μυσαττόμενοι; λθʹ . Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, πῶς οἱ τὴν ὀροφὴν καθαιροῦντες καὶ τὸν παράλυτον μετὰ τῆς κλίνης καθιέντες τοὺς ἐν τῷ οἴκῳ οὐκ ἔπληξαν; μʹ . |
| 5 | Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος φύλαξ καθέστηκεν, οἱ δὲ ἄνθρωποι αὔξησιν καὶ μείωσιν δεχόμενοι, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ, ποίαν λειτουργίαν οἱ ἄγγελοι μειούμενοι τότε ἐπλήρουν; μαʹ . Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν καταπέμπουσι, διατί οἱ ἐπαοιδοὶ ἔνθα βούλονται χαλάζας ἀμέτρους καὶ ὑετοὺς ἀκοντίζουσιν; μβʹ . Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησε; μγʹ . Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, πῶς τῷ Ἐζεκίᾳ προσετέθη χρόνος; μδʹ . Καὶ ὥραις καὶ ἡμέραις τὰ καθ’ ἡμᾶς οὐ κατέχεται· πῶς ἐν τῷ γάμῳ εἶπεν ὁ κύριος “οὔπω ἥκει ἡ ὥρα μου” καὶ ὁ εὐαγγελιστὴς “οὔπω ἐληλύθει ἡ ὥρα”; μεʹ . Εἰ καθὼς φασί τινες ὅτι ὁ κατακλυσμὸς οὐκ ἐν παντὶ τῷ κόσμῳ γέγονεν, ἀλλ’ ἔνθα οἱ ἄνθρωποι ᾤκουν, πῶς λέγει ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τόπων; μϛʹ . Εἰ πάντων τῶν ἀλόγων δημιουργός ἐστιν ὁ θεός, διατί τὰ μὲν αὐτῶν καθαρὰ τὰ δὲ ἀκάθαρτα ἡ γραφὴ προσηγόρευσεν; μζʹ . Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων καὶ καθαρῶν μόνοις διηγόρευται τοῖς Ἰσραηλίταις, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀκαθάρτων γινώσκουσιν; μηʹ . Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐθεάσατο, εἶχε πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, πῶς οὐ δείκνυται πάντα ἀπαγορεύσας ἀκάθαρτα; μθʹ . Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελεῖσθαι καὶ περὶ τῆς Νινευὶ ὅτι μετενόησεν; νʹ . Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, πῶς οὐκ ἦν παράνομον; ναʹ . Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτούς, διατί μὴ κατὰ ἀπόφασιν ἀλλὰ κατὰ πεῦσιν αὐτοὺς τῷ Χριστῷ προσήγαγεν; νβʹ . |
| 6 | Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; νγʹ . Εἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς κατοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; νδʹ . Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες ἰσχὺν παρέχοντες, ὥστε δεσμὰ διαρρήσσειν; νεʹ . Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, πῶς τῶν χρησμῶν αὐτῶν παρακουσθέντων τοῖς Ἕλλησι τιμωρίαν ἐπήγαγον; νϛʹ . Εἰ ἐν τῇ κιβωτῷ δύο δύο καὶ ἑπτὰ ἑπτὰ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ εἰσηνέχθησαν; νζʹ . Ἐπειδὴ τὴν τῶν πολυομμάτων ὀπτασίαν Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσαντο, ἆρα ἀμφοτέροις ἕν τι ἀποκαλύπτεται; νηʹ . Διατί ἐπὶ τοῦ Ἰεζεκιὴλ ὁ θεὸς κατακέχρηται τῷ “υἱὲ ἀνθρώπου”, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε, καὶ εἰ ἀληθῶς ἀνέστη τὰ ὀστᾶ ἃ ἐθεάσατο; νθʹ . Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τούτων ἀπεχόμενοι ἐπαινοῦνται ἐν ταῖς γραφαῖς; ξʹ . Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις, διατί Μωυσῆς καὶ Ἡσαΐας τούτοις διαμαρτύρεται; ξαʹ . Διατί ὁ κύριος ἔλεγε τῇ Μαριὰμ “μή μου ἅπτου” καὶ τοῖς μαθηταῖς μετὰ τοῦτο ἐπέ(τρεπε) τοῦτο ποιεῖν; ξβʹ . Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι. ξγʹ . Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες τὸ “ὡσαννὰ” ὕμνουν, ἡμεῖς δὲ τὸ “ἀλληλούια” νῦν, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; ξδʹ . Εἰ ἄτρεπτον τὸ θεῖον, πῶς βλασφημούμενον καὶ εὐφημούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις πολλάκις ἀξίως ἀποδίδωσι; ξεʹ . Εἰ εὐσεβεῖ ζήλῳ τὰς ἐγγαστριμύθους Σαοὺλ ἀνεῖλε, διατί παρ’ αὐτῶν ἐζήτει πρόρρησιν, καὶ εἰ τῳόντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγε; ξϛʹ . |
| 7 | Εἰ ἄρρεν καὶ θῆλυ χάριν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνιστάμενοι οἱ ἄνθρωποι τὴν τῶν παιδογόνων ἔχουσι μορίων διάπλασιν; ξζʹ . Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν τιμωρίαν ὁ Μωσῆς τῷ λαῷ προεφήτευσε, διατί μετ’ ᾠδῆς αὐτὰ ἔλεγεν; ξηʹ . Εἰ χρήσιμος καὶ ἀναγκαία ἐστὶν ἡ ἰατρικὴ ἐπιστήμη, διατί μὴ ὑπὸ εὐσεβῶν, ἀλλ’ ὑπὸ ἐναντίων ἡ ταύτης γεγένηται εὕρεσις; ξθʹ . Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν βαπτισθέντων καὶ μὴ βαπτισθέντων; οʹ . Εἰ δύο οὐρανῶν ὁ Μωσῆς διδάσκει γένεσιν, πῶς ἡ γραφὴ πλείονας οὐρανοὺς μέμνηται; οαʹ . Εἰ πάντων τελείαν πρόγνωσιν ἔχει ὁ Χριστός, πῶς οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἀρνήσεως; οβʹ . Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς δείκνυται; ογʹ . Εἰ διὰ τὸ σφαῖραν ὄντα κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ καμάραν πεπῆχθαι, ἢ ὡς δέρριν ἐκτετάσθαι, οὐκ ἐν τόπῳ ἐστίν; οδʹ . Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἐνταῦθα διὰ τὰς χρείας καὶ τὰ συναλλάγματα, πῶς ἐν τῇ ἀναστάσει οὐκ ἄχρηστος αὕτη; οεʹ . Εἰ μόνος ἀθάνατος ὁ θεός, πῶς ἄληθες τὸ “πάντες μὲν οὐ κοιμηθησόμεθα”; οϛʹ . Ἐν τῇ δʹ ἡμέρᾳ οἱ φωστῆρες ἐγένοντο καὶ ἐξ αὐτῶν ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται. οζʹ . Πῶς ἆρα δεῖ νοεῖν τὸ “ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ”; δίδαξον. οηʹ . Εἰ ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους γʹ ἡμέρας, οὕτω καὶ ὁ κύριος ἐν τῇ γῇ, πῶς οὐ δοκήσει ὁ θάνατος αὐτοῦ γέγονε; οθʹ . |
| 8 | Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέγουσι γεγονέναι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παράδοσις γέγονε; πʹ . Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται; παʹ . Διατί ὁ ζʹ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται καὶ ἡ τοῦ ἀνθρώπου ἡλικία ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει κτλ. πβʹ . Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανίας ποιητικόν, πῶς οὐκ ἀνωφελῆ τὰ χαρίσματα; πγʹ . Ἐπειδὴ τὴν τοῦ κόσμου σύστασιν ͵ ϛ ἔτη πολλοὶ λέγουσιν, εἰ ἀληθές ἐστι δίδαξον. πδʹ . Εἰ τότε ἄφθονος ἕκαστος δείκνυται, ὅτε τοῖς πλησίον εὖ ποιεῖ, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας; πεʹ . Εἰ τὸ καλὸν ὅτε συγκρίνεται τῷ κακῷ, φαίνεται καλόν, καλὸν δὲ ὁ κόσμος, κακὸν δῆλον ὅτι ὁ μὴ κόσμος. πϛʹ . Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστιανισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ κτλ; πζʹ . Εἰ ἕως τῆς τῶν σωμάτων ἀναστάσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτης ἐξετάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; πηʹ . Καὶ εἰ οὐκ ἔστι πρὸ τῆς ἀναστάσεως τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος εἰς τὸν παράδεισον, αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης; πθʹ . Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τὴν αἴσθησιν; ϙʹ . |
| 9 | Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν ὁ θεὸς τὸν Δαυὶδ εἶναι ἀπεφήνατο, πῶς μοιχείαν καὶ φόνον εἰργάσατο; ϙαʹ . Εἰ πάντων βασιλέων Ἰούδα θερμότερον ζῆλον ὁ Ἰωσίας ἐπεδείξατο, τὰς στήλας συντρίψας καὶ τοὺς ναοὺς καὶ βωμοὺς καταστρέψας, ξίφει ἐτελεύτα καὶ υἱοὶ αὐτοῦ ᾐχμαλωτεύθησαν. ϙβʹ . Πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος δι’ ἀρᾶς θανατώσας τοὺς παῖδας; ϙγʹ . Εἰ πᾶσα ἀπελήλαται πλάνη διὰ τῆς Χριστοῦ παρουσίας, πῶς διὰ τῶν ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; ϙδʹ . Εἰ οὐδαμοῦ ὀνόματα τῶν δαιμόνων ἡ γραφὴ λέγει, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὄνομα ὠνόμαζον; ϙεʹ . Εἰ ταῖς τῶν ἀλόγων θυσίαις θεὸς οὐχ ἥδεται, πῶς πρὸ τοῦ νόμου θεὸς τῷ Νῶε προσέταττε θύειν, καὶ μάλιστα εἰδωλικαὶ μηδέπω οὖσαι θυσίαι; ϙϛʹ . Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλισσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ τὰ ἔργα ἐποίησεν; ϙζʹ . Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς μετὰ τὸ δεσποτικὸν πάθος πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; ϙηʹ . Τί ἑρμηνεύεται τὸ ὑφὶ τὸ γόμορ τὸ νέβελ ὁ στατὴρ ἡ δραχμὴ καὶ τὰ λοιπά; ϙθʹ . Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ σφαγῆς ὁ Χριστὸς ἐθαυματούργει, πῶς μετὰ τοῦτο ἔλεγεν ὁ Ἡρώδης, ὅτι “ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἀνέστη καὶ θαυματουργεῖ”; ρʹ . Εἰ ὁ Χριστὸς γεννηθεὶς κατὰ σάρκα ἁμαρτίαν οὐκ ἐποίησε, πῶς λέγει ἡ γραφή, ὅτι “οὐδείς ἐστι τῶν γεννηθέντων, ὃς οὐχ ἥμαρτε”; ραʹ . Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι ἑαυτοῖς καὶ τοῖς παισὶν ἐκ τῆς ἰδίας συγγενείας γαμετὰς εἰλήφασι, πῶς Ἰωσὴφ καὶ Μωυσῆς ἀλλοφύλους ἠγάγοντο; ρβʹ . |
| 10 | Εἰ πρὸ τῆς παραβάσεως Ἀδὰμ οὐδενὸς ἐθεάσατο θάνατον, πῶς ὃν οὐκ εἶδεν ἀπειληθέντα ἐδειλίασε; ργʹ . Τί διαφέρουσι πρὸς ἄλληλα τὰ παρὰ τῆς γραφῆς λεγόμενα κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμος καὶ ἐντολαὶ δίδαξον. ρδʹ . Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, πῶς ἀληθεύουσιν οἱ τοῦτο λέγοντες, τῶν φωστήρων οὐκ ἐν οὐρανῷ κτλ; ρεʹ . Εἰ ὡς βιβλίον ὁ οὐρανὸς εἱλίσσεται καὶ τὰ ἄστρα ὡς φύλλα ἐν τῇ βʹ παρουσίᾳ πίπτουσι, πῶς οὐ παντελὴς ἀπώλεια τοῦ στερεώματος δείκνυται; ρϛʹ Εἰ διὰ τὴν ἡμετέραν χρείαν ἡ κτίσις γέγονεν, ἡμεῖς δὲ ἄφθαρτοι ἀνιστάμεθα καὶ ἀνενδεεῖς, πῶς οὐκ ἄχρηστος ἡ τῆς κτίσεως ἀφθαρσία; ρζʹ . Εἰ τοῖς ἐν γνώσει καλῶς πραττομένοις ἀμοιβαὶ ἀποδίδονται, πῶς τὰ ἐπὶ Ἡρώδου ἀναιρεθέντα νήπια ἀμοιβῶν ἀπολαύσουσι; ρηʹ . Εἰ ἡ χάρις διὰ τὸ τὰ πταίσματα συγχωρεῖν λέγεται χάρις, πῶς μᾶλλον ἐν τῷ νόμῳ τοῦτο εὑρίσκεται, διὰ τῶν περιρραντηρίων τὰ πταίσματα καθαιρόμενοι; ρθʹ . Εἰ τὸν φοβούμενον ὁ κύριος ἀτελῆ ἐν τῇ ἀγάπῃ φησίν, πῶς πάλιν ὁ αὐτὸς λέγει “φοβήθητε δὲ μᾶλλον τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον”; ριʹ . Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς προσέταξε γίνεσθαι, ὥστε τὴν περὶ αὐτῶν τιμὴν δείκνυσθαι, πῶς οὐχ Ἕλληνες τιμιώτεροι ἀνθρώπους θύοντες; ριαʹ . Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν τῶν ὀρθοδόξων λατρείαν τὴν τῶν θαυμάτων χάριν δεδώρηται ὁ Χριστός, διατί αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες, ἡνίκα κτλ; ριβʹ . Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα, πῶς ἡμεῖς ἀνακολούθως πρὸ τῶν ἡσσόνων κτλ; ριγʹ . |
| 11 | Εἰ περιττὸν καὶ λεῖπον ἐν τῷ σώματι ἡμῶν ὁ δημιουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων περιετέμνετο; ριδʹ . Εἰ ὁ τὰ κατὰ δύναμιν προσταχθεὶς ποιῆσαι, ἔπαινον ποιήσας κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ἀνεύθυνός ἐστιν. ριεʹ . Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος οὐ δίδωσιν, ἀλλ’ ἐπάγει κίνδυνον ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ Δαυὶδ ἐργασάμενος συγγνώμης ἠξίωται; ριʹ . Εἰ πᾶσι τοῖς ἀνθρώποις ἀναγκαία ἡ τῆς εὐχῆς βοήθεια, ταύτης δὲ οὐκ ἐδεῖτο ὁ δεσπότης Χριστός, πῶς συχνότερον ταύτῃ ὁ κύριος ἐκέχρητο; ριζʹ . Εἰ πάντων ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ μίαν ἡ ψυχὴ οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ ὀξὺς κάθηται; ριηʹ . Εἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ διὰ τὴν νηπιότητα, διατί οἱ ἐν τῇ χάριτι τούτοις κέχρηνται; ριθʹ . Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν; ρκʹ . Εἰ πάντες μέλλουσιν οἱ ἀποθανόντες ἀναστήσεσθαι, πῶς πληρωθήσεται τὸ κρίνειν ζῶντας καὶ νεκροὺς τὸν κύριον; ρκαʹ . Εἰ οἱ καταλιμπάνοντες πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ ἀδελφοὺς καὶ τὰ λοιπά, ἑκατονταπλασίονα λήψονται, ἆρα καὶ γυναῖκας ρʹ ἀπολήψονται; ρκβʹ . Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ἐχρήσατο, πῶς οἱ καιόμενοι καὶ τεμνόμενοι ἀναστήσονται; ρκγʹ . Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπέλαβον, διατί ὁ κύριος αὐτοὺς οὐ διωρθώσατο, ἀλλ’ εἴρηκεν “οὐχ ὑμῶν ἐστι γνῶναι”; ρκδʹ . |
| 12 | Εἰ τὸ τέλειον τότε νοοῦμεν, ὅτε πάντα κέκτηται τέλεια, πῶς ὁ θεὸς προϋπάρχων τῆς κτίσεως μετ’ αὐτὴν τὸ δημιουργὸς προσέλαβεν ὄνομα; ρκεʹ . Εἰ τὸ δυνάμει τι εἶναι ἔλαττόν ἐστι τῇ ἐνεργείᾳ, πῶς ὁ τῆς τοῦ κόσμου ποιήσεως, ποιητὴς ὢν δυνάμει οὐκ ἐνεργείᾳ, ἐλαττώσει οὐχ ὑποπίπτει; ρκϛʹ . Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τῶν ἑστώτων μᾶλλον θεῷ οἰκειοῖ, διατί ἐν ταῖς κυριακαῖς καὶ τὸ πάσχα ὅλον μέχρι τῆς νʹ γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; ρκζʹ . Εἰ ἐκ τοῦ τάφου Χριστὸς ἀναστὰς τὰ ἐντάφια κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν οὔτε γυμνὸν οὔτε ἄλλοθεν αὐτὸν ἀμφιασθέντα ἡ γραφὴ ἱστορεῖ; ρκηʹ . Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων ἀδύνατον εἰσελθεῖν, πῶς εἰσῆλθεν ὁ κύριος; καὶ εἰ τοῦτο ἐγένετο, πῶς τὸν λίθον ὁ ἄγγελος κυλίσας ἀνέστη ὁ κύριος; ρκθʹ . Εἰ πάσης τῆς κτίσεως δεσπότης ὁ θεὸς ὑπάρχει, διατί πρὸς μόνον τὸ ἀνατολικὸν κλῖμα τὰς προσευχὰς ποιοῦμεν καὶ οὐκ ἐν παντὶ τόπῳ, κατὰ τὸν ἀπόστολον; ρλʹ . Εἰ μήτε τῶν ἀπὸ τῶν δένδρων καρπῶν μήτε κρεῶν οἱ πρὸ τοῦ κατακλυσμοῦ ἤσθιον, πῶς Κάϊν καὶ Ἄβελ ὃ μὲν ἀπὸ τῶν καρπῶν ὃ δὲ ἀπὸ τῶν στεάτων θυσίας προσέφερον; ρλαʹ . Εἰ βασιλεία θεοῦ ἐστιν ἡ ἀνάστασις, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιοῦνται, πῶς ὁ ἀπόστολος πόρνους καὶ μοιχοὺς ταύτης ἀποτυχεῖν ἔφησε; ρλβʹ . Τίς ἡ διαφορὰ ἀναθέματος καὶ καταθεματισμοῦ δίδαξον. ρλγʹ . Εἰ τῶν ἀγαθῶν ἁπάντων τὸ καλλιστόν ἐστιν ὁ θεός, τὸ δὲ κακυνόμενον τὸ πάντων ἐστὶ χείριστον, πῶς οὐ πάσης τῆς κτίσεως ὁ ἄνθρωπος χείριστον, μόνος κακούμενος; ρλδʹ . Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ἐστὶν ὁ θεός, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν εὐσθενέσιν εἰσῴκισε σώμασιν; ρλεʹ . Εἰ κακὸν ἀντὶ κακοῦ καὶ λοιδορίαν ἀντὶ λοιδορίας ἀντιδιδόναι ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ἐναντία ἐποίησε τὸν ἀρχιερέα ὑβρίσας καὶ τὸν Ἀλέξανδρον; ρλϛʹ . |
| 13 | Εἰ καὶ κατὰ τόνδε τὸν βίον ἐν εὐπραγίαις, ὡς τοὺς κατὰ τὸν Ἀβραάμ, ὁ θεὸς ἀμείβεται, πῶς καὶ τοὺς εἰδωλολάτρας εὐπραγοῦντας μέχρι τῆς αὑτοῦ παρουσίας εἴασε; ρλζʹ . Εἰ ὁ τὸ ψεῦδος λαλῶν ἐκ τοῦ πονηροῦ ἐστι, πῶς ἔξω μέμψεως ὁ Ἰακὼβ νομισθήσεται τῷ πατρὶ ψευσάμενος καὶ τὴν τοῦ ἀδελφοῦ εὐλογίαν κλέψας; ρληʹ . Εἰ τὸ μὴ πληροῦν τὸν νόμον καὶ ἔξω τῆς Ἱερουσαλὴμ ποιεῖν τι παρανομία νενόμισται, πῶς οἱ ἐν Βαβυλῶνι οὐ παρηνόμουν προσευχόμενοι; ρλθʹ . Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων ἀεὶ γίνονται, πῶς ὁ κύριος ὡς ξένα τινὰ ταῦτα πρὸ τῆς συντελείας εἴρηκε γίνεσθαι; ρμʹ . Εἰ τὰ καθόλου στοιχεῖα τῆς κτίσεως ἐθεοποίησαν ἄνθρωποι, ὁ δὲ θεὸς κατ’ αὐτῶν ἀπεφήνατο λέγων “θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν”, ἆρα καὶ τὰ στοιχεῖα ἀπολοῦνται; ρμαʹ . Εἰ ὁ ἀποστέλλων ἔνθα οὐκ ἔστιν ἀποστέλλει, ὁ θεὸς ἀπερίγραπτον ἔχων φύσιν καὶ πανταχοῦ παρών, πῶς ἀποστέλλεται; ρμβʹ . Εἰ τὰ Σεραφὶμ ἀτενίσαι εἰς τὴν τοῦ θεοῦ μὴ δυνάμενα δόξαν καλύπτει τὰ πρόσωπα, πῶς τὰ πολυόμματα ἀτενίσαι οὐκ ἠδύνατο; ρμγʹ . Εἰ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν ὑποχείριοι Ἰουδαῖοι χριστιανοῖς ἐγένοντο, πῶς οἱ αἱρετικοὶ καὶ αὐτοὺς τοὺς χριστιανοὺς ὑποχειρίους λαβόντες κολάσει ὑπέβαλον; ρμδʹ . Εἰ ὅριον τῇ ψάμμῳ ὁ κύριος τῇ θαλάττῃ ἐποίησε, πῶς ἐν διαφόροις ὑπερβαίνει τόποις; ρμεʹ . Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν τοῦ θέλοντος δείκνυσι, πῶς ὁ παντοδύναμος θεὸς πάντας θέλων σωθῆναι οὐ σῴζονται κτλ; ρμϛʹ . |
| 14 | Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ ὁμιλίᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο; ρμζʹ . Εἰ ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰ περὶ ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, πῶς οὐ μάτην ἐν καιρῷ ἀνομβρίας εὐχόμεθα, τοῦ θείου ὅρου ἅπαντα περιέχοντος; ρμηʹ . Εἰ ἡ τοῦ σαββάτου ἀργία τῆς τοῦ θεοῦ καταπαύσεως παραδέδοται, πῶς οὐ χρονικὴν τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν δείκνυσι; ρμθʹ . Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται καὶ πολλὰ τὰ ἐν τῇ κτίσει οὐ μόνον πρὸς ἄλληλα ἀπόλλυσιν, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἀνθρώπους, πῶς πάντα καλά εἰσιν; ρνʹ . Εἰ τὴν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ὁ ἐχθρὸς κατεργάζεται μηχανώμενος, ταῖς μελλούσαις ὑποβάλλειν κολάσεσι βουλόμενος, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ ἄλογα ἀεὶ τὰ φαῦλα μετέρχονται; ρναʹ . Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως ἔπεμψε, πῶς ἐν τῇ θείᾳ γραφῇ νόμος καὶ νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; ρνβʹ . Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ αὐτὸν ἡ γραφὴ προσηγόρευσε, πῶς οὐδαμοῦ Ἐμμανουὴλ ἐκλήθη; ρνγʹ . Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ἀπηγόρευται, πῶς ὁ Χριστὸς τοὺς ἑαυτοῦ γονέας ἀθετήσας ἀναμάρτητος δείκνυται; ρνδʹ . Εἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, πῶς ἡμεῖς πρὸ τοῦ βαπτίσματος ἐλαίῳ χριόμεθα, ὕστερον δὲ τῷ μύρῳ σφραγιζόμεθα; ρνεʹ . Εἰ δίκαιος ὁ τὸν ἡμαρτηκότα τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ διὰ τὸν Ἰωνάθαν καὶ τὸν Δαυὶδ τοιοῦτον λαὸν θανατώσας; ρνϛʹ . Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς διὰ παραβολῆς ὀνομάζει, τοῦτον δὲ Ἰουδαῖοι ἐπιγνόντες ἐσταύρωσαν, πῶς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος ἄγνοιαν αὐτοῖς τοῦ τολμήματος ἐμαρτύρησεν; ρνζʹ . |
| 15 | Εἰ μόνος ὁ Χριστὸς τὸν νόμον ἐξεπλήρωσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ; ρνηʹ . Εἰ ἄγγελος τοῦ οὐρανοῦ ἀνώτερος καὶ θεοὺς ἡ γραφὴ τοὺς ἀνθρώπους ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγγέλους θεοὺς ὀνομάζεσθαι; ρνθʹ . Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; ρξʹ . Εἰ δι’ ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν τῆς σαρκὸς βρῶσιν ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ τοῦ αἵματος κωλύει; ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐπερωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων. |
| 17 (1t) | Αʹ. Ἐρώτησι ς . Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν, τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ μὴ γεννᾶν· πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννηθέντος, καὶ τοῦ υἱοῦ μὲν γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεννηθέντος, καὶ τοῦ πνεύματος μὴ γεννήσαντος μηδὲ γεννηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοσαύτην τοῦ γεννᾶσθαι ἢ τοῦ μὴ γεννᾶσθαι καὶ τοῦ γεννᾶν ἣ μὴ γεννᾶν τὴν ἐναντίωσιν κεκτημένου; Ἀπόκρισι ς . Εἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν θείων τριῶν ὑποστάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσία, ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις· ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρόπων οὐ διαιρεῖ τὸ ἓν τῆς οὐσίας. καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς ἐστι μὲν ὁ τῆς οὐσίας λόγος (ψυχὴ γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος) καὶ ἐν τοῖς διαφόροις τῆς ὑπάρξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς, ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας εἶς θεὸς πεπίστευται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. |
| 18 | τὰ μὲν οὖν ἐπὶ τῶν τριῶν θείων ὑποστάσεων ὡσαύτως ἀπαραλλάκτως λεγόμενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως, ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως. Βʹ. Ἐρώτησι ς . Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ καὶ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; Ἀπόκρισι ς . Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ἐφ’ ἑαυτοῦ, καὶ τούτου πίστιν μὲν ἔχομεν, ζήτησιν δὲ οὐκ ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστὶ καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν· οὐ γὰρ ἔστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἵνα νοηθῇ ἐν συνθέσει, ὥσπερ ἡ φύσις. ἀλλ’ ὡς ὑπὲρ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν. Ιʹ. Ἐρώτησι ς . Εἰ ἁπλοῦν μὲν τὸ καθ’ ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ’ ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τῶν τριῶν ἰῶτα συγκείμενον πῖ, οὐκ ἀφαιρεῖται τοῦ ἐξ ἀμφοτέρων συγκειμένου τὸ σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων (πατρὸς λέγω καὶ υἱοῦ) καὶ ἑνὸς προσώπου, ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος (τοῦ πνεύματος φημὶ τοῦ ἁγίου), 〈τὴν〉 σύνθεσιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραφος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσώπων, διακρίσεώς τε καὶ διαιρέσεως; Ἀπόκρισι ς . |
| 19 | Τὸ ἰῶτα καὶ τὸ πῖ κατ’ οὐσίαν ἀλλήλων οὐδὲν διαφέρουσι· γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον, γραμμὴ δὲ γραμμῆς οὐδὲν διαφέρει· διαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ τοιᾷδε θέσει. καθ’ ἣν ἐκεῖνο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. καὶ τὸ μὲν πῖ. εἰ γραμμή ἐστιν, ἕν ἐστιν· εἰ δὲ πῖ ἐστι, τριάς ἐστι καὶ σύνθετον καὶ γενητόν· κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συντεθεικότος αὐτὸ καὶ πεποιηκότος. χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλογίαν θεωρεῖν βουλόμενον τὸν ὑπὲρ τὴν φύσιν ὄντα, ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας, τὰ ἁρμόττοντα τῷ διὰ τῆς ἀναλογίας θεωρουμένῳ. οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ γενητῶς τε καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγενήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα. οὔτε γενητός ἐστιν οὔτε σύνθετος· διὸ ἐπὶ μὲν θεοῦ τὴν ἀίδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύνθεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν διὰ τὴν κατὰ μέρος αὐτοῦ γένεσιν. εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐσίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως. διαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς τῶν ὑποστάσεων ὑπάρξεως, ἐν δὲ τῷ πῖ κατὰ τὴν ποιὰν θέσιν τῆς γραμμῆς. |
| 20 | Δʹ. Ἐρώτησι ς . Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις, τριώνυμος, τριπρόσωπος; Ἀπόκρισι ς . Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαίρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. διὸ αἱ τρεῖς ὑποστάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς. καὶ τὴν ὑπόστασιν, ἣν καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ υἱόν, ἀλλ’ ἄλλην· τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. διὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων. Εʹ. Ἐρώτησι ς . Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; Ἀπόκρισι ς . Κἂν διεζευγμένως λέγωμεν τὸν υἱὸν ποτὲ μὲν υἱὸν τοῦ πατρός, ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτόν· οὐδέποτε νοοῦμεν. υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ’ οὐσίαν θεοῦ. ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν υἱὸν τοῦ θεοῦ, ἐπειδὴ εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας. ϛʹ. Ἐρώτησι ς . Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ’ αὐτὴν εἴ τι γεγέννηται, μεθυπάρχει τοῦ γεννήσαντος; εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ’ ἄρα τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοηθήσεται. Ἀπόκρισι ς . |
| 21 | Ἡμεῖς ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν. ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήματος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως. Ζʹ. Ἐρώτησι ς . Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐνανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι, τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα τοῦ θεοῦ λόγου ἀδιαίρετον ἔχοντος; πῶς οὖν τὰ τῇ ὁμοουσίῳ τριάδι διὰ τὸ ἀδιαίρετον διαφέροντα τῷ ἑνὶ προσώπῳ, τουτέστι τῷ θεῷ λόγῳ, ἀκολούθως ἁρμόττειν δυνήσεται; Ἀπόκρισι ς . Ἡ μὲν θεία οὐσία μία καθέστηκε καὶ τὰ αὐτῆς πάντα κοινὰ τῶν ἐχόντων ταύτην, αἱ δὲ θεῖαι ὑποστάσεις εἰσὶ τρεῖς, ὧν τὰ ἰδικὰ διῃρημένως ὑπάρχει ἑκάστῃ. ἐπειδὴ οὖν ἡ ἔνσαρκος οἰκονομία ἰδική ἐστι τοῦ θεοῦ λόγου, εἰς φανέρωσιν γὰρ αὐτοῦ τῆς σαρκὸς ἐγένετο ἡ λῆψις, διὰ τοῦτο ἀκολούθως προσάπτωμεν τῷ θεῷ λόγῳ κατὰ τὸν τρόπον τῆς ἀντιδείξεως τὰ τῆς οἰκονομίας. διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ εἰς τὸν πατέρα καὶ εἰς τὴν οἰκονομίαν διῃρημένως ποιεῖ τοὺς λόγους, ὡς ὅταν λέγῃ “ὁ πατήρ με ἀγαπᾷ” καὶ “ὁ πατήρ, ὃς δέδωκέ μοι”. ὡσαύτως δὲ καὶ εἰς τὸ πνεῦμα καὶ εἰς τὴν οἰκονομίαν διαιρεῖ τοὺς λόγους, ὡς τὸ “ἐξέβαλεν αὐτὸν εἰς τὴν ἔρημον τὸ πνεῦμα πειρασθῆναι ὑπὸ τοῦ διαβόλου” καὶ τὸ “εἰ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια”. εἰς δὲ τὸν θεοῦ λόγον καὶ εἰς τὴν οἰκονομίαν οὐδαμῶς ποιεῖ τὴν τοιαύτην διαίρεσιν, ἀλλὰ κατὰ τὸν λόγον τῆς ἀντιδείξεως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου ποιεῖ ἀδιαιρέτως τὴν διήγησιν τῶν ἑκάστῃ φύσει διῃρημένως ἁρμοττόντων. Ηʹ. Ἐρώτησι ς . Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως καὶ ὄντως ὄντα υἱὸν τῇ ἀντιδιαστολῇ τοῦ μὴ ἀληθῶς μηδὲ κυρίως μηδὲ ὄντως ὄντος υἱοῦ, υἱοῦ δὲ ὅμως καὶ τούτου καλουμένου, πῶς δυάδι υἱῶν οὐ λατρεύουσι, κἂν ἑτεροούσια τὰ δύο τυγχάνουσι πρόσωπα; Ἀπόκρισι ς . |
| 22 | Ἡ τοιαύτη γεγένηται ἀντιδιαστολὴ πρὸς σαφήνειαν τοῦ τίς τί τίνι ἔδωκε, τουτέστιν ὅτι ἡ μορφὴ τοῦ θεοῦ λαβοῦσα τὴν τοῦ δούλου μορφὴν ἐν τάξει ἑαυτῆς, ἔδειξεν αὐτὴν τῇ κτίσει. διὸ καὶ ἡ θεία γραφὴ ἀπὸ ταύτης τῆς γνώσεως ὁρμωμένη τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν καταγγέλλει ποτὲ μὲν κατὰ τὴν ἄθετον αὐτοῦ υἱότητα, ὅταν λέγῃ “δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε”, ποτὲ δὲ κατὰ τὴν τιθεμένην, ὅταν λέγῃ “ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε”. [ταῦτα] τῇ τοῦ δούλου μορφῇ οὐχ ἁρμόττει. διὰ τοῦτο τῇ τοιαύτῃ ἀντιδιαστολῇ ἑκάστῃ μορφῇ τὸ ἁρμόζον ἀποδέδοται· εἰ γὰρ μὴ κατ’ ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ’ ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός—ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι—, ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν· εἰ δὲ τοῦτο προδήλως ἄτοπον, ἀδιάβλητος ἄρα ἡ τῶν φύσεων ἀντιδιαστολὴ ἐπὶ τῇ δυάδι αὐτῶν, ὡς ταύτης οὖσα κατασκευαστική. τὸ δὲ ἐν τάξει τῆς μορφῆς τοῦ θεοῦ ὁρᾶσθαι τὴν τοῦ δούλου μορφὴν καὶ μὴ ἐν τῷ οἰκείῳ προσώπῳ πάσης τῆς κατὰ πρόσωπον αὐθεντίας τε καὶ τιμῆς, δυάδος υἱῶν ἐστιν ἀναιρετικόν· τὸ γὰρ ἐν τάξει ταὐτόν ἐστι τῷ τάξαντι προσώπῳ καὶ οὐ φύσει. Θʹ. Ἐρώτησι ς . Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ’ οὐσίαν, ἧττον δὲ κατ’ ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέλων τε καὶ ἀνθρώπων, οἶκος οἰκούντων σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀξίας; Ἀπόκρισι ς . |
| 23 | Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου. διὸ οὔτε ὑγιῶς ἠρωτήθη· ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑρεθῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. ἔτι δὲ τὰ λεχθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα, ὁ δὲ θεὸς τῇ βουλήσει περιέχει τὸ πᾶν. καὶ τὰ μὲν ἄλλα περιεχόμενα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος, ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. καὶ τοῖς μὲν ἄλλοις περιεχομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόντων αὐτά, τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. καὶ τὰ μὲν λεχθέντα περιεκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν, ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. διὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ, οὕτω καὶ τῇ ἀξίᾳ. Ιʹ. Ἐρώτησι ς . Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται. Ἀπόκρισι ς . Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν, τὸ ἔργον αὑτοῦ τηρεῖ. καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν. ΙΑʹ. Ἐρώτησι ς . Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος—τὸ γὰρ “τοῦ ἀνθρώπου” φασὶν οὐ θηλείας ἐστὶν ἀλλ’ ἄρρενος ὄνομα—, τίσι λόγοις χρησάμενοι τὴν τοιαύτην λοιδορίαν ματαίαν ἐλέγξομεν; Ἀπόκρισι ς . |
