eul_wid: siy-ba
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 24 (To His Companion Severus) by Himerius the Sophist

This speech to Severus, a student, survives with much of its text lost, and argues that followers win as much fame as founders, as Phidias did after Daedalus, Cratinus after Epicharmus, and Gorgias and Protagoras after Tisias and Corax. It praises the young man's family from Pontus and the justice of a man of his house in office, and ends with the Spartan mother who took a shield dedicated in Athena's precinct and gave it to her son, bidding him win or die.

Part of Declamations and Orations

Εἰς Σεβῆρον ἑταῖρον.

Τὴν τῶν ἀνθρώπων γενεὰν εἰσί τινες, οἳ καθάπερ ἔγκλημα ... πόλεις, οἷόν τι μέλει τῇ τέχνῃ τοὺς εὐφυεῖς, ὧν ἄ... δημοσίᾳ τῶν πόλεων, ἃς ἐπιτροπεύσειν οἱ παῖδες ἐμ... οἱ νέοι σοφισταί, ὡς οὐκ εἰκὸς εἶναι τὰς μὲν τῶν ἵππων ... τέχνη ποιμαίνει καὶ κατευθύνει τὰ θρέμματα πόλεως ... σαιτο, ἐντεῦθεν Περικλεῖς καὶ Καλλίαι· ἔστι δὲ ... γενναίων βλαστήσαντες ἐπὶ τὴν ὑφʼ ἡλίω πᾶσαν ἐλύθησαν ἐρ... αὐτοὶ ἀλλήλοις τοῦ βίου κοινωνῶμεν καὶ τῆς τοιαύτης ... τοιαῦτα φιλοτιμεῖσθαι σπουδάσαντες, ὁ δὲ τῷ μ... ἐπιτηδευμάτων μεταποιούμενος. ἀλλὰ γὰρ οὐ ταῖς ἀρχαῖς μόνον τῶν καλῶν ἕπεται χάρις, ἀλλὰ καὶ ὅστις θαυμάσας εἶτα ἐζήλωσεν. οὐκ ἦν ἀδοξότερος Δαιδάλου Φειδίας, ὅτι παρὰ μὲν ἐκείνου τὸ σπέρμα τῆς τέχνης, ὁ δὲ ἄρα ὁλόκληρον τὴν Πλατωνικὴν τῷ γένει τῶν ἀνθρώπων ἐδημιούργησεν, οὐκ Ἐπιχάρμου Κρατῖνος, οὐ τῶν ἀμφὶ Τισίαν καὶ Κόρακα οἱ κατὰ Γοργίαν καὶ Πρωταγόραν ἀνθήσαντες ... ὀξύνειν τῷ λόγῳ· ἀκούῃς ἂν ἤδη ἐπὶ τούτοις, ὦ παῖ, ... ὧν οἱ μὲν πτερωθέντες ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον εἰκάσαι τοὺς μέλλοντας ... τὴν δόξαν συναποτείνοντες, οἱ δὲ ἐπανθοῦσι Λακωνικῶς τινα ... κλέος, οἷς θαυμασθήσεται· ἀτὰρ δὴ καὶ αὐτὸς ὥσπερ Ὀλυμπικόν τι στάδιον τὴν ἡμετέραν συνουσίαν παρήγγειλε. κήρυγμα τέως οὐκ ἄκομψον, ὁ δεῖνα τοῦ δεῖνος· πατρὸς δὲ ἦν ἀγαθοῦ ...ο δὲ τῷ κηρύγματι καὶ ἔθνος καὶ γένος. τὸ μὲν οὖν ἔθνος, Πόντος ...ίαν ἄχρι καὶ τῆς ἑτέρας πλευρᾶς διὰ Βοσπόρου τε καὶ Κιμμερίων περι... Ῥωμαίων τελέσαντας. ἤδη δέ τινες καὶ τὴν ὕπαρχον ἐξουσίαν νόμῳ ... κἀμὲ οὐχ ἥκιστα πάντων ἐπιστρέφει πρὸς σέ, καὶ σοὶ ζῆλον ...σομεν. καίτοιγε ὁμοῦ τε ἀνάξιον ὑπάρχει φθέγγεσθαι ... αὐτὸς ἅπερ ἀκήκοα, ἀνέῳξαν ἐκείνῳ τὰς βασιλείους ...ξαντες δὲ εὐθὺς φίλοις βασιλέως ἐνέγραψαν· θαυμα...μα συνήθροιζε κατὰ τῶν ἀθλητῶν τοὺς ὅσοι στεφάνων ... δὲ ἢ κατὰ τοὺς ἄλλους ἀρχῆς ἀρξάμενος οἷόν τινα ...ος. Γαλάται τῶν τιμῶν ἦσαν προοίμιον, Βιθυνοὶ μετʼ ἐκείνους ... Βιθυνὸν τὴν χάριν σὺν τοῖς ἄλλοις περιοίκοις ὕπαρχον ... ὥσπερ τινὸς Ὀρφέως λύρας ἀκούοντες, ἵνʼ ἐπὶ τοῖς ἄλλοις … αἱ Μοῦσαι δὲ ἔδοσαν Ὀρφεῖ τὸ Καλλιόπης μέλος ἁρμόσασθαι, ἵνʼ ἐν μέσοις πλήξας τὴν λύραν θηρία—φησί—κοιμίσῃ τῷ μέλει. μῦθος δέ τις τοῦτο παραλαβὼν περὶ Ὀρφέως καὶ κατʼ ἐκείνου νεανιεύσεται, ὅτε θηρίοις ἐπαφεὶς ... μὲν οὖν γένη καὶ πόλεις ἐκ βασιλέως ἰθύνειν εἴληχε. καὶ δὴ ... ἑκάστους εἴργασται ἐβουλόμην μὲν εἶναι καὶ ἀπαγγεῖλαι ...ε τοῖς παραινοῦσι τοὺς λόγους, νυνὶ δὲ τὸ πλῆθος τῶν ... τίς γὰρ ἐκείνου μᾶλλον ἢ σὺν τάχει τὴν τοῦ δικαίου φύσιν ἐθήρευεν, ἢ σὺν ὀρθότητι θηρεύσας ἐδημοσίευεν; τίς μὲν οὕτως ὀξὺς πρᾶξαι, τίς δὲ βραδὺς κολάσαι τὸν κινδυνεύοντα; τίς μὲν οὕτω κρείττων χρυσίου, τίς δὲ ἥττων φιλανθρωπίας καὶ τοῦ κατελεῆσαι τὸν δυστυχήσαντα, ἁδρὸς μὲν ἐν λόγοις, ἔργα δὲ καὶ πράξεις ἁδρότερος; ἴσασι ... ἐλέγξαντες ἐν θαλάττῃ λίμνην ἀκώλυτον ἐπέχεον ...ο καθʼ Ὅμηρον, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ, ὃς ἐξῆγε ... μάχας ἐκέλευσεν, ὥπλιζε δὲ κατὰ μὲν Ἑλλήνων ...λην τρεψάμενον. τί Πλάτωνα σοφὸν ἐποίησε; Σόλων ...μα Ἡρακλέους παρὰ τοῖς Ἕλλησι, Σωκράτης δὲ πρὸς ἀρετὴν ἀλ ... τῆς ἡμετέρας τέχνης ἡγεμών τις καὶ ἔξαρχος παροξύναι τὸν ... ἡμῖν ἔργα ἐξέθετο, ἤδη δέ τινας αὐτῶν καὶ ὅρκους ἐκεῖνος ...όμενος, ἵνʼ ἐπεγείρῃ πρὸς ἔργα τὴν πόλιν. ἐρῶ δέ τί σοι καὶ Λακωνικὸν διήγημα. νεανίσκῳ Λάκωνι πολεμοῦντι θαμὰ οὐκ εὖ ἐχώρει τὰ περὶ τὰς τύχας πράγματα. ἀλγήσασα οὖν ἡ μήτηρ ἐπὶ τοῖς πταίσμασιν—δειναὶ γὰρ αἱ Λακωνικαὶ γυναῖκες ἐρασθῆναι λόγων ἢ πράξεων— τοιόνδε τι ἐμηχανήσατο. ἦν ἀσπὶς ἐν τῷ τῆς Ἀθηνᾶς τεμένει χαλκῆ ἀνδρὸς ἀριστέως ἀνάθημά τινος, ἐκ τῆς οἰκίας ἐκείνης, ἀφʼ ἧς ὁ νεανίσκος ἐτύγχανε· ταύτην ἡ μήτηρ κρύφα συλήσασα—κατετόλμητο γὰρ καὶ τοῦ Λυκούργου Λακωνικὴ μήτηρ, ἵνα παιδὸς δυσπραγίαν παραμυθήσηται— ὀρέγει τῷ παιδὶ δραπετεύοντι προειποῦσα νίκην ἢ θάνατον. ὁ δὲ λαβὼν ἅμα τῇ ἀσπίδι τὸ σύνθημα, ἀπʼ ἐκείνης, ὥς φασι, τῆς ἡμέρας ἀρξάμενος ἐνδοξότατος ἁπάντων Σπαρτιατῶν ἐγνωρίζετο, καὶ νικηφόρος ἀνὰ τὴν πόλιν ἀνηγορεύετο.