Εἰς Φλαβιανὸν τὸν ἀνθύπατον.
Ὅμηρος μὲν ἀρετὴν κοσμῆσαι διʼ Ὀδυσσέως βουλόμενος ὅλην ἐργάζεται ποίησιν ...
Πηλεὺς μὲν οὖν γηραιὸς ἤδη καὶ τὴν μελίαν μηκέτι πάλλειν δυνάμενος ἔπεμψεν ἐπʼ Ἴλιον τὸν Ἀχιλλέα στρατεύεσθαι ...
Σὺ δὲ ἡβώσῃ τῇ δεξιᾷ τὴν μελίαν πάλλων τὴν ἔνθεον, αὐτὸς πατὴρ καὶ διδάσκαλος τῶν Ἀττικῶν ὤφθης τῆς φύσεως ...
Ἱέρωνι μὲν οὖν τῷ Σικελίας τυράννῳ ἡ Πινδάρου λύρα μέλει προσᾴσασα ἔνῳδον ἀνθρώποις ἀεὶ ποιεῖ τὸν Ἱέρωνα· σὲ δὲ ἡ πάσας μὲν Μούσας, πάσας δὲ σάλπιγγας γλῶσσα νικῶσα, λόγοις ὑμνήσασα, οὔποτε ἀφήσει λήθην κατὰ τῶν σῶν ἔργων τῷ χρόνῳ θρασύνεσθαι ...
Ἰδού σε καὶ Ἀττικοὶ λόγοι, καθάπερ τινὰ Ὀλυμπιονίκην χρυσῇ κοτίνῳ λαμπρύνουσιν, ὡς Γλαῦκον ἢ Τιμάσαρχον ἢ καὶ αὐτὸν Καλλίνικον, ταῖς ἐκ Λυκείου καὶ Ἀκαδημίας ἀναδοῦσι μίτραις καὶ στέμμασι ...
Αἰγύπτιοι μὲν οὖν, ἐπειδὰν γεννώμενον τὸν Ἆπιν αἴσθωνται, ἐκ τῶν περὶ τὸν μόσχον συμβόλων τὴν μέλλουσαν εὐδαιμονίαν τεκμαίρονται ...
Ἔπρεπεν Ἡρακλεῖ πονοῦντι τοὺς ἄθλους συμπαρῶν τοῖς ἔργοις Ἰόλεως, καὶ τῷ Πηλέως ὁ Πάτροκλος ...