eul_wid: ufu-ab
Περὶ ἐπιδεικτικῶνOn Demonstratives
Menander the Rhetorician of Laodicea On Demonstratives PDF
| 368 (1t) | ΜΕΝΑΝΔΡΟΓ ΡΗΤΟΡΟΣ ΠΕΡΙ ΕΠΙΔΕΙΚΤΙΚΩΝ Ὁ βασιλικὸς λόγος ἐγκώμιόν ἐστι βασιλέως· οὐκοῦν αὔξησιν ὁμολογουμένην περιέξει τῶν προσόντων ἀγαθῶν βασιλεῖ, οὐδὲν δὲ ἀμφίβολον καὶ ἀμφισβητούμενον ἐπιδέχεται διὰ τὸ ἄγαν ἔνδοξον τὸ πρόσωπον εἶναι, ἀλλ’ ὡς ἐφ’ ὁμολογουμένοις ἀγαθοῖς τὴν ἐργασίαν ποιήσῃ. λήψῃ τοίνυν ἐν τούτῳ τὰ προοίμια δηλονότι ἀπὸ τῆς αὐξήσεως, μέγεθος περιτιθεὶς τῇ ὑποθέσει, ὅτι δυσέφικτος, καὶ ὅτι καθῆκας ἑαυτὸν εἰς ἀγῶνα οὐ ῥᾴδιον κατορθωθῆναι λόγῳ, ἢ τοὺς ἑαυτοῦ λόγους μακαριεῖς, ὅτι καθῆκαν εἰς πεῖραν πραγμάτων, μετ’ ἀγαθῆς καὶ λαμπρᾶς τῆς τύχης, ἧς εἰ τύχοιεν, μεγίστην ἄρασθαι δυνήσονται δόξαν· ἢ ὅτι ἄτοπόν ἐστι τοσούτων ἀγαθῶν παρὰ βασιλέων πειρωμένους μὴ τὸν πρέποντα καὶ ὀφειλόμενον αὐτοῖς ἔρανον ἀποδιδόναι· ἢ ὅτι δύο τὰ μέγιστα τῶν ὑπαρχόντων ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐστὶν εὐσέβεια περὶ τὸ θεῖον καὶ τιμὴ περὶ βασιλέας, ἃ προσήκει καὶ θαυμάζειν καὶ ὑμνεῖν κατὰ δύναμιν. δέχεται δὲ τὰ προοίμια τοῦ λόγου καὶ ἐκ παραδειγμάτων ἀορίστων αὐξήσεις, οἷον ὡς ἂν εἰ λέγοιμεν, ὥσπερ δὲ πελάγους ἀπείρου τοῖς ὀφθαλμοῖς μέτρον οὐκ ἔστι λαβεῖν, οὕτω καὶ βασιλέως εὐφημίαν λόγῳ περιλαβεῖν οὐ ῥᾴδιον. |
| 369 | οὐ μόνον δὲ ἐπὶ τοῦ βασιλικοῦ τοῦτο εὕροις ἄν, ἀλλὰ καὶ ἐπὶ πάσης ἐπιδεικτικῆς ὑποθέσεως, καὶ μάλιστα ἐν τοῖς συντόνοις τῶν ἐπιδεικτικῶν. ὥσπερ οὖν τὸ κρεῖττον ὕμνοις καὶ ἀρεταῖς ἱλασκόμεθα, οὕτω καὶ βασιλέα λόγοις. λήψει δὲ δευτέρων προοιμίων ἐννοίας, ὅταν αὐξήσεως ἕνεκα παραλαμβάνηται, ἢ ἀπὸ Ὁμήρου τῆς μεγαλοφωνίας, ὅτι ταύτης μόνης ἐδεῖτο ἡ ὑπόθεσις, ἢ ἀπὸ Ὀρφέως τοῦ Καλλιόπης ἢ ἀπὸ τῶν Μουσῶν αὐτῶν, ὅτι μόλις ἂν καὶ αὗται πρὸς ἀξίαν τῆς ὑποθέσεως εἰπεῖν ἠδυνήθησαν, ὅμως δὲ οὐδὲν κωλύει καὶ ἡμᾶς ἐγχειρῆσαι πρὸς δύναμιν. ἡ τρίτη δὲ τοῦ προοιμίου ἔννοια (καθόλου δὲ τούτου μέμνησο τοῦ παραγγέλματος) προκαταρκτικὴ γενέσθω τῶν κεφαλαίων, οἷον ὡς διαποροῦντος τοῦ λέγοντος ὅθεν χρὴ τὴν ἀρχὴν τῶν ἐγκωμίων ποιήσασθαι. Μετὰ τὰ προοίμια ἐπὶ τὴν πατρίδα ἥξεις. ἐνταῦθα δὲ διασκέψῃ κατὰ σαυτόν, πότερον ἔνδοξός ἐστιν ἢ οὔ [καὶ πότερον πατρίδος περιβλέπτου καὶ λαμπρᾶς ἢ οὔ]. κἂν μὲν ἔνδοξος ἡ πατρὶς τυγχάνῃ, προθήσεις τὸν περὶ ταύτης λόγον, καὶ πρὸ τοῦ γένους ἐρεῖς, οὐκ ἐνδιατρίβων μὲν εἰς τὸ τοιοῦτον οὐδὲ προχέων ἐνταῦθα πολλοὺς τοὺς λόγους· οὐ γὰρ ἴδιον τοῦτο μόνου βασιλέως τὸ ἐγκώμιον, ἀλλὰ κοινὸν πρὸς πάντας τοὺς οἰκοῦντας τὴν πόλιν· διόπερ τὰ μὴ ἀναγκαῖα λυσιτελεῖ παρατρέχειν. ἂν δὲ μὴ ἡ πόλις ἔνδοξος ᾖ, ζητήσεις τὸ ἔθνος ἅπαν, εἰ ἀνδρεῖον ὑπείληπται καὶ ἄλκιμον, εἰ περὶ λόγους ἔχει ἢ κτῆσιν ἀρετῶν, ὡς τὸ Ἑλληνικόν, εἴτε νόμιμον, ὡς τὸ Ἰταλικόν, ἢ ἀνδρεῖον, ὡς τὸ τῶν Γαλατῶν καὶ Παιόνων, καὶ ἀντὶ τῆς πατρίδος ἀπὸ τοῦ ἔθνους λήψῃ βραχέα, προσοικειῶν κἀνταῦθα τοῦ βασιλέως τὸν ἔπαινον καὶ κατασκευάζων, ὅτι ἀναγκαῖον τὸν ἐκ [τῆς τοιαύτης πόλεως ἢ] τοῦ τοιούτου ἔθνους τοιοῦτον εἶναι, καὶ ὅτι τῶν ὁμοφύλων πάντων ἐπαινετῶν ὄντων αὐτὸς μόνος διήνεγκεν· οὗτος γοῦν καὶ μόνος ἠξιώθη τῆς βασιλείας· εἶτα ἐξ ἱστορίας παραδείγματα, ὅτι πάντων ὄντων ἀνδρείων Θετταλῶν ὁ Πηλέως ἠξιώθη τῆς ἡγεμονίας τοῦ γένους, δηλονότι τῷ πάντων διαφέρειν. |
| 370 | ἐὰν δὲ μήτε ἡ πατρὶς μήτε τὸ ἔθνος τυγχάνῃ περίβλεπτον, ἀφήσεις μὲν τοῦτο, θεωρήσεις δὲ πάλιν, πότερον ἔνδοξον αὐτοῦ τὸ γένος ἢ οὔ. κἂν μὲν ἔνδοξον ᾖ, ἐξεργάσῃ τὰ περὶ τούτου, ἐὰν δὲ ἄδοξον ᾖ ἢ εὐτελές, μεθεὶς καὶ τοῦτο ἀπ’ αὐτοῦ τοῦ βασιλέως τὴν ἀρχὴν ποιήσῃ, ὡς Καλλίνικος ἐποίησεν ἐν τῷ μεγάλῳ βασιλικῷ· ἢ ἄλλως τοιαῦτα ἄττα περὶ τοῦ γένους ἐρεῖς, ὅτι εἴχομεν εἰπεῖν τι περὶ τοῦ γένους, ἐπεὶ δὲ νικᾷ τὰ τοῦ βασιλέως, σπεύδωμεν ἐπὶ βασιλέα. οἱ μὲν οὖν ἄλλοι γένη κοσμείτωσαν καὶ λεγόντων περὶ αὐτῶν ἃ βούλονται, ἐγὼ δὲ μόνον ἐπαινέσω τοῦτον ἄνευ τοῦ γένους· ἀρκεῖ γὰρ αὐτὸς χωρὶς ἐπεισάκτου τινὸς εὐφημίας ἔξωθεν. ἢ οὕτως· πολλοὶ τῷ μὲν δοκεῖν ἐξ ἀνθρώπων εἰσί, τῇ δ’ ἀληθείᾳ παρὰ τοῦ θεοῦ καταπέμπονται καί εἰσιν ἀπόρροιαι ὄντως τοῦ κρείττονος· καὶ γὰρ Ἡρακλῆς ἐνομίζετο μὲν Ἀμφιτρύωνος, τῇ δ’ ἀληθείᾳ ἦν Διός· οὕτω καὶ βασιλεὺς ὁ ἡμέτερος τῷ μὲν δοκεῖν ἐξ ἀνθρώπων, τῇ δ’ ἀληθείᾳ τὴν καταβολὴν οὐρανόθεν ἔχει. οὐ γὰρ ἂν τοσούτου κτήματος καὶ τοσαύτης ἀξίας ἔτυχε, μὴ οὐχὶ ὡς κρείττων γεγονὼς τῶν τῇδε. ταῦτα καὶ τὰ τοιαῦτα περὶ τοῦ γένους ἀφοσιωσάμενος πάλιν ζήτει τὰ περὶ γενέσεως αὐτοῦ τοῦ βασιλέως. εἰδέναι δὲ χρὴ τοῦτο ἀκριβῶς, ὅτι, ἐὰν μὲν ἔχωμεν μεθόδῳ τινὶ κρύψαι τὸ ἄδοξον, ὥσπερ ἐπὶ τοῦ γένους εἰρήκαμεν ὅτι, ἐὰν μὴ ὑπάρχῃ τοῦτο ἔνδοξον, ἐρεῖς αὐτὸν ἐκ θεῶν γενέσθαι, καὶ δὴ τοῦτο ποιήσομεν· εἰ δὲ μή, παρελευσόμεθα. |
| 371 | οὐκοῦν ἔστω σοι μετὰ τὴν πατρίδα καὶ μετὰ τὸ γένος τρίτον κεφάλαιον τὸ περὶ τῆς γενέσεως, ὡς ἔφαμεν, 〈καὶ〉 εἴ τι σύμβολον γέγονε περὶ τὸν τόκον ἢ κατὰ γῆν ἢ κατ’ οὐρανὸν ἢ κατὰ θάλασσαν, [καὶ] ἀντεξέτασον τοῖς περὶ τὸν Ῥωμύλον καὶ Κῦρον καὶ τοιούτοις τισί. [τὰ] κατὰ τὴν γένεσιν [καὶ] γὰρ κἀκείνοις συνέβη τινὰ θαυμάσια, τῷ μὲν Κύρῳ τὰ τῆς μητρὸς ὀνείρατα, τῷ δὲ τὰ περὶ τὴν λύκαιναν· κἂν μὲν ᾖ τι τοιοῦτον περὶ τὸν βασιλέα, ἐξέργασαι, ἐὰν δὲ οἷόν τε ᾖ καὶ πλάσαι καὶ ποιεῖν τοῦτο πιθανῶς, μὴ κατόκνει· δίδωσι γὰρ ἡ ὑπόθεσις διὰ τὸ τοὺς ἀκούοντας ἀνάγκην ἔχειν ἀβασανίστως δέχεσθαι τὰ ἐγκώμια. μετὰ τὴν γένεσιν ἐρεῖς τι καὶ περὶ φύσεως, οἷον ὅτι ἐξέλαμψεν ἐξ ὠδίνων εὐειδὴς τῷ κάλλει καταλάμπων τὸ φαινόμενον ἀστέρι καλλίστῳ τῶν κατ’ οὐρανὸν ἐφάμιλλος. ἑξῆς δὲ κεφάλαιόν ἐστιν ἡ ἀνατροφή, εἰ ἐν βασιλείοις ἀνετράφη, εἰ ἁλουργίδες τὰ σπάργανα, εἰ ἐκ πρώτης βλάστης ἐν βασιλικοῖς ἀνετράφη κόλποις· ἢ οὐχ οὕτως μέν, ἀνελήφθη δὲ εἰς βασιλείαν νέος ὢν ὑπό τινος μοίρας εὐτυχοῦς. κἀνταῦθα θήσεις παραδείγματα ζητήσας ὅμοια, ἐὰν ᾖ· ἐὰν δὲ μὴ τὴν ἀνατροφὴν ἔνδοξον ἔχῃ, ὡς Ἀχιλλεὺς παρὰ Χείρωνι, ζητήσεις τὴν παιδείαν καὶ ἐνταῦθα προσεπισημαίνων, ὅτι βούλομαι δὲ ἐπὶ τοῖς εἰρημένοις καὶ τὴν φύσιν τῆς ψυχῆς αὐτοῦ διεξελθεῖν, ἐν ᾧ ἐρεῖς τὴν φιλομάθειαν, τὴν ὀξύτητα, τὴν περὶ τὰ μαθήματα σπουδήν, τὴν ῥᾳδίαν κατάληψιν τῶν διδασκομένων. κἂν μὲν ἐν λόγοις ᾖ καὶ φιλοσοφίᾳ καὶ λόγων γνώσει, τοῦτο ἐπαινέσεις· ἐὰν δ’ ἐν μελέτῃ πολέμων καὶ ὅπλων, τοῦτο θαυμάσεις, ὡς ἀγαθῇ μοίρᾳ γενόμενον προμνηστευσαμένης αὐτῷ τῆς τύχης τὰ μέλλοντα· καὶ ὅτι ἐν οἷς ἐπαιδεύετο διαφέρων τῶν ἡλίκων ἐφαίνετο, ὡς Ἀχιλλεύς, ὡς Ἡρακλῆς, ὡς οἱ Διόσκουροι. |
| 372 | τὰ δὲ ἐπιτηδεύματα χώραν ἐξετάσεως ἕξει, ἐπιτηδεύματα δ’ ἐστὶν ἄνευ ἀγωνιστικῶν πράξεων ἤθη· τὰ γὰρ ἐπιτηδεύματα ἤθους ἔμφασιν περιέχει, οἷον ὅτι δίκαιος ἐγένετο ἢ σώφρων ἐν τῇ νεότητι, καθάπερ καὶ Ἰσοκράτης ἐποίησεν ἐν τῷ Εὐαγόρᾳ, ἐν οἷς καὶ μικρὸν προελθὼν εἶπεν, ἀνδρὶ δὲ γενομένῳ ταῦτά τε πάντα συνηυξήθη καὶ ἄλλα προσεγένετ ο, ὡς καὶ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ, ὅτι φιλάνθρωπος ἡ πόλις (ὡς ἐπιτήδευμα γὰρ τοῦτο ἐξήτασεν) ὑποδεχομένη τοὺς καταφεύγοντας. ἀκολουθεῖ τοίνυν τοῖς ἐπιτηδεύμασι λοιπὸν ὁ περὶ τῶν πράξεων λόγος. Χρὴ δὲ γινώσκειν καὶ φυλάττειν τὸ παράγγελμα ὅτι, ὅταν μέλλῃς ἀπὸ κεφαλαίου μεταβαίνειν εἰς κεφάλαιον, δεῖ προοιμιάζεσθαι περὶ οὗ μέλλεις ἐγχειρεῖν, ἵνα προσεκτικὸν τὸν ἀκροατὴν ἐργάσῃ καὶ μὴ ἐᾷς λανθάνειν μηδὲ κλέπτεσθαι τῶν κεφαλαίων τὴν ζήτησιν· αὐξήσεως γὰρ οἰκεῖον τὸ προσεκτικὸν ποιεῖν τὸν ἀκροατὴν καὶ ἐπιστρέφειν ὡς περὶ μεγίστων ἀκούειν μέλλοντα. τίθει δὲ καὶ σύγκρισιν ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων τούτων, ἀεὶ συγκρίνων φύσιν φύσει καὶ ἀνατροφὴν ἀνατροφῇ καὶ παιδείαν παιδείᾳ καὶ τὰ τοιαῦτα, ἀνευρὼν καὶ παραδείγματα, οἷον Ῥωμαίων βασιλέων καὶ στρατηγῶν καὶ Ἑλλήνων ἐνδοξοτάτων. τὰς τοιαύτας τοίνυν πράξεις διαιρήσεις δίχα εἴς τε τὰ κατ’ εἰρήνην καὶ τὰ κατὰ πόλεμον. καὶ προθήσεις τὰς κατὰ τὸν πόλεμον, ἐὰν ἐν ταύταις λαμπρὸς ὁ ἐπαινούμενος φαίνηται· δεῖ γὰρ τὰς τῆς ἀνδρείας πράξεις πρώτας παραλαμβάνειν ἐπὶ τῶν τοιούτων ὑποθέσεων εἰς ἐξέτασιν· γνωρίζει γὰρ βασιλέα πλέον ἡ ἀνδρεία. ἐὰν δὲ μηδὲ εἷς πόλεμος αὐτῷ πεπραγμένος τύχῃ, ὅπερ σπάνιον, ἥξεις ἐπὶ τὰ τῆς εἰρήνης ἀναγκαίως. |
| 373 | εἰ μὲν οὖν τὰ κατὰ τὸν πόλεμον ἐγκωμιάζεις, ἀπὸ τῆς ἀνδρείας ἐρεῖς μόνον, οὐκ ἀφ’ ἑτέρων τινῶν· εἰ δὲ τὰ κατὰ τὴν εἰρήνην, τῆς μὲν ἀνδρείας οὐκέτι, ἑτέρων δέ τινων· διαίρει γὰρ ἁπανταχοῦ τὰς πράξεις ὧν ἂν μέλλῃς ἐγκωμιάζειν εἰς τὰς ἀρετάς (ἀρεταὶ δὲ τέσσαρές εἰσιν, ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις) καὶ ὅρα τίνων ἀρετῶν εἰσιν αἱ πράξεις, καὶ εἰ κοιναί τινές εἰσι τῶν πράξεων τῶν τε κατὰ τὸν πόλεμον καὶ κατ’ εἰρήνην ἀρετῆς μιᾶς, ὥσπερ [ἐπὶ] τῆς φρονήσεως· φρονήσεως γάρ ἐστι καὶ τὸ στρατηγεῖν καλῶς ἐν τοῖς πολέμοις, φρονήσεως δὲ καὶ τὸ καλῶς νομοθετεῖν καὶ τὸ συμφερόντως διατιθέναι καὶ διοικεῖν τὰ κατὰ τοὺς ὑπηκόους. οὐκοῦν ἐν ταῖς πράξεσι τοῦ πολέμου τὰ κατὰ τὴν ἀνδρείαν ἐρεῖς καὶ τὰ τῆς φρονήσεως, ὅσα τῶν κατὰ τὸν πόλεμον οἰκεῖα ταύτῃ. διαγράψεις δὲ ἐν ταῖς πράξεσι ταῖς τοῦ πολέμου καὶ φύσεις καὶ θέσεις χωρίων ἐν οἷς οἱ πόλεμοι, καὶ ποταμῶν δὲ καὶ λιμένων καὶ ὀρῶν καὶ πεδίων, καὶ εἰ ψιλοὶ ἢ δασεῖς οἱ χῶροι, καὶ εἰ 〈λεῖοι ἢ〉 κρημνώδεις. ἐκφράσεις δὲ καὶ λόχους καὶ ἐνέδρας καὶ τοῦ βασιλέως κατὰ τῶν πολεμίων καὶ τῶν ἐναντίων κατὰ τοῦ βασιλέως· εἶτα ἐρεῖς, ὅτι σὺ μὲν τοὺς ἐκείνων λόχους καὶ τὰς ἐνέδρας διὰ φρόνησιν ἐγίνωσκες, ἐκεῖνοι δὲ τῶν ὑπὸ σοῦ πραττομένων οὐδὲν συνίεσαν. καὶ μὴν καὶ πεζομαχίας ἐκφράσεις καὶ ἱππέων διασκευὰς εἰς ἱππομαχίαν καὶ ὅλου στρατοπέδου πρὸς ὅλον στρατόπεδον μάχην, ἤδη δέ που καὶ ναυμαχίαν, εἰ γένοιτο· οἷα πολλὰ παρὰ τοῖς συγγραφεῦσιν, ἐν τοῖς Μηδικοῖς παρὰ Ἡροδότῳ, παρὰ Θουκυδίδῃ πάλιν ἐν τοῖς Πελοποννησιακοῖς, καὶ παρὰ Θεοπόμπῳ ἐν τοῖς Φιλιππικοῖς καὶ Ξενοφῶντι ἐν τῇ Ἀναβάσει καὶ τοῖς Ἑλληνικοῖς βιβλίοις. καὶ μὴν καὶ αὐτοῦ τοῦ βασιλέως ἐκφράσεις μάχας καὶ περιθήσεις ἅπασαν ἰδέαν καὶ ἐπιστήμην, ὡς Ἀχιλλεῖ, ὡς Ἕκτορι, ὡς Αἴαντι περιτίθησιν ὁ ποιητής. |
| 374 | διαγράψεις δὲ καὶ πανοπλίαν βασιλέως καὶ ἐπιστρατείας, ἐπιτείνας μὲν τῷ καιρῷ τῆς ἀριστείας καὶ τῆς συμπλοκῆς, ὅταν βασιλέως ἀριστείαν ἐκφράζῃς. ἐνταῦθα καιρὸν ἕξεις καὶ ἀνεῖναι κατὰ μέσον τὸν λόγον (καὶ γὰρ τοῦτο παρειλήφαμεν παρὰ τῶν νεωτέρων καινοτομηθέν) καὶ φωνὴν καθάπερ ἐν δράματι ἢ χώρᾳ ἢ ποταμῷ περιτιθέναι· ποταμῷ μέν, ὡς ὁ ποιητής, ὦ Ἀχιλεῦ, πέρι μὲν κρατέεις, πέρι δ’ αἴσυλα ῥέζεις, χώρᾳ δὲ ὁμοίως, ὅταν εἴπωμεν ἐκείνην καταμέμφεσθαι τὴν θρασύτητα τὴν τῶν τολμησάντων ἀντιστῆναι, καὶ ὅτι ἐστενοχωρεῖτο τοῖς τῶν πεσόντων σώμασιν· οἷον κἀμοὶ δοκεῖν, εἰ ποιητικὸς ἦν ὁ Ἴστρος, ὥσπερ ὁ ποταμὸς ἐκεῖνος ὁ ποιητικὸς Σκάμανδρος, εἶπεν ἄν, ἐξ ἐμέθεν γ’ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, οὐδέ τι πῆ δύναμαι προχέειν ῥόον καὶ τὰ τοιαῦτα. μετὰ δὲ τὴν ἄνεσιν ἐπάξεις πάλιν καὶ ἄλλα κατορθώματα, καὶ τρόπαια τροπαίοις συνάψεις, καὶ νίκας νίκαις, ἱππέων φυγάς, πεζῶν φόνους. ἐνταῦθα δὲ καιρὸν ἕξεις καὶ ἐπισυνάψαι περὶ φρονήσεως, ὅτι αὐτὸς ἦν ὁ διαταττόμενος, αὐτὸς ὁ στρατηγῶν, αὐτὸς ὁ τὸν καιρὸν τῆς συμβολῆς εὑρίσκων, σύμβουλος θαυμαστός, ἀριστεύς, στρατηγός, δημηγόρος. μετὰ τὸ τέλος τῶν πράξεων ἢ καὶ πρὸς τῷ τέλει τῶν πράξεων ἐρεῖς τι καὶ περὶ τρίτης ἀρετῆς, λέγω δὴ τῆς φιλανθρωπίας. μόριον δὲ τῆς φιλανθρωπίας ἡ δικαιοσύνη, ὅτι νικήσας ὁ βασιλεὺς οὐ τοῖς ὁμοίοις ἠμύνατο τοὺς ἄρξαντας ἀδίκων ἔργων, ἀλλ’ ἐμέρισε κατὰ τὸ δίκαιον τὰς πράξεις τιμωρίᾳ καὶ φιλανθρωπίᾳ, καὶ ὅσα ἡγεῖτο πρὸς σωφρονισμὸν ἀρκεῖν ἐργασάμενος, ἐνταῦθα στήσας φιλανθρωπίᾳ τὰς πράξεις ἀνῆκε συγχωρήσας τὸ λείψανον τοῦ γένους σώζεσθαι, ἅμα μὲν ἵνα μνημεῖον τοῦ πάθους τοῦ γεγονότος σώζηται τὸ λειπόμενον, ἅμα δὲ ἵνα καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται. |
| 375 | τέλος δ’ ἐπιθεὶς ταῖς κατὰ τὸν πόλεμον πράξεσι μεταβήσῃ λοιπὸν ἐπὶ τὸν λόγον τὸν περὶ τῆς εἰρήνης. τοῦτον δὲ διαιρήσεις εἰς σωφροσύνην, εἰς δικαιοσύνην καὶ εἰς φρόνησιν. καὶ ἐν μὲν τῇ δικαιοσύνῃ τὸ ἥμερον τὸ πρὸς τοὺς ὑπηκόους ἐπαινέσεις, τὴν πρὸς τοὺς δεομένους φιλανθρωπίαν, τὸ εὐπρόσοδον. οὕτως οὐ μόνον ἐν τοῖς κατὰ τὸν πόλεμον ἔργοις ὁ βασιλεὺς ἡμῖν θαυμάσιος, ἀλλὰ καὶ ἐν τοῖς κατ’ εἰρήνην θαυμασιώτερος· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἔργων; καὶ προσθήσεις ὅτι καθάπερ οἱ Ἀσκληπιάδαι σώζουσι τοὺς ἀρρωστοῦντας, ἢ καθάπερ τοὺς καταφεύγοντας ἐπὶ τὰ ἄσυλα τεμένη τοῦ κρείττονος ἔστιν ἰδεῖν ῥᾳστώνης τυγχάνοντας (οὐ γὰρ ἀποσπᾶν ἐπιχειροῦμεν οὐδένα) οὕτως ὁ βασιλέως ὄψεσιν ἐντυχὼν τῶν δεινῶν ἀπήλλακται. καὶ ἐρεῖς ὅτι δικαίους ἄρχοντας κατὰ ἔθνη καὶ γένη καὶ πόλεις ἐκπέμπει φύλακας τῶν νόμων καὶ τῆς τοῦ βασιλέως δικαιοσύνης ἀξίους, 〈οὐ〉 συλλογέας πλούτου. ἐρεῖς ἔτι καὶ περὶ τῶν φόρων οὓς ἐπιτάττει καὶ τοῦ σιτηρεσίου τῶν στρατευμάτων ὅτι στοχάζεται καὶ τοῦ κούφως καὶ ῥᾳδίως δύνασθαι φέρειν τοὺς ὑπηκόους. ἐρεῖς τι καὶ περὶ νομοθεσίας, ὅτι νομοθετεῖ τὰ δίκαια, καὶ τοὺς μὲν ἀδίκους τῶν νόμων διαγράφει, δικαίους δὲ αὐτὸς θεσπίζει· τοιγάρτοι νομιμώτεροι μὲν οἱ νόμοι, δικαιότερα δὲ τὰ συμβόλαια τῶν ἀνθρώπων πρὸς ἀλλήλους. ἂν δέ τις ὑπολάβῃ τὴν νομοθεσίαν φρονήσεως εἶναι μόνης, γινωσκέτω ὅτι τὸ μὲν νομοθετῆσαι μόνης φρονήσεως, τὸ δὲ προστάττειν πράττειν τὰ δέοντα δικαιοσύνης, οἷον ὁ μὲν τύραννος πολλάκις συνίησι διὰ φρόνησιν ἃ συμφέρει αὐτῷ νομοθετεῖν ἢ μή, νομοθετεῖ δὲ τὰ ἄδικα, ὁ δὲ βασιλεὺς τὰ δίκαια. |
| 376 | μετὰ τὴν δικαιοσύνην ἐπαινέσεις αὐτοῦ τὴν σωφροσύνην· ἀκολουθεῖ γὰρ μάλιστα τῇ δικαιοσύνῃ ἡ σωφροσύνη· τί οὖν ἐνταῦθα ἐρεῖς; ὅτι διὰ βασιλέα σώφρονες μὲν οἱ γάμοι, γνήσιοι δὲ τοῖς πατράσιν οἱ παῖδες, θέαι δὲ καὶ πανηγύρεις καὶ ἀγῶνες μετὰ τοῦ προσήκοντος κόσμου καὶ τῆς πρεπούσης σωφροσύνης γίνονται· οἷον γὰρ ὁρῶσι τὸν βασιλέως βίον, τοιοῦτον ἐπανῄρηνται. εἰ δὲ ἐπ’ ἀξίας εἴη καὶ τιμῆς μεγίστης ἡ βασιλίς, ἐρεῖς τι καὶ κατὰ καιρὸν ἐνθάδε· ἣν θαυμάσας ἠγάπησε, ταύτην κοινωνὸν τῆς ἑαυτοῦ βασιλείας πεποίηται, καὶ οὐδ’ εἰ ἔστιν ἄλλο οἶδε γυναικεῖον φῦλον. ἥξεις ἐπὶ τὴν φρόνησιν μετὰ ταῦτα. ἀεὶ δὲ μέλλων ἄρχεσθαι ἑκάστης τῶν ἀρετῶν χρῶ προοιμιακαῖς ἐννοίαις, ὡς ἔφαμεν. ἐρεῖς τοίνυν ἐπὶ τῇ φρονήσει, ὅτι σύμπαντα ταῦτα οὐκ ἂν ἤρκεσε πρᾶξαι βασιλεύς, οὐδ’ ἂν τοσούτων πραγμάτων ὄγκον διήνεγκεν, εἰ μὴ φρονήσει καὶ συνέσει τῶν ἐπὶ γῆς ὑπερέφερε, δι’ ἣν καὶ νομοθεσίαι καὶ σωφροσύναι καὶ αἱ λοιπαὶ κατορθοῦσθαι πεφύκασιν ἀρεταί· εἶτα ὀξὺς ἰδεῖν, ἐνθυμηθῆναι δεινός, προϊδέσθαι τὸ μέλλον κρείττων μάντεως, ἄριστος γνώμων κρῖναι τὴν ἑτέρων εὐβουλίαν, ἱκανὸς τὰ δυσχερῆ καὶ ῥᾴδια γνῶναι. Ἐπὶ τούτοις μὲν καταπαύσεις τὸν λόγον τὸν περὶ τούτων, μνημονεύσεις δὲ μετὰ τοῦτο τῆς τύχης, λέγων ὅτι συμπαρομαρτεῖν δὲ ἔοικεν ἐφ’ ἅπασι καὶ πράξεσι καὶ λόγοις τῷ βασιλεῖ τῷ μεγάλῳ τύχη λαμπρά· κατορθοῖ γὰρ ἕκαστον κρεῖττον εὐχῆς, καὶ ὅτι παίδων γένεσις αὐτῷ δεδώρηται, ἂν οὕτω τύχῃ, καὶ φίλοι πάντες εὖνοι καὶ δορυφόροι κινδυνεύειν ὑπὲρ αὐτοῦ πρόθυμοι. ἥξεις δὲ ἐπὶ τὴν τελειοτάτην σύγκρισιν, ἀντεξετάζων τὴν αὐτοῦ βασιλείαν πρὸς τὰς πρὸ αὐτοῦ βασιλείας, οὐ καθαιρῶν ἐκείνας (ἄτεχνον γάρ) ἀλλὰ θαυμάζων μὲν ἐκείνας, τὸ δὲ τέλειον ἀποδιδοὺς τῇ παρούσῃ. |
| 377 | οὐκ ἐπιλήσῃ δὲ τοῦ προειρημένου θεωρήματος, ὅτι ἐν ἑκάστῳ τῶν κεφαλαίων ποιήσεις συγκρίσεις, ἀλλ’ ἐκεῖναι μὲν ἔσονται μερικαί, οἷον παιδείας πρὸς παιδείαν ἢ σωφροσύνης πρὸς σωφροσύνην, αὗται δὲ περὶ ὅλης ἔσονται τῆς ὑποθέσεως, ὡσανεὶ βασιλείαν ὅλην ἀθρόως καὶ ἐν κεφαλαίῳ πρὸς ὅλην βασιλείαν συγκρίνομεν, οἷον τὴν Ἀλεξάνδρου πρὸς τὴν παροῦσαν. μετὰ τὴν σύγκρισιν οἱ ἐπίλογοι. ἐν τούτοις ἐρεῖς τὰς εὐετηρίας, τὰς εὐδαιμονίας τῶν πόλεων, ὅτι πλήρεις μὲν ὠνίων αἱ ἀγοραί, πλήρεις δὲ ἑορτῶν καὶ πανηγύρεων αἱ πόλεις, γεωργεῖται μετ’ εἰρήνης ἡ γῆ, πλεῖται ἡ θάλασσα ἀκινδύνως, εὐσέβεια δὲ ἡ περὶ τὸ θεῖον ηὔξηται, τιμαὶ δὲ κατὰ τὸ προσῆκον ἑκάστοις νέμονται, οὐ δεδοίκαμεν βαρβάρους, οὐ πολεμίους, ὀχυρώτερον τοῖς βασιλέως ὅπλοις τετειχίσμεθα ἢ τοῖς τείχεσιν αἱ πόλεις, αἰχμαλώτους οἰκέτας κεκτήμεθα αὐτοὶ μὴ πολεμοῦντες, παρὰ δὲ τῆς βασιλέως χειρὸς νικώσης δεχόμενοι. τίνας οὖν εὐχὰς εὔχεσθαι δεῖ τῷ κρείττονι τὰς πόλεις ἢ ὑπὲρ βασιλέως ἀεί; τί δὲ μεῖζον αἰτεῖν παρὰ τῶν θεῶν ἢ βασιλέα σώζεσθαι; ὄμβροι γὰρ κατὰ καιρὸν καὶ θαλάσσης φοραὶ καὶ καρπῶν εὐφορίαι διὰ τὴν βασιλέως δικαιοσύνην ἡμῖν εὐτυχοῦνται· τοιγάρτοι καὶ ἀμειβόμεναι αὐτὸν αἱ πόλεις καὶ ἔθνη καὶ γένη καὶ φυλαὶ στεφανοῦμεν, ὑμνοῦμεν, γράφομεν, πλήρεις εἰκόνων αἱ πόλεις, αἱ μὲν πινάκων γραπτῶν, αἱ δέ που καὶ τιμιωτέρας ὕλης. ἐπὶ τούτοις εὐχὴν ἐρεῖς αἰτῶν παρὰ θεοῦ εἰς μήκιστον χρόνον προελθεῖν τὴν βασιλείαν, διαδοθῆναι εἰς παῖδας, παραδοθῆναι τῷ γένει. ΠΕΡΙ ΕΠΙΒΑΤΗΡΙΟΥ Ἐπιβατήριον ὁ βουλόμενος λέγειν δῆλός ἐστι βουλόμενος προσφωνῆσαι ἢ τὴν ἑαυτοῦ πατρίδα ἐξ ἀποδημίας ἥκων, ἢ πόλιν ἑτέραν, εἰς ἣν ἂν ἀφίκηται, ἢ καὶ ἄρχοντα ἐπιστάντα τῇ πόλει. |