| 24 | Εἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ “ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσήφ”· τὸ γὰρ “ὡς ἐνομίζετο” ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων χώραν οὐκ ἔχει, τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλιποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελλούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. πρὸς ἀναίρεσιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λόγοις τοιούτοις· εἰ διὰ τὸ μὴ εἰπεῖν τὸν Χριστὸν ἑαυτὸν υἱὸν τῆς ἀνθρώπου οὐκ ἔστι διὰ τοῦτο τῆς ἀνθρώπου, δῆλον ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου. εἰ δὲ τινὸς ἀνθρώπου οὐκ ἔστιν υἱὸς ὁ Χριστός, ἐξ ἀνάγκης οὐδὲ υἱὸς ἀνθρώπου ἐστίν. ἔτι δέ, εἰ καθώσπερ υἱὸς τοῦ Ἠλὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἠλί, τί ἄτοπον οὕτως καὶ τὸν Χριστὸν δοῦναι υἱὸν τῷ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας; τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕνα δὲ κατὰ τὸν νόμον χωρὶς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ Χριστοῦ τὴν γέννησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ· “πνεῦμα”, φησίν, “ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. |
| 25 | διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον. κληθήσεται υἱὸς θεοῦ”. ἀλλ’ εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἠλὶ υἱός ἐστι τοῦ Ἠλὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολλῷ μᾶλλον τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας. ΙΒʹ. Ἐρώτησι ς . Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖος καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε διὰ τὸ οὕτως τὰ γένη τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ εὐαγγελίου τοῦ οἰκείου ἐκθέμενος, τοὐναντίον παρ’ αὐτοῦ γραφῆναι ὀφείλοντος, ἐπειδὴ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν πατέρων ἀνάγκη λογίζεσθαι; ἐνδέχεται γὰρ κατὰ νόμον γενέσθαι πατέρα, ἅπαξ τοῦ κατὰ φύσιν πατρὸς τὸν παῖδα γεννήσαντος. πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελισταῖς ἡ τάξις ἀντέστραπται καὶ ὁ Λουκᾶς, ὁ ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; εἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχόμενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δύνανται. ἐκ προοιμίων πρὸς ἀντίρρησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρῃσκείᾳ προστεθῆναι βουλόμενον; Ἀπόκρισι ς . Ἐν τῇ κατὰ Λουκᾶν γενεαλογίᾳ ὁ Ἠλὶ μόνος ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἠλὶ ἕως τοῦ Νάθαν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν προτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἠλὶ πρὸς τὸν Ἰωσήφ, πάππων καὶ προπάππων λογιζομένων, τοῦ Ἰωσὴφ μὲν μόνου κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. |
| 26 | τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελιστῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκείνων φωνῶν νομισθεῖσα τοῖς παρανοήσασιν. ΙΓʹ. Ἐρώτησι ς . Εἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυναῖκα ἐλάμβανε; καὶ πῶς οὐκ ἄτοπον; εἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπορον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιίας μνημόσυνον; τί δὲ καὶ τῷ ἀποθανόντι προσεγένετο ὄφελος; τὸ διὰ παιδοποιίας ἑτέρου ἐκεῖνον μετὰ τέλος πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισι ς . Τοῦ νόμου μὴ κωλύοντος τοὺς Ἰσραηλίτας γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα, ἀλλὰ καὶ αἰχμαλώτιδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον ἀνακύπτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν τὸν ἀδελφὸν τοῦ τελευτήσαντος, τοῦ νόμου μὴ παρακουομένου· πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παρακοῇ τοῦ νόμου ὑφίσταται. κἂν συμβαίη δὲ στεῖραν τὴν γυναῖκα ὑπάρχειν, ἀλλ’ ἄδηλον τοῦτο τῷ ἀνδρὶ καὶ τῇ γυναικί, τῷ δὲ ἀδήλῳ οὐκ ἔστι δίκαιον παριδεῖν τὸν νόμον. |
| 27 | ἐτέθη δὲ ὁ νόμος οὗτος, ἵνα ὧν ἀφείλετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προνοίᾳ· εἰ γὰρ μνημοσύνης ἕνεκεν κληρονόμου ἐπὶ τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι ᾧ τρόπῳ βουληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώπῳ, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγαμίᾳ ὁ κλῆρος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ πρώτῳ ἀνδρὶ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τελευτήσας, ἀλλὰ τοῦ ἐκ τοῦ ἰδίου σώματος τικτομένου· ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας υἱὸς ὀνομάζεται τοῦ τελευτήσαντος, οὕτω καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή. ΙΔʹ. Ἐρώτησι ς . Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ Δαυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυὶδ καὶ μετὰ τὸν Δαυὶδ ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ Δαυὶδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν Δαυὶδ τῶν κατὰ νόμον πατέρων τοῦ Χριστοῦ τὴν μνήμην πεποίηται; καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοικεσίαν Βαβυλῶνος ἐν θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέγραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκριβεστέρων πιστευθῆναι δυνήσονται; Ἀπόκρισι ς . Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ Ἠλὶ ἐμνήσθη, τῶν τε πρὸ τοῦ Δαυὶδ καὶ τῶν μετὰ τὸν Δαυίδ· ὁ δὲ Ἠλὶ μόνος ἦν κατὰ νόμον πατὴρ τοῦ Ἰωσήφ, τοῦ διὰ τὴν κατὰ νόμον υἱότητα ἕως τοῦ Νάθαν κατὰ τὴν σχέσιν ἀναγομένου. |
| 28 | τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ φύσιν τὸν δὲ κατὰ νόμον, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν· ὥσπερ γὰρ αὐτὸς ὁ Ἰωσὴφ υἱὸς μὲν ἐκλήθη τοῦ Ἠλί, μὴ γεννηθεὶς δὲ ἐξ αὐτοῦ, ὅτι τῷ θείῳ νόμῳ οὕτως ἔδοξεν ἐκ τῆς γυναικὸς τοῦ Ἠλὶ δοῦναι υἱὸν τῷ Ἠλί, οὕτως ἔδοξε τῷ θεῷ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ δοῦναι υἱὸν τῷ Ἰωσὴφ μὴ γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ. “Ἰωσήφ”, φησίν, “υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου”· τὸ γὰρ ἐκ τῆς γυναικός τινος χωρὶς πορνείας τικτόμενον υἱός ἐστιν ἐξ ἀνάγκης τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ᾧ τρόπῳ βούλεται δοῦναι ὁ θεὸς υἱὸν τῷ ἀνδρί, ἢ διὰ συνάφειαν ἢ χωρὶς συναφείας. οὐκ ἀποφάσει δὲ χρώμενοι οἱ εὐαγγελισταὶ τὴν ἔκθεσιν ἐποιήσαντο τῶν ἐν ταῖς γενεαλογίαις ὀνομασθέντων, ἀλλὰ ταῖς ἐγγράφοις ἱστορίαις. Ἑβραῖοι γὰρ ἦσαν ἐξ Ἑβραίων οἱ τὰς γενεαλογίας συγγραψάμενοι ἅγιοι εὐαγγελισταί, παρ’ οἷς πολλή τις ἦν ἡ σπουδὴ τοῦ ἐγγράφως ἔχειν τῆς βασιλικῆς τε καὶ ἱερατικῆς φυλῆς τὴν γενεαλογίαν. ἀμέλει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Παραλειπομένων. ΙΕʹ. Ἐρώτησι ς . Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸν προφητεύων φησί “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται”, ἐπὶ δυσδιηγήτου ἆρα ἢ ἀδιηγήτου λέγει, καὶ ἐπὶ τῆς θεότητος ἢ ἐπὶ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν δόξαν; Ἀπόκρισι ς . |
| 29 | Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διαθέσει κατήγγελται, καθάπερ ἤδη προείπαμεν, ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος. ἐμφαίνει οὖν ἡ προφητικὴ ῥῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως. Ιϛʹ. Ἐρώτησι ς . Εἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεός, ὡς αὐτῇ μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν χριστιανῶν ὡς ἀρεστὴν αὐτῷ ἀντεισήγαγεν, οἱ δὲ ὀρθόδοξοι μόνοι θεῷ ἀρέσκοντες Ἑλλήνων τε καὶ Ἰουδαίων καὶ πάντων αἱρετικῶν κατὰ τὸν ἀριθμόν. ὑπάρχουσιν ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυνάμεως τοῦ ταύτην ἀντ’ ἐκείνης ἑλομένου λατρείαν τὴν πλάνην μένειν ἀνεκρίζωτον, πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης κατάλυσις, πλάνης ἑτέρας κατεχούσης τὸν κόσμον; Ἀπόκρισι ς . Τοῦ δεσπότου θεοῦ λατρείαν λατρείας ἀντεισάγειν διὰ τῆς παλαιᾶς διαθήκης προωρισμένου, εἰ μὴ ἀντεισήγαγε ταύτην ἐκείνης, ἐνῆν τότε μόνον ἐπὶ πτωχείᾳ δυνάμεως διαβάλλειν τὸν θεόν, ὡς προορισάμενον τὰ ὑπὲρ δύναμιν· νῦν δὲ ταύτην ἀντ’ ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν. |
| 30 | τὸ δὲ κατὰ τὴν λατρείαν, διδασκαλίαν πίστεώς τε καὶ πολιτείας, εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων ἔσχον καὶ ἔχουσιν, ἀλλ’ οἳ μὲν ὀρθῶς, οἳ δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως, τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ’ αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμελείας. εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρθοδόξων ὀλιγότητος. ποτὲ μὲν “πολλοὶ μέν” φησί “κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί”, ποτὲ δὲ “ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν”. ὡσαύτως δὲ καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυτοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς ἰχθύας ὠνόμασεν. εἰ τοίνυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν χριστιανῶν λατρείᾳ, ἀλλὰ τῇ τῶν πραγμάτων μαρτυρίᾳ * ἐκ τῶν προλαβόντων πεπιστευμένα ἔχουσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις ἡ τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως, ἢ τοῦ ἀνωφελῆ λέγειν τὴν λατρείαν, λατρείας ἀντεισαγομένην, νῦν μὲν λυτικὴν οὖσαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστερον δὲ καὶ τῶν αἱρέσεων. ΙΖʹ. Ἐρώτησι ς . Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρόπαια, λοιμῶν ἐφόδους, τῶν τεμενῶν τὰς λύσεις, προειρήκασι προφῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ’ Ἕλλησι διὰ χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζονται, ἅπαξ παρ’ ἑκατέρου μέρους τῆς τῶν ἐσομένων γεγενημένης προρρήσεως; Ἀπόκρισι ς . |
| 31 | Τοῦ αὐτοῦ θεοῦ ἐστι ταῦτα πάντα, καὶ ἡ πρόρρησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν. ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυεν ἃ ἔμελλε ποιεῖν· ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δ’ ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερα δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ— “καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ’ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύεσθαι μαντείαν καὶ τοῦ ἀναβράσαι ῥάβδον καὶ τοῦ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ· καὶ ἐγένετο μαντεῖον ἐν Ἱερουσαλὴμ” καὶ τὰ ἑξῆς—, οὕτω καὶ διὰ τῶν παρ’ Ἕλλησι μάντεων, ὅσα διὰ τῶν ἔργων ἐδέξατο τὴν ἔκβασιν, αὐτὸς προεμήνυσε. διαφορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή, πρῶτον μὲν ὅτι θεὸν οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν· καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χριστιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται, τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δέ, ὅτι οὐδὲν ὧν προεῖπον οἱ μάντεις, ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτόν, ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμάτων, τὴν ἔκβασιν ἐδέξατο. καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον “μὴ ἄνευ κυρίου. ἀνέβην ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν; κύριός μοι εἶπεν ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν”, καὶ ἀναβὰς παρὰ τὴν μαντείαν ἐρημώθη. |
| 32 | ΙΗʹ. Ἐρώτησι ς . Εἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζονται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισι ς . Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, δῆλον ὅτι ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένος, χείρων ἐστὶ τῶν ἀπίστων· τοσοῦτον γὰρ χείρων ἐστὶ τῶν ἀπίστων, ὅσον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀναπολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος. ΙΘʹ. Ἐρώτησι ς . Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυλάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν; Ἀπόκρισι ς . Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυνάμει τὴν ἀλήθειαν, ὅσον καὶ ὑποδεικνυμένην αὐτοῖς ταύτην παρὰ τῶν αὐτὴν εὑρηκότων οὐκ ἀνέχονται δέξασθαι αὐτήν. καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγγινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ γνώμης τὰς αἱρέσεις συστησαμένοις, μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ. νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρονήματος, δῆλοί εἰσιν ὅτι ἐκ τῆς φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρεσιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι’ ἣν αἰτίαν “λύκοι βαρεῖς” ὑπὸ τοῦ ἀποστόλου ὠνομάσθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. |
| 33 | ὅτι δὲ ἀδύνατόν ἐστιν ἀποτυχεῖν τῆς εὑρήσεως τῷ ἐν ὅλῃ καρδίᾳ τε καὶ δυνάμει ζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύριος λέγων “πᾶς ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται”. Κʹ. Ἐρώτησι ς . Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦνται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρτων, καρπῶν γῆς τε φορὰ καὶ ἐλαίου ἀνάβλυσις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; Ἀπόκρισι ς . Ὥσπερ τὸ “ἀνέτειλε τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους” οὐκ ἔστι βεβαιωτικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ, ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βεβαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖσθαί τινας ἐν αὐτοῖς δυνάμεις. εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀναξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· “κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν”; λέγων πρὸς αὐτοὺς “οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν”· ὁ γὰρ διδάξας ἡμᾶς ψωμίζειν καὶ ποτίζειν ἐχθρὸν πεινῶντα καὶ διψῶντα, πολλῷ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς τῶν ἀξίως τὸν δοτῆρα τῆς χάριτος οὐκ ἐγνωκότων. |
| 34 | ΚΑʹ. Ἐρώτησι ς . Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδείκνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν μετὰ τὴν ἀνάστασιν τοὺς ἀνθρώπους κομίζεσθαι; Ἀπόκρισι ς . Ἀπαθεῖς λεγόμεθα ἀνστάντες, ὅτι ἀφ’ ὧν ἐσμεν κατὰ φύσιν, τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον· οἷον, ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς λύπην, οὔτε χαίρομεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ, ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον. κἂν ἐπὶ μείζοσι μὲν ἀγαθοῖς μᾶλλον χαιρόμεθα, ἐπ’ ἐλάττοσι δὲ ἧττον, ἀλλὰ καὶ οὕτω κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμένων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λόγος, ὅταν ἀπαλλάττωνται, ὥσπερ τοῦ θανάτου, οὕτω καὶ τῆς κρίσεως· κατὰ γὰρ τὸν σωτῆρα, τῶν ἀνισταμένων οἳ μὲν εἰς ζωὴν οἳ δὲ εἰς κρίσιν ἀνίστανται. ΚΒʹ. Ἐρώτησι ς . Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; τότε γὰρ ἑκάτερον πλείονα δίδωσι θατέρῳ τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παράθεσις δείκνυται. Ἀπόκρισι ς . Εἰ τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθήσεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται τιμῆς τε καὶ τιμωρίας, καὶ οὐκ ἐνδέχεται τῇ παραθέσει τῶν ἀντικειμένων δέξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν· ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιόν, οὕτως καὶ κατὰ τὸ ποσόν. |
| 35 | ΚΙʹ. Ἐρώτησι ς . Εἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύσει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισι ς . Οὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράττειν τὸ καλὸν καὶ μὴ πράττειν τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους. καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων, ἀλλ’ ἐν τῇ αἱρέσει τῶν αἱρουμένων. οὐκ ἄρα οὖν ὁ θεὸς αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγαθοὺς ἢ κακούς, ἀλλ’ ἡ προαίρεσις ἡμῶν· ὥσπερ γὰρ ὁ ὁρῶν γυναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ’ ὅταν ἡ γνῶσις ἐξυπνίσῃ τὸ τῆς ἐπιθυμίας πάθος, οὐδ’ οὕτω πόρνος ἐστίν, ἀλλ’ ὅταν συγκατατίθεται τῷ πάθει ἡ προαίρεσις, τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτω καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐτοὺς εἶναι ἢ κακούς, ἀλλ’ ἡ προαίρεσις ἡ κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη. ΚΔʹ. Ἐρώτησι ς . Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως ποιεῖ τὰ ἀμφότερα, ἑκάτερα παρ’ αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος; Ἀπόκρισι ς . |
| 36 | Τὸ ἡμεῖς καὶ τὸ ἐφ’ ἡμῖν ἀλλήλων διαφέρει. ἡμεῖς μὲν ἄρρενες καὶ θήλειαι ἐσμέν, ἐφ’ ἡμῖν δὲ τὸ εἶναι σώφρονας ἢ πόρνους. στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ’ ἡμῖν· ἐφ’ ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, δι’ αὐτὰ στεφανούμεθα ἢ κολαζόμεθα· ἃς γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην, κυβερνητικὴν οὖσαν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν ἐξουσίαν, πράττειν μὲν τὰ δίκαια, μὴ πράττειν δὲ τὰ ἄδικα. ὅταν οὖν οὕτω πράττωμεν καὶ μὴ πράττωμεν, δικαίως στεφανούμεθα· μετατιθέντες δὲ τὸ πράττειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολαζόμεθα. ΚΕʹ. Ἐρώτησι ς . Εἰ τὰ σωματικώτερον περί τε θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισι ς . Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λεχθέντα κατὰ ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει, οἷον ὡς τὸ “ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας”. ἐπὶ μὲν τῶν ἀνθρώπων τὸ “ὠσφράνθη” κατὰ φύσιν, ἐπὶ δὲ θεοῦ καταχρηστικῶς καὶ οὐ φύσει. τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατὰ ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει· οὐ γὰρ καταπίνει ὁ ἄνθρωπος ἄνθρωπον κατὰ φύσιν, ἵνα κατὰ ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν Δία. ἔστι δὲ ὁ μῦθος λόγος ἀσύστατος, πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι. Κϛʹ. |
| 37 | Ἐρώτησι ς . Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμένων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτε τῶν ἔργων ἀμοιβὰς κομιζόμενα, οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λαβεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισι ς . Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ “σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει”, τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ καὶ τὸ πιστεύειν τῶν βρεφῶν τὴν ἀνάστασιν· ὁ γὰρ τὴν ἀφθαρσίαν αὐτοῖς παρέχων, δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. πλὴν οὐδὲ “ἔστιν ἐκεῖ μικρὸς ἢ μέγας”, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι· τὸ γὰρ “ἐγείρεται ἐν δυνάμει” οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. ἔτι δέ, εἰ οὐ γίνεται τῶν βρεφῶν ἀνάστασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά. εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ αὐτὰ εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. πῶς δὲ οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρίνειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρός, τῆς ἀγαλλιάσεως σκιρτήματα, καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων. ΚΖʹ. Ἐρώτησι ς . Εἰ ἐψευσμένον ὑπάρχει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετικῶν διδόμενον βάπτισμα, διατί οἱ ὀρθόδοξοι τὸν προσφεύγοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ’ ὡς ἐν ἀληθεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; εἰ δὲ καὶ χειροτονίαν τύχοι παρ’ ἐκείνων δεξάμενος καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀποδέχονται, πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον ἔχουσιν; Ἀπόκρισι ς . Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου. τὸ σφάλμα διορθοῦται, τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήματος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει ἄλυτον. |
| 38 | ΚΗʹ. Ἐρώτησι ς . Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη· καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν ἐκείνης τῆς ἡμέρας ἀπώλειαν· εἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δείκνυται ἁμαρτωλὸς παρακουσθείς; “θέλημα γάρ” φησί “τῶν φοβουμένων αὐτὸν ποιήσει”· περὶ δὲ τῶν ἁμαρτωλῶν, ὅτι “ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν”. Ἀπόκρισι ς . Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ, ὡς εἰ ἔλεγεν “εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην, κατὰ τὴν ἡμέραν ταύτην κεκατηραμένη”. διατί; “ἵνα ἐγώ” φησί “μὴ ἐγεννήθην”. οὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ ἡμέρᾳ τῇ οὕτω κεκατηραμένῃ. ἢ οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτω γεγενημένη, ὡς ἀναμένουσα τὴν ἔκβασιν; εἰ γὰρ ἦν οὕτως γεγενημένη, ἀνεκαλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλίψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς κατάρας ἐφθέγξατο ῥήματα, ἧς ἀπαλλαγεὶς οὐκ ἔστι δῆλον ὅτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας εἶχε γνώμην. ΚΘʹ. Ἐρώτησι ς . Εἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλμῶν ἐστι παρατήρησις, διατί οἱ εὐσεβεῖς πάσῃ δυνάμει ταύτην ἀπωθεῖσθαι βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρωπὸν μηνυούσης ταύτης; καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; εἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται; Ἀπόκρισι ς . |
| 39 | Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώματος· ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφιστάμενον πάντων τῶν ζῴων. διὸ ἀνάξιον ἔκριναν οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελλόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. καθάπερ οἱ πταρμοὶ ῥινῶν καὶ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν παραγίνονται πρόθεσιν, οὕτω καὶ ὁ παλμός· ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα καὶ ἕνα ἔχουσι τὸν σκοπόν, τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ὑποβλέπειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυθρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. καὶ εἰ ὁ αὐτὸς παλμὸς ὁ προμηνύων πλοῦτον τῷ βιωτικῷ ἀνθρώπῳ προσγίνεται καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου, τῆς προαιρέσεως τοῦ ἀσκητοῦ οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης, ἀλλ’ οὐδὲ τὴν κτῆσιν τῶν παρόντων; Λʹ. Ἐρώτησι ς . Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς “εἰς ζωὴν αἰώνιον” ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγαγεῖν “ἁλιεῖς” αὐτοὺς εἶναι “ἀνθρώπων” ἐπηγγείλατο; Ἀπόκρισι ς . Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων. προσέθηκε δὲ τὸ “εἰς ζωήν”, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑποδεικνυμένῳ προσθέμενος. |
| 40 | ΛΑʹ. Ἐρώτησι ς . Εἰ σώφρονι λογισμῷ οἱ μοναχοὶ κατεχόμενοι τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διατί ἐν ταῖς καθ’ ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχούσας ἀλλ’ ἔστιν ὅτε μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντασίᾳ νομίζουσι; τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιούτου πολέμου; καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων ἀπέχεσθαι καὶ εἰ προσιέναι αὐτοῖς χρή, ἢ λουσάμενον ἢ ἑτέρῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαίρεσθαι δίδαξον, ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρὰ τῶν λογικωτέρων ἡ ζήτησις. Ἀπόκρισι ς . Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἐχθρὸν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώμενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο τὰ ἀβούλητα καθ’ ὕπνον πάσχουσι. καίτοι εἰδὼς ὁ ἀντίπαλος, ὅτι τοῖς οὐκ ἐφ’ ἡμῖν οὔτε ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα, οὔτε ἐπὶ τοῖς αἰσχροῖς ψεγόμεθα—ὁ γὰρ ἔπαινος καὶ ὁ ψόγος τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ’ ἡμῶν πραττομένων ἐστί—, καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ’ ἡμῖν ἐστιν, ἀλλ’ ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ταύτας ἔχων ἐν ἑαυτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑρεῖν ἡμᾶς ἐπὶ τῇ ἀνόμῳ πράξει τερπομένους. ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ’ ἡμῖν· τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι, τοῦτο ἐφ’ ἡμῖν ἐστι. κἂν μὲν οὖν εὑρῇ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους, καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος· ἐὰν δὲ λυπουμένους ἡμᾶς, ματαιοῦται τῇ βουλῇ ἡττώμενος. |
| 41 | ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλλαγὴν τοῦ κακοῦ τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσαρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν, ἀπέχεσθαι δὲ τοὺς οὕτω τὰ ἀβούλητα πάσχοντας τῆς κοινωνίας τῶν θείων μυστηρίων οὐδ’ ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβουλήτων κακῶν τὴν διαφοράν. ΛΒʹ. Ἐρώτησι ς . Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ κύριος καὶ δεσπότης Χριστὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλήθυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόρρησις οὐ διέψευσται; Ἀπόκρισι ς . Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστίν, ἡ περὶ αὐτοῦ πρόρρησις λέγουσα· “διὰ τὸ πληθυνθῆναι τὴν ἁμαρτίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν”. καὶ πάλιν· “ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προσέχουσι πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων”. καὶ πάλιν· “ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται”. καὶ πάλιν· “εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὑτῶν”. ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· “διὰ δὲ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι”. ἀλλ’ εἰ μὲν συνέβη τι τῷ σίτῳ, τὸ μὴ εἰρημένον περὶ αὐτοῦ αὐξανομένου τε καὶ ἐκλειπομένου, δῆλον ὅτι διέψευσται ὁ περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν προρρήσεων δεδήλωται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος, ἀλλ’ εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλήλων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ θατέρου μὴ ὄντος, οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν. |
| 42 | ΛΓʹ. Ἐρώτησι ς . Εἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγιασθῆναι καὶ τηρηθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο, πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; πῶς δὲ δείκνυται ἀληθές, ὅτι “οἶδα ὅτι πάντοτέ μου ἀκούεις”; Ἀπόκρισι ς . Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ οὗ τε λαβὼν ὁ κύριος τὸν ψωμὸν καὶ βάψας αὐτῷ ἐπέδωκε· καὶ λαβὼν ὁ Ἰούδας τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, καὶ ἐξελθὼν ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο, καὶ τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς· εὐξάμενος γὰρ ὁ κύριος ἔλεγεν· “οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ”. γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μαθητῶν εὐχή, ἔπειτα τὸ πάθος τοῦ κυρίου. ΛΔʹ. Ἐρώτησι ς . Εἰ ὁ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτίσεως δύνανται; καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ μυῶν καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. |
