Εἰς Ἀνατόλιον ὕπαρχον.
Ἀχιλλέα παρʼ Ὁμήρῳ φόνον ἑταίρου δακρύοντα Ζεὺς ἐξ οὐρανοῦ, διʼ Ἑρμοῦ πέμψας σύνθημα, ὅπλων ἐκέλευσεν ἅψασθαι. φέρʼ οὖν καὶ ἡμεῖς, ὥσπερ ἔκ τινος ἄνωθεν νεύματος, εἰς πανήγυριν τὸ πάθος λύσαντες τῷ Μουσηγέτῃ χορεύσωμεν ...
Ἧκε μὲν γὰρ μετὰ Κύζικον Ἀλκιβιάδης εἰς Ἀθήνας νενικηκότι τῷ στόλῳ· πανδημεὶ δὲ ἡ πόλις ὑπαντήσασα, οἱ μὲν ἐκρότουν, οἱ δὲ ἀνέδουν, οἱ δὲ ἐδάκρυον, πάντες δὲ εὐφήμῳ γλώττῃ τὸν Ἀλκιβιάδην προὔπεμπον ...
Θήρα γέγονε τῆς ἡμετέρας τέχνης ὁ μέγας ὕπαρχος ...
Ἠρέμα ὑποδωρίζων τῷ φθέγματι ...
Οὐ μῦθος ταῦτα, οὐτʼ Ἀττικὰ κομψεύματα, ξένος ἐκ Θηβῶν Διόνυσος, Ποσειδῶν ἐραστὴς ἀπὸ τοῦ κύματος, οἷα κατὰ τῆς πόλεως Λάκωνες παίζουσιν, ἀλλʼ ἀληθὲς ἐντύχημα, ἀλλὰ παιδεία καὶ νόμοι, ῥίζα τῶν ἀγαθῶν καὶ μητρόπολις ...
... Ἡρακλέα τὸν Διὸς πονοῦντα τοὺς ἄθλους καὶ τὴν κακίαν τῶν ἀνθρώπων καθαίροντα, τοῦτο δὲ ποιεῖν τῷ ῥοπάλῳ μόνῳ, λόγον δὲ μυεῖσθαι τῷ μύθῳ τοῦτο τὸ ῥόπαλον ...
Αὐτός τε φυτεύει τῷ φυτῷ τούτῳ τὴν ἑαυτοῦ ψυχήν, Ἀττικὰ ἐπάρδων τὰ νάματα ...
Ἀεὶ δὲ τὰ καλὰ σπάνια, καὶ δόξαν ἀθάνατον τοῖς ἐπινοοῦσι προμνώμενα ...
Πρῶτος μὲν ὁ σοφὸς Ἀνάχαρσις ἐκ Σκυθῶν ἦλθεν εἰς Ἕλληνας, πρῶτος δὲ Πέλοψ ἐκ Λυδῶν, ἐπʼ ἀθανάτων ἵππων κατὰ γαλήνης ὀχούμενος, καὶ μισθὸν τῆς καινοτομίας λαμβάνει, δοῦναι τῇ χώρᾳ τὸ πρόσρημα· πρῶτος μὲν Ἀλέξανδρος βασιλέων ὠκεανῷ κῦδος ἐβάπτισε, πρῶτος δὲ Κῦρος … ἐκ Βαβυλῶνος τὴν ἵππον ἤλασεν ...
Καὶ ὁ μὲν ἔπαινος ἐν αἰγιαλοῖς ἔτι, πελαγίζει δὲ ὁ λόγος οὐχ ὁρῶν ὅρμον φαινόμενον ...
Καὶ ἡ μὲν μουσικὴ Τιμοθέῳ δόξαν ἐκτήσατο, καὶ τῷ Πυθαγόρᾳ σοφία τὴν φήμην προὐξένησεν, ἡ δὲ ῥητορικὴ τῷ Γοργίᾳ τὰς χρυσᾶς εἰκόνας ἀνέστησεν ...
Κράτιστον οὖν ἴσως εἰκόνι τὴν τοῦδε φύσιν θηράσαντα τὸ τοῦ Φειδίου μιμήσασθαι. οὐκ ἠγνόει Φειδίας, ὅσος καὶ ἐν ὅσοις ὁ Ζεύς, ἅτε τὴν ψυχὴν τῆς χειρὸς σοφώτερος· βουλόμενος οὖν ἑνὶ θηρᾶσαι τὴν Διὸς φύσιν ἀγάλματι, χρυσῷ κεράσας ἐλέφαντα Ἠλείοις μὲν τὸν Ὀλύμπιον, τοῖς δὲ ἄλλοις ἀνθρώποις τὸν Δία εἰκόνι μιᾷ τοσοῦτον ὅσον ἐκτυπωσάμενος ...
Ἐθέλω δέ σοι θείων ἐκ φαρμάκων γράψαι τὸν πίνακα —ἔκπλυτα γὰρ ταχέως χρόνῳ τὰ γήινα—· δόγμα δὲ καὶ δόξαν εἴ τῳ φίλον καλεῖν τὸν πίνακα, οὐ διοίσομαι ...
Ἐπειδὰν κάμοι τὸ πολὺ σῶμα τοῦτο κακίας νόσῳ φθειρόμενον, ὃ γῆν μὲν ἡμεῖς καὶ κέντρον ἐκείνου τοῦ θείου κόσμου νομίζομεν, τότε Λαχέσεως ἄτρακτος οὐρανὸν σχίσας τοῖς νήμασιν, ἐκ τῆς Διὸς ἑστίας ἄγει ψυχὴν ἀκραιφνῆ, τῶν θείων φασμάτων παρʼ ἡμᾶς τὴν οὐσίαν διαπορθμεύουσαν. αὕτη φέρει δικαιοσύνην, αὕτη ἀνδρείαν παρʼ αὐτῆς· αὐτοφρόνησις καθαρῶς ἡ τοιαύτη ψυχή. ἕπεται δὲ αὐτῇ καὶ ἀρετῶν συμφύτων μυρίος θίασος, ὕψος ψυχῆς, μεγαλοπρέπεια γνώμης, ἐλευθέρα φωνή, χεῖρες ἄδωροι, φιλίας πόθος, ἀληθείας ἔρως, ἄτρεπτον φρόνημα ...
Ἡ φύσις γὰρ τύχης πρεσβύτερον ...
Οὐκ ἐκ φιλίας ἀρετὴν κρίνων, ἀλλʼ ἐξ ἀρετῆς τὰ τῆς φιλίας σταθμώμενος ...