eul_wid: siy-cm
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 62 (To a Companion in Constantinople) by Himerius the Sophist

Addressed to a companion from Constantinople, this speech opens with the stone of Memnon, which sings at the first light of dawn: should the speaker greet the city in silence? Constantinople is the crown of Europe, open to ships from every harbour and greater than the city of Romulus. The Muses, Simonides says, dance more eagerly when Apollo leads, as they do now with a man of their name at the city's head, and the speech ends by asking him to receive its first-fruits kindly.

Part of Declamations and Orations

Ἑταίρῳ Κωνσταντινουπολίτῃ.

Τὸν λίθον ἀκούω τὸν Αἰθιοπικόν, ὃν καὶ αὐτοὶ καλοῦσιν ἐκεῖνοι Μέμνονα, ἐπώνυμον εἶναι λέγοντες τοῦ παιδὸς τῆς Ἡμέρας τοῦ Μέμνονος, παράδοξόν τι μουσικῆς πρὸς τὸ φῶς τῆς ἡμέρας ἐργάζεσθαι. φασὶ γὰρ δήπου Αἰθίοπες ὡς, ἐπειδὰν ἴδῃ τὴν ἠῶ μειδιῶσαν πρῶτον, λύσας τὴν ἀφωνίαν ἐξαίφνης μουσικόν τι ἠχεῖ καὶ μέλη κατὰ τῆς μητρὸς ἀναφθέγγεται. ἆρʼ οὖν, ὦ φίλοι, χείρους ἡμᾶς τὰ περὶ μουσικὴν φανῆναι προσήκει τοῦ Μέμνονος, ἢ σιωπῇ προσιδεῖν τὴν πόλιν, ἀλλʼ οὐ πᾶσαν μὲν μουσικήν, πᾶσαν δὲ ἐπʼ αὐτῇ κινῆσαι Σειρῆνα; καί μοι δοκῶ καὶ τῆς Πινδάρου λύρας λαβὼν μέλος ἐκεῖθεν εἰς αὐτὴν ἀναφθέγξασθαι, ὡς τῆς Ἑλλάδος μὲν εἰπεῖν ἔρεισμα—μικρόν, ὅπερ εἰς τὰς Ἀθήνας ᾖσται Πινδάρῳ—, πάσης δὲ τῆς ὑφʼ ἥλιον ἥδιστον ἄγαλμα. σὲ μὲν καὶ Ποσειδῶν ὁ βασιλεὺς ὁ θαλάσσιος γλαυκοῖς περιβάλλει τοῖς κύμασιν, οἷά τινα νύμφην Ναΐδα, καὶ πανταχόθεν περιπτύσσει καὶ γέγηθε· σὲ δὲ καὶ Νηρηΐδων ἁλιπορφύρων χοροὶ ἄκροις ἐπισκιρτῶντες τοῖς κύμασι κύκλῳ περὶ πᾶσαν χορεύουσι· σὸς ἐραστὴς οὐ ποταμός τις ἀλλόφυλος, ὁποῖα περί τινας πόλεις ποιητῶν φῆμαι κομπάζουσιν, ἀλλὰ βασιλεῖς μὲν ἔνθεοι, οἳ καὶ χρυσᾶ σοι περιβαλόντες τὰ κρήδεμνα οἷόν τι κάλλος οὐράνιον τοῖς περὶ γῆν τύποις ἐνήρμοσαν. σὲ καὶ κορυφὴν τῆς Εὐρώπης ὅλης προσειπὼν ἄν τις οὐ ψεύσαιτο· ἀπὸ σοῦ γὰρ τὴν ἀρχὴν λαμβάνουσα εἰς Ὠκεανόν τε αὐτὸν καὶ Ἀτλαντίας ᾐόνας ἐκτείνεται. περὶ σὲ πᾶσα φύσις θαλάσσης δείκνυται· ἔνθεν μὲν Αἰγαῖος διʼ Ἑλλησπόντου μέσου τοῖς σοῖς αἰγιαλοῖς προσορμίζεται· ἑτέρωθεν πορθμὸς θλιβόμενος ποταμοῦ φύσιν ἀλλάττεται, ὥσπερ στενούμενος, ἵνα σοι διʼ ἑαυτοῦ δῶρον προσαγάγῃ τὴν ἤπειρον· καὶ δὴ καὶ Κυάνεαι, ἃς δὴ συμπληγάδας πέτρας ἡ τραγῳδία προσείρηκε, κατʼ ἄλλο μέρος τῆς χώρας τὴν Προποντίδα συγκλείουσαι, τὸν μέγαν ἐκεῖθεν πόντον ἀφʼ ἑαυτῶν προπέμπουσι. διὸ δὴ καὶ Ὁμήρῳ μέμφομαι, ὅτι γάμον Ποσειδῶνος ποιῆσαι βουλόμενος, κῦμα αὐτῷ ποταμοῦ ποιεῖ τὸν θάλαμον, δέον ἐπὶ ταῖς ὑμετέραις ᾐόσι τοῦ θεοῦ τὴν παστάδα πήξασθαι, ἔνθα οὐχ ὕδωρ ὀλίγον, ἀλλὰ πᾶσαν εἶχεν αὐτῷ κύκλῳ περιβάλλειν τὴν θάλασσαν, οὐ κῦμά τι μιμουμένην πελάγιον, ἀλλʼ αὐτὴν ὅλην περὶ τὴν παστάδα πορφύρουσαν. σὺ καὶ τὴν Ῥωμύλου πόλιν μόνη παρῆλθες τῷ θαύματι, τοσοῦτον κάλλος τῷ μεγέθει μίξασα, ὡς καὶ τοὺς ἐκείνης οἰκήτορας οὐκ ἔχειν ὅ τι πρὸς τὸ κάλλος ἀντιφθέγξονται. σοὶ πανταχόθεν ὁλκάδες καὶ ἐκ πάντων λιμένων ἀνάγονται, οὐδὲν δεόμεναι Θύμβριδος, ἵνʼ ὡς περίβολον γένωνται, ἀλλʼ ἐκ θαλάττης τε εὐθὺς καταίρουσι καὶ ἐξ αὐτῶν τειχῶν ἀναδοῦσι τὰ πείσματα. ἐπειδὴ δὲ καὶ Μούσας μετὰ τῶν ἄλλων θεῶν δεῖ τιμῆσαι τὴν πόλιν, πᾶσαι πανταχόθεν ἀθροίζονται, οὐκ ἐξ Ἑλικῶνος μόνον καὶ Πιερίας, οὔτε ὅσαι κατοικοῦσι τὸ Πάγγαιον, ἀλλὰ καὶ ὅσας Ἀττικοὶ λειμῶνες ἐκτρέφουσι· καί μοι δοκοῦσι φιλεῖν μὲν ἀεὶ τὴν πόλιν καὶ τοὺς χοροὺς ἐνταῦθα ἡδέως πήγνυσθαι, νυνὶ δὲ πλέον πολλῷ τὴν ἐνθάδε χορείαν ἀσπάζεσθαι, ὅσῳ καὶ ἄνδρα αὐτῶν ἐπώνυμον καὶ ταῖς ἐκείνων τελεταῖς ἐνσκιρτήσαντα ἡγεῖσθαι τῆς πόλεως συμβαίνει. διὸ δὴ καὶ Σιμωνίδῃ πείθομαι, ὅπερ ἐκεῖνος ἐν μέλεσι περὶ Μουσῶν ἀνύμνησε. φησὶ γὰρ δήπου τοῦτο ἐκεῖνος· ἀεὶ μὲν αἱ Μοῦσαι χορεύουσι καὶ φίλον ἐστὶ ταῖς θεαῖς ἐν ᾠδαῖς τε εἶναι καὶ κρούμασιν· ἐπειδὰν δὲ ἴδωσι τὸν Ἀπόλλωνα τῆς χορείας ἡγεῖσθαι ἀρχόμενον, τότε πλέον ἢ πρότερον τὸ μέλος ἐκτείνασαι ἦχόν τινα παναρμόνιον καθʼ Ἑλικῶνος ἐκπέμπουσιν. ὃ δὲ καὶ ἐπὶ σοῦ κατὰ τήνδε νῦν ὁρᾶν τὴν πόλιν ἔξεστι—πανταχοῦ γὰρ πάντα μουσικῆς γέμει καὶ διὰ ταύτην κεκόσμηται—· ὅσοι γὰρ δὴ πόθοι καὶ τοὺς ἡμετέρους ἀναστήσαντες λόγους, πρὶν πολιὸν ἐν Ἀττικοῖς λειμῶσι κομίσαι τὸν πλόκαμον, ἐνθάδε τε ἤγαγον καὶ δημοσιεύειν τὴν ὥραν πείθουσιν. ἀλλʼ ὦ Μουσῶν θρέμμα κάλλιστον—τοῦτο γὰρ ἐπὶ σοὶ καλὸν εἰπεῖν—, γαληνῷ μὲν ὄμματι τὰς ἀπαρχὰς πρόσδεξαι, ἴδοις δὲ οὕτως τοὺς λόγους, ὥσπερ καὶ αὐτοὶ προσδοκήσαντες τὴν παροῦσαν ἀγωνίαν ὑπέστησαν.