| 43 | καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γεγονότα θαύματα ἐν μόνῃ τῇ διηγήσει φέρεται, τὰ δὲ παρ’ ἐκείνου πλεῖστα καὶ ἐπ’ αὐτῶν δεικνύμενα τῶν πραγμάτων, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς πρὸς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; εἰ δὲ μὴ τοῦτο, πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηται; πάλιν δέ, εἴπερ [ὁ θεὸς] ὡς ἀγαπητῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήργησε, διατί μὴ διὰ προφητῶν ἢ δι’ ἀποστόλων τὰ τοιαῦτα γεγένηται; εἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν, ἢ μετὰ βραχὺ οὐ κατέλυσεν, ἀλλ’ ἕως αἰῶνος τῶν μερῶν τῆς κτίσεως κρατεῖν συνεχώρησεν; Ἀπόκρισι ς . Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶν φυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπαθειῶν, κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν. διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδεήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. ὁ δὲ σωτὴρ ἡμῶν Χριστὸς κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδαμῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασιν αὐτοῦ καὶ προρρήσεσιν ἠκολούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολλωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένηνται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν σωματικὴν τῶν ἀνθρώπων εὐεργεσίαν, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον ἐφίμωσε, καταργήσας αὐτοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοιπῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τιμωμένων καθεῖλε τὴν δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. |
| 44 | ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ γνωρίσματα, οὐ χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει. ΛΕʹ. Ἐρώτησι ς . Εἰ “ἐπαιδεύθη Μωυσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις”, καθώς φησιν ἡ γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τούτοις ἑπόμενα 〈οὐ〉 μετῄει ὁ αὐτὸς μακάριος προφήτης; τῶν γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. διατί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις θαυμάζεται; Ἀπόκρισι ς . Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυνάμει τῶν ἔργων καὶ τῶν λόγων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔργων καθ’ αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ’ αὑτὰ πρὸς τὰ ἐγκώμια τοῦ προφήτου· ἀλλ’ ἐπειδὴ δι’ ἑκατέρας μὲν περίβλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς τε τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν προετίμησε, διὰ τοῦτο αὐτὸν ἐθαύμασεν ἡ γραφή. ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ’ Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγοραῖα μαθήματα λελόγιστο. τίμια δὲ ἦν παρ’ αὐτοῖς τότε μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προφήτης, εἰ καὶ τὴν εἴδησιν εἶχεν, ἀλλ’ οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων. δι’ ἣν καταφρονήσας πάσης τῆς ἐν Αἰγύπτῳ βασιλικῆς δυναστείας τε καὶ τιμῆς εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ. Λϛʹ. |
| 45 | Ἐρώτησι ς . Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς ἐπάγει ἡ γραφὴ τὸ “ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως οἱ τῶν Αἰγυπτίων”; ἢ γὰρ ψευδὲς τὸ πάντα γενέσθαι αἷμα ὑπὸ Μωυσέως τὰ ὕδατα, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιηκέναι ὡσαύτως. καὶ περὶ τῶν λοιπῶν τῶν κατ’ αὐτοὺς θαυμάτων ὁ αὐτὸς λόγος. Ἀπόκρισι ς . Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ, ποτίζειν τε ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῷα αὑτῶν καὶ τὰ θρέμματα. ἐκ τούτου οὖν τοῦ ὕδατος, τοῦ ἐκ τῶν φρεάτων ἀντλουμένου, ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐδαμῶς διέψευσται ὁ λόγος. καὶ τὰ μὲν ὑπὸ Μωσέως γενόμενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μεταβολὴν γεγένηται φύσεως, τοῦ προκειμένου εἰς τὴν φύσιν τοῦ ἐκτελουμένου μεθισταμένου. τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν καὶ τὸ μὴ αἷμα ὡς αἷμα καὶ τοὺς μὴ βατράχους ὡς βατράχους. ΛΖʹ. Ἐρώτησι ς . Εἰ ἐναντία ἑαυτῷ Μωυσῆς οὐκ ἐδίδασκε, τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρτον μυσαττόμενος, καὶ εἰ ἦν τις ἄλογος περὶ τούτων αἰτία, ταύτην μὲν νυνὶ μάθωμεν· τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε δι’ ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωυσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισι ς . Ἐπειδὴ τελευτῶν Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφότερα τῷ Μωυσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου, λέγοντος “μὴ ἅψησθε νεκροῦ”, ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάττειν ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. |
| 46 | τῇ μὲν οὖν φυλακῇ τοῦ ὅρκου λύει τὴν ἐλάττονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον αἱρετώτερον τοῦ μείζονος κακοῦ· καὶ τοιαῦτα πολλὰ εὑρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαινόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβηκυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπταήμερον περικύκλωσιν τῆς Ἱεριχὼ καὶ τὴν ἐν σαββάτῳ προσαγωγὴν τῶν θυσιῶν, ἅτινα περιέχουσι τοῦ σαββάτου τὴν λύσιν. ἔτι δέ, εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ καιροὺς διὰ τῆς ἐν τῷ καθαρῷ ὕδατι κατὰ τὸν νόμον ἀποπλύσεως τούτους τοῦ μιάσματος καθαρίζεσθαι, οὐδ’ οὕτως ἐναντίον ὧν εἶπέν τι διεπράξατο ὁ προφήτης· τὸ δὲ ζητεῖν διατί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν διατί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ γὰρ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος αἰτία, διὰ τοῦτο οὐκ ἐδοκίμασε τὸ ἐκθετικῶς ταύτην δηλῶσαι. ΛΗʹ. Ἐρώτησι ς . Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην ὁ κύριος ἐλέγχων εὐλάβειαν ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσί, πεπληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ νόμῳ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος λέγεται, τί ἄτοπον ἐργάζονται Ἕλληνες τοὺς νεκροὺς καὶ τοὺς τούτων μυσαττόμενοι τάφους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ καλουμένου; πῶς δὲ ἀμφοτέροις ὁ κύριος ἐναντία οὐκ ἔπραξεν, ὅτε τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; εἰ γὰρ ἀμφότεροι τελευταῖον ἀνέστησαν. |
| 47 | ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέξαντο σώματα. Ἀπόκρισι ς . Τῶν ἀνθρώπων τὰ νεκρὰ σώματα καὶ οἱ τούτων τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσωδίαν, οὐχ ἁπλῶς διὰ τὴν νέκρωσιν· εἰ γὰρ ἁπλῶς διὰ τὴν νέκρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζῴων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζώντων χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ τρίχαις καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. εἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀνθρώπων τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν τῶν ἰατρῶν τέχνην ὄντων ἀνιάτων; παρεικάζει δὲ ὁ κύριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκονιαμένοις, ὅτι ὥσπερ τῇ αἰσθήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νεκρῶν σωμάτων ἡ δυσωδία καὶ ἡ ἀκαθαρσία, οὕτω καὶ ἡ ἐκείνων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὕτη ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία. ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ σῶμα καὶ δυσῶδες καὶ ἀκάθαρτον, οὕτω χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. |
| 48 | κατ’ ἐναντίωσιν δὲ πράξας ὁ κύριος οὐδὲν οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ δείκνυται· οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει ἤγειρε νεκρούς· ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς. διὸ οὐκ ἐμιάνθη ἁψάμενος τοῦ νεκροῦ. κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαντικὰ ἀνθρώπων, τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά. τὸ δὲ ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον. ΛΘʹ. Ἐρώτησι ς . Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, ὁπηνίκα ὁ παράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγκάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι’ αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν, τῆς ὀροφῆς λυομένης; Ἀπόκρισι ς . Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀποστεγοῦσθαι πάντως ὑπεχώρησαν· οὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ ὑποχωρεῖν, ἵνα μὴ πλήσσωνται· οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑποχάλασιν τοῦ παραλύτου. Μʹ. Ἐρώτησι ς . Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύλαξ, καθὼς ἡ θεία διδάσκει γραφή, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοιπῶν συμφορῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τούτων ἄγγελοι αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι, ποίαν τότε λειτουργίαν ἐπλήρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουργίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισι ς . |
| 49 | Οἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἀεὶ λειτουργίαν ἐκπληροῦσι χρειώδη τοῖς ἀνθρώποις καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργίαν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε· ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς, ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτήσεως· πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν. ΜΑʹ. Ἐρώτησι ς . Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμπουσι, διατί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπαοιδαῖς τισι παρασκευάζουσιν ἔνθα βούλονται χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν; Ἀπόκρισι ς . Τοῦτο ἐπειδὴ κατὰ τὰς γραφὰς ἀμάρτυρον. διὰ τοῦτο καὶ ἄπιστον· καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρωτήσας τὴν ἐρώτησιν, οὐκ ἀφ’ ὧν ἐθεάσω γιγνομένων τὴν ἐρώτησιν πεποίηκας, ἀλλ’ ἀφ’ ὧν ἤκουσας. ΜΒʹ. Ἐρώτησι ς . Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει “ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν”; Ἀπόκρισι ς . Οὐκ εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀποθανεῖν. καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τῇ φύσει τόν τε Ἐνὼχ καὶ τὸν Ἠλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ “γῆ εἶ καὶ εἰς γῆς ἀπελεύσῃ” γενομένους ἀνωτέρω. ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν πεποιηκέναι τὸν θεὸν καὶ τὸν θάνατον εἰσελθεῖν εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ· εἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν, οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς τοῦτον εἰσήγαγεν, ἀλλὰ χωρὶς παρακοῆς· εἰ δὲ διὰ τῆς παρακοῆς ὁ θάνατος καὶ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ’ ἄρα τὸν θάνατον. |
| 50 | ΜΓʹ. Ἐρώτησι ς . Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; τὸ γὰρ προστεθὲν ὑπὸ τοῦ προορισθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται; Ἀπόκρισι ς . Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως. “ἐάν” φησίν “ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ’ αὐτῆς, τὸν μὲν ἄνθρωπον ἀποκτείνατε, τὴν δὲ νεάνιδα μὴ ἀποκτείνητε· ὃν γὰρ τρόπον ἐπεγείρεται ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ πατάσσων αὐτὸν (φονεύεται) ψυχή, οὕτως ἐγένετο τὸ πρᾶγμα τοῦτο· καὶ ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν”. οὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοίμησιν τῇ βεβιασμένῃ ἀναιρέσει, εἰ ἦν ὁ θάνατος τοῦ ἀνθρώπου ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαράβατον· ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι οὔτε τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκία προσετέθησαν οἱ χρόνοι τῆς ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πάθους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος. ΜΔʹ. |
| 51 | Ἐρώτησι ς . Καὶ εἰ ὥραις καὶ ἡμέραις τὰ καθ’ ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ “οὔπω ἥκει ἡ ὥρα μου” καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ “οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ”; Ἀπόκρισι ς . Εἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ’ ἡμᾶς οὐ κατέχεται, ἀλλ’ ὅμως τῶν παρ’ ἡμῖν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίγνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. καλεῖ οὖν ἡ θεία γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γιγνόμενον πρᾶγμα καιρὸν παρουσίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας· καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν “οὔπω ἥκει ἡ ὥρα μου”. καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐρρέθη περὶ αὐτοῦ, ὅτι “οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ”, οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ’ ἡ τοῦ θεοῦ πρόνοια. εἰ γὰρ τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρισμῷ τοῦ τόπου· “ἀνεχώρησε” γάρ, φησίν, “ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι”· οὐ μὴν οὐδὲ πρὸ τούτου εἰς Αἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλληπτον. ΜΕʹ. |
| 52 | Ἐρώτησι ς . Εἰ καθώς φασί τινες ὁ κατακλυσμὸς ἐν παντὶ τῷ κόσμῳ οὐ γέγονεν, ἀλλ’ ἔνθα οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι “ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων ιδʹ πήχεις”; Ἀπόκρισι ς . Οὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς γεγένηται, τῶν λοιπῶν τόπων τῆς γῆς. Μϛʹ. Ἐρώτησι ς . Εἰ τῶν ἀλόγων ἁπάντων δημιουργὸς εἷς ἐστιν, ὁ θεός, διατί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; καὶ πάλιν, διατί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν ἐν τοῖς ἀκαθάρτοις τέτακται; καὶ τὸ ἔμπαλιν, τὸ ὁπλὴν μὲν διχηλοῦν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖρος, ἐν τοῖς καθαροῖς οὐ λελόγισται, καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; καὶ τὰ πετεινὰ δὲ διατί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόντων καὶ πραττόντων; Ἀπόκρισι ς . Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῷα καὶ καλὰ ἐξ ἀρχῆς ὑπὸ τοῦ θεοῦ γεγονότα, κατὰ τὸ εἰρημένον “καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν” καὶ τῆς θείας τετυχηκότα εὐλογίας, λεγούσης “αὐξάνεσθε καὶ πληθύνεσθε”. ἀλλ’ ἐπειδὴ ἐβούλετο ὁ θεός, ὥσπερ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὕτως καὶ ἐν τοῖς ἐσθιομένοις, ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δουλείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζῴων καὶ πετεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνόμασεν, ὧν τὴν βρῶσιν ἀπεῖργε. καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα λέγονται, καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νόμον. |
| 53 | ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Αἰγύπτῳ τότε πάντα τὰ ζῷα πλὴν χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζῴων τὰ μὲν καθαρὰ τὰ δὲ ἀκάθαρτα ὠνόμασεν, καὶ τὰ μὲν καθαρὰ ἐπέτρεψεν αὐτοῖς θύειν καὶ ἐσθίειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι’ ἑκατέρου δεικνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ τιμῆς, καὶ διὰ τὸ θύεσθαι καὶ ἐσθίεσθαι αὐτὰ καὶ διὰ τὸ καλεῖσθαι αὐτὰ ἀκάθαρτα. ΜΖʹ. Ἐρώτησι ς . Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων τε καὶ καθαρῶν τοῖς ἐν τῇ παλαιᾷ νόμοις ἡ διάταξις ἡ νομικὴ διηγόρευσε, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀποχὴν ἀκαθάρτων γινώσκουσιν, οὐδενὸς αὐτοῖς νόμου ταύτην τὴν διαφορὰν ἐκδιδάξαντος; ἀλλ’ εἰ μὲν τοῦτο ποιοῦσι κατὰ τὴν τοῦ νόμου παράδοσιν, ἐχρῆν αὐτοὺς πάντων μεταλαμβάνειν καὶ ἀπέχεσθαι ὧν ὁ νόμος ἐκήρυξε. πῶς οὖν πάντων κατὰ νόμον οὐκ ἐσθίουσιν, [οἷον] καμηλοπαρδάλεως; εἰ δὲ μὴ τῷ νόμῳ δεδούλωνται, πῶς πάλιν τῶν ὑπ’ αὐτοῦ ἀπαγορευθέντων ἀπέχονται, οἷον ἵππου ἢ καμήλου ἢ μυὸς ἤ τινος τῶν λοιπῶν ἀκαθάρτων; νυνὶ δὲ μηδὲ καθόλου τῷ νόμῳ πειθόμενοι, μηδὲ εἰς τὸ παντελὲς αὐτῷ ἀπειθοῦντες, πῶς οὐ δοκοῦσιν ἀπὸ μέρους ποιεῖσθαι τὴν ἑκάστου φυλακὴν καὶ παράβασιν, λέγω δὴ τοῦ νόμου καὶ τῆς χάριτος, καὶ τῇ ἀμφοτέρων ἀπειθείᾳ καὶ πεισμονῇ ὑπὸ νόμον καὶ χάριν [εἶναι] καὶ πάλιν μὴ ὑπὸ τούτοις καθεστάναι; Ἀπόκρισι ς . Ἐν τῇ νέᾳ διαθήκῃ οὐδὲν τῶν εἰσερχομένων εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. ἀπέχονται δὲ ὧν οὐ μεταλαμβάνουσιν, οὐ κατὰ διαγόρευσιν τοῦ νόμου, ἀλλὰ κατὰ [τὸ] δυσάρεστον τῆς τῶν οὐ μεταλαμβανόντων ἑκουσίου συνειδήσεως. τινὲς δὲ διὰ τὴν κατόρθωσιν τῆς ἐγκρατείας, κατὰ τὴν οἰκείαν ἀρέσκειαν κοινῶς ἀπέχονται καθαρῶν τε καὶ ἀκαθάρτων, καίτοι εἰδότες “ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον”. |
| 54 | ἀλλ’ ὅμως τὴν ἐπὶ τῇ κατορθώσει τῆς ἐγκρατείας εὐχαριστίαν μείζονα τῆς ἐπὶ τῇ μεταλήψει βρωμάτων εὐχαριστίας τίθενται. διὰ ταῦτα οὖν οὐδέν ἐστι κοινὸν * νόμου καὶ χάριτος ἀνὰ μέρος, ἀλλὰ χάριτος μόνης τὸ πᾶν ὑπάρχει, τῆς τε μετοχῆς καὶ τῆς ἀποχῆς τῶν μεταλαμβανόντων κατὰ τὸν εἰρημένον τρόπον. ΜΗʹ. Ἐρώτησι ς . Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσιν—ἡ γὰρ τοῦ “πάντα” φωνὴ περιληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθέστηκεν—, εἶτα θῦσαι καὶ φαγεῖν ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευόμενος παρῃτήσατο, “μηδαμῶς κύριε” λέγων, “ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον ἔφαγον”, πῶς διὰ τῶν αὐτῶν ῥημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύσας τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τὸν * τὴν βρῶσιν αὐτῶν * τὴν ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύσασθαι; Ἀπόκρισι ς . Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ “πάντα” φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν γὰρ [τῷ] “πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς” λέγεσθαι καὶ τὰ ἀκάθαρτα. τὸ δὲ “οὐδαμῶς κύριε, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον ἔφαγον” πρὸς τὴν θέαν πάντων τῶν ἐπὶ τῇ σινδόνι δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὔ τινων. τὸ οὖν σκεῦος, ἐν ᾧ ἦν “πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα τῆς γῆς”, κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ “ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινά τε καὶ τετράποδα τῆς γῆς”. |
| 55 | καὶ ὥσπερ ὅταν λέγῃ ἡ γραφή, ὅτι “παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν”, ἡ τοῦ “παντὸς” φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον—ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή—, οὕτως οὐδὲ ἡ τοῦ “πάντα” φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνον, δι’ ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ πρόσληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ἐκαθάρισεν ὁ θεὸς τὰς καρδίας. ΜΘʹ. Ἐρώτησι ς . Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελῆσθαι καὶ περὶ τῆς καταστροφῆς τῆς Νινευὴ ὅτι μετενόησεν; Ἀπόκρισι ς . Ὁ δεσπότης Χριστὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι· προνοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ’ αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα. διὸ καὶ πρὸς τὸ συγγινώσκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. συγγινώσκει ἄρα τρεπτῶς τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορθώτως ἔχουσι πρὸς τὰ κακά, ἀτρέπτως οὐ συγγινώσκει. τὸ οὖν “μεταμεμέλημαι” τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει, τὸ μὴ κατὰ τὸ συγγινώσκειν· ἄτρεπτος γάρ ἐστιν ὁ θεός. τὸ δὲ “μετενόησεν ὁ κύριος” τὸ αὐτὸ δηλοῖ, τὸ μὴ κατὰ τὸ συγγινώσκειν· ἄτρεπτος γὰρ ἔστιν ὁ θεὸς καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν διαμένει· τροπὴν γὰρ εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέχεταί ποτε. Νʹ. |
| 56 | Ἐρώτησι ς . Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὔτε ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον; εἰ δὲ παρὰ τὸν νόμον ἦν, πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; εἰ δὲ ὑπὲρ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νόμον μήτε παρὰ νόμον μήτε ὑπὲρ νόμον λεγόμενον, κατὰ τί γινόμενον εὑρεθήσεται; Ἀπόκρισι ς . Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος, διὸ καὶ ὑπὲρ τὸν νόμον ἦν· οὐδὲ γὰρ ἐνεδέχετο τοὺς κατὰ νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν, μὴ ὄντι ὑπὲρ τὸν νόμον. ΝΑʹ. Ἐρώτησι ς . Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ ὅτι αὐτός ἐστιν ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν, τοῦτο γάρ τινες εἰρήκασι, διατί μὴ κατὰ ἀπόφασιν εἶπεν αὐτοῖς, ἀλλὰ κατὰ πεῦσιν δι’ αὐτῶν τῷ Χριστῷ προσήγαγεν; εἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν λεγομένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη, καὶ γὰρ τοῦτο εἰρήκασιν ἕτεροι, διατί. ὡς μηδέπω αὐτὸν ἐλθόντα ἐγνωκὼς ἐπηρώτα; τὸ γὰρ “σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν”, ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι· πεπεισμένος γὰρ τοῦτο, οὐκ ἂν ἐπηρώτησε “σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερός τις παρ’ ἐκεῖνον”; Ἀπόκρισι ς . Ὅτι μὲν οὐκ ἠγνόει ὁ Ἰωάννης, ὅτι ἐλήλυθεν ἤδη ὁ Χριστός, παντί που δῆλόν ἐστιν· ἐπειδὴ δὲ διάφοροι φῆμαι περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λεγόντων Ἠλίας εἶναι ὁ ταῦτα πεποιηκώς, τῶν δὲ Ἱερεμίας. |
| 57 | τῶν δὲ ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν ὁ ὑπ’ αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις, ὁ παρὰ τῶν πολλῶν θρυλλούμενος. γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπόν, ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ δι’ αὐτῶν καὶ τὸν Ἰωάννην, ὡς αὐτὸς εἴη πεποιηκὼς καὶ τὰ ἐπ’ ὀνόματι ἑτέρων φημιζόμενα θαύματα, ὁ ὑπ’ αὐτοῦ μαρτυρηθείς. ΝΒʹ. Ἐρώτησι ς . Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς ἑαυτὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ “οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν”; Ἀπόκρισι ς . Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται· τέλος δὲ τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν”. οὐ χρὴ οὖν τὰ τοῦ τέλους πρὸ τοῦ τέλους ἀπαιτεῖν. ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ δοῦναι τῷ υἱῷ τὴν ἐξουσίαν τε καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις. ΝΙʹ. Ἐρώτησι ς . Εἰ ἐν τοῖς δαιμονιῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; εἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυνάμει ἀπ’ αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας παρουσίας δεικνύουσιν; Ἀπόκρισι ς . |
| 58 | Ἀδύνατον τὸν [δαίμονα] τοῖς δαιμονιῶσι ποιῆσαι τῇ ἀπουσίᾳ ἅπερ ποιεῖ τῇ παρουσίᾳ· οὐ γὰρ βουλήσει μόνον ἐνεργοῦσιν [οἱ δαίμονες], ἀλλὰ καὶ παρουσίᾳ. διὸ μὴ παρόντος τοῦ δαίμονος, οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρεστιν. ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύναμις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ θεραπευομένῳ. ΝΔʹ. Ἐρώτησι ς . Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονιώντων τὰ σώματα, ὥστε δεσμὰ καὶ ἁλύσεις συντρίβειν; “ἐδεσμεῖτο γάρ”, φησίν, “ἁλύσεσι καὶ πέδαις καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον”. Ἀπόκρισι ς . Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαρρήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, ἀλλ’ αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέρρησσε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τὰ τοῦ δαίμονος ἔργα. ΝΕʹ. Ἐρώτησι ς . Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, διατί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέσχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; πόθεν οὖν αὐτοῖς δύναμις εἰς τὴν ἑκατέρου ἐνέργειαν; Ἀπόκρισι ς . Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προσάπτειν ἑαυτοῖς, ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα, οὕτω καὶ τὰ ἔργα. ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνηκόων, δείκνυται ἐκ τῆς καταλύσεως, ἣν ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ· φανερῶς γὰρ ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος, πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως, ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρωπίνῃ δυνάμει ἐχρήσατο, σῴζειν ἐν αὐτῇ μάτην προσδοκήσας καὶ ἑαυτὸν καὶ τοὺς θεοὺς αὑτοῦ ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέγιστος ἔλεγχος τῆς τῶν δαιμόνων καταλύσεως καὶ ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν. |
| 59 | τιμωρητικὰ τῶν ἐναντίων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. ἔτι δέ, εἰ πᾶσα θεραπεία ζώντων ἐστὶ καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ “θεραπευθέντων δὲ τῶν δαιμόνων ἀνέσχον τὰς τιμωρίας”, τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ’ ὥσπερ πρὸς τὰς θεραπείας, οὕτω καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθήτως ἐχόντων; Νϛʹ. Ἐρώτησι ς . Εἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι “δύο δύο” καὶ “ἑπτὰ ἑπτὰ” ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν εἰσηνέχθη; τινὲς γὰρ εἰρήκασι τοῦτο, τινὲς δὲ ὅτι δύο καὶ ἑπτὰ μόνον. τίς οὖν ἐκ τῶν δύο ἀληθέστερον εἶπεν; Ἀπόκρισι ς . Ἀληθέστερον εἶπεν ὁ εἰπὼν δʹ καὶ ιδʹ τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὸ γὰρ “δύο δύο” εἶπεν ἀντὶ τοῦ δύο ἄρρενα καὶ δύο θήλεα, καὶ “ἑπτὰ ἑπτὰ” ἀντὶ τοῦ ἑπτὰ ἄρρενα καὶ ἑπτὰ θήλεα, καθαρὰ μὲν τὰ ἑπτὰ ἑπτά, ἀκάθαρτα δὲ τὰ δύο δύο. ΝΖʹ. Ἐρώτησι ς . Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζῴων ὀπτασίαν Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσατο, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκαλύπτετο, ἢ θατέρῳ ἐδείκνυτο θάτερον; τί δὲ καὶ ἐδήλου τὸ δεικνύμενον; Ἀπόκρισι ς . |
| 60 | Διὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὑτοῦ σαρκὸς καθαρισμὸν ποιοῦντα ἁμαρτίας εὐσεβῶν ἀνθρώπων τῶν ἐν πάσῃ τῇ γῇ δοξαζόντων τὴν ἁγίαν καὶ ὁμούσιον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δωρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν, λαβόντες τῆς τῶν οὐρανίων τε καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα· ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκαθάρτοις αὐτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκός, καθαριζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἁμαρτίας. διὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ψυχαγωγίαν ἔχοντα τῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν· ἐθεάσατο γὰρ ὁ προφήτης τὰ τετραπρόσωπα ζῷα, ὁμοίωμα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ. λέγει δὲ καὶ ὁ προφήτης Δανιὴλ περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ηὐξήθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἐκ ταύτης δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας. ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραηλίτας ὁ θεὸς καὶ παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὑτοῦ δυναστείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνημέρου ζῴου τὴν σύζευξιν καὶ βαρυσώμου καὶ πετεινοῦ τὴν σύμπτησιν· ἥμερον γὰρ ζῷον ὁ ἄνθρωπος, ἀνήμερον δὲ ὁ λέων καὶ βαρύσωμον μὲν ζῷον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῷον ὁ ἀετός. |
| 61 | ἐν ἐκείνοις μὲν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ [τὴν] τῆς βαρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπόζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. δείκνυσι δὲ τῷ προφήτῃ καὶ τροχόν, ἐν τῷ τροχῷ μηνύων τὴν τῶν Ἰουδαίων ἀναγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἐπαναγωγὴν εἰς τὰ ἴδια. ΝΗʹ. Ἐρώτησι ς . Διατί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος χρησμὸς τῷ τοῦ “υἱὲ ἀνθρώπου” προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα, ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου βίβλος διδάσκει, σαφήνισον. Ἀπόκρισι ς . Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλ κατ’ ὀπτασίαν προζωγραφεῖσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλλουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημένον “ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ οἱ ἀκούσαντες ζήσονται”. διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοὺ ἀνθρώπου ὀνόματι· καὶ καθάπερ Ἰησοῦς τοῦ Ναυὴ μέλλων κατ’ αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάττειν τὴν στάσιν λαμβάνει τοῦ Ἰησοῦ τὸ ὄνομα τὸ ὑπὸ τῆς κτίσεως (διὰ) τὴν ὑπακοὴν τοῦ προστάγματος τιμώμενον, οὕτω καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος, ἦν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. |
| 62 | δείκνυσιν οὖν τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προηγουμένως μὲν μηνύων δι’ αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πανδημικὴν ἀνάστασιν τῶν νεκρῶν, ἔπειτα δὲ πρὸς τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν, ἀπογνόντων ἑαυτοὺς τοῦ δύνασθαι ἔτι ἐλευθεροῦσθαι τῆς τῶν βαβυλωνίων δουλείας· καθάπερ γὰρ νεκρὰ σώματα ἐν τοῖς μνημείοις κείμενα ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλογίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. δηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· “καὶ ἐλάλησε κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν” καὶ τὰ ἑξῆς. ΝΘʹ. Ἐρώτησι ς . Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τούτων ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλονται; εἰ δὲ φαῦλα τυγχάνει, διατί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχάνοντος Ἀπόκρισι ς . Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ’ ἑκάτερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχεσθαι αὐτῶν ἐστιν ἐπαινετόν. ἐναντίως δὲ γινόμενον, ἀμφότερά ἐστι ψεκτά. ὅτι δὲ οὐδὲν φαῦλον κατ’ οὐσίαν συμπαρέζευκται τῇ ἡμετέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δημιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα “καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν”. παρατρεψάντων δὲ ἡμῶν ἑκουσίως τὰ καλά, τὰ φαῦλα ὑφίσταται· οὐκ ἔστι γὰρ φαῦλον ἐν τῷ βίῳ, τῶν ἐν αὐτῷ καλῶν ἀτρέπτων μενόντων, ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ καλοῦ. |
| 63 | οὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμετέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ ἐστὶ φαῦλα καὶ οὐ φύσει, προαιρετὸν δὲ καὶ τὸ χρῆσθαι καὶ τὸ μὴ κεχρῆσθαι ἢ καλῶς ἢ φαύλως. Ξʹ. Ἐρώτησι ς . Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις. διατί Μωυσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατηγορῶν τοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται; Ἀπόκρισι ς . Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πόλιν πρὸς τοὺς πολίτας λέγεται, ὡς τὸ “Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν”. οὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβόλησεν, ἀλλ’ οἱ πολῖται. ΞΑʹ. Ἐρώτησι ς . Διατί ὁ κύριος ἔλεγε, πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερσιν “μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα”; εἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτεσθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν ἐπέτρεπε τοῦτο; εἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολλοῖς ἐπιτρέπειν, ἀπηγόρευσε πρὸ μικροῦ ἐπὶ ταύτης; Ἀπόκρισι ς . Τὸ “μή μου ἅπτου” εἴρηται πρὸς τὴν Μαρίαν ὑπὸ τοῦ σωτῆρος, κατὰ τὴν ἔννοιαν τοῦ “μή μοι ἀκολούθει, ὥστε διὰ παντὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν”· ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας καὶ παρουσίας. διὸ οὔτε διὰ παντὸς ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἐν αἷς διέτριβεν ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντῃ ἀθέατον αὐτοῖς ἑαυτὸν κατέστησεν· ἀλλ’ ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι. |
| 64 | ΞΒʹ. Ἐρώτησι ς . Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρρεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλόγων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δεδόσθαι. Ἀπόκρισι ς . Εἰ ἐν ἑκάστῳ γένει ἔστι τινὰ γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ εἰσιν ἔργα τοῦ θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως. διὰ σπορᾶς καὶ γεννήσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους * πλὴν τῆς μιᾶς ζυγῆς ἑκάστου γένους ἀρρενοθήλεος οὐκ ἐποίησεν ὁ θεός. χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως, ἀλλὰ δημιουργικῶς· οὐ γὰρ ζῷα σφάξας καὶ τούτων τὰ δέρματα συρράψας χιτῶνας ἐποίησεν, ἀλλ’ αὐτοὺς χιτῶνας τοὺς δερματίνους ἐδημιούργησεν. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι, εἰ ἐδημιούργησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ γραφή, ὅτι “κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ᾧ ἤρξατο ποιεῖν”; γινωσκέτω ὁ τοῦτο λέγων, ὅτι ὧν ἤρξατο ποιεῖν κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ’ ἐν τῇ ποιήσει τῶν ζῴων καὶ τὰ δέρματα αὐτῶν ἐγένοντο πάλαι. κατὰ ταῦτα δὲ καὶ τὸ “ἔπλασεν ἔτι κύριος ὁ θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ” καὶ τὰ ἑξῆς· τὸ γὰρ “ἔτι” τὴν δευτέραν σημαίνει τούτων γένεσιν. ΞΓʹ. |
| 65 | Ἐρώτησι ς . Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὡσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούια κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισι ς . Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούια τὸ “ὑμνήσατε μετὰ μέλους τὸ ὅν”, τοῦ δὲ ὡσαννὰ “μεγαλωσύνη ὑπερκειμένη”. ΞΔʹ. Ἐρώτησι ς . Εἰ ἄτρεπτον τὸν θεῖον, πῶς βλασφημούμενον καὶ εὐφημούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀντέδωκεν; Ἀπόκρισι ς . Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀποδίδωσιν, οὐ νῦν κατὰ παρατροπὴν τοῦτο ποιεῖν εὑρών, ἀλλ’ ἀεὶ ἐσχηκὼς καὶ ἔχων τὸ ἐν τούτοις ἄτρεπτον· τὸ δὲ ἐν ἴσῃ τάξει ἔχειν τοὺς βλασφήμους καὶ τοὺς εὐχαρίστους ἀναισθησίας ἦν ἢ ἀδικίας, ἅπερ ἐστὶ θεοῦ ἀλλότρια. ΞΕʹ. Ἐρώτησι ς . Εἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγαστριμύθους ἀνεῖλε, διατί συνηλάθη, ὥστε παρ’ ἐγγαστριμύθου ζητῆσαι πρόρρησιν; καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτο φησὶν ἡ γραφή; καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισι ς . Ὁ ζήλῳ θείῳ ποιῶν τι, οὗτος οὐ θεομαχεῖ. ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν Δαυίδ, ὡς ὅτι εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν βασιλείαν, παντοίως ἐμηχανᾶτο ἀναιρεῖν τὸν Δαυίδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἡ ἐπ’ αὐτὸν θεία ψῆφος. ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν θεόν, ὥστε ἀνατρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας οἰκείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μισῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν. |
| 66 | καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπιδεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιήσατο τὴν ἀναίρεσιν· τὰ δὲ ἄλλα πάντα τὰ ὑπὸ τῆς ἐγγαστριμύθου γεγονότα, κατὰ τὴν ἐνέργειαν γεγένηται τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουὴλ ὡς τὸν Σαμουὴλ ὁρᾶν. ἡ δὲ ἀλήθεια τῶν ῥημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δήλωσιν. καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαούλ, τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις· δι’ ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν· ᾧ πιστεύσας ὁ Ἀχαάβ, ἀπατηθεὶς ἀπῆλθεν εἰς πόλεμον καὶ ζῶν οὐκ ἀνέκαμψεν. Ξϛʹ. Ἐρώτησι ς. Εἰ ἄρρεν καὶ θῆλυ ἕνεκεν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνίστανται οἱ ἄνθρωποι τὴν τῶν παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα; Ἀπόκρισι ς . Εἰ καὶ πρὸς παιδοποιίαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γέννησίν τε καὶ αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι’ αὐτῶν εἰς ἔννοιαν τῆς τοῦ θεοῦ σοφίας τῆς ταῦτα μηχάνημα κατὰ τοῦ θανάτου ταξαμένης φυλακτικὰ τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων. |
| 67 | ΞΖʹ. Ἐρώτησι ς . Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν δι’ αὐτῆς ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωσῆς προεφήτευσε, διατί μετ’ ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότος τῶν ᾀσμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι; Ἀπόκρισι ς . Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγήματα ἁρμοδίως καὶ οἱ ῥυθμοὶ τῶν μελῶν ἐγένοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέπουσαν τοῖς ᾀδομένοις αἴσθησιν· ἢ γὰρ γοερὼς ἢ θρηνῳδῶς ἢ κατανυκτικῶς ἢ τρόποις ἑτέροις ᾔδοντο, ἐξοριστικοῖς χαυνώσεως ἐκ τῆς διανοίας τῶν ᾀδόντων. ΞΗʹ. Ἐρώτησι ς . Εἰ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν ἡ ἰατρικὴ τοῖς ἀνθρώποις, ὡς τὰ πράγματα δείκνυσι, τίνος ἕνεκεν μὴ ὑπὸ εὐσεβῶν ἀλλ’ ὑπὸ τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισι ς . Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων καὶ ὑπὸ Σολομῶντος τοῦ βασιλέως, ὧν οὐδεὶς τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν· ἰατρικὴν δὲ ἀληθινὴν ἡγοῦντο οἱ εὐσεβεῖς τὴν τὰς ψυχὰς ἰατρεύουσαν, ὡς τῇ τεθεραπευμένῃ ψυχῇ ἕπεται τοῦ σώματος ἡ σωτηρία· ὁ γὰρ φροντίζων τῆς σωτηρίας ὡς δεῖ, τῆς ἐκ τῶν ὑλικῶν οὐ δεῖται βοηθείας, ὑπήκοον ἔχων ἀεὶ τὴν θείαν χάριν εἰς παροχὴν σώματός τε καὶ ψυχῆς ἀγαθῶν· ἀψευδὴς γὰρ ὁ λόγος ὁ τοῦ σωτῆρος, ὁ λέγων “ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν”. |
| 68 | ΞΘʹ. Ἐρώτησι ς . Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον ἐξ ἔργων οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλλων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων καὶ τῶν μὴ βαπτισθέντων καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισι ς . Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι. Οʹ. Ἐρώτησι ς . Εἰ δύο ἡμῖν ὁ Μωσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέγουσα “οἱ οὐρανοὶ τῶν οὐρανῶν”, ποτὲ δὲ “ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ” καὶ “θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους” καὶ “ἡρπάγη ἕως τρίτου οὐρανοῦ”, καὶ οὐκ εἶπεν ἕως τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλὰ ἀπολύτως “ἕως τρίτου οὐρανοῦ”; καὶ πολλὰ δὲ τούτοις εὑρήσει τις ἐν τῇ γραφῇ παραπλήσια. πῶς οὖν τὰ ἐναντία ἀλλήλοις ἀμφότερα δυνατὸν ἀληθεύειν; Ἀπόκρισι ς . Ὁ Μωσῆς μὲν ἡμῖν τοὺς οὐρανοὺς ἀριθμῶν οὐ παρέδωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας· εἴωθεν δὲ ἡ γραφὴ τὰ διαστήματα τῶν διαστημάτων ἐν τῷ ἀέρι ὑπερκείμενα οὐρανοὺς ὀνομάζειν, ὡς “τὰ πετεινὰ τοῦ οὐρανοῦ” καὶ “ὑετὸς ἐξ οὐρανοῦ” καὶ “τὰ ἄστρα τοῦ οὐρανοῦ”. |
| 69 | ἐκ τῆς ἀκολουθίας οὖν τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ’ οὐσίαν μὲν δύο καὶ πρὸς τούτοις ἕτερον, οὗπερ τῆς θέας ἔτυχεν ὁ μακάριος Παῦλος, κατὰ διαστήματα δὲ καὶ πλείονας. οὕτω δὲ νοουμένων τῶν οὐρανῶν οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑπολειφθήσεται. ΟΑʹ. Ἐρώτησι ς . Εἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιαν ἐστὶν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου ἀρνήσεως ὁ ταῦτα μὲν προγνούς, τούτους δὲ ἐκλεξάμενος; καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὑπὸ τοῦ θεοῦ ποιήσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν; Ἀπόκρισι ς . Εἰ ἔδει τὸν Χριστὸν δι’ ἑνὸς τῶν αὐτοῦ μαθητῶν παραδοθῆναι, “ἵνα ἡ γραφὴ πληρωθῇ”, δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν προειδὼς ὁ θεὸς προεῖπε διὰ τῆς γραφῆς. καὶ οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσεσθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἕπεται ἡ πρόγνωσις. οὐδαμῶς οὖν ὁ προγινώσκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. ὥστε οὐχ ὁ Χριστός ἐστιν αἴτιος τῆς προδοσίας, ἀλλ’ ἡ προδοσία αἰτία τῆς τοῦ Χριστοῦ προγνώσεως. καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὁ αὐτὸς λόγος. ΟΒʹ. Ἐρώτησι ς . Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; ὁ γὰρ ἀπὸ φιλοσόφων ὅσιος ἀνὴρ εἶπεν ὅτι, “ὥσπερ σικύα σώματι, οὕτως ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ, καὶ ὃ μὲν διὰ τὸ κοῦφον ἀνωφερής, ἣ δὲ διὰ τὸ βαρύ ἐστι κατωφερής· διὸ τῇ ἀνθολκῇ ὑπ’ ἀλλήλων συνέχονται”. |
| 70 | εἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν γῆν ἐρηρεισμένου, ἔνδον ἀνάγκη ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί. πῶς οὖν ἀποκρύπτονται; Ἀπόκρισι ς. Εἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστήματος κεκρυμμένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θαλάσσῃ ὑπ’ ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀνατείνεσθαι τοῦ ὁρίζοντος, τί θαυμαστόν, εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπίκρυψις διὰ τὴν αὐτὴν αἰτίαν; τὸ δὲ διὰ τὴν ἀνθολκὴν οὐρανοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώτου οὐρανοῦ καὶ τῆς γῆς ἔνεστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγενῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώματος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν, χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα. ΟΓʹ. Ἐρώτησι ς . Εἰ διὰ τὸ καθ’ Ἕλληνας σφαῖραν ὄντα καὶ κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ ὡς καμάραν πεπῆχθαι ἢ ὡς δέρριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; ὥσπερ γὰρ τὸ κινούμενον, οὕτω καὶ τὸ πηγνύμενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. εἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ’ ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ ἕξομεν; εἰ δὲ ὁ οὐρανὸς κατὰ ἀμφοτέρους ἐν τόπῳ καὶ ἑκατέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κεκτῆσθαι δυνάμεθα, τῆς περὶ τῶν προλεχθέντων καταγνώσεώς τε καὶ ἀγνοίας ἑκατέρους ἐπίσης κατεχούσης; Ἀπόκρισι ς . |
| 71 | Εἰ μὲν γὰρ ἔλεγον οἱ χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελλεν εἶναι ἡ παρ’ ἀλλήλων κατάγνωσις, λεγόντων μὴ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ· φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων, παντελῶς ἀνῄρηται ἡ τοιαύτη κατάγνωσις. εἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτοῦ δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ’ ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ, ὅτι ὥσπερ παρ’ ἡμῖν ὅταν ᾖ περιφερὲς σῶμα, ὁμαλόν τε καὶ κοῖλον καὶ πανταχόθεν ἰσοπερίμετρον, ἐὰν πωμασθῇ ἐπὶ τὰ ὕδατα, βαστάζεται ἐπὶ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστάζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων. “ὁ τανύσας”, φησί, “τὸν οὐρανὸν ὡσεὶ καμάραν”· τῷ τῆς καμάρας ὀνόματι τὸ περιφερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. βαστάζει οὖν τὸν μὲν οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῇ, τὴν δὲ γῆν τὸ θεῖον πρόσταγμα· “ὁ κρεμάσας γὰρ τὴν γῆν” φησίν “ἐπ’ οὐδενός”. ΟΔʹ. Ἐρώτησι ς . Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ἐνταῦθα ὑπάρχει διά τε τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνισταμένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνιστάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; εἰ δὲ ἐν μιᾷ ὁμοιότητι, τίς ἡ τούτου ἀπόδειξις; πῶς δὲ ἡ περὶ Λαζάρου καὶ τοῦ πλουσίου παραβολὴ τῶν μορφῶν οὐ δείκνυται τὸ διάφορον; πάντως γὰρ ἐκ ταύτης τὸν Λάζαρον ἐπέγνω ὁ πλούσιος. |
| 72 | εἰ δὲ λέγοιέν τινες, ὡς γνῶσις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπίγνωσιν, πόθεν τοῦτο παραστήσουσι; καὶ ἐπὶ τοῦ κυρίου δέ, ἡνίκα τὰ “σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη καὶ ἐνεφανίσθησαν πολλοῖς”; πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπίγνωστος γέγονεν. Ἀπόκρισι ς . Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι’ ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ, πρῶτον μὲν πρὸς ἔνδειξιν τῆς θείας καὶ μεγάλης γνώσεως τοῦ θεοῦ, τοῦ δυνηθέντος ἐν τοσούτῳ ἀριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκάστῳ ἀποσῴζειν τὴν οἰκείαν μόρφωσιν· ἔπειτα δὲ ἵνα μὴ νομισθῇ δημιουργῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων ἐν τῇ οἰκείᾳ ἐγείρει μορφῇ, οὐκ ἀώρῳ μέντοι τῇ ἡλικίᾳ· ἔτι δέ, ἵνα μὴ ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον, χρὴ ἕκαστον ἐκ τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν· ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος, ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον· ἔτι δέ, εἰ λυθεισῶν τῶν χρειῶν δι’ ἃς ἀναγκαία γέγονε τῶν μορφῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρηστος εὑρίσκεται αὕτη. ἀνάγκη ἄρα σὺν ταύτῃ περιττὴ καὶ ἄχρηστος εἶναι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. πῶς οὖν ὁ πλούσιος τὸν Λάζαρον καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνωριζομένων τῶν προσώπων; τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διήγημα οὔτε παραβολή ἐστιν, εἰ καὶ παραβολικῶς εἴρηται, οὔτε ἱστορία, εἴ γε ἡ μὲν παραβολή ἐστι λόγος ὁμοιότητα περιέχων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκάστῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνάστασιν ἀληθὲς τὸ “ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν”. |
| 73 | ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀνθρώπους. ΟΕʹ. Ἐρώτησι ς . Εἰ μόνος ἀθάνατός ἐστιν ὁ θεός, κατὰ τὸν ἀπόστολον, πῶς ἀληθὲς κατ’ αὐτὸν τὸ “πάντες μὲν οὐ κοιμηθησόμεθα”; Ἀπόκρισι ς . Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθάνατοι, ἀλλ’ ἐκ τῆς οἰκείας οὐσίας. Οϛʹ. Ἐρώτησι ς . Εἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποίησις γέγονεν, ἐξ αὐτῶν δὲ ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν οὐ δεικνύουσιν; Ἀπόκρισι ς . Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαμερισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαμερισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα καὶ ἡ νὺξ ὑπέστη. ὅθεν δῆλον ὅτι πρὸ τῆς τῶν φωστήρων ποιήσεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὴν νύκτα. γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν ὃ μὲν τοῦ φωτὸς καὶ τῆς ἡμέρας, ὃ δὲ τοῦ σκότους καὶ τῆς νυκτός· ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς ὡρισμένης αὐτοῦ ἐπικρατείας τῷ μείζονι τῶν φωστήρων ἀπεκλήρωσε· καὶ τοιαύτας ἡμέρας, ἃς νῦν ποιεῖ τὸ φῶς μετὰ τοῦ φωστῆρος, ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος γὰρ ὁ ὅρος καὶ νῦν ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν. |
| 74 | ΟΖʹ. Ἐρώτησι ς . Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ “ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ”, τὴν σαφήνειαν αὐτοῦ δίδαξον. Ἀπόκρισι ς . Εἴπομεν ἐν τοῖς ἀνωτέρω, ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ’ οὐσίαν, ὡς τὸν πρῶτον οὐρανὸν καὶ τὸ στερέωμα, ἢ τοὺς κατὰ τὰ ἐν τῷ ἀέρι διαστήματα. τὸ οὖν “ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ”, ἵνα εἴπῃ τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου· ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτω γεγένηται· “ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα”. δηλοῖ δὲ δι’ ἑτέρου ψαλμοῦ ὁ προφήτης Δαυὶδ αὐτὸ τοῦτο, καὶ φησίν “ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν”· ἡ γὰρ ἔκτασις τῶν δέρρεων τὴν σκηνὴν ἀποτελεῖ. τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δείκνυσιν αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύσις πρὸς τὴν ἀγένητον φύσιν κατὰ τὴν φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκεν εἶναι τοιόνδε ἢ τοιόνδε ἀλλότριόν ἐστι τῆς ἀγενήτου φύσεως. ΟΗʹ. Ἐρώτησι ς . Εἰ “ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον, οὕτως καὶ ὁ κύριος ἐν τῇ καρδίᾳ τῆς γῆς”, πῶς οὐ δοκήσει τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνομίσθη τεθνάναι. |
| 75 | εἰ δὲ κατὰ ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύσατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισι ς . Οὐ τὸν θάνατον τῷ θανάτῳ συμπαρέβαλεν, ἀλλὰ τὴν τριήμερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. ἄλλως δέ, εἰ κατὰ πάντα ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκέτι ἐδύνατο ἐκεῖνα τούτων εἶναι τύποι ἢ εἰκόνες. χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον “πλέον τοῦ Ἰωνᾶ ὧδε”. ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον· ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευιτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀναγωγήν, οὕτω καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρανῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν. ΟΘʹ. Ἐρώτησι ς . Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέγουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πραχθέντων στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παράδοσις γέγονεν; Ἀπόκρισι ς . Ἀπόδειξις τοὺ μὴ τῇ τετράδι, ἀλλὰ τῇ πέμπτῃ παραδεδόσθαι τὸν κύριον, αὕτη ἐστίν. ἐν τῇ νυκτί, ἐν ᾗ παρεδόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατεκρίθη· τῷ πρωὶ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ. ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλᾶτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε. παραλαβὼν δὲ αὐτὸν τῷ πρωὶ τῆς παρασκευῆς ἐσταύρωσεν αὐτόν. οὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέναις ὥραις προσθεῖναι κατὰ στοχασμὸν τὸ ἀσύστατον· φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως· “πρωίας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν. |
| 76 | καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι”. ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν· “ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί”. καὶ πάλιν· “ὁ οὖν Πιλᾶτος ἀκούσας τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαβαθᾶ. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡσεὶ ἕκτη”. εἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρχιερέων καὶ κατεκρίθη, τῷ πρωὶ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γεγένηται. Πʹ. Ἐρώτησι ς . Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται, καὶ διὰ ποίων ὑποδειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἢ ἕτερόν τι ἐν τῇ κτίσει ἀόρατον; Ἀπόκρισι ς . Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς διαστελλούσας τὴν ψυχὴν τοῦ σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφείλομεν ἀπαιτεῖν· τῷ γὰρ δοῦναι τῷ Διαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως ἐξουσίαν τοῦ πατάξαι αὐτήν, ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ μὴ ἅψασθαι αὐτοῦ τῆς ψυχῆς, δείκνυσι τὴν ἄπληκτον ψυχὴν ἕτερόν τι παρὰ τὴν πεπληγμένην αὐτοῦ σάρκα. |
| 77 | ὡσαύτως δὲ καὶ τὸ “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι” τοῦτο δηλοῖ, τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώπου τὸ ἐν ἀθανασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ὅπερ ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρέν. πρόδηλον ἄρα ὅτι ἔστι τι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις κατὰ τὴν οἰκείαν φύσιν. ΠΑʹ. Ἐρώτησι ς . Διατί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώπου κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει τὴν ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ’ αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν, σπερματικὴν προσκτωμένου δύναμιν. καὶ ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν τῶν ἀνθρώπων ἐργάζεται καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ δὲ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδεσιμώτερον κέκτηται. Ἀπόκρισι ς . Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων ἡ τῆς φύσεως ἐκπλήρωσις γίνεται καὶ οὐ πρὸς τὴν χρονικὴν παράτασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην· διὸ τὰ ὀνομασθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βραδύτερον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειότητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. οὐχ ἡ ἑβδομὰς οὖν αἰτία τῆς ἐκπληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλ’ ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ’ ἣν συμβῆναι τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι’ ὧν ἐκπληροῦται τὸ ἔργον τῆς φύσεως ἐν τοῖς λοιποῖς ζῴοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ ἐλάττονος. |
| 78 | αἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμός, ὅτι ἐν αὐτῷ περιέχεται ὁ πᾶς χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιηκότος αὐτὸν καταπαύσεως, ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιήσεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλλων ἀριθμῶν ἔταξε τὸν ἐπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ. ΠΒʹ. Ἐρώτησι ς . Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδοται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα; Ἀπόκρισι ς . Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερηφανείας ἀπαγορεύει, ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς· τὸ χαίρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας, οὐ μόνον οὐκ ἀποτρέπει, ἀλλὰ τὸ ἐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν ἐπιτρέπει, ποτὲ μὲν λέγων ὁ σωτήρ “χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς”, ποτὲ δὲ ὁ ἀπόστολος φησίν “χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις”, τῷ διπλασιασμῷ τοῦ “χαίρετε” τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαίνων. οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι’ ἑκατέρας ἑκατέρα φυλάττεται. ΠΓʹ. Ἐρώτησι ς . Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν στοχαζόμενοι ὡς ἑξακισχίλια ἔτη μόνα συστήσεται, εἰ ἀληθὲς τοῦτο δι’ ὑποδειγμάτων ἐναργῶν ἐπιδείκνυται εἴ τε ἐκ τῆς θείας γραφῆς καὶ εἰ ἄδηλον, μάθωμεν. |
| 79 | Ἀπόκρισι ς . Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀληθεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρόνον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα “ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ”, ποτὲ δὲ “εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε”, ποτὲ δὲ “ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου”. πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐρρέθησαν χιλιάδι, ἐν ᾗ ἐσμεν. ΠΔʹ. Ἐρώτησι ς . Εἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε, ὅπερ ἐπίσταται καὶ δύναται καλὸν ποιεῖν, τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεὸς πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας; ἐπεὶ δὲ καλὸν τὸ θεός * εἰ δὲ μὴ φθονερός, πῶς οὐκ ἀδυναμίᾳ τοῦτο οὐκ ἐποίησε; δυοῖν γὰρ θάτερον ὑποπτεύειν ἀνάγκη. Ἀπόκρισι ς . Πολύτροπός τίς ἐστιν ἡ ἐν ταύτῃ τῇ ἐρωτήσει περιεχομένη ἀτοπία· ἐν αὐτῇ γὰρ συντέτακται τοῖς κτίσμασιν ὁ θεός, τοῖς ἀφθόνως χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά· τὸ γὰρ πλησίον θεοῦ, οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. ἔτι δέ, εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει· ἀναγκαίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθυπέρβασιν καὶ ὑπόβασιν οὐσίας ἀλλήλων διαφερόντων· ἔτι δέ, εἰ τῶν ἀδυνάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν—ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός—, πῶς οὐκ ἔστιν ἄλογον τότε λέγειν τὸν θεὸν ἄφθονον, ὅτε τὰ μὴ ἐνδεχόμενα ποιεῖ; ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτίστης. οὐδὲν δὲ τῶν κτιστῶν κατ’ οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός, ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι λόγῳ “καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώτερος τῶν ποδῶν”. |
| 80 | ἀλλ’ εἰ ἄφθονός ἐστιν ὁ θεός, διατί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι’ ἀδυναμίαν μὴ πεποιηκέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς. ΠΕʹ. Ἐρώτησι ς . Εἰ τότε καλὸν φαίνεται τὸ καλόν, ὅτε συγκρίνεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κόσμος, τουτέστι τὸ πρὸ κόσμου. καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐτοῦ, τουτέστι τὸ καλὸν καὶ τὸ φαῦλον; εἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ’ αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; πῶς δὲ ἀληθεύει ὁ λέγων, “ὅτι ἐξ αὐτοῦ τὰ πάντα”; ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ νῦν ὄντα περιέχεται. Ἀπόκρισι ς . Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκτροπὴν τοῦ καλοῦ. διὸ ὕστερον τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ· ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι οὐκ ἐκ τῆς συγκρίσεως τοῦ καλοῦ τὸ κακὸν φαίνεται κακόν, ἀλλ’ ἐκ τῆς οἰκείας φύσεως. τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντῃ οὐκ ὂν ἦν· καὶ τὸ πάντῃ μὴ ὄν, οὔτε καλόν ἐστιν οὔτε κακόν. διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. ἔτι δὲ τὸ πάντῃ μὴ ὂν οὔτε ἐκ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον ἦν, πλὴν θεοῦ. τοίνυν τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγκρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος· τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχόμενον ὄν ἐστι. καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος τὸν θεὸν πεποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ ὄντος. |
| 81 | Πϛʹ. Ἐρώτησι ς . Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστιανισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; ὅτι γὰρ πρὸ τῆς πλάνης ἐκράτει ἡ ἀλήθεια, μαρτυροῦσιν αἱ θεῖαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφεξῆς μετ’ αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύσαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισι ς . Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προφητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ—γίνεται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν χριστιανῶν “βασιλείαν ἀσάλευτον” τὴν κατὰ τὸν προφήτην Δανιὴλ δοθεῖσαν αὐτῷ—, δῆλον ὅτι οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς ἐλπίδα. ἄλλως τε, εἰ καθ’ ἣν ἐκράτει ποτὲ δυναστείαν ὁ ἑλληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης, οὐδαμῶς πάλιν ταύτην ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; τίνος δὲ ἕνεκεν καὶ προσδοκᾷ ταύτην ὁ ἑλληνισμός; πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς χριστιανοὺς ἀφίστασθαι μὲν τῆς τοῦ Χριστοῦ ἀγάπης τε καὶ πίστεως, προσέχειν δὲ ταῖς λατρείαις τῶν δαιμόνων. ἀλλ’ αἱ βάσανοι αὗται, αἷς πάλαι χρησάμενος ὁ ἑλληνισμὸς καὶ προσδοκήσας ἐν αὐταῖς ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν ἔλυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν κατὰ κράτος. |
| 82 | ΠΖʹ. Ἐρώτησι ς . Εἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτῃ ἐξετάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; Ἀπόκρισι ς . Οὐχ ἣν ἔχουσιν αἱ ψυχαὶ ἐπὶ τοῦ παρόντος κατάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν τοῦ σώματος ἔξοδον. ἐνταῦθα μὲν τὰ τῆς φύσεως πάντα κοινὰ ὑπάρχει, δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο, οἶον τὸ γεννᾶσθαι καὶ τὸ ἀποθνήσκειν, τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, τὸ πλουτεῖν καὶ τὸ πένεσθαι καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ τῶν ἀδίκων ἡ διαστολή· ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους, αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ’ ὀπτασίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ, κατὰ τὸ εἰρημένον “ἐκδημοῦντος ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντος πρὸς τὸν κύριον”· αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ ᾍδῃ τόπους, κατὰ τὸ εἰρημένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος· “ὁ ᾍδης κάτωθεν ἐπικράνθη συναντήσας σοι” καὶ τὰ ἑξῆς. καὶ εἰσὶν ἐν τοῖς ἀξίοις αὐτῶν τόποις φυλαττόμενοι ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως καὶ ἀνταποδόσεως. ΠΗʹ. Ἐρώτησι ς . Καὶ εἰ, καθὼς ἔφης, πρὸ τῆς ἀναστάσεως οὐκ ἔστι τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος, εἰς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μάλισθ’ ὅτι ὁ μὲν παράδεισος αἰσθητός, νοητὴ δὲ ἔστι τῆς ψυχῆς ἡ οὐσία; Ἀπόκρισι ς . |
| 83 | Ὄφελος γέγονε τῷ λῃστῇ, εἰς τὸν παράδεισον εἰσελθόντι, τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι’ ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως· καὶ ἔχει τοῦ παραδείσου τὴν αἴσθησιν, καθ’ ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους καὶ τοὺς δαίμονας—οὐ γὰρ νοήσει ὁρᾷ ψυχὴ ψυχήν, οὔτε ἄγγελος ἄγγελον, οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ῥηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλήλους—, ἔτι τε καὶ τὰ σωματικὰ πάντα. ΠΘʹ. Ἐρώτησι ς . Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τοῦ σώματος; εἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νεκρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις, Ἀπόκρισι ς . Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· αἰσθητικὴν μὲν τὴν ἐννοηματικὴν λεγομένην, καθ’ ἣν καταλαμβάνουσιν ἑαυτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ’ ἣν δέχονται τὴν γνῶσιν τοῦ ὑπὲρ ἐκείνας. οὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰσθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλ’ αὐτὴ ἡ ψυχὴ αἴσθησις οὖσα τῇ ἑαυτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῷον ποιεῖ. καὶ ὡς μὲν πρὸς τὸ ζῷόν ἐστιν αἴσθησις, ὡς δὲ πρὸς ἑαυτὴν αἰσθητική, καὶ οὐδέποτε γίνεται νεκρά· ἡ γὰρ νέκρωσις τοῦ ἐμψύχου, θνητοῦ ὑπάρχει καὶ οὐχὶ τῆς ψυχῆς. |
| 84 | συνεργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰσθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, ὥσπερ ἄλλο τὸ κατὰ μετουσίαν καὶ ἄλλο τὸ κατ’ οὐσίαν. ϙʹ. Ἐρώτησι ς . Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν Δαυὶδ ὁ θεὸς ἀπεφήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφήτης εἰργάσατο; καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμίσηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε; τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέγουσα, ὅτι “τέκνα μοιχῶν ἀτέλεστα”; Ἀπόκρισι ς . Καὶ καθὸ διὰ τῆς μετανοίας τὰ οἰκεῖα σφάλματα διωρθώσατο ὁ Δαυίδ, καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ τοῦ μὴ βουλομένου “τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν”. καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου, τοῦτον ἐθανάτωσεν ὁ θεὸς διὰ τὸ εἶναι “τέκνα μοιχῶν ἀτέλεστα”, τοὺς δὲ μετὰ τοῦτον γεννηθέντας οὐκ ἐθανάτωσε διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἔννομον. τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ Δαυὶδ τὸ γένος καὶ τὸν Χριστὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατάγεσθαι πεποίηκεν. ϙΑʹ. Ἐρώτησι ς . Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα τὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βωμοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ’ ὧν εἰς τὰ σεβάσματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθωμάτων δεξάμενον, καὶ πρὸς ποῖον ἔπειτα ὄφελος μετὰ τοσούτων κατορθωμάτων μέγεθος αἱ περὶ τὸν Ἰωσίαν συναντήσασαι συμφοραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισι ς . |
| 85 | Καιρὸς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετὰ ἀρετῆς κατορθωμάτων οὐχ ὁ παρών ἐστιν, ἀλλ’ ὁ μέλλων, καθ’ ὃν αἱ ἀμοιβαὶ ἀναφαίρετοι εἰσαεὶ προσμένουσι τοῖς δεχομένοις αὐτάς. ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρακούειν αὐτὸν τοῦ προφήτου Ἱερεμίου, εἰρηκότος αὐτῷ ἐκ προστάγματος τοῦ θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἔσδρας. ἵνα οὖν καθαρὸν ἁμαρτημάτων αὐτὸν ἐκ τοῦ βίου παραλάβῃ ὁ δεσπότης θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ “εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται”; οἱ δὲ υἱοὶ τοῦ Ἰωσίου, εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ’ ὧν ἐπλημμέλησεν ὁ Ἰωσίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα, οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο. |
| 86 | εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὑτῶν, ἀνελάβοντο δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλωτίσθησαν, προδήλως ψευδὴς ὁ τῶν Ἑλλήνων λόγος. ϙΒʹ. Ἐρώτησι ς . Εἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος θανατώσας δι’ ἀρᾶς τοὺς ὑβρίσαντας αὐτὸν παῖδας, καὶ μάλισθ’ ὅτι βρέφεσιν ἀπειροκάλοις μνησικακήσας τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς καὶ εὐτελοῦς ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισι ς . Ὅτε διὰ μακροθυμίας τῶν σφαλλομένων οὐ γίνεται διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορθώτως πταίουσίν ἐστι χρησιμωτέρα. οὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ, εἰρηκότα τὴν μακροθυμίαν μὴ παρέχουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν. καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην ἔλεγον οἱ παῖδες, παρὰ τῶν γονέων αὑτῶν ἐδιδάχθησαν, τῶν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων—τὸ γὰρ “ἀνάβαινε, φαλακρέ”, πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἠλία ἀναλήψεως, ὡσανεὶ τοῦτο λέγοντες· “λαμβανέτω καὶ σὲ πνεῦμα καὶ ῥιψάτω σε εἰς ὄρος ἄβατον, ὡς κἀκεῖνον ἔρριψεν, ἵνα ἀπαλλαγῶμεν καὶ σοῦ, ὡς ἀπηλλάγημεν ἐκείνου—, διὰ τοῦτο τῇ ἀναιρέσει τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι’ αὐτῶν τὸν θεόν. ϙΓʹ. Ἐρώτησι ς . Εἰ πᾶσα πλάνη τῇ τοῦ Χριστοῦ παρουσίᾳ κατήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τοὺς δὲ τῆς μαντείας ἀποφθέγγονται λόγους; Ἀπόκρισι ς . |
| 87 | Εἰ κατὰ τὸ εἰρημένον “οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα”, ἀλλ’ “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν”, δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη, ἀλλ’ οἷς μὲν ὁ Χριστὸς πεπίστευται, τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται· οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπιστεῖται, τούτοις ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. τὰ δὲ σώματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λαλεῖν καὶ πράττειν τὰ τῆς μαντείας ῥήματά τε καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα. ϙΔʹ. Ἐρώτησι ς . Εἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοὺς ἀνθρώπους ἐδίδαξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν ἐκβάλλειν τοὺς δαίμονας; καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώσκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν, “εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν”. τίς δὲ ἡ ἑρμηνεία τοῦ τοιούτου ὀνόματος; Ἀπόκρισι ς . Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ’ αὐτῶν τῶν δαιμόνων ἐμάνθανον οἱ ἄνθρωποι, οὕτω καὶ τὰς ὀνομασίας αὐτῶν ὑπ’ αὐτῶν ἐδιδάχθησαν· πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι καὶ οὐ θεῷ, ὕστερον εἶπεν ἡ θεία γραφὴ “ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ”, καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαίμονας οὐδαμοῦ φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει ὅτι “ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ”, οὕτω καὶ περὶ τῆς ὀνομασίας αὐτῶν μηδὲν εἰρηκυῖα λέγει τῶν δαιμόνων τὰ ὀνόματα, τοῦ τε Βεελζεβοὺλ καὶ τοῦ Βελίαρ· “ποία” φησί “συμφώνησις Χριστοῦ πρὸς Βελίαρ”; οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ δαίμοσι πρὸς τὰ προκείμενα αὐτοῖς ἔργα, τούτων ἀναγκαίως παρ’ αὐτῶν ἐμάνθανον, ὥσπερ τὸν τρόπον τῆς θεραπείας, οὕτω καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν. |
| 88 | Εἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων. ϙΕʹ. Ἐρώτησι ς . Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδεται, καθώς τινες ἔφασαν καὶ ἡ νῦν διδάσκει κατάστασις, διατί πρὸ νόμου τὸ θύειν προσέταττεν τῷ Νῶε καὶ μάλιστα ὅτι εἰδωλικαὶ θυσίαι οὐδέπω ἐγένοντο; εἰ δὲ ἥδετο ταύταις, διατί μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο; Ἀπόκρισι ς . Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνεται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύσαντα εὐάρεστον αὐτῷ. ἃ δὲ προσέταξε τῷ Ἁβραὰμ λαβεῖν ζῷα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριόν, ὃν ὑπὲρ τοῦ Ἰσαὰκ προσήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτων θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκεν προμηνυτικῆς τῶν ἐσομένων· τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν. ϙϛʹ. Ἐρώτησι ς . Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλισσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ τὰ ἔργα Ἠλιοὺ ἐποίησεν, οἷον ὑετῶν ἐποχὴν καὶ λιμοῦ ἐπαγωγήν, πυρὸς κατὰ θυσιῶν οὐράνιον φοράν, ἱερέων Ἑλλήνων σφαγάς, πεντηκοντάρχων ὁλοκαυτώσεις καὶ τὰ λοιπά, ἀλλ’ ἕτερα μὲν ἐκεῖνος, ἕτερα δὲ οὗτος εἰργάσατο θαύματα; πόθεν οὖν ὁ Ἑλισσαῖος δειχθήσεται τὴν ἑαυτοῦ αἴτησιν καὶ τὴν τοῦ Ἠλία ὑπόσχεσιν κομισάμενος; Ἀπόκρισι ς . |
| 89 | Οὐκ ᾐτήσατο Ἑλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος, πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ’ αὐτοῦ μετὰ μείζονος δυνάμεως περιουσίας. τῆς δὲ αἰτήσεως, ὅτι οὐκ ἀπέτυχε. μαρτυροῦσι τὰ δι’ αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε· τὸ γὰρ ἐγείρειν δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν λοιποῖς θαύμασιν, εἰ ἐβούλετο περιουσίας, τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. καὶ ἐπὶ μὲν τοῦ Ἠλία πρὸς τὴν χρείαν ἐγένετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἑλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. καὶ ὁ μὲν Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἑλισσαῖος ἵππους πυρὸς καὶ ἀναβάτας κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς βοήθειαν τῷ Ἰσραήλ. ϙΖʹ. Ἐρώτησι ς . Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφή, ὅτι “πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη”, ὅπερ οὐκ εἶπεν ἐπί τινος τῶν ἄλλων, ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λαζάρου, ἢ τοῦ υἱοῦ τῆς χήρας, ἢ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἀλλ’ ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε; πῶς οὖν ἐπὶ τούτων μόνον σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει, ὅτι “ἐνεφανίσθησαν πολλοῖς”, ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι; καὶ εἰ τῷ ὄντι ἄψυχα ἀνέστησαν σώματα καὶ ἐπεβίωσαν, ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθανασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ’ ἐκείνους ἐκ τῶν ἐπ’ αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. |
| 90 | Ἀπόκρισι ς . Εἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες, οἵ τε ἤδη ἀναστάντες, οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου, τέλειοι ἀνέστησαν· ἀδύνατον γὰρ νεκρῶν γενέσθαι ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοικιζομένης εἰς τὸ οἰκεῖον σῶμα. κἂν οὖν εἴπῃ ἡ θεία γραφή, ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν, ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι’ ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστασιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην. καὶ καθώσπερ ὅταν εἴπῃ ἡ θεία γραφή “ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα”, οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ “πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη”, τὴν τελείαν λέγει ἀνάστασιν. γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λυτικὸν εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι πιστεύουσι καὶ πάσαις ταῖς ἐν τῷ ᾍδῃ ψυχαῖς· δι’ ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μένουσιν ἐν ἀθανασίᾳ, καθάπερ Ἐνὼχ καὶ Ἠλίας, καὶ εἰσὶ σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ, ἀναμένοντες τὴν κοινωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, γινομένην κατὰ τὴν ἐναλλαγήν, καθ’ ἥν, ὥς φησιν ὁ ἅγιος ἀπόστολος, “πάντες ἀλλαγησόμεθα”· εἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις, πλὴν τοῦ σωτῆρος Χριστοῦ. |
| 91 | διὸ “καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν” καὶ “ἀπαρχὴ τῶν κεκοιμημένων” ἀνηγόρευται. ϙΗʹ. Ἐρώτησι ς . Τί ἑρμηνεύεται τὸ ὑφί, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικὸν καὶ τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κοδράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσάριον, τὸ θεραφίμ, τὸ βεζέκ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ ἐφούδ; ἀμφοτέρων δὲ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισι ς . Εἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. τὴν ἑρμηνείαν ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας. ϙΘʹ. Ἐρώτησι ς . Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ ἀναιρέσεως τῇ ποιήσει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπε, καθώς φησιν ὁ Ματθαῖος, καὶ πάντας ἡ περὶ τούτων φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γενόμενα θαύματα Ἡρώδης τοῖς Ἰουδαίοις ἔλεγεν, ὅτι Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας ὁ ποιῶν τὰ σημεῖα; ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος. Ἀπόκρισι ς . Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐνὶ καιρῷ ἤκουσαν, ἀλλ’ οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκότων τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰωάννου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. |
| 92 | οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ’ ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰησοῦ, ὅτε ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰησοῦς εἰς τὰς πόλεις καὶ κώμας κηρύττειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής· καὶ γὰρ αὐτὸς Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκούσας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἔν τε τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτόν· τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν μαθεῖν, εἰ αὐτὸς εἴη ὁ προσδοκώμενος ἐλθεῖν, καθά φησι Λουκᾶς, [ὅτε] * * * , [Λουκᾶς] μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο. Ρʹ. Ἐρώτησι ς . Εἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκαμεν, “ἁμαρτίαν” γεννηθεὶς ὁ Χριστὸς “οὐκ ἐποίησε”, πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ’ ὅρκου βοῶσα, ὅτι “οὐδεὶς γεννηθεὶς, ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκώς, ὃς οὐκ ἠνόμησεν”; πῶς δὲ καὶ βρέφος τὸ σύγχρονον τῷ τόκῳ τὸ τέλος δεξάμενον, ἢ βραχυήμερον ζωὴν κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισι ς . |
| 93 | Τὸ “οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν”, οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χριστοῦ εἰρημένον, τὸ “ἁμαρτίαν οὐκ ἐποίησε”· περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ θεοτόκου ἐγεννήθη Μαρίας. νοεῖται δὲ καὶ ὁ λόγος οὕτως. οὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν, ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βούλεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν. καὶ τὸ “τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ’ οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς”, οὐδενὶ τρόπῳ ἁρμόττει τῷ βρέφει· τὸ γὰρ “βίος” ἀντὶ τῆς πολιτείας εἴληπται ἐνταῦθα, τῷ βρέφει δὲ ὥσπερ οὐκ ἔστι πολιτεία, οὐδὲ βίος. ΡΑʹ. Ἐρώτησι ς . Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωυσῆς διεπράξαντο, ὃ μὲν Αἰγυπτίαν, ὃ δὲ Μαδιανίτιδα γυναῖκα γημάμενος; Ἀπόκρισι ς . Οἱ μὲν πατριάρχαι, φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς αὑτῶν τῆς εὐσεβείας, οὐκ ἐπέτρεπον αὐτοῖς ἐκ τῶν ἐθνικῶν λαβεῖν γυναῖκας· ὁ δὲ Μωυσῆς καὶ Ἰωσὴφ τοῦ τοιούτου φόβου ἦσαν ἀνώτεροι. οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν πατέρων πεποιηκότες φαίνονται ὅ τε Μωυσῆς καὶ Ἰωσήφ, λαβόντες γαμετὰς ἐθνικάς· οὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετράπησαν τῆς εὐσεβείας ὑπὸ τῶν γυναικῶν ἑαυτῶν, ἀλλὰ καὶ αὐτὰς μετέφερον εἰς τὴν ἑαυτῶν εὐσέβειαν. |
| 94 | ΡΒʹ. Ἐρώτησι ς . Εἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν ὡς ἑωρακὼς ἀπειληθέντα ἐδειλίασε θάνατον; πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ, ὡς ἐγνωσμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισι ς . Εἰ λογικὸν ἐκεῖνον καλοῦμεν, τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔννοιαν. καὶ καθώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυμνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχηκὼς ἐν ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς. ΡΓʹ. Ἐρώτησι ς . Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταῦτά εἰσιν ἀλλήλοις ἀμφότερα, ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον. Ἀπόκρισι ς . Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστέλλοντας τῶν οὐ πρακτέων τὰ πρακτέα, * καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ, τιμωρίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὁρισαμένου· δικαιώματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα, ἀπονεμητικὴν τῶν κατ’ ἀξίαν ἑκάστῳ· νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας, μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πραττομένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον, ἀξίαν δι’ εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν πολλάκις ὁ Μωυσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πειθομένοις ἢ ἀπειθοῦσιν· ἐντολὰς δὲ καὶ προστάγματα λέγει, κατὰ τὸν τρόπον τῶν λόγων ὀνομάζων τοὺς λόγους, ἐνταλτικῶς ἢ προστακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος. |
| 95 | ΡΔʹ. Ἐρώτησι ς . Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι. καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαινόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων οὐκ ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ τὸν οὐρανὸν κινουμένων; εἰ δὲ τούτους ἐν τῷ οὐρανῷ λέγοιεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέργειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; εἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ ἀληθεύσειεν ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; εἰ δὲ τοῦτο μὲν ἀπρεπές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύστασις; τί δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρτωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισι ς . Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ’ ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γίνεται. διὸ εὔλογον αἰτίαν ἀποδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τοῦ οὐρανοῦ τὰ νῶτα τοῖς ὕδασιν. οὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι τῇ ὑποκειμένῃ φλογὶ τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς, καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρότητα, ἀφ’ ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτελεῖται τῶν ἀέρων ἡ σύγκρασις πρὸς τὴν διαμονὴν τῶν ἐπὶ τῆς γῆς ζῴων τε καὶ φυτῶν. |
| 96 | ἐν δὲ τῇ συντελείᾳ, οὐκ ἐν τῷ νῦν οὐρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ’ ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ, κατὰ τὸ εἰρημένον· “ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ· μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας”. καὶ πάλιν· “κατ’ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται”. καὶ πάλιν· “ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν”· τὸ δὲ σαλευόμενον δηλοῖ τὴν μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ΡΕʹ. Ἐρώτησι ς . Εἰ ὡς βιβλίον τὸν οὐρανὸν ἑλίσσεσθαι καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυται; τίς οὖν ἡ τῶν τοιούτων ῥημάτων διάνοια καὶ πῶς τὸ τῶν στοιχείων συνίσταται ἄφθαρτον; Ἀπόκρισι ς . Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρρεως, λέγουσα “ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν”, ποτὲ δὲ τῷ καπνῷ στερεωμένῳ (“ὁ οὐρανός” φησίν “ὡσεὶ καπνὸς ἐστερεώθη”), ποτὲ δὲ τῷ περιφερεῖ τῆς καμάρας (“ὁ τανύσας” φησί “τὸν οὐρανὸν ὡσεὶ καμάραν”), οὕτω καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ ἑλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευτέρᾳ αὑτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ· ἀνάγκη γὰρ τῇ εἰσαγωγῇ τοῦ κρείττονος οὐρανοῦ τοῦ καινῶς γινομένου ἀναιρεῖσθαι τὸ στερέωμα, ὡς ἄχρηστον ὂν πρὸς ἐκείνην τὴν κατάστασιν, ἵνα τῇ αὐτοῦ ἀπωλείᾳ κἂν τότε τὸ μάταιον τοῦ περὶ τῆς ἀγεννησίας τε καὶ ἀφθαρσίας τοῦ οὐρανοῦ φρονήματος μάθωσιν οἱ ἀίδιόν τε καὶ ἀγένητον θεόν τε καὶ ἔμφρονα τοῦτον εἰρηκότες. |
| 97 | Ρϛʹ. Ἐρώτησι ς . Εἰ διὰ τὴν ἡμετέραν χρείαν κατ’ ἀρχὰς ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύεται, οἷον κτήνη μὲν καὶ θηρία καὶ πετεινὰ φθείρεται, οὐρανὸς δὲ καὶ γῆ φθορᾶς ἀπαλλάσσεται, καὶ τὰ μὲν φθείρεται, ὡς ἀνενδεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δηλωθέντα μένει στοιχεῖα, [ὡς] τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν, ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένοιεν ἄφθαρτα, οὔτε εἰς πνοὰς οὔτε ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας [ἕνεκα] χρῃζόντων ἡμῶν ἐξ αὐτῶν διὰ τὸ ἀνενδεές, ὡς ἔφην, τοῦ σώματος; Ἀπόκρισι ς . Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον “παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου”, δῆλον ὅτι ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, τὰ τοῦ σχήματος ἕνεκεν τοῦ κόσμου γεγονότα, συμπαραχθήσεται τῷ τοῦ κόσμου σχήματι, εἰσαχθήσεται δὲ “καινὸς οὐρανὸς καὶ καινὴ γῆ”, ἐν οἷς μέλλει δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις ἡ τῶν πρακτέων ἀμοιβή. |
| 98 | τῷ δὲ ἀέρι, εἰ καὶ πρὸς ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ τοπικὴν μετάβασιν ἀναγκαίως αὐτῷ χρησόμεθα· “ἁρπαγησόμεθα” γάρ, φησίν, “ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα”. ΡΖʹ. Ἐρώτησι ς . Εἰ μόνοις τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρ’ Ἡρώδου τὴν διὰ ξίφους λαβόντες ἀναίρεσιν καὶ τὰ ἐπὶ τοῦ κυρίου νήπια, ἡνίκα ἐπὶ τοῦ κτήνους καθήμενος τὴν Ἱερουσαλὴμ κατελάμβανε, τὸν ὕμνον φθεγξάμενα, ποῖον ἔχουσι δικαίως χρεωστούμενον ἔπαινον; κἀκεῖνοι γὰρ τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ, ἀλλὰ χάριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐφθέγξαντο. Ἀπόκρισι ς . Εἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πάσχειν—“ὑμῖν” φησίν “ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν”—, ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χριστοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. τίς οὖν οὐκ ἐπαινέσειε ταῦτα δικαίως, τῇ δόσει τῆς θείας χάριτος ἐπαινεθέντα ὑπὸ θεοῦ τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαινον δαψιλευομένου; ἔτι δέ, εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέβειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλῖψιν τοῖς θλίψασιν αὐτούς, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρεθέντα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ, τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλίψεων. “δίκαιον” φησὶν ὁ ἀπόστολος Παῦλος “παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλῖψιν, ὑμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν ἐν τῇ βασιλείᾳ αὐτοῦ”. ΡΗʹ. |
| 99 | Ἐρώτησι ς . Εἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς πταίουσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χάριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; ὃ μὲν γὰρ ῥαντισμοῖς τισι καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίοντας καθ’ ἑκάστην ἀποπλύνει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα, τῆς τῶν ἁμαρτημάτων παρεκτικὸν συγχωρήσεως. ἀλλ’ εἰ μὲν ἅπαξ μόνον ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα. πολλάκις δὲ ἁμαρτάνοντες, δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄζομεν· ὅπερ οὐχ ἡ χάρις, ἀλλ’ ὁ νόμος διὰ τῶν προλεχθέντων ῥαντισμῶν καὶ τῶν λοιπῶν παρέχειν ἐπίσταται. πῶς οὖν οὐ δειχθήσεται τοῦ νόμου ἡ χάρις φιλανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὡς προείρηται ἐχόντων τῶν πραγμάτων; Ἀπόκρισι ς . Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούντων εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψασθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων· τῶν δὲ ἄλλων πταισμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν τοῖς πταίσασι δίδωσι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως. “ψυχήν” φησίν “ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος”. ὅπου δὲ τὸ ἴσον τῆς ἀνταποδόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύσασαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊκοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους, καὶ οὐδαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ θυσιῶν σῶσαι τῶν τοιούτων τινά. |
| 100 | τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων σωτηρίαν ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος, εἰ μὴ κατέλαβε τὸν βασιλέα Δαυὶδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς μετανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρτωλῶν φιλανθρωπίαν. αὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον, τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς “ἑβδομηκοντάκις ἑπτὰ” πταίοντας ἰάσασθαι, μόνον εἰ βουληθεῖεν κεχρῆσθαι τῶν τῆς μετανοίας βοηθημάτων. ΡΘʹ. Ἐρώτησι ς . Εἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι’ ὧν λέγει παρίστησι—φησὶ γὰρ “ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ”—, πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς “φοβεῖσθε” λέγων “τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον”; Ἀπόκρισι ς . Οὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ “ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ”, εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ “φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι”, οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τελείας ἀγάπης, ἀλλὰ πρὸς φυλακὴν αὐτῆς· ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν ἠγαπημένων· ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται, καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκπτωσιν αὑτοῦ φοβεῖται, ἕως ἄν ἐστιν ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου ἀγῶνι. λυθέντος δὲ τοῦ ἀγῶνος, συλλύεται αὐτῷ καὶ ὁ φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης—ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ μισεῖν καὶ ἀγαπᾶν—οὕτω καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι. |
| 101 | ΡΙʹ. Ἐρώτησι ς . Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δείκνυνται [τοῖς] ἑαυτῶν [θεοῖς] ἀσεβέστεροι (ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τοὺς παρ’ αὐτοῖς νομιζομένους θεοὺς ἀξιοῦσθαι), μειζόνως αὐτοὺς τῇ τῶν λογικῶν θυσίᾳ τιμῶντες; ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, τοσούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνημονεύεται. Ἀπόκρισι ς . Οὐ χρὴ ἡμᾶς σκοπεῖν τὴν κατὰ τὸν νόμον [τῷ] θεῷ προσφερομένην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἷμα, ἀλλὰ τὸ πῶς προσεδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. εἰ μὲν γὰρ τὸ αἷμα τῶν ἀλόγων τῷ θεῷ προσφερόμενον οὕτως προσεδέξατο ὁ θεός, ὡς εἰ τὴν ἑαυτοῦ ψυχὴν προσέφερεν ὁ τοῦτο προσενέγκας, δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώτην τάξιν ἔσχεν ἀπὸ τῆς εὐδοκίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώτην τιμήν· ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα· “ἀντὶ τὴς ψυχῆς” φησί “τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν εἰσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων”. μὴ οὖν ἀπὸ τῆς φύσεως τοῦ προσαγομένου, ἀλλ’ ἀπὸ τῆς διαθέσεως τοῦ προσδεχομένου κρῖναι [δεῖ] τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀνθρώπων μὴ βουληθέντος ἀναλῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ’ ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δεδωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξάνεσθαί τε καὶ διαμένειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τάξιν. |
| 102 | οἱ δὲ παρ’ Ἕλλησι θρῃσκευόμενοι θεοί, ἅτε δαιμόνων αὐτῶν πονηρῶν καὶ μισανθρώπων ὄντων, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανιστικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγιστον τῆς μὲν αὐτῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώπων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. αἰτία δὲ δι’ ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, αὕτη ἐστίν. ᾐτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν. ὑπὲρ ταύτης τῆς νίκης εὐχαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο τῷ θεῷ, προσαγαγεῖν εἰς θυσίαν τὸ ἐκ τοῦ οἴκου ἐξερχόμενον πρῶτον καὶ προσερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. δραξάμενος δὲ ὁ διάβολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως· καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ, μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς τὴν ἀπάντησιν αὐτοῦ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγκασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. ἀλλ’ ὅμως παγίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προτιμωτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν τῆς εὐχῆς. συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνῳ αἵματι τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ· πολλὰ γάρ ἐστιν ἄτοπα τὰ κατὰ τὴν οὕτως ἀόριστον εὐχὴν συμβησόμενα, ὧν τοῦ μὴ γενέσθαι προνοησάμενος ὁ θεὸς συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ τῆς εὐχῆς. |
| 103 | ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυλάττων διὰ τῆς θυσίας τῆς θυγατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐτοῦ γέγονεν ἡ μνήμη ἐν τῷ καταλόγῳ τῶν δικαίων. ΡΙΑʹ. Ἐρώτησι ς . Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ’ ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ’ αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ’ ἡ μὲν τῆς πλάνης λατρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν; Ἀπόκρισι ς . Εἰ μὲν τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γιγνόμενον εὔλογον ἀπορίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι προφῆται καὶ μάρτυρες, ὧν τὰ λείψανα κεῖνται ἐν ταῖς ἐκκλησίαις, δῆλον ὅτι καὶ νῦν οἱ ὀρθόδοξοι ἐνεργοῦσι τὰ θαύματα· ὀρθόδοξοι γάρ εἰσιν οἱ ἀπόστολοι προφῆταί τε καὶ μάρτυρες, ὧν τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι’ ὧν τὰ θαύματα ἐκτελεῖται, τουτέστι τῶν ὀρθοδόξων. ΡΙΒʹ. Ἐρώτησι ς . Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα—ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται—πρότερον τὰ τοῦ νόμου, εἶθ’ οὕτως τὰ εὐαγγελικὰ παρειληφότων μαθήματα, πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν πρὸ τῶν ἡσσόνων τὰ μείζονα μανθάνοντες, λέγω δὲ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα; μιᾶς γὰρ ἡμῶν καὶ τῶν πρὸ ἡμῶν τυγχανούσης τῆς φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθήσεως, ἐπειδὴ καὶ ἐν τοῖς μαθήμασιν, ἐὰν μὴ φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. |
| 104 | Ἀπόκρισι ς . Εἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθήματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύτην εἶχε καὶ τὰ ἡμέτερα μαθήματα, οὐδ’ ἂν ἐδυνήθημεν οὐδὲ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα. ἀλλ’ ἐπειδὴ τὰ ἡμέτερα δυνατὸν καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέτερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. τὸ δὲ ἀνάγκης ἀπηλλαγμένον, ὡς ἂν γένηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολουθίᾳ. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρωτήσει σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα· ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ’ ὡς ἐμάνθανον οἱ ἀπόστολοι πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγγέλια, οὕτω καὶ ἡμᾶς ἐδίδαξαν· μαρτυροῦσι δὲ τούτων αὐτῶν αἱ φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες ἐκ τῶν πρώτων τὰ ἥσσονα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα δείκνυται· τὸ γὰρ “προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν κατ’ ἐμέ”, καὶ τὸ “εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου”, καὶ τὸ “οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν”, φωναί εἰσι τοῦ νόμου, προκαταγγείλαντος ἐν αὐταῖς τὸν Χριστόν· αἷς καὶ ὁ ἀπόστολος Πέτρος χρησάμενος τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. καὶ ὡς μὲν πρὸς τὴν μάθησιν οὐδὲν διέστηκε τοῦ νόμου τὰ εὐαγγέλια, ὡς δὲ πρὸς τὴν ἐπαγγελίαν καὶ ἀπόδοσιν διέστηκε· τί γάρ ἐστιν ὁ νόμος; εὐαγγέλιον προκατηγγελμένον. |
| 105 | τί δὲ τὸ εὐαγγέλιον; νόμος πεπληρωμένος. ΡΙΓʹ. Ἐρώτησι ς . Εἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατασκευῇ ὁ δημιουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων περιετέμνετο; εἰς τί δὲ χρήσιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ’ ἐν τῷ παιδοποιῷ μορίῳ τὴν περιτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλήφασι; διατί δὲ ὡς χρησίμην ἐκείνων ταύτην λαβόντων, τῇ τοιαύτῃ χειρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισι ς . Ἐπειδὴ διὰ τὸ γῆρας τοῦ Ἀβραὰμ καὶ τῆς ἐλευθέρας γαμετῆς αὐτοῦ ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐξ αὐτῆς καθισταμένου, ἐπαγγελίαν παιδοποιίας ἐδέξατο παρὰ θεοῦ, καὶ πιστεύσας τῷ θεῷ παρὰ καιρὸν ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο δέδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πίστεως τὴν περιτομὴν τοῦ τῆς ἀκροβυστίας μορίου, τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιίαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πίστιν τοῦ Ἀβραὰμ εἰς παιδοποιίαν χρησίμου γενομένου. παρέπεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ’ ἐλπίδα πατρὸς γενομένου ὑφιστάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πίστεως καὶ τῆς τοῦ θεοῦ δυνάμεως, “τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.” περιτεμνόμεθα δὲ καὶ ἡμεῖς, τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος ἐκδυόμενοι τὸν Ἀδάμ, δι’ ὃν ἁμαρτωλοὶ κατασταθέντες τεθνήκαμεν, καὶ ἐνδυόμενοι τὸν Χριστόν, δι’ ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νεκρῶν· “ἐν ᾧ” φησὶν ὁ ἀπόστολος “περιετμήθητε περιτομὴν ἀχειροποίητον ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ὑμῶν”. |
| 106 | ΡΙΔʹ. Ἐρώτησι ς . Εἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ὑπάρχει ἀνεύθυνος. πῶς οὖν ὁ νόμος τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολάσεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκπλήρωσιν; μαρτυρεῖ δὲ τούτοις ὁ ἀπόστολος, “οὐ δικαιωθήσεται” λέγων “ἐξ ἔργων νόμου πᾶσα σάρξ”. Ἀπόκρισι ς . Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον, τοῦτο καὶ τινὶ ἀνθρώπων ὑπάρχει δυνατόν· οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι, ὡς ὁ ἀετός, τινὶ ἀνθρώπων ἐστὶν ἀδύνατον. καὶ ἀνάπαλιν τὸ τινὶ ἀνθρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, τοῦτο καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. ἀλλ’ εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον τῇ κατὰ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυνατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις· λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ, ὅτι “κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος”· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλισάβετ, ὅτι “ἦσαν δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι”. τί δέ ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη, ἢ τὸ ἀγαπᾶν μὲν τὸν θεὸν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν, ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι; τὸ “ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ”, οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύνατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά· τῇ γὰρ βουλήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ’ ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πραχθεῖσιν ἢ μὴ πραχθεῖσι· τοῦ δὲ διὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν οἱ ἄνθρωποι, ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας, τινὰς δὲ ἑτέρῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενί, κατὰ τοὺς προειρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρτάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἁμαρτάνομεν οἱ ἄνθρωποι. |
| 107 | ΡΙΕʹ. Ἐρώτησι ς . Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος τῷ ἡμαρτηκότι οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτῷ ἐπάγει ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης Δαυὶδ ἐργασάμενος οὐ παρὰ τὸν σκοπὸν τοῦ νόμου συγγνώμης ἠξίωται; καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διατί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέζευκται; εἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν χορηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισι ς . Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ρηʹ ἐρωτήσει προτέτακται τῆς χάριτος ὁ νόμος, ὡς ταύτης ἑτοιμότερος καὶ φιλανθρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνουσιν, οὓς καθ’ ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ῥανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλανθρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραίτητον; καὶ πρὸς μὲν τὸ μὴ ἀνεπισήμαντον ἐᾶν τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν ἐρώτησιν ἀποκρινούμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι· τὸ γὰρ “αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ”· καὶ τὸ “οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν”, φωναί εἰσι τῆς θείας χάριτος, ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπείθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προημαρτημένων τὴν συγγνώμην. |
| 108 | ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγγνώμη καὶ τῆς θείας χάριτος δῶρον· οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ’ ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις· ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ τῆς μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπείθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν Δαυίδ. ΡΙϛʹ. Ἐρώτησι ς . Εἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγκαία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταύτης δὲ οὐ προσέδει τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα κεκτημένῳ τὴν δύναμιν, διατί παρὰ τῶν ἀποστόλων συχνότερον ὑπὸ τῆς γραφῆς τὸν κύριον μανθάνομεν προσευχόμενον; Ἀπόκρισι ς . Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιουσίαν δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ τῆς φύσεως αὐτοῦ ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ περιουσίας τῆς ἀποδείξεως, εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν εὔξασθαι τῷ θεῷ; καὶ ἐπειδὴ περὶ τῶν ἀποστόλων οὐδεμία γέγονεν ἀμφιβολία, εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτὸν τοῖς λοιποῖς ἀνθρώποις καὶ τὸ εὔξασθαι αὐτὸν ἡ θεία κατήγγειλε γραφή· εἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος, ὡς “ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν”, ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἔτι ὑποκειμένου αὐτοῦ “τῇ ἀσθενείᾳ τῆς σαρκὸς” ἐδεῖτο μεγάλης κραυγῆς, καὶ “κραυγῆς ἰσχυρᾶς καὶ δακρύων”, μεθ’ ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ῥύσασθαι αὐτὸν ἐκ θανάτου; ΡΙΖʹ. |
| 109 | Ἐρώτησι ς . Εἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ ψυχὴ τὴν οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; ἀλλ’ εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης διαφορᾶς ἐστιν ἡ αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον, κατὰ τὴν διαφορὰν τῆς νοήσεως. εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ αὐτῆς λόγος ἁρμόσειεν. εἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ, ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέρου τὸ θάτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη καὶ φρόνησις, πόθεν ἢ ὅπως γίνεται τῆς τοιαύτης ποιότητος ἡ ἐπικράτεια, ἡ παρασκευάζουσα τὸ πολύνουν ἢ τὸ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισι ς . Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν καὶ τὴν ἀσυμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τὰς τούτων αἰτίας· εἰσὶ γάρ τινες ἐν μὲν τῇ νεότητι γεννητικοί τε καὶ ἐπινοητικοί, ὀξεῖς νοημάτων τυγχάνοντες, ἐν δὲ τῷ γήρει εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί. |
| 110 | ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρασίαν εἶναι αἰτίαν τῆς τοιαύτης μεταβολῆς. ὡσαύτως δὲ καὶ οἱ λίαν μεγαλοκέφαλοι, οἱ λεγόμενοι βαρυκέφαλοι, καὶ οἱ ἄγαν μικροκέφαλοι, διὰ τὸ μὴ σῴζειν σύμμετρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος, διὰ τὴν ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνασθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ γνώσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ “ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης”, καὶ ὡς τὸ “οἷς μὲν δέδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως”. ΡΙΗʹ. Ἐρώτησι ς . Εἰ ὑπὸ μὲν τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ῥηθέντων τρόπων ἀλλότρια παρειληφότες μαθήματα διατί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νηπίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισι ς . Οὐ τὸ ᾆσαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμόδιον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ᾆσαι καὶ μετὰ ὀρχήσεως καὶ κροτάλων. διὸ ἐν ταῖς ἐκκλησίαις περιαίρεται ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμοδίων, καὶ ὑπολέλειπται τὸ ᾆσαι ἁπλῶς· ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδομένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς καρποφορίαν παντοίων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιωτικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι, —“μάχαιραν” τοῦτο ὁ Παῦλος “τοῦ πνεύματος” ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀοράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας· ῥῆμα γάρ ἐστι τοῦ θεοῦ τὸ καὶ ἐνθυμούμενον καὶ ᾀδόμενον καὶ ἀναγινωσκόμενον—, δαιμόνων γίνεται ἀπελατικόν. |
| 111 | ἅπερ ἐστὶν ἅπαντα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ’ εὐσέβειαν ἀρεταῖς, διὰ τῶν ἐκκλησιαστικῶν ᾀσμάτων τοῖς εὐσεβέσι προσγινόμενα. ΡΙΘʹ. Ἐρώτησι ς . Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστησιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος “πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι”, ποτὲ δὲ ὁ ἀπόστολος φάσκων “εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν”; καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν Ἰουδαίων· περὶ δὲ τῶν νῦν “μαρτυρῶ” φησίν “αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν”. Ἀπόκρισι ς . Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατὰ ἄγνοιαν πραττομένου πράγματος δείκνυσι τὴν γνῶσιν κατὰ ἀλήθειαν οὖσαν γνῶσιν, ἢ κατὰ πλάνην καὶ ἄγνοιαν. δειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ τῆς ἀποβάσεως τοῦ πράγματος ἀγνοίας ὑπαρχούσης, ἐὰν ἐμμείνῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐκέτι ἐφέλκεται συγγνώμην, ἀλλὰ τιμωρίαν ἀπαραίτητον. |
| 112 | ἀλλ’ ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστόν, ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντὶ δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες, ὅτι μετὰ τὸν θάνατον αὐτοῦ ὁ θεὸς αὐτὸν ἐγερεῖ ἐκ τῶν νεκρῶν. ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ, ἔδειξε τὴν νομιζομένην κατὰ Χριστὸν γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι· τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην ὀνομάζειν καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγγνώμην ἐφελκομένης, ἀλλ’ ἐγνωσμένης ἑκουσίου θεομαχίας τιμωρίαν ἐπισπωμένης· εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; τὸ οὖν “πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι”, κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· ὅτι “γνόντες ὅτι κατὰ ἄγνοιαν με ἐσταύρωσαν καὶ αἰτοῦσιν ἄφεσιν τῶν πλημμελειῶν αὐτῶν, παράσχου αὐτοῖς”. οὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν, ἀλλὰ δικαιοσύνην. καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ “μαρτυρῶ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν”, πεφεισμένως εἴρηται τῇ τοῦ λόγου συγκαταβάσει, “ἀσθενὴς τοῖς ἀσθενοῦσι” γινόμενος, “ἵνα” κατὰ τὸ εἰρημένον “σώσῃ τοὺς ἀσθενεῖς”. |
| 113 | ΡΚʹ. Ἐρώτησι ς . Εἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θνήσκουσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀναστάντες ζῶντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθήσεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; πῶς δὲ νεκροὶ κριθῆναι δυνήσονται, ὧν τὸ μὲν σῶμα ἐν μνήμασιν ἔρριπται, ἡ δὲ ψυχὴ τῶν σωμάτων κεχώρισται; Ἀπόκρισι ς . “Οὐ πάντες” φησί “κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα”. κρίνει οὖν ζῶντας μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν. “ἔρχεται” φησίν “ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως”. ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. ΡΚΑʹ. Ἐρώτησι ς . Εἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα, γυναῖκα ἢ τέκνα, ἀδελφοὺς ἢ ἀδελφάς, οἰκίας ἢ ἀγρούς, ἑκατονταπλασίονα ἐπηγγείλατο διδόναι ἐν τῷ νῦν αἰῶνι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀπολήψονται; πῶς δέ, πολλῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων καὶ ἐν πτωχείᾳ καὶ μονότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοιαύτη ὑπόσχεσις; Ἀπόκρισι ς . Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς λέγει τοὺς κατ’ οἰκειωτικὴν διάθεσιν * προσλαμβανόμενον τὸ διὰ Χριστὸν καταλείψαντα τοὺς φύσει πατέρας τε καὶ μητέρας, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτω καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ καταλείψαντος τὴν φύσει γυναῖκα. |
| 114 | ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη, ἁρπαζομένη πολυχρονίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρωπίνοις τοσαύτην, ἣν ὁρῶμεν, ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς τοῦ κατὰ πολυπλασιασμὸν * ὑποσχομένης τὴν ἀνταπόδοσιν ἐνεργησάσης ἐν αὐτῇ; πόθεν δὲ πλούσιοι ἄνδρες καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφερόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε διὰ Χριστὸν ἀναχωρήσαντας ἐζήτησαν, καὶ τούτων τὰ ὑστερήματα ἀνεπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστορίας τῶν ἁγίων ἀρχομένων ἀνδρῶν, μὴ τοῦ δεσπότου Χριστοῦ δι’ αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας; ΡΚΒʹ. Ἐρώτησι ς . Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὡς καιρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλαστανόντων, ἀλλ’ εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισι ς . Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων γινόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δημιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων. διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρματα, ἄχρηστα γίνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων· ὁ δὲ θεὸς ἅτε οὐκ ἔμμετρον ἔχων τὴν δύναμιν, διὰ τοῦτο οὐδέν ἐστιν αὐτῷ ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βούλεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σωμάτων τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν· οὐ γὰρ νόμῳ καὶ μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ’ αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν. |
| 115 | ἐχρήσατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι πρὸς πίστωσιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπιστοῦμεν τὴν βλάστησιν τοῦ σπέρματος ὁρῶντες ἐν τῇ γῇ ἀποθανόντος καὶ ἀποβεβληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕτως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεὸς ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ θανάτου τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστησιν, πολλῷ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου ἐγεῖραι τοὺς νεκρούς. ΡΚΓʹ. Ἐρώτησι ς . Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διατί ὁ κύριος περὶ ταύτης παρ’ αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐτοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν, φήσας πρὸς αὐτούς· “οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ”; αὕτη δὲ ἡ ἀπόκρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν. Ἀπόκρισι ς . Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων, κατὰ τὸ γεγραμμένον “πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν”. |
| 116 | μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ “τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταργεῖ”, ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν, τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνισταμένων ἐκ τῶν νεκρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλ’ ἰσάγγελοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. τὸ οὖν “οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ”, οὐκ ἔχει σχῆμα βεβαιωτικὸν τῶν ἐρωτησάντων ἐν τῇ κατὰ ἄγνοιαν ὑπολήψει, ἀλλ’ ἀπωστικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τόπον ὑπολήψεως τῶν ἐρωτησάντων. δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκείνης τῆς καταστάσεως ἐν οἷς λέγει· “ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ”. ΡΚΔʹ. Ἐρώτησι ς . Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον, ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθοτιοῦν προσθήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτίσεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουργὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισι ς . Ἄλλο τὸ αὐτὸ εἶναι καὶ ἄλλο τὸ ἄλλου εἶναι, ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συντελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα, —καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη—οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν—“σὺ γάρ φησιν ὁ αὐτὸς εἶ”—, ἀλλὰ τὴν σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως (“σφόδρα”, φησίν, “ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς”), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπότης καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. |
| 117 | καὶ καθάπερ μὴ ποιήσας ὁ θεὸς πλείονας κόσμους, οὓς ἠδύνατο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐδείχθη ἡ αὐτοῦ τελειότης, οὕτω καὶ ἕνα ποιήσας κόσμον οὐκ ηὐξήθη ἐκ τούτου ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερτέλειον. εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους οὐκ ἐμειώθη, οὐδ’ ἂν ποιήσας ἕνα κόσμον ηὐξήθη. ΡΚΕʹ. Ἐρώτησι ς . Εἰ τὸ εἶναί τι δυνάμει τοῦ εἶναι τοῦτο ἐνεργείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν τοῦ κόσμου δυνάμει καὶ οὐκ ἐνεργείᾳ, τῷ τῆς ἐλαττώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισι ς . Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ἀφέστηκε, τούτων ἡ δύναμις ἔλαττον τῆς ἐνεργείας καθέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ φυσικῇ ἀνάγκῃ ἀλλ’ ἰδίᾳ βουλῇ ἀφέστηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι. “διενοήθης”, φησί, “καὶ πάντα σοι πάρεστι”. ΡΚϛʹ. Ἐρώτησι ς . Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τὸ ἑστῶτας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι, καὶ πλέον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διατί ἐν ταῖς κυριακαῖς ἡμέραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλησίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισι ς . Ἐπειδὴ ἐχρῆν ἀμφοτέρων ἡμᾶς ἀεὶ μεμνῆσθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ, δι’ ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις γονυκλισία ἡμῶν σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρτίαις ἡμῶν πτώσεως· τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι’ ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ’ αὐτῶν τεταγμένου θανάτου ἐλυτρώθημεν. |
| 118 | ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος ὁ μάρτυς καὶ ἐπίσκοπος Λουγδούνων ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν. ΡΚΖʹ. Ἐρώτησι ς . Εἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐντάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν ἐσθῆτα κομισάμενον ἡ γραφὴ οὐχ ἱστόρησεν; εἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε, μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἄληθες ὅτι τὰ ἱμάτια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισι ς . Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ’ αὐτοῦ εἰσενεχθέντα εἰς τὸν τάφον ἱμάτια εἰς φόρεσιν τοῦ ζῶντος ἀνεπιτήδεια ἦν. τὰ οὖν ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούργησεν, ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε τὸν πῶλον εἰς κάθισμα· ἑκατέρως γὰρ ἐδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λαβεῖν ἀλλαχόθεν. πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου λεχθέντων τε καὶ πραχθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ περιέχει, ἐξ ὧν ἐστι καὶ μετὰ τὴν ἀνάστασιν τὰ ἐνδύματα τοῦ κυρίου, οὐκ ἔστιν εὔλογον τὸ ἐκ πάντων τῶν ἀνιστορήτων τοῦ ἑνὸς ἀνιστορήτου ζητεῖν τὴν αἰτίαν. |
| 119 | οὐ χρὴ οὖν ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν τοῦ περὶ τοῦ ἐνδύματος τοῦ κυρίου, ἀλλ’ ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύματος αὐτοῦ. ΡΚΗʹ. Ἐρώτησι ς . Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων κεκωλυμένην ἔχει τὴν πάροδον, πῶς μετὰ τὴν ἀνάστασιν “τῶν θυρῶν κεκλεισμένων” πρὸς τοὺς μαθητὰς εἰσῆλθεν ὁ κύριος; ἀλλ’ εἰ μὲν ἀληθὲς ὅτι κεκλεισμένων τῶν θυρῶν ἔνδον ὁρμώμενον σῶμα ἐτύγχανε, πῶς ὁ λίθος ὁ τῷ δεσποτικῷ ἐπικείμενος μνήματι ὑπὸ τοῦ ἀγγέλου ἀπεκυλίσθη διὰ τὴν αὐτοῦ τοῦ σώματος ἔγερσιν; εἰ δὲ ἀληθεύει ἡ γραφὴ περὶ τῆς τῶν θυρῶν λέγουσα κλείσεως, δῆλον ὅτι οὐ σῶμα ἀλλὰ πνεῦμα εἰσῆλθεν· εἰ δὲ τὸ σῶμα ποτὲ μὲν σῶμα ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώματος οὐσίας ἐδέχετο; Ἀπόκρισι ς . Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τροπὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησεν εἰς περίπατον τὴν ἄβατον θάλασσαν, οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέτρου, οὕτω τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε, τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· οὐ γὰρ διὰ τὴν αὐτοῦ ἔγερσιν τοῦ λίθου ἐκ τοῦ μνήματος ἐγένετο ἡ ἀφαίρεσις, ἀλλὰ διὰ τὸ δηλωθῆναι τοῖς ὁρῶσι τὴν ἀνάστασιν· τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐνταφιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα ἐναργέστατον τῆς αὐτοῦ γέγονεν ἀναστάσεως. χρὴ δὲ ἡμᾶς ἐννοῆσαι, ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχωρουμένων αὐτῶν, καὶ τὴν αὐτὴν ἔχει ἀπιστίαν ἀναιρουμένων αὐτῶν—ἰσοδυναμεῖ δὲ τὸ περιπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων— καὶ ὅτι τὰ ὑπὲρ φύσιν μὲν τῇ φύσει γινόμενα κατὰ τὴν θείαν δύναμιν, τούτων ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν. |
| 120 | διὸ πτοηθέντων τῶν μαθητῶν ἐν τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοὺς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τρόπον τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησε πρὸς αὐτοὺς τὴν εἴσοδον, ἀλλ’ ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑτοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν. ΡΚΘʹ. Ἐρώτησι ς . Εἰ πάντα ὁ θεὸς ποιήσας τὸν κύκλον τῆς σώματος κτίσεως, τοῦ παντὸς δεσπότης καθέστηκε—διὸ καὶ Δαυὶδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύριον ἐγκελεύεται, ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς ὁσίους χεῖρας πρὸς τὸν θεὸν ἐντέλλεται—, διατί ὡς μόνον ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ ἀνατολικὸν κλῖμα νομίζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς θεῷ ἀναπέμπομεν; τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοὺς χριστιανοὺς ἐκδιδάξαντες; Ἀπόκρισι ς . Ἐπειδὴ τῶν παρ’ ἡμῖν ἀεὶ τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόληψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. καὶ καθώσπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατασφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιωτέρα νενόμισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέρουσα ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολὴ ὡς τιμιώτερον μέρος τῆς κτίσεως εἰς προσκύνησιν τοῦ θεοῦ ἀφώρισται. οὐκ ἐναντιοῦται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς· ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει ἡ ἀνατολὴ τοῖς εὐχομένοις. |
| 121 | καὶ ἐπειδὴ ἐφ’ ὃ μέρος τὴν ὁρατικὴν αἴσθησιν κεκτήμεθα, κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύνατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τοῦ σώματος ἀποβλέπειν, διὰ τοῦτο τῷ ἑνὶ μέρει τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσευχήν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ, οὐδ’ ὡς εἰς κατοικητήριον θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ’ εἰς τόπον προσκυνήσεως τῆς παρ’ ἡμῶν προσαγομένης θεῷ. δοκεῖ δὲ παρ’ ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔξασθαι, παρὰ τούτων εἰληφέναι καὶ τὸ ποῦ εὔξασθαι, τουτέστι παρὰ τῶν ἁγίων ἀποστόλων. ΡΑʹ. Ἐρώτησι ς . Εἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρπούς, μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεάτων τῶν προβάτων ὦν ἐποίμαινε καὶ ὁ Κάιν ἐξ ὧν ἐγεώργει καρπῶν τῆς γῆς ὁμοίως προσέφερε; καὶ δῆλον ὡς ἑκάτερος αὐτῶν τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον τοιαύτῃ θυσίᾳ ἐκέχρητο. εἰ δὲ τὰ ἄχρηστα ἑαυτοῖς τῷ θεῷ προσεκόμιζον, πῶς τῇ τοιαύτῃ προσφορᾷ τὸ θεῖον οὐχ ὕβριζον; ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατετίθετο. πῶς οὖν ἡ μὲν τοῦ Κάιν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονε; Ἀπόκρισι ς . Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ τῆς εὐσεβείας διδάσκαλος, φησί· “τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει”; —ἀντὶ τοῦ οὐδείς. ἀλλ’ εἰ μηδείς, δῆλον ὅτι οὔτε Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάιν ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς, ἔτι δέ, εἰ ἄχρηστοι ἦσαν τῷ Κάιν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ ἑαυτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄζων τῶν καρπῶν τῆς γῆς; εἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς οἰκείας χρείας τὸν θεόν, ὁ δὲ Κάιν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκαστος αὐτῶν τῆς ἐκ τῶν οἰκείων καρπῶν ἔχρῃζε θεραπείας. |
| 122 | ΡΛΑʹ. Ἐρώτησι ς . Εἰ βασιλείαν θεοῦ τὴν ἀνάστασίν τινες ὑπειλήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς τοὺς τὰ ἀπηγορευμένα ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφῃνε, φήσας ὅτι “οὔτε πόρνοι οὔτε μοιχοὶ” καὶ οἱ ἐφεξῆς “βασιλείαν θεοῦ κληρονομήσουσιν”; Ἀπόκρισι ς . Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομάζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν κατάστασιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαίρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις. “ἀκούσονται τῆς φωνῆς τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως”. διαιρεῖται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων· ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους. ΡΛΒʹ. Ἐρώτησι ς . Εἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος καταθεματίζειν ἤρξατο; τίς δὲ ἡ διαφορὰ ἀμφοτέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισι ς . |
| 123 | Ἀνάθεμα λέγεται ἢ τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριωμένον θεῷ διὰ κακίαν. κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν. ΡΛΓʹ. Ἐρώτησι ς . Εἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον καὶ τὸ κακυνόμενον τῶν ὄντων ἐστὶ [τὸ] χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐκ ἔστιν ὁ ἄνθρωπος ἁπάντων τὸ κάκιστον; οὐδενὸς γὰρ τῶν ὄντων ἑτέρου—οὐρανοῦ λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων—δυναμένου κακύνεσθαι, μόνος ὁ ἄνθρωπος τὸ κακύνεσθαι κέκτηται. Ἀπόκρισι ς . Εἰ ἀνθρώπου ἕνεκεν ὅλα τὰ ὀνομασθέντα εἰσί, τὰ δὲ τίνος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ὁ ἄνθρωπός ἐστιν ὑπὲρ τὰ δι’ αὐτὸν ὑπάρχοντα· εἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ πρὸς τὴν βελτίωσιν ἀνθρώπου, κάλλιστός ἐστιν ὁ ἄνθρωπος καὶ κατὰ τοῦτο, ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κακίας. χρὴ δὲ τὸν βουλόμενον τὸν ἀγαθὸν ἄνθρωπον καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνο γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, τουτέστι μακαριότης ἀτελεύτητος ἀντὶ τῆς ὀλιγοχρονίως κακυνομένης ζωῆς. ΡΛΔʹ. Ἐρώτησι ς . Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέστηκε, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθενέσιν εἰσῴκισεν; εἰ δὲ θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοῖς συνεχώρησε θλίβεσθαι, διατί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς ἐξετάζονται; ὥστε δῆλον ἐκ τούτου τὸν καλὸν καὶ τὸν δεινὸν διαδείκνυσθαι. |
| 124 | εἰ δ’ ἀμφότερα παρ’ ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖττον ἑλόμενος; πῶς δὲ ὡς ἔτυχε τὰ πάντα φερόμενα ἀπρονόητα ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισι ς . Οὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι τοὺς αὐτῷ ἀνακειμένους· τὰ γὰρ τῷ θανάτῳ τῶν εὐσεβῶν γνωριζόμενα οὐκ ἔστι μισθὸς ἀρετῆς. καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦτος οὐκ ἔστι γήινα. ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσεβέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τούτου μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνακειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν Δαυίδ, ἀλλ’ ὅμως οὐ τῆς ἀρετῆς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰωσὴφ τῆς τοῦ Ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοούμενος, διὰ δὲ τοῦ Δαυὶδ τὴν τοῦ Ἰσραὴλ βασιλείαν συνεστήσατο. διαφέρουσι δὲ οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς ὑλικοῖς τε καὶ σωματικοῖς οὐδαμῶς· πάντα γὰρ πρόσεστιν ἀμφοτέροις, τά τε ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους τοὺς ἰδίους ἐποίησεν ὁ θεός, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προστάσσων τῷ ἡλίῳ. |
| 125 | ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς ἄλλον βίον ἀφορᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδίκων ἡ διαίρεσις. ΡΛΕʹ. Ἐρώτησι ς . Εἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ, ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος; Ἀπόκρισι ς . Εἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρχιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδασκεν ἔπραττε· τὸ δὲ λέγειν τὰ ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιερεῖ τὸ “τύπτειν σε μέλλει ὁ θεὸς τοῖχε κεκονιαμένε”, τῷ δὲ Ἀλεξάνδρῳ τὸ “ἀποδώσει αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ”, οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ πρόρρησις πρέπουσα ἀνδρὶ ἀποστόλῳ ἑαυτὸν μὴ ἐκδικοῦντι, ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. ΡΛϛʹ. Ἐρώτησι ς . Εἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν, πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐθηνίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείποντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα πανταχοῦ ἐθεράπευον; πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος; ὅτι ἕως μὲν ἐκεῖνος κατεῖχε τῶν πόλεων, πᾶσαι αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα οὐ συχνότερον πολεμούμεναι· ἀφ’ οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κήρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγενημένων κτισμάτων κατέχουσαι τοῦ ποτὲ πόλεις γεγενῆσθαι δεικνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρῃσκείας αἰτίας ἀμφοτέρων προσφέρουσαι. |
| 126 | Ἀπόκρισι ς . Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δικαίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης· οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γεγένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται. ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δίκαιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομένους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις· οὐ γάρ ἐστιν ἄδικος ὁ θεός, ὥστε μὴ ποιεῖν δικαίων τε καὶ ἀδίκων τὴν διαστολήν, καθὰ προείρηται. ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγένοντο οἱ ἀφανισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν τε Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευὴ καὶ ἑτέρων ἐθνῶν πολλῶν. ποία δὲ πόλις τῶν ἐμφανῶν πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἐρημώθη, οὐκ ἔστι δεῖξαι. ἀπὸ δὲ τῆς ἀφθονίας τε καὶ ἀφορίας οἰκήσεώς τε καὶ ἐρημίας πόλεών τε καὶ ἀργῶν οὐκ ἔστι τεκμήρασθαι τῶν κρειττόνων τὴν ὁσιότητα, τοῦ δεσπότου θεοῦ τῶν αὐτῶν πρὸς τὸ λυσιτελὲς πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαίρεσιν. κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προαίρεσιν ὑπ’ αὐτῶν πραττομένων καλῶν. τὸ δὲ ἀνθρώπους προσάγειν δαίμοσιν εἰς θυσίαν—“ἔθυσαν” φησί “τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοισ”—καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμήν, τῶν Ἑλλήνων κρατούντων ἐγίνετο· τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας Ἑλληνικὰς ἀνοσιουργίας χριστιανῶν κρατούντων ἐγίνετο. |
| 127 | χρὴ οὖν ἀπὸ τῶν τοιούτων γνωρίζειν τῶν χριστιανῶν τὴν ὁσιότητα καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκήσεως πόλεών τε καὶ ἀγρῶν. τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τούτοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος, ὧν ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ. ΡΛΖʹ. Ἐρώτησι ς . Εἰ [ὁ] λαλῶν τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστι, καθὼς ὁ κύριος ἀπεφήνατο, πῶς ἔξω μέμψεως ὁ μακάριος Ἰακὼβ νομισθήσεται, τῷ μὲν πατρὶ χάριν τοῦ οἰκείου ὀνόματος τοσαυτάκις ψευσάμενος, τὴν δὲ τοῦ ἀδελφοῦ εὐλογίαν μετὰ δόλου παρὰ τὴν πρόθεσιν τοῦ πατρὸς κομισάμενος; πῶς δὲ καὶ ὁ Παῦλος, ἡνίκα ὑπὲρ τοῦ ἀρχιερέως ἐκρίνετο, μὴ εἰδέναι φήσας ὅτι ἀρχιερεύς ἐστι, τῇ μέμψει τοῦ ψεύδους οὐχ ὑπαχθήσεται; ὅτι δὲ ἠπίστατο ἀρχιερέα τὸν κρίνοντα, αὐτὸ τὸ ὑπ’ αὐτοῦ αὐτὸν κρίνεσθαι σαφέστατα δείκνυσιν. Ἀπόκρισι ς . Οὔτε ὁ δίκαιος Ἰακὼβ ἐψεύσατο εἰπὼν τῷ πατρὶ αὑτοῦ “ἐγὼ εἰμὶ ὁ υἱός σου ὁ πρωτότοκος”, οὔτε ὁ ἀπόστολος Παῦλος εἰπών “οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστιν ὁ κελεύσας τύπτεσθαι αὐτόν”· ὁ μὲν γὰρ Ἰακὼβ ἦν προωνησάμενος τὴν πρωτοτοκίαν παρὰ τοῦ ἀδελφοῦ αὑτοῦ Ἡσαῦ, καὶ ἵνα μὴ εὑρεθῇ ὁ μακάριος Ἰσαὰκ ἀνέκβατον εὐλογίαν εὐλογῶν τὸν Ἡσαῦ, τὸν βρώματι πεπρακότα τὴν πρωτοτοκίαν, διὰ τοῦτο ᾠκονόμησεν ἡ θείᾳ χάρις τούτῳ τῷ τρόπῳ χωρῆσαι εἰς τὸν Ἰακὼβ τὴν εὐλογίαν, τὸν ἐσχηκότα τὴν πρωτοτοκίαν. ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τὸ παράνομον τῆς τοῦ ἀρχιερέως κρίσεως ἀφορῶν ἔλεγεν, ὅτι “οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστι”. διὸ εὐλόγως τοῖχον κεκονιαμένον αὐτὸν ὠνόμασεν· ὥσπερ γὰρ τὸ κονίαμα τοῦ τοίχου τοῦ μνήματος καθαρὸν οὐ δείκνυσι τὸν τοῖχον διὰ τὴν ἔνδοθεν δυσωδίαν τε καὶ ἀκαθαρσίαν, οὕτως οὐδὲ ἡ περιβολὴ τῆς ἀρχιερατικῆς ἀξίας ἀρχιερέα δείκνυσι τὸν ἔνδοθεν ἐπὶ τῆς ψυχῆς φέροντα τὸ παράνομον τῆς κρίσεως. |
| 128 | φαίνεται δὲ ὁ κύριος τάφους κεκονιαμένους τοὺς γραμματεῖς τε καὶ φαρισαίους καλέσας τοὺς ἀξιώμασί τε ἐσθήμασιν ἑαυτοὺς ὡραΐζοντας, ἔνδον δὲ πεφωλευμένην ἔχοντας τήν τε ἁρπαγὴν καὶ τὴν ἀκρασίαν. ΡΛΗʹ. Ἐρώτησι ς . Εἰ τὸ μὴ πληροῦν τὸν νόμον τὸν ἐν νόμῳ παρανομία νενόμισται καὶ τὸ ἔξω Ἱερουσαλὴμ ποιεῖν τι τῶν νόμων ὑπὸ τοῦ νόμου ἀπηγόρευται, πῶς ποιοῦντες ἢ μὴ ποιοῦντές τι τῶν ἐν νόμῳ οἱ περὶ τὸν Δανιὴλ ἐν Βαβυλῶνι οὐ παρηνόμησαν; ὅτι δὲ προσηύχοντο κυρίῳ τῷ θεῷ, ὅπερ ἦν κατὰ νόμον, σαφῶς περὶ αὐτῶν ἡ γραφὴ διηγόρευσε, “Δανιὴλ” λέγουσα “ἦν τρεῖς καιροὺς τῆς ἡμέρας κατὰ ἀνατολὰς προσευχόμενος”. εἰ δὲ καὶ τὰ λοιπὰ ἡ αὐτὴ γραφὴ ἐσιώπησε, χρὴ νοεῖν ὅτι πάντα ἐπλήρωσαν. διὸ καὶ δίκαιοι ὑπ’ αὐτῆς ὠνομάσθησαν. Ἀπόκρισι ς . Εὐχὰς μὲν καὶ δεήσεις ἐκτελεῖν τοὺς Ἰουδαίους, ἐν τῇ αἰχμαλωσίᾳ ὄντας, οὐ μόνον οὐκ ἀπηγόρευσεν ὁ νόμος, ἀλλὰ τὸ ἐναντίον καὶ προετρέψατο αὐτούς, καὶ τοῦτο ἔνεστι μαθεῖν ἡμᾶς ἐκ πολλῶν τῶν προφητῶν· τὴν δὲ προσαγωγὴν τῶν θυσιῶν καὶ τὸ ποιεῖν πάσχα ἐκώλυσε, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τοῦ προφήτου Δανιήλ· “ἐγώ” φησὶ Δανιήλ “ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν. καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου” ἔρχεται πρὸς αὐτὸν ὁ ἄγγελος ὁ μηνύσας αὐτῷ ὅτι εἰσηκούσθη αὐτοῦ ἡ προσευχὴ καὶ ἡ δέησις, καί φησι πρὸς αὐτόν· “μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἔναντι κυρίου τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου· καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξεναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν”. |
| 129 | εἰ τοίνυν ἐν ταῖς εἴκοσι καὶ μιᾷ ἡμέραις τῶν τριῶν ἑβδομάδων τοῦ πρώτου μηνός, ἐν αἷς νηστεύσας [ἦν] ὁ προφήτης νηστείαν πενθικήν τε καὶ ὀδυνηράν, ἡ ιδʹ ἡμέρα τοῦ πάσχα καὶ ἡ ἑβδομὰς τῶν ἀζύμων περιεχόμεναί εἰσι, δῆλον ὅτι παράνομον ἐλογίσατο ὁ προφήτης τὸ ποιεῖν πάσχα ἔξωθεν τῆς Ἱερουσαλήμ· εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἠνόμησεν ὁ προφήτης ἔξωθεν τῆς Ἱερουσαλὴμ μὴ ποιήσας τὸ πάσχα κατὰ τὴν τοῦ νόμου διάταξιν, πῶς εἰσηκούσθη αὐτοῦ ἡ δέησις καὶ ἡ προσευχή; θεὸς γὰρ ἁμαρτωλῶν οὐκ ἀκούει· εἰ δὲ νόμον ἐφύλαξε μὴ ποιήσας τὸ πάσχα ἔξωθεν τῆς ἱερουσαλήμ, πῶς οὐ προδήλως παρανομοῦσιν οἱ Ἰουδαῖοι νῦν, ἔξωθεν τῆς Ἱερουσαλὴμ ποιοῦντες τὸ πάσχα; ΡΛΘʹ. Ἐρώτησι ς . Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων, ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, λιμοί τε καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους ἐγένοντο, καθὼς οὐ μόνον αἱ ἅγιαι γραφαὶ ἀλλὰ καὶ τὰ ἐκτὸς βιβλία σημαίνουσι, διατί ὁ κύριος ὡς ξένα τινὰ τὰ προλεχθέντα σημεῖα εἶναι τῆς συντελείας ὡρίσατο, τῶν αὐτῶν ἀεὶ—ὡς εἴρηται—τῷ κόσμῳ συμβαίνειν εἰωθότων; πῶς δὲ αὐτὸς τὴν κατάλληλον τῶν ἐθνῶν προεπὼν ἐπανάστασιν οὐ δοκεῖ ἀνατρέπειν τὰ πάλαι περὶ τῆς τῶν ἐθνῶν εἰρήνης ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθέντα; φησὶ γὰρ ὁ προφήτης, ὅτι “οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν”. Ἀπόκρισι ς . Οἱ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος γινόμενοι πόλεμοί τε καὶ λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ διαφέρουσι τῶν ἤδη πολλάκις γεγονότων τῷ τε μεγέθει καὶ πλήθει καὶ τῷ συχνῷ τε καὶ ἅμα καὶ πανταχοῦ, ὥστε ταῖς οἰκείαις διαφοραῖς σημαίνειν τοῦ καιροῦ τῆς συντελείας τὴν ἐγγύτητα· παραγινομένου δὲ τοῦ σωτῆρος εἰς σωτηρίαν τῶν αὐτὸν ἐκδεχομένων, πάντων τῶν λυπηρῶν γίνεται ἡ ἀναίρεσις, καὶ τότε ἡ προφητικὴ διὰ τοῦ Ἡσαΐου πρόρρησις δέχεται τελείαν τὴν ἔκβασιν· ἐκείνην γὰρ τὴν εἰρηνικὴν κατάστασιν προεμήνυσεν ὁ προφήτης Ἡσαΐας διὰ τῆς ἐν τῇ προκειμένῃ ἐρωτήσει μνημονευθείσης φωνῆς, τὴν διὰ τῆς δευτέρας παρουσίας τοῦ σωτῆρος πληρουμένην, καθ’ ἣν παύεται μὲν πᾶσα ἡ τῶν ἀνθρώπων τε καὶ δαιμόνων ἀπείθειά τε καὶ ἀντιλογία, κρατεῖ δὲ ἐν τοῖς πᾶσι τὰ θεῷ ἀρεσκόμενα. |
| 130 | ΡΜʹ. Ἐρώτησι ς . Εἰ τὰ καθόλου στοιχεῖα καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως κατὰ πλάνην ἐθεοποίησαν εἴτουν ἐθεολόγησαν ἄνθρωποι, ποτὲ μὲν αὐτὰ καθ’ αὑτὰ θαυμάσαντες, οἷον οὐρανὸν γῆν ἥλιον σελήνην ἀστέρας πῦρ ὕδωρ ἀέρα, ποτὲ δὲ τὰ αὐτὰ ἑτέρως μυθολογήσαντες, οἷον τὸν μὲν ἥλιον Ἀπόλλωνα, τὴν δὲ γῆν Δήμητραν, τὸν δὲ αἰθέρα Δία καὶ τὰ λοιπὰ ὁμοίως, ἀπεφήνατο δὲ ὁ θεὸς κατ’ αὐτῶν λέγων “θεοί, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀπολέσθωσαν”, πῶς οὐ κατὰ πάντων τῶν στοιχείων ἐξήγαγε τὴν τῆς ἀπωλείας ἀπόφασιν; Ἀπόκρισι ς . Θεοί, ὧν τὴν ἀπώλειαν ἀπεφήνατο ἡ θεία γραφή, δαίμονές εἰσι πονηροὶ κατὰ τὴν πλάνην τῶν ἀνθρώπων ὑπὲρ τὴν φύσιν τὴν κλῆσιν ἐσχηκότες θεοῦ, κατὰ τὸ εἰρημένον· “ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ”. καὶ πάλιν· “πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια”. τούτων τῶν δαιμόνων ὁ προφήτης προλέγει τὴν ἀπώλειαν. ἀπώλεια δὲ τῶν δαιμόνων ἐστὶ τὸ πάσης μὲν τῆς ἐκ πλάνης ἀνθρώπων προγεγονυίας αὐτοῖς ἀποστερεῖσθαι θεολογίας τε καὶ τιμῆς, ἐν τοῖς διηνεκέσι δὲ βασάνοις ζῆν ὀδυνηρῶς. τῶν δαιμόνων τε τούτῳ τῷ τρόπῳ βασανιζομένων εἰς ἔλεγχον τοῦ μὴ ὑπάρχειν αὐτοὺς θεούς, γίνεται ἡ ἀπώλεια τῆς ὀνομασίας αὐτῶν τε καὶ τῶν μερῶν τῆς κτίσεως, καθ’ ἣν ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ψευδῶς ὠνομάσθησαν. καὶ καθώς περ ὅταν λέγῃ ἡ θεία γραφὴ περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι “αὐτοὶ μὲν ἀπολοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται”, οὐ τὴν ἀνυπαρξίαν τῆς ὑποστάσεως αὐτῶν σημαίνει τῷ τῆς ἀπωλείας ὀνόματι, ἀλλὰ τῆς παλαιότητος αὐτῶν, οὕτω καὶ ἐνταῦθα τῶν θεῶν λέγει τὴν ἀπώλειαν, οὐ πρὸς σημασίαν τῆς ἀνυπαρξίας τῆς ὑποστάσεως αὐτῶν, ἀλλὰ τῆς ὀνομασίας αὐτῶν, καθ’ ἣν σὺν τοῖς μέρεσι τῆς κτίσεως θεοὶ ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ἐκλήθησαν. |
| 131 | ΡΜΑʹ. Ἐρώτησι ς . Εἰ πᾶς ὁ ἀποστέλλων τινὰ ἐκεῖ ἀποστέλλει ἔνθα αὐτὸς μὴ πάρεστι, καὶ ὁ ἀποσταλεὶς ἀποστέλλεται ἐν οἷς ὁ ἀποστείλας ἄπεστι, τοῦ θεοῦ τὸ ἀπερίγραφον ἔχοντος καὶ διὰ τοῦτο τὸ παρεῖναι πανταχοῦ κεκτημένου, πῶς ὁ δεσπότης Χριστὸς λέγει ὑπὸ τοῦ θεοῦ εἰς τὸν κόσμον ἑαυτὸν ἀπεσταλμένον; Ἀπόκρισι ς . Ὁ θεὸς μὲν ἀπερίγραπτος ὑπάρχων, πανταχοῦ πάρεστιν· “ἐάν” φησίν “ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει”. οὐκ εἶπεν “ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, καὶ σὺ ἐκεῖ ἀναβαίνεις”, ἀλλὰ “σὺ ἐκεῖ εἶ”. οὐδὲ “ἐὰν καταβῶ εἰς τὸν ᾅδην, καὶ σὺ καταβαίνεις”, ἀλλὰ “πάρει”. λέγεται δὲ περὶ αὐτοῦ ἐξ οἰκονομίας τὸ παρεῖναι, παρεῖναι μὲν τῇ προβολῇ ὀπτασίας τε καὶ ἐνεργείας * . τὰ μὲν οὖν πρέποντα τῇ οὐσίᾳ νόει κατ’ οὐσίαν, καὶ τὰ πρέποντα τῇ οἰκονομίᾳ νόει κατ’ οἰκονομίαν, καὶ οὐδὲν ἀνακύπτει ἄτοπον· ἄλλος γὰρ ὁ λόγος τῆς θείας οὐσίας καὶ ἄλλος ὁ τρόπος τῆς θείας οἰκονομίας· ὑπὲρ ἡμᾶς γὰρ ὁ λόγος τῆς θείας οὐσίας, καθ’ ἡμᾶς δὲ ὁ τῆς οἰκονομίας, καθ’ ὃν ἡμῖν προσέρχεται ὁ θεός· ἄλλως γὰρ ἀδύνατον δέξασθαι ἡμᾶς γνῶσιν θεοῦ, μὴ τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ εἰς γνῶσιν ἡμᾶς χειραγωγοῦντος τὴν αὑτοῦ. διό, ὥσπερ κυριολογοῦμεν τὸν περίπατον, οὕτω καὶ τὸ ἀπέστειλε. θεοῦ γὰρ ἀμφότερα καὶ καθ’ ἡμᾶς ἀμφότερα καὶ δι’ ἡμᾶς ἀμφότερα καὶ ἐξ οἰκονομίας ἀμφότερα. “καὶ ἤκουσε” φησὶν ὁ Ἀδὰμ “φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ”. ὡσαύτως καὶ τὸ “ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ”. ΡΜΒ.ʹ Ἐρώτησι ς . Εἰ τὰ Σεραφὶμ καλύπτει τὰ πρόσωπα, ἀτενίσαι εἰς θεοῦ δόξαν μὴ δυνάμενα, πῶς πάλιν ἑτέρως οὐκ ἠτένιζεν ὅλα ὀφθαλμῶν καταγέμοντα; εἰ δὲ μὴ ἠτένιζε, πῶς οὐ περιττῶς τὸ τοσοῦτον πλῆθος πανταχόθεν τῶν ὀμμάτων ἐκέκτητο; Ἀπόκρισι ς . |
| 132 | Ἄλλη ἐστὶν ἡ κατὰ τὸν προφήτην Ἡσαίαν τῶν Σεραφὶμ ὀπτασία, καὶ ἄλλη ἡ κατὰ τὸν προφήτην Ἰεζεκιήλ. ἐκεῖ μὲν παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφὶμ ἑξαπτέρυγα, ἐνταῦθα δὲ παρὰ τῷ Ἰεζεκιὴλ τὰ Χερουβὶμ τετραπτέρυγα καὶ τετραπρόσωπα. καὶ ἐν μὲν τῇ κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίᾳ οὐκ ἦν χρεία τοῦ κατακαλύπτειν τὰ Σεραφὶμ τὰ πρόσωπα ἑαυτῶν, κάτωθεν τοῦ κρυσταλλοειδοῦς στερεώματος ἑστηκότα τήν τε στάσιν καὶ τὴν πτῆσιν, ἐφ’ οὗ ἦν ὁ θρόνος τῆς δόξης. ἠτένιζε δὲ τὰ Σεραφὶμ οὐ μόνον τοῖς ὀφθαλμοῖς τοῖς ἐν τοῖς προσώποις τῶν ζῴων, ἀλλὰ καὶ τοῖς ἐν τοῖς ἄλλοις μέρεσι τοῦ σώματος αὐτῶν. καὶ ἐπειδὴ ἐν τῷ πορεύεσθαι τὰ Σεραφὶμ ἀνάκαμψις καὶ ἀναστροφὴ οὐκ ἐγένετο τῆς τῶν ζῴων ὄψεως, διὰ τοῦτο χρεία ἦν τοῦ πανταχοῦ αὐτὰ ἀτενίζειν οἷς ἐκέκτηντο ὀφθαλμοῖς. ὥστε οὐ μάτην ἐκέκτηντο τὸ πλῆθος τῶν ὀμμάτων. ΡΜΓʹ. Ἐρώτησι ς . Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος; εἰ δὲ τὸ δεσπόζειν ὀφεῖλον ὑπὸ τῆς πλάνης δεσπόζεται, πῶς τὴν δουλείαν τῶν Ἰουδαίων τῇ εἰς Χριστὸν ἀπειθείᾳ ἐπιγράφομεν, καὶ αὐτῶν σὺν τοῖς ἀληθινοῖς χριστιανοῖς τοῖς ψευδωνύμοις Χριστιανοῖς δεδουλευκότων πολλάκις; Ἀπόκρισι ς . Τὸ κράτος τῆς τοῦ δεσπότου Χριστοῦ δυναστείας ἐν τῇ καθαιρέσει τῶν αὐτῷ ἀπειθησάντων Ἰουδαίων δείκνυται, τὸ ὅλως αὐτοὺς ἐκπεσεῖν μὲν ἁπάντων τῶν πάλαι παρ’ αὐτοῖς σεμνῶν τε καὶ τιμίων, εἶναι δὲ ἐν τῇ δουλείᾳ τῶν ἐθνῶν. |
| 133 | τὸ δὲ δεσποτικῶς ἐν τῷ παρόντι βίῳ ἄρχειν τῶν γηίνων πραγμάτων οὐκ ἔστι κληρονομία τῶν ἀληθινῶν χριστιανῶν, εἴ γε κατὰ τὸν ἀπόστολον Παῦλον “εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν”. ὁ οὖν τῶν ἀληθινῶν χριστιανῶν βουλόμενος τὴν δεσποτείαν καταμαθεῖν, πρὸς τὴν μέλλουσαν κατάστασιν ὀφείλει ἀποβλέπειν. τὸ γὰρ ἐπὶ τοῦ παρόντος δεσποτικῶς ἄρχειν τῶν ὑλικῶν πραγμάτων οὐκ ἔστιν ἀμοιβὴ τῆς τῶν χριστιανῶν πίστεως, ἀλλὰ λειτουργία τις, κατὰ τὴν τοῦ θεοῦ διάταξιν πρὸς τὴν συγκρότησιν τῆς τῶν ἀνθρώπων εὐνόμου πολιτείας ἐγχειριζομένη ἀνθρώποις, ποτὲ μὲν χριστιανοῖς, ποτὲ δὲ αἱρετικοῖς, ποτὲ δὲ Ἕλλησιν· ἐφ’ ὅσον γὰρ ἐν τοῖς ὑπὲρ ἀρετῆς ἀγῶσίν εἰσιν οἱ χριστιανοὶ καὶ τὴν στενὴν καὶ τεθλιμμένην βαδίζοντες ὁδόν, εἰς ὑπουργίαν προκείμενοι παντὶ ἀγγαρεύειν αὐτοὺς βουλομένῳ, ἔξω τοῦ δεσπόζειν εἰσί· λυθέντων δὲ τῶν ἀγώνων καὶ τοῦ καιροῦ τῶν στεφάνων παραγινομένου, τότε οἱ ἄξιοι δεσπόζουσι δεσποτείαν ἀσάλευτον, ὅτε κατὰ τὸ εἰρημένον “οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι” καθεζόμενοι ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ΡΜΔʹ. Ἐρώτησι ς . Εἰ ὅριον ἔθετο τῇ θαλάττῃ τὴν ψάμμον ἐξ ἀρχῆς ὁ θεός, κατὰ τὸν λέγοντα “μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ”, πῶς ὑπερβαίνουσα ἐν διαφόροις τόποις τὸ τοιοῦτον ὅριον ἡ θάλαττα δείκνυται; ἐν γὰρ τῇ διοικήσει ταύτῃ τινῶν μὲν τόπων ἀπέδρα, τινὰς δὲ τόπους τῆς ξηρᾶς ἀπέδειξε θάλατταν. Ἀπόκρισι ς . “Ὅριον ἔθου”, φησὶν ἡ γραφή, “καὶ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν”, ἵνα εἴπῃ, ὅτι τῷ θείῳ ὅρῳ κατεχομένη ἡ θάλασσα ἐν τοῖς κατὰ φύσιν οἰκείοις τόποις μένει καὶ οὐχ ὑπερβαίνει κατακαλύψαι τὴν γῆν, ὡς τὸ πρῶτον κατεκάλυπτεν, ὅτε ἦν κατὰ πρόσωπον πάσης τῆς γῆς ἐκκεχυμένη καὶ τοὺς κατὰ φύσιν κατέχουσα οἰκείους τόπους. |
| 134 | τοῦτο δὲ τὸ ὅριον οὐδέποτε ὤφθη ἡ θάλασσα ὑπερβεβηκυῖα. τὸ δὲ ἐν μερικοῖς τόποις διὰ τὴν εὐεργεσίαν ἢ παιδείαν τῶν ἀνθρώπων ποιεῖν τῶν θαλαττῶν ἢ ποταμιαίων ὑδάτων τὴν μετάστασιν, τοῦτο οὐ δυνατὸν λογισθῆναι εἰς παράβασιν τοῦ θείου ὅρου. “ἔθετο” φησίν “ποταμοὺς εἰς ἔρημον”. καὶ πάλιν “ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων”. οὐ πρὸς τὴν μερικὴν οὖν μετάστασιν τῶν ὑδάτων ὁ λόγος ἐκφέρεται ὁ λέγων “ὅριον ἔθου καὶ οὐ παρελεύσεται”, ἀλλὰ πρὸς τὴν καθόλου μετάστασιν τῶν ὑδάτων ἐκ τῶν κατὰ φύσιν ἀνοικείων τόπων εἰς τοὺς κατὰ φύσιν οἰκείους τόπους. ΡΜΕʹ. Ἐρώτησι ς . Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν καὶ πρόγνωσιν τοῦ θέλοντος δείκνυσι, δῆλον ὅτι τὸ μὴ γινόμενον θέλημα ἀσθένειαν καὶ ἄγνοιαν τοῦ θέλοντος τὰ μὴ γινόμενα συνίστησι. πῶς οὖν ὁ θεὸς παντοδύναμος ὢν θέλει πάντας σωθῆναι καὶ οὐ σῴζονται, καὶ τὸν τοῦ ἁμαρτωλοῦ οὐ βούλεται θάνατον, καὶ ἐπάγει “καὶ τῆς Ἱερουσαλὴμ τὰ τέκνα πολλάκις ἐπισυνάξαι ἠθέλησε, καὶ μὴ θελήσαντα οὐκ ἐπεσυνήχθησαν”; Ἀπόκρισι ς . Ἐπειδὴ δύναμιν εἴσπραξιν καὶ ἐξουσίαν εἰς αἵρεσιν καὶ νόμον εἰς διδασκαλίαν τῶν ἐναντίων δέδωκεν ἡμῖν ὁ θεὸς καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν ἐναντίων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τῇ μὲν ἐπαγγελίᾳ τῆς ζωῆς προτρέπει ἡμᾶς εἰς ἀρετήν, τῇ δὲ ἀπειλῇ τοῦ θανάτου ἀποτρέπει ἡμᾶς τῆς κακίας, διὰ τοῦτο τῷ θελήματι τοῦ θεοῦ τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, ὅταν ᾖ τὸ θέλημα τῶν σῳζομένων συνεζευγμένον, γίνεται πάντως ἡ σωτηρία. ἐὰν δὲ τὸ θέλημα τῶν ἀνθρώπων μὴ ᾖ ἑπόμενον τῷ θελήματι τοῦ θεοῦ, οὐκ ἐξ ἀσθενείας τοῦ θεοῦ οὐ γίνεται τὸ θέλημα τοῦ θεοῦ, ἀλλ’ ἐκ τῆς τῶν ἀνθρώπων τῶν μὴ θελησάντων ἃ ἠθέλησεν ὁ θεός. |
| 135 | ἐν οἷς δὲ τὸ θέλημα τοῦ θεοῦ τῆς τῶν λογικῶν θελήσεως κεχώρισται, ἐν πᾶσι τούτοις ἐξ ἀνάγκης γίνεται τὸ θέλημα τοῦ θεοῦ ἀνεμπόδιστον. ΡΜϛʹ. Ἐρώτησι ς . Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ συναφείᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν καὶ ἐπὶ ἀφθαρσίαν τοὺς ἀνθρώπους προτρέπων γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο, τοῦ ὑποδείγματος τῇ οὐσίᾳ καὶ τοῦ σκοποῦ τοῦ θεοῦ ἐναντίου τυγχάνοντος; Ἀπόκρισι ς . Οὐ πάντα ὅσα πρόσεστι τῇ φύσει τοῦ ὑποδείγματος, ταῦτα ἀνάγκη προσεῖναι καὶ τῇ φύσει τοῦ ὑποδεικνυμένου, * ἀλλ’ ὄν τι ἁπλοῦν, καθὸ σῴζεται τοῦ ὑποδείγματος πρὸς τὸ ὑποδεικνύμενον ἡ ἀναλογία τῆς ὁμοιώσεως· ὥσπερ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία λέγεται τῷ κόκκῳ τῆς σινάπεως, καθὸ ἐκ τοῦ βραχυτάτου μεγέθους εἰς ἄμετρον μέγεθος τὴν αὔξησιν ἐδέξατο, οὐκέτι καὶ καθότι φθαρτός ἐστιν ὁ κόκκος τῆς σινάπεως σῴζει πρὸς αὐτὸν ἡ βασιλεία τῶν οὐρανῶν τῆς ὁμοιώσεως τὴν ἀναλογίαν, οὕτως πρὸς δήλωσιν μόνης τῆς ὄντως ἀγάπης, ἣν ἔχει ὁ μὲν θεὸς πρὸς τὴν ἐκκλησίαν, ἡ δὲ ἐκκλησία πρὸς τὸν θεόν, τὸ κατὰ τὴν γαμικὴν συνάφειαν ὑπόδειγμα παρείληπται τῇ θείᾳ γραφῇ. “ὡς εὐφραίνεται”, φησὶν Ἡσαΐας, “νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί”. ΡΜΖʹ. Ἐρώτησι ς . Εἰ ἄνωθεν καὶ πρὸ αἰώνων τὰ περὶ ἡμᾶς καὶ καθ’ ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, ἐν καιρῷ ἀβροχίας ἢ πολυομβρίας ἢ ἑτέρου οἱοσδηποτοῦν συναντήματος πῶς οὐ μάτην βουλευόμεθα ἢ εὐχόμεθα, ἅπαξ τοῦ θείου ὅρου περὶ πάντων * κατέχοντος; πῶς δὲ διὰ τῆς τοιαύτης εὐχῆς πλέον ἁμαρτάνοντες οὐ δεικνύμεθα, τοῦ οἰκείου ὅρου τὸν θεὸν κατόπιν ἐλθεῖν βιαζόμενοι, ὅπερ γενέσθαι οὐκ ἐνδέχεται; εἰ γὰρ ταῦτα ἔχει, ὡς εἴρηται, πῶς ὑπὸ πάντων μὲν τῶν εὐσεβῶν εὐχὴ τῷ θεῷ προσκεκόμισται, ὑπὸ δέ τινων πολλὰ δι’ εὐχῆς ἐπὶ συμφέροντι γεγόνασι θαύματα; Ἀπόκρισι ς . |
| 136 | Ἀναλόγως τῇ ἡμετέρᾳ καταστάσει ὥρισται παρὰ θεῷ τιμὴ μὲν ἐπὶ τῇ ὑπακοῇ, τιμωρία δὲ ἐπὶ τῇ παρακοῇ. καὶ ἐπειδή ἐσμεν αὐθαίρετοί τε καὶ τρεπτοί, διὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ δεσπότης θεὸς τὴν ἐκ τῆς μετανοίας βοήθειαν, δι’ ἧς ἔνεστιν αὐθαιρέτως ἐκκλίνειν ἡμᾶς τῆς τε παρακοῆς καὶ τῆς ἐν αὐτῇ ὡρισμένης τιμωρίας· ὥρισται γὰρ καὶ τοῦτο. μετανοεῖν δὲ καὶ τῶν ἐπταισμένων λαβεῖν τὴν συγχώρησιν εὐχῆς καὶ βουλήσεως ἐκτὸς ἀδύνατον. πρὸς ἔνδειξιν δὲ τοῦ μὴ ἀλόγῳ φορᾷ αὐτομάτως γίνεσθαι τὰ γινόμενα, ἀλλὰ θείᾳ προνοίᾳ διοικεῖσθαι τὰ καθ’ ἡμᾶς, ἐνεργοῦσιν αἱ εὐχαὶ τῶν ἁγίων, οὐχ ἵνα τὸν θεῖον ἀνατρέψωσιν ὅρον—ἀδύνατον γάρ—, ἀλλ’ ἵνα τοῦ κρείττονος ὁρισμοῦ τύχωσιν, ὅπερ ἐστὶ τιμὴ τῶν ἁγίων, τῶν ἐπὶ τῇ ὑπακοῇ τοῦ θεοῦ ἠκουσμένων ὑπὸ τοῦ θεοῦ· ἐπίπονος γὰρ ἡ κτῆσις τῶν καλῶν, τῶν ἀναγκαίων μὲν διὰ τὴν φύσιν, ἐκδεχομένων δὲ διὰ τὴν κτῆσιν· καὶ χρῄζουσιν οἱ κτώμενοι τῆς θείας διὰ προσευχῆς βοηθείας πρὸς τὸ δύνασθαι πονεῖν. ΡΜΗʹ. Ἐρώτησι ς . Εἰ ἡ τοῦ σαββάτου ἀργία κατά τινα τύπον τοῖς Ἰουδαίοις παραδέδοται τῆς τοῦ θεοῦ καταπαύσεως, ἤτοι ἐν τῇ κοσμοποιίᾳ, ἤτοι καὶ ἐν τῇ συντελείᾳ, κατέπαυσε δὲ ἢ καταπαύσει κατὰ τὸν τύπον ὁ δεσπότης τοῦ βουλήσει ἢ προνοίᾳ ἐργάζεσθαι, πῶς οὐ χρονικὴν αὐτοῦ τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν ὁ λόγος ὁ τοιοῦτος παρίστησι; παυσαμένης γὰρ αὐτοῦ τῆς ἐνεργείας, δῆλον ὅτι καὶ ἡ ἐνέργεια πέπαυται. οἷον, τὸ πῦρ τοῦ καίειν καὶ φλογίζειν παυσάμενον, καὶ τοῦ εἶναι παύεται. Ἀπόκρισι ς . Ὁ μὲν δεσπότης θεὸς ἐν ταῖς ἓξ ἡμέραις πᾶσαν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε τοῦ κατὰ τὰς οἰκείας ἀρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν ἔτι τινά. |
| 137 | “καὶ κατέπαυσε” φησί “κύριος ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν”. ἐνετείλατο δὲ τοῖς Ἰουδαίοις ἓξ ἡμέρας ἐργάζεσθαι καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ σαββατίζειν, ἵνα, ἐργαζομένων τε αὐτῶν καὶ παυομένων τῆς ἐργασίας, τυπικῶς φυλαχθῇ ἐν αὐτοῖς ἡ μνήμη τῆς τε ἐργασίας καὶ τῆς καταπαύσεως τοῦ θεοῦ. καὶ τὴν μὲν δύναμιν, καθ’ ἣν τὴν κτίσιν πεποίηκεν ὁ θεός, ἀιδίως εἶχε καὶ ἔχει· ἐνεργεῖ δὲ κατὰ ταύτην τὴν ἀίδιον δύναμιν, ὅτε βούλεται, τῆς δυνάμεως ἐν τῇ ἰδίᾳ ἰσχύι μενούσης ἀιδίως καὶ πρὸ τῆς ἐνεργείας καὶ μετὰ τὴν ἐνέργειαν, πάσης τῆς ἐν χρόνῳ ἀποβολῆς τε καὶ προσλήψεως ἀπηλλαγμένης. διὸ δύναται ποιεῖν ἀεὶ πάντα ὅσα βούλεται ποιεῖν. οὐκ ἔτι δὲ βούλεται ποιεῖν πάντα ὅσα δύναται ποιεῖν· καὶ γὰρ πλείονας ἡλίους ἠδύνατο καὶ δύναται ποιεῖν, ἀλλ’ ὅμως ἕνα μόνον ἥλιον ἐποίησεν, ὅτι ἕνα μόνον ἐβούλετο ποιεῖν. ἐπειδὴ οὖν βουλήσει καὶ οὐ τῷ εἶναι ποιεῖ ὁ θεός, διὰ τοῦτο οὐ παύεται τοῦ εἶναι [θεός], παυσαμένης τῆς ἐνεργείας αὐτοῦ· ὧν γὰρ τῇ καταπαύσει τῆς ἐνεργείας συμπαύεται καὶ τὸ εἶναι, τούτοις ἐνεργεῖν τὸ εἶναι καὶ οὐ τὸ βούλεσθαι πρόσεστιν· οἷον, τὸ πῦρ ἅμα ὑπάρχειν καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν καὶ τὸ μὴ ὑπάρχειν καὶ τὸ ἐνεργεῖν οὐχ ὑπάρχει. διὸ καὶ ἡ κατάφασις οὐσίας τε καὶ ἐνεργείας αὐτοῦ ἀντιστρέφει· ὡσαύτως δὲ καὶ ἡ ἀπόφασις αὐτῷ· οἷόν ἐστι τὸ πῦρ· ἐνεργεῖ τὸ πῦρ; ἔστι τὸ πῦρ. οὐκ ἐνεργεῖ τὸ πῦρ; οὐκ ἔστι τὸ πῦρ. ΡΜΘʹ. Ἐρώτησι ς . Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται (πλεῖστα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται καὶ ἐν αὐτοῖς ἐστι θεάσασθαι οὐ μόνον κατ’ ἀλλήλων ἀλλὰ καὶ κατὰ τῶν ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα), πῶς ἀληθεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ λίαν ἐποίησεν; εἰ δὲ ἀληθεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μανιχαίους οὐ δείκνυνται; εἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ’ ἀγαθῷ γίνεται, καθὼς τοῦτο παρ’ ἐνίοις ὑπείληπται, πῶς οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ μὴ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισι ς . |
| 138 | Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλόγων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζήτησιν, πρὸς τὴν φύσιν αὐτῶν ὀφείλει ἀποβλέπειν, τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα, ὥσπερ εἰς γένεσιν, οὕτως καὶ εἰς φθοράν τε καὶ ἀπώλειαν. εἰ δὲ κατὰ ταῦτα μὲν ζῴου πρὸς ζῷον οὐκ ἔστι διαφορά, τῶν δὲ διαφορῶν εἷς καὶ αὐτός ἐστι δημιουργός, δῆλον ἄρα ὅτι πάντων τῶν ζῴων λογικῶν τε καὶ ἀλόγων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός· ἣν δὲ ἐκ τῆς ὑπ’ ἀλλήλων ἐπιβουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρόνοιαν συγκεχώρηται συμβαίνειν αὐτοῖς· εἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεοποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς ἐκτὸς μεμενήκασιν; ἵν’ οὖν ἀφ’ ὧν ὑπομένουσι γνωρισθῶσιν ὅπερ εἰσί, τουτέστιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπομένουσιν ἃ ὑπομένουσιν. γέγονε δὲ τὰ ἄλογα ζῷα εἰς ὑπουργίαν ἀνθρώπου, τὰ μὲν εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν, ὡς τὸ “ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς”. ἀλλ’ εἰ ἀγαθόν ἐστι τὸ τρέφεσθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζῴων καὶ ὑπουργεῖσθαι ὑπ’ αὐτῶν καὶ παιδεύεσθαι δι’ αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεως καὶ τῆς ἐξ αὐτῶν χρείας. |
| 139 | εἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἐστιν ἀγαθοῦ πάντα τὰ ἄλογα ζῷα δημιουργήματα. ΡΝʹ. Ἐρώτησι ς . Εἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργάζεται, μηχανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλλειν κολάσεσι, τὰ ἄλογα μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα καὶ διὰ τοῦτο τὸ ἀπολέμητον ἔχοντα, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισι ς . Τὸ ἐπὶ φαυλότητι φύσεως διαβάλλειν τῶν ἀλόγων τὰς φύσεις οὐκ ἔστιν εὔλογον· τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως τι διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμετόχων. καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλόγων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγαθή ἐστι καὶ ἡ φύσις. ΡΝΑʹ. Ἐρώτησι ς . Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς νόμος καὶ τοῦ νόμου νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; Ἀπόκρισι ς . Ἔθος ἐστὶν οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομάζειν τὸν λόγον, εἰς δήλωσιν τοῦ τίνος εἶναι τὸν λόγον, ὡς τὸ “ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν”. καὶ πάλιν· “τὸ βδέλυγμα” φησί “τῆς ἐρημώσεως τὸ εἰρημένον ἐν τῷ προφήτῃ Δανιήλ”· ὣς δὲ καὶ ἡμῖν ἔθος λέγειν “ἐκτησάμην τὸ προφήτην Ἱερεμίαν” ἢ “τὸν ἀπόστολον”. ΡΝΒʹ. |
| 140 | Ἐρώτησι ς . Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖσθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ Χριστὸς νομισθήσεται, ὁ μετὰ τὸ τεχθῆναι μηδαμοῦ τοῦ Ἐμμανουὴλ τὴν προσηγορίαν δεξάμενος; οὐδεὶς γὰρ τὸν ἐλθόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προσηγόρευσεν. Ἀπόκρισι ς . Εἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προρρήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόρρησιν προορισθέντα τῷ τοῦ Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; οὐ διέλιπεν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, μαθοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου εὐαγγελίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν Χριστόν. ἔχομεν δὲ καὶ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας αὐτοῦ περιεχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα· οὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουήλ ἐστιν Ἐμμανουήλ, ἀλλ’ ἐπειδή ἐστι καλεῖται. ΡΝΓʹ. Ἐρώτησι ς . Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγόρευται καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονέας ὁ δεσπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; ἐν μὲν γὰρ τῷ γάμῳ “τί ἐμοὶ καὶ σοὶ γύναι” τῇ μητρὶ λέγων ἐπέπληξεν, καὶ ἡνίκα αὐτὸν θεάσασθαι ἡ μήτηρ ἠθέλησε, μητέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνόμασε. καὶ πάλιν, ὅτε ἐμακαρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ μαστοὶ οὓς ἐθήλασε, τοὺς ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν· ἅπερ ἅπαντα ἐφ’ ὕβρει τῆς μητρὸς παρ’ αὐτοῦ νομίζονται λέγεσθαι, διότι τῆς μητρὸς ὀνομασθείσης καὶ μακαρισθείσης κατὰ ἀντιδιαστολὴν αὐτῆς ὑπ’ αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. |
| 141 | ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπὶ ἐναντίων πραγμάτων λαμβάνεται. ἄλλως τε, εἰ τὴν ἁγίαν παρθένον ὁ θεὸς εἰς τοσαύτην οἰκονομίας ὑπουργίαν ἐκλέλεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρθένος νενόμισται; εἰ δὲ τὰ ῥηθέντα ἐναντίως ἔχει πρὸς ἄλληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ’ ἀλλήλων οὐ λαμβάνει κατάλυσιν; Ἀπόκρισι ς . Τὸ “τί ἐμοὶ καὶ σὺ γύναι” οὐ πρὸς ἐπίπληξιν εἴρηται τῇ Μαρίᾳ παρὰ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀναλισκομένου οἴνου τὴν φροντίδα. ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν ὃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. οὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα· ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐ χωρίζει τὴν μητέρα τῆς πρεπούσης. τιμῆς, ἀλλὰ δείκνυσι κατὰ ποίαν μητρότητα μακαριστή ἐστιν ἡ παρθένος· εἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων οὗτος ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μητρότητα βούλεται μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ. τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι τῆς καθαρᾶς ψυχῆς, ὅλης πρὸς τὸν θεὸν ἀποβλεπούσης. καὶ ἐπειδὴ οὐ τὴν τυχοῦσαν γυναῖκα ἐπελέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πᾶσαν τῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ, δι’ ἧς ἠξιώθη ἡ παρθένος μήτηρ αὐτοῦ γενέσθαι. ὅτι δὲ πρὸς τὴν ἀτιμίαν ἢ ἀπείθειαν τῶν γονέων οὐδαμῶς φαίνεται ὁ Χριστός τι διαπραξάμενος, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγγελιστὴς λέγων περὶ αὐτοῦ, ὅτι “κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς”. |
| 142 | ΡΝΔʹ. Ἐρώτησι ς . Εἰ πρὸ τοῦ τάφου τῷ μύρῳ ἡ Μαρία τὸν κύριον ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτίσματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριόμενοι, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέσαντες σύμβολα, τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ’ ἐναντίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθεν; πῶς δὲ καὶ οὐ περιττὴ ἡ τοῦ ἐλαίου χρῖσις προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισι ς . Ἐπειδὴ ἃ ποιεῖ τις πρὸς τὸν ἐνταφιασμὸν τοῦ ἐνταφιαζομένου μετὰ τὸν θάνατον αὐτοῦ ποιεῖ, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τοῦ κυρίου τὸ σῶμα—κατὰ τὸ εἰρημένον· “ὃ ἐποίησε” φησίν “αὕτη, πρὸς ἐνταφιασμὸν ἐποίησε· προλαβοῦσα ἐμύρισέ μου τὸ σῶμα”. τὸ δὲ “προλαβοῦσα”, ἀντὶ τοῦ “πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα”—, διὰ τοῦτο οὐδὲν γίνεται κατὰ ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομένων γίνεται ἐν τῷ δέοντι καιρῷ. χριόμεθα δὲ τῷ μὲν ἐλαίῳ, ἵνα γινώμεθα χριστιανοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν αὐτοῦ λογισαμένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης τοῦ ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ. ΡΝΕʹ. |
| 143 | Ἐρώτησι ς . Εἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταίσματα θανατώσας ἑτέρων; λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν Δαυίδ, τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. εἰ δέ τις λέγοι, ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; ἐναντιοῦται δὲ καὶ τῇ λεγούσῃ γραφῇ, ὅτι “ψυχὴ ἡ ἁμαρτήσασα, αὐτὴ ἀποθανεῖται. Ἀπόκρισι ς . Ὅτι δὲ πικροτάτη ἐστὶ τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ πτῶσις τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος Δαυίδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὐτοῦ ἀπὸ τοῦ λαοῦ μεταγαγεῖν τὴν πληγήν· σάλος γάρ ἐστι τῆς βασιλείας ἡ μείωσις τῶν βασιλευομένων. ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναιρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀποθανεῖν τὸν Ἰωνάθαν. καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ βασιλέως καὶ τῶν βασιλευομένων. καὶ ὥσπερ ἁμαρτήσας ὁ ἄνθρωπος ἁμαρτήματα διὰ χειρὸς καὶ τυπτηθεὶς εἰς τὸν νῶτον οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ ὁ θεὸς ἐπὶ τοῖς τῶν βασιλέων πταίσμασι τὸν λαὸν τιμωρούμενος· μεγάλως γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ· τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ. ΡΝϛʹ. Ἐρώτησι ς . Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς “ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν”, ὃ δὲ φάσκων “εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν”; Ἀπόκρισι ς . |
| 144 | Διχῶς ἡ ἄγνοια νοεῖται· ἢ γὰρ μὴ βουλόμενός τις ἀγνοεῖ, ὅταν πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχει, ἢ βουλόμενος ἀγνοεῖ, ὅταν πράγματα μὲν ἔχῃ ὁδηγοῦντα εἰς γνῶσιν, μὴ βουλόμενος δὲ γνῶναι. ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν ποτὲ δὲ γνῶσιν ὀνομάζειν· ἄγνοιαν μέν, ὡς ὅταν λέγῃ “οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου”· γνῶσιν δέ, ὡς ὅταν λέγῃ “καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε”, ἀντὶ τοῦ “δύνασθε ἀφ’ ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλήθειαν”· ψευδόμενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. τὸ δὲ ὑπὸ τῶν γεωργῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ ἐθεάσαντο αὐτὸν ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει καὶ τῇ κλήσει τοῦ υἱοῦ κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωήν, καὶ τίθησιν αὐτὸν κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς εἶχε τούτου τὴν ἔμφασιν. κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ σωτήρ· “πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν”. ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος· “εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν”. ΡΝΖʹ. Ἐρώτησι ς . Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ “κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος”; Ἀπόκρισι ς . |
| 145 | Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον· ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκ ἔτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν· ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν γίνεται καθαρὸς καὶ ἄμεμπτος “κατὰ τὴν ἐκ νόμου δικαιοσύνην”· ὁ δὲ Χριστός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νόμον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ’ αὐτοῦ, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι τῷ Χριστῷ οὔπω ἦν δεξάμενος, ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλησίαν. διὰ τοῦτο οὖν ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος εἶναι. ΡΝΗʹ. Ἐρώτησι ς . Εἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόττει καὶ τοὺς ἀγγέλους θεοὺς παρ’ ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισι ς . Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν τοῖς ἀνθρώποις, ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆσιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ· ἐκλήθησαν δὲ καὶ οἱ ἄνθρωποι θεοί· ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ ἡ τάξις καὶ ἡ προσηγορία. πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνεκεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν· ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγγέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωσεῖ περὶ αὑτοῦ· “μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ’ αὐτόν”. ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς· “δικαίαν κρίσιν κρίνατε, ὅτι κρίσις τοῦ θεοῦ ἐστιν”. καὶ πάλιν “ἐγὼ εἶπον θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες” πρὸς τοὺς αὐτοὺς ἔλεγεν, ἀντὶ τοῦ “δέδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν. |
| 146 | ὡς οὖν ἐμοῦ κρίνοντος, οὕτως κρίνατε τὸν λαόν”. ΡΝΘʹ. Ἐρώτησι ς . Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισι ς . Αὕτη ἡ ἐρώτησις οὔτε χριστιανῷ ἁρμόζει, οὔτε Ἕλληνι· καθ’ ἑκάτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενήνεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις κατὰ τὴν ἑκάστου δόξαν. οὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν, ἀλλ’ ἐκ τῶν ἀμφιβόλων. ΡΞʹ. Ἐρώτησι ς . Εἰ δι’ ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν βρῶσιν τῆς τῶν ζῴων σαρκὸς ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ σὺν τῷ αἵματι ἀπαγορεύει μετάληψιν, “πλὴν κρέας” λέγων “ἐν αἵματι μὴ φάγεσθε”; Ἀπόκρισι ς . Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσι. ΡΞΑʹ. Ἐρώτησι ς . “Καιρὸς τοῦ λαλῆσαι καὶ καιρὸς τοῦ σιγῆσαι” φησὶν ὁ Σολομών· ἐγὼ δέ, ὁρῶν ἐμαυτὸν ἔξω καὶ τοῦ καιροῦ καὶ τῶν λόγων φερόμενον, ὅμως ἓν ἔτι τοῖς ζητήμασι προσενείρας τοῦ ἐπερωτᾶν καταπαύσω. τὸ δέ ἐστιν, εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ’ Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσεν, ἡνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι ὧν ἡ θεία γραφὴ τὴν πρᾶξιν ἀπηγόρευσε, τῶν ἐν τῇ ιζʹ πεύσει κειμένων δεινῶν ἀπηλλάγησαν; οἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβας ἄρδην μὲν καταστρέφειν τὴν προρρηθεῖσαν ἤμελλον πόλιν, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ μαντεία ἑαυτὸν ἑτοίμως κατέσφαξεν, καὶ οὕτως κατὰ τὴν πρόρρησιν τῆς μαντείας ἡ μὲν πόλις ἐσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. |
| 147 | καὶ τοῦτο μὲν περὶ τῶν ἐν πολέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται. Ἀπόκρισι ς . Ὁ πρὸς τὴν λύσιν τῶν ζητουμένων ὁρμώμενος πρῶτον ὀφείλει θεῖναι τὰ ὁμολογούμενα, εἶθ’ οὕτως ἐξ αὐτῶν ποιήσασθαι τῶν ὁμολογουμένων τὴν λύσιν. ἔστι δὲ τῶν ὁμολογουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν χριστιανῶν γραφαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις, παρ’ οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόγνωσις καὶ ἡ πρόρρησις καὶ ἡ ἔκβασις. ἐκβάλλουσι δὲ αἱ γραφαὶ αἱ τοῦτον καταγγέλλουσαι τοὺς τῶν Ἑλλήνων θεοὺς τοῦ εἶναι θεούς. “εἰ ἀλλάξουσι” φασί “τὰ ἔθνη τοὺς θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί”· ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀληθείας προφῆται, οὐδὲ ἡ δι’ αὐτῶν πρόρρησις ἀναπόδραστόν τε καὶ ἀψευδῆ ἔχει τὴν ἔκβασιν· εἰσὶ γὰρ ὥσπερ μακρὰν τῆς ἀληθινῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως· ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ Δαρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας. μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη, ἣν ἔσχε πρὸς τὰ ἄλλα πολλὰ ἑλληνικὰ ἔθνη· ὃν ὁ θεὸς ῥάβδον τῆς ὀργῆς καὶ πρίονα ὠνόμασε, ποτὲ μὲν λέγων “ἰδοὺ ὁ Ἀσσύριος ῥάβδος ἐστὶ τῆς ὀργῆς μου· ἐπὶ ἔθνος ἁμαρτωλὸν ἀποστελῶ αὐτόν”· ποτὲ δὲ λέγων περὶ αὐτοῦ· “μὴ ὑψοῦται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν”; καίτοι νομίσας ὁ Ἀσσύριος, ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμῶν, οὓς εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ πατάσσει τὰ ἑλληνικὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πόλεμον καὶ ἀποτετυχηκότα τῆς διὰ τῶν χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τὸν Ἀσσύριον τῶν χρησμῶν, ἀποτυχεῖν δὲ τὰ ἔθνη· περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου φησίν “ἀνῆκα τὴν χεῖρά μου καὶ ἐξηράνθησαν”, ὁ δὲ Ἀσσύριος φησίν “μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τὴν γῆν αὐτῶν ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται κύριος τὴν Ἱερουσαλὴμ ἐκ τῆς χειρός μου”; κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο φωνὰς καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ, καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέτυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν· κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν, τοῦ θεοῦ μὴ συγχωρήσαντος. |
| 148 | πῶς οὖν ἀπέτυχον τῆς μαντείας οἱ ἑπτὰ ἐπὶ Θήβας τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; ἡ γὰρ ἀποτυχία τῆς μαντείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαντείας προμηνύσαντος τὰ ἀνέκβατα. καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σωτῆρος φωνὴν χωρὶς θεοῦ στρουθίον “οὐ πεσεῖται ἐπὶ τῆς γῆς”, πολλῷ μᾶλλον ἔθνος ὅλον, πόλις ὅλη, οὐκ ἂν ἀπόλλυτο, μὴ τοῦ θεοῦ συγχωρήσαντος. ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ τῆς ῥάβδου καὶ πρίονος, τῆς ὀργῆς τοῦ θεοῦ, ἀπόλλυται, φανερὸν καθέστηκεν ἐκ τῶν περὶ Ἀσσυρίων εἰρημένων. |
| 149 | ἔτι δέ, εἰ τὰ παρὰ τῶν Ἑλλήνων παρὰ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέχεται τὰ δι’ αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα αὐτὸν γεγονέναι καὶ ἀμφοτέρων ἔχειν τὰς πλάσεις, καὶ πολλὰς μάχας τῶν ἐθνῶν διαλύσαντα * . καὶ διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. ἀλλ’ εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυθευόμενα, πῶς ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ’ αὐτοῦ μαντευόμενα; ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνωφελεῖς αἱ μαντεῖαι τοῖς χρωμένοις αὐταῖς, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ’ αὐτῶν ἐπικλωθόμενα; ἀλλ’ ἐπεὶ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι ὑπ’ ἀλλήλων ἀναιρούμεναι; πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαντείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σῴζεσθαι δὲ τὴν πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματίσαντος ὑπαρχούσης, ἀλλ’ ἐκ τῆς τοῦ δεσπότου τοῦ κόσμου συγχωρήσεως; οὐκοῦν ἔχεις τῶν ζητημάτων τὰς λύσεις, κατὰ μὲν τὸ τῆς διανοίας ἡμῶν ἐφικτὸν ἀνελλιπεῖς, σκιὰν δὲ ὥσπερ καὶ εἰκόνα τυγχανούσας τῆς ἀληθείας· εἰ γὰρ ὁ μηδὲν ἑαυτῷ συνειδώς, ὁ τῶν ἀρρήτων μυστηρίων θεατής, Παῦλος ὁ ἀπόστολος, ἐκ μέρους γινώσκει καὶ ἐκ μέρους προφητεύει, τί θαυμαστὸν εἰ ἡμᾶς τοὺς πολὺ τῆς ἐκείνου ἀρετῆς τε καὶ πολιτείας ἀποδέοντας κατόπιν δεήσοι τῆς ἀληθείας ὀφθῆναι; διόπερ ἐνταῦθα τὸν λόγον σφραγίσαντες, μόνῃ τῇ ἀκαταλήπτῳ τριάδι πάντων ἀκριβῆ τὴν γνῶσιν κεκτῆσθαι συγχωρήσωμεν, αἰτούμενοι τῶν παρ’ αὐτῆς ἡμῖν ἐπηγγελμένων αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
| 150 | ἀμήν. |