eul_wid: siy-bk
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 34 (To Arcadius the Physician and Count) by Himerius the Sophist

Arcadius, physician and count, is praised as a father who chose his son's teacher himself instead of gambling on the crowd's advice, as Peleus took Achilles to Chiron alone among the Centaurs. Himerius tells how Solon, back from Lydia, Ionia and Egypt, found the young Aeschylus raising tragedy from the ground and read his plays with his boy, and how Democedes of Croton, physician at the Persian court, prized Pythagoras's wisdom above the king's wealth.

Part of Declamations and Orations

Εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα.

... ἡμετέραν οὐ γεύομεν; τί οὐ δείκνυμεν αὐτῷ Μοῦσαν τὴν ἡμετέραν τὴν ἔνοπλον, ὑφʼ ᾗ τελεῖν τῷ ...· παίζοντας γὰρ τοὺς νέους περὶ θάλαμον πρώην ἱστόρησε καὶ ταῖς ἑαυτῶν ἴυγξι ποιητῶν χάριν ἐλέγχοντας· νῦν δὲ ἕτερος ἆθλος καὶ ἄλλο στάδιον καὶ Μουσῶν τέμενος μύσταις ὁσίοις ἀνοιγόμενον. βέβηλος γὰρ φύσις τελετὴν περιεργάζεται πάνδημον ... ἱερῶν δεικνύναι μέλλοντας· ψυχὴ δὲ λόγοις παντοίοις σύντροφος ὥσπερ τὰ ...ζητεῖν, ἵνʼ ἄδην ἐκ τούτων ἀρύοιτο. οἱ μὲν γὰρ πολλοὶ τῶν πατέρων ὑπὸ τοῦ πλήθους … περὶ τοῖς φιλτάτοις κυβεύουσι, καὶ τὸ εἰκὸς εὐθὺς κομίζονται τῆς ἑαυτῶν ἀμαθίας διὰ τῶν παίδων τὴν τιμωρίαν ... καὶ ὁμοῦ τῆς τοιαύτης ἡγεμονίας ἔμπορος τῷ παιδὶ γίνεται, οὐδενὶ πρὸ ἑαυτοῦ πιστεύων φύσεως ... ἦσαν πολλοὶ καὶ ἐπὶ Χείρωνος Κένταυροι, ἀλλʼ ὅ γε Πηλεὺς οὐ παρʼ ἄλλους, ἀλλὰ παρʼ ἐκεῖνον ἦγε τὸν ἑαυτοῦ παῖδα ...ωνος ἐτέλουν τινὲς καὶ Ἀθήνησιν Ἀθηναῖοι παρʼ Ἐλευσῖνα καὶ Δήμητραν, ἀλλʼ ὅ γε πατὴρ ... Ἀθήνας ἔπεμψε τῶν ὀργίων τούτων μεθέξοντα.

Θέλω δὲ καὶ πρόσφορον τοῖς παροῦσιν ἔργοις λόγον διηγήσασθαι. Σόλωνα ἐραστὴν σοφίας γενόμενον γῆν περιπολεῖν φασιν ἅπασαν, ἀεί τι σοφὸν ἀνιχνεύοντα, ἐλθεῖν μὲν οὖν αὐτὸν ἐπὶ Λυδίαν, ὀφθῆναι δὲ καὶ μετʼ ἐκείνους τοῖς Ἴωσιν, ἀφικέσθαι δὲ καὶ παρʼ Αἰγυπτίους, καὶ τί μὲν οὐ μαθεῖν παρʼ αὐτοῖς σοφόν, τί δὲ οὐ χρηστὸν μάθημα κομίζειν ἐκεῖθεν εἰς Ἕλληνας; ἐπεὶ δὲ ἀφικέσθαι εἰς Ἕλληνας, εὑρεῖν μὲν Αἰσχύλον ἔτι νέον ὄντα μετὰ Θέσπιν καὶ τοὺς πρὸ αὐτοῦ τὴν τραγῳδίαν διδάσκοντας ἄρτι τὴν ποίησιν ὑψοῦ χαμόθεν ἐγείροντα, ἵνʼ ἐκ μετεώρου τοῖς θεαταῖς διαλέγοιτο· θαυμάσαντα δὲ τῆς τραγῳδίας αὐτὸν θαμὰ ὁμιλεῖν ἅμα τῷ παιδὶ τοῖς τοῦ Αἰσχύλου ποιήμασιν, ἵνα τραγικὴν ἱστορίαν ἐκ τῶν ἐκείνου ποιημάτων διδάσκωνται. φασὶ δὲ καὶ Δημοκήδην ἐκεῖνον τὸν Κροτωνιάτην, τὸν πρῶτον ἰατρικὴν Ἑλλάδα παρὰ βαρβάροις κομίσαντα, μετὰ Σοῦσα καὶ Μήδους παρὰ Πυθαγόραν φοιτήσαντα πλέον τὸν ὄλβον τῆς ἐκείνου σοφίας, ἢ τὰ βασιλέως θαυμάσαι χρήματα.