Εἰς τὴν ἀπὸ Κορίνθου ἐπάνοδον.
Πολλὰ θαυμάζουσα τῆς Ὀδυσσέως γνώμης ἡ ποίησις, καὶ νῦν μὲν αὐτὸν διογενῆ, νῦν δὲ πολύτροπον ὀνομάζουσα ... θαυμάσαι δοκεῖ, ὡς τὸν τῆς Ἰθάκης ἔρωτα καὶ τὸ μήποτε ἐθέλειν τῇ μνήμῃ τῶν ἀρχομένων ... φροντίζοντι ἄκαρπα μὲν τὰ τῶν Λωτοφάγων δοκεῖ λήια, αὐχμηρὰ δὲ καὶ ἀηδὴς ... ἄρα καὶ τὴν Σειρήνων ᾠδὴν οὐ κηρῷ τὴν ἀκοήν, πόθῳ δὲ ἐπαλείψας τῆς πόλεως. χρηστὸς βασιλεὺς ... δεῖ γάρ, οἶμαι, τὸν ἀγαθὸν ἄρχοντα μάλιστα μὲν συνεῖναι ἀεὶ τοῖς ἀρχομένοις· εἰ δὲ ἄρα διασχίζοι τις τύχη τὰ σώματα, τῇ γοῦν ψυχῇ προσβλέπειν, καὶ μὴ τῷ πόθῳ τῶν παιδικῶν ἀποσχίζεσθαι. γνωρίζω τὸ πάθος, ἐμὴν ἑρμηνεύει γνώμην ἡ ποίησις· ἐπειδὴ χωρισθεὶς ὑμῶν παισὶν Ἐφυραίων ὡμίλησα, κατηφὴς μὲν ἐδόκει καὶ ἀχλυόεσσα ......... ἡ χώρα, ἁλμυρὰ δὲ Πειρήνης τὰ ῥεύματα, Κρισαῖος δὲ κυμαίνειν, κἂν ἡ γαλήνη πορφύροιτο· ἠλεγχόμην δὲ παντάπασι, τῶν περὶ ὑμῶν πόθων ἡττώμενος. ἀλλὰ τί ταῦτα; πάλιν οἱ λόγοι, πάλιν Ἀθῆναι καὶ θ... ἥδιστοι· τοῦτο Ἀττικῶν κηρίων κάλλιστον. ἀλλὰ μὴ πάνυ τὰ τῆς ἀποδημίας μεμφώμεθα, ἀρχόμενοι ... ἡδίων μὲν ἱεροφάντης διὰ πολλοῦ μύσταις φαινόμενος, ἡδίων δὲ καὶ κυβερνήτης νηί· καὶ τοῖς χορεύειν ἐθ... κρύπτει δέ ποτε καὶ ἑαυτὸν ὁ μέγας ἀνθρώποις Ἥλιος, ἵνʼ αὐτῷ διψῶσιν ὄμμασιν ἐξ ὠκεανοῦ πάλιν προσβλέψωμεν. φασὶ δὲ καὶ Ξενοφῶντα τὸν λογοποιὸν δεινὸν τὰ στρατηγικὰ γενόμενον, ἐπειδὴ νικῶντα διὰ τῆς βασιλέως γῆς ἑαυτὸν ᾔσθετο, ἤδη τε κατεῖχε Βυζάντιον, ἐθέλοντα ἀποπειρᾶσθαι τοῦ πλήθους, πῶς πρὸς αὐτὸν εὐνοίας ἔχουσιν, ἀποκρύψαι μὲν ἑαυτὸν πρὸς μικρόν, εἶτα ἐξαίφνης φανῆναι καθάπερ ἄλλοθεν ἥκοντα, καὶ τούτους καθάπερ ἐνιαυτὸν ὅλον τοῦ Ξενοφῶντος ἀποδημήσαντος αὐτὸν περιπτύσσεσθαι ἥκοντα, καὶ πάσαις ἐπωνυμίαις τὸν Ξενοφῶντα προσφθέγγεσθαι. πονηρὸς οὖν ὁ κόρος, καὶ λυπεῖ τὰ κάλλιστα· τῷ δὲ σπανίῳ τοῦτον ἰώμεθα.