Εἰς τὸν κόμητα Οὐρσάκιον.
Χαίρει μὲν ἱεροφάντης μύστην ὄχλον ἐπιθυμοῦντα τῆς τελετῆς αἰσθόμενος, εὐφραίνεται δὲ ποιητής, ὅταν ἴδῃ σπουδῇ συρρέον ἐπὶ τὴν ποίησιν τὸ θέατρον, καὶ στρατηγὸς ἡδέως δίδωσι τὰ τοῦ πολέμου συνθήματα, ὅταν ἴδῃ διψῶντα τὸν στρατιώτην τῆς μάχης ...
Φίλον γὰρ οἶμαι ἑκάστῳ τὸ ἐπιχώριον, κἂν Αἰγύπτιος ἥκῃ τις ἀνήρ, εὑρήσει τὸν παρʼ ἡμῖν Νεῖλον διὰ τῶν λόγων ὑπὲρ Αἰγύπτου κυμαίνοντα ...
Ὅσα γὰρ γραφεῖς, καὶ λόγοι δύνανται, μᾶλλον δὲ μικροτέρα μίμησις πᾶσα πρὸς λόγους· οὕτω δεινοί τινες ἄρα πρὸς θήραν τῆς ἀληθείας τυγχάνουσιν ...
Ἄβαριν τὸν σοφὸν γένος μὲν Ὑπερβόρειον λέγουσιν, Ἕλληνα δὲ τὴν φωνὴν γεγενῆσθαι, καὶ Σκύθην μὲν ἄχρι στολῆς τε καὶ σχήματος· εἰ δέ που γλῶτταν κινήσειε, τοῦτο ἐκεῖνο ἐκ μέσης Ἀκαδημίας καὶ αὐτοῦ Λυκείου νομίζεσθαι ...
Ἐπειδὴ ἀνὴρ ἡμῖν ἐκ τῆς Ἰλλυρίδος σκηνοῖ, ποιητὴς ἂν εἴποι τις χρύσεον πρόσωπον ...
Τὸν Ἐλευσίνιον ἔφηβον ἀρθῆναι λόγος πρὸς Δήμητρος, ἵνα τὴν νομάδα τράπεζαν ἡμέροις ἀμείψῃ πυροῖς. ἀλλὰ βέλος δῶρον ἀσπίδ... αὐτῷ τῆς περὶ θεοῦ τιμῆς ὑπάρχῃ, τὸ βέλος ἐγνώρισε ... Ἀθήναζέ τε ἀφικέσθαι, καὶ παρὰ τοὺς ἄλλους Ἕλληνας ὄν... Σκυθικοῖς πεδίοις ἄνθρωπος συνίησιν Ἑλλάδα φωνὴν καὶ ... ἐπιδημίαν ἐρῶν.
ἧκεν Ἄβαρις Ἀθήναζε τόξα ἔχων, φαρέτραν ἡμμένος εἰς ὦμον, χλαμύδι σφιγγόμενος· ζώνη ἦν κατʼ ἰξύων χρυσῆ, ἀναξυρίδες αὐτῷ ἐκ ταρσῶν ἄκρων ἄχρι καὶ γλουτῶν ἀνατείνουσαι, ὄμμα ἡδύ, χαρίεν πρόσωπον, Ἑλληνικὸν ἦθος μηνύον τοῖς ἐντυγχάνουσιν. ἐπεὶ δὲ παρῆλθεν ὑπʼ αὐτῆς ... φωνὴν ἐσκόπουν τὴν γνώμην, εἰς ταύτην ἑλληνίζει ... τοῦτον πανταχόθεν εὑρίσκομεν, καθάπερ ἐν ἁρμονίᾳ λύρας, σύμφωνον ἠχοῦντα τῇ γνώμῃ τὸν λόγον. ἦν ἡδὺς ἐντυχεῖν, δεινὸς ἡσυχῇ μεγάλην πρᾶξιν ἐργάσασθαι, ὀξὺς τὸ παρὸν ἰδεῖν, προμηθὴς τὸ μέλλον φυλάττεσθαι, σοφίας ἥττων, ἐραστὴς φιλίας, ὀλίγα μὲν τύχῃ πιστεύων, γνώμῃ δὲ τὰ πάντα πιστούμενος. ταῦτά τοι οὐ τῶν Σκυθικῶν αὐτο... σοφίας καὶ λόγου τὴν τῆς ψυχῆς ἀρχὴν κρείττονα πάσης ... ἠθέλησεν εἰς τοὺς ἀφʼ ἑαυτοῦ διαβιβάσας τὸν ἔρωτα ... λόγῳ καθιεροῖ τοίνυν ἑαυτόν τε καὶ γένος Ἀπόλλωνι καὶ ... ἐλθὼν ἐκ γῆς πατρῴας ἐξιλεούμενος. νῦν δέ, ἐπειδὴ παρῆλθεν ... τῆς λύρας ἐπιθυμήσας ἱερὸν ἠχούσης γεύσασθαι ἀγασθέντα ...ψασθαι, εἰς δὲ τοὺς ἀπʼ ἐκείνου σοφίαν πέμψαι καὶ λόγους ... πατρὸς ὑπο … όδας προσαγορεύεσθαι ὁ ξένος ἔχ... αὐτόν, καὶ νεοκτίστῳ θεάτρῳ δεδεγμένου. φέρε καὶ περι... ὁ Κένταυρος ὅτε τὸ ἄντρον δειμάμενος ἐν αὐτῷ τὴν λύραν ἥρμοζεν, ἧκεν αὐτῷ θεατὴς τοῦ ἄντρου καὶ τῆς λύρας Αἰακὸς ὁ Διός· ὁ δὴ τοὺς ἐκ Πηλίου κύκνους κυκλόσε τοῦ ἄντρου στησάμενος ἐν μέσοις τὴν λύραν ἔπληττεν, ἔκπληξις δὲ κατεῖχε τὸ Πήλιον ἅπαν, ἠχὼ ἀντιφθεγγομένων τῶν κύκνων τῇ λύρᾳ. θαυμάσας δὴ οὖν ὁ Αἰακὸς τῆς σοφίας τὸν Κένταυρον τοῦ τε χοροῦ τῶν κύκνων, ὡς εὐθέως περὶ τὴν λύραν ἐχόρευον, τὸν Τελαμῶνά τε καὶ Πηλέα φέρων δίδωσι τῷ Χείρωνι ἅμα τοῖς κύκνοις ποιμαίνεσθαι ... καὶ θοίνης ἡμετέρας ἐμπίμπλασθαι, εἰ δὲ σιτίον οἱ λόγοι σοφίζονται ... ἂν ἔχοι.