| 378 | οὐκοῦν ἐν τούτοις ἅπασι τὸ προοίμιον ἐκ περιχαρείας εὐθύς· δεῖ γὰρ συνηδόμενον φαίνεσθαι ἢ ταῖς πόλεσιν, ὅτι θαυμάσιόν τινα καὶ ἐπαινούμενον ἄρχοντα δέχονται, ἢ τῷ ἄρχοντι, ὅτι ἐπ’ ἀγαθῇ μοίρᾳ ἥκει, ἢ καὶ αὐτὸν ἑαυτῷ τὸν λέγοντα ὅτι τεθέαται ἢ πόλιν ἢ ἄρχοντα, ὃν πάλαι τε καὶ ἐκ πλείονος ἰδεῖν ἐπεπόθει· κἂν μὲν ἄρχοντα, εὐθὺς ἐρεῖς· ἀλλ’ ἥκεις μὲν ἐπ’ αἰσίοις συμβόλοις ἐκ βασιλέως λαμπρός, ὥσπερ ἡλίου φαιδρά τις ἀκτὶς ἄνωθεν ἡμῖν ὀφθεῖσα· οὕτω πάλαι μὲν ἀγαθὴ φήμη διήγγειλε τὴν ἐπ’ αἰσίοις ἄφιξιν καὶ εὐκταιοτάτην μοῖραν τῶν ὑπηκόων· εἶτα κατασκευάσεις ὅτι βεβαιοῖς ἐν ἔργῳ τὴν φήμην, ἢ ὅτι ὑπερβάλλεις τὴν φήμην, ἢ ὡς ἂν ὁ καιρὸς διδῷ. εἶτα μετὰ τὸ προοίμιον τοῦτο ἥξεις εἰς τὸν περὶ τῶν ὑπηκόων λόγον. διπλοῦς δ’ οὗτος· ἢ γὰρ κακῶς πεπονθότων αὐτῶν παρὰ τοῦ μικρῷ πρόσθεν ἄρχοντος διατυπώσεις καὶ αὐξήσεις τὰ δυσχερῆ, μηδὲν βλασφημῶν τὸν παυσάμενον, ἀλλὰ ἁπλῶς τὴν δυστυχίαν τῶν ὑπηκόων λέγων, εἶτα ἐπάξεις ὅτι ὥσπερ νυκτὸς καὶ ζόφου τὰ πάντα κατειληφότος αὐτὸς καθάπερ ἥλιος ὀφθεὶς πάντα ἀθρόως τὰ δυσχερῆ διέλυσας, καὶ ἐργάσῃ τοῦτο καὶ οὐ παραδραμεῖς, ὅτι τοίνυν ἀνέπνευσαν ἅπαντες ὥσπερ νέφους τινὸς τῶν δεινῶν παρελθόντων· ἢ οὐδὲν πεπονθότων ἐρεῖς· αὐτίκα μὲν ἐπαυσάμεθα μεγίστας εὐεργεσίας ὁμολογοῦντες τῷ ἄρχοντι, ἄρτι δὲ ἀκούσαντες ἀγαθῶν ἀγγελίαν καὶ μέλλοντες ἀφ’ ἱερῶν ἐφ’ ἱερά, ὡς ἂν εἴποι τις, καὶ ἐκ τῶν 〈καλῶν ἐμπεσεῖν εἰσ〉 καλλίονα φαιδροὶ καὶ γεγηθότες προαπηντήκαμεν. εἶτα μετὰ ταῦτα πάλιν ἐρεῖς ὅτι τάς τε ἄλλας χάριτας μεγίστας τοῖς βασιλεῦσιν ὀφείλοντες, ἐφ’ οἷς ὑπὲρ ἡμῶν ἀθλοῦσι, καὶ ἐπὶ τούτοις ἂν δικαίως μείζους ὁμολογήσαιμεν, ὅτι τοιοῦτον ἡμῖν κατέπεμψαν. |
| 379 | πειρῶ δ’ ἐν τοῖς τοιούτοις λόγοις ἀεὶ συντέμνειν τὰ βασιλέως ἐγκώμια, καὶ μηδὲν διατρίβειν, ἵνα μὴ διπλῆν ποιήσῃς τὴν ὑπόθεσιν. ἐὰν μὲν οὖν ἔχῃς πράξεις εἰπεῖν τοῦ ἄρχοντος, ἐρεῖς· εἰ δὲ μή, περιέργως ἢ πατρίδα ἢ ἔθνος ἐκφράσεις καὶ χωρογραφήσεις τῷ λόγῳ ἀπὸ τῶν ἐπισημοτάτων καὶ θρυλουμένων περὶ τῆς χώρας ἢ τῆς πατρίδος, 〈οἷον〉 ὅτι Ἰταλιώτης, ἐκ ποιᾶς δὲ [χώρας ἢ] πόλεως περιωνύμου, οἷον τῆς Ῥώμης. ζητήσεις δὲ καὶ τοῦ γένους πράξεις. εἰ δὲ ἀποροίης πράξεων τοῦ ἐπαινουμένου, ἐκ τούτων θηράσεις τὸν ἔπαινον, ὥστε μὴ αὐχμηρὰν καὶ ἄγονον παρασχέσθαι τὴν ὑπόθεσιν. ἔπειτα λέγε· πείθομαι δὲ τὸν ἐκ τοιούτων γεγονότα πρὸς τοὺς ἑαυτοῦ πατέρας ἁμιλλώμενον ἀγαθὸν περὶ ἡμᾶς γενήσεσθαι καὶ δίκαιον· καὶ γὰρ καὶ ἐκεῖνοι δίκαιοι· οὐκοῦν δικάσει μὲν ἡμῖν ὑπὲρ τὸν Αἰακόν, ὑπὲρ τὸν Μίνωα, ὑπὲρ τὸν Ῥαδάμανθυν· καὶ τούτου ἄμεινον ἤδη προμαντεύομαι, ὦ Ἕλληνες. καὶ εἰπὼν τὰ τοιαῦτα καὶ πλείω περὶ δικαιοσύνης, ὅτι οὐδεὶς ἀδίκως οἰκήσει τὸ δεσμωτήριον ἢ δίκην δώσει τῷ νόμῳ, οὐ προκριθήσεται πλούσιος, οὐ χαμαὶ πεσεῖται λόγος τοῦ πένητος δίκαιος, πεπαύσθωσαν ἡμῖν οἱ πλούσιοι ταῖς περιουσίαις κομπούμενοι, πεπαύσθωσαν οἱ πένητες ὀδυρόμενοι τὴν ἀσθένειαν, ἥξεις ἐπὶ τὸν τῆς ἀνδρείας ἔπαινον, ὅτι πρεσβεύσει πρὸς βασιλέα ὑπὲρ ἡμῶν τοῖς γράμμασι· καὶ γὰρ οἱ πατέρες ἀεὶ ἐπρέσβευσαν αὐτοῦ, εἰ πολλάκις ἄρχοντας ἔχοις λέγειν. ἀντιστήσεται τοῖς δεινοῖς, ὥσπερ ἀγαθὸς κυβερνήτης ὑπὲρ τοῦ σκάφους ὑπερέχοντος τοῦ κλύδωνος. καὶ τὰς ἀρετὰς δὲ τὰς ἄλλας οὕτως ἐκ μεθόδου προάξεις, προλέγων ὅτι τοιόσδε δὲ ἔσται καὶ τοιόσδε, οἷον ὅτι σώφρων τυγχάνων ἔσται κρείττων κέρδους, κρείττων ἡδονῶν· καὶ ἐπάξεις μετὰ ταῦτα τὸν περὶ τῆς φρονήσεως λόγον, ἐπισφραγιζόμενος τὰ προειρημένα, ὅτι πάντα δὲ ταῦτα ποιήσει διὰ φρόνησιν καὶ σύνεσιν· ὃς γὰρ ἀγνοεῖ τῶν προσηκόντων οὐδέν, περὶ πάντων δὲ ἀκριβῶς ἐπισκέπτεται, πῶς οὐ δῆλός ἐστιν ὁμολογουμένως μέλλων ἄρχειν ἐπ’ ἀγαθῷ τῶν ὑπηκόων καλῶς; τάξεις δ’ ἀεὶ τὰς ἀρετὰς ἐν ἁπάσῃ ὑποθέσει, ὡς ἄν σοι συμφέρειν ὁρᾷς, καὶ ὡς ἂν ἴδῃς ἐπιδεχομένην τὴν ἀκολουθίαν τοῦ λόγου. |
| 380 | ἐπειδὴ δὲ συγκρίσεις οὐ δυνάμεθα τάττειν πρὸς τὰς πράξεις διὰ τὸ μηδέπω πεφηνέναι τοῦ ἄρχοντος πράξεις, συγκρίνομεν αὐτοῦ τὸ γένος γένει ἐνδόξῳ ἢ τῶν Ἡρακλειδῶν ἢ τῶν Αἰακιδῶν. ἐν δὲ ταῖς ἀρεταῖς οὐ συγκρίνομεν· τί γὰρ ἂν καὶ συγκρίναιμεν μηδέπω μηδενὸς γεγονότος; ἐκ μεθόδου δὲ εἰσάξομεν, ἐν μὲν τῇ δικαιοσύνῃ οὕτως· οὐ γὰρ δὴ Φωκίων μὲν καὶ Ἀριστείδης καὶ εἴ τις τοιοῦτος ἕτερος τῆς ἐκ τῶν ἔργων εὐδοξίας ἐπεθύμησαν, ὁ δὲ ἡμέτερος παρόψεται τὴν ἐκ τούτων εὔκλειαν, ἀλλ’ ὥσπερ ἐκεῖνοι δι’ ἀρετὴν ἀείμνηστοι γεγόνασιν, οὕτως καὶ αὐτὸς ἐπιθυμήσει μνήμην καλλίστων ἔργων ἐν ταῖς διανοίαις ταῖς ἡμετέραις καταλιπεῖν, ζηλώσει τὸν Μίνωα, μιμήσεται τὸν Ῥαδάμανθυν, ἁμιλληθήσεται πρὸς τὸν Αἰακόν· καὶ καθ’ ἑκάστην τῶν ἀρετῶν οὕτως ποιήσεις, ἀπὸ τοῦ μέλλοντος κατ’ εἰκασμὸν καὶ κατὰ τὸ ἀκόλουθον τὸν ἔπαινον ἐργαζόμενος. τὰς δὲ συγκρίσεις τὰς πρὸς ὅλην τὴν ὑπόθεσιν ἐργασόμεθα οὕτως· ὅσοι μὲν οὖν γεγόνασιν ἄρχοντες καὶ παρ’ ἡμῖν καὶ παρ’ ἑτέροις, ἢ τῷ γένει μόνῳ σεμνύνεσθαι ἔδοξαν, ἢ φρόνησιν προὐβάλλοντο ἢ τῶν ἄλλων μίαν ἀρετῶν· οὗτος δὲ ὅτι τῷ γένει πάντων κρείττων ἐστί, καθάπερ καὶ ὁ 〈ἥλιοσ〉 τῶν ἀστέρων δέδεικται, μετὰ μικρὸν δὲ καὶ ἐπὶ ταῖς ἀρεταῖς θαυμασθήσεται, κρείττων μὲν ἐν δικαιοσύνῃ τῶν ἐπὶ δικαιοσύνῃ φρονούντων ὀφθείς, κρείττων δὲ ἐν ἀνδρείᾳ, καὶ [κρείττων δὲ] ἐν φρονήσει 〈καὶ〉 σωφροσύνῃ, ἢ οὐκ ἐλάττων τῶν ἐπὶ τοῖς ἔργοις τοῖς ἐκ τούτων δοξάντων μέγα φρονεῖν. |
| 381 | ἐξέσται δέ σοι καὶ ἡμιθέων καὶ στρατηγῶν μνημονεῦσαι ἐν τῇ συγκρίσει πάσας ἐνταῦθα τὰς ἀρετὰς ἀθρόως συγκρίνοντι. τοὺς δὲ ἐπιλόγους ἐργάσῃ, ὡς ἀπὸ τοῦ σκοποῦ τῆς ὑποθέσεως †δεξιούμενος† τοὺς ὑπηκόους, οἷον ὅτι προαπηντήκαμεν δέ σοι ἅπαντες ὁλοκλήροις τοῖς γένεσι, παῖδες, πρεσβῦται, ἄνδρες, ἱερέων γένη, πολιτευομένων συστήματα, δῆμος περιχαρῶς δεξιούμενοι, πάντες φιλοφρονούμενοι ταῖς εὐφημίαις, σωτῆρα καὶ τεῖχος, ἀστέρα φανότατον ὀνομάζοντες, οἱ δὲ παῖδες τροφέα μὲν ἑαυτῶν, σωτῆρα δὲ τῶν πατέρων· εἰ δὲ δυνατὸν ἦν καὶ ταῖς πόλεσιν ἀφεῖναι φωνὴν καὶ σχήματα λαβεῖν γυναικῶν ὥσπερ ἐν δράμασι, εἶπον ἄν· ὦ μεγίστης ἀρχῆς, ἡδίστης δὲ ἡμέρας, καθ’ ἣν ἐπέστης· νῦν ἡλίου φῶς φαιδρότερον· νῦν ὥσπερ ἔκ τινος ζόφου προσβλέπειν δοκοῦμεν λευκὴν ἡμέραν· μετὰ μικρὸν ἀναθήσομεν εἰκόνας, μετὰ μικρὸν ποιηταὶ καὶ λογοποιοὶ καὶ ῥήτορες ᾄσουσι τὰς ἀρετὰς καὶ διαδώσουσιν εἰς γένη πάντων ἀνθρώπων· ἀνοιγέσθω θέατρα, πανηγύρεις ἄγωμεν· ὁμολογῶμεν χάριτας καὶ βασιλεῦσι καὶ κρείττοσι. καὶ ταῦτα μὲν περὶ ἄρχοντος ἄρτι τοῖς ὑπηκόοις ἐπιστάντος εἰρήκαμεν, ἐὰν δέ τινος λέγωμεν ἐπιβατήριον ἄρχοντος μὲν πάλαι τοῦ ἔθνους, ἄρτι δὲ ἐπιστάντος τῇ ἡμετέρᾳ, τὰ μὲν αὐτά, οἷα καὶ ἐκ περιχαρείας εἰρήκαμεν, δεῖ λαμβάνειν· ἐρεῖς δὲ τὰς πράξεις καθ’ ἑκάστην μὲν τῶν ἀρετῶν, μετὰ δὲ τὰ ἐκ περιχαρείας. οὕτω δὲ διαιρήσεις τὸν λόγον· βασιλέως δι’ ὀλίγων ἐρεῖς ἐγκώμιον, γένος ἐὰν ἔχῃ λαμπρόν, διὰ βραχέων ὁμοίως καὶ τοῦτο, εἶτα τὰς πράξεις καθ’ ἑκάστην τῶν ἀρετῶν ἰδίᾳ συγκρινεῖς, εἶτα ἀθρόαν σύγκρισιν, εἶτα τοὺς ἐπιλόγους. |
| 382 | δοκεῖ δὲ περιττὸν ἔχειν ὁ ἐπιβατήριος λόγος κατὰ τοῦ προσφωνητικοῦ τὸ ἐκ περιχαρείας κεφάλαιον μετὰ τὰ προοίμια, καὶ ταῦτα ἐκ περιχαρείας λαμβανόμενα· ὅμως οὐδὲν κωλύει μετὰ τὰ προοίμια τελείαν ἐργασίαν τῶν κεφαλαίων δίδοσθαι. χρήσῃ δὲ ἐν ταῖς τοιαύταις ὑποθέσεσι ταῖς τῶν προσφωνητικῶν καὶ τῶν ἐπιβατηρίων ἢ ἑνὶ προοιμίῳ ἢ καὶ δευτέρῳ πολλάκις, ἔστι δὲ ὅτε καὶ τρισὶ χρήσῃ, ὅταν ἀπαιτῇ καὶ τοῦτο ἡ ὑπόθεσις. Ἐὰν δέ τις τῷ εἴδει τούτῳ [τῷ ἐπιβατηρίῳ] καὶ πρὸς πόλιν θέλῃ χρήσασθαι, ἴστω ὅτι ἀπὸ τῆς διαθέσεως καὶ τῆς εὐνοίας τῆς περὶ τὴν πόλιν, ἣν ἔχει, καὶ ἀπὸ τῆς ὄψεως τῆς φανερᾶς τῆς πόλεως λήψεται τὴν χορηγίαν τοῦ λόγου ἐκ μεθόδου καὶ τῶν πατρίων μεμνημένος· οἷον ἐπόθουν μὲν πάλαι καὶ γυμνάσια καὶ θέατρα ταῦτα καὶ ἱερῶν κάλλη καὶ λιμένων τῆσδε τῆς πόλεως· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν παρ’ ἡμῖν ἐξαιρέτων τὰς ὑπερβολάς; εἶδον δὲ καὶ νῦν ἀσμένως καὶ γέγηθα τῇ ψυχῇ [τὰ ἐξαίρετα]· ἄλλοι μὲν γὰρ ἄλλοις χαίρουσιν, οἱ μὲν ἵπποις, οἱ δὲ ὅπλοις, ἐγὼ δὲ ἀγαπῶ τὴν ἐμαυτοῦ πατρίδα καὶ νομίζω μηδὲν διαφέρειν τὴν περὶ ταύτην ἐπιθυμίαν τῆς περὶ τὴν ἀκτῖνα, ἣν ὁ ἥλιος ἐξ ὠκεανοῦ ἐκτείνει φανείς· τί γὰρ ἂν γένοιτο μεῖζον πόλεως, ἣν ὁ δεῖνα ἔκτισεν; εἶτα ἔπαινον ἐρεῖς διὰ βραχέων τοῦ κτίσαντος, κἂν μὲν βασιλέως ἔργον ἡ πόλις τυγχάνῃ, συνῳδοὶ δ’ ὦσιν οἱ νῦν βασιλεύοντες τῷ τότε, ἐρεῖς ὅτι ὁ τούτων πρόγονος ἔκτισεν· ἡ γὰρ βασιλεία καὶ τὸ ἀξίωμα συνάπτει τὰ γένη· ἐὰν δὲ ὡς τύραννον μισῶσιν, ὅτι πάσης τῆς οἰκουμένης ἡ πόλις, καὶ ὅτι τινὰς μὲν τῶν πόλεων ἀνὴρ εἷς ἢ βασιλεὺς εἷς ἔκτισε, ταύτην δὲ ἡ οἰκουμένη σύμπασα. οὐκοῦν μετὰ τὰ προοίμια ὄντα ἐκ περιχαρείας κεφάλαιον ἐργάσῃ ἔχον ἐναντίου αὔξησιν οὕτως· ὅτι ἐδυσχέραινον δὲ ὡς ἔοικεν τὸν παρελθόντα χρόνον καὶ ἠνιώμην ἀθεάμων ὑπάρχων κάλλεων τοσούτων καὶ πόλεως, ἣν μόνην καλλίστην πόλεων ὁ ἥλιος ἐφορᾷ· ἐπειδὴ δὲ εἶδον, ἐπαυσάμην τῆς λύπης, ἀπεσεισάμην δὲ τὴν ἀνίαν, ὁρῶ δὲ ἅπαντα ὧν ἐπόθουν τὴν θέαν, οὐκ ὀνειράτων εἰκόνας οὐδὲ ὥσπερ ἐν κατόπτρῳ σκιάς, ἀλλ’ αὐτὰ τὰ τεμένη, αὐτὴν τὴν ἀκρόπολιν, αὐτοὺς τοὺς νεὼς καὶ λιμένας καὶ στοάς. |
| 383 | δεύτερον δὲ κεφάλαιον ἐρεῖς μετὰ τοῦτο αὐτοῦ τοῦ κτίσαντος ἔπαινον σύμμετρον. τρίτον κεφάλαιον, ἐν ᾧ τὴν φύσιν τῆς χώρας ἐκφράσεις, ὅπως μὲν ἔχει πρὸς θάλασσαν, ὅπως δὲ πρὸς ἤπειρον, ὅπως δὲ πρὸς ἀέρας· διεξεργάσῃ δὲ τούτων ἕκαστον συμμέτρως, καὶ ἐν μὲν τῷ κατ’ ἤπειρον ἐκφράσεις πεδίων κάλλη, ποταμῶν, λιμένων, ὀρῶν· ἐν δὲ τῷ κατὰ θάλατταν, ὅπως ἐπιτηδείως ἔχει πρὸς τοὺς καταίροντας καὶ τίσι πελάγεσι περικλύζεται, ἐν ᾧ καὶ ἔκφρασις πελάγους· ἐν δὲ τῷ κατὰ τοὺς ἀέρας, ὅτι ὑγιεινῶς ἔχει. καὶ συγκρινεῖς τούτων ἕκαστον, τὴν μὲν χώραν ἑτέρᾳ χώρᾳ, οἷον ὅτι ἐν καλῷ μὲν κεῖται, καθάπερ ἡ Ἰταλία, διαφέρει δὲ τῷ ἐκείνην μὲν ἐν μέρει τινὶ τῆς οἰκουμένης πλησίον βαρβάρων κεῖσθαι ἢ καὶ πρὸς τῷ τέλει τῆς οἰκουμένης, ταύτην δὲ ἢ πλησίον Ἑλλάδος εἶναι ἢ κατὰ τὸ μέσον τῆς οἰκουμένης, καὶ εὐφυέστερον ἔχειν πρὸς ἤπειρον καὶ πρὸς θάλασσαν· τὸ δὲ πρὸς ἀέρας ἢ πρὸς τοὺς Ἀθηναίων ἀέρας ἢ πρὸς τοὺς Ἰώνων. εἶτα μετὰ τὰς συγκρίσεις ταύτας καὶ τὴν ἐργασίαν τῶν ἐπιχειρημάτων συνάψεις τὰ κατὰ τὴν πόλιν, ὅπως ἔχει καὶ αὐτὴ θέσεως ἐν τῇ χώρᾳ· ἀκολουθεῖ γὰρ τῷ λόγῳ τῷ περὶ φύσεως τῆς χώρας καὶ ὁ λόγος ὁ περὶ τῆς θέσεως τῆς πόλεως, ἐν ᾧ ἐρεῖς, πότερον ἐν μέσῳ κεῖται τῆς χώρας, ἢ πρὸς θάλασσαν μᾶλλον, ἢ πρὸς τοῖς ὄρεσιν. ἰδίαν μέντοι ἐργασίαν ὁ περὶ τῆς θέσεως τῆς πόλεως ἕξει, ἄμφω δὲ εἰς ἓν κεφάλαιον ἀνάγειν τό τε κατὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ κατὰ τὴν θέσιν τῆς πόλεως οὐδὲν κωλύει, λέγω δὲ εἰς τὸ τῆς φύσεως κεφάλαιον· ταὐτὸν γάρ ἐστιν ἐπὶ τῆς χώρας καὶ φύσις καὶ θέσις, πλὴν ὅτι ἡ μὲν θέσις τὸ κεῖσθαι σημαίνει, ἡ δὲ φύσις τὰ ἐν τῇ θέσει, ὥσπερ βλαστήματα καὶ ὄρη καὶ πεδία καὶ ποταμοὺς καὶ φυτά, ὥστε ἡ μὲν θέσις ἔσται καὶ φύσις, οὐ πάντως δὲ ἡ φύσις θέσις· φυτὰ γὰρ καὶ ποταμοὺς καὶ ὀρῶν ὑπεροχὰς καὶ τὰ τοιαῦτα ὁ τῆς φύσεως περιέχει λόγος· ἵνα δὲ συντόμως εἴπω, ὁ περὶ τῆς φύσεως τῆς χώρας λόγος διττός ἐστιν· ὁ μὲν γάρ ἐστι τῆς θέσεως, ὡς ἔχει πρὸς ἑκάτερον τῶν στοιχείων, ὁ δὲ τῶν ἐν τῇ χώρᾳ βλαστημάτων. |
| 384 | μετὰ δὲ τὸν περὶ τῆς φύσεως λόγον τὸν περὶ τῆς ἀνατροφῆς θήσεις, ἐὰν ἔχῃς ἐν πατρίοις, ὡς ὁ Ἀριστείδης εὐπόρησεν εἰπὼν ὡς Ἀθηναῖοι παρὰ τῆς Δήμητρος τοὺς καρποὺς ἔλαβον καὶ λαβόντες τοῖς ἄλλοις μετέδοσαν· ἐὰν δὲ μὴ ἔχῃς, ἐπαίνεσον τὰ ἔθη, ὡς ἐν κεφαλαίῳ τῶν ἐπιτηδευμάτων· ἐπιτηδεύματα γάρ ἐστιν ἔνδειξις τοῦ ἤθους καὶ τῆς προαιρέσεως τῶν ἀνδρῶν ἄνευ πράξεων ἀγωνιστικῶν. ἐρεῖς οὖν ὅτι πρὸς τοὺς ξένους φιλάνθρωποι, ὅτι πρὸς τὰ συμβόλαια νόμιμοι, ὅτι μεθ’ ὁμονοίας συνοικοῦσιν ἀλλήλοις, καὶ ὅτι ὁποῖοι πρὸς ἀλλήλους, τοιοῦτοι καὶ πρὸς τοὺς ἔξωθεν. ἐφ’ ἅπασι δὲ τούτοις τοῖς κεφαλαίοις, ἐπειδήπερ ἐπιβατήριον ὑπεθέμεθα, προσθήσεις ἐκεῖνα συχνότερον, ἵνα μὴ ἀπᾴδῃ τῆς ἐπαγγελίας ὁ λόγος· ταῦτά με ἦν τὰ ἐφελκόμενα, ταῦτα ἐπόθουν, διὰ τοῦτο οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν ἐδόκουν ἡσυχάζειν φλεγόμενος τοῖς περὶ ταῦτα ἔρωσι· καὶ οὐ ταῦτά με μόνον πρὸς τὸν πόθον διήγειρεν, ἀλλὰ τούτων πλείω καὶ θαυμασιώτερα, οἷς συνάψεις τὰ ἑξῆς ἐγκώμια. Ἐὰν δὲ μὴ ἐπιβατήριος ὁ λόγος ᾖ, ἄλλως δὲ πάτριος, περὶ μὲν ἐρώτων καὶ περιχαρείας ἐρεῖς οὐδέν, ἁπλῶς δὲ ἄνευ τῆς τοιαύτης προσθήκης ἐργάσῃ τὸ ἐγκώμιον [πατρίοις] χρώμενος τοῖς κεφαλαίοις ἐφεξῆς, ὡς προείρηται καὶ ῥηθήσεται. |
| 385 | ἔστι δὲ κεφάλαια ἐκεῖνα περὶ ὧν εἰρήκαμεν, φύσις, ἀνατροφή, ἐπιτηδεύματα, ἰδιάζον δὲ κεφάλαιον τοῦ ἐπιβατηρίου τὸ ἐκ περιχαρείας, τὰ δὲ λοιπὰ κοινά. μετὰ τοίνυν τὰ ἐπιτηδεύματα διαιρήσεις τὰς πράξεις εἰς τέσσαρας ἀρετάς. δικαιοσύνην· ἐν ᾗ μαρτυρίαν λήψῃ τῶν περιοίκων, ὅτι ταύτην ἡγούμενοι τὴν πόλιν ὅρον εἶναι δικαιοσύνης ἥκουσι παρ’ ἡμᾶς δικασόμενοι· καθάπερ οἱ Ἀθηναῖοι τὸν Ἄρειον πάγον δικαιοσύνης ἀγωνιστήριον παρειλήφασιν, οὕτω καὶ τὴν πόλιν τὴν ἡμετέραν οἱ ἀστυγείτονες, καὶ οὐδεὶς ἐνεκάλεσεν οὔτε ξένος οὔτε ἰδιώτης τῶν παρ’ ἡμῖν οὔτε ἀστυγειτόνων πόλις τῇ ἡμετέρᾳ οὔτε περιοίκων, οὔτε περὶ ὅρων, οὔτε περὶ ὧν εἰώθασιν ἀμφισβητεῖν αἱ πόλεις· εἶτα ἀπὸ τῶν καταπλεόντων ἐμπόρων, ὅτι αἱροῦνται τὰς ἄλλας πόλεις καταλιπόντες εἰς τὴν ἡμετέραν καταίρειν πεπειραμένοι τῆς ἡμετέρας φιλανθρωπίας· εἶτα κατασκευάσεις ὅτι μὴ τὸ τέλος φορτικὸν εἰσπραττόμεθα, ὅτι μηδὲ ζημιοῦνται παρὰ τοὺς νόμους. τὴν δὲ σωφροσύνην ἀπὸ ἐγκρατείας ἐρεῖς, ἀπὸ τῆς τῶν νέων ἀγωγῆς, καὶ κατασκευάσεις ὅτι οἱ μὲν περὶ λόγους καὶ φιλοσοφίαν ἔχουσιν, οἱ δὲ περὶ τέχνας καὶ ἄλλας ἐπιστήμας. ἀνάγκη δὲ τοὺς περὶ ταῦτα ἔχοντας Ἀφροδίτης μὲν ἀτόπων νόμων ὑπερορᾶν, παρασκευάζειν δὲ τὴν ψυχὴν τὰ βελτίω περιεργάζεσθαι. περὶ δὲ τῆς φρονήσεως οὕτως ἐρεῖς, ὅτι θαυμάζοντες οἳ τὸ αὐτὸ ἔθνος καὶ γένος εἰλήχασι παρ’ ἡμᾶς ἥκουσι συσκεψόμενοι περὶ τῶν κοινῶν, ὥσπερ τὸ παλαιὸν παρ’ Ἀθηναίους οἱ Ἕλληνες, καὶ κοινόν ἐστι συνέδριον καὶ βουλευτήριον τοῦ [κοινοῦ] γένους ἡ ἡμετέρα πόλις· καὶ ὅτι εἰ ἔδει νῦν νομοθετεῖν, ἐνομοθέτησεν ἂν τῷ κοινῷ γένει τῶν ἀνθρώπων, ὥσπερ τὸ παλαιὸν ἡ τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων τοῖς Ἕλλησι· ποῦ μὲν γὰρ Σόλωνες πλείους τῶν παρ’ ἡμῖν; ποῦ δὲ Λυκοῦργοι βελτίους; ποῦ δὲ Μίνωες καὶ Ῥαδαμάνθυες [οἱ τῶν Κρητῶν νομοθέται]; περὶ δ’ ἀνδρείας ἐρεῖς ὅτι πολλῶν πολλάκις πρεσβειῶν πρὸς βασιλέα καὶ ἐκ πολλῶν ἐθνῶν γενομένων οὐδένες μετὰ πλείονος παρρησίας καὶ σεμνότητος διελέχθησαν τῶν ἀπὸ τῆς ἡμετέρας. |
| 386 | εἶτα ἐφ’ ἑκάστῃ τῶν ἀρετῶν συγκρίσεις ἐργάσῃ, ἰδίαν μὲν καθ’ ἑκάστην, μετὰ δὲ ταύτην ἐφ’ ἁπάσαις αὐταῖς ἀθρόαν σύγκρισιν ἐργάσῃ πόλεως πρὸς πόλιν, συλλαμβάνων ἅπαντα καὶ τὰ πρὸ τούτων ὁμοίως, φύσιν, ἀνατροφήν, ἐπιτηδεύματα, πράξεις· καὶ ἐν οἷς μὲν ἂν τούτων εὕρῃς σωζομένην τὴν ἰσότητα ἢ καὶ πλεονεξίαν παρὰ τῇ πόλει ἣν ἐπαινεῖς, ταῦτα ἀντεξετάσεις ἐν τῇ συγκρίσει, ἐν οἷς δ’ ἂν εὑρίσκῃς αὐτὴν ἐλαττουμένην, ταῦτα παραδραμεῖς· καὶ γὰρ Ἰσοκράτης συγκρίνων Θησέα Ἡρακλεῖ, ἐν οἷς μὲν εὗρεν αὐτὸν πλεονεκτοῦντα, ἀντεξήτασεν, ἐν οἷς δὲ τὸν Ἡρακλέα, ταῦτα ἐσίγησε. μετὰ τὴν σύγκρισιν ἥξεις ἐπὶ τοὺς ἐπιλόγους, ἐν οἷς διαγράψεις αὐτὸ τὸ σχῆμα τῆς πόλεως, καὶ ἐρεῖς στοάς, ἱερά, λιμένας, εὐετηρίας, ἀφθονίαν, τὰ ἐκ τῆς θαλάσσης ἐπεισαγόμενα ἀγαθά, ἵππων δρόμους, ἂν ἔχῃ, ἀγώνων διαθέσεις, λουτρῶν ἀπολαύσεις, ὑδάτων ἐπιρροάς, ἄλση ἐν αὐτῇ τῇ πόλει, τὰ περὶ τὴν πόλιν, οἷον ἂν ἱερὸν πλησίον πολυτελὲς ᾖ, ἂν μαντεῖον, ἂν τέμενος θεοῖς ἀνακείμενον· καὶ γὰρ ταῦτα συντελεῖ πρὸς κόσμον τῇ πόλει· ἐφ’ ἅπασι δὲ τούτοις τοῖς παραγγέλμασιν ἐντεύξει Καλλινίκου λόγοις καὶ Ἀριστείδου καὶ Πολέμωνος καὶ Ἀδριανοῦ, καὶ μιμήσῃ τὰς ἐργασίας ἐν μὲν τῷ τῆς φύσεως τόπῳ, ἐν δὲ τοῖς λοιποῖς ὡσαύτως· οὐχ ἧττον δὲ κἀν τοῖς ἐπιλόγοις τὸν ἐκείνων τρόπον ζηλώσεις. |
| 387 | Τὰ μὲν οὖν εἰρημένα καθολικῶς εἴρηται περὶ τοῦ πατρίου καὶ ἐπιβατηρίου· καὶ διακέκριται τὸ ἴδιον ἑκάστου ἐν τῇ διαιρέσει, ἐὰν δέ ποτε βουληθῇς εἰπεῖν, ὦ γλυκύτατε τῶν ἑταίρων, καὶ Τρωϊκόν, 〈ἐρεῖσ〉 μὲν ἐγκώμιον τῆς χώρας πρῶτον, οὐδὲν δ’ ἄλλο ἐστὶν ἢ λόγος περιέχων ἔκφρασιν τῆς φύσεως καὶ τῆς θέσεως αὐτῆς ὅπως ἔχει πρὸς τὴν παρακειμένην ἤπειρον, ὅπως ἔχει πρὸς τὴν γειτνιῶσαν θάλασσαν, ὅπως ἀέρων ἔχει εὐκρασίας, εἶτα ἐπὶ τούτοις λαμπρῶς καὶ διειργασμένως ἐκφράσεις, ἐρεῖς δὲ καὶ περὶ ποταμῶν καὶ ὀρῶν [καὶ ἵππων] καὶ πεδίων καὶ σπερμάτων καὶ δένδρων, ὅπως ἐπιτηδείως ἔχει πρὸς ταῦτα σύμπαντα, καὶ ὅτι τούτων οὐδενός ἐστιν ἐνδεής. καὶ τοῦτο μὲν δὴ κεφάλαιον περὶ τῆς θέσεως, πρὸς δὲ ἀπόδειξιν τούτου τοῦ κεφαλαίου λήψῃ ἀρχαῖα διηγήματα πρὸς πίστιν λέγων οὕτως· τοιγάρτοι διὰ τοῦτο καὶ κατὰ τοὺς παλαιοὺς χρόνους βασιλείας μεγίστας καὶ περιβοήτους †εὐτυχήσαντας Δαρδάνου τοῦ Τρωὸς τὴν ἀρχὴν τοῦ Λαομέδοντος† καὶ οἱ πατέρες ἡμῶν ἦρξαν οὐ μικρῶν θαλάσσης μέτρων, οὐδὲ νήσων τινῶν [ἄρχουσιν], οὐδὲ περιγεγραμμένων τόπων, καθάπερ ἡ Πελοπόννησος, ἀλλ’ ἦρξαν μὲν Λυδίας, ἐπῆρξαν δὲ Καρίας, καὶ προῆλθον τὴν ἑῴαν ἅπασαν καταστρεφόμενοι, καὶ ὡμολόγησαν ἡμῖν δουλεύειν Αἰγύπτιοι καὶ Βλέμμυες καὶ Ἐρεμβῶν γένη, εἴπερ αὐτοὶ καὶ ἐν τοῖς τελευταίοις χρόνοις φαίνονται ὑπακούοντες ἡμῖν ἐν ταῖς συμμαχίαις καὶ κλήσεσιν. ἡ μὲν οὖν ἀπόδειξις τοῦ κεφαλαίου τοιαύτη, ὥστε συμπεπλήρωται τὸ κεφάλαιον τοῦτο τὸ περὶ τῆς φύσεως καὶ θέσεως τῆς χώρας ἀπὸ τῆς ἱστορίας. μετὰ ταῦτα ἐμβαλεῖς τὸν περὶ τῆς πόλεως λόγον οὕτω πως· τὸ μὲν οὖν παλαιὸν ἐρασθέντες τῆς χώρας θεοὶ καὶ Ποσειδῶν καὶ Ἀπόλλων μικρὸν ἀνωτέρω θαλάττης τὸ Ἴλιον τειχίζουσιν, ὥσπερ τῆς ὅλης χώρας ἀκρόπολιν. |
| 388 | εἴπερ οὖν περὶ τῶν Ἀθηναίων ἐρίζοις, εἶτα τὴν ἐκ κοινῆς γνώμης κατασκευήν, οὐ δι’ ἀπεχθείας ἀλλήλοις ἥκοντες, ὥσπερ ἐπὶ τῆς Ἀθηναίων πόλεως, ἀλλ’ ὁμογνωμονοῦντες ἀμφότεροι ὥσπερ οὐδὲν κάλλιον νομίζοντες. Ἀλέξανδρος δὲ μετὰ ταῦτα, ὁ μηδὲ Ἡρακλέους λειπόμενος μηδὲ Διονύσου νομισθεὶς εἶναι χείρων, ὁ τῆς οἰκουμένης τὸ μέγιστον καὶ πλεῖστον μέρος μιᾷ χειρὶ Διὸς παῖς ὄντως χειρωσάμενος, ἐπιτηδειότατον τοῦτον χῶρον ὑπολαβών, μεγίστην πόλιν καὶ ὁμώνυμον αὑτῷ κατασκευάσας, εἰς ταύτην τὴν ἡμετέραν ἤγειρε. μετὰ ταῦτα ἐρεῖς καὶ περὶ τῆς πόλεως, ὅπως καὶ αὐτὴ ἐν μέσῃ τῇ χώρᾳ κεῖται ἢ μικρὸν ἐπικλίνει πρὸς τὴν θάλασσαν, εἶθ’ ἑξῆς ὥσπερ ἔχει σύμπασα ἡ διαίρεσις. ΠΕΡΙ ΛΑΛΙΑΣ Τὸ τῆς λαλιᾶς εἶδος χρησιμώτατόν ἐστιν ἀνδρὶ σοφιστῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε συμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκατέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντα ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συμβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ πόλει καὶ ἀκροαταῖς πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὑτοῦ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα ἦθός τινος [προαιρούμενον], ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρασόμεθα καὶ περὶ τῶν ὑπολοίπων τοῦ γένους διεξελθεῖν. |
| 389 | Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασιλέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων καὶ τῶν δημοσίων οἰκοδομημάτων, περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθ’ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς καὶ πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατεστυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο [τὸ] παράδειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν αὐτοῖς γυμνοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παραγένοιτο δ’ ἂν ἡ γλυκύτης τῷ λόγῳ, εἰ παραδείγματα λέγοιμεν δι’ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστορίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους μνημονεύοιμεν ὡς πειθομένου μὲν ἀεὶ τῷ Διῒ προστάττοντι, ἀθλοῦντος δὲ ὑπὲρ τοῦ βίου τῶν ἀνθρώπων, καὶ τοὺς μὲν ἀδίκους ἐξαιροῦντος, τοὺς ἀγαθοὺς δὲ ἐγκαθιστάντος πρὸς ἐπιμέλειαν τῶν πόλεων, 〈ἢ〉 εἰ Ἀγησίλαον λέγοιμεν, ὡς πειθόμενον Λακεδαιμονίων τοῖς προστάγμασιν, ἄρξαντα δὲ τῆς Ἰωνίας καὶ τοῦ Ἑλλησπόντου λαμπρῶς καὶ θαυμασθέντα οὕτως ὥστε καὶ ταινίαις ἀναδεθῆναι παρὰ τῶν ὑπηκόων καὶ ἄνθεσι βάλλεσθαι ταῖς πόλεσιν ἐπιδημοῦντα. μεστὴ δὲ καὶ ἡ ἱστορία Ἡροδότου γλυκέων διηγημάτων· ἐν οἷς ἡδονὴ παντοδαπὴς παραγίνεται τῷ λόγῳ, οὐ μόνον ἀπὸ τῆς ξένης τῶν διηγημάτων ἀκοῆς, ἀλλὰ καὶ ἀπὸ τῆς ποιᾶς συνθέσεως, ὅταν μὴ τραχείᾳ χρώμεθα τῇ ἐξαγγελίᾳ, μηδὲ περιόδους ἐχούσῃ καὶ ἐνθυμήματα, ἀλλ’ ὅταν ἁπλουστέρα τυγχάνῃ καὶ ἀφελεστέρα, οἵα ἡ Ξενοφῶντος καὶ Νικοστράτου καὶ Δίωνος τοῦ Χρυσοστόμου καὶ Φιλοστράτου τοῦ τὸν Ἡρωικὸν καὶ τὰς Εἰκόνας γράψαντος ἐρριμμένη καὶ ἀκατασκεύαστος. |
| 390 | χρὴ δὲ καὶ ὀνείρατα πλάττειν καὶ ἀκοήν τινα προσποιεῖσθαι ἀκηκοέναι, καὶ ταύτην βούλεσθαι ἐξαγγέλλειν τοῖς ἀκούουσιν· ὀνείρατα μέν, ὡς εἰ λέγοιμεν ὅτι παραστὰς νύκτωρ ὁ Ἑρμῆς προσέταττε κηρύττειν τὸν ἄριστον τῶν ἀρχόντων, καὶ πειθόμενος τοῖς ἐκείνου προστάγμασιν ἐρῶ κατὰ μέσον θέατρον ἅπερ ἐκείνου λέγοντος ἤκουσα· ἀκοὴν δέ, ὡς εἰ λέγοιμεν οὕτως, ὅτι ἀπήγγειλέ τις ἐμοὶ τῶν ἀπὸ ἀστυγείτονος πόλεως πολλὰς ἀρετὰς καὶ θαυμαστάς, ἃς ἐν ὑμῖν, εἰ σχολὴν ἀκούειν ἄγοιτε, φράσαι προαιροῦμαι. Συμβουλεύσεις δὲ διὰ λαλιᾶς περὶ ὁμονοίας πόλει, ἀκροαταῖς, φίλοις, ἀντιπολιτευομένοις καὶ ταράττουσι συναγαγεῖν αὑτοὺς εἰς εὔνοιαν τὴν πρὸς ἀλλήλους· συμβουλεύσεις δέ ποτε καὶ ἐθέλειν ἀκούειν λόγων, εἰ μισολόγους γινώσκεις καὶ δυσχερῶς συνιόντας. ἐξαγγελεῖς δὲ σαυτοῦ πάθος, οἷον ὡς ἐν ὑποδείγματι, εἰ λέγοις ὅτι οὐκ ἀπαιτοῦσιν συνεχῶς αἱ ἀκροάσεις οὐδὲ ἀναγκάζουσι λέγειν, πλάσας τοιοῦτον λόγον, ὅτι Ἀπόλλων πολὺς ἦν θεσπίζων περὶ τοὺς τρίποδας καὶ καταλαβὼν Κασταλίαν καὶ τοὺς Δελφοὺς ἐπλήρου τὴν προφῆτιν μαντικοῦ [τοῦ] πνεύματος, τῶν δὲ Μουσῶν ἠμέλει· χαλεπαίνουσαι οὖν αἱ Μοῦσαι ἀξιοῦσι μαθεῖν τὴν αἰτίαν, διότι οὐ μετέχει χορείας τῆς ἐν Ἑλικῶνι μετὰ Μουσῶν, ἰδίᾳ δὲ φοιβάζει [Μουσῶν] ἐν τοῖς ἀδύτοις καὶ ποθεῖ μᾶλλον τοὺς τρίποδας. σχηματίζων δὲ πρός τε σαυτὸν ἐρεῖς ταῦτα καὶ πρὸς τοὺς ἀκροατάς, ὅτι Ζεὺς ᾐτιᾶτο τὰς Μούσας, ὅτι οὐ προτρέπουσι τὸν Ἀπόλλωνα συγχορεύειν αὐταῖς καὶ πλήττειν τὴν λύραν· ἐμφανιεῖς δὲ καὶ ἡδονὴν σεαυτοῦ πρὸς τοὺς ἀκούοντας οὕτως, ὅταν ἀποδέχῃ τὴν ἀκοὴν αὐτῶν ὡς κριτικῶς ἀκροωμένων, ὅτι ἥσθης ἐπὶ τῇ τοιαύτῃ διαθέσει τῶν ἀκροατῶν, ὥσπερ Ἰσοκράτης ἥσθη τοῖς Ἕλλησιν ἀναγνοὺς ἐν Ὀλυμπίᾳ τὸν πανηγυρικὸν λόγον, αἰσθανόμενος ὅτι κατεῖδον ἀκριβῶς τὸ μεγαλεῖον τοῦ λόγου. |
| 391 | ἀποσκώψεις δὲ πολλάκις καὶ ψέξεις ἀνωνύμως ὑπογράφων τὸ πρόσωπον, εἰ βούλοιο, καὶ τὸ ἦθος διαβάλλων, καὶ ὥσπερ ἐν τῷ ἐπαινεῖν ἐξῆν ἐκ πάσης ἀρετῆς λαμβάνειν τὰ ἐγκώμια, οὕτως ἔξεστί σοι ἀπὸ πάσης κακίας διαβάλλειν καὶ ψέγειν, ὅταν ἐθελήσῃς. ἔστι δέ ποτε καὶ ἀπολογήσασθαι καὶ διαθεῖναι τὸν ἀκροατὴν ἐπὶ παρόδου, ἣν μέλλει ποιεῖσθαι, πολλάκις μὲν ἠθικῶς μετριάζοντα, ὅτι τέττιξ μιμεῖται τοὺς ᾠδικοὺς τῶν ὀρνίθων, πολλάκις δὲ αἰτήσεις συγγνώμην φάσκων ἐξ ὑπογύου σοι γεγενῆσθαι τὸ σπούδασμα, ἢ ὅτι τῶν λόγων τὰς ἀπαρχὰς ἀνατίθης τῇ πατρίδι καὶ τοῖς πολίταις, ὥσπερ τῇ Δήμητρι καὶ τῷ Διονύσῳ οἱ γεωργοὶ τὰ θαλύσια. Ἁπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐδεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βαδίζειν συνεχῶς, ἀλλ’ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους ποτὲ ἐγκωμιάσεις, ἄλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκωμιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκότων περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ἄλλοτε καὶ ἀπὸ πράξεως μιᾶς ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ πατρίδα ὡς χρονίως μὲν ἐπανελθὼν ἐπ’ αὐτήν, ἀσμενέστατα δὲ αὐτὴν θεασάμενος, καὶ τὸ Ὁμηρικὸν ἐπιφωνήσεις “κύσε δὲ ζείδωρον ἄρουραν”, “χαίρων ᾗ γαίῃ πατρῴῃ”, καὶ ἀσπάσῃ τῷ λόγῳ τῶν ἀκροατῶν τὸ θέατρον, 〈καὶ〉 κοινῇ πάντας καὶ καθ’ ἕνα ἕκαστον, ἀνωνύμως μέντοι, ὡς μὴ ἐκ τοῦ προφανοῦς ὄνομα λέγειν ἀλλὰ συγχαίρειν ἑαυτῷ ὅτι πρεσβύτας εἶδες οὓς κατέλιπες ἀκμάζοντας, καὶ εἰς ἄνδρας τελοῦντας οὓς ἐν ἐφήβοις εἴασας, καὶ νεανίσκους εἶδες τελοῦντας εἰς παῖδας, καὶ ὅτι οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων γίνεται. |
| 392 | ἁπλῶς δὲ χρὴ γιγνώσκειν περὶ λαλιᾶς, ὅτι πάντα ὅσα βουληθῶμεν ἐμφανίσαι δι’ αὐτῆς, ταῦτα ἔξεστιν ἡμῖν λέγειν τάξιν μηδεμίαν ἐκ τέχνης φυλάττουσιν, ἀλλ’ ὡς ἂν προσπίπτῃ, στοχάζεσθαι μέντοι δεῖ ἑκάστου καιροῦ τῶν λεγομένων καὶ συνιέναι ποῖον χρήσιμον εἰπεῖν πρῶτον, ποῖον δὲ δεύτερον. χρὴ δὲ καὶ μνημονεύειν αὐτῶν Ἀθηνῶν, ἐξ ὧν ἡ πάροδος, καὶ ἱεροφαντῶν καὶ δᾳδούχων καὶ Παναθηναίων καὶ λόγων ἀγώνων καὶ μουσείων καὶ παιδευτῶν καὶ νεολαίας· φέρει γὰρ ταῦτα πολλὴν γλυκύτητα. χρὴ δέ σε καὶ κιθαρῳδῶν ὀνόματα διαφόρων εἰδέναι, Ὀρφέως, Ἀρίονος, Ἀμφίονος καὶ τῶν περὶ αὔλησιν εὐδοκίμων καὶ μάντεων, καὶ ὅλως ἐνδόξων τεχνιτῶν πλεονεκτήματα ἐρεῖς· ἔτι δὲ περὶ ὀρῶν ἐπισήμων, Ὀλύμπου, Πιερίας, Ἴδης, Ἑλικῶνος, Παρνασοῦ· πλείστην γὰρ ἡδονὴν ταῦτα παρέξει τῷ εἴδει τῆς λαλιᾶς. πολὺς δὲ καὶ ὁ Διόνυσος ἔστω καὶ χορεῖαι καὶ Σειληνοὶ καὶ Σάτυροι, καὶ Ὠκεανὸς ποταμὸς καὶ Νεῖλος καὶ Ἴστρος καὶ Ἀχελῷος καὶ Εὐρυμέδων καὶ Θύμβρις, καὶ εἴ τις ἄλλος ἐπίσημος. χρησιμώτατοι δὲ πρὸς λαλιὰν καὶ οἱ Πλουτάρχειοι βίοι, ὥσπερ εἰς ἄλλην πολλὴν καὶ παντοδαπῆ παίδευσιν· καὶ γὰρ πλήρεις εἰσὶν ἱστοριῶν καὶ ἀποφθεγμάτων καὶ παροιμιῶν καὶ χρειῶν· ταῦτα γὰρ πάντα καταμιγνύναι ταῖς λαλιαῖς χρήσιμον, ἵνα πανταχόθεν τὴν ἡδονὴν θηρεύσωμεν. |
| 393 | δεῖ δὲ ζητεῖν καὶ μεταμορφώσεις φυτῶν καὶ ὀρνέων [καὶ δένδρων]. γέγραπται δὲ καὶ Νέστορι ποιητῇ καὶ σοφισταῖς μεταμορφώσεις φυτῶν καὶ ὀρνέων· τούτοις δὲ τοῖς συγγράμμασιν ἐντυγχάνειν πάνυ λυσιτελεῖ. ἔχειν δὲ δεῖ σε μνήμην καὶ ποιητῶν ἐπισήμων Ὁμήρου, Ἡσιόδου, τῶν λυρικῶν. αὐτοί τε γὰρ καθ’ ἑαυτοὺς ἄξιοι μνήμης, καὶ πολλοὺς μὲν ἐνεκωμίασαν, πολλοὺς δὲ ἔψεξαν, παρ’ ὧν δυνήσῃ λαβεῖν παραδείγματα. (καὶ Ἀρχιλόχου δὲ οὐκ ἀμελήσεις, ἱκανῶς κολάσαντος τοὺς ἐχθροὺς τῇ ποιήσει, ἵνα καὶ αὐτὸς ὅταν ἐθέλῃς ψέγειν τινάς, ἔχῃς ἀποχρήσασθαι τἀνδρί.) καλοὶ μὲν γὰρ αὐτοὶ καθ’ ἑαυτούς, ἀεὶ συνόντες βασιλεῦσι καὶ τυράννοις συμβουλεύοντες τὰ ἄριστα, καλὴ δὲ καὶ ἡ ἀπὸ τῶν ποιημάτων αὐτῶν ἐπιφώνησις καὶ μνήμη· γλυκεῖς γὰρ οἱ ἄνδρες καὶ ἡδονὴν ἐμποιῆσαι λόγῳ μάλιστα προσφορώτατοι. Ὅτι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ 〈προτρέπειν καὶ〉 ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν δέδοται διὰ τῆς λαλιᾶς, οἷον λύπην ἡδονὴν ὀργὴν ἤ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἁπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημένην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ μή τις δι’ αὐτῶν ἐθέλοι μόνων τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ τὸ ἀδολεσχεῖν καὶ πολλοὺς ἀναλίσκειν λόγους, ἱστορίας ἱστορίαις συνάπτοντα καὶ μύθους μύθοις καὶ διηγήματα διηγήμασιν, ἀπειρόκαλον εἶναι πεπίστευται. Ἔστι δὲ καὶ συντακτικὴ λαλιά, ὡς ἐὰν μέλλοντες ἀνάγεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν ἢ αὖ πάλιν ἀπὸ τῆς ἐνεγκούσης ἐπὶ τὰς Ἀθήνας ἐμφανίζωμεν ὅτι δυσχεραίνομεν τὴν ἀπόλειψιν, ἐνδεικνύμενοι †τοὺς ἀνιωμένους†· εἶτα ἐκ μεθόδου ἥξομεν ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, ἣν ἂν ἀπολιπεῖν μέλλωμεν, οἷον τίς ἂν ἕλοιτο ἀδακρυτὶ παραλιπεῖν—ὡς εἰ ἐπ’ Ἀθηνῶν λέγοις—μυστήρια, κηρύγματα ἱερὰ Ἐλευσῖνάδε προστάττοντα βαδίζειν, καὶ ἄστυδε πάλιν ἀπ’ Ἐλευσῖνος· τίς δ’ ἂν ἀνάσχοιτο ἀκροπόλεως τοιαύτης κάλλος καταλιπεῖν, ἱερά, Διονύσια, Παναθήναια, ἄνδρας λογάδας σοφίας καὶ ἀρετῆς τροφίμους; καὶ ὅλως ἐφαρμόσομεν τὰ τῆς πόλεως ἐξαίρετα, τὰ κάλλη τῶν οἰκοδομημάτων καὶ πανηγύρεων πολυτελείας. |
| 394 | Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθὺς ἐπιστάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὁμηρικῶν ἐλέγομεν, ἐν ᾗ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβὼν τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἄσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον καὶ ἔργῳ καὶ λόγῳ, ὡς πάντας ἐνόμισεν ἀδελφοὺς εἶναι αὑτοῦ τοὺς ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἓν πᾶσαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέληστο τῆς πατρίδος ἀποδημῶν †προσθήσεις· ἀλλ’ ἄγε διηγοῦ† τὰ ἐξαίρετα καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν πρέπουσαν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι. ΠΕΡΙ ΠΡΟΠΕΜΠΤΙΚΗΣ Ἡ προπεμπτικὴ λαλιὰ λόγος ἐστὶ μετ’ εὐφημίας τινὸς προπέμπων τὸν ἀπαίροντα. |
| 395 (1t) | χαίρει δὲ ἁβρότητι καὶ διηγημάτων ἀρχαίων χάρισι. πολλοὶ δὲ τῆς προπεμπτικῆς τρόποι. εἷς μὲν ὁ δυνάμενος συμβουλὴν κατὰ μέρος δέξασθαι, τῶν λοιπῶν μερῶν δεχομένων καὶ ἐγκώμια καὶ λόγους ἐρωτικούς, εἰ βούλεται προστιθέναι καὶ ταῦτα ὁ λέγων· δύναται δὲ συμβουλὴν ἐπιδέξασθαι, ὅταν ὁ πολλῷ κρείττων προπέμπῃ τὸν ἥττονα, ὡς ὅταν ὁ παιδευτὴς προπέμπῃ τὸν ἀκροατήν· δίδωσι γὰρ αὐτῷ συμβουλευτικὸν ἦθος τὸ οἰκεῖον ἀξίωμα. ἕτερος δὲ τρόπος ἂν γένοιτο, ἐν ᾧ δυνήσεταί τις ἐνδείξασθαι ἦθος ἐρωτικὸν καὶ διάπυρον περὶ τὸν προπεμπόμενον, συμβουλὴν μὴ καταμιγνύς, τῆς ἀξίας ὑπαρχούσης ἐφαμίλλου καὶ τῆς δόξης ἴσης τῷ προπέμποντι καὶ τῷ προπεμπομένῳ, ὡς ὅταν ἑταῖρος ἑταῖρον προπέμπῃ· καὶ γὰρ εἰ βελτίων εἴη ὁ προπέμπων ἐνταῦθα τοῦ ἀπαίροντος, ἀλλ’ οὖν ἡ κοινωνία τοῦ ὀνόματος καὶ τὸ ἀμφοτέρους εἶναι φίλους ἀφαιρεῖται τὸ ἀξίωμα τῆς συμβουλῆς τὸν λέγοντα. γένοιτο δ’ ἂν καὶ ἄλλος τρόπος πλείονα διατριβὴν ἔχων περὶ τὰ ἐγκώμια μᾶλλον, σχεδὸν δὲ εἰπεῖν μικροῦ σύμπασαν, ὅταν ἐθέλῃ προΐστασθαι τῷ μὲν δοκεῖν προπεμπτικὸν λόγον, τῇ δ’ ἀληθείᾳ ἐγκώμιον, ὥσπερ ἂν εἰ μέλλοιμεν προπέμπειν ἄρχοντα ἢ τῆς ἀρχῆς πεπαυμένον ἢ ἀφ’ ἑτέρας εἰς ἑτέραν πόλιν μέλλοντα ἀπιέναι. λέγω δὲ ταῦτα οὐκ ἀποστερῶν οὐδένα τῶν προειρημένων τρόπων τῆς προπεμπτικῆς τῶν ἐρωτικῶν παθῶν—χαίρει γὰρ ἡ προπεμπτικὴ πανταχοῦ τούτοις—ἀλλ’ ἐνδεικνύμενος ὅτι ὅπου μὲν μᾶλλόν ἐστιν αὐτοῖς καταχρῆσθαι, ὅπου δὲ ἐπ’ ἔλαττον. παραλήψῃ δὲ ἐπὶ τοῦ ἄρχοντος καὶ πόθον πόλεων ὁλοκλήρων περὶ αὐτὸν καὶ ἔρωτας. Διαιρήσεις δὲ τὴν προπεμπτικὴν οὑτωσί πως· ὑποκείσθω δὲ ἡμῖν νέος συνήθης προπέμπων φίλον. |
| 396 | οὐκοῦν ὁ τοιοῦτος ἐνταῦθα ὥσπερ τι πεπονθὼς τῶν ἀτόπων καὶ ἀπροσδοκήτων σχετλιάσει πρὸς τὴν τύχην ἢ πρὸς τοὺς ἔρωτας, ὅτι μὴ συγχωροῦσι θεσμὸν φιλίας διαμένειν βέβαιον, ἀλλ’ ἄλλοτε ἄλλους πόθους ἐμβάλλοντες παρασκευάζουσι τὸν πάλαι συνθέμενον καὶ ὁμολογήσαντα φιλίαν ἄλυτον διαφυλάξειν πάλιν ἐρᾶν πατρίδος, πάλιν γονέων ἐπιθυμεῖν, ὥσπερ ἐπιλανθανόμενον τῶν πρὸς τὸν φίλον αὐτῷ περὶ φιλίας συνθηκῶν· ἢ εἰσελεύσεται πρὸς τοὺς ἀκροατὰς ὥσπερ πρός τινας δικαστὰς γραφὴν ἀποφέρων κατὰ τοῦ φίλου, προσποιούμενος δῆθεν κατὰ τὴν πρὸς τὸν ἑταῖρον συνθήκην. καὶ ἐπάξεις πάλιν παρακαλῶν τοὺς ἀκροατὰς μὴ περιορᾶν παραβαίνοντα. ἐν οἷς καὶ ἱστορίας ἐρεῖς καὶ παραδείγματα· ἱστορίας μέν, ὅτι Θησεὺς καὶ Ἡρακλῆς ἑταῖροι γενόμενοι καὶ Διομήδης καὶ Σθένελος καὶ Εὐρύαλος δυσαπαλλάκτως ἀλλήλων εἶχον· ἐξ ἀλόγων δὲ παραδείγματα, ὅτι κἀν ταῖς ἀγέλαις καὶ ἵπποι καὶ μόσχοι συναφθέντες ἀλλήλοις συνηθείᾳ καὶ ὄρνιθες δυσχερῶς ἀλλήλων χωρίζονται. προϊὼν δὲ τῷ λόγῳ ὑπομνησθήσῃ, ἂν οὕτω τύχῃ, καὶ ἀσκήσεως κοινῆς καὶ παλαίστρας καὶ γυμνασίων τῶν αὐτῶν. μετὰ τὸν πρὸς τοὺς ἀκροατὰς λόγον, οὓς ὥσπερ δικαστὰς ὑπεθέμεθα, τρίτον ἐπὶ τούτοις εἰσάξεις πρὸς ἐποχὴν δῆθεν καὶ τὰ τῆς πόλεως ἐγκώμια· οὐδ’ οὕτως ὁ τῶν Ἀθηναίων αἱρεῖ σε πόθος, οὐδὲ μυστηρίων καὶ τελετῶν, οὐδὲ μουσεῖα καὶ θέατρα λόγων, οὐδὲ παιδευτῶν φιλοτιμίαι περὶ τοὺς λόγους; ... Ἄρειος δὲ πάγος καὶ Λύκειον καὶ Ἀκαδημία καὶ ἀκροπόλεως κάλλος, ἃ διείργασται φιλοπόνως ἅμα καὶ χαριέντως ... ἀνέραστος ἄρα ὡς ἔοικεν ἦσθα· πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν; οἷος γὰρ ἦν ἄρα μεγαλοφρονῶν ἐπὶ φίλοις ἐγώ, οἷον δὲ τεῖχος ἐδόκουν περιβεβλῆσθαι τὸν φίλον· νῦν δὲ γεγύμνωμαι καὶ περιῄρημαι καθάπερ Αἴας τῆς ἀσπίδος, οἰκήσω τόπους ἐρήμους [καὶ ἐρημίας] μισάνθρωπος ἐπικληθείς, ὥσπερ τὸν Τίμωνά φασι· τί γάρ μοι συντίθεσθαι φιλίαν, ἵνα πάλιν καὶ παραβαίνοντος ἀνιαθῶ; μακαρίζω τῶν θηρίων ἐκεῖνα ὅσα τὸν μονήρη βίον ἔοικεν ἀγαπᾶν. |
| 397 | ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τὸ πρῶτον μέρος τῆς προπεμπτικῆς ἕξει, καὶ τοιοῦτον ἦθος ἐνδείξῃ πρὸς συνήθη καὶ φίλον τὰ ἐρωτικὰ εἰπὼν ἐν τούτοις τῆς προπεμπτικῆς κατὰ 〈τὴν〉 διαίρεσιν. ἐπειδὰν δὲ ἐπὶ τὸ λειπόμενον μέρος ἔλθῃς τῆς λαλιᾶς, σχετλιάσεις πάλιν ὡς βουληθεὶς πεῖσαι εἶτα ἀποτυχών, καὶ ἐπάξεις λέγων· οὐκοῦν ἐπειδὴ δέδοκται καὶ νενίκημαι, φέρε δὴ καὶ τῇ βουλήσει συνδράμωμεν. ἐνταῦθα τοίνυν ἥξεις ἐπὶ τὰ ἐγκώμια ἐκ μεθόδου, ὡς εὐτυχεῖς μὲν οἱ γονεῖς τῆς βλάστης, εὐδαίμων δὲ καὶ ἡ πόλις ἐπὶ σοί· τοὺς μὲν γὰρ εὐφρανεῖς ταῖς ἀρεταῖς, τῆς δὲ προστήσῃ ἐν δικανικαῖς ἀγοραῖς, ἐν ῥητόρων ἀγῶσιν, ἐν πρεσβείαις καὶ λόγων φιλοτιμίαις. ἵνα δὲ σύστασιν λάβῃ ταῦτα, ἐρεῖς ὅτι σύνοιδας αὐτῷ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ ἀρετὴν ἐκ λόγων, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ παιδευταὶ καὶ ὅσοι συνήθεις γεγόνασιν. ἐν οἷς καὶ πράξεις ἐρεῖς πρὸς ἀπόδειξιν τῶν ἀγαθῶν, ἂν εὐπορῇς καὶ πράξεων· καὶ ὅτι βασιλεῦσι χρήσιμος ἔσται γνωσθεὶς διὰ τὴν ἀρετήν, καὶ ὅτι παιδευτηρίων προστήσεται ἴσως, οὐ μέντοι Ἰσοκράτης ἢ Ἰσαῖος ἢ Λυσίας ἤ τις τοιοῦτος ὅμοιος ἔσται· ἐρεῖς δὲ ταῦτα, ἐὰν πάνυ πεπαιδευμένον ὄντα λόγων προπέμπῃς τινά· τούτῳ γὰρ ἁρμόσει τὸ τοιοῦτον ἐγκώμιον, ὅτι προστήσεται τυχὸν καὶ λόγων καὶ παιδεύσει νέους· ἐὰν γὰρ τῶν μὴ προσόντων αὐτῷ μνησθῇς, ἃ πάντες ἴσασιν ὅτι τούτων οὐδὲν αὐτῷ πρόσεστιν, καὶ ἀπίθανον εἶναι δοκεῖ καὶ περὶ τῶν ἄλλων λόγων ὕποπτον καταστήσεις σεαυτὸν ἐκ τούτου καὶ προσάντη τὸν ἀκροατὴν τῷ λόγῳ. |
| 398 | δεῖ γὰρ τοῖς ὁμολογουμένοις πανταχοῦ συντρέχειν. ἐρεῖς δὲ καὶ ἐπὶ τῶν τοιούτων ὅτι καὶ ὅτε ἅμιλλαι λόγων ἐπὶ τῶν μουσείων ἦσαν, ἐπῃνεῖτο παρὰ τῶν καθηγεμόνων τῶν ἡλικιωτῶν μᾶλλον. καὶ ὥσπερ Ἔφορος ἐστεφανοῦτο καὶ Θεόπομπος, οἱ μαθηταὶ Ἰσοκράτους, ὡς διαφέροντες τῶν ἄλλων (καὶ γὰρ Ἰσοκράτης ἀρετῆς προὐτίθει ἀγῶνα τοῖς ἀρίστοις τῶν ἀκροατῶν κατὰ μῆνα στέφανον), οὕτω καὶ οὗτος διαφέρων ἐφαίνετο καὶ ἐπαίνων ἠξιοῦτο οὐκ ἐλαττουμένων στεφάνων. ἐπειδὴ δὲ [καὶ] εἰς εὐδαιμονίαν συντελεῖ καὶ σώματος κάλλος, γράψον καὶ τὸν νεανίαν, οἷος μὲν ἰδεῖν, οἷος δ’ ὀφθῆναι. ἐν ᾧ διαγράψεις αὐτοῦ καὶ ἴουλον καὶ ὀφθαλμοὺς καὶ κόμην καὶ τὰ λοιπά. ἵνα δὲ τὸν λόγον σεμνὸν ποιῇς τὸν περὶ τῆς γραφῆς καὶ τὴν διαβολὴν ἐκφύγῃς τὴν ἐκ τοῦ κάλλους, ἀπέργασαι τὸ ἦθος σεμνότερον, λέγων ὅτι κοσμεῖ δὲ τὸ εἶδος τῇ τῶν ἠθῶν ἐγκρατείᾳ, καὶ τῷ μὴ πολλοῖς ῥᾳδίως ἑαυτὸν ἐνδιδόναι, ἀλλὰ μόνοις συνεῖναι τῶν ἀνδρῶν τοῖς ἀρίστοις καὶ λόγοις καὶ βιβλίοις. καιρὸν ἔχεις μετὰ ταῦτα καὶ τὴν πατρίδα ἐπαινέσαι τὴν ἐκείνου, ὅτι λαμπρὰ καὶ ἔνδοξος καὶ οὐ μείων τῶν πολυθρυλήτων, ἐν ᾗ λαμπρὸς ὀφθήσεται ἐν λαμπρᾷ καὶ εὐδαίμονι. εἶτα ἐπὶ τούτοις ἅπασιν ἀξιώσεις αὐτὸν μεμνῆσθαι τῆς πάλαι συνηθείας, τῆς εὐνοίας, τῆς φιλίας, καὶ παραμυθεῖσθαι τὴν ἀπόστασιν μνήμαις καὶ λόγοις, κἂν μὲν πεζεύειν μέλλῃ, διάγραφε τὴν ὁδὸν καὶ τὴν γῆν δι’ ἧς πορεύεται, οἷος μὲν ἔσται, ἐὰν οὕτω τύχῃ, διὰ τῆς Θρᾴκης διϊών, ἐπαινούμενος καὶ προπεμπόμενος, ἐπὶ τοῖς λόγοις θαυμαζόμενος, οἷος δὲ διὰ Λυδίας καὶ Φρυγίας· ἐὰν δὲ διὰ θαλάττης ἀνάγηται, ἐκεῖ σοι μνήμη θαλαττίων ἔσται δαιμόνων, Αἰγυπτίου Πρωτέως, Ἀνθηδονίου Γλαύκου, Νηρέως, προπεμπόντων τε καὶ συνθεόντων τῇ νηΐ, καὶ συνηδομένων δελφίνων τε ἅμα καὶ κητῶν, τῶν μὲν σαινόντων, τῶν δὲ ὑποφευγόντων, ὡς Ποσειδῶνος αὐτοῦ τὴν ναῦν προπέμποντος· ἡ δὲ ναῦς θείτω θεοῖς ἐναλίγκιον ἄνδρα φέρουσα, ἕως ἂν προσαγάγῃς αὐτὸν τοῖς λιμέσι τῷ λόγῳ, καταστρέψεις δὲ εἰς εὐχὴν τὸν λόγον αἰτῶν αὐτῷ παρὰ τῶν θεῶν τὰ κάλλιστα. |
| 399 | ΠΕΡΙ ΕΠΙΘΑΛΑΜΙΟΥ Ὁ ἐπιθαλάμιος λέγεται ὑπό τινων καὶ γαμήλιος, λόγος δ’ ἐστὶν ὑμνῶν θαλάμους τε καὶ παστάδας καὶ νυμφίους καὶ γένος, καὶ πρό γε πάντων αὐτὸν τὸν θεὸν τῶν γάμων· χαίρει δὲ διηγήμασιν ἐπαφροδίτοις τε καὶ ἐρωτικοῖς· ταῦτα γὰρ οἰκεῖα τῇ ὑποθέσει. μετεχειρίσαντο δὲ τὸ εἶδος οἱ μὲν συντόνως, οἱ δὲ συγγραφικώτερον, καὶ δῆλον ὅτι ὁ μὲν σύντονος συνέστραπται λόγος ἅτε πολιτικῶς προϊών, καὶ ἕξει τὰς ἀρετὰς τοῦ πολιτικοῦ λόγου προοίμιά τε ἐγκατεσκευασμένα, 〈ἐν οἷσ〉 ἢ μέγεθος περιθήσεις τῇ ὑποθέσει αὔξων αὐτὴν ἀπὸ τῶν προσώπων τῶν ζευγνυμένων, ἂν ὦσιν οἱ νυμφίοι τῶν ἐνδόξων, ἢ τὴν αἰτίαν ἐν αὐτοῖς ἐρεῖς, δι’ ἣν παρελήλυθας ἐπὶ τὸ λέγειν, ὅτι συγγενὴς τῶν γαμούντων, ὅτι παρακληθεὶς ἦλθον ἐπὶ τὸν λόγον, ὅτι ἔρανον ἀποδιδοὺς αὐτῷ προειληφὼς πρότερον χάριτας, ἢ καὶ ἄλλως, ὅτι φιλίᾳ χαριζόμενος, ἢ ὅτι περ ἂν παραπέσῃ τοιοῦτον, ἢ ὅτι ἀρχόντων καὶ πόλεων καὶ ἐθνῶν συνελθόντων καὶ συνεορτάζειν αἱρουμένων ἄτοπον ἦν αὐτὸν σιγᾶν καὶ μὴ χαρίζεσθαι τοσαύτῃ συνόδῳ καὶ συνεορτάζειν ἐθέλειν τοῖς παροῦσιν ἅπασιν. μὴ ἀμοιρείτω μέντοι τὰ προοίμια χάριτος, κἂν σύντονα τυγχάνῃ, ἀλλ’ ἐχέτω μὲν ἐννοίας ἡδίστας ὡς ἔνι μάλιστα πρεπούσας τῇ ὑποθέσει· εἰ δὲ μή, ὀνόματα γοῦν ἐπαφρόδιτα καὶ κεχαρισμένα παστάδων, ὑμεναίων, γάμων, Ἀφροδίτης, ἐρώτων, ἵνα καὶ οἰκεῖα γένηται τῇ ὑποθέσει καὶ τοῖς ἀκούουσιν ἥδιστα. |
| 400 | Καὶ τὰ μὲν προοίμια τοῦ συντόνου ταῦτα καὶ τούτοις παραπλήσια, τοῦ δὲ ἀνέτου καὶ συγγραφικοῦ λόγου ἧττον μὲν ἐγκατάσκευα, οὐκ ἐμπερίβολα δέ, ἀλλ’ ὡς ἐν συγγραφῇ ἡπλωμένα μᾶλλον ἐννοίας ἔχοντα τὰς αὐτάς. ἔστι δέ ποτε ἐν ἀνέτῳ λόγῳ καὶ ἀπὸ διηγήματος ἄρξασθαι ἀνύοντά τι διὰ τοῦ διηγήματος τῶν προειρημένων ἐννοιῶν, οἷον εἰ λέγοις ὅτι γαμοῦντος Διονύσου τὴν Ἀριάδνην παρῆν ὁ Ἀπόλλων νέος ὢν καὶ τὴν λύραν ἔπληττεν· ἢ ὅτι Πηλέως γαμοῦντος παρῆσαν μὲν ἅπαντες οἱ θεοί, προσῆσαν δὲ Μοῦσαι, καὶ οὐκ ἠμέλει τῶν παρόντων ἕκαστος πρέπουσαν αὑτῷ δωρεὰν χαρίζεσθαι τῷ γάμῳ, ἀλλ’ ὁ μὲν ἐδίδου δῶρα, ὁ δὲ ἔπληττε λύραν, αἱ δὲ ηὔλουν, αἱ δὲ ᾖδον, Ἑρμῆς δὲ ἐκήρυττε τὸν ὑμέναιον· ὁρῶ δὲ καὶ νῦν παρ’ ἡμῖν ὅμοια. καὶ γὰρ οἱ μὲν σκιρτῶσιν, οἱ δὲ ἀνευάζουσιν, ἐγὼ δὲ λέγω καὶ ᾄδω τοὺς γάμους. ἢ ἄλλως· ὅτε ὁ Μεγακλῆς ἐγάμει τὴν Ἀγαρίστην καὶ συνῆλθον τῶν Ἑλλήνων οἱ ἄριστοι, τότε οὐδεὶς μὲν ποιητής, οὐδεὶς δὲ λογοποιὸς ὑστέρει, ἀλλ’ ὁ μὲν ῥήτωρ ἔλεγεν, ὁ δὲ συγγραφεὺς βίβλους ἐν μέσοις ἀνεγίνωσκε, ἅπαντες δὲ ἀνύμνουν τὸν γάμον· τῆς δὲ [τῆς] Σικυωνίας οὐ χείρων ἡ παρ’ ἡμῖν, ὥστε καὶ ταὐτὰ δεύτερα γίνεσθαι. Καὶ περὶ μὲν προοιμίων τοσαῦτα· δώσει γὰρ ἡμῖν ἡ ὑπόθεσις πρὸς τὰ τότε παρόντα πρόσφορα ἀληθεστέρας ἐννοίας καὶ μᾶλλον ἴσως οἰκείας· τὰ δὲ μετὰ τὰ προοίμια ἔστω περὶ τοῦ θεοῦ τοῦ γάμου λόγος ὥσπερ θετικὸς καθόλου τὴν ἐξέτασιν περιέχων ὅτι καλὸν ὁ γάμος, ἄρξῃ δὲ ἄνωθεν, ὅτι μετὰ τὴν λύσιν τοῦ χάους εὐθὺς ὑπὸ τῆς φύσεως ἐδημιουργήθη ὁ γάμος, εἰ δὲ βούλει, ὡς Ἐμπεδοκλῆς φησι, καὶ 〈ὁ〉 ἔρως. |
| 401 | γενόμενος δὲ ὁ θεὸς οὗτος συνάπτει μὲν οὐρανὸν τῇ γῇ, συνάπτει δὲ Κρόνον τῇ Ῥέᾳ, συνεργοῦντος αὐτῷ πρὸς ταῦτα τοῦ ἔρωτος· εἶτα ἐφεξῆς ἐρεῖς ὅτι ἡ τῶν ὅλων διακόσμησις διὰ τὸν γάμον γέγονεν, ἀέρος, ἀστέρων, θαλάσσης· τοῦ γὰρ θεοῦ τούτου τὴν στάσιν παύσαντος καὶ συνάψαντος ὁμονοίᾳ καὶ τελετῇ γαμηλίῳ τὸν οὐρανὸν πρὸς τὴν γῆν, ἅπαντα διεκρίθη καὶ στάσιν οἰκείαν ἔλαβεν. ὑποβαίνων δὲ πάλιν ἐρεῖς ἐξ ἀκολουθίας ὅτι καὶ αὐτὸς τῇ βασιλείᾳ τῶν ὅλων τὸν Δία δημιουργήσας ἐπέστησε, καὶ οὐκ ἄχρι τῶν θεῶν ἔστη μόνον, ἀλλὰ καὶ τοὺς ἡμιθέους αὐτὸς παρήγαγεν πείσας θεοὺς συνελθεῖν τοὺς μὲν γυναιξί, τοὺς δὲ νύμφαις. μετὰ ταῦτα πάλιν ἐρεῖς ὅτι αὐτὸς τὸν ἄνθρωπον ὁμοίως φῦσαι παρεσκεύασε καὶ σχεδὸν ἀθάνατον ἐφιλοτέχνησε, συμπαραπέμπων ἀεὶ τὰς διαδοχὰς τοῦ γένους τῷ μήκει τοῦ χρόνου, καὶ ὅτι βελτίων Προμηθέως ἡμῖν· ὁ μὲν γὰρ τὸ πῦρ μόνον κλέψας ἔδωκεν, ὁ δὲ γάμος ἀθανασίαν ἡμῖν πορίζεται. ἐμπλεονάσεις δὲ τούτῳ τῷ μέρει δεικνὺς ὅτι δι’ αὐτὸν θάλαττα πλεῖται, δι’ αὐτὸν γεωργεῖται γῆ, ὅτι φιλοσοφία καὶ γνῶσις τῶν οὐρανίων δι’ ἐκεῖνόν ἐστι καὶ νόμοι καὶ πολιτεῖαι καὶ πάντα ἁπλῶς τὰ ἀνθρώπινα· εἶτα οὐδὲ μέχρι τούτων στήσῃ, ἀλλ’ ὅτι καὶ μέχρι πηγῶν καὶ ποταμῶν διικνεῖται ὁ θεὸς καὶ νηκτῶν καὶ χερσαίων καὶ ἀερίων. ἐν δὲ τούτοις ἅπασι διηγήματα θήσεις· ποταμῶν μέν, ὅτι Ἀλφειὸς ὁ Πισαῖος ἐρᾷ πηγῆς Σικελικῆς Ἀρεθούσης, καὶ βιάζεται τὴν φύσιν, καὶ καθάπερ νυμφίος ἐρωτικὸς κελαρύζων διὰ τῆς θαλάττης ἔπεισι ζέων εἰς τὴν νῆσον τῆς Σικελίας, καὶ εἰς κόλπους ἐμπίπτει τῆς ἐρωμένης Ἀρεθούσης καὶ μίγνυται· νηκτῶν δέ· δῆλον γὰρ ὅτι καὶ αὐτὰ τὰ ζῷα τὰ κατὰ θάλατταν τελετὴν οἶδε γάμου, καὶ τὰ χερσαῖα καὶ τὰ πετεινὰ πάντα, καὶ τὸν ἀνήμερον λέοντα καὶ φοβερὰ βρυχώμενον ἤγαγεν εἰς τὴν τελετὴν καὶ ὑπέζευξεν Ἀφροδίτης νόμῳ, καὶ τὰς ἀγριωτάτας παρδάλεις καὶ ὅσα τοιαῦτα. |
| 402 | περὶ δὲ δένδρων ἐρεῖς, ὅτι κἀκεῖνα οὐκ ἄμοιρα γάμων· οἱ γὰρ ἐπὶ ταῖς κόμαις σύνδεσμοι φιλοτεχνήματα γαμούντων δένδρων εἰσί, καὶ τοῦ θεοῦ ταῦτά ἐστιν εὑρήματα. ἔτι δὲ τούτου ἀνωτέρω ἐν τῇ μνήμῃ τῶν θεῶν ἐρεῖς διηγήματα ἓν ἢ καὶ δεύτερον, ἢ περὶ Ποσειδῶνος γαμοῦντος τὴν Τυρὼ ἐν ταῖς προχοαῖς Ἐνιπέως, [ποταμὸς δὲ Θετταλίας ὁ Ἐνιπεύς,] ἢ περὶ Διὸς γήμαντος τὴν Εὐρώπην καὶ τὴν Ἰὼ καὶ ὅσα παραπλήσια τούτοις. πολλὴ δὲ ἱστορία τοιαύτη παρὰ ποιηταῖς καὶ συγγραφεῦσι, παρ’ ὧν καὶ λήψῃ τὴν χορηγίαν, ἐπιφωνήσεις δὲ καὶ τῶν Σαπφοῦς ἐρωτικῶν καὶ τῶν Ὁμήρου καὶ Ἡσιόδου· πολλὰ δὲ αὐτῷ ἐν τοῖς Καταλόγοις τῶν γυναικῶν εἴρηται περὶ θεῶν συνουσίας καὶ γάμου. Μετὰ τὸν περὶ τοῦ γάμου λόγον, ἐν ᾧ τὸν θεὸν ὕμνησας, ἥξεις ἐπὶ τὰ τῶν γαμούντων ἐγκώμια. κοινὰ δὲ τὰ προειρημένα πάντα καὶ 〈τὰ〉 ῥηθησόμενα τοῦ τε συντόνου καὶ τοῦ ἀνέτου λόγου, διοίσουσι δὲ τῷ χαρακτῆρι μόνῳ τῆς ἀπαγγελίας· τὰ 〈δὲ〉 τοιαῦτα ἐγκώμια διττὴν [δ’] ἔχει τὴν μέθοδον· ἢ γὰρ γένος γένει συνάψεις οὐ συγκρίνων, ἵνα μὴ δοκῇς τὸ μὲν ἐλαττοῦν, τὸ δὲ αὔξειν, ἀλλὰ κατὰ ἀντεξέτασιν προάγων τὸν λόγον, ὅτι ὅμοιον ὁμοίῳ συνάπτεται· παρακολουθεῖ δὲ τῷ εἴδει τούτῳ ἀσάφειά τις καὶ αὐχμηρότης διὰ τὴν μῖξιν, ἣν ὡς δυνατὸν φυλαττομένους χρὴ προάγειν σαφηνείας φροντίζοντας. ἢ οὐ συνάψεις μὲν οὐδ’ ἀντεξετάσεις, ἰδίᾳ δὲ ἐπαινέσεις πρότερον μὲν τὸ τοῦ νυμφίου, ἂν οὕτω τύχῃ, δεύτερον δὲ τὸ τῆς κόρης. |
| 403 | δεῖ δὲ ζητεῖν τὸ ἐνδοξότερον ἐν τούτοις τοῖς καιροῖς καὶ τοῦτο προτάττειν, οὐκ ἐνδιατρίψεις δὲ σφόδρα τῷ περὶ τοῦ γένους λόγῳ τὴν τοῦ μήκους ἀηδίαν προφυλαττόμενος καὶ τῷ μηδὲ ἐπάγγελμα τοῦτο ἔχειν τὴν ὑπόθεσιν, ἀλλὰ τοὺς γάμους μᾶλλον καὶ τὴν παστάδα. πρέπει δέ τί σοι ὀλίγα τεχνολογῆσαι περὶ τοῦ γένους. ἐὰν μὲν οὖν ἔνδοξα σφόδρα τυγχάνῃ τὰ γένη, αὔξειν δεῖ ταῦτα συλλαμβάνοντα ἀθρόως τὸν περὶ αὐτῶν λόγον δι’ ὀλίγων, εἶτα ἀπὸ τῶν ἰδίων πάλιν αὔξειν ἀεὶ πράξεις αὐτῶν λέγοντα καὶ φιλοτιμίας. ἐὰν δὲ τῶν μετρίων καὶ μὴ περιβλέπτων τυγχάνῃ, δεῖ ζητεῖν τοὺς ἐγγὺς πατέρας, εἰ λαμπροὶ εἶεν κατὰ τὴν πόλιν ἢ εὐδόκιμοι, καὶ ἀπὸ τούτων μᾶλλον ἐπιχειρεῖν. εἰ δὲ οἱ ἐγγὺς μὲν πατέρες ἀφανεῖς, τὸ δὲ γένος ἐπισημότερον, μᾶλλον ἀπὸ τοῦ γένους πειρᾶσθαι χρὴ τὰ ἐγκώμια παραλαμβάνειν· θηρευέτω γὰρ ὁ λόγος τὰ ἐνδοξότερα. ἐὰν δὲ τὸ μὲν ἔνδοξον τῶν γενῶν τυγχάνῃ, τὸ δὲ μὴ πάνυ, ἀντίθες τῷ ἐνδόξῳ τὰς ἀρετάς, σωφροσύνην, ἐπιείκειαν τοῦ ἑτέρου γένους· οὐ γὰρ ἀπορήσεις ἀφορμῶν. εἰ δὲ μηδέτερον τῶν γενῶν ἔχοι μηδεμίαν λαμπρότητα, χρὴ τὸ ἦθος καὶ τὸν τρόπον καὶ τὴν ἐπιείκειαν ἐπαινέσαντα διὰ βραχέων καὶ παρακλέψαντα τὸν περὶ αὐτῶν λόγον ἀναδραμεῖν ἐπὶ τοὺς νυμφίους. Τρίτος τόπος ἐστὶν ὁ ἀπὸ τῶν νυμφίων, χαριέστατος δ’ ἂν οὗτος γένοιτο εἰ κατὰ συμπλοκὴν ἀντεξεταστικῶς προέλθοι, ὅτι θαυμάσιος μὲν ὁ νεανίας, θαυμασία δὲ ἡ κόρη, ἐν παιδείᾳ σοφὸς οὗτος, ἐν λύρᾳ, καὶ ἐν μούσαις οὗτος ἀρίζηλος, ἐκείνη δὲ ἐν σεμνότητι· εἰ δ’ οὐκ ἔχοις τοῦτο, λέγε, ὅτι οὗτος μὲν ἐν λόγοις, ἐκείνη δὲ ἐν ἱστουργίαις καὶ Ἀθηνᾶς καὶ Χαρίτων ἔργοις. |
| 404 | καὶ ἄνευ μὲν ἀντεξετάσεως, κατὰ συμπλοκὴν δὲ ἄλλως· ἀμφοτέρων δὲ τίς οὐκ ἂν τὰς ἀρετὰς ἐπαινέσειε, καὶ τὴν προσοῦσαν σωφροσύνην, καὶ τὴν ἐνυπάρχουσαν ἐπιείκειαν; δυνατὸν δὲ καὶ ἰδίᾳ καὶ χωρὶς ἑκάστου διελόμενον τὸν ἔπαινον ἐπαινεῖν, κάλλος δὲ παρ’ ἀμφοῖν κατὰ ἀντεξέτασιν πάντως· οὐχ ἡ μὲν φυτῶν καλλίστῳ ἐλαίᾳ, ὁ δὲ φοίνικι παραπλήσιος; καὶ ὅτι ὁ μὲν ῥόδῳ προσέοικεν, ἡ δὲ μήλῳ. διαγράψεις δὲ καὶ τὸν νεανίαν οἷος ἰδεῖν, οἷος ὀφθῆναι, ὡς χαρίεις καὶ εὐπρόσωπος, ὡς ἰούλοις κατάκομος, ὡς ἄρτι ἡβάσκων· τῆς παρθένου δὲ φυλάξῃ διὰ τὰς ἀντιπιπτούσας διαβολὰς κάλλος ἐκφράζειν, πλὴν εἰ μὴ συγγενὴς εἴης καὶ ὡς εἰδὼς ἀναγκαίως 〈λέγοις, ἢ〉 λύοις τὸ ἀντιπῖπτον τῷ λέγειν ‘ἀκηκόαμεν ταῦτα‘. Τέταρτος τόπος ἐστὶν ἀπὸ τοῦ 〈τὰ〉 περὶ τὸν θάλαμον καὶ παστάδας καὶ θεοὺς γαμηλίους ἐρεῖν, ὡς ὅταν λέγωμεν, συνελήλυθε μὲν οὖν ἡ πόλις, συνεορτάζει δὲ ἅπασα, πεπήγασι δὲ παστάδες οἷαι οὐχ ἑτέρῳ ποτέ, θάλαμος δὲ πεποίκιλται ἄνθεσι καὶ γραφαῖς παντοίαις, πολλὴν δὲ τὴν Ἀφροδίτην ἔχει· πείθομαι δὲ καὶ ἔρωτας παρεῖναι τόξα μὲν ἐντειναμένους, βέλη δὲ ἐφαρμόττοντας, φαρμάκοις πόθων τὰς ἀκίδας χρίσαντας, δι’ ὧν τὰς ψυχὰς †συγκυρώσουσιν ἀναπνεῖν† ἀλλήλαις, ὑμέναιος δὲ ἀνάψει λαμπάδας ἡμῖν καὶ δᾷδας γαμηλίῳ πυρί· χαρίτων τε μνημονεύσεις καὶ Ἀφροδίτης, καὶ μετὰ μικρὸν λοχείας Ἀρτέμιδος, ὅτι ὀλίγῳ ὕστερον διαδέξεται λοχεία Ἄρτεμις καὶ μαιεύσεται, καὶ τέξετε παῖδας ὑμῖν τε ὁμοίους καὶ ἐν ἀρετῇ λαμπρούς. εἶτα εἰς εὐχὴν καταστρέψεις τὸν λόγον. ἐξέσται δέ σοί ποτε καὶ φιλοτιμουμένῳ τὸν θεὸν τῶν γάμων ἐκφράσαι, οἷός ἐστι, κατ’ ἀρχὰς τοῦ λόγου ἐν τῇ θέσει, ὅτι νέος ἐστὶν ἀειθαλὴς ὁ Γάμος, λαμπάδα φέρων ἐν ταῖν χεροῖν, ῥαδινός, ἐρυθήματι τὸ πρόσωπον καταλαμπόμενος, ἵμερον ἀποστάζων ἐκ τῶν ὀμμάτων καὶ τῶν ὀφρύων. |
| 405 | ἐξέσται δέ σοί ποτε καὶ ἀντὶ τοῦ Γάμου τὸν Ἔρωτα ἐκφράσαι ἢ ἐν ἀρχῇ τοῦ λόγου ἢ πρὸς τῷ τέλει· ἂν μὲν γὰρ τὸν Γάμον ὑποστήσῃ κατ’ ἀρχάς, τὸν Γάμον ἐκφράσεις δηλονότι· ἐὰν δὲ τὸν Ἔρωτα, τοῦτον τὸν θεὸν ἐκφράσεις. ἐκφράσεις δὲ ἀκολούθως ποτὲ χοροὺς παρθένων καὶ χοροὺς ἠϊθέων καὶ κυβιστῶντας, οἷα παρ’ Ὁμήρῳ ἐν τῇ ἀσπίδι· πρέποι δ’ ἂν ταῦτα λέγειν πρὸς τῷ τέλει τοῦ λόγου, ὅταν ὁ λόγος εἰς τὸν θάλαμον καταντήσῃ· τοιούτων γὰρ ἐνταῦθα ὁ καιρός, ἐν δὲ τῷ θετικῷ λόγῳ κατ’ ἀρχὰς καιρὸν ἔχεις μᾶλλον ἐκφράζειν τὸν θεὸν τῶν γάμων ἢ τὸν Ἔρωτα, ὁπότερον ἂν τούτων ὑποστήσῃ. ΠΕΡΙ ΚΑΤΕΥΝΑΣΤΙΚΟΥ Ὁ κατευναστικὸς λόγος ἐστὶ συντομώτατος διὰ τῶν καιρίων βαδίζων, καίρια δέ ἐστι τὰ πρόσφορα, πρόσφορα δέ ἐστιν ὅσα τῷ θαλάμω ἁρμόζει καὶ τῇ τοῦ νυμφίου συζυγίᾳ καὶ ταῖς παστάσι καὶ ἔρωσί τε καὶ ὑμεναίοις καὶ τελετῇ γάμου. οἱ μὲν οὖν ποιηταὶ διὰ τοῦ παρορμᾶν ἐπὶ τὸν θάλαμον καὶ προτρέπειν προάγουσι τὰ κατευναστικὰ ποιήματα, καὶ ἡμεῖς δὲ οὐ πόρρω τούτων στησόμεθα, ἀλλὰ παροξυνοῦμεν καὶ προτρέψομεν· ἔστι γὰρ ὁ κατευναστικὸς προτροπὴ πρὸς τὴν συμπλοκήν. ἐν τούτοις τοίνυν τὸν Ἡρακλέα παραλαμβάνωμεν καὶ ἕτερον εἴ τις ἀνδρεῖος περὶ γάμους γέγονεν, οὐ τῇ πάσῃ ἐπεξιόντες τοῦ Ἡρακλέος ἀλκῇ, ἀλλὰ τοῖς περὶ γάμων αὐτῷ καὶ γυναικῶν καὶ νυμφῶν πεπραγμένοις, ἵνα καὶ χάριτας ὁ λόγος ἔχειν δοκῇ. ἐροῦμεν δὲ ἐγκώμιον τῆς νύμφης διὰ βραχέων, οὐ τὸ ἀπὸ τῆς σωφροσύνης οὐδὲ τὸ ἀπὸ τῆς φρονήσεως οὐδὲ τῶν λοιπῶν ἀρετῶν τῆς ψυχῆς, ἀλλὰ τὸ ἀπὸ τῆς ὥρας καὶ τοῦ κάλλους —τοῦτο γὰρ οἰκεῖον καὶ πρόσφορον μόνον—τοῦ δὲ νεανίσκου τὴν ἀλκὴν καὶ τὴν ῥώμην, παραινοῦντες μὴ καταισχῦναι ταῦτα τοσούτων μαρτύρων γενησομένων τῇ ὑστεραίᾳ τῆς τελετῆς. |
| 406 | φυλακτέον δ’ ἐν τούτῳ, μή τι τῶν αἰσχρῶν μηδὲ τῶν εὐτελῶν ἢ φαύλων λέγειν δόξωμεν, καθιέντες εἰς τὰ αἰσχρὰ καὶ μικρά, λέγειν γὰρ δεῖ ὅσα ἔνδοξά ἐστι καὶ ὅσα σεμνότητα φέρει καί ἐστιν εὐχαρῆ. ἄρξῃ δ’ οὕτω πως· τὴν μὲν παρασκευὴν τοῦ γάμου καὶ τῶν ἀναλωμάτων τὸ πλῆθος καὶ τῶν ἀρίστων ἀνδρῶν τὴν σύνοδον οὐδενὸς ἕνεκα, ὦ νεανία, πεποιήμεθα, ἀλλ’ ἢ τῆς ἀλκῆς ἧς ἔχεις καὶ ῥώμης ἐπίδειξιν βουλόμενοί σε ποιήσασθαι, ἵνα ἐπί σοι σεμνυνώμεθα αὐτοί τε οἱ τοῦ γένους καὶ ἡμεῖς οἱ ἡλικιῶται· σὺ δὲ μὴ ἐν φαύλῳ τὰ τῆς ἐπιδείξεως ποιήσῃ· καὶ εἰ μὲν ἀθληταὶ ἦμεν, καὶ ἀγωνίζεσθαι Ὀλυμπίασιν ἔδει ἢ Πυθοῖ πρὸς ἄνδρας ἀθλητάς, ἐχρῆν καὶ βραβεῖον προκεῖσθαι καὶ κήρυκα παρεῖναι καὶ κριτήν τινα τῆς νίκης καὶ στάδιον ὑπάρχειν δημόσιον· ἐπεὶ δὲ τελετὴ γάμου τὰ δρώμενα, βραβευτὴς δὲ Ἔρως, κῆρυξ δὲ Ὑμέναιος, καὶ στάδιον ὑμῖν ὁ θάλαμος, φέρε μὴ τὰ τῶν φευγόντων ἐν τοῖς πολέμοις πάθῃς δεδοικὼς καὶ πρὸ τῆς συμβολῆς τὴν τροπήν, ἀλλὰ νόμισον ἔνθεν μὲν παρεστάναι σοι Πόθον, ἔνθεν δὲ Γάμον, Ἔρωτα δὲ συμβραβεύειν, Ὑμέναιον δ’ ἐπιφωνεῖν, Ἴθι, τῶν πατέρων ἀξίως ἀγωνιούμενος. καιρὸς δὲ τελετῆς ὃς καὶ φίλος ἐστὶ τῷ θεῷ τῶν γάμων· ἕσπερος μὲν γάρ ἐστιν ὕπαιθρος καὶ λαμπρός, ἅμαξα δὲ διαφανὴς ἤδη, καὶ ὁ τῆς Ἀφροδίτης ἀστὴρ καταυγάζει τὸ φαινόμενον, οὐρανὸς δὲ πεποίκιλται τοῖς χοροῖς τῶν ἄστρων. καί τινα τοιαῦτα διεξελθὼν ἁβρῶς περὶ τοῦ καιροῦ πάλιν ἐπιχειρήσεις ἀπὸ τῶν ἑστιωμένων, ἀπὸ τῶν παρόντων, ὅτι οἱ μὲν ἐπικροτοῦσιν, οἱ δέ σε νῦν ἐπὶ στόματος καὶ γλώσσης ἔχουσι καὶ τὴν κόρην, ὁπότερος ἄρ’ ἰσχυρότερος πρὸς τὴν τελετὴν φανήσεται· διηγεῖται δὲ ἴσως ἕκαστος αὐτῶν πρὸς τὸν πλησίον οἰκεῖα νεανιεύματα· εἰσὶ δὲ οἳ καὶ εὔχονται σφίσιν αὐτοῖς γενέσθαι παραπλησίαν πανήγυριν. |
| 407 | προτρέψῃ δ’ αὐτὸν καὶ ἀπὸ τοῦ κάλλους τοῦ θαλάμου, ὃν αἱ Χάριτες κατεποίκιλαν, καὶ ἀπὸ τῆς ὥρας τῆς κόρης καὶ ὁποῖοι περὶ ἐκείνην θεοὶ γαμήλιοι· Ἀφροδίτη καὶ Ἵμερος προδώσουσί σοι ταύτην καὶ ἐγχειρίσουσιν, ἵνα δημιουργήσητε παῖδας ὁμοίους μὲν σοί, ὁμοίους δὲ ἐκείνῃ· ἐὰν δέ σε καὶ ἀπατᾶν ἐπιχειρήσῃ αἱμύλα κωτίλλουσα, φύλαξαι τὴν ἀπάτην· περίκειται γὰρ καὶ Ἀφροδίτης κεστόν, ἐν ᾧ διὰ λόγων ἐστὶν ἀπάτη. [προτρέψῃ δ’ αὐτὸν καὶ ἀπὸ τῆς ὥρας τῆς κόρης καὶ τῆς ἰδέας καὶ τοῦ κάλλους] καὶ ἐπάξεις ὅτι ὀνειράτων ὄψεις ἡδίστας ὄψεσθε μαντευομένας ὑμῖν ἐπ’ αἰσίοις τὰ μέλλοντα, παίδων γενέσεις, βίου παντὸς ὁμόνοιαν, οὐσίας αὔξησιν, οἰκονομίαν τῶν ὄντων ἐπαινετήν. χρὴ δὲ παραγγέλλειν τῷ νυμφίῳ μέλλοντι ταῖς πράξεσιν ἐπιχειρεῖν εὐχὰς ποιεῖσθαι τῷ Ἔρωτι, τῇ Ἑστίᾳ, τοῖς γενεθλίοις, ἵνα συλλαμβάνωνται αὐτῷ πρὸς τὸ ἐγχείρημα. εἶτα εὐχὴν ἐπάξεις αἰτῶν παρὰ τῶν κρειττόνων αὐτοῖς εὐμένειάν τε καὶ ὁμόνοιαν, συμπλοκῆς †ἑστίαν†, κρᾶσιν ψυχῶν ὥσπερ καὶ τῶν σωμάτων, ἵνα οἱ παῖδες ἀμφοτέροις ὅμοιοι γένωνται. οὕτω μὲν οὖν πως προάγειν τοὺς τοιούτους λόγους διὰ συντόμων δυνήσῃ· κἂν μὲν ἀδελφὸς ἢ συγγενὴς ᾖ ὁ συναπτόμενος, λέγε τὰ πρόσφορα πρὸς συγγενεῖς, ὅτι ὁ προτρεπόμενός σοι οὐκ ἀλλότριος, ἀλλὰ φίλος καὶ εὔνους, τῶν καὶ εἰς τὰ μάλιστά σοι συνηδομένων, καὶ πείθεσθαί σε δεῖ. ἂν δὲ προειληφὼς ᾖς τῷ γεγαμηκέναι αὐτός, λέγε ὅτι καὶ αὐτὸς ἔμπειρός εἰμι τῶν τοιούτων ἀγώνων, καὶ οὐχ ᾑρέθην οὐδ’ ἡττήθην, ἀλλ’ εἰ προὔκειτο στέφανος, ἐγὼ ἂν ἀπηνεγκάμην, ἄριστα διαθλήσας τότε. |
| 408 | ἂν δὲ ἀλλότριος τυγχάνῃ, πάλιν καὶ τοῦτο διαιρήσεις· ἐὰν μὲν γὰρ νέος πρὸς νέον, ἐρεῖς τὸ Ὁμηρικὸν ἐκεῖνο ἄλκιμος ἔσς’ ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ· ἐὰν δὲ προεληλυθὼς τὴν ἡλικίαν, μὴ δοῦναι ὑπόνοιαν τοῖς παροῦσι περὶ σαυτοῦ ὡς ἀσθενοῦς. προσθήσεις δ’ ὡς ἵνα καὶ παῖδας φυτεύσητε τῇ πατρίδι λόγοις ἐνακμάσοντας, φιλοτιμίαις, ἐπιδόσεσι. προσθήσεις δέ που καὶ ἀπὸ τοῦ καιροῦ τι· εἰ μὲν γὰρ εἴη ἔαρ, ὅτι ἀηδόνες καὶ χελιδόνες ὑμᾶς καταμουσίζουσαι καὶ κατακηλοῦσαι νῦν μὲν εἰς ὕπνον καθέλκουσι, νῦν δὲ πάλιν ὑπὸ τὴν αὐγὴν τερετίζουσαι ἀναστήσουσι μεμυημένους, καὶ ὅτι νῦν ἡ γῆ ἄνθεσι καλλωπίζεται καὶ ὡραΐζεται τοῖς βλαστήμασιν, ὥσπερ καὶ ὑμεῖς ἐν ὥρᾳ καὶ ἀκμῇ τοῦ κάλλους τυγχάνετε, καὶ δένδρα δένδρεσιν ἐπιμίγνυται, ἵνα τοῦτο γένηται τελετὴ καὶ γάμος. ἐὰν δὲ μετόπωρον, ὅτι καὶ νῦν οὐρανὸς γαμεῖ τὴν γῆν ὄμβροις ἐπάρδων, ἵνα μετὰ μικρὸν ἐκφύσῃ καὶ κοσμήσῃ αὑτὴν δένδροις τε καὶ βλαστήμασι. ἂν δὲ χειμών, ὅτι συνάγει ἡμᾶς εἰς θαλάμους καὶ οἰκουρεῖν ἀναγκάζει, καὶ ταῖς νύμφαις τοὺς νυμφίους συμπλέκεσθαι, καὶ πάντα ἐν θαλάμοις εἶναι πείθει, τὰς ἀνάγκας ἡμῖν καὶ φόβους ἐκ τῆς σφοδρότητος τῶν ἀέρων ἐπάγων καὶ ὥσπερ ἀναγκάζων γαμεῖν. ἐὰν δὲ θέρος, ὅτι νῦν μὲν τὰ λήϊα κομᾷ τοῖς ἀστάχυσι καὶ ἡμερίδες τοῖς βότρυσι καὶ 〈ἀκρόδρυα〉 τοῖς ὡραίοις, καὶ κατάκομα τῶν δένδρων ἄλση καὶ γεωργία πᾶσα. εἶτα προσθήσεις, οἵας μὲν εὐχὰς εὔξονται ὑπὲρ ὑμῶν οἱ πατέρες, οἷα δὲ ηὔξαντο ταύτην ἐπιδεῖν τὴν ἡμέραν· πληροῦτε οὖν αὐτῶν τὸν πόθον, πληροῦτε τοῦ γένους τὰς ἐλπίδας. προσθήσεις δέ τι καὶ ἀπὸ ἱστορίας περὶ γάμου καὶ συμπλοκῆς, εἰ ἔχοις τινὰς †νεανίας† εἰπεῖν ἢ καὶ δένδρων ἔρωτας. ἐρεῖς τι καὶ περὶ Διονύσου, ὅτι καλὸς πρὸς γάμους ὁ θεός, ἀλκῆς ἐμπιπλῶν, θάρσους πληρῶν, εὐτολμίαν διδούς· καὶ γὰρ αὐτὸς οὐκ ὀκνηρός, ἀλλ’ εὔτολμος περὶ γάμους ὁ θεός. |
| 409 | “οὕτω καὶ Αἰακὸς Αἴγιναν τὴν Ἀσώπου κατενύμφευσεν, οὕτω καὶ Πηλεὺς τὴν Θέτιν, καὶ ὁ Ζεὺς τὴν Λήδαν, οὕτω καὶ Τηλέμαχος Πολυκάστην τὴν Νέστορος, οὕτω καὶ τὴν Ἀφροδίτην Ἀγχίσης ὁ βασιλεὺς τῆς περὶ τὸ Ἴλιον χώρας.” ἐρεῖς τι καὶ πρὸς τοὺς ἀκούοντας, ὅτι ἕως αὐτοὶ τελοῦσι τὰ ὄργια τοῦ γάμου καὶ τελοῦνται, ἡμεῖς ῥόδοις καὶ ἴοις στεφανωσάμενοι καὶ λαμπάδας ἀνάψαντες περὶ τὸν θάλαμον παίξωμεν καὶ χορείαν στησώμεθα, καὶ τὸν ὑμέναιον ἐπιβοώμεθα, τὸ δάπεδον πλήττοντες τοῖς ποσίν, ἐπικροτοῦντες τὼ χεῖρε, ἐστεφανωμένοι πάντες· καὶ ὅσα προσέοικε τῇ τοιαύτῃ ὕλῃ προσάψεις. εἴρηνται δ’ ἀφορμαὶ πλείους ἢ πρὸς ἓν σύνταγμα, ἵνα ᾖ σοι διαφόρως χρήσασθαι ἐν πλείοσιν ὑποθέσεσιν· οὐ γὰρ ἅμα πάντα ἐρεῖς, ἀλλ’ ἀρκέσει σοι ἓν καὶ δεύτερον τῶν εἰρημένων. ὁδοποιήσει δέ σοι καὶ τὰ λοιπὰ ἡ θεωρία καὶ ἀναστρέψεις τὰ πολλάκις ῥηθέντα, οἷον τὰ πρῶτα τελευταῖα ποιήσεις, καὶ τὰ τελευταῖα πρῶτα, καὶ ὅλως ἡ ἐξαλλαγὴ καὶ ἡ καινοτομία δόξαν παρέξει σοι τοῦ μὴ ταὐτὰ λέγειν· ἔστι γὰρ οὐκ ἀποδεδειγμένη διαίρεσις περὶ τοῦ τοιούτου εἴδους τοῦ λόγου, ἡμεῖς δὲ τὴν εἰρημένην ἐπινενοήκαμεν, ἣν οὐ πάντως φυλάττειν ἀναγκαῖον, διὰ τὸ μηδένα ὁμότεχνον τὰ τοιαῦτα ὁρίζειν· ὡς ἐμὲ γοῦν εἰδέναι οὐδέπω μέχρι καὶ τήμερον διαίρεσις ἐπεδείχθη τοιούτου λόγου. εἴ τι δὲ δεῖ στοχασάμενον τοῦ πρέποντος καὶ ἐγγὺς γενόμενον τοῦ δοκοῦντος εὖ ἔχειν εἰπεῖν, καλῶς ἂν ἔχοι προοιμιάζεσθαι μὲν οὐ μακρῷ προοιμίῳ, ἢ ἀπὸ τῶν παρόντων ὡς οὐ καλῶς ἐπέχοιεν ἔτι τὸν νεανίαν, ἢ ἀπὸ τοῦ νεανίσκου ὡς οὐκ ὀρθῶς ῥᾳθυμοῦντος τῆς ἀγωνίας, ἢ ἀπ’ αὐτοῦ τοῦ λέγοντος, ὅτι συμβουλήν τινα ἥκω φέρων τῷ νεανίᾳ εἰς μέσον πεφροντικὼς ὑπὲρ αὐτοῦ καὶ σπουδάζων αὐτὸν καλὸν ἐν ὑμῖν ὀφθῆναι. |
| 410 | ἔσται δ’ οὐκ ἐγκατάσκευον τὸ προοίμιον, ἀλλ’ ἀφελὲς καὶ ἁπλοῦν. ἔστι δ’ ὅτε καὶ ἀπ’ αὐτοῦ τοῦ πράγματος ληφθήσεται ἡ ἔννοια· τίνος ἕνεκεν ἡμῖν ἡ σύνοδος γέγονεν αὕτη; γάμου τοῦ νεανίου δηλονότι καὶ τελετῆς ἐρωτικῆς· τί οὖν οὐκ ἤδη τὸ πρᾶγμα τελεῖται, ἐφ’ ᾧ δὴ καὶ συνεληλύθαμεν, συνησθησόμενοι τοῖς γινομένοις; εἶτα μετὰ τὸ προοίμιον ἥξεις ἐπὶ τὴν τοῦ νεανίσκου προτροπήν· ᾔδειν σε ἐν τῷ πρὸ τούτου χρόνῳ οὐδενὸς δεύτερον, ᾔδειν τὰς ἀρετὰς ἐν κυνηγεσίοις, ἐν παλαίστραις· ταύτην ἐπίδειξαί μοι τὴν ῥώμην καὶ τὴν ἀλκὴν ἐπὶ τοῦ παρόντος, μηδένα τῶν παρόντων ὡς ὀνειδίζειν μέλλοντα φυλασσόμενος· γάμου γὰρ παῖδες ἅπαντες, καὶ οἱ μὲν ἐτελέσθησαν, οἱ δὲ μέλλουσιν, οἱ δὲ εὔχονται. εἶτα παρακαλέσεις καὶ τοὺς ἀκροατὰς συμπροτρέψασθαι καὶ ἑκόντα καὶ ἄκοντα παραπέμπειν ἐπὶ τὸν θάλαμον. μετὰ ταῦτα ἥξεις ἐπὶ τὸν καιρὸν καὶ τὴν ἑσπέραν, ἐν ᾧ διασκευάσεις καὶ διαγράψεις τὰ κάλλη τῆς νυκτός, τοὺς ἀστέρας, τὰ φέγγη τούτων, τὸν Ὠρίωνα, καὶ προσθήσεις ὅτι, ὥσπερ ἑκάστη τελετὴ καιρὸν οἰκεῖον καὶ ἐπιτήδειον ἔχει, οὕτω καὶ ὁ γάμος γέρας εἴληφε τὴν νύκτα παρὰ τῶν θεῶν. Πύθια μὲν γὰρ καὶ Ὀλύμπια καθ’ ἡμέραν τελεῖται, 〈τὰ〉 Βάκχου δὲ καὶ Ἀφροδίτης νυκτός· ἔρωτι γὰρ καὶ γάμῳ καὶ ὑμεναίῳ καθιέρωται νύξ. εἶτα ἀπὸ τοῦ παρελθόντος προτρέψῃ χρόνου λέγων· ἀναμνήσθητι τῆς μνηστείας, ἐν ὅσῳ χρόνῳ γέγονεν, ἐν ὅσοις ἔτεσι μόλις ὑμῖν κατωρθώθη, καὶ ὅτι ἐπένευσαν [ἡμῖν] οἱ πατέρες τῆς κόρης ὀψέ ποτε· εἶτα ταύτην ἔχων παρὰ σαυτῷ ῥᾳθυμεῖς, ὥσπερ ἐπιλελησμένος; μετὰ ταῦτα καὶ ἀπὸ τῆς ὥρας τοῦ ἔτους ἐπιχειρήσεις [ἔαρος, μετοπώρου, χειμῶνος, θέρους] ὡς ἤδη προείρηται [ἀπὸ τῶν περὶ ἕκαστον καιρὸν ἐξαιρέτων, ὡς ὑποδέδεικται ἤδη]. |
| 411 | καιρὸν ἔχεις μετὰ ταῦτα καὶ ἱστοριῶν μεμνῆσθαι, ἐν αἷς ἕτεροι φαίνονται συναφθέντες γάμοις θεοὶ καὶ ἡμίθεοι καὶ στρατηγῶν οἱ ἄριστοι καὶ ἀριστέων οἱ ἐπιφανέστατοι. ἐπὶ τούτοις μνημονεύσεις καὶ τοῦ κάλλους τῆς κόρης καὶ τοῦ κάλλους τοῦ θαλάμου καὶ τῶν παστάδων. καὶ τῶν θεῶν δ’ οὐκ ἀμελήσεις τῶν περὶ τὸν θάλαμον ὡς συνεργούντων καὶ συλλαμβανομένων τῷ μέλλοντι νυμφεύειν· καὶ καθ’ ἡδονὴν δὲ θεοῖς ὁ γάμος. ἐν ᾧ καὶ θέσιν βραχεῖαν ἐρεῖς, ὅτι βουληθέντες αὐξάνεσθαι τῶν ἀνθρώπων τὸ γένος γάμον ἐπενόησαν καὶ μίξεις σώφρονας, καὶ εἰκὸς παρεῖναι τοὺς αὐτὰ νομοθετήσαντας, Ἀφροδίτην, ἔρωτας, ὑμεναίους, γάμους. εἶτα ἀπὸ τῆς ἐκβάσεως ἐπιχειρήσεις· τί οὖν τὸ ἀπὸ τοῦ γάμου κέρδος; ὁμόνοια οἴκου καὶ περιουσίας σωτηρία καὶ αὔξησις, καὶ τὸ μέγιστον παίδων γένεσις διαδόχων τοῦ γένους, φιλοτιμησομένων πατρίδι, διαθησόντων ἀγῶνας. εἶτα εὐχὴν ἐπιθήσεις τοῖς εἰρημένοις, αὐτὸς αἰτῶν αὐτοῖς παρὰ τῶν κρειττόνων συζυγίαν ἡδίστην, εὐδαιμονίαν, βίον ἐπέραστον, παίδων γενέσεις καὶ ὅσα προείρηται. πειράσεις δὲ καὶ συντόμως ἅπαντα προαγαγεῖν ταῦτα πανταχοῦ τῆς χάριτος μόνον καὶ τῆς ὥρας φροντίζων. παραγίνεται δὲ χάρις καὶ ὥρα τῷ λόγῳ οὐκ ἐκ τῶν ἱστοριῶν μόνον καὶ ἐκ τοῦ διηγήματος, ἀλλ’ ἐκ τῆς ἀφελείας καὶ ἁπλότητος τοῦ ἤθους τοῦ λέγοντος. ἀκατάσκευον γὰρ τὸν λόγον εἶναι δεῖ καὶ τὰ πολλὰ ἀσύνδετον, οὐ κώλοις οὐδὲ περιόδοις συγκείμενον, ἀλλὰ συγγραφικώτερον, οἷόν ἐστι καὶ τὸ τῆς λαλιᾶς εἶδος. γένοιτο δ’ ἂν καὶ ἀπὸ λέξεως ἐπιτετηδευμένης καὶ κεκαλλωπισμένης χάρις ἐν λόγῳ, οἵα ἐστὶν ἡ Πλάτωνος καὶ Ξενοφῶντος καὶ τῶν νεωτέρων, Δίωνος καὶ Φιλοστράτου καὶ τῶν σοφιστῶν ὅσοι καὶ συντιθέναι τὸ συγγραφικὸν εἶδος ἔδοξαν χαριέντως. |
| 412 | ΠΕΡΙ ΓΕΝΕΘΛΙΑΚΟΥ Ὁ γενεθλιακὸς λόγος διαιρεῖται οὕτως. πρῶτον μὲν ἐρεῖς προοίμια, μετὰ τὰ προοίμια τὴν ἡμέραν ἐπαινέσεις καθ’ ἣν ἐτέχθη ὁ ἐπαινούμενος, καὶ εἰ μὲν ἐν ἱερομηνίᾳ ἢ ἄλλῃ τινὶ πανηγύρει, ἐρεῖς ἐγκώμιον ἀπὸ τῶν τῆς ἡμέρας, ὅτι ἐν ἱερομηνίᾳ ἐτέχθη, ὅτι ἐν πανηγύρει· εἰ δὲ μηδὲν ἔχοις εἰπεῖν τοιοῦτον, ἐπαινέσεις τὴν ἡμέραν ἀπὸ 〈τοῦ〉 καιροῦ, ὅτι θέρους ὄντος ἐτέχθη, ὅτι ἔαρος ἢ χειμῶνος ἢ μετοπώρου, εἰ οὕτω τύχοι, καὶ ἐρεῖς τοῦ καιροῦ τὰ ἐξαίρετα. μετὰ τὸν τῆς ἡμέρας ἔπαινον ἐπὶ τὸ ἐγκώμιον ἥξεις αὐτοῦ τοῦ γένους, εἶτα τῆς γενέσεως, εἶτα τῆς ἀνατροφῆς, εἶτα τῶν ἐπιτηδευμάτων, εἶτα τῶν πράξεων. ἐρεῖς δὲ καθ’ ἕκαστον τῶν κεφαλαίων, ὡς ἤδη φθάσαντες πολλάκις εἰρήκαμεν, σύγκρισιν, εἶτα μετὰ τὸ καθ’ ἕκαστον τῶν κεφαλαίων ἰδίαν σύγκρισιν ἐργάσασθαι ἐρεῖς τελευταῖον σύγκρισιν πρὸς ὅλην τὴν ὑπόθεσιν. μετὰ ταῦτα πάλιν ἐπαίνει τὴν ἡμέραν οὕτως· ὢ πανευδαίμονος ἡμέρας ἐκείνης καθ’ ἣν ἐτίκτετο, ὢ μητρὸς ὠδῖνες εὐτυχῶς ἐπὶ τοῦτο λυθεῖσαι. †πρότερον† ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς. ἐὰν δὲ κομιδῇ τινος νέου γενεθλιακὸν μέλλῃς λέγειν, ἐρεῖς ὅτι τοῦτο αὐτὸ τοῦ νέου τὸ μέγιστον, ὅτι τοὺς λόγους ἐφ’ ἑαυτὸν ἤδη κεκίνηκεν, εἶτα μετὰ τὰ προοίμια τὴν ἡμέραν ἐγκωμιάσεις, καθ’ ἣν ἐτέχθη, τῇ μεταχειρίσει τῇ προειρημένῃ χρώμενος. μετὰ ταῦτα τὸ γένος ἐρεῖς, εἶτα τὴν γένεσιν, εἶτα τὴν φύσιν· ἐπεὶ δὲ οὐδὲν ἔχεις ἕτερον παρὰ ταῦτα εἰπεῖν [τοῦ νέου] (νέος γὰρ ὢν οὐδέπω πράξεις ἐπεδείξατο), ἐρεῖς ἐκ μεθόδου ἐγκωμιάζων οὕτω· τοῦτο δὴ τεκμαιρόμενος περὶ τῶν μελλόντων μαντεύομαι, ὅτι παιδείας εἰς ἄκρον ἥξει καὶ ἀρετῆς, ὅτι φιλοτιμήσεται πόλεσιν, ἀγῶνας διαθήσει, κοσμήσει πανηγύρεις, καὶ τὰ τοιαῦτα. |
| 413 | ΠΕΡΙ ΠΑΡΑΜΥΘΗΤΙΚΟΥ Παραμυθητικὸν δὲ ὁ λέγων ὀδύρεται μὲν καὶ αὐτὸς τὸν πεπτωκότα καὶ ἐπὶ μέγεθος ἐγείρει τὴν συμφοράν, αὔξων ὡς οἷόν τέ ἐστι τῷ λόγῳ τὸ πάθος ἐκ τῶν ἀφορμῶν ὧν εἴπομεν περὶ μονῳδίας· χρὴ δὲ εἰδέναι ὅτι συνίσταται ἡ μονῳδία ἐκ τῶν ἐγκωμιαστικῶν [γένους, φύσεως, ἀνατροφῆς, παιδείας, ἐπιτηδευμάτων, πράξεων]. οὐ μὴν φυλάξει τὴν ἀκολουθίαν τῶν ἐγκωμίων διὰ τὸ μηδ’ ἑαυτοῦ δοκεῖν εἶναι τὸν λέγοντα, ἀλλ’ ἐξεστηκέναι ὑπὸ τοῦ πάθους. τὰ δὲ ἐγκώμια διαιρήσεις κατὰ τοὺς τρεῖς χρόνους, ὡς προείρηται· ὁ μέντοι γε παραμυθούμενος ἐπιχειρήσας ἐκ τούτων ἐν τῷ πρώτῳ μέρει τοῦ λόγου, οἷον ὅτι νέος ὢν (ἂν οὕτω τύχῃ) παρ’ ἡλικίαν πέπτωκεν, οὐχ ὡς ἂν εὔξαιτό τις, καὶ γένος ἐστέρησεν τῆς ἐλπίδος καὶ γονέας καὶ πατρίδα· οὐ γὰρ ἦν ὁ τυχών, ἀλλὰ τοῖος καὶ τοῖος· διὸ οὐδὲ μέμφομαι ποθοῦντας καὶ ζητοῦντας τοιοῦτον. καὶ τὸν ἐπ’ αὐτῷ θρῆνον αὐξήσας, ὡς ἐνδέχεται, ἐπὶ δεύτερον ἥξει μέρος τοῦ λόγου τὸ παραμυθητικόν, ἄρξεται δὲ οὕτω πως· θαυμάζω δὲ εἰ μὴ ἐπελήλυθεν ὑμῖν, ὦ παρόντες γονεῖς, ἐννοεῖν, ἅ φησιν ἄριστος ποιητὴς Εὐριπίδης, ἄξιος ὡς ἀληθῶς Μουσῶν νομίζεσθαι τρόφιμος· χρὴ γὰρ τὸν μὲν φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά· τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας, εὐφημοῦντας ἐκπέμπειν δόμων. οὐ θήσεις δὲ ἐξ ἅπαντος τὰ ἰαμβεῖα διὰ τὸ εἶναι αὐτὰ συνήθη τοῖς πολλοῖς καὶ γνώριμα, ἀλλὰ παρῳδήσεις μᾶλλον· καὶ ὅσα Ἡροδότῳ περὶ Κλεόβιδος καὶ Βίτωνος εἴρηται. |
| 414 | καὶ φιλοσοφῆσαι δὲ ἐπὶ τούτοις οὐκ ἀπειρόκαλον καθόλου περὶ φύσεως ἀνθρωπίνης, ὅτι τὸ θεῖον κατέκρινε τῶν ἀνθρώπων τὸν θάνατον, καὶ ὅτι πέρας ἐστὶν ἅπασιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος, καὶ ὅτι ἥρωες καὶ θεῶν παῖδες οὐ διέφυγον. ἐν ᾧ καὶ καιρὸν ἔχεις θεῖναι καὶ διηγήματα, καὶ ὅτι πόλεις ἀπόλλυνται, καὶ ἔθνη ἐστὶν ἃ παντάπασιν ἐξέλιπεν, καὶ ὅτι βελτίων ἐστὶ τάχα ἡ μετάστασις τοῦ τῇδε βίου, ἀπαλλάττουσα πραγμάτων [ἀδίκων], πλεονεξίας, ἀδίκου τύχης· οἷον γὰρ τὸ πλεῖον τὸ πράγμασιν ἀνθρωπίνοις συμπλέκεσθαι, νόσοις, φροντίσι. ἐρεῖς δὲ μετὰ ταῦτα ὅτι εἰ μὲν κέρδος τὸ βιοῦν, ἱκανῶς ἀπολέλαυκε, καὶ λέξεις ἃ σύνοιδας περὶ αὐτοῦ· ὤφθη μὲν ἐν λόγοις (εἰ οὕτω τύχοι), ἐν πολιτείαις· εἰ δὲ ἀτύχημα, τύχης τὸ πίπτειν ἐνθάδε, ἐξέφυγεν ἀνιαρὰ τοῦ βίου· εἶτα ὅτι πείθομαι τὸν μεταστάντα τὸ Ἠλύσιον πεδίον οἰκεῖν, ὅπου Ῥαδάμανθυς, ὅπου Μενέλεως, ὅπου παῖς ὁ Πηλέως καὶ Θέτιδος, ὅπου Μέμνων· καὶ τάχα που μᾶλλον μετὰ τῶν θεῶν διαιτᾶται νῦν, περιπολεῖ τὸν αἰθέρα καὶ ἐπισκοπεῖ τὰ τῇδε· καὶ τάχα που καὶ μέμφεται τοῖς θρηνοῦσι· συγγενὴς γὰρ οὖσα τοῦ θείου ἡ ψυχὴ κἀκεῖθεν κατιοῦσα σπεύδει πάλιν ἄνω πρὸς τὸ συγγενές· οὕτω καὶ τὴν Ἑλένην, οὕτω καὶ τοὺς Διοσκούρους καὶ τὸν Ἡρακλέα λέγουσιν συμπολιτεύεσθαι μετὰ τῶν θεῶν· ὑμνῶμεν οὖν αὐτὸν ὡς ἥρωα, μᾶλλον δὲ ὡς θεὸν αὐτὸν μακαρίσωμεν, εἰκόνας γράψωμεν, ἱλασκώμεθα ὡς δαίμονα. ἔστω δὲ σύμμετρον καὶ τούτου τοῦ λόγου τὸ μῆκος. γνωστέον δὲ ὅτι καὶ συντόνῳ λόγῳ παραμυθεῖσθαι δυνατὸν καὶ συγγραφικῷ πάλιν, ὡς ἄν τις βούληται. ΠΕΡΙ ΠΡΟΣΦΩΝΗΤΙΚΟΥ Ὁ προσφωνητικὸς λόγος ἐστὶν εὔφημος εἰς ἄρχοντας λεγόμενος ὑπό τινος, τῇ δὲ ἐργασίᾳ ἐγκώμιον, οὐ μὴν τέλειον· οὐ γὰρ ἔχει πάντα τὰ τοῦ ἐγκωμίου, ἀλλὰ κυρίως ὁ προσφωνητικὸς γίνεται, ὅταν ἐξ αὐτῶν τῶν πραττομένων ὑπ’ αὐτοῦ πράξεων ὁ λόγος τὴν αὔξησιν λαμβάνῃ. |
| 415 | διαιρεῖται δὲ οὕτως. μετὰ τὰ προοίμια ἥξεις ἐπὶ τὸν τῶν βασιλέων ἔπαινον, καὶ τοῦτον ἐρεῖς διὰ πάνυ βραχέων διαιρῶν αὐτὸν δίχα εἰς τὰ κατὰ πόλεμόν τε καὶ εἰρήνην, οὐκ ἐνδιατρίψεις δὲ διότι οὐ τέλειόν ἐστι βασιλέων ἐγκώμιον· αὐξήσεως γὰρ ἕνεκα παραλαμβάνεται ἐν τῷ προσφωνητικῷ τῶν ἐπαίνων τοῦ ἄρχοντος. ἀπὸ δὲ τοῦ λόγου τοῦ κατὰ τοὺς βασιλέας ἥξεις ἀκολούθως ἐπὶ τοῦ προσφωνουμένου ἔπαινον, λέγων ὅτι τά τε ἄλλα θαυμάσιοι οἱ βασιλεῖς καὶ ἐν ταῖς τῶν ἀρχόντων αἱρέσεσιν· οἷον γὰρ ἡμῖν νῦν τοῦτον τὸν γεννάδαν κατέπεμψαν ἐπὶ σωτηρίᾳ τοῦ γένους. καὶ εὐθέως ἐπαινέσεις μάλιστα μέν, ὡς ἔφην, ἀπὸ τῶν πράξεων, οὕτω γὰρ ἄμεινον, εἰ δ’ ἄρα φιλότιμον καὶ σφόδρα ἔνδοξον εἴη τὸ γένος, μνημονεύσεις διὰ βραχέων καὶ γένους, εἶθ’ οὕτω τῶν πράξεων, καὶ μάλιστα μὲν ἀπὸ τοῦ παρόντος χρόνου καὶ τῆς παρούσης ἀρχῆς τῶν ἐν χερσί· μνημονεύσεις δὲ καί, ἂν τύχῃ ἄρξας ἑτέραν ἀρχὴν καὶ ἐνδόξους ἔχῃ τὰς πράξεις, τῶν τότε πράξεων. ὑπομεριεῖς δὲ τὸν ἐπὶ ταῖς πράξεσιν ἔπαινον εἰς τέσσαρας ἀρετάς, φρόνησιν, δικαιοσύνην, σωφροσύνην, ἀνδρείαν· καὶ ἐν μὲν τῇ φρονήσει τὴν ἐμπειρίαν τῶν νόμων, τὴν παίδευσιν ἐπαινέσεις, τὸ προορᾶσθαι τὰ μέλλοντα, τὸ περὶ τῶν παρόντων ἀκριβῶς βουλεύεσθαι δύνασθαι, τὸ βασιλεῦσιν ἀντιγράφειν περὶ ὧν ἂν ἐπιστέλλωσιν οὕτως ὥστε ἐκείνους ἐπαινεῖν καὶ θαυμάζειν, τὸ διελέγχειν τοὺς ῥήτορας, τὸ γινώσκειν ἐκ προοιμίων τὴν ὅλην διάνοιαν τῆς ὑποθέσεως. ἐν ᾧ καὶ καιρὸν ἕξεις Δημοσθένους μνήμην καὶ Νέστορος καὶ νομοθετῶν ἀρίστων ποιεῖσθαι· τεχνικὸν γὰρ καθ’ ἕκαστον μέρος ἀρετῆς καὶ συγκρίσεις οἰκείας παραλαμβάνειν, ἵνα ὁ λόγος δι’ αὐτῶν πλείους τὰς αὐξήσεις λαμβάνῃ. |
| 416 | ἐν δὲ τῇ δικαιοσύνῃ πάλιν ἐρεῖς τὴν πρὸς τοὺς ὑπηκόους φιλανθρωπίαν, τὸ ἥμερον τοῦ τρόπου, τὸ ὁμιλητικὸν πρὸς τοὺς προσιόντας, τὸ καθαρὸν ἐν ταῖς δίκαις καὶ ἀδωροδόκητον, τὸ μὴ πρὸς χάριν μηδὲ πρὸς ἀπέχθειαν κρίνειν τὰς δίκας, τὸ μὴ προτιμᾶν τοὺς εὐπόρους τῶν ἀδυνάτων, τὸ πόλεις ἐγείρειν· ἐν ᾧ μέρει καὶ Ἀριστείδης ἔστω καὶ Φωκίων καὶ εἴ τις Ῥωμαίων ἐξ ἱστορίας λαμπρὸς ἐκ δικαιοσύνης. οὐχ ἁπλῶς δὲ ἐρεῖς τὰς ἀρετάς, ὅτι δίκαιος, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἐπιχειρήσεις πάλιν, ὅτι οὐκ ἄδικος, οὐκ ὀργίλος, οὐ δυσπρόσοδος, οὐ χάριτι κρίνων, οὐ δωροδέκτης· πέφυκε γὰρ ὁ λόγος αὔξησιν λαμβάνειν ὅταν καὶ τὰς κακίας ἐξαιρῇς καὶ τὰς ἀρετὰς αὔξειν ἐθέλῃς. μετὰ ταύτην ἥξεις ἐπὶ τὴν σωφροσύνην, ἐν δὲ ταύτῃ πάλιν ἐρεῖς τὴν περὶ τὰς ἡδονάς, τὴν περὶ γέλωτα ἐγκράτειαν. ἐνταῦθα Διομήδης ἔχει καιρὸν πρὸς τὴν σύγκρισιν ὁ τιτρώσκων τὴν Ἀφροδίτην διὰ σωφροσύνην· μόνος γὰρ ἀνάλωτος τῶν Ἀφροδίτης παθῶν. καὶ Ἱππόλυτος δ’ ἔστω· καὶ γὰρ καὶ οὗτος σώφρων ὑπείληπται. τὴν δὲ ἀνδρείαν θαυμάσεις ἀπὸ τῆς πρὸς τοὺς βασιλέας παρρησίας, ἀπὸ τῆς ὑπὲρ τῶν ὑπηκόων πρὸς τὰ λυποῦντα μάχης, ἀπὸ τοῦ μὴ ὀκλάζειν μηδὲ ἐνδιδόναι πρὸς φόβους, ἐν ᾧ καὶ οἱ Αἴαντες καὶ Περικλῆς καὶ Ἀλκιβιάδης καὶ εἴ τις τοιοῦτος. οὐκ ἐνδιατρίψεις δὲ τούτοις οὐδὲ ἐπεξελεύσῃ ἀκριβῶς ἅπασι (τοῦτο γὰρ ἐγκωμίου τελείου), ἀλλὰ γέγραπται μὲν ἐνθάδε ὑφ’ ἡμῶν καὶ εἴρηται, ἵνα μηδὲν παραλιπεῖν δοκῶμεν ἀλλ’ ἔχῃς εὐπορίαν πανταχόθεν· χρήσῃ δὲ τοῖς κατεπείγουσιν· ἔστι γὰρ ὁ προσφωνητικὸς ἐγκωμίου εἰκών, ἀκροθιγῶς τῶν ἐγκωμιαστικῶν τόπων ἐφαπτόμενος, οὐκ ἐνδιατρίβων δ’ ὡς 〈ἐν〉 ἐγκωμίῳ τελείῳ, εἰ μή τις ἐθέλοι διὰ φιλοτιμίαν ὥσπερ τελείαν ὑπόθεσιν τὸν προσφωνητικὸν ἀπεργάζεσθαι. |
| 417 | Ἥξεις μετὰ τὰς ἀρετὰς ἐπὶ σύγκρισιν· ἄλλο γάρ ἐστι τὸ συγκρίνειν ἀθρόως, καὶ ἄλλο τὸ κατὰ μέρος. κατὰ μέρος μὲν γάρ ἐστι συγκρίνειν, οἷον ὅταν δικαιοσύνην συγκρίνωμεν δικαιοσύνῃ, φρόνησιν φρονήσει, ἀθρόως δέ, ὅταν ἀρχὴν ὅλην πρὸς ὅλην ἀρχήν. ἐρεῖς δ’ ὡς Ὅμηρος πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων. οἷον πολλοὶ πολλάκις γεγόνασιν ἄρχοντες καλοὶ κἀγαθοί, οἱ μὲν ἐπὶ τῆς Ἀσίας, οἱ δὲ ἐπὶ τῆς Εὐρώπης, ἐπαινετοὶ μὲν κἀκεῖνοι καὶ οὐδενὸς τῶν εἰς ἀρετὴν ἐνδεεῖς, ἀλλὰ σοῦ βελτίων οὐδείς· ὑπερβέβηκας γὰρ ἀθρόως ἅπαντας. εἶτα ἐπίλογον ἐπὶ τούτοις ἐργάσῃ. (πρὸ δὲ τοῦ ἐπιλόγου ἐὰν τὴν πόλιν, ἐν ᾗ καὶ ὁ λόγος, βουληθῇς ἐπαινέσαι—οὐ γὰρ ἀεὶ τοῦτο ποιήσεις, πλὴν εἰ βούλοιο—ἐρεῖς τι καὶ περὶ αὐτῆς ὧδέ πως, ὅτι λαμπρὰ μὲν ἡ πόλις ἡμῖν ἄνωθεν λιμένων κατασκευαῖς καὶ οἰκοδομημάτων κάλλεσι καὶ ἀέρων εὐκρασίαις καὶ τείχεσι, σὺ δ’ αὐτὴν περιβλεπτοτέραν ἀπειργάσω.) οἱ δὲ ἐπίλογοι ἕξουσιν ἄλλα τοιαῦτα· ἀναθῶμεν τοῦτο τὸ ξίφος μὴ Ἄρεϊ μηδὲ Δειμῷ μηδὲ Φόβῳ, τοῖς Ἄρεος παισίν, ἀλλὰ Δίκῃ καὶ Θέμιδι ἀνάθημα καθαρὸν φόνων, καὶ εὐαγεῖς χοροὺς ἱστάτωσαν αἱ πόλεις, ᾀδέτωσαν, εὐφημείτωσαν, ψηφίσματα γράφωμεν πρὸς βασιλέας, ἐπαινοῦντες θαυμάζοντες αἰτοῦντες χρόνους εἰς ἀρχὴν πλείονας, πέμπωμεν εἰκόνας εἰς Δελφούς, εἰς Ὀλυμπίαν, Ἀθήναζε, πρῶτον πληρώσαντες τὰς πόλεις τὰς ἡμετέρας· γραφέσθω δὲ νῦν περὶ αὑτὸν ἔχων κύκλῳ τὸ γένος τῶν ὑπηκόων, εὐφημοῦντας ἅπαντας, ἐπικροτοῦντας, προηγείσθωσαν 〈ἐν〉 τῷ πίνακι καὶ πόλεις ἐν γυναικῶν σχήματι, φαιδραὶ καὶ γεγηθυῖαι. |
| 418 | καὶ ὅσα ἐνδέχεται ἀπὸ τῶν πραγμάτων τούτοις προσθήσεις. ΠΕΡΙ ΕΠΙΤΑΦΙΟΥ Λέγεται μὲν παρ’ Ἀθηναίοις ἐπιτάφιος ὁ καθ’ ἕκαστον ἐνιαυτὸν ἐπὶ τοῖς πεπτωκόσιν ἐν τοῖς πολέμοις λεγόμενος λόγος, εἴληφε δὲ τὴν προσηγορίαν οὐδαμόθεν ἄλλοθεν ἢ ἀπὸ τοῦ λέγεσθαι ἐπ’ αὐτῷ τῷ σήματι, οἷοί εἰσιν οἱ τρεῖς Ἀριστείδου λόγοι· οἵους γὰρ ἂν εἶπεν ὁ πολέμαρχος, ἐπειδὴ καὶ τούτῳ τὸ τῆς τιμῆς ταύτης ἀποδέδοται παρ’ Ἀθηναίοις, τοιούτους ὁ σοφιστὴς συνέταξεν. ἐκνενίκηκε δὲ διὰ τὸ χρόνον πολὺν παρεληλυθέναι ἐγκώμιον γενέσθαι· τίς γὰρ ἂν ἔτι θρηνήσειε παρ’ Ἀθηναίοις τοὺς πρὸ πεντακοσίων ἐτῶν πεπτωκότας; Θουκυδίδης δὲ λέγων ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσιν ἐπὶ τοῖς Ῥειτοῖς κατ’ ἀρχὰς τοῦ Πελοποννησιακοῦ πολέμου οὐχ ἁπλῶς ἐγκώμιον μόνον εἶπε τῶν ἀνδρῶν, ἀλλὰ καὶ ἐπεσημήνατο ὅτι πεσεῖν ἐδύναντο· ἀλλὰ καὶ 〈τὸν〉 ἀπὸ τοῦ θρήνου τόπον ἐφυλάξατο διὰ τοῦ πολέμου τὴν χρείαν, οὐ γὰρ ἦν ῥήτορος 〈ποιεῖν〉 δακρύειν οὓς προετρέπετο πολεμεῖν· ἔθηκε δὲ τὸν ἀπὸ τῆς παραμυθίας τόπον. οὕτω καὶ Ἀριστείδης, εἴ ποτε ἔλεγε τούτους τοὺς λόγους ἐπὶ τοῖς προσφάτως πεσοῦσιν, ἐχρήσατο ἂν τοῖς τοῦ ἐπιταφίου κεφαλαίοις, ὅσα ἐστὶν αὐτῷ οἰκεῖα· νῦν δὲ χρόνος πολὺς παρεληλυθὼς οὐκέτι δίδωσι χώραν οὔτε θρήνοις οὔτε παραμυθίαις· λήθη τε γὰρ ἐγγέγονε τῷ χρόνῳ τοῦ πάθους, καὶ ὃν παραμυθησόμεθα οὐκ ἔχομεν· οὔτε γὰρ πατέρες ἐκείνων οὔτε τὸ γένος γνώριμον. ἄτοπον δὲ ὅλως εἰ καὶ γνώριμον τυγχάνοι, καὶ προσέτι ἄκαιρον τὸ μετὰ πολὺν χρόνον ἐγείρειν εἰς θρῆνον ἐθέλειν κεκοιμισμένης ἤδη τῷ χρόνῳ τῆς λύπης. |
| 419 | οὐκοῦν ὁ μετὰ χρόνον πολὺν λεγόμενος ἐπιτάφιος καθαρόν ἐστιν ἐγκώμιον, ὡς Ἰσοκράτους ὁ Εὐαγόρας. εἰ δὲ μὴ πάνυ μετὰ πολὺν λέγοιτο, ἀλλ’ ἑπτά που μηνῶν ἢ ὀκτὼ παρελθόντων, ἐγκώμιον μὲν λέγειν δεῖ, πρὸς δὲ τῷ τέλει χρῆσθαι τῷ παραμυθητικῷ κεφαλαίῳ οὐδὲν κωλύσει, πλὴν ἐὰν μὴ συγγενὴς ἐγγυτάτω τυγχάνῃ τοῦ τεθνεῶτος ὁ λέγων. τούτῳ γὰρ οὐδὲ μετ’ ἐνιαυτὸν δίδωσιν ἀνάπαυλαν τοῦ πάθους ἡ μνήμη· διόπερ οὗτος σώσει καὶ μετ’ ἐνιαυτὸν τοῦ παθητικοῦ λόγου τὸν χαρακτῆρα. Διαιρεθήσεται δὲ ὁ ἐπιτάφιος λόγος, ὁ παθητικός, ὁ ἐπὶ προσφάτῳ τῷ τεθνεῶτι λεγόμενος, τοῖς ἐγκωμιαστικοῖς κεφαλαίοις, πανταχοῦ ἐφεξῆς ἑκάστῳ τῶν κεφαλαίων παραμιγνυμένου τοῦ πάθους ἐκ μεταχειρίσεως οὕτως· ὢ πῶς συνοδύρωμαι τῷ γένει τὸ πάθος, ὢ τὴν ἐπιβολὴν τοῦ θρήνου πόθεν ποιήσομαι; ἀπὸ τοῦ γένους εἰ βούλεσθε πρῶτον· τοῦτο γὰρ αὐτὸ κρηπὶς τῶν ὅλων. οὐκοῦν ὅτι λαμπρὸν τοῦτο ἐρεῖς, καὶ τῶν ἐν τῇ πόλει μᾶλλον ἐνδοξότατον, ἀλλ’ ὥσπερ λαμπάδα ἡμμένην ἐν τῷ γένει τὸν πεπτωκότα τοῦτον δαίμων ἀπέσβεσε. χρὴ γὰρ τὰ κεφάλαια μὴ καθαρεύειν τῶν θρήνων, ἀλλὰ κἂν γένος λέγῃς, θρηνεῖν κατ’ ἀρχὰς τοῦ γένους τὸν πεπτωκότα καὶ μεσοῦντος τοῦ γένους καὶ τελευτῶντος, κἂν ἕτερόν τι κεφάλαιον. εἶτα μετὰ τὸ γένος τὰ περὶ τὴν γένεσιν αὐτοῦ ἐρεῖς· ὢ ματαίων μὲν ἐκείνων συμβόλων, ματαίων δὲ ὀνειράτων ἐπ’ ἐκείνῳ φανέντων ὅτε ἐτίκτετο, ὢ δυστυχοῦς μὲν τῆς ἐνεγκούσης, ὠδῖνος δὲ ἐπὶ τούτοις δυστυχεστέρας· †ὤδινε† γὰρ ἡ μήτηρ σύμβολα· ὁ δεῖνα δὲ προεφήτευσεν †αὐτὰ† κάλλιστα, τῶν δὲ οἰκείων καὶ τῶν φίλων εὔελπις ἦν ἕκαστος, ἔθυον δὲ θεοῖς γενεθλίοις, βωμοὶ δὲ ᾑμάττοντο, ἦγε δὲ πανήγυριν ὁ σύμπας οἶκος· δαίμων δέ, ὡς ἔοικεν, ἐπετώθασε τοῖς γινομένοις. |
| 420 | παρεδίδοτο δὲ τροφεῦσιν ὁ παῖς· κρείττους εἶχον ἐν τούτῳ τὰς ἐλπίδας οἱ τρέφοντες. ἀλλ’ οἴμοι τῶν κακῶν, καὶ γάρ τοι νῦν οὗτος ἀνήρπασται. ὁμοίως δὲ καὶ τοῖς λοιποῖς ἐπεξελεύσῃ κεφαλαίοις τοῖς ἐγκωμιαστικοῖς, αὔξων δὲ καὶ τὸν θρῆνον. δεῖ δήπου καὶ ἡπλωμένην 〈εἶναι τὴν〉 ἀπαγγελίαν τῶν θρήνων, ἵνα καὶ ἡ λαμπρότης τῶν προσώπων φαίνηται, ἐπιστρέφῃς δὲ τὸν ἀκροατὴν αὖθις ἐπὶ τὸν θρῆνον. καὶ ὕλη σοι γινέσθω τὰ ἐγκώμια τῶν θρήνων. ἐγκωμιάσεις δὲ ἀπὸ πάντων τῶν τόπων τῶν ἐγκωμιαστικῶν, γένους, γενέσεως, φύσεως, ἀνατροφῆς, παιδείας, ἐπιτηδευμάτων, τεμεῖς δὲ τὴν φύσιν δίχα, εἴς τε τὸ τοῦ σώματος κάλλος, ὅπερ πρῶτον ἐρεῖς, εἴς τε τὴν τῆς ψυχῆς εὐφυΐαν. πιστώσῃ δὲ τοῦτο διὰ τριῶν κεφαλαίων τῶν ἑξῆς, λέγω δὲ διὰ τῆς ἀνατροφῆς καὶ τῆς παιδείας καὶ τῶν ἐπιτηδευμάτων· ἐργαζόμενος γὰρ αὐτοῦ τὸ ἐγκώμιον διὰ τούτων ἑκάστου ἐρεῖς μὲν τὴν ἀνατροφήν, ὅτι ἐνέφηνε διὰ τούτων τῆς ψυχῆς τὴν εὐφυΐαν εὐθὺς τρεφόμενος καὶ ὀξύτητα—δευτέραν τιθεὶς ταύτην, 〈πρώτην〉 δὲ τὴν εὐφυΐαν—ἐρεῖς δὲ τὴν παιδείαν, ὅτι ἐδείκνυε καὶ ἐπὶ τούτῳ προσχεῖν τῶν ἡλίκων. διὰ δὲ τῶν ἐπιτηδευμάτων πιστώσῃ τὸ κεφάλαιον οὕτως, ὅτι δίκαιον παρεῖχεν ἑαυτόν, φιλάνθρωπον, ὁμιλητικόν, ἥμερον. τὸ δὲ μέγιστον κεφάλαιον τῶν ἐγκωμιαστικῶν εἰσιν αἱ πράξεις, ἅστινας θήσεις μετὰ τὰ ἐπιτηδεύματα· οὐκ ἀφέξῃ δὲ τοῦ καὶ ἐν ἑκάστῃ πράξει θρῆνον ἐπεμβαλεῖν. θήσεις δὲ μετὰ τὰς πράξεις καὶ τὸν ἀπὸ τῆς τύχης τόπον, λέγων ὅτι παρωμάρτησεν αὐτῷ καὶ δεξιά τις τύχη ζῶντι ἐφ’ ἅπασι, πλοῦτος, παίδων εὐτυχία, φίλων περὶ αὐτὸν ἔρωτες, τιμὴ παρὰ βασιλέων, τιμὴ παρὰ πόλεων. εἶτα τὰς συγκρίσεις μετὰ ταῦτα θήσεις πρὸς ὅλην τὴν ὑπόθεσιν, ὡς κεφάλαιον ἴδιον, οὐκ ἀπεχόμενος μὲν οὐδὲ ἐφ’ ἑκάστῳ κεφαλαίῳ συγκρίσεως 〈ἣν〉 πρὸς ἐκεῖνο τὸ κεφάλαιον ὃ λέγεις παραλαμβάνειν δεῖ. |
| 421 | καὶ ἐνταῦθα δὲ προδήλως πρὸς ὅλην τὴν ὑπόθεσιν παραλήψῃ τὴν σύγκρισιν, οἷον ἄνωθεν ἐπιδραμὼν τὰ κεφάλαια ἐρεῖς ὅτι ἐὰν τοίνυν ἐξετάσωμεν ταῦτα σύμπαντα περί τινος τῶν ἡμιθέων ἢ τῶν νῦν ἐναρέτων, οὐδενὸς δευτέρῳ τῷδε ταῦτα †ἄμεινον† ὑπῆρξεν· δεῖ γὰρ καλοῦ καλλίονα ἀποδεικνύναι ἢ ὁτῳοῦν ἐνδόξῳ ἐφάμιλλον, οἷον ἢ τῷ Ἡρακλέους βίῳ τὸν βίον αὐτοῦ ἢ τῷ Θησέως παραβάλλοντα. ἐπὶ τούτοις πάλιν κεφάλαιον θήσεις τὸν θρῆνον, ὅτι διὰ ταῦτα τοῦτον ὀδύρομαι, ἐργασίαν δοὺς ἰδιάζουσαν, καθαρεύουσαν λοιπὸν ἐγκωμίων, οἶκτον κινῶν, εἰς δάκρυα συγχέων τοὺς ἀκούοντας. μετὰ τοῦτο τὸ κεφάλαιον θήσεις κεφάλαιον ἕτερον τὸ παραμυθητικὸν πρὸς ἅπαν τὸ γένος, ὅτι οὐ δεῖ θρηνεῖν· πολιτεύεται γὰρ μετὰ τῶν θεῶν, ἢ τὸ Ἠλύσιον ἔχει πεδίον. ἰδίᾳ δ’ αὖ πάλιν τὰ νοήματα μεριεῖς τῶν κεφαλαίων οὕτως· ἰδίᾳ μὲν πρὸς τοὺς παῖδας, ἰδίᾳ δὲ πρὸς τὴν γυναῖκα, ἐξάρας πρότερον τὸ πρόσωπον τῆς γυναικός, ἵνα μὴ πρὸς φαῦλον καὶ εὐτελὲς διαλέγεσθαι δοκῇς πρόσωπον· ἐπὶ γὰρ τῶν ἀνδρῶν οὐ φέρει ψόγον ὁ λόγος ἄνευ τινὸς προκατασκευῆς λεγόμενος, ἐπὶ δὲ γυναικὸς ἀναγκαίως προκαταλήψῃ τὸν ἀκροατὴν τῇ ἀρετῇ τῆς γυναικός. ἐὰν δὲ νέαν ἄγωσι πάνυ τὴν ἡλικίαν οἱ παῖδες, συμβουλευτικὸν μᾶλλον θήσεις τὸν τόπον, οὐ παραμυθητικόν· οὐ γὰρ αἰσθάνονται τοῦ πάθους· μᾶλλον δὲ οὕτω προσθήσεις τινὰ τῷ παραμυθητικῷ συμβουλὴν καὶ ὑποθήκην πρὸς τὴν γυναῖκα καὶ πρὸς τοὺς παῖδας, εἰ ἄγαν νέοι τυγχάνοιεν ὄντες, τὴν μὲν ζηλοῦν τὰς ἀρχαίας καὶ ἀρίστας τῶν γυναικῶν καὶ ἡρῴνας, τοὺς δὲ παῖδας ζηλοῦν τὰς τοῦ πατρὸς ἀρετάς. εἶτα ἐπαινέσεις τὸ γένος, ὅτι οὐκ ἠμέλησαν τῆς κηδεύσεως οὐδὲ τῆς κατασκευῆς τοῦ μνήματος. |
| 422 | εἶτα εὐχὴν πρὸς τῷ τέλει τοῦ λόγου θήσεις εὐχόμενος αὐτοῖς παρὰ τῶν θεῶν ὑπάρξαι τὰ κάλλιστα. ΠΕΡΙ ΣΤΕΦΑΝΩΤΙΚΟΥ Ἐν τῷ στεφανωτικῷ προοιμιάσῃ εὐθὺς ἀπὸ τοῦ στεφάνου καὶ τῆς δόξης τοῦ βασιλέως, καὶ ὅτι φθάνει μὲν τὸ κρεῖττον αὐτῇ τῇ βασιλείᾳ στεφάνῳ τιμῶν, καὶ ἡ σύμπασα οἰκουμένη τῷ μεγίστῳ στεφανοῦσα στεφάνῳ, ταῖς εὐφημίαις· ἥκει δὲ παρά σε καὶ ἡ πόλις ἡ ἡμετέρα, οὐδεμιᾶς τῶν [σῶν] ὑπηκόων οὔτε δόξαις οὔτε μεγέθεσιν οὔτε κάλλεσιν ἡττωμένη, λόγοις τε ἅμα στεφανοῦσα καὶ χρυσῷ τῷ στέμματι. ἐὰν μὲν σχῇ γένος εὐδόκιμον, μετὰ τὸ προοίμιον ποιήσῃ τοῦ βασιλέως τὸ ἐγκώμιον ἀπὸ τοῦ γένους· εἰ δὲ μή γε, εὐθὺς ἀπὸ τῆς τύχης ἀντὶ τοῦ γένους, ὅτι θεὸς κατοικτείρας ἄνωθεν τὸ ἀνθρώπινον γένος καὶ βουληθεὶς ταῖς εὐδαιμονίαις παραμυθήσασθαι τὴν σὴν παρήγαγε γένεσιν ἐπ’ ἀγαθῇ μοίρᾳ τῆς οἰκουμένης. εἶτα ἐρεῖς ἐὰν ἔχῃς παιδείαν καὶ ἀνατροφὴν ἔνδοξον. εἶτα ἐφάψῃ τῶν ἀρετῶν ἐπὶ τούτοις, τῆς ἀνδρείας πρώτης· ὅτι 〈καὶ〉 γάρ τοι διατελεῖς ἐν δουρὶ καὶ ἵππῳ καὶ ἀσπίδι ἄθλους μεγίστους ἀγωνιζόμενος ὑπὲρ τῆς ὑφ’ ἥλιον, καθάπερ Ἡρακλέα φασὶ τὸν Διός· ἐν ᾧ μνημονεύσεις ὅτι βαρβάρων οἱ μὲν τελέως ἀπολώλασιν, οἱ δὲ δυστυχοῦσιν, οἱ δ’ αἰχμάλωτοι παρ’ ἡμᾶς ἤχθησαν, οἱ δὲ οὐδὲ ἀντέχειν δύνανται, ὥσπερ οὐδὲ πρὸς τὰς ἡλίου βολὰς ἀτενίζειν τολμῶντες. μετὰ τὴν ἀνδρείαν, ἐν ᾗ καὶ τὰ κατὰ τὸν πόλεμόν ἐστιν, ἐρεῖς λοιπὸν περὶ τῶν κατὰ εἰρήνην, καὶ μετὰ ταῦτα ἐπάξεις ὅτι τοιγάρτοι διὰ τοῦτο στεφανοῖ σε ἡ πόλις, ἅμα μὲν χάριτας ἐκτιννῦσα ὑπὲρ ὧν ὁσημέραι εὐεργετούμεθα, ἅμα δὲ καὶ δεομένη καὶ ἱκετεύουσα καὶ θαρροῦσα τῇ σῇ περὶ πάντα φιλανθρωπίᾳ, ὅτι οὐδενὸς ἀποτεύξεται. |
| 423 | εἶτα ἀξιώσεις ἀναγνωσθῆναι τὸ ψήφισμα. ἔστω δέ σοι ὁ λόγος μὴ πλειόνων ἑκατὸν πεντήκοντα ἢ καὶ διακοσίων ἐπῶν. ΠΕΡΙ ΠΡΕΣΒΕΥΤΙΚΟΥ Ἐὰν δὲ ὑπὲρ πόλεως καμνούσης δέῃ πρεσβεῦσαι, ἐρεῖς μὲν καὶ ταῦτα ἃ προείρηται ἐν τῷ στεφανωτικῷ, πανταχοῦ δὲ τὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως αὐξήσεις, καὶ ὅτι φιλοικτίρμων καὶ ἐλεῶν τοὺς δεομένους, καὶ ὅτι διὰ τοῦτο ὁ θεὸς αὐτὸν κατέπεμψεν, ὅτι ᾔδει αὐτὸν ἐλεήμονα καὶ εὖ ποιοῦντα τοὺς ἀνθρώπους. καὶ ὅταν εἴπῃς τὰ ἀπὸ τῆς ἀνδρείας ἐν τοῖς πολέμοις καὶ τὰ ἀπὸ τῆς εἰρήνης ἀγαθά, ἥξεις ἐπὶ τὴν μνήμην τῆς πόλεως, ὑπὲρ ἧς πρεσβεύεις. ἐν δὲ ταύτῃ δύο τόπους ἐργάσῃ, ἕνα μὲν τὸν ἀπὸ τῆς τοῦ ἐναντίου αὐξήσεως, οἷον· ἦν ποτε τὸ Ἴλιον πόλις λαμπρὰ καὶ ὀνομαστοτάτη τῶν ὑφ’ ἥλιον πασῶν, καὶ ἀντέσχεν πρὸς τοὺς ἀπὸ τῆς Εὐρώπης πολέμους τὸ παλαιόν· εἶτα τὸν ἐκ διατυπώσεως, ἐν ᾧ καὶ διασκευάσεις τὴν παροῦσαν τύχην, ὅτι πέπτωκεν εἰς ἔδαφος, καὶ μάλιστα ἐκείνων μνημονεύσεις ἃ πρὸς τὴν χρείαν καὶ τὴν ζωὴν συμβάλλεσθαι πέφυκε, καὶ ὧν εἰώθασιν οἱ βασιλεῖς προνοεῖσθαι, οἷον ὅτι λουτρὰ συμπέπτωκεν, ὑδάτων ὀχετοὶ διεφθάρησαν, κόσμος ὁ τῆς πόλεως συγκέχυται· καὶ τὰ τοιαῦτα ἐλεεινολογησάμενος ἐπάξεις ὅτι διὰ ταῦτα ἱκετεύομεν, δεόμεθα, πρὸ τῶν γονάτων πίπτομεν, τὰς ἱκετηρίας προτείνομεν· νόμιζε γὰρ τὴν τοῦ πρεσβευτοῦ φωνὴν εἶναι πάσης τῆς πόλεως, δι’ ἧς [νόμιζε] καὶ παῖδας καὶ γυναῖκας καὶ ἄνδρας καὶ πρεσβύτας δάκρυα προχέειν, παρακαλεῖν σε πρὸς ἔλεον. |
| 424 | εἶτα ἀξιώσεις ἐπινεῦσαι αὐτὸν δεχθῆναι τὸ ψήφισμα. ΠΕΡΙ ΚΛΗΤΙΚΟΥ Ἐὰν ἄρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος, ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἐφ’ ἣν ἡ κλῆσις, εἰπὼν ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφ’ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι. καὶ ἐρεῖς [τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων] ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ δὲ τὸν τῆς πανηγύρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγκωμιάσαι τὴν πανήγυριν (τοῦτο γὰρ ἐνταῦθα τὸ προηγούμενον καὶ ἀπὸ τῶν προηγουμένων ἄρχεσθαι μάλιστα δεῖ), εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ οὗτος ὁ λόγος τὸ τῆς πανηγύρεως, διότι οὐχ ἁπλῶς κλῆσίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. ἔφαμεν δὲ δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἄρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν τοὺς ἀρίστους, κιθαριστάς, αὐλητάς, οὐκ ὀλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν· οἵ σε περιμένουσι καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν νῦν, ἵνα ὑπὸ σοὶ θεατῇ ταύτην τελέσωσι. |
| 425 | τίς δὲ οὐ θαυμάσει πεισθέντα σε; τίς δ’ οὐ θέαμα τῆς πανηγύρεως αὐτῆς τάχα σεμνότερον ἴδοι σέ; εἶτα ἐρεῖς· αἰδεῖσθαι δέ σε δεῖ καὶ τὸν θεόν, ᾧ τελεῖται τὰ τῆς πανηγύρεως, καὶ χαρίζεσθαι τούτῳ· καὶ γὰρ εὐσεβὴς ὁμοῦ καὶ πείθεσθαι δόξεις. εἶτα ἐρεῖς· καὶ τὰ μὲν τῆς πανηγύρεως ἅπαντα παρεσκεύασται, μόνος δὲ σὺ ταύτῃ λείπεις, ὥστε ἥκοις ἄν. εἶτα συγκρινεῖς τὴν πανήγυριν ἑτέρᾳ πανηγύρει, δεικνὺς οὐκ εἰς μικράν τινα καὶ εὐτελῆ καλῶν ἑορτήν. προσθήσεις δὲ ὅτι εἰ μὲν πεισθείης, ἐνδοξότερος ἐγὼ πείσας, ἐνδοξότερα δὲ τὰ δρώμενα, σεμνοτέρα δὲ ἡ πόλις, ὁ δὲ θεὸς ἡσθήσεται· εἰ δὲ ἀποτύχοιμι, ὅπερ οὐκ οἴομαι μηδὲ εἴη, ἄλλην μὲν ὁδὸν ἐγὼ τραπήσομαι—τίς γάρ μοι τῆς πατρίδος ἔτι πόθος ἀποτυχόντι τῆς τοσαύτης πρεσβείας; —ἡ δὲ πόλις ἀντὶ πανηγύρεως ἕξει συμφοράν, ὅπερ οὐδὲ λέγειν ἄξιον· οὐκοῦν σπεῦδε θᾶττον ἐπ’ αἰσίοις συμβόλοις πεισθεὶς τῇ πόλει παρακαλούσῃ, σπεῦδε εἰς τὴν πανήγυριν—ὁ γὰρ τοῦ πρεσβευτοῦ λόγος φωνὴ τῆς πόλεως— ἵνα σου μετὰ τῶν ἄλλων πράξεων καὶ τοῦτο καταλέγωμεν. Ἐὰν δὲ μήτε πανήγυρις μήτε ἱερομηνία τυγχάνῃ, δι’ ἣν ἡ κλῆσις, ἀλλ’ ἁπλῶς ἐπὶ πόλιν καλῇς, εὐθέως ἐν προοιμίοις ἐρεῖς· φθάνεις μὲν ἴσως καὶ πρὸ τῶν ἡμετέρων λόγων εὖ διακείμενος πρὸς τὴν πόλιν τὴν ἡμετέραν καὶ πόθον ἔχων τῆς θέας· καὶ γὰρ τοῦτο τεθρύληται· ὅμως δὲ κέρδος μέλλοντες κερδαίνειν οὐχὶ σμικρὸν ἥκομεν τῆς προαιρέσεως χάριν ἐκτιννύντες διὰ τῆς εὐφημίας, καλοῦντες δὲ οὐδὲν ἧττον καὶ παρακαλοῦντες ἐφ’ ἣν σπεύδεις ἐλθεῖν. εἶτα ἐὰν ἀξίωμα ὁ καλῶν ἔχῃ λαμπρόν, ἐρεῖς τι καὶ περὶ τούτου ἐν προοιμίῳ δευτέρῳ· πολλοὶ μὲν οὖν τὴν χειροτονίαν ταύτην ἐμνήστευον καὶ πρέσβεις αἱρεθῆναι παρὰ τὴν σὴν μεγαλοπρέπειαν ἔσπευδον, ἡ πόλις δὲ εἵλετο τάχα που τῶν μνηστευσάντων οὐ τὸν χείρω, πάντως δὲ ἔξεστί σοι μαθεῖν τῶν Ἀθηναίων λόγων τὸν τρόφιμον. |
| 426 | ἀτύφως δὲ ἐρεῖς τὸ προοίμιον ἐμφαίνων μὲν τὸ ἀξίωμα, μὴ παρεχόμενος δὲ φορτικὸν τὸν λόγον. μετὰ δὲ τὰ προοίμια ἥξεις ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, οὐ θέσιν μὲν ἐνταῦθα ἐκφράζων, οὐδὲ ἀέρων φύσεις, ἐπὶ δὲ τὰς πράξεις καὶ τὴν ἀξίαν μᾶλλον τρέψεις τὸν λόγον οὕτω πως· πάλαι μὲν οὖν ἐσεμνύνετο παλαιοῖς διηγήμασιν ἡμῖν ἡ πόλις Ἀλεξάνδρου καὶ τοῖς κάλλεσι τῶν οἰκοδομημάτων, νυνὶ δὲ ἁπάντων ἀμελήσασα τῶν τοιούτων ἐπὶ σοὶ μόνῳ σεμνύνεται. εἶτα εὐθὺς ἐρεῖς, εἴ τι λέγειν ἀρχαῖον ἔχοις τῆς πόλεως, καὶ μετὰ ταῦτα τὸν τοῦ ἄρχοντος ἔπαινον· τίς δὲ οὐκ ἂν ἄνδρα ταῖς ἀρεταῖς ὑπερβάλλοντα θαυμάσειεν; εἶτα ἐρεῖς περὶ τῶν ἀρετῶν τῶν τοῦ ἄρχοντος οἷός ἐστι· καὶ ἐὰν μὲν πρώτως ἐπιδημεῖν μέλλῃ, μετὰ τὰ ἐγκώμια τοῦ ἄρχοντος ἐρεῖς ἔκφρασιν διὰ βραχέων τῆς χώρας, εἶτα τῆς πόλεως, ὥσπερ προείρηται, λοιπὸν παρακαλέσεις ἐπὶ ταῦτα ἐλθεῖν· ἴθι τοιγαροῦν ταῦτα ἐποψόμενος, ἴθι προσθήσων τοῖς κάλλεσιν, ἄλλος Ἀλέξανδρος ἡμῖν γενόμενος· †εὐτυχήσας† πρὸς ὑποδοχὰς τῶν ἀρχόντων †οὐδέποτ’†, οὐκ ἀέρων χάριν, οὐκ ἦθος ἀνδρῶν, οὔτε μετριότητα τρόπων, οὔτ’ ἄλλην σεμνότητα· ἔστι γὰρ ἡμῖν ἡ πόλις ὥσπερ τέμενος ἀρετῶν. Ἀθηναῖοι μὲν οὖν ἐπὶ παλαιοῖς σεμνύνονται διηγήμασι καὶ μουσείοις καὶ λόγοις, ἡμῶν δὲ πολλοὶ τὰ τῶν Ἀθηνῶν ἠρανίσαντο, μουσεῖον δὲ οὐδὲν ἧττον τὸ παρ’ ἡμῖν τῶν παρ’ ἐκείνοις· καὶ γὰρ ἀρίστους ἐκπέμπομεν καὶ τελείαν τὴν ἀρετὴν κτησαμένους παρ’ ἐκείνων δεχόμεθα· οὗτοί σε δορυφορήσουσιν, οὗτοί σε δεξιώσονται. |
| 427 | εἶτα συγκρινεῖς τὴν πόλιν ἢ ταῖς Ἀθήναις ἢ τῇ Ῥώμῃ ἢ ἄλλῃ τινὶ τῶν ἐνδόξων πόλεων· καὶ διὰ ταῦτα οὖν, ὅτι οὐδεμιᾶς τῶν μεγίστων λείπεται, προσήκει σοι ταύτην ἰδεῖν· ὥσπερ γὰρ ὁ πλούτῳ κομῶν καὶ περιουσίαν ἔχων τοῖς ἐξαιρέτοις τῶν κτημάτων ὡραΐζεται, οὕτω προσήκει καὶ τὸν ἄρχοντα ταύταις ταῖς μεγίσταις τῶν πόλεων σεμνύνεσθαι καὶ παρὰ ταύτας σπεύδειν, ὅσαι τὸ μεῖζον ἔχουσι πλεονέκτημα, τοὺς λόγους, καὶ τὰ λοιπὰ πρὸς ἀρετὴν ἥκοντα. εἶτα διαγράψεις τῷ λόγῳ τὸν ὅλον τόπον †ὡς ἐπιλογικόν†, ὃν δὴ διϊὼν ὄψεται, καὶ ὅλην παραπέμψεις αὐτὸν τῷ λόγῳ τὴν ὁδὸν ἐκφράζων ἠπείρους, ὄρη, πελάγη. εἶτα μετὰ ταῦτα ἐπιστήσας αὐτὸν τῇ πόλει ἐρεῖς οἷα κάλλη διαδέξεται αὐτόν, καὶ οἷα προαπαντήσει αὐτῷ τῆς πόλεως θεάματα, ἄλση καὶ ποταμοὶ καὶ ὅσα τοιαῦτα. προσθήσεις δὲ τοῖς ἐπιλόγοις καὶ ὅτι ἕστηκεν ἡ πόλις ἤδη πρὸ τῶν πυλῶν σὺν ὁλοκλήροις τοῖς γένεσι προαπαντῶσα, δεξιουμένη, εὐχομένη τῷ κρείττονι οὐκ εἰς μακράν σε θεάσασθαι· μὴ τοίνυν διαψεύσῃς αὐτὴν τῆς ἐλπίδος μηδὲ εἰς ἀηδίαν τὴν προσδοκίαν αὐτῆς μεταβάλῃς. ὥσπερ γὰρ τὸν Ἀπόλλω πολλάκις ἐδέχετο τοῖς Σμινθίοις, ἡνίκα ἐξῆν θεοὺς προφανῶς ἐπιδημεῖν εἰς ἀνθρώπους, οὕτω καὶ σὲ ἡ πόλις προσδέχεται, καὶ ποιηταὶ μὲν εὐτρεπεῖς ἔχοντες ἤδη Μουσῶν ἔργα πεποιημένα, καὶ συγγραφεῖς καὶ πάντες πρὸς ὕμνον σὸν καὶ εὐφημίαν εὐτρεπεῖς· καὶ νόμιζε τὴν πόλιν αὐτὴν παρεστῶσαν παρακαλεῖν καὶ τῶν αὑτῆς ἀρχαίων ὑπομιμνήσκειν, ὡς οὐδεμιᾶς τῶν ὑπηκόων λείπεται, τάχα που καὶ πολλῶν κρείττων· δίδου τι καὶ σεμνύνεσθαι τῷ πρεσβεύσαντι, καὶ γὰρ ἀκήκοας ὡς οὐ φαῦλος ἐν πρώτοις τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας, καθάπερ τις ἥρως πρεσβεύων παρ’ Ὁμήρῳ φησί. |
| 428 | πείθομαι δὲ σὺν ἐμαυτῷ καὶ τὸν Ἀπόλλω παρεῖναι τὸν Σμίνθιον· τί γὰρ οὐκ ἔμελλεν ἀνδρὶ μουσικῷ καὶ λογίῳ σοὶ προσεῖναι; Ἐὰν δὲ τύχῃ φθάσας τὴν θέαν τῆς πόλεως πρὸς ἣν ἡ κλῆσις αὐτῷ, αὐτὰ πάλιν ταῦτα τὰ τῆς πόλεως ὡς πρὸς εἰδότα ὑπομιμνήσκων λέγε, τὴν μὲν αὐτὴν ἀκολουθίαν τῶν κεφαλαίων σώζων ὡς διῃρήκαμεν, μεθοδεύων δὲ ἄλλως τὰ ἐγκώμια, οἷον τυγχάνεις μὲν θεασάμενος τὸ κάλλος τῆς πόλεως καὶ τὴν θέσιν, εἰ δέ σε ᾕρηκεν ὁ πόθος, ἴθι καὶ δεύτερον καὶ πολλάκις· οἱ γὰρ ἐρασταὶ τῶν ἐρωμένων εἰώθασιν ἐμπίπλασθαι μὲν πολλάκις, ἀποσχισθέντες δὲ καὶ †εὐθὺς† ἐρᾶν. καὶ τοιούτοις χρήσῃ νοήμασιν ἐν τοῖς κεφαλαίοις. εἰ δὲ βούλει καὶ ἀπὸ προοιμίων ἀκούειν, λεγέσθω πάλιν διὰ βραχέων. οὐκοῦν ἐν μὲν τῷ προοιμίῳ εὐθὺς ἐρεῖς· ᾕρηκας τὴν πόλιν τὴν ἡμετέραν τῷ πόθῳ, ὦ πάντων ἀρχόντων ἄριστε, καὶ τοῦτό σοι τῶν ἐρώτων σημεῖον ἔσται, πέπομφε πάλιν καλοῦσα καὶ δεύτερον, οὐδεμίαν ἡμέραν ἐνεγκεῖν δυνηθεῖσα, ἀλλ’ ὥσπερ οἱ μανικῶν τόξοις πληγέντες ἐρώτων οὐκ ἀνέχονται μὴ τοὺς ἐρωμένους ὁρᾶν, οὕτως ἐπὶ σοὶ ἐκχυθεῖσα ἡ πόλις μικροῦ μὲν ἅπασα ἐκινδύνευεν εἰσδραμεῖν· πέπομφε δὲ ὃν ᾤετο μάλιστα πείσειν σε τὸ δεύτερον· ηὔχετο μὲν οὖν τῷ θεῷ μηδὲ τὴν ἀρχὴν ἀπολιπεῖν, μηδὲ ἄλλην προτιμοτέραν ἑαυτῆς ἡγήσασθαι. ἐπεὶ δὲ νικᾷς ἐν πᾶσι καὶ ἔδει παραχωρεῖν ἕως ἐξῆν, συγχωρήσασα πάλιν ἱκετεύει παρ’ αὑτὴν ἐλθεῖν σε καὶ δεύτερον. εἶτα ἐπιβαλεῖς τὰ ἐγκώμια τῆς πόλεως ἐκ μεταχειρίσεως λέγων· εἰ μὲν οὖν ἠγνόεις παρ’ ἣν σπεύδεις, ἔδει καὶ διδάσκειν τυχόν· εἰ δὲ τὴν Ἀλεξάνδρου πόλιν τοῦ Διὸς οὐκ ἀγνοεῖς, οὐδὲ τῶν ἀρχαίων [οὐδὲ] τῶν παρ’ ἡμῖν οὐδὲν ἴσως ἀγνοοῦντι 〈τί〉 σοι ἐρῶ; καὶ ἕξεις λοιπὸν τῆς μνήμης καιρὸν τῶν ἀρχαίων· διὰ γὰρ τούτων σε ἐλθεῖν παρ’ ἑαυτὴν ἔπεισε καὶ πρότερον, νῦν δὲ οὐκ ἀξιοῦσα πάλιν ὀφθῆναι μᾶλλον ταύτην πεποίηται τὴν κλῆσιν, ἀλλὰ τοὐναντίον ἀξιοῦσα σὲ διὰ τὰς ἀρετὰς ἰδεῖν· οὐ γὰρ ἀγνοεῖ τὴν σὴν δικαιοσύνην· οἷς καὶ συνάψεις αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ προστιθεὶς ἐφ’ ἑκάστου τῶν ἐπιχειρημάτων τὸ ὅτι διὰ ταῦτά σε καλεῖ. |
| 429 | δεῖ γὰρ ἐν τοῖς κλητικοῖς καὶ τὰς αἰτίας τῆς κλήσεως προστιθέναι, ἵνα τὸ ἴδιον ἔχῃ τοῦ κλητικοῦ, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ὑποθέσεσι τὰ ἑκάστῃ οἰκεῖα. μετὰ δὲ τὰ ἐγκώμια τοῦ ἄρχοντος ἐκ μεθόδου πάλιν ἐρεῖς πρότερον μὲν τὴν θέσιν τῆς χώρας καὶ τῆς πόλεως, εἶτα τὸ κάλλος τῆς πόλεως· ὡραΐζεται μὲν γὰρ ἡ πόλις κάλλεσιν ἱερῶν καὶ στοῶν καὶ λουτρῶν μεγέθεσιν, ὡς αὐτὸς ἑώρακας, ἀλλὰ ταῦτα σύμπαντα μικρὰ πρὸς τὴν σὴν θέαν ὑπολαμβάνει· τί γὰρ οὐκ ἐξαίρετον τῶν παρ’ ἡμῖν; τί δ’ οὐ κάλλιστον; οὐχ ἵππων ἅμιλλαι; οὐ θεάτρων τέρψεις καὶ πανηγύρεων; καὶ ὅσα τοιαῦτα προείρηται ἡμῖν ἐπὶ τοῦ 〈μὴ〉 φθάσαντος [κλητικοῦ] ἐρεῖς. Εἰ δὲ παρὰ πόλιν καλοίης ἄρχοντα μὴ πάνυ τι σεμνὸν μηδὲ ἀρχαῖον ἔχουσαν, ὅπερ οὐκ οἶμαι, τὴν θέσιν ἐρεῖς μετὰ τὰ προοίμια τῆς χώρας, εἶτα τῆς πόλεως, εἶτα τοῖς ὅλοις ἐφεξῆς χρήσῃ κεφαλαίοις· ἀναπληρώσει γάρ σοι ἡ θέσις τὸν τῆς πόλεως ἔπαινον. ἔνιοι δὲ διαιροῦσι τὸν κλητικὸν μετὰ τὰ προοίμια ἑτέρως, κατὰ ἕνωσιν ὡς ἂν εἴποι τις τὸ τῆς πόλεως ἐγκώμιον καὶ τὸ τοῦ ἄρχοντος προάγοντες, τοῖς δὲ ἄλλοις οὕτως, ὡς ἤδη φθάσαντες εἴπομεν, χρώμενοι· κατὰ ἕνωσιν δὲ ἔφην οὕτως, οἷον θαυμαστὸν μὲν ἡμεῖς αὐχοῦμεν οἰκιστήν, οὗτος δὲ γένος· φιλάνθρωπος ἡ πόλις· καὶ τούτου τὸ πλεονέκτημα. |
| 430 | ἢ τοὐναντίον τὰ τοῦ ἄρχοντος προτάττουσιν, ὅπερ ἄμεινον, τὰ δὲ τῆς πόλεως τοῖς ἐκείνου ὑποβάλλουσιν, οἷον γένος σοι λαμπρὸν καὶ ἡμῖν οἰκιστὴς θαυμαστός· δίκαιος 〈εἶ〉, οὐδὲ ἡ πόλις ἀμοιρεῖ τοῦ πλεονεκτήματος· φιλανθρωπίαν τιμᾷς, καὶ ἡ πόλις ἡ καλοῦσα φιλάνθρωπος. προάξεις δὲ καὶ τὸν κλητικόν, ὡς ἂν αὐτὸς ἔχειν δοκιμάσῃς. ΠΕΡΙ ΣΥΝΤΑΚΤΙΚΟΥ Ὁ συνταττόμενος δῆλός ἐστιν ἀνιώμενος ἐπὶ τῷ χωρισμῷ, καὶ εἰ μὴ ὄντως ἀνιῷτο, προσποιήσεται πεπονθέναι πρὸς ἐκείνους ἐρωτικὸν οἷς συντάττεται. προὔλαβε μὲν οὖν ὁ θεῖος Ὅμηρος καὶ τοῦτο τὸ εἶδος· κινῶν γὰρ ἐκ τῆς Φαιακίας Ὀδυσσέα ποιεῖ συνταττόμενον αὐτὸν Ἀλκινόῳ καὶ Φαίαξι καὶ μικρὸν ὕστερον Ἀρήτῃ τῇ Ἀλκινόου, καὶ περιτέθεικεν αὐτῷ συνταττομένῳ τῇ γυναικὶ ταῦτα τὰ ἔπη· χαῖρέ μοι, ὦ βασίλεια, διαμπερὲς εἰσόκε γῆρας ἔλθοι καὶ θάνατος, τά τ’ ἐπ’ ἀνθρώποισι πέλονται, αὐτὰρ ἐγὼ νέομαι, σὺ δὲ τέρπεο τῷδ’ ἐνὶ οἴκῳ παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆι. πρὸς δὲ τοὺς Φαίακας καὶ Ἀλκίνοον ἡνίκα συνετάττετο φησὶν αὐτὸν εἰρηκέναι ἐν τῇ ῥαψῳδίᾳ ταῦτα· Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ’ αὐτοί· ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, πομπὴ καὶ φίλα δῶρα, καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ δεῖ τὸν ῥήτορα καὶ περιεργότερον χρῆσθαι τῷ εἴδει καὶ ἐξεργασίᾳ πλείονι, φέρε μὴ ἀφιστάμενοι τοῦ Ὁμηρικοῦ ἔθους διέλωμεν. χάριν ὁμολογήσει τῇ πόλει, ἐξ ἧς ἡ ἐπάνοδος, ἐπαινέσει δὲ αὐτήν, ὁπόθεν ἂν ὁ καιρὸς αὐτῷ διδῷ τὰ ἐγκώμια, οἷον ἀπὸ τῶν ἀρχαίων εἴ τι σεμνὸν ἔχοι, ἀπὸ τῶν ἀέρων, ἀπὸ τοῦ εἴδους τοῦ κάλλους, οἷον ἀπὸ στοῶν καὶ λιμένων καὶ ἀκροπόλεως καὶ ἱερῶν πολυτελῶν καὶ ἀγαλμάτων. |
| 431 | ἐπαινέσει δὲ μετὰ ταῦτα καὶ τὰς ἐν αὐτῇ πανηγύρεις καὶ ἱερομηνίας καὶ μουσεῖα καὶ θέατρα καὶ ἀγώνων διαθέσεις, πανταχοῦ παραπλέκων, ἵνα μὴ ἁπλοῦν γένηται ἐγκώμιον, τὸ ὅτι ἀνιᾶται μέλλων τούτων χωρίζεσθαι ἐφ’ ἑκάστῳ σχεδὸν εἰπεῖν τῶν νοημάτων, ἵνα συντακτικὸν εἶδος ὁ λόγος λάβῃ. ἐπαινέσει δὲ καὶ τοὺς ἄνδρας, οἷον ἱερέας, εἰ τύχοι, δᾳδούχους τε καὶ ἱεροφάντας, καὶ τὰ ἤθη τῶν ἀνδρῶν, ὅτι ἥμεροι καὶ φιλόξενοι· καὶ ἑταίροις δὲ ὁμοίως συντάξεται, κἀνταῦθα ἐνδεικνύμενος τὸ ἀλγεῖν καὶ δακρύειν ἐπὶ τῷ χωρισμῷ. μετὰ δὲ τὸ πρῶτον μέρος ἥξει πάλιν ἐφ’ ἕτερον μέρος, ἐν ᾧ μνησθήσεται καὶ τῶν τόπων εἰς οὓς ἐπελεύσεται. καὶ εἰ μὲν εἶεν ἄγνωστοι οἱ ἄνδρες παρ’ οὓς καὶ σπεύδειν ἔκρινεν, ἐρεῖ· πῶς ἄρα ἡμᾶς ὑποδέξονται, τίνες ἄρα πάλιν συνήθεις; εἰ δὲ παρὰ τὴν αὑτοῦ πατρίδα σπεύδει, ἐρεῖ· τίς γὰρ οὐκ ἂν ποθήσειε τὴν οἰκείαν; ἴσως γὰρ ἀκούετε καὶ ὑμεῖς· ἔνδοξος γὰρ καὶ λαμπρὰ παρὰ πᾶσιν ἡμῶν ἡ πόλις. εἶτα συνεύξῃ που τούτοις παρὰ τῶν ποιητῶν ἐξελὼν τὰ κάλλιστα, καὶ ὅτι πολλῶν ἂν χρημάτων προτιμήσειας πυνθάνεσθαι δὴ περὶ αὐτῶν τὰ βελτίω, καὶ ὅτι ἐπιλήσῃ αὐτῶν οὐδέποτε, καὶ ὅτι διαδώσεις λόγον ἁπανταχοῦ θαυμάζων αὐτῶν τὰ ἐξαίρετα. συνεύξῃ δὲ ἑαυτῷ καὶ πλοῦν ἀγαθὸν καὶ ἐπάνοδον χρηστήν, καὶ ὅτι, ἂν οὕτω τύχῃ καὶ εἰ παῖδας ποιήσειας, ἀποστελεῖς αὐτοὺς ὀψομένους αὐτῶν πόλιν. Ἐὰν δὲ τῇ πατρίδι συντάττεσθαι μέλλῃς, ἔστω μέν σοι ὁμοίως τὰ πρῶτα ἐρωτικά, καὶ ἐχέτω ἔνδειξιν τῆς λύπης ὁ λόγος, ἣν ἔχεις τῶν τοσούτων καλῶν κἀγαθῶν χωριζόμενος, τὰ δὲ δεύτερα τοῦ λόγου ἐχέτω ἔπαινον τῆς πόλεως ἐφ’ ἣν σπεύδεις, οἷον τῆς δόξης, τῆς εὐκλείας, ὅτι πυνθάνομαι τὴν πόλιν εἶναι μεγάλην καὶ θαυμαστήν, ὅτι ἀκούω λόγων αὐτὴν εἶναι καὶ Μουσῶν ἐργαστήριον. |
| 432 | ἐνδιατρίψεις δὲ τῷ λόγῳ τῷ περὶ τῆς χρείας καὶ τῆς αἰτίας δι’ ἣν ἐπείγῃ, ὅτι ἐκεῖ πυνθάνομαι Πιερίαν ὄντως, ἐκεῖ τὸν Ἑλικῶνα· καὶ ὅταν αὐξήσῃς τοῦτο τὸ μέρος, καὶ τὴν χρείαν ἐρεῖς δι’ ἣν σπεύδεις· δεῖ γὰρ ταῖς ἀνάγκαις τοῦτο θεραπεύειν· ὁρῶμεν δὲ καὶ τὴν φύσιν τοῦ παντὸς πειθομένην ταῖς τῆς φύσεως ἀνάγκαις καὶ οἷς ὁ πατὴρ τῶν ὅλων ἐνομοθέτησε. διὸ καὶ πᾶσα ἀνάγκη τῷ νόμῳ πείθεσθαι τῆς πατρίδος. τοῦτο δέ σοι ἁρμόσει λέγειν οὐχ ὅταν ἀπὸ τῆς αὑτοῦ πατρίδος ἐφ’ ἑτέραν σπεύδῃς γῆν, ἀλλ’ ὅταν ἀπ’ ἄλλης εἰς τὴν σαυτοῦ πατρίδα καλῇ. ἐρεῖς δὲ ἐν τούτῳ ὅτι λαμπρὰ καὶ μεγάλη ἡ πατρὶς καὶ ἀξία ποθεῖσθαι, ἀλλ’ ὅμως ὑμεῖς ἐμοὶ ποθεινότεροι. καλὸν μὲν καὶ τὸ περιπτύξασθαι γονέας καὶ ἀδελφοὺς καὶ γένος, ἀλλ’ ὅμως οὐ μείονας ἔχω καὶ περὶ ὑμᾶς τοὺς ἔρωτας· ἀλλὰ τί γὰρ δεῖ ποιεῖν· ἀνάγκη γὰρ ἐπείγει. ταῦτα δὲ ἐρεῖς, ὅταν εἰς τὴν ἑαυτοῦ πατρίδα, ὡς ἔφαμεν, ἀπὸ τῆς ἀλλοδαπῆς ἀπαίρειν μέλλῃς. ἐρεῖς δὲ ἐν ἀρχῇ τοῦ δευτέρου μέρους τῆς συντακτικῆς ταῦτα εὐθὺς μετὰ τὰ ἐρωτικά, εἶτα δὲ ἄλλα τάξεις ἐφεξῆς, ὡς ἔφαμεν. Ἐπανέλθωμεν δὴ πάλιν εἰς τὸν προκείμενον λόγον, ὅταν τις ἀπαίρειν ἀπὸ τῆς ἰδίας πατρίδος εἰς ἄλλην πόλιν βούληται. οὐκοῦν ἐφεξῆς μετὰ τὰ προειρημένα περὶ τούτου, λέγω δὴ μετὰ τὸ εἰπεῖν ὅτι πυνθάνομαι τὴν Πιερίαν ὄντως ἐκεῖ τυγχάνειν καὶ τὸν Ἑλικῶνα, 〈ἐρεῖσ〉 ὡς ἐνδέχεται ἔτι τὰ τῆς ἡλικίας λόγους πονεῖν. εἶτα ἐπάξεις πάλιν ὅτι ἐρανιοῦμαι καὶ λόγους καὶ φιλοσοφίαν, μαθήσομαι δι’ ὑμᾶς καὶ τὴν κοινὴν πατρίδα, καὶ ὅταν αἴσθωμαι τελέως οἷός τε ὢν τὴν ἐνεγκοῦσαν ὠφελεῖν, τότε πάλιν ποθήσω τὴν πόλιν καὶ τὸ γένος. |
| 433 | τίς γὰρ Σειρῆσι παρατυχὼν ἢ παρὰ Λωτοφάγους ἀφικόμενος οὐκ ἂν ὑμᾶς προτιμήσειεν; ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων, ὡς Ὅμηρός πού φησι, ἧς γαίης καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι. μετὰ δὲ ταῦτα συνεύξῃ τῇ τε πόλει τὰ κάλλιστα, καὶ σαυτῷ περὶ τῆς ὁδοῦ καὶ περὶ τοῦ τυχεῖν τούτων ὧνπερ σπουδάζεις σὺν ἀγαθῇ καὶ λαμπρᾷ τύχῃ, καὶ περὶ τῆς ἐπανόδου πάλιν· καλλωπίσεις δὲ τὸν λόγον καὶ εἰκόσι καὶ ἱστορίαις καὶ παραβολαῖς καὶ ταῖς ἄλλαις γλυκύτησι καὶ ἐκφράσεσί τισιν ἐν τῷ ἐπαίνῳ τῆς πόλεως, στοῶν καὶ λιμένων καὶ ποταμῶν καὶ πηγῶν καὶ ἄλσεων, καὶ ἦθος δὲ περιθήσεις τῷ λόγῳ μέτριον καὶ ἁπλοῦν καὶ δεξιόν, τὴν ἐπιείκειαν πανταχοῦ ἐμφανίζων μετὰ τοῦ μὴ καθαιρεῖν τὸ ἀξίωμα μηδὲ ὑποπεπτωκέναι. μεμνῆσθαι δέ σε χρὴ τοῦ θεωρήματος ὅτι πᾶσα ἀνάγκη καὶ πρώτην ἐπαινεῖν καὶ πρώτην θαυμάζειν τὴν πόλιν πρὸς ἣν ἂν ὁ λόγος σοι γίγνηται, ἀφορᾶν δὲ χρὴ καὶ πρὸς τὰς πόλεις εἰς ἃς σπεύδει τις, καὶ εἰ μὲν ἐφάμιλλοί εἰσιν αἱ πόλεις ἢ ὀλίγῳ βελτίους ἢ καὶ πολλῷ τῆς πόλεως πρὸς ἣν ἂν συντάττηταί τις, ἐρεῖς ὅτι οὐ μείων ἐκείνης αὕτη· δεῖ γὰρ μηδαμῶς καθαιρεῖν τὴν πόλιν ἣν ἐπαινεῖν προειλόμεθα καὶ πρὸς ἣν συνταττόμεθα. εἰ δὲ πολλῷ ἐλάττους εἶεν αἱ πόλεις παρ’ ἃς ἂν σπεύδῃ τις, τότε τὴν χρείαν μᾶλλον αὐξήσεις δι’ ἣν σπεύδεις, ὅτι κρείττων μὲν ἡ ὑμετέρα πόλις πρὸς ἣν συντάττομαι, ἡ δὲ ἀναγκαία χρεία τοῦ κτήματος, ὃ βούλομαι ἐρανίσασθαι, μόλις ἂν δι’ ἐκείνης γένοιτο. ἔστω δέ σοι τὸ μέτρον τοῦ λόγου ἡ χρεία. |
| 434 | καὶ εἰ μὲν ὡς ἐν λαλιᾷ, βραχὺς δὲ ὁ τῆς λαλιᾶς λόγος, διὰ συντόμων ἐρεῖς, καὶ μάλιστα ὅταν πρὸς τῇ λαλιᾷ ταύτῃ μέλλῃς ἕτερον εὐθὺς παρέχεσθαι λόγον· εἰ δὲ συντάξασθαι μόνον προθυμηθείης, καὶ ταύτην ἐπίδειξιν μόνην κατ’ ἐκείνην τὴν ἡμέραν ποιήσασθαι, προάξεις τὴν συντακτικὴν συγγραφικῶς καὶ ἄχρι διακοσίων στίχων ἢ τριακοσίων, εἰ βουληθείης, καὶ οὐδείς σοι μέμψεται εὖ φρονῶν. ΠΕΡΙ ΜΟΝΩΙΔΙΑΣ Ὅμηρος ὁ θεῖος ποιητὴς τά τε ἄλλα ἡμᾶς ἐπαίδευσε καὶ τὸ τῆς μονῳδίας εἶδος οὐ παραλέλοιπε· καὶ γὰρ Ἀνδρομάχῃ καὶ Πριάμῳ καὶ τῇ Ἑκάβῃ λόγους μονῳδικοὺς περιτέθεικεν οἰκείους ἑκάστῳ προσώπῳ, ὥσπερ ἐκδιδάξαι βουλόμενος ἡμᾶς μηδὲ τούτων ἀπείρως ἔχειν. χρὴ τοίνυν λαβόντας παρὰ τοῦ ποιητοῦ τὰς ἀφορμὰς ἐπεξεργάζεσθαι ταύτας γνόντας τὸ θεώρημα ἐξ ὧν ὁ ποιητὴς παρέδωκεν. τί τοίνυν ἡ μονῳδία βούλεται; θρηνεῖν καὶ κατοικτίζεσθαι, κἂν μὲν μὴ προσήκων ᾖ ὁ τεθνεώς, αὐτὸν μόνον θρηνεῖν τὸν ἀπελθόντα, παραμιγνύντα τὰ ἐγκώμια τοῖς θρήνοις, καὶ συνεχῶς τὸν θρῆνον ἐμφανίζειν, ἵνα μὴ ἀπολύτως ἐγκώμιον ᾖ, ἀλλ’ ἵνα πρόφασις τοῦ θρήνου ᾖ τὸ ἐγκώμιον· ἂν δὲ προσήκων ᾖ, οὐδὲν ἧττον καὶ αὐτὸς ὁ λέγων οἰκτίσεται ἢ ὅτι ὀρφανὸς καταλέλειπται ἢ ὅτι ἀρίστου πατρὸς ἐστέρηται καὶ τὴν ἐρημίαν ὀδύρεται τὴν ἑαυτοῦ αὐτός. ἐὰν δὲ καὶ πόλεως τύχῃ προεστὼς ὁ μεταστάς, ἐρεῖς τι καὶ περὶ αὐτῆς τῆς πόλεως, μεταχειριζόμενος καὶ ταύτης τὰ ἐγκώμια πρὸς τὴν ὑπόθεσιν, ὅτι λαμπρὰ μὲν ἡ πόλις, ὁ δὲ ἐγείρας αὐτὴν ὁ πεπτωκώς ἐστιν. ἢ οὕτω· τίς ἐπιμελήσεται, τίς διασώσει, καθάπερ ἐκεῖνος; ἐὰν δὲ νέος τύχῃ ὁ τελευτήσας, ἀπὸ τῆς ἡλικίας τὸν θρῆνον κινήσεις, ἀπὸ τῆς φύσεως ὅτι εὐφυής, ὅτι μεγάλας παρέσχεν τὰς ἐλπίδας, καὶ ἀπὸ τῶν συμβάντων, ὅτι †ἀνύοντι† αὐτῷ ἔμελλε μετὰ μικρὸν ὁ θάλαμος, ἔμελλον αἱ παστάδες· ἀπὸ τῶν περὶ τὴν πόλιν, ὅτι ἡ πόλις ἐπίδοξος ἦν ἕξειν τὸν προστησόμενον, τὸν δημηγορήσοντα, τὸν ἀγῶνας διαθήσοντα. |
| 435 | πανταχοῦ δὲ ἐκ μεταχειρίσεως αὐτὰ ταῦτα ἀφορμὰς ποιεῖσθαι τῶν θρήνων δεῖ. χρὴ τοίνυν ἐν τούτοις τοῖς λόγοις εὐθὺς μὲν σχετλιάζειν ἐν ἀρχῇ πρὸς δαίμονας καὶ πρὸς μοῖραν ἄδικον, πρὸς πεπρωμένην νόμον ὁρίσασαν ἄδικον, εἶτα ἀπὸ τοῦ κατεπείγοντος εὐθὺς λαμβάνειν· οἷον ἐξήρπασαν, οἷα κατὰ τοῦ πεσόντος ἐκώμασαν. ἀλλ’ ἵνα μὴ πολλάκις ταὐτὰ λέγωμεν, ἁπλῶς χρήσῃ ταύτῃ τῇ τέχνῃ, καὶ διαιρήσεις πρὸς τὰς τοιαύτας ὑποθέσεις τὸν λόγον. διαιρήσεις δὲ τὴν μονῳδίαν εἰς χρόνους τρεῖς, τὸν παρόντα εὐθὺς καὶ πρῶτον· μᾶλλον γὰρ ὁ λόγος κινητικώτερος εἰ ἀπὸ τῶν ἐπ’ ὄψιν καὶ τῶν νῦν συμβάντων οἰκτίζοι τις, εἰ τὴν ἡλικίαν ἢ τὸν τρόπον τοῦ θανάτου λέγοι τις, εἰ μακρᾷ νόσῳ περιπεπτωκὼς εἴη, εἰ ὀξὺς ὁ θάνατος· 〈ἢ〉 ἀπὸ τῆς συνόδου τῶν παρόντων, ὅτι συνεληλύθασιν οὐκ εἰς θέατρον εὔδαιμον, οὐκ εἰς θέαν εὐκταίαν. εἶτα ἀπὸ τοῦ παρεληλυθότος χρόνου, οἷος ἦν ἐν νέοις ὅτε ἦν νέος, οἷος ἐν ἀνδράσιν ἀνὴρ τυγχάνων, ὅπως ὁμιλητικός, ὅπως ἤπιος, ὅπως ἐπὶ λόγοις διαπρέπων, ὅπως ἐν νεανίσκοις καὶ ἡλικιώταις γαῦρος, οἷος ἐν κυνηγεσίοις, οἷος ἐν γυμνασίοις· ἀπὸ δὲ τοῦ μέλλοντος, οἵας εἶχεν ἐλπίδας ἐπ’ αὐτῷ τὸ γένος, εἶτα ἀποστροφῇ χρήσῃ· ὦ γένος λαμπρὸν καὶ εὐδόκιμον ἄχρι τῆς παρούσης ἡμέρας, ἐκόμας μὲν ἐπὶ χρυσῷ καὶ ὄλβῳ καὶ εὐγενείᾳ τῇ θρυλουμένῃ, ἀλλ’ ἅπαντα συνέχεεν καὶ ἀνεσκεύασεν ὁ πεσών. |
| 436 | τί τοιοῦτον κειμήλιον κέκτησαι οἷον ἀποβέβληκας; συνοδύρου οὖν καὶ πατρὶ καὶ μητρί, καὶ αὐξήσεις τὸν οἶκτον· οἵων ἐλπίδων ἐστέρηνται. καὶ ἀπὸ τῆς πόλεως ἐπιχειρήσεις λέγων πάλιν, οἷος ἂν περὶ αὐτὴν ἐγένετο, οἷον ἂν παρέσχεν ἑαυτὸν εἰς φιλοτιμίαν, καὶ οἷον παρεῖχεν. κἂν μὲν τῶν πολιτευομένων ᾖ, ἐρεῖς τούτων τὰ πολλὰ ἐν τῷ παρεληλυθότι χρόνῳ· εἰ δὲ τῶν μελλόντων προστατεῖν, ταῦτα ἐρεῖς ἐν τῷ μέλλοντι, καὶ ὅλως ἐφαρμόσεις τοῖς χρόνοις ἀεὶ τὰ ἀπὸ τῶν προσώπων. εἶτα μετὰ τοὺς τρεῖς χρόνους διαγράψεις τὴν ἐκφοράν, τὴν σύνοδον τῆς πόλεως· εἴθε μὲν οὖν προεπέμπετο εἰς θάλαμον, εἴθε μὲν οὖν εἰς ἀποδημίαν ἐξ ἧς ἔμελλεν ἐπανιέναι, εἴθε ἀκροασόμενοι λόγων αὐτοῦ συνεληλύθειμεν. εἶτα διατυπώσεις τὸ εἶδος τοῦ σώματος· οἷος ἦν, οἷον ἀποβέβληκε τὸ κάλλος, τὸ τῶν παρειῶν ἐρύθημα, οἵα γλῶττα συνέσταλται, οἷος ἴουλος φαίνεται μαρανθείς, οἷοι βόστρυχοι κόμης οὐκέτι λοιπὸν περίβλεπτοι, ὀφθαλμῶν δὲ βολαὶ καὶ γλῆναι κατακοιμηθεῖσαι, βλεφάρων δὲ ἕλικες οὐκέτι ἕλικες, ἀλλὰ συμπεπτωκότα πάντα. εὔδηλον δὲ ὡς αἱ μονῳδίαι εἰώθασιν ἐπὶ νεωτέροις λέγεσθαι, ἀλλ’ οὐκ ἐπὶ γεγηρακόσι· τοὺς γὰρ πρεσβύτας ὡς νέους ἐν μονῳδίᾳ θρηνεῖν πῶς οὐ περιττὸν ὄντως καὶ μάταιον; ῥηθείη δ’ ἂν μονῳδία καὶ ἀνδρὸς ἐπὶ τῇ αὐτοῦ γυναικὶ λέγοντος· ἐχέτω δὲ μνήμην καὶ ζώων ἀλόγων, οἷον οὐδὲ ἄλογα ζῶα, οἷον βοῦς ἢ ἵππος ἢ κύκνος ἢ χελιδών, ἀνέχεται χωριζόμενα ἀλλήλων, ἀλλ’ ἐπισημαίνει τῇ φωνῇ ὀδυρόμενα, οἷον ὁ κύκνος ἀνεὶς τὸ πτερὸν τῷ ζεφύρῳ δακρύει τὸν σύννομον καὶ ὀδύρεται, καὶ 〈ἡ〉 χελιδὼν τὴν μουσικὴν εἰς θρῆνον μεταβάλλει πολλάκις καὶ ἐπὶ τῶν πετάλων τῶν δένδρων ἱζάνουσα κατοδύρεται. |
| 437 | ἔστω δὲ μὴ πέρα τῶν ἑκατὸν πεντήκοντα ἐπῶν ὁ λόγος διὰ τὸ μὴ ἀνέχεσθαι τοὺς πενθοῦντας μακρᾶς σχολῆς μηδὲ λόγων μήκους ἐν συμφοραῖς καὶ ἀκαιρίαις. ἡ μονῳδία δὲ ἀεὶ ἄνετος. ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ Δεῖ μὲν ὁμολογεῖν σε εὐθὺς ἐν προοιμίῳ τῷ πρώτῳ ὅτι δεῖ τὸν λόγους κτησάμενον ἀποδοῦναι λογίῳ θεῷ τὰς χάριτας διὰ τῶν λόγων οὓς δι’ αὐτὸν τὸν μουσηγέτην κεκτήμεθα, ἄλλως τε καὶ ὅτι προστάτης καὶ συνεργὸς τῆς ἡμετέρας πόλεως, οὐ μόνον νῦν ἀλλὰ καὶ ἀνέκαθεν, ὥστε διπλῆν τὴν χάριν ὀφείλεσθαι, ὑπέρ τε τῶν λόγων ὑπέρ τε τῶν εὐεργεσιῶν, καὶ τρίτον ὅτι καὶ ἄλλως ὁμολογούμενόν ἐστι δεῖν ἀνυμνεῖν τοὺς κρείττονας καὶ τῆς εἰς αὐτοὺς εὐφημίας μηδέποτε ῥᾳθυμεῖν. τὸ δεύτερον ἐργάσῃ λαβὼν τοιαύτην ἔννοιαν· Ὅμηρος μὲν οὖν πάλαι 〈καὶ ἐν〉 ὕμνοις καὶ τῇ μεγάλῃ ποιήσει τοὺς πρὸς ἀξίαν ὕμνους εἴρηκε τοῦ θεοῦ καὶ παρέλιπε τοῖς μετ’ αὐτὸν ὑπερβολὴν οὐδεμίαν· καὶ ὅτι αἱ Μοῦσαι καθ’ Ἡσίοδον πρὸς τὴν ἀξίαν ὑμνοῦσιν ἀεὶ τὸν Ἀπόλλωνα· προὔλαβε δὲ καὶ Πίνδαρος ὕμνους γράφων εἰς τὸν θεὸν ἀξίους τῆς ἐκείνου λύρας· ὅμως δ’ ἐπειδήπερ εἰώθασιν οἱ κρείττους καὶ τὰς σμικροτάτας τῶν θυσιῶν ἀποδέχεσθαι, ὅταν γίγνωνται εὐαγῶς, οὐκ ἀφέξομαι δὴ καὶ αὐτὸς κατὰ δύναμιν ὕμνον ἀναθεῖναι τῷ Ἀπόλλωνι. εὔχομαι δὲ αὐτῷ τῷ Σμινθίῳ Ἀπόλλωνι δύναμιν ἐμποιῆσαι τῷ λόγῳ ἀρκοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. τρίτον· εἰ μὲν οὖν ἡρώων τινὸς ἔμελλον λέγειν ἐγκώμιον, οὐκ ἂν διηπόρησα περὶ τῆς ἀρχῆς, οὐδ’ ὅθεν δεῖ πρῶτον τὴν ἀρχὴν τοῦ λόγου ποιήσασθαι. ἐπεὶ δέ μοι καὶ ὁ λόγος τετόλμηκεν †εἰς† τὸν μέγιστον τῶν θεῶν, ἐδεήθην μὲν χρησμῳδῆσαί μοι τὴν Πυθίαν σεισθέντων τῶν τριπόδων, ὅθεν δεῖ κατατολμῆσαι τοῦ πράγματος, ἐπεὶ δὲ κρύπτει τέως ἡμῖν τὰ μαντεύματα, τοῦτο δόξαν ἴσως τοῖς κρείττοσιν, αἰτήσω παρὰ τῶν Μουσῶν μανθάνειν, καθάπερ Πίνδαρος τῶν ὕμνων πυνθάνεται, ἀναξιφόρμιγγες ὕμνο ι, πόθεν με χρὴ τὴν ἀρχὴν ποιήσασθαι; δοκεῖ δ’ οὖν μοι πρῶτον ἀφεμένῳ τέως τοῦ γένους ὕμνον εἰς αὐτὸν ἀναφθέγξασθαι. |
| 438 | Μετὰ τὰς ἐννοίας ταύτας τὰς προοιμιακὰς ἐρεῖς εἰς αὐτὸν ὕμνον τὸν θεόν, ὅτι, ὦ Σμίνθιε Ἄπολλον, τίνα σε χρὴ προσειπεῖν; πότερον ἥλιον τὸν τοῦ φωτὸς ταμίαν καὶ πηγὴν τῆς οὐρανίου ταύτης αἴγλης, ἢ νοῦν, ὡς ὁ τῶν θεολογούντων λόγος, διήκοντα μὲν διὰ τῶν οὐρανίων, ἰόντα δὲ δι’ αἰθέρος ἐπὶ τὰ τῇδε; ἢ πότερον αὐτὸν τὸν τῶν ὅλων δημιουργόν, ἢ [πότερον] δευτερεύουσαν δύναμιν; δι’ ὃν σελήνη μὲν κέκτηται σέλας, γῆ δὲ τοὺς οἰκείους ἠγάπησεν ὅρους, θάλαττα δὲ οὐχ ὑπερβαίνει τοὺς ἰδίους μυχούς. φασὶ γὰρ τοῦ χάους κατειληφότος τὰ σύμπαντα καὶ πάντων συγκεχυμένων καὶ φερομένων τὴν ἄτακτον ἐκείνην καὶ †ἀμειγῆ† φοράν, σὲ ἐκ τῶν οὐρανίων ἀψίδων ἐκλάμψαντα σκεδάσαι μὲν τὸ χάος ἐκεῖνο, ἀπολέσαι δὲ τὸν ζόφον, τάξιν δ’ ἐπιθεῖναι τοῖς ἅπασιν. ἀλλὰ ταῦτα μὲν σοφῶν παισὶ φιλοσοφεῖν παραλείπω, ἣν δὲ ἀκήκοα μυθολογούντων γένεσιν, ταύτην καὶ δὴ πειράσομαι λέγειν· πάντως δὲ οὐδὲ οὗτος ἀπὸ τρόπου σοι ὁ λόγος, ὃς κεκρυμμένην εἶχεν ἐν ἑαυτῷ τὴν ἀληθεστέραν γνῶσιν. εἶτα ἐρεῖς κεφάλαιον μετὰ τὸν ὕμνον δεύτερον τὸ γένος, ἄρξῃ δὲ ἐκεῖθεν· Ζεὺς ἐπειδὴ κατέλυσε τοὺς Τιτᾶνας ἀρχὴν ἄνομον καὶ ἀκόλαστον ἄρχοντας, μᾶλλον δὲ ὥσπερ βίαιον τυραννίδα διέποντας, καὶ Ταρτάρου μυχοῖς παραδέδωκεν, τότε γένεσιν παίδων δημιουργεῖν ἐνενόησεν, μεθ’ ὧν τὰ πάντα ἄριστα καταστήσειν ἔμελλεν, καὶ μίαν τῶν Τιτανίδων νύμφην ἐξελόμενος, ἐπειδὴ τοὺς πρὸς Ἥραν θεσμοὺς †ἑτέροις τόκοις† ἐφύλαττεν, ἐδημιούργει μετ’ ἐκείνης τὸν τόκον· κάλλει μὲν γὰρ καὶ ὥρᾳ σώματος διέφερεν, ἔπρεπε δὲ γενέσθαι μητέρα Ἀπόλλωνος καὶ Ἀρτέμιδος. |
| 439 | καταλαμβάνει δὲ τὴν Δῆλον μέλλουσα τίκτειν ἡδέως, οἱ δέ φασι τὴν Λυκίαν. καὶ λέγουσι μὲν οἱ τὴν Δῆλον εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχὴν ἀνασχεῖν μὲν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν ὕφαλον, ὑποδέξασθαι 〈δὲ〉 πλανωμένην τὴν θεὸν ἐκ Σουνίου τῆς Ἀττικῆς ἐπιβᾶσαν τῇ νήσῳ· Ὅμηρος δὲ οἶδε μὲν ἐν Λυκίᾳ γεννώμενον—λέγει γάρ που Λυκηγενέϊ κλυτοτόξῳ— καὶ τὸν τόπον ἐκεῖνον εὐτυχήσαντα τοῦ θεοῦ τὴν γένεσιν. φασὶ δ’ οὖν ἐκφανέντα τῶν ὠδίνων τὸν θεὸν λάμψαι μὲν τοσοῦτον, ὅσον ἐπισχεῖν γῆν καὶ θάλατταν καὶ οὐράνιον κύκλον, Χάριτας δὲ καὶ Ὥρας περιχορεῦσαι τὸν τόπον, καὶ τί γὰρ οὐ σύμβολον αἴσιον ἐκ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ δειχθῆναι. ἐκ δὲ Λυκίας παρ’ ἡμᾶς ἀφικέσθαι λέγουσι τὸν θεὸν καὶ καταλαμβάνοντα τὸ Σμίνθιον μαντεῖον ἐγκαταστῆσαι τῷ τόπῳ καὶ κινῆσαι τρίποδας. Ἐπειδὴ δὲ τὰ κατὰ τὸν τόπον τῆς γενέσεως τοῦ θεοῦ ζητεῖται, τῶν μὲν λεγόντων ὅτι ἐν Δήλῳ, τῶν δὲ ὅτι ἐν Λυκίᾳ, κατασκευάσεις ὅτι ἀξιόπιστος μάρτυς ὁ ποιητὴς πρὸς τὸ σαυτῷ συμφέρον, ὅτι Λυκηγενῆ αὐτὸν εἴωθεν καλεῖν [ὁ ποιητής]. ἐπάξεις ἀκολούθως ὅτι εἰκὸς ἐν Λυκίᾳ γεννηθέντα καὶ παρ’ ἡμῖν πρῶτον ὀφθῆναι. οὐ γὰρ ἂν μέλλων διαβαίνειν ἐπὶ τὰς νήσους καὶ Κασταλίαν καὶ Δελφοὺς τῶν μὲν παρ’ ἡμῖν ἠμέλησεν, παρὰ δὲ ἐκείνους ἔδραμεν, ἄλλως τε καὶ ὅτι τιμῶν τοὺς ἡμετέρους πατέρας καὶ ῥυόμενος κινδύνων φαίνεται· οὐκ ἂν δὲ τοῦτο ἐποίησε μὴ πάλαι καὶ πρότερον εὐμενῶς πρὸς τὴν χώραν διακείμενος. |
| 440 | Δελφοὶ μὲν οὖν μεγαλαυχούμενοι τὴν Πυθίαν προβάλλονται καὶ Παρνασσὸν καὶ Κασταλίαν, καὶ τὸν θεὸν μόνοι τῶν ἁπάντων αὐχοῦσιν ἔχειν, ἐγὼ δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν συνήδομαι μὲν αὐτοῖς τῆς χάριτος, οὐ μὴν κρίνω γε πράττειν αὐτοὺς τῶν παρ’ ἡμῖν εὐχερέστερον· καὶ γὰρ ἡμεῖς μετέσχομεν τούτων πρῶτοι τῶν μαντείων, καὶ δεξάμενοι τὸν θεὸν τοῖς ἄλλοις περιεπέμψαμεν, καὶ τὴν παρ’ ἡμῶν ἀπορροὴν ἐκεῖνοι ἀφ’ ἡμῶν κέκτηνται· ἐπίσης τε χαίρει ταῖς προσωνυμίαις τῶν τόπων ὁ θεός, καὶ ὥσπερ ὁ Πύθιος, οὕτω καὶ ὁ Σμίνθιος. μετὰ ταῦτα ἐρεῖς ἐγκώμιον τῆς χώρας, ὅτι εἰκότως δὲ τὴν ἡμετέραν χώραν ἠγάπησεν ὁ θεός, ἰδὼν αὐτὴν κάλλει διαφέρουσαν· ἐν ᾧ καὶ ἐκφράσεις τὴν χώραν οἵα ἐστίν, οὐκ ἀκριβῶς μέν, ἐπεξιὼν [τῇ χώρᾳ, γράφε] δὲ τῆς χώρας ἃ δυνατὸν κινῆσαι τὸν ἀκροατήν, τὰ μᾶλλον ἐξαίρετα λέγων. εἶτα μετὰ τὴν χώραν ἐπάξεις ἀκολούθως, ὅτι τοιγάρτοι καὶ τιμῶν καὶ συμμαχῶν τοῖς ἡμετέροις διετέλεσεν, ἐν πολέμοις, ἐν χρησμῳδίαις διαφθείρων παντοδαπῶς τοὺς πολεμίους. εἶτα μετὰ τοῦτο τὸ κεφάλαιον πάλιν διαιρήσεις εἰς τέσσαρα μέρη τὴν δύναμιν τοῦ θεοῦ καὶ ἐρεῖς οὕτως· ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἡ μνήμη τῆς χώρας παρήνεγκεν ἡμᾶς τῆς συνεχοῦς μνήμης τοῦ θεοῦ, διόπερ ἐπανακτέον πάλιν. διὰ τοῦτο δὲ μετὰ τὴν γένεσιν εὐθὺς ἐμνημονεύσαμεν τῆς χώρας, ἵνα μήτε ἀπόλυτος ὕμνος γένηται [ὕμνους γὰρ καλοῦσι τὰ τῶν θεῶν ἐγκώμια], μήτε κοινὸς ἁπλῶς πρὸς πᾶσαν θεῶν ὑπόθεσιν, ἀλλ’ ἵνα ἔχῃ τὸ ἴδιον τοῦ Σμινθιακοῦ ἐκ τοῦ τόπου. τίνες γοῦν εἰσιν αἱ δυνάμεις τοῦ θεοῦ; τοξική, μαντική, ἰατρική, μουσική. |
| 441 | Μέλλων οὖν ἄρχεσθαι μιᾶς δυνάμεως προοιμιάσῃ πρῶτον (καλῶς δ’ ἂν ἔχοι τῆς τοξικῆς πρώτης, ἐπειδὴ καὶ ταύτης πρώτης ἅψασθαι λέγεται μετὰ τὴν γένεσιν)· βούλομαι δὲ τὰς ἀρετὰς μὴ πάσας ἅμα, μηδὲ συναθροίσας τῷ λόγῳ δοκεῖν συγχεῖν, ἀλλὰ διελόμενος χωρὶς καθ’ ἑκάστην περὶ αὐτῶν διελθεῖν ὅσον οἷόν τε μνησθῆναι· οὐ γὰρ εἰπεῖν ἅπαντα ῥᾴδιον. λέγεται τοίνυν, ἐπειδὴ πρῶτον ἀγωνισμάτων εἴχετο τὰ τόξα μεταχειρισάμενος καὶ τὴν φαρέτραν λαβών, τούτοις γὰρ αὐτὸν ὥπλισεν ὁ πατήρ, ἀμύνεσθαι τῆς τόλμης τὸν Τιτυόν, ἀνθ’ ὧν εἰς τὴν μητέρα ἠσέβησε Διὸς κυδρὴν παράκοιτιν, Πύθωνά τε κατειληφότα Δελφοὺς κτεῖναι τοῖς ἑαυτοῦ βέλεσιν. ἵνα δὲ Πύθων ὅστις ἦν εἴπω, μικρὸν ἀναλήψομαι. ἤνεγκεν ἡ γῆ δράκοντος φύσιν οὔτε λόγῳ ῥητὴν οὔτε ἀκοῇ πιστευθῆναι ῥᾳδίαν· οὗτος πᾶσαν λυμαινόμενος γῆν, ὅση πρόσοικος Δελφοῖς καὶ Φωκίδι, καταλαμβάνει τὴν Παρνασσόν, ὄρος τῶν ὑπὸ τὸν οὐρανὸν τὸ μέγιστον, οὐκ Ὀλύμπου χεῖρον οὐδ’ Ἴδης τῆς ἡμετέρας λειπόμενον. τοῦτο τοίνυν ἐκάλυπτε μὲν ταῖς σπειραῖς καὶ τοῖς ἑλιγμοῖς, καὶ ἦν τοῦ ὄρους γυμνὸν οὐδέν, τὴν κεφαλὴν ὑπὲρ αὐτὴν τὴν ἄκραν ἔχων, ἄνω μετεωρίζων πρὸς αὐτὸν τὸν αἰθέρα. καὶ ἡνίκα μὲν πίνειν ἔδει, ποταμοὺς ὁλοκλήρους ἐδέχετο, ἡνίκα δ’ ἐσθίειν, πάσας ἀγέλας ἠφάνιζεν· οὗτος ἀβάτους μὲν ἐποίει Δελφοὺς τοῖς ἅπασιν, ᾤκει δὲ τὸν τόπον οὐδείς, ἦν δὲ τὸ Θέμιδος μαντεῖον ἔρημον. ἄτοπα δὲ καὶ ἀμήχανα ὁ θεὸς τοὺς ἀνθρώπους πάσχειν ὑπολαβὼν καὶ βουλόμενος πανταχόθεν αὐτοῖς θεσπίζειν τὰ συμφέροντα δι’ ὧν ὁ βίος εὐδαιμονεῖν ἔμελλε, κτείνει καὶ τοῦτον μιᾷ τοξείᾳ ταῖς αὐταῖς ἀκίσι καὶ βέλεσι. |
| 442 | τὰ δὲ παρ’ ἡμῖν ἀγωνίσματα τίς ἂν εἴποι τοῦ θεοῦ κατ’ ἀξίαν, τὰ κατὰ τῶν Ἀχαιῶν ἀσεβούντων εἰς τοὺς θεούς, τὰ κατὰ τοῦ Πηλέως μήνιδι τῶν περὶ Ἕκτορα τολμηθέντων παρανόμων· καὶ ὅτι κυνηγέτης ὁ θεὸς καὶ τοῖς τόξοις αἱρεῖν εἴωθε τὰ θηρία, καὶ ὅτι τοξικὴν αὐτὸς εὗρε πρῶτος ἅμα τῇ ἀδελφῇ τῇ Ἀρτέμιδι. Μέλλων δὲ ἐμβάλλειν εἰς ἕτερον κεφάλαιον ὁμοίως ἐρεῖς τοῦ θεοῦ τὸ μέγιστον καὶ ἐξαίρετον, ὅτι μάντις. ἐνταῦθα δὲ καὶ θέσιν διὰ βραχέων περανεῖς, ὅτι ἀγαθὸν ἡ μαντική, καὶ διὰ ταύτης τὰ μέγιστα τῶν ἀνθρωπίνων κατορθοῦσθαι πέφυκε, ταύτην δὲ μάλιστα Ἀπόλλων ἐτίμησε καὶ ἐθαύμασε· καὶ ὅτι ἐπὶ τῶν τριπόδων θεσπίζων ᾤκισε τὴν ἤπειρον, ᾤκισε δὲ τὴν θάλασσαν, νῦν μὲν εἰς Λιβύην ἐκπέμπων, νῦν δὲ οἰκίζων τὸν Ἑλλήσποντον, τὴν Ἀσίαν, τὴν ἑῴαν πᾶσαν. τοῦτο δὲ τὸ μέρος αὐξήσεις τῷ μεγέθει τῶν ἐγκωμίων ἐπεργαζόμενος, ὅτι ἐκινδύνευσε μὲν ἀοίκητος εἶναι γῆ πᾶσα, εἰ μὴ τὰ μαντεῖα τοῦ θεοῦ πανταχοῦ δὴ γῆς ἐπεφοίτησε παρ’ ἡμῶν, ἐκ Δελφῶν, ἐκ Μιλήτου· ἐν ᾧ μέρει, ἐάν τι μάθῃς ἐκ πατρίων ἐνεργήσαντα τὸν θεὸν ἀπὸ τῶν μαντευμάτων, πρόσθες. Μετὰ τοῦτο τὸ κεφάλαιον †ἄλλο τῶν πράξεων†, ὅτι μουσικὸς ὁ θεός. ἐνταῦθα καιρὸν ἕξεις, ὅπως μὲν κατ’ οὐρανὸν μέσος ἐν μέσοις θεοῖς πλήττει τὴν λύραν, ὅπως δὲ μετὰ τῶν Μουσῶν ἐν Ἑλικῶνι καὶ ἐπὶ τῆς Πιερίας. καὶ φιλοσοφήσεις μετρίως ἐνταῦθα· εἰ δὲ δεῖ καὶ τὸν ἀπορρητότερον λόγον εἰπεῖν, ὃν φιλοσόφων παῖδες πρεσβεύουσι, λέγουσιν αὐτὸν [μὲν] ὄντα τὸν ἥλιον μουσικῇ μὲν αὐτὸν κινεῖσθαι, κατὰ μουσικὴν δὲ περιδινεῖν περὶ αὑτὸν τὸν πόλον, καὶ δι’ ἁρμονίας ἅπαντα τὸν κόσμον διοικεῖν. |
| 443 | οὐ μὴν ἀλλ’ ἐπειδὴ ταῦτα τοῖς θεολόγοις παρεῖναι δεῖ, λέγωμεν μᾶλλον τὰ γνωριμώτατα· ὁ γὰρ Ὀρφεὺς ὁ δι’ αὐτὸν εὐδόκιμος εἰς τοσοῦτον εὐμουσίας προῆλθεν, ὥστε καὶ θηρία συλλέγειν, εἰ πλήττοι τὴν λύραν, καὶ λίθους κινεῖν καὶ πᾶν ὁτιοῦν καταθέλγειν πιπτούσης εἰς αἴσθησιν αὐτῶν τῆς ἁρμονίας. Ἀμφίονος μνημονεύσεις, Ἀρίονος, ὅτι ὁ μὲν τὰς Θήβας ἐτείχισε τῇ λύρᾳ τὰς πέτρας μετάγων, ὁ δὲ τὸ Τυρρηνικὸν ἔπλευσεν ἐπὶ δελφῖνος ὀχούμενος. ἀνοίσεις δὲ τὰ ἐγκώμια ἐπὶ τὸν μουσηγέτην, ὡς παρ’ ἐκείνου λαμβανόντων τὴν μουσικήν. Μετὰ δὲ τὴν ἀρετὴν ταύτην τοῦ θεοῦ ἥξεις ἐπὶ τὴν τετάρτην, ὅτι καὶ ἰατρός, ἀεὶ δὲ προοιμιάσῃ καθ’ ἑκάστην τῶν ἀρετῶν, ὡς μὴ δοκεῖν μικρὰ μηδὲ φαῦλα τὰ ῥηθησόμενα· αἱ γὰρ διὰ μέσων τῶν λόγων ἔννοιαι προοιμιακαί, προπαρασκευάζουσαι τὸν ἀκροατὴν καὶ προσεχέστερον διατιθεῖσαι, ταῖς ὑποθέσεσιν αὐξήσεις ἐργάζονται. οὐκοῦν ἐρεῖς ὅτι καὶ τὴν ἰατρικὴν ταύτην ὁ θεὸς ἡμῖν ἐξεῦρεν· ἐν ᾧ καὶ θέσιν ἐρεῖς ὅτι διαφθειρομένου τοῦ γένους ταῖς νόσοις καὶ τοῖς πόνοις κατοικτείρας ἡμᾶς τὴν ἰατρικὴν ἐξεῦρεν, ἧς τί ἂν γένοιτο τοῖς ἀνθρώποις χρησιμώτερον; τίς μὲν γὰρ ἂν εἰργάσατο γῆν, τίς ἂν ἔπλευσε θάλασσαν, τίς δ’ ἂν πόλεις ἔκτισε, τίς δ’ ἂν νόμους ἡμῖν ἔθηκε μὴ τῆς ἰατρικῆς παρελθούσης; ὅθεν καὶ παιᾶνα αὐτὸν καὶ πέπονα καὶ ἀλαλκέα ὀδυνῶν καὶ σωτῆρα καλεῖν εἰώθασι καὶ ποιηταὶ καὶ 〈συγγραφεῖσ〉 σύμπαντες. θήσεις δὲ ἐπὶ τούτοις καὶ τὴν Ἀσκληπιοῦ γένεσιν· βουλόμενος δὲ αὐξῆσαι τὴν τέχνην ὁ θεὸς καὶ μεταδοῦναι ταύτην τῷ τῶν ἀνθρώπων γένει τὴν Ἀσκληπιοῦ γένεσιν ἐδημιούργησεν, ἧς πῶς ἄν τις κατ’ ἀξίαν μνησθείη; ζητήσεις δὲ ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων τῶν πατρίων τινὰ καὶ τῶν μυθευομένων καὶ προσθήσεις, ἵνα μᾶλλον οἰκεῖον γένηται. |
| 444 | μετὰ ταῦτα κεφάλαιον θήσεις τοιοῦτον περὶ τῆς πόλεως, ὅτι τοιγαροῦν Ἀλέξανδρος τὴν Εὐρώπην χειρωσάμενος καὶ διαβεβηκὼς ἐπὶ τὴν Ἀσίαν ἤδη, ἐπειδὴ προσέβαλε τῷ ἱερῷ καὶ τοῖς τόποις, σύμβολα †μὲν ἐκίνησεν† ἐπὶ τὴν κατασκευὴν τῆς πόλεως, τοῦ θεοῦ ταῦτα καταπέμποντος, καὶ κατασκευάζει τὴν εὐδαίμονα ταύτην πόλιν, καθιερώσας αὐτὴν Ἀπόλλωνι τῷ Σμινθίῳ, δίκαιον αὐτοῦ προφαίνοντος κρίνας αὐτοῦ δεῖν κατοικίζειν πόλιν, καὶ τὸν τόπον 〈τὸν〉 πάλαι τῷ θεῷ καθιερωμένον μὴ περιϊδεῖν ἔρημον καὶ ἀοίκητον τὴν χώραν. τοιγάρτοι καὶ ἡμεῖς πειρώμενοι ἀεὶ τῆς τοῦ θεοῦ προνοίας τε καὶ εὐμενείας οὐ ῥᾳθυμοῦμεν τῆς περὶ αὐτὸν εὐσεβείας, καὶ ὁ μὲν διατελεῖ καρπῶν ἀφθόνων διδοὺς φορὰν καὶ ῥυόμενος κινδύνων, ἡμεῖς δὲ ὕμνοις ἱλασκόμεθα· τοιγάρτοι κρείττονα ἀγῶνα τὸν ἱερὸν τοῦτον διὰ ταῦτα τίθεμεν καὶ πανηγύρεις συγκροτοῦμεν καὶ θύομεν, χάριτας ἐκτιννύντες ἀνθ’ ὧν εὖ πάσχομεν. καὶ διαγράψεις τὴν πανήγυριν, ὁποία καὶ ὅπως πλήθουσα ἀνθρώπων συνιόντων, καὶ ὅτι οἱ μὲν ἐπιδείκνυνται τὰς αὑτῶν ἀρετὰς ἢ διὰ λόγων ἢ διὰ σώματος εὐεξίας, καὶ τὰ τοιαῦτα, οἱ δὲ θεαταί, οἱ δὲ ἀκροαταί· καὶ διὰ βραχέων ἐργάσῃ θέσιν, ὡς Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ, λέγων ὅσα ἐκ τῶν πανηγύρεων καὶ τούτων τῶν συνόδων εἴωθεν 〈ἀγαθὰ γίγνεσθαι〉. καθόλου δέ σοι ἔστω τὸ τοιοῦτο θεώρημα ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ὁμολογουμένοις ἀγαθοῖς ἤτοι ἐνδόξοις προτάττειν μὲν τὴν θέσιν, οἷον ὅτι καλὸν ἡ μουσική, καλὸν ἡ τοξική, καλὸν ἡ πανήγυρις, ἐπάγειν δὲ τὰ καθ’ ἕκαστον· οὐ μὴν ἐνδιατρίψεις ταῖς θέσεσι ταύταις, ἐπειδὴ δοκοῦσιν ἐν τῇ ὑποθέσει ταύτῃ πλείους εὑρίσκεσθαι. μετὰ δὲ τὴν ἔκφρασιν τῆς πανηγύρεως ἐκφράσεις τὸν νεών· εἰ μὲν ὑψηλὸς εἴη οἷον ἀκροπόλει ἐξεικαστέος, ὡς μεγέθει μὲν †τοὺς τοιούτους† καὶ ὑπερμεγέθεις ὑπερφέρων, ὕψει δὲ τὰ ὑψηλότατα τῶν ὀρῶν· εἰ δὲ ἐναρμόνιος εἴη ἢ ἐκ λίθου τοῦ [τῶν ὀρῶν] καλλίστου, ἔτι τοίνυν τὴν τοῦ νεὼ στιλπνότητα καὶ τὴν αὐγὴν τίς οὐκ ἂν ἐκπλαγείη; καὶ τὴν ἁρμονίαν τοῦ λίθου εἴποις ἂν τῇ λύρᾳ τοῦ Ἀμφίονος συντεθεῖσθαι. |
| 445 | ποῖα μὲν οὕτω τείχη Βαβυλώνια κατεσκευάσθη [καὶ λέγεται]; ποῖα δὲ τείχη Θηβαῖα; ποῖος νεὼς τῶν παρ’ Ἀθηναίοις; τάχα που καὶ αὐτῇ τῇ λύρᾳ τοῦ θεοῦ καὶ τῇ μουσικῇ συνετέθη· τὰ μὲν γὰρ Λαομέδοντος τείχη Ἀπόλλων καὶ Ποσειδῶν κατασκευάσαι λέγονται, τὸν δὲ παρ’ ἡμῖν νεὼν Ἀπόλλων σὺν Ἀθηνᾷ καὶ Ἡφαίστῳ μᾶλλον δεδημιούργηκεν. ἐπὶ τούτοις ἐκφράσεις τὸ ἄγαλμα τοῦ θεοῦ παραβάλλων τῷ Ὀλυμπίῳ Διΐ, καὶ Ἀθηνᾷ τῇ ἐν ἀκροπόλει τῶν Ἀθηναίων. εἶτα ἐπάξεις, ποῖος Φειδίας, τίς Δαίδαλος τοσοῦτον ἐδημιούργησε ξόανον; τάχα που ἐξ οὐρανοῦ τὸ ἄγαλμα τοῦτ’ ἐρρύη. καὶ ὅτι ἐστεφάνωται δάφναις, φυτῷ προσήκοντι τῷ θεῷ κατὰ Δελφούς. καὶ τὸ ἄλσος ἐκφράσεις καὶ ποταμοὺς τοὺς ἐγγὺς καὶ τὰς πηγάς· καὶ ὅτι οὐ πολὺ τὸ διάστημα, καὶ ὅτι πᾶσα ἡ ἄνοδος ἡ ἐπὶ τὸ ἱερὸν ἱερὰ καὶ ἀνακειμένη Ἀπόλλωνι. Μέλλων δὲ πληροῦν τὴν ὑπόθεσιν χρήσῃ ἀνακλητικοῖς ὀνόμασι τοῦ θεοῦ οὕτως· ἀλλ’ ὦ Σμίνθιε καὶ Πύθιε, ἀπὸ σοῦ γὰρ ἀρξάμενος ὁ λόγος εἰς σὲ καὶ τελευτήσει, ποίαις σὲ προσηγορίαις προσφθέγξομαι; οἱ μὲν σὲ Λύκειον λέγουσιν, οἱ δὲ Δήλιον, οἱ δὲ Ἀσκραῖον, ἄλλοι δὲ Ἄκτιον, Λακεδαιμόνιοι δὲ Ἀμυκλαῖον, Ἀθηναῖοι πατρῷον, Βραγχιάτην Μιλήσιοι· πᾶσαν πόλιν καὶ πᾶσαν χώραν καὶ πᾶν ἔθνος διέπεις καὶ καθάπερ τὸν οὐρανὸν περιχορεύεις ἔχων περὶ σεαυτὸν τοὺς χοροὺς τῶν ἀστέρων, οὕτω καὶ τὴν οἰκουμένην πᾶσαν διέπεις· Μίθραν σε Πέρσαι λέγουσιν, Ὧρον Αἰγύπτιοι (σὺ γὰρ εἰς κύκλον τὰς ὥρας ἄγεις), Διόνυσον Θηβαῖοι, Δελφοὶ δὲ διπλῇ προσηγορίᾳ τιμῶσιν, Ἀπόλλωνα καὶ Διόνυσον λέγοντες· περὶ σὲ †θοῦραι†, περὶ σὲ Θυάδες, παρὰ σοῦ καὶ σελήνη τὴν ἀκτῖνα λαμβάνει, Χαλδαῖοι δὲ ἄστρων ἡγεμόνα λέγουσιν· εἴτε οὖν ταύταις χαίρεις ταῖς προσηγορίαις, εἴτε τούτων ἀμείνοσι, σὺ μὲν ἀκμάζειν ἀεὶ ταῖς εὐδαιμονίαις τὴν πόλιν τήνδε δίδου, ἐσαεὶ δὲ τήνδε συγκροτεῖσθαί σοι τὴν πανήγυριν· νεῦσον δὲ καὶ χάριν τοῖς λόγοις· παρὰ σοῦ γὰρ καὶ οἱ λόγοι καὶ ἡ πόλις. |