---
title: "Declamations and Orations: Oration 34 (To Arcadius the Physician and Count)"
title_greek: "Μελέται καὶ Λόγοι, Εἰς Ἀρκάδιον τὸν Ἰατρὸν καὶ Κόμητα"
author: Himerius the Sophist
eul_wid: siy-bk
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-34-siy-bk"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:f49926bb0a780c17a22c63fb77f413fbd1facf169b67876a279d3b4d906728a3"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 34 (To Arcadius the Physician and Count)

*Μελέται καὶ Λόγοι, Εἰς Ἀρκάδιον τὸν Ἰατρὸν καὶ Κόμητα*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-bk` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-34-siy-bk)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`34`

Εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα.

... ἡμετέραν οὐ γεύομεν; τί οὐ δείκνυμεν αὐτῷ Μοῦσαν τὴν ἡμετέραν τὴν ἔνοπλον, ὑφʼ ᾗ τελεῖν τῷ ...· παίζοντας γὰρ τοὺς νέους περὶ θάλαμον πρώην ἱστόρησε καὶ ταῖς ἑαυτῶν ἴυγξι ποιητῶν χάριν ἐλέγχοντας· νῦν δὲ ἕτερος ἆθλος καὶ ἄλλο στάδιον καὶ Μουσῶν τέμενος μύσταις ὁσίοις ἀνοιγόμενον. βέβηλος γὰρ φύσις τελετὴν περιεργάζεται πάνδημον ... ἱερῶν δεικνύναι μέλλοντας· ψυχὴ δὲ λόγοις παντοίοις σύντροφος ὥσπερ τὰ ...ζητεῖν, ἵνʼ ἄδην ἐκ τούτων ἀρύοιτο. οἱ μὲν γὰρ πολλοὶ τῶν πατέρων ὑπὸ τοῦ πλήθους  <span class="gap">…</span> περὶ τοῖς φιλτάτοις κυβεύουσι, καὶ τὸ εἰκὸς εὐθὺς κομίζονται τῆς ἑαυτῶν ἀμαθίας διὰ τῶν παίδων τὴν τιμωρίαν ... καὶ ὁμοῦ τῆς τοιαύτης ἡγεμονίας ἔμπορος τῷ παιδὶ γίνεται, οὐδενὶ πρὸ ἑαυτοῦ πιστεύων φύσεως ... ἦσαν πολλοὶ καὶ ἐπὶ Χείρωνος Κένταυροι, ἀλλʼ ὅ γε Πηλεὺς οὐ παρʼ ἄλλους, ἀλλὰ παρʼ ἐκεῖνον ἦγε τὸν ἑαυτοῦ παῖδα ...ωνος ἐτέλουν τινὲς καὶ Ἀθήνησιν Ἀθηναῖοι παρʼ Ἐλευσῖνα καὶ Δήμητραν, ἀλλʼ ὅ γε πατὴρ ... Ἀθήνας ἔπεμψε τῶν ὀργίων τούτων μεθέξοντα.

Θέλω δὲ καὶ πρόσφορον τοῖς παροῦσιν ἔργοις λόγον διηγήσασθαι. Σόλωνα ἐραστὴν σοφίας γενόμενον γῆν περιπολεῖν φασιν ἅπασαν, ἀεί τι σοφὸν ἀνιχνεύοντα, ἐλθεῖν μὲν οὖν αὐτὸν ἐπὶ Λυδίαν, ὀφθῆναι δὲ καὶ μετʼ ἐκείνους τοῖς Ἴωσιν, ἀφικέσθαι δὲ καὶ παρʼ Αἰγυπτίους, καὶ τί μὲν οὐ μαθεῖν παρʼ αὐτοῖς σοφόν, τί δὲ οὐ χρηστὸν μάθημα κομίζειν ἐκεῖθεν εἰς Ἕλληνας; ἐπεὶ δὲ ἀφικέσθαι εἰς Ἕλληνας, εὑρεῖν μὲν Αἰσχύλον ἔτι νέον ὄντα μετὰ Θέσπιν καὶ τοὺς πρὸ αὐτοῦ τὴν τραγῳδίαν διδάσκοντας ἄρτι τὴν ποίησιν ὑψοῦ χαμόθεν ἐγείροντα, ἵνʼ ἐκ μετεώρου τοῖς θεαταῖς διαλέγοιτο· θαυμάσαντα δὲ τῆς τραγῳδίας αὐτὸν θαμὰ ὁμιλεῖν ἅμα τῷ παιδὶ τοῖς τοῦ Αἰσχύλου ποιήμασιν, ἵνα τραγικὴν ἱστορίαν ἐκ τῶν ἐκείνου ποιημάτων διδάσκωνται. φασὶ δὲ καὶ Δημοκήδην ἐκεῖνον τὸν Κροτωνιάτην, τὸν πρῶτον ἰατρικὴν Ἑλλάδα παρὰ βαρβάροις κομίσαντα, μετὰ Σοῦσα καὶ Μήδους παρὰ Πυθαγόραν φοιτήσαντα πλέον τὸν ὄλβον τῆς ἐκείνου σοφίας, ἢ τὰ βασιλέως θαυμάσαι χρήματα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-bk`.
