eul_wid: uws-ab
Ὁμιλία εἰς τὴν Γέννησιν τοῦ ΧριστοῦHomily-the Nativity of Christ, Possibly Part of Roman and Universal History
Hesychius of Miletus the Illustrious Homily the Nativity of Christ, Possibly Part of Roman and Universal History PDF
| [20] | ΗΣΥΧΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ. Ἐν τῷ μβʹ ἔτει τῆς Βασιλείας Αὐγούστου, μηνὶ Δεκεμβρίῳ κεʹ, ἡμέρᾳ ϛʹ, ὥρᾳ ζʹ τῆς ἡμέρας, ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, ἔτους κατὰ Ἀντιοχεῖς ἀπὸ κτίσεως κόσμου, ἕως τῆς Χριστοῦ γεννήσεως [καὶ σταυρώσεως] ϛʹ. Συνάγεται γὰρ ἀπὸ Ἀδὰμ ἕως Φαλὲκ υἱοῦ Εβερ ἔτη τρισχίλια, καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως μβʹ ἔτους τῆς Βασιλείας Αὐγούστου ἔτη ͵ εϡξζʹ, καὶ λοιπὸν συνανεστράφη ὁ Σωτὴρ τοῖς ἀνθρώποις ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς Χριστοῦ Γεννήσεως [καὶ σταυρώσεως] ἔτη ͵ ϛʹ πλήρη. Ο γὰρ Φαλὲκ, κατὰ τὴν προφητείαν Μώσεως, τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς Χριστοῦ ἐπιφανείας. Ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ ϛʹ ἡμέρᾳ πλάσας ὁ Θεὸς, καὶ ἑξῆς ὑπέπεσεν τῇ ἁμαρτίᾳ, οὕτως καὶ τῇ ϛʹ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἦλθεν, καὶ ἔσωσεν αὐτόν. Τοῦτο γὰρ δηλοῖ καὶ ἡ θεία γραφὴ, λέγουσα· Ἡμέρα Κυρίου ὡς χίλια ἔτη. Α τινα καὶ Κλήμης, καὶ Θεόφιλος, καὶ Τιμόθεος οἱ θεοφιλέστατοι χρονογράφοι ἐξέθεντο ὁμοφρονήσαντες, ὅτι τῇ ϛʹ χιλιάδι τῶν ἐνιαυτῶν ἐφάνη ὁ Κύριος κατὰ τὸν ἀριθμὸν τῶν ϛʹ ἡμερῶν τῆς πλάσεως τοῦ Ἀδὰμ, ῥυσάμενος τὸ γένος τῶν ἀνθρώπων. Ἕτεροι δὲ φασὶν ὅτι τῷ ͵ εφʹ ἔτει ἦλθεν Κύριος· ἀλλ’ οὐ πολλοὶ συμφωνοῦσιν εἰς τοῦτο, ἐν δὲ τῷ ϛʹ ἔτει πάντες οἱ ἀκριβεῖς συγγραφεῖς συμφωνοῦσιν περὶ τούτου τινὲς, ἀλλ’ ἡ προφητικὴ φωνὴ ἀληθεύει μᾶλλον διδάσκουσα εἰς τὸ ͵ ϛ ἔτος φανῆναι τὸν Κύριον ἄνθρωπον